Chapter ICaput Primum
col. 543–544page 1 of 36
PG 161:543ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΝΙΚΑΙΑΣ ΠΡΟΣ ΤΗΝ ΑΝΑΤΟΛΙΚΗΝ ΣΥΝΟΔΟΝ ΔΟΓΜΑΤΙΚΟΣ ΛΟΓΟΣ Η ΠΕΡΙ ΕΝΩΣΕΩΣ Τὴν μὲν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἱερὰν εἰρήνην ροῦ καθ' ἡμῶν ἐγειρόμενος μυκτηρισμός τε και τε καὶ ὁμόνοιαν οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν οὐ τοῦ παντός τε τιμήσαιτο, καὶ μεγάλην εὐδαιμονίαν ἡγή σαιτο· καὶ ἀφ᾽ ἧς ἤ τε τοῦ Σωτῆρος εὐχὴ πρὸς τὸν Θεὸν καὶ Πατέρα λήψεται τέλος" Ποίησον αὐτοὺς, περὶ τῶν μαθητῶν αὐτοῦ λέγοντος καὶ τῷ ὀνόματι αὐτοῦ κεκλημένων, ἵνα ὦσιν ἔν, καθὼς καὶ ἡμεῖς ἐν ἐσμεν· καὶ ἀκολούθως ἔψεται τὸ χρῆμα τῆς θείας ἀγάπης, ἥτις ἡμᾶς ἀγαγοῦσα ἐγγυτάτων παραστήσει Θεοῦ, καὶ τὸ σημεῖον ἡμῖν ἐπανθήσει τῆς τοῦ Χρι στοῦ μαθητείας. Αρθήσεται δὲ ἀφ᾽ ἡμῶν ἤ τε παρ' ἀλλήλων ἔχθρα, πράγμα εναντιώτατον ἀνθρώποις Χριστιανοῖς, καὶ ταῦτά γε πρὸς ἀλλήλους ἢ κατ' άλο λήλων· ἀρθήσεται δὲ ὁ παρὰ τῶν ἐχθρῶν τοῦ σταυ χλευασμὸς καὶ κατάγελως, ἐπεγγελώντων ἡμῖν, ὡς δὴ Χριστιανοῖς μὲν οὖσι καὶ λεγομένοις, καὶ τὸν αὐτὸν ἐπιγραφομένοις Δεσπότην, εἶτ᾽ ἀλλήλων οὕτως ἀπεσχοινισμένοις τοῖς δόγμασιν, ὡς ἐχθρούς τε καὶ πολεμιωτάτους ἀλλήλους ἡγεῖσθαι. Διὰ ταῦτα μὲν οὖν καὶ ἔτι πολλῷ τούτων πλείονα φιλοῦμεν μὲν ἅπαντες τὴν εἰρήνην, καὶ τὴν τῶν Χριστιανῶν συμ φωνίαν περὶ πλείστου ποιούμεθα· τὸ δ' ὅπως ἂν γένοιτο τοσοῦτον καλὸν, καὶ τίσι τρόποις προβιβα σθείη, ἐνταῦθα δὴ περὶ διάφορα σχιζόμεθα, καὶ διαφόρως περὶ τούτου νοοῦμεν. Περὶ τούτου δὲ δὴ καὶ τὰ νῦν σκεπτέον, καὶ ῥητέον εἰς δύναμιν· καὶ δὴ λέγομεν οὕτως.
col. 545–546page 2 of 36
PG 161:545ΚΕΦΑΛ. Α'. *Ην ότε ἡ τοῦ Θεοῦ ἄσπιλος νύμφη ἡ ἄμωμος μένοντες ἐπ' αὐτῶν τῶν ἀρχαίων καὶ κεκριμένω κλησία εὐθυνεῖτο ἀκμάζουσα καὶ καλῶς ἔχουσα, ἡνίκα τὸ μὲν ἁπλοῦν καὶ ἀπερίεργον τῆς κατὰ τὸ Εὐαγγέλιον πίστεως περὶ πλείονος ἐποιούμεθα, τὸ δὲ περιττὸν τοῦτο καὶ κατεγλωττισμένον, καὶ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐν δευτέρῳ τῶν θείων λογίων τιθέμενοι, μόνοις τοῖς γεγραμμένοις προσείχομεν τοῖς ἀπὸ τοῦ πνεύματος ἀγαπῶντες, καὶ εἰς ἐν ὑπ' αὐτῶν συναγόμενοι, καὶ μία μὲν ὄντες ποίμνη, ποιμένι δ' ἑνὶ χρώμενοι, καὶ τῆς αὐτῆς μὲν αὐτοῦ συνιέντες φωνῆς, τὴν αὐτὴν δὲ ἀποδιδόντες αὐτῷ οὐ μόνον τὴν πίστιν τὴν ἐν καρδίᾳ, ἀλλὰ καὶ τὴν ὁμολογίαν τὴν διὰ στόματος. Αφ' οὗ δέ τι προσεπινενόηται τοῖς ἀρχαίοις, καὶ τῷ κοινῷ κτήματι καὶ συμβόλῳ τῆς πίστεως οὐ μετὰ κοινῆς ψήφου προσ γέγραπται· οὔπω λέγω εἰ καί τισιν εἰρημένον τῶν διδασκάλων, εἴτε καὶ μή· εἴτε καὶ εἰρημένον, πότε ρον καθ᾿ ἄν αὐτὸ νοῦν ἐκλαμβάνουσιν οἱ πολλοὶ, εἴτε καθ᾽ ἕτερον. Ἐξ ὅτου δ' οὖν τοῦτ᾽ ἐγεγόνει, εἰς πολλὰ μὲν τὸ ἐν τοῦ Χριστοῦ σῶμα διήρηται, φεῦ! τὰ δὲ μέλη κατ' ἀλλήλων οπλίζονται, μὴ συνιέντες ὡς ἑαυτοῖς μάχονται καὶ λυμαίνονται ἑαυτοῖς, τῶν ἀδελφῶν ἑαυτοὺς διιστάντες· ἢ μᾶλλον συνιέντες μὲν, εἰσὶ γὰρ ἄνδρες σοφοί τε καὶ γνώσει κεκοσμημένοι, καὶ οὐ λέληθεν αὐτοὺς τὸ δεινὸν ὅσον ἐστὶν, ἀναγκαίως δὲ καὶ εἰκότως τῆς ἀλλήλων διιστάμενοι κοινωνίας, καὶ μάλιστά γε τῆς τῶν Λατίνων ἡμεῖς, καὶ καθαρῶς παρὰ πάσης ἀποπεφασμένων συνόδου, τὸ μήπω κοινῇ ζητηθὲν ἑλομένων, μηδέπω δοκι μασθὲν ὑπὸ κοινοῦ καὶ καθολικοῦ καὶ οἰκουμενικοῦ κριτηρίου. Δεῖ γὰρ ἔν γε τοῖς περὶ πίστεως, μηδε μιᾶς μὲν οὔσης ανάγκης, μηδέ τινος κινδυνεύοντος, καὶ ἠρεμουσῶν τῶν αἱρέσεων, μένειν ἐπ' αὐτῶν τῶν παραδοθέντων, ἃ μὲν ἀποκεκαλυμμένως, ἃ δὲ καὶ συνεπτυγμένως περιεχόντων τῶν θείων δογμάτ των, καὶ οὐδὲν ὅ τι ὀρθοδοξίας οὐ περιεχόντων ἐν ἑαυτοῖς. Ανάγκης δὲ κινηθείσης, καί τινος ἀνα φυείσης αἱρέσεως, οἷα πολλὰ κατ' ἀνθρώπους είωθε γίνεσθαι, καὶ μέντοι καὶ γέγονε, καὶ προσέτι γενή σεται διὰ τὴν τῆς ἀνθρωπίνης διανοίας ἀσθένειαν, τὴν Ἐκκλησίαν ἐκ πάσης ἐσχατιάς κοινῇ συλλεγεῖσαν, κριτήριόν τε περὶ τῶν ζητουμένων καθίσαι, καὶ κανόνι χρωμένην τῇ θείᾳ Γραφῇ καὶ τοῖς πρὸ αὐτῶν διδασκάλοις, οὓς φθάσασα ἔσχεν ἐν ἁγίων τάξει καὶ διδασκάλων, οὕτως ἀποφαίνεσθαι κοινῇ τὰ δοκοῦντα, καὶ τὴν πίστιν ἐξεργάζεσθαι, σκόλοπας ἱστώντας ταῖς αἱρέσεσι πάντοθεν, καὶ πόρρω τῆς Ἐκκλησίας αὐτὰς ἀπελαύνοντας. 'Δεὶ μέντοι τοῦτο κοινῇ πράττειν, καὶ τὰ κοινὰ κοινῶς διαιτεῖν, καὶ οὐδέποτε καθ' αὐτούς τι ποιοῦντας ἀξιοῦν καὶ παρὰ πᾶσιν ἐξ ἀνάγκης τὰ οἰκεῖα κρατεῖν· οὐδὲ γὰρ δίκαιον. Οὕτω γὰρ καὶ οἱ πατέρες ἡμῶν διετέλουν ποιοῦντες, οὕτω καὶ ἡμεῖς αὐτοῦ; μιμησόμεθα,
col. 547–548page 3 of 36
PG 161:547φέρει. Οὕτως ἡ πρώτη τῶν οἰκουμενικῶν συνόδων τὸ ὁμοσθῆνα: κοινῶς οὐκολίγον ἀμφιβολίας ἐν ἑαυτῷ περι ούσιον ἀνεκήρυξε Πατρὸς καὶ Υἱοῦ, συνωθοῦντος τοῦ πράγματος, καὶ τοῦ ᾿Αρείου τὸ ἀνόμοιον ληρωδοῦν της. Οὕτως ἡ δευτέρα τὴν τοῦ Πνεύματος θεότητα ὡμολόγησε, Μακεδονίου τιθέντος αὐτὸ μετὰ τῶν κτισμάτων. Οὕτως ἐκάστη σύνοδος τὰ καθ' αὐτὴν ἀπεφήνατο, ὑπὸ τῆς ἐκάστοτε παρούσης ἀνάγκης κινουμένη. Οὔτε γὰρ εἰρήνης κατὰ πάντων ἀνθούσης, καὶ κρατούντων τῶν βελτιόνων ἔδει πράγματα ἐμποιεῖν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, αὐτούς τι νεώ τερον προσεξευρίσκοντας· οὔτε κινηθεισῶν τῶν αἱ. ρέσεων ἢ ἡσυχάζειν, ἢ αὐτῶν· τινὰ ἀποφαίνεσθαι ἕκαστον, εἴτε καὶ μετ' ὀλίγων περὶ τῶν κοινῶς ὑπὸ πάντων ὀφειλόντων πιστεύεσθαι· ἀλλὰ κοινῇ μὲν τοῦτο ποιεῖν, ποιεῖν δὲ κατεπειγούσης ἀνάγκης. Αλλ' ὥσπερ ἀνάγκη, συνεδρίου κοινοῦ καταστάντος, μετὰ πολλῆς τῆς "τε βασάνου περὶ τῶν κινη θέντων ἐξέτασιν εἰσελθεῖν, καὶ τὸ ἐκ τῆς συζητής σεως ἐκφανθὲν ἀσπάσασθαί τε καὶ προσδέξασθαι οὕτως, εἰ πρὸ τοῦ κοινοῦ κριτηρίου περί τινος δόγματος κινηθέντος τις ἀμφιβάλλει, τὰ δίκαιά τε ποιεῖ, καὶ εἰκότως ἂν ἀποσταίη τῶν ἄνευ κοινῆς ἀποφάσεως περὶ τῶν κοινῶν ἀποφηναμένων· αὐτὸς μὲν ἐπὶ τῶν κοινῶν καὶ κοινῇ παραδεδομένων ἐμὲ μένων, καὶ οἷς οὐδεμία αμφιβολία οὐδ᾽ ἐξέτασις λείπεται, ἐκείνων δέ τι λεγόντων, 8 πρὶν ἐξετα Διὰ ταῦτα τοιγαροῦν καὶ ἡμεῖς εἰκότως τῆς Λα τίνων ἀπέστημεν κοινωνίας, μὴ ἀνεχόμενοι προς ἕνωσιν αὐτοῖς συνελθεῖν, πρὶν ὑποπεσεῖν οἰκουμενικὴ κρίσει τὸ παρ' αὐτῶν εἰσαχθὲν, καὶ διχῆ διετελοῦμεν ἐγκαλοῦντες αὐτοῖς, τὸ μέν τι δίχα τῆς καὶ ἡμῶν αὐτῶν γνώμης εἰσαγαγοῦσιν εἰς τὴν κοινὴν Ἐκκλησίαν, τὸ δὲ μηδ' ἀνεχομένοις συστήσασθαι σύνοδον κατὰ τὰς ἀρχαίας ἐκείνας τὰς πρὸ ἡμῶν. ᾿Αλλὰ μέχρι μὲν ταύτῃ χρώμενοι διετέλουν τῇ γνώ μῃ, καὶ τὰ παρ' ἡμῶν αὐτοῖς ἐγκλήματα μετά παντὸς ἀπήντα δικαίου, καὶ ἡμεῖς ἔξω πάσης αι τίας. Ἐπεὶ δὲ τούτου μὲν ἤδη κατέγνωσαν, καὶ δ προϋβάλλοντο ἀξίωμα ἴδιον ἀπεώσαντο, μετὰ τῆς ἴσης δὲ καὶ αὐτοὶ ταπεινώσεως εἰς οἰκουμενικών ἐθελονταὶ συνῆλθον κριτήριον, καὶ τῷ ἐκ τῶν λόγων φανησομένῳ ἀκολουθήσειν συνέθεντο, αὐτοί τε παν τὸς ἐγκλήματος τοῦτο τὸ μέρος σφᾶς αὐτοὺς ἀνωτές ρους ἐτήρησαν· καὶ ἡμᾶς δεῖ τῷ πράγματι προσελθεῖν μετὰ πολλῆς βασάνου καὶ μεγάλης τῆς ἐξετάσεως, και ποτε μεταβαλόντα τὰ πράγματα καθ' ἡμῶν αὐτῶν ἀντιστραφῇ, καὶ πολλαπλασιασθῇ καθ' ἡμῶν, ἅ κατ᾿ αὐτῶν ἐπεφέρομεν πρότερον δίκαια ἐγκλήματα. Εἴρηται γὰρ καὶ δοκεῖ μοι συνδοκεῖν ἅπασιν, ὥσπερ μήπω συνόδου συγκροτηθείσης και
Chapter IICaput II
col. 549–550page 4 of 36
PG 161:549νῆς, ἐκεῖνοι τὴν καταδικάζουσαν ἀπεφέροντο· οὕτω σπαράσσεσθαι πάντας εἰκός· μήποτε τῷ θέλειν χα συστάσης λοιπόν, μέγαν ἡμῖν ἀγῶνα τε καὶ κίνδυνον εἶναι, πῶς ἂν διαχειρισάμενοι τὰ παρόντα, ἀνέγκλητοι ἐντεῦθεν ἀπαλλάξωμεν ὡς εἰκός. Ηδη γὰρ αὐτ τοί τε λόγον ὑπέσχον ὧν λέγουσί τε καὶ δογματίζουσι, καὶ ἡμεῖς πρὸς τὰ παρ' αὐτῶν εἰρημένα διὰ τῶν δυνατῶν ἀπηντήκαμεν, πρὸς ἃ μὲν καὶ παντελῶς σεσιγηκότες, πρὸς ἃ δὲ οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἀποκρινάμενοι. Ενταῦθα δὲ δὴ λοιπὸν μεγάλη; ἡμῖν κρίσεως δεί, καὶ σοφῆς μεταχειρίσεως ὡς ἐνὸν, καὶ οἰκονομίας τῆς ἐν δικαιοσύνῃ καὶ κρίσει τε καὶ εὐθύτητι. Οὐ γὰρ ἁπλῶς ἀρχίσει τὸ μὴ βούλεσθαι φάναι, καὶ πάντα γέγονεν εὐθὺς τὰ προσήκοντα, οὐδὲ τοῦτο τέλος τῆς οἰκουμενικῆς ἡγητέον συνήδου· ἀλλὰ μετὰ ἀκριβείας σκεπτέον & τε ἐκεῖνοι εἰρήκασιν, ὦ τε ἡμεῖς προσβαλόμεθα· καὶ ἐπιμελῶς ἐξεταστέον, ὅπη μὲν συμφωνοῦσιν ἡμῖν καὶ τῇ ἀληθείᾳ, ὅπη δὲ τοῦ εὐθέος πλανῶνται, καὶ τῆς ἀληθείας ἀπάγονται καὶ τί μὲν αὐτοὺς διδακτέον, τί δὲ παρ' αὐτῶν ἀκουστέον· καὶ τί μὲν ὠφεληθῆναι παρ' αὐτῶν, τί δ' αὖ οὺς ὠμελῆσαι δέον· καὶ ὅπως προσληψόμεθα ἀδελφοὺς τοσούτους τε καὶ τοιούτους, ὧν τῷ χωρισμῷ ρισάμενοι μόνον, ἢ οὐ σὺν δίκῃ ζημιωθῶμεν αὐτοῦ, ἢ μετὰ καὶ τῆς ἡμῶν αὐτῶν βλάβης αὐτοὺς προσ λαβώμεθα. Αύτη γὰρ ἡμῖν μόνη βελτίστη πρὸς τὸ τέλος ὁδὸς, καὶ διὰ ταύτης ἡμᾶς οἶμαι πρός τι χρησ στὴν ἀπαχθῆναι καὶ ἄμεμπτον, μήτε τοῖς ἁπλῶς οὕτω σὺν οὐδενὶ λόγῳ λέγουσι διαστῆναι Λατίνων, ὡς οὐδὲν ὑγιὲς οὐδὲ λεγόντων, οὔτε φρονούντων προς σχόντας τὸν νοῦν, μήτε πεισθέντας εὐθὺς τοῖς σὺν οὐδεμιᾷ τῇ ἀπὸ τῶν λόγων πειθοῖ τὴν ἕνωσιν ἐπι σπεύδουσιν, ἀλλὰ συνεξετάσει καὶ κρίσει καὶ τῇ ἀπὸ τῶν ἁγίων καὶ διδασκάλων οδηγία χρωμένους ἐπὶ τὸ τέλος ἰέναι. Οὕτω μὲν οὖν ἐγὼ γνώμης ἔχω, καὶ ταῦτα περὶ τούτων φρονῶ. Όπως δ' ἂν καὶ διὰ ποίων πρὸς τοῦτο τὸ τέλος ἀπαχθείημεν, ἐντεῦθεν ἐρῶ, Θεὸν προστησάμενος μόνον, εἰ καὶ μέγας ὁ ἄθλος καὶ δυσχερὴς ὁ ἀγών. Φιλοκίνδυνόν τε γάρ τινα τὰ παρόντα ζητεῖ, καὶ πρὸς πάντα ἁπλῶς ἔτοιμον ἀπο δύσθαι· καὶ γενναῖόν ἐστιν ούτε λεχθῆναι οὔτε πραχθῆναι, μή τινος πάντως παρρησιασαμένου τε τὰ δοκοῦντα καὶ παρακινδυνεύσαντος. "Αρξομαι δ' ἐντεῦθεν, ὑπόθεσίν τινα καὶ ἀρχὴν ὑποθέμενο;. ΚΕΦΑΛ. Β'. Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τὸ σωτήριον κύρυγμα πέμπων τοὺς μαθητάς, καὶ τὰ συμβησόμενα αὐτοῖς προαγορεύων δεινά, καὶ ὡς ἐπὶ βασι λεῖς τε καὶ ἡγεμόνας ἀχθήσονται παραστησόμενοι, Μὴ μεριμνήσητε, φησίν, εἰ εἴπητε, ἢ τί λαλή σητε· ἐγὼ γὰρ ὑμῖν δώσω λόγον τε καὶ σοφίαν,
col. 551–552page 5 of 36
PG 161:551ᾖ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι ἡ τάδε, ότὲ δὲ αὖ λέγειν τὰ ἐναντία· ὥσπερ οἶμαι πάντες οἱ ἀντικείμενοι ὑμῖν· διὰ τούτων δεικνύς τῶν ῥημάτων, ὡς ἅπερ ἂν αὐτοὶ φαίεν, αὐτοῦ βή ματα ἔσονται, καὶ τοῦ ἐνηχοῦντος αὐτοῖς Πνεύματος· ὁ ἀλλαχοῦ ἔφη πᾶσαν αὐτοὺς διδάξειν τὴν ἁλή θειαν ἐπελθόν, ὡς εἶναι καὶ τὰ αὐτῶν ῥήματα, τοῦ Πνεύματος τῆς ἀληθείας ἐν αὐτοῖς φθεγγομένου, ἀλήθειαν καὶ ζωήν. "Οτι δὲ ταῦτα τὰ ῥήματα οὐκ εἰς αὐτοὺς μόνον τοὺς αὐτόπτας τοῦ Λόγου διέβη, ἀλλὰ καὶ εἰς πάντας τοὺς μετ' αὐτοὺς τὸ σωτήριον διαγγέλλοντας κήρυγμα ποιμένας καὶ διδασκάλους, πάντες τε ἴσασιν, αὐτός τε ὁ Σωτὴρ ἔφη, "Α ὑμῖν λέγω, πᾶσι λέγω, φάμενος· αύτά τε τὰ πράγματα μαρτυρεί, πάντων τῶν μετὰ ταῦτα θαυμαστωθέν των τοῖς αὐτοῖς ἔργοις τε καὶ σημείοις, καὶ τοῖς τῆς διδασκαλίας ἀφθόνοις νάμασι καὶ πηγαῖς ἀένναοι;· ὡς φανερὸν εἶναι λοιπὸν καὶ τοὺς ἁγίους Πατέρας καὶ διδασκάλους διὰ τοῦ παναγίου λαλεῖν Πνεύματος, καὶ ῥήματα φθέγγεσθαι τοῦ Σωτῆρος κατὰ τυράννων καὶ ἡγεμόνων, καὶ τῶν τῇ ἀληθείᾳ μαχομένων αἱρετικῶν συγγραψαμένους καὶ δογματ τίζοντας, καὶ κηρύττοντας τὴν ἀλήθειαν. Οὕτω δὲ ἔχοντας, καὶ συμφωνεῖν ἑαυτοῖς καὶ ἀλλήλοις ἀνάγ κη· καὶ μηδὲν ἐναντίον, οὐ μικρόν, οὐ μέγα, οὐ πρὸς ἀλλήλους, οὐ πρὸς ἑαυτούς, οὐδ᾽ ἐννοῆσαι γοῦν ὅλως θεμιτὸν αὐτοὺς φάναι· οὕτω γὰρ ἂν οὐκ ἀλη θείας μᾶλλον ἢ πλάνης ἐν αὐτοῖς ἐλάλησε πνεῦμα πλάνη γὰρ καὶ τοῖς πλανωμένοις οἰκεῖον, ότὲ μὲν καὶ ἐπιστήμονος ἀνδρὸς ἀπλανές ἐστι σημεῖον ἑαυτῷ καὶ τοῖς ἄλλοις σοφοῖς συμφωνείν. Ὅσῳ οὖν ἀνθρώπων σοφῶν τὸ τῆς σοφίας καὶ ἀληθείας ὑπέρκειται Πνεῦμα, τοσούτῳ καὶ σύμφωνον ἑαυτῷ μᾶλλον εἶναι ἀνάγκη. Οὐ μὴν ἀλλ᾽ εἴ τις καὶ ἑαυτοῖς ἢ ἀλλήλοις ἔσθ' ὅτε τοὺς Πατέρας εναντιουμένους τολμήσεις φάναι, ώρα λοιπὸν αὐτῷ μετὰ τῶν ἀπίστων ταχθῆναι καὶ τῶν ἐχθρῶν τοῦ σταυροῦ· εἷς ἔργον ἐντεῦθεν τὰ ἡμέτερα ἐπιχειρεῖν ὑποσαλεύειν μυστήρια, τεκμήριον τῆς τοῦ κηρύγματος ἀσθενείας, πλάτ τουσιν ἐναντιοφανείας τινὰς τῆς θείας Γραφῆς, πλὴν αὐτῶν οὐδενὶ ἑτέρῳ δοκούσας· καθ' ὧν τᾶς διδά σκαλος ἴσταται, καὶ ἀγωνίζονται πάντες συκοφαντοῦντας ἐκείνους τὴν ἀλήθειαν δείξαι, συμβαίνουσαν ἑαυτῇ τὴν θείαν ἀποδεικνύντες διὰ πάντων Γραφήν. "Αλλως τε καὶ ἡμεῖς τοὺς ἔξω τῆς ἡμετέρας αὐλῆς τε καὶ Ἐκκλησίας διὰ τούτων συμποδίζοντες καὶ ἀνατρέποντες, τοὺς τῆς δόξης αὐτῶν ἡγεμόνας ἐν πλείστοις μαχομένους ἀλλήλοις ἀποφαίνοντες, καὶ διὰ τούτων τὴν αὐτῶν ἐλέγχοντες ἄγνοιαν, πῶς ἂν καὶ καθ' ἡμῶν αὐτῶν τοῦτο δεξαίμεθα τὸ δεινόν, καὶ τοὺς ἡμετέρους Πατέρας ὑπὸ ταυτόν περιπεσεῖν συγχωρήσαιμεν πάθος, εἰ μὴ καὶ τὴν καθόλου πίστιν ἡμῶν ἐθελονταὶ αὐτοὶ ἀνατρέψαι θελήσομεν; 'Αλλ' ἀπείη γε τοῦτο τῆς Χριστοῦ Ἐκκλησίας καὶ τῶν ταύτης τροφίμων. Ορῶμεν δὲ καὶ τὰς οἰκουμενικὰς ἁπάσας συνόδους περὶ τῶν ἑκάστῃ προκει
col. 553–554page 6 of 36
PG 161:553αἱρετικῶν συγκρουόντων τοὺς ἁγίους ἀλλήλοις, και τινας ἑλκόντων πρὸς τὸ ἑαυτῶν βούλημα, ούτε ἀπαρνούμενος ὁ μακάριος Ιωάννης τοὺς δοκοῦντας αὐτοῖς συνηγορεῖν, οὔτε δεχόμενος, ὡς ἐκεῖνοι ἀλλὰ προσιέμενος μὲν αὐτοὺς, πειρώμενος δ' αὐτοὺς καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συμβαίνοντας δεῖξαι τοῦτο γὰρ ἔργον ἐστὶ διδασκάλου, τοῦτο Χριστιανοῦ. μένων δογμάτων οὐκ ἀνθρωπίνης σοφίας πειθοί, οὐ ναμίς τε καὶ ἔλλαμψις. Ἐντεῦθεν φαίνεται, τῶν τεχνολογίαις ῥημάτων, οὐ φυσικοῖς λόγοις, οὐ συλ λογισμοῖς χρησαμένους, ἀλλὰ μόνῳ στοιχήσαντας κριτηρίῳ τοὺς Πατέρας τοὺς ἐν αὐταῖς γυμναῖς τῶν πρὸ αὐτῶν Πατέρων καὶ διδασκάλων διδασκαλίαις καὶ λόγοις, καὶ διὰ τούτων συμπεράναντας τὰ περὶ τῶν ἑκάστοτε ζητουμένων δογμάτων, καὶ κατ᾽ ἴχνος ἀκολουθήσαντας ταῖς τῶν ἁγίων φωναίς. Ωστ᾽ οὐκ εἶδ' ὅ τι περὶ τῆς καθόλου πίστεως ἡμῶν ἔσται φρο νεῖν, εἴ τις τὸ ἀτόπημα τοῦτο παρακολουθοῦν δέ ξαιτο τοῖς Πατράσιν. Εἰ γὰρ οἱ τῆς πίστεως ἡγεμό. νες οὐ ταυτὰ πάντες, ἀλλ᾽ οἱ μὲν ἀλλήλοις, οἱ δὲ καὶ ἑαυτοῖς, φεῦ τῆς ἀτοπίας! ἐναντία φασὶν, ἡ δὲ πίστις ἡ ἡμετέρα τοῖς ἐκείνων ἵδρυται λόγοις· κε τὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν. Ἀλλὰ πολλῆς ὄντως ἀνοίας ἐννοῆσαι γοῦν τά – τοιαῦτα περὶ τῶν θεοφόρων ἐκείνων ἀρδρῶν· ἀνάγκη γὰρ αὐτοὺς διά τε τὰ εἰρημένα, καὶ τούτων ἕτερα πλείονα, ἃ οὐκ ἀνάγκη νυνὶ καταλέγειν, συμφωνεῖν ἀλλήλοις καὶ ἑαυτοῖς, καὶ κατὰ μηδὲν ἐναντία μὴ λέγειν μηδὲ φρονεῖν. Φησὶ δὲ περὶ τούτων καὶ ὁ μακάριος Ιωάννης ὁ Δαμασκηνὸς ἐν τῇ πρὸς Ιορο δάνην ἐπιστολῇ· 'Αλλ' άγε δὴ καὶ ἂς προφέρουσι μή σεις ἐπισκεψώμεθα, καὶ τὴν ἀκριβῆ τούτων ἐξέτασιν ποιησώμεθα, πατρικαὶ γὰρ αὗται, καὶ οὐδαμῶς ἀν τεροῦμεν. ᾿Αλλὰ χρὴ συμφώνους καὶ μὴ ἀλλήλοις ἐναντίους, οὐδὲν δὲ ἔλαττον ἑαυτοῖς ἀντιλόγους καὶ μαχομένους ἀποδεικνύειν τοὺς ἁγίους Πατέρας καὶ διδασκάλους· ὧν τὸ περὶ πίστεως φρόνημα ενιαίον καὶ ἀπαράλλακτον ἔδειξεν ἡ μία τοῦ Πνεύματος δύο 'Η δὲ ἑβδόμη τῶν οἰκουμενικῶν συνόδων διὰ τοῦ ἁγίου φησί Ταρασίου ἐν τῇ πρώτῃ αὐτῆς πράξει Κατ' οὐδὲν τοὺς Πατέρας ευρίσκομεν διαφωνοῦντας, ἀλλ᾽ ὡς τοῦ αὐτοῦ πνεύματος ὄντες πάντες τὸ αὐτὸ κηρύττουσι καὶ διδάσκουσι. Καὶ ἡ αὐτὴ διὰ τοῦ αὐ τοῦ αὖθις ἐν τῇ αὐτῇ πράξει· Πανταχοῦ γὰρ οἱ ἅγιοι Πατέρες ἀλλήλοις σύμφωνοι εἰσιν, ἐναντίωσις δὲ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, ἀλλ᾽ ἐναντιοῦνται αὐτοῖς οἱ τὰς οἰκονομίας καὶ τοὺς σκοπούς αὐτῶν μὴ ἐπι στάμενο:. Οὕτω καὶ οἱ τῆς ἑβδόμης συνόδου Πατέ ρες ταυτὰ περὶ τούτου φρονοῦσι, καὶ συμφώνους ἑαυτοῖς καὶ ἀλλήλοις εἶναι τοὺς ἁγίους διδάσκουσι, καὶ αἰτίαν ἀποδιδόασι τὴν αὐτὴν τῷ ἱερῷ Ἰωάννη. Τὸ γὰρ αὐτὸ Πνεῦμα, φησὶν, ἐν πᾶσιν ἐλάλησεν 8 διαφωνεῖν ἑαυτῷ οὐδ᾽ ἐννοῆσαι γοῦν θεμιτόν. Καὶ μακρὸν μὲν ἂν εἴη καταλέγειν, ὅπως οἱ διδάσκαλοι πάντες ἐν πάσῃ τῇ θείᾳ Γραφῇ τοῦτο προτίθενται, τὰς δοκούσας διαφωνίας ως οἷόν τε συμβιβάζειν ὡς ταυτὸν ἂν τοῦτό τε κρατῆσαι, τὸ φάσκοιν ἑαυτῇ ἐναντίαν εἶναι, καὶ πᾶσαν ἀνατραπῆναι τὴν πίστιν. Συμπεραίνεται δὲ διὰ πάντων, τοὺς Πατέρας ἡμῶν
Chapter IIICaput III
col. 555–556page 7 of 36
PG 161:555ἐν τῷδε τῷ βίῳ παθόντας ὑπὲρ τῆς ἀληθείας, ὑπὲρ αὐτῆς δὲ θανόντας· ζῶντας δὲ ὅμως οὐ μόνον παρὰ Θεῷ, ἀλλ᾽ ἤδη καὶ παρ' ἡμῖν δι᾽ ὧν ἡμῖν καταλελοίπασι συγγραμμάτων καὶ διδαγμάτων, ἅπερ ἀντὶ κανόνων τῆς πίστεως κρατεῖσθαι ὀφείλουσι παρ' ἡμῶν, ἐν ἴσῳ τῇ θείᾳ Γραφῇ τιμώμενά τε καὶ πιο στευόμενα. Ποιώμεν ἂν οὖν τὰ εἰκότα, καὶ ὅσα παρὰ παίδων εὐγνωμόνων πατράσιν ὀφείλεται, πᾶσι μὲν εὐπειθὲς ὑπέχοντες οὔς, πᾶσι δὲ τὴν ἰδίαν ὑπο στρωννύντες ψυχὴν, καὶ τὰ παρ' ἐκείνων δεχόμενοι σπέρματα. Πρὸς τὸ αὐτὸ γὰρ ἡμᾶς ἄξουσι τέλος, καὶ τὴν αὐτὴν ἡμῶν βεβαιώσουσι πίστιν, αὐτο πρότερον ἀλλήλοις ἐν φθεγγόμενοι καὶ τὸ αὐτό, ὡς ἑνὶ καὶ ταυτῷ λαλήσαντες πνεύματι. Τοῦτο δὲ σκε ψώμεθα ώδί. τοὺς τῆς πίστεως ἡμῶν ἡγεμόνας, ὧν ταῖς διδασκακαὶ ἡγεμόνας τῆς πίστεως· πολλὰ μὲν ἑκατέρους λίαις ἐφωτίσθημεν καὶ ἐδιδάχθημεν, ἀναγκαίως ταυτά λέγειν ἀλλήλοις, καὶ σύμφωνα οὐχ ἑαυτοῖς μόνον, ἀλλ' οὐδὲν ἧττον καὶ ἀλλήλοις, ὡς τοῦ τοῦτο μὴ συγχωροῦντος οὐδὲν διαφέροντος τῶν ἀπίστων. Τούτων οὖν ὑποκειμένων, ἔχομεν μὲν τοὺς ἁγίους καὶ διδασκάλους, τοὺς ἐξ ᾿Ανατολῆς τὸ τῆς πίστεως ἀνατείλαντας φῶς, τὸν ᾿Αθανάσιον, τὸν Βασίλειον, τοὺς Γρηγορίους καὶ τὸν Χρυσόστομον, τὸν Κύριλλον τε καὶ τὸν Μάξιμον, καὶ τὸν Ταράσιον, καὶ τὴν λοιπὴν ἑταιρείαν· ἔχομεν δὲ καὶ τοὺς ἀπὸ Δυσμῶν, τὴν τῆς πλάνης σβέφαντας φλόγα καὶ σκότος τῇ παρ' αὐτῶν αἴγλῃ τῆς ἀληθείας, τὸν Ιλάριον, τὸν Αμβρόσιον, τὸν Αὐγουστῖνον τὸν Ἱερώνυμον, τὸν Δάμασον, τὸν Γρηγόριον, τὸν Λέοντα τὸν λεόντειον βρυσάμενον, καὶ τὸν ἱερῶν τῶν ἄλλων ἁγίων χο ρόν· πάντας δὲ διδασκάλους κοινούς, καὶ Πατέρας, ΚΕΦΑΛ. Γ'. Ἐκ τοῦ Πατρός φασιν οἱ ἐξ Εψας ἅγιοι Πατέρες τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα, καὶ ἐκ τοῦ Πατρὸς δι' Υἱοῦ· ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ οἱ Δυτικοὶ φά σκουσι τὸ αὐτὸ ἐκπορεύεσθαι Πνεῦμα. Τί οὖν ἐροῦ μεν; Εναντίον τοῦτο ἐκείνῳ; Μὴ γένοιτο· οὐδὲ γάρ ἐστι τὸ ἐκ Πατρὸς ἐκπορεύεσθαι τῷ ἐκ Πατρὶς καὶ Υἱοῦ οὔτ᾽ ἐναντίον, οὔτε μὴν ἀντιφατικόν. Ὅπου γε καὶ εἰ ἀντιφατικῶς τὸν λόγον προέφεραν, ὡς τοὺς μὲν ἐκ Πατρὸς, οὐκ ἐκ τοῦ Υἱοῦ, τοὺς δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ λέγειν ἐκπορεύεσθαι, οὐδ' οὕτως ἂν ἀπεφηνάμην θαῤῥούντως ἀντιφάσκειν τοὺς ἁγίους ἀλη λήλοις, ἀλλὰ μᾶλλον ἂν κατέγνων ἐμαυτοῦ μὴ συν ιέντος ἅπερ ἐκεῖνοί φασι κατὰ τὸ ὑπὸ Ταρασίου ἐν τῇ ἑβδόμῃ εἰρημένον συνόδῳ, ὅτι ἐναντιοῦνται απ τοῖς οἱ τὰς οἰκονομίας καὶ τοὺς σκοπούς αὐτῶν μὴ ἐπιστάμενοι, ἢ ἐκείνων εναντιολογίαν τε καὶ ἀντί
Chapter IVCaput IV
col. 557–558page 8 of 36
PG 161:557φασιν. Ἔχω τούτου πολλὰ παραδείγματα ἀπ' αὐτῆς Τὸν Θεὸν καὶ Πατέρα αἰτίαν Υἱοῦ τε καὶ Πνεύμα τῆς θείας Γραφῆς· Ο πατήρ μου, φησί, μείζων μου ἐστιν· καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Τούτου τις μείζων δοκοῦσα ἀντίφασις; Αλλ' ὅμως ἀντιφάσκουσι τῷ ἀληθεῖ οἱ ἀντίφασιν τοῦτο λέγοντες. Ο Στέφανος ὑπάρχων πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ, καὶ Ἰη σοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· ἀλλ' ὁ Παῦλος σὺν τῷ Δαβὶδ αὐτὸν ἐν δεξιᾷ φησι κεκαθικέναι τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τὸ δὲ καθῆσθαι καὶ μὴ καθῆσθαι, τὸ ἴστασθαι γὰρ οὐ καθῆσθαί ἐστι, περι φανής ἐστιν ἀντίφασις. Λουκᾶς ὁ μακάριος τὸν θεῖον Στέφανον εἰσάγει τὴν δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἰδόντα· ὁ δὲ μύστης τῶν ἀποῤῥήτων, Θεὸν οὔτε εἶδεν οὐδεὶς οὔτε ἰδεῖν δυνήσεται πώποτε, παρὰ τῆς αὐτοαλη- 5 θείας δεδιδαγμένος φησί· τὸ δὲ ἰδεῖν καὶ μὴ ἰδεῖν τὸν Θεὸν οὐκ οἶδ' εἴ τινι μὴ ἀντίφασις δόξειεν. Ο μὲν τῶν εὐαγγελιστῶν τρίτῃ ὥρᾳ τὸν Κύριον ἐσταυρῶσθαι φησιν, ὁ δέ γε βοῇ· 'Ην δὲ ὥρα ἔκτη, καὶ ἐσταύρωσαν αὐτόν. Ἡ δὲ ἔκτη δηλονότι τρίτη οὐκ ἔστιν· ἡ δὲ τρίτη τε καὶ οὐ τρίτη πάντως ἀντίφασις. τός τρανῶς ἀνακηρύττουσί τε καὶ διδάσκουσι πάντες οἱ ἐξ ᾿Ανατολῆς ἅγιοι Πατέρες τε καὶ διδάσκαλοι· ἀλλὰ μετὰ τῶν ἐκ τῆς ἑσπέρας ὁ μακάριος Κύριλλος οὐδὲ προσίεται τοῦτο τὸ ὄνομα τὸ, αἰτίαν, ἐν τοῖς θείοις προσώποις· τὸ δὲ τὸν αὐτὸν αἰτίαν πᾶς τις ἂν οἱ μαι ἀντιφατικῶς συγχωρήσειε λέγεσθαι. Καὶ τὶς ἂν ἐξαριθμήσαιτο, ὅσα ἀντιφατικῶς εἰρῆσθαι δοκοῦντα, ὅμως εὐσεβῶς ὑπὸ τῶν διδασκάλων νοοῦνται, καὶ πρὸς ἕνα καὶ τὸν αὐτὸν ἀναπτύσσονται νοῦν; Ο; καὶ ἡμᾶς μιμουμένους, καὶ περὶ τοῦ προκειμένου ζητήματος, εἰ συνέβαινεν ἐναντία τε καὶ ἀντιφατικῶς ἀντικείμενα λέγειν τοὺς διδασκάλους, ἡμῖν αὐτ τοῖς ἔδει μᾶλλον προσάπτειν ἀγνοίας αἰτίαν ἢ δια φωνίαν ἐκείνοις, καὶ πειρᾶσθαι διαλλάττειν ἀλλή λοις αὐτοὺς, καὶ διὰ πάντων ὡς ἐνὸν συμβιβάζειν. Νῦν δὲ λέγουσι μὲν οὐδὲν ἐναντίον, συμφωνοῦσι δὲ παντὸς μᾶλλον ἀλλήλοις. Καὶ τοῦτο συνήσομεν καὶ πείρᾳ εὑρήσομεν, εἰ κατὰ τρόπον αὐτοῖς καὶ τοῖς αὐτῶν χρησόμεθα λόγοις. 'Ο δὲ τρόπος οἷος, ἀκού σατε, καὶ σκοπεῖτε, ὡς ἀληθής τε καὶ δίκαιος. ΚΕΦΑΛ. Δ'. Πᾶσα πίστις τε καὶ ἀπόδειξις ἔχει μέν τι ἕτερον, τι ἑαυτό τι δι᾿ ἑαυτοῦ δεικνύναι ἀδύνατον. Αλλ' 8 πρόκειται δεῖξαι, ἔχει δέ τι ἕτερον, δι' οὗ τὸ προκείμενον δείκνυσιν· οὐ δύναται δὲ ταὐτὸνεἶναι τὸ δεικνύον τε καὶ δεικνύμενον· αὐτὸ γάρ " ἐπειδὴ ἔκ τίνων ὁμολογουμένων τε καὶ δοκούντων κοινῇ ἐπί τι ζητούμενον ἀνάγκη ἰέναι, διὰ τῶν σα φῶν ἐπὶ τὰ ἀσαφῆ καὶ ζητούμενα προβαίνειν εἰκὸς,
Chapter VCaput V
col. 559–560page 9 of 36
PG 161:559καὶ διὰ τῶν δήλων δεικνύναι τὰ ἄδηλα. Καὶ τοῦτο μηδαμῶς τοῖς παρ' ἀμφοτέρων προσχρώμενος, διὰ οὕτως ἐστὶν ἀληθὲς, ὡς μὴ δεῖσθαι λόγων πλειόνων. Οὐκοῦν καὶ ἐνταῦθα προκειμένων μὲν ἡμῖν ῥητῶν τῶν μακαρίων τῶν ἐξ Γῴας Πατέρων, προκειμένων δὲ καὶ τῶν ἐκ τῆς Ἑσπέρας, ὄντος δὲ ἀναγκαίου, εἰ μέλλομεν τὸν Χριστιανισμὸν σώζειν, συμβαίνοντα ἀλλήλοις δεῖξαι τὰ παρ᾽ ἀλλήλων· εἰ μὲν ἐπίσης ἄμφω σαφῆ, καὶ οὐδεμία ἡμῖν ἀμφιβολία λοιπή, οὐδὲ λόγου δεήσει λοιπόν, αὐτόθεν εὑροῦσι τὸ ζητούμενον. Εἰ δέ τις ἐν αὐτοῖς ἀπορία ἐμφαίνεται, καί τινα συνεπτυγμένως λεγόμενα δεῖται πλείονος ἀναπτύξεως, τῷ εἰρημένῳ κανόνι χρηστέον· ἄλλως γὰρ ἀδύνατον ἐντυχεῖν τῷ ζητουμένῳ τέλει· καὶ παρ' ἄλληλα θέντας, καὶ τὰ σαφέστερα πρὸς τὰ ἧττον σαφή παραβαλόντας, διὰ τῶν σαφεστέρων καὶ τὸν τῶν ἀσαφῶν νοῦν ἀνιχνεῦσαι· καὶ οὕτω μίαν ἁρμο νίαν ἐξ ἀμφοτέρων συστησαμένους, εἰς ὀμόφωνον δοξολογίαν τραπήναι Θεοῦ. Ἐγὼ μὲν οὖν φημι, καὶ ἀμφοτέρους τοὺς διδασκάλους σαφῆ τὰ παρ' αὐτῶν εἰς τὴν Ἐκκλησίαν συναγαγεῖν. Καὶ δύναιτ' ἄν τις, τῶν παρὰ θατέροις μόνον ταυτό συμπερᾶναι συμ πέρασμα. Καὶ τοῦτο δείξομεν μετὰ ταῦτα, ἂν ὁ Θεὸς ἐπιτρέψῃ, διαβραχέων. Υποκείσθω δὲ ὅμως μὴ πάνυ σαφῶς τοὺς ᾿Ανατολικούς, μηδ' οὕτως ἀναπεπταμένως ὡς οἱ ἐκ τῶν Δυσμῶν, τὴν ἐκ τοῦ Υἱοῦ τοῦ Πνεύματος κηρύξαι ἐκπόρευσιν. Τί οὖν ποιήσομεν; Τί δ' ἄλλο γε ἢ τῶν Ἑξ ἑσπέρας Πατέρων οὕτω σα φῶς ἀποφαινομένων ταύτην τὴν πίστιν, καὶ τοὺς ᾿Ανατολικούς ηγητέον ταυτὸ τοῦτο λέγειν ἐξ ἀνάγε κης, καὶ μὴ μάχεσθαι τοῖς ὁμόφροσιν; ὁ γὰρ ἐν ἐκείνοις, τοῦτο καὶ ἐν αὐτοῖς ἐλάλησε Πνεῦμα· καὶ ἅπερ ἐν τούτοις ἀνεπτυγμένως, ταῦτα πάντως ἐν ἐκείνοις συνεπτυγμένως ἐφθέγξατο, δι' ἣν οἶδεν ἐκεῖνο αἰτίαν, καὶ διὰ τὴν τότε ἴσως ἐκεῖσε προσή χουσαν οἰκονομίαν. Δεικτέον δὲ ὅμως, καὶ ἄνευ τῆς πρὸς τοὺς Δυτικούς ἁγίους Πατέρας παραβολῆς, καὶ κατ' αὐτοὺς τοὺς ἐξ Εῴας Πατέρας ταυτό συμπεραίνοντας περὶ τῆς τοῦ παναγίου Πνεύματος ἐκπορεύσεως, καὶ τοῦτο φρονοῦντας ὅπερ ἐκεῖνοι, ΚΕΦΑΛ. Ε. Τὴν διὰ πρόθεσιν ἴσμεν πάντες αἰτίαν σημαίνουσαν ἐπὶ πάντων ἐφ᾽ ὧνπερ παραλαμβάνεται· οὐδέ ποτε δὲ λεγομένην ἄνευ τοῦ μεσιτεύουσάν τινα παρεμφαίνειν αἰτίαν. Αεὶ γὰρ καὶ ἐπὶ πάντων, ἐφ' ὧν τάδε παρά τινος διά τινος εἶναι ἡ γίνεσθαι λέγε ται, τὸν δι' οὔ, ὡς κοινωνοῦν ἡ συνεργοῦν τῷ πρώτως ἐνεργοῦντι παραλαμβάνεται· ὥσπερ εἰ τὸν τέκτονα διὰ τοῦ πρίονος τεκταίνεσθαι φαίημεν, καὶ τὸν πρίονα συνεργεῖν τῷ τέκτονι πρὸς τὸ πρίζειν νοοῦμεν, καὶ τὸν σύστοιχον αὐτῷ τρόπον, εἴτουν
col. 561–562page 10 of 36
PG 161:561ὀργανικῶς καὶ αὐτὸν πρίζειν, ἀλλὰ μὴ ἀργῶς οὕτω τοῦ ἑτέρου πρόσταγμα ἕτερον ἐνεργεῖν. Οὕτω μὲν παραλαμβάνεσθαι. Καὶ τὸ διὰ τόπου δὲ, ἢ διὰ χρό νου τόδε τι γεγονέναι ἢ διελθεῖν λέγειν, ὁμοίως αἰτίαν τινὰ τὸν τόπον καὶ χρόνον τῶν διελθόντων ἢ γενομένων λέγειν ἐστίν. Ο τε γὰρ τόπος κινήσεως αἴτιον· πᾶσα γὰρ κίνησις ἐπὶ μεγέθους καὶ δια στήματος· καὶ ὁ χρόνος δὲ πλείστον συμβάλλεται τῇ κινήσει· ἐν χρόνῳ γὰρ ἅπασα κίνησις, κινήσεως δ' ἄνευ οὐκ ἄν τι γένοιτο· χωρὶς δὲ οὗ οὐκ ἄν τι γένοιτο, τοῦτο ἑαυτοῦ αἴτιον ἔχει. Καὶ τὰ ἐν τοῖς συλλογισμοῖς δὲ λέγειν, διὰ τοῦ μέσου τὰ ἄκρα συν ἀπτεσθαι, δῆλον ὅτι διὰ τοῦ μέσου ὡς δι' αἰτίου, κατὰ τὴν τῆς διανοίας κίνησιν ἢ μετάβασιν συμβαίνει. Ὁ δὲ λόγος, είτε χρή καθόλου περὶ τούτου διαλαβεῖν, ἐν πᾶσι λόγοις, ἐν οἷς λέγεται τις ενερ γεῖν δι᾽ ἑτέρου, ἡ πρόθεσις αὕτη, διὰ, αἰτίαν ἢ ἀρ. χὴν ἐν ᾗ λέγεται πτώσει, τῆς ἐνεργείας ἐκείνης σημαίνει. Ἐπεὶ δὲ ἡ ἐνέργεια μέση ἐστὶ τοῦ τε ποιοῦντος καὶ τοῦ γινομένου, τὸ πτωτικὸν ἐκεῖνο, ᾧ ἡ, διά, συνάπτεται πρόθεσις, ἐνίοτε μὲν αἰτία τῆς ἐνεργείας ἐστὶ, καθόσον πρόεισιν ἀπὸ τοῦ ἐνερ γοῦντος· καὶ τότε αἰτία ἐστὶ τοῦ ποιεῖν τῷ ποιοῦντι, εἴτε εἰδικόν ἐστιν αἴτιον, εἴτε τελικόν, εἴτε ποιητικὸν, εἴτουν κινητικόν· ἐπὶ ὑλικῆς γὰρ αἰτίας οὐκ ἔστιν ἐν χρήσει παραλαμβάνεσθαι, ἀλλ' ἀντὶ ταύτης ἡ ἐκ οὐ γὰρ διὰ λίθων καὶ ξύλων, ἀλλ' ἐκ τῶνος καὶ τῶνδε τὴν οἰκίαν συγκεῖσθαί φαμεν. Οταν ούν διὰ τὴν τοῦ κέρδους ἐπιθυμίαν τὸν τεχνίτην ἐνεργεῖν λέγωμεν, τελικὸν σημαίνομεν αἴτιον· εἰδικὸν δὲ νοῦμεν, ὅταν διὰ τὴν ἑαυτοῦ τέχνην φῶμεν ένερ γεῖν τὸν τεχνίτην· κινητικὸν δὲ, εἰ λέγομεν, διὰ τὸ οὖν τὰ πτωτικὸν ἐκεῖνο ὄνομα, ᾧ ἡ διὰ συνάπτεται πρόθεσις, ποτὲ μὲν αἰτία ἐστὶ τοῦ ποιεῖν τῷ ποι οῦντι, αἴτιον τῆς ἐνεργείας ὑπάρχον, καθόσον πρέπει σιν ἀπὸ τοῦ ποιοῦντος· ποτὲ δὲ αἴτιόν ἐστι τῆς ἐνερ γείας, καθόσον ὅρον ἔχει τὸ ἀποτέλεσμα, ὥσπερ ὅταν λέγωμεν διὰ τῆς σφύρας ἐνεργεῖν τὸν τεχνί την τότε γὰρ οὐ σημαίνει τὴν σφύραν αἴτιον εἶναι τοῦ ἐνεργεῖν τῷ τεχνίτῃ, ἀλλ᾿ ὅτι αἴτιόν ἐστι τῷ τεχνητῷ τοῦ προϊέναι ἐκ τοῦ τεχνίτου. Τούτων οὔ τως ἐχόντων σκεπτέον ὅ τι ποτὲ βούλεται τοῖς ἁγίοις, ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, λέγειν· πάντως κἀνταῦθα αἰτίαν τινὰ τὴν διὰ σημαίνειν ἐροῦμεν· ἢ τίνος χάριν παρείληπται, ἀλλὰ τῶν μὲν πρότερον ἐκτεθειμένων τριῶν οὐδεμίαν· οὔτε γὰρ ὁ Υἱὸς τῷ Πατρὶ αἴτιος τοῦ προβάλλειν, ὁ καθόλου τὰ προειρημένα τρία αίτια δύναται, ἀλλ' ἡ ἄρα τὸ ἀνάπαλιν· οὔτε γὰρ ὁ Υἱὸς αἰτία εἰδικὴ, ἢ τελική έστιν, εἴτε ποιητικὴ τοῦ Πνεύματος τοῦ ἁγίου· τό τε γὰρ ποιητικόν αἴτιον πρὸς τὰ κτίσματα αναφέρεται, καὶ οὐχ ἁρμίζει ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου· τό τε τελικόν, αὐτή ἐστιν ὅλη ἡ μακαρία Τριὰς καὶ ἡ ἀγαθότης αὐτῆς τῶν κτισμάτων, οὐχ ἐν δὲ πρόσωπον ἄλλου· εἰδικὸν δέ ἐστιν αὐτὴ ἡ θεία ουσία, καθ' ἣν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα προάγονται, ἥτις ἐστὶν ἡ αὐτὴ τοῖς τρισί. Λείπεται δὴ λοιπὸν καὶ τέταρτον τρόπον ἐπὶ τοῦ προκειμένου παραλαμβάνειν, καὶ τοῦτον ἐφόσον εἰ κός. Οὗτος γὰρ, καθόσον μὲν ὅρον ἔχει τὸ ἀποτάτ λεσμα, αἴτιον ὑπάρχων τῆς ἐνεργείας, ἁρμόζει ἐπὶ τοῦ νυνὶ ζητουμένου, καὶ μάλιστα δι' Υἱοῦ λεγόντων
col. 563–564page 11 of 36
PG 161:563ἡμῶν ἐκπορεύεσθαι τὸ Πνεῦμα· καθόσον δὲ ὡς ὅ - καὶ τῇ αὐτῇ ἐνεργείᾳ τε καὶ δυνάμει τὰ πάντα συν γανον παραλαμβάνεται, ἀπεμφαίνουσαν ἔχει τὴν ὁμοιότητα· οὐ γὰρ ὡς δι' ὀργάνου, ή τόπου, ή χρό νου, ή τινος τῶν ἀτελῶν αἰτίων φαμὲν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· ταῦτα γὰρ πόῤῥω τῆς ἐκείνου παντελοῦς τελειότητος, καὶ τῆς ἄκρας πρὸς τὸν Πατέρα ισότητος ἢ ἑνότητος. Οὐ γὰρ ἄλλῃ δυνάμει τῷ ἀριθμῷ παρὰ τὸν Πατέρα προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον ὁ Υἱὸς, ἵν᾿ ὥσπερ δευτέρα ἢ ὀργανικὴ αἰτία παραλαμβάνοιτο· ἀλλὰ τῷ τὴν αὐτὴν καὶ μίαν ἐν Πατρὶ καὶ Υἱῷ προβλητικὴν εἶναι δύναμιν, ἐπίσης παρ' ἑκατέρων λέγεται προϊέναι. Ἐπεὶ καὶ ὁ πρίων, εἴπερ ἄνθρωπος ἦν ὥσπερ καὶ ὁ τέκτων, καὶ ὁ αὐτὸς ἄνθρωπος, ὥσπερ ἐπὶ Πατρὸς καὶ Υἱοῦ ὁ αὐτὸς Θεὸς, ἔπριζεν ἂν κἀκεῖνος, ὥσπερ καὶ ὁ τέκτων· καὶ τὸ διὰ τοῦ πρίονος “ λεγόμενον οὐδεμίαν ἂν τοῦ πρίνος κατηγόρει ἀτέ λειαν. Θαυμαστὸν δὲ οὐδὲν, εἰ ἀσθενέσιν ἐπὶ τῶν θείων φωναῖς τε καὶ ῥήμασι χρώμεθα, μὴ ἄλλως δυνάμενοι. Τὰ γὰρ θεῖα διὰ τῶν εἰωθότων μὲν ἡμῖν ὀνομάτων ἐκφαίνειν πειρώμεθα· ἄλλως γὰρ φθέγ γεσθαί τι γοῦν περὶ ἐκείνων ἀμήχανον· τὰ δὲ περὶ τὴν ἐκφώνησιν τῶν ὀνομάτων συμβαῖνον ἐπιχειρεῖν καὶ τοῖς ὑπ' αὐτῶν σημαινομένοις πράγμασιν ἐφαρ μόζειν μὴ οὐ θεμιτόν ᾖ· πολλὰ γὰρ ἂν οὕτω τῶν ὁμολογουμένων καὶ ἀναγκαίων ἀνατραπείη. Καὶ τὰ πάντα γὰρ ἐκ Πατρὸ; δι᾿ Υἱοῦ λέγομεν γενέσθαι. Αλλ' οὐ δήπου τολμήσειέ τις ὀργανικὴν αἰτίαν, ἀλλ᾽ οὐχὶ τὴν αὐτὴν τῷ Πατρὶ τὸν Υἱὸν λέγειν, ὡς μια δημιουργήσαντα. Καὶ ἐπὶ τῆς δι' Υἱοῦ τοίνυν τοῦ Πνεύματος εκπορεύσεως ὀργανικὴν μὲν αἰτίαν ἐν νοῆσαι γοῦν βλάσφημον· αἰτίαν μέντοι γε καὶ ταύ τὴν οὐκ ἀτελῆ ἀναγκαῖον. Τὸ μὲν γὰρ ἀτελὲς τῆς διὰ ἀποδιαπομπητέον ἐντεῦθεν· ὅσον δὲ εὐσεβείας καὶ τελειότητος ἐπιφέρεται, τοῦτο παραληπτέον. Φησὶ δὲ ὁ μέγας Βασίλειος ἐν τῷ ὀγδόῳ τῶν πρὸς Ἀμφιλόχιον· Τὸ διὰ τοῦ Υἱοῦ δημιουργεῖν τὸν Πα τέρα οὔτε ἀτελῆ τοῦ Πατρὸς τὴν δημιουργίαν, οὔτε ἄτονον τοῦ Υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν, ἀλλὰ τὴ ἡνωμένον τοῦ θελήματος αὐτῶν παρίστησιν. Ὥστε ή, δι' Υιού, φωνή, τῆς προκαταρκτικῆς αἰτία; ὁμολογίαν ἔχει, οὐκ ἐπὶ κατηγορία τοῦ ποιητικοῦ αἰτίου παραλαμβάνεται. Οὕτω μὲν οὖν ἡ διὰ περ ριφανῶς αἰτίαν σημαίνει. Οὐ γὰρ ἄτονον τοῦ Υἱοῦ, φησί, παραδηλοῖ τὴν ἐνέργειαν, ἀλλ᾽ αἰτίαν τὴν μετὰ τάξεως· τῆς γὰρ προκαταρκτικής, φησίν, απ τίας ὁμολογίαν ἔχει. Αεὶ γὰρ ὅταν ἔκ τινος διά τινος εἶναί τι λέγοιτο, τάξις δηλοῦται πρὸς τὸ ἐξ οὗ τοῦ δι' ού, τοῦ μὲν ἐξ οὗ ὡς ἀρχικοῦ νοουμένου αἰτίου, τοῦ δὲ δι᾽ οὗ ὡς ὀργάνου ἢ συναιτίου, ἑαυ τοῦ προεπινοούμενον ἔχοντος τὸν ἐφ' οὗ λέγεται το ἐξ οὗ. Ταύτην δέ γε τὴν τάξιν ἀναγκαῖον καὶ ἐπὶ Πατρὸς λαμβάνεσθαι καὶ Υἱοῦ· παρὰ γὰρ τοῦ Πα τρὸς πάντα λαβὼν τὰ τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει, καὶ μετὰ τοῦ Πατρὸς καὶ ἅμα αὐτῷ εὐθὺς συνεπινοεῖται προσεχῶς ὁ Υἱός· καὶ Υἱὸν λέγοντες, εὐθὺς εἰς τὸν οὗ ἐστιν ὁ Υἱὸς ἀναγόμεθα τῇ διανοίᾳ, Πατέρα"
Chapter VICaput VI
col. 565–566page 12 of 36
PG 161:565καὶ Πατέρα εἰπόντες, Υἱὸν εὐθὺς ἐννοοῦμεν. Ταῦτα τὴν παρὰ τοῦ Πατρὸς γέννησιν ἡμᾶς παραπέμπει, δὲ ἡ διὰ μάλιστα δύναται, τῆς προκαταρκτικής αἰτίας ὁμολογίαν κατὰ τὸν μέγαν Βασίλειον ἔχουσα. Διὰ τοῦ Υἱοῦ γὰρ τὸ Πνεῦμα λέγοντες ἐκπορεύεσθαι, τὸν Πατέρα, ἐξ οὗ τοῦτ᾽ ἔχει λαβὼν ὁ Υἱός, ἐννοοῦμεν, καὶ ὅτι πρὸς ἕτερον ἀναφέρει τὰ ἑαυ τοῦ· τοῦτο καὶ ὁ Χρυσόστομος φησιν ἐξηγούμενος τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο· εἰ γὰρ ἐνταῦθα δι' αὐτοῦ, φησίν, εἴρηται, δι' οὐδὲν ἕτερον εἴρηται, ἀλλ᾽ ἢ ἵνα μὴ ἀγέννητον ὑποπτεύσῃ τις τὸν Υἱόν. Ὥστε καὶ κατὰ τοῦτον τὸν διδάσκαλον ἡ διὰ ἐπὶ καὶ τὰ ἐκεῖθεν αὐτῷ τὴν τοῦ διμιουργεῖν τὰ ὄντα, καὶ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον δύναμιν ἔκειν καὶ δύναται μάλιστα πάντων σημαίνειν τὴν τάξιν τὴν πρὸς ἀλλήλους Πατρὸς καὶ Υἱοῦ, καὶ οὕτως ἀναγκαίως παραλαμβάνεσθαι. "Ωσπερ γάρ ἐστιν ἐν αὐτοῖς ἄκρα δυνάμεως ισότης, μᾶλλον δὲ ἄκρα ταυτότης, οὕτως οὐδὲν ἧττον προς ταύτῃ καὶ ἄκρα ἐστὶ τάξις, ἢν ἡ διὰ δύναται παραλαμβανομένη δηλοῦν. Ἀλλὰ ταῦτα μὲν οὕτως. ΚΕΦΑΛ. Γ'. Ρητέον δὲ καὶ ὅπου τῶν ἑαυτῶν λόγων οἱ ἐξ δι' Υἱοῦ προοδικῶς εἶναι λέγειν αὐτὸ ἐκ Θεοῦ δι' Υἱοῦ Έψας Πατέρες, καὶ εἴτινες ἐπὶ τῆς τοῦ παναγίου τὴν ὕπαρξιν ἔχειν αὐτὸ λέγειν ἐστί. Εἰπὼν δὲ, ἐν Πνεύματος εκπορεύσεως ἐχρήσαντο ἐπὶ τοῦ Υἱοῦ τῇ διά. Πρῶτον μὲν οὖν ὁ θεῖος ᾿Αθανάσιος ἐν τῷ ἐπι γραφομένῳ λόγῳ Ελεγχος ὑποκρίσεως τῶν περὶ Μελέτιον καὶ Εὐσέβιον, "Ην δὲ ἀδύνατον, φησίν, ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ἂν ἐκ Θεοῦ δι᾽ Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονός, ὡς λέγουσιν. Επιστῆσαι οὖν ἄξιον, ὅτι περὶ τῆς τοῦ Πνεύματος ὑποστάσεως ὁ λόγος ἐν ταῦθα τῷ διδασκάλῳ, τοῦ ἑνὸς τῆς Τριάδος, οὐ χα. ρίσματός τινος ἀνυποστάτου, καθὼς ἄν τινες φαίεν καὶ ὅτι αὐτὸ τοῦτο τὸ συμπληρωτικὸν τῆς Τριάδος εἶναί φησιν ἐκ Θεοῦ δι' Υἱοῦ. Τό τε γὰρ εἶναι τὸ ὑπάρχειν δηλοί καθαρῶς, καὶ τὸ τὴν ὕπαρξιν ἔχειν, καὶ μάλιστα τὸ εἶναι προοδικῶς· καὶ τὸ ἐκ Θεοῦ Θεοῦ δι' γιοῦ, οὐκ ἐκ Πατρὸς δι' Υἱοῦ, ἀποκλείε τὸν λόγον τοῖς λέγουσιν, ὡς διὰ τοῦτό φησι δι' Υἱοῦ, ἐπειδὴ τοῦ Πατρὸς ἐμνήσθη, ὀνόματος ἀναφορικοῦ τε ὄντος, καὶ πάντως υἱὸν ἀπαιτοῦντος. Εἶχε γὰρ ἄν τινα λόγον ἢ πρόφασις εἰ καὶ μηδὲ τότε, εἰ ἐκ Πατρὸς δι' Υἱοῦ ἔλεγε. Νῦν δ' οὐ τοῦτό φησιν, ἀλλ' ἐκ Θεοῦ δι' Υἱοῦ. Ἔπειτα δὲ ὁ μέγας Βασί. λειο; ἐν ἑνὶ τῶν κεφαλαίων, οὗ ἐπιγραφὴ, Διὰ τί μὴ τὸ Πνεῦμα υἱὸς τοῦ Υἱοῦ, φησίν, ὅτι οὐ διὰ τὸ μὲ εἶναι ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλ᾽ ἵνα ἡ Τριάς μὴ νομι σθῇ πλῆθος ἄπειρον, υἱοὺς ἐξ υἱῶν, ὡς καὶ ἐν ἀν θρώποις, ἔχειν ὑποπτευθεῖσα. Πρῶτον μὲν αὐτόθεν ἀπ' αὐτοῦ ζητήματός τε καὶ τῆς ἀπορίας, διὰ τί μὴ υἱὸς τοῦ Θεοῦ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον, ἔστι
col. 567–568page 13 of 36
PG 161:567πορίσασθαι, μὴ ταύτης εἶναι τῆς δόξης τὸν μέγαν ταυτὸ τῇ μετὰ δύναται ἐνταῦθα. Τίνα γὰρ λόγον Βασίλειον, δηλονότι μηδὲν εἰς τὸ εἶναι τοῦ Πνεύματος συμβάλλεσθαι τὸν Υἱόν. Οὐδὲ γὰρ ἂν τοιοῦτον εκίνησε ζήτημα, ὥσπερ οὐδὲ διὰ τί μὴ τὸ Πνεῦμα πατὴρ τοῦ Υἱοῦ ἐζήτησεν ἄν τις· ἔπειτα δὲ καὶ ἀπ' αὐτῆς τῆς τοῦ ζητήματος λύσεω; φαίνεται νομίζων τὸν Υἱὸν αἰτίαν τοῦ Πνεύματος, καὶ τοῦτο παρα δηλῶν διὰ τῆς διά. Εξὸν γὰρ εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἔστιν υἱδ; τοῦ Υἱοῦ, διότι οὐκ ἐξ αὐτοῦ, οὐδὲ δι' αὐτοῦ ἐστιν, οὔτε μὴν αὐτὴν ἔχει αἰτίαν (καίτοι τί; ἄλλη μᾶλλον ἁρμόζουσα λύσις;), τοῦτο μὲν οὐκ εἶπεν, ἀλλ᾽ ἄλλην αἰτίαν ἀπέδωκεν· ἔστι μὲν γὰρ, φησίν, ἐκ Θεοῦ δι' Υἱοῦ. Καὶ τοῦτο οὐκ ἔστιν ἀρνή σασθαι. Εἰ δὲ τοῦτ' ἀναγκάζει καὶ υἱὸν αὐτὸ τοῦ Υἱοῦ εἶναι καὶ λέγεσθαι, ἐλέγετο ἂν, φησὶ, καὶ τοῦτο εἰ μή τι ἕτερον ἄτοπον ἀπήντα, τὸ πλῆθος ἄπειρον τὴν Τριάδα νομισθῆναι· ὡς τοῦ γε ατοπήματος τού του μὴ ἀκολουθοῦντος, ἐλέγετο ἂν, φησὶ, καὶ υἱὸς τοῦ Υἱοῦ. Ἀλλ᾿ εἰ υἱὸς ἐλέγετο τοῦ Υἱοῦ, ἀναμφιβόλως καὶ αἰτίαν εἶχεν ἂν τὸν Υἱόν· καὶ διὰ τοῦ Υἱοῦ ἄρα εἶναι λεγόμενον, καὶ τὸν Υἱὸν ἔχει αἰτίαν καὶ αὐτὸς δὲ εἶναί φησιν, δ μάλιστα τῶν ῥημάτων τὸ ὑπάρχειν δηλοῖ καὶ τὴν ὕπαρξιν, καὶ ἐκ Θεοῦ δι' Υἱοῦ, κατὰ τὸν ἱερὸν ᾿Αθανάσιον. Οὔτε οὖν περὶ χαρισμάτων τινῶν ἐνταῦθά φησιν, ἵνα ᾖ τὸ δι' αὐ τοῦ προχεόμενον ἢ χορηγούμενον, οὔτε διὰ τὴν ἀνα φοράν, δι' αὐτοῦ εἴρηται, δηλαδὴ τοῦ Υἱοῦ· οὐ γὰρ ἐκ Πατρός, ἀλλ᾽ ἐκ Θεοῦ εἴρηται· οὔτε ἡ διὰ ἔχει, διὰ τὸ ἐκ Θεοῦ μετὰ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, ὑποπτεύειν τινὰς δύνασθαι καὶ υἱὸν τοῦ Υἱοῦ δεῖν ὀνομάζεσθαι; "Οτι τοίνυν οὐδεμία τούτων καταφυγὴ τῶν τριῶν, εἰς ἃς ειώθασιν ἅπαντες ἑαυ τοὺς ἀναφέρειν, τῷ παρόντι χωρίῳ λείπεται, φαί νεται καθαρῶς ἐνταῦθα τὴν διὰ σημαίνειν αἰτίαν. Τοῦτο δὲ σαφέστερον δείκνυται καὶ ἀπὸ ἑτέρας του αὐτοῦ χρήσεως, λέγοντος· Διὰ τοῦτο μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι τρανῶς ἐκήρυξεν ὁ ᾿Απόστολος λέ γων, Τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἐλάβομεν· καὶ τὸ διὰ τοῦ Υἱοῦ πεφηνέναι σαφές πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ καὶ Θεοῦ· διὰ τοῦτο γάρ, φησίν, Υἱοῦ λέγεται πνεῦμα, διότι πέφηνε δι' αὐτοῦ. ᾿Αλλὰ καὶ οἱ Δυτικοὶ πάντες Πατέρες ὥσπερἐκ κοινῆς συμφωνίας διὰ τοῦτό φασιν Υἱοῦ λέγεσθαι Πνεῦμα καὶ εἶναι, διότι ἐξ αὐτοῦ ἐκπορεύεται. Ταυ τὸν ἄρα τοῖς Δυτικοῖς τὸ ἐξ Υἱοῦ ἐκπορεύεσθαι δύο ναται, ᾧ φησιν ὁ μέγας Βασίλειος διὰ τοῦ Υἱοῦ πε φηνέναι. ᾿Αλλὰ τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι αὐτὸ λέγειν τοῦ Πνεύματος αἰτίαν εἶναι δηλοῖ τὸν Υἱόν, καὶ τὸ διὰ Υἱοῦ πεφηνέναι ἄρα σαφῶς τοῦ Πνεύματ τος αἰτίαν βούλεται τὸν Υἱὸν λέγειν. Εἰ δὲ τὸ δι' Υἱοῦ πεφηνέναι τὴν εἰς τὸν αἰσθητόν τουτονὶ κόσμον ἔκφανσιν καὶ φανέρωσιν αὐτοῦ τι; δηλοῦν βούλεσθαι λέγει, οὐ καλῶς λέγει. Εἰ γὰρ διὰ τοῦτό ἐστι τοῦ Υἱοῦ πνεῦμα τὸ Πνεῦμα, οὐκ ἀϊδίως αὐτὸ, οὐδὲ φύσει, ἀλλ' ἐπίκτητον αὐτὸ ἔχει λαβὼν καὶ ἐν χρόνῳ,
col. 569–570page 14 of 36
PG 161:569ἐξότου τῷ κόσμῳ αὐτὸ ἐνεφάνισεν, 8 πόῤῥω πάσης ἄρα περιφανῶς τὸ δι' αὐτοῦ πεφηνέναι τοῦ σὺν μανίας. Τοῦ γὰρ ἀποτελέσματος προεπινοείσθαι τὴν αἰτίαν ἀνάγκη, αἰτία δὲ τοῦ τὸ Πνεῦμα εἶναι πνεῦμα Υἱοῦ τὸ δι' Υἱοῦ πεφηνέναι. Εἰ οὖν ἀϊδίως καὶ φύσει τὸ Πνεῦμα Υἱοῦ πνεῦμα, καὶ ἀϊδίως δι' Υἱοῦ πέφηνε, τὸ δὲ ἀϊδίως δι' αὐτοῦ πεφηνέναι, εἰ μὴ τὸ ἀϊδίως δι' αὐτοῦ ἐκπορεύεσθαι καὶ τὴν ὕπαρ ξιν ἔχειν σημαίνει, θαῦμα ἂν εἴη. ᾿Αλλὰ καὶ τὸν καθάπερ καὶ Θεοῦ, τῷ λόγῳ προσκείμενον, μέγα τῇ ἡμετέρα ἐξηγήσει συμβάλλεται· οὕτω γάρ, φη σὶν, Υἱοῦ λέγεται πνεῦμα καθάπερ καὶ Θεοῦ. Ἀλλὰ τοῦ Θεοῦ λέγεται Πνεῦμα, ὡς ἐκπορευόμενον ἐξ αὐτ τοῦ. Καὶ τοῦ Υἱοῦ ἄρα λέγεται Πνεῦμα, ὡς ἐκπο ρευόμενον δι' αὐτοῦ, εἴτουν δι' αὐτοῦ πεφηνός ταυτὸν γὰρ ἀμφότερα σημαίνειν ἀποδέδεικται. Ἐν ταῦθα δὲ καὶ μάλιστα φαίνεται μηδεμίαν ἔχειν χώ ραν ἀντὶ τῆς μετὰ μεταλαμβάνεσθαι τὴν διά Τὸ γὰρ εἶναι, φησί, Πνεῦμα δι' Υἱοῦ σημεῖον ἐστι τοῦ δι' αὐτοῦ πεφηνέναι. Εἰ γοῦν τὸ δι' αὐτοῦ πε φηνέναι τὸ μετ' αὐτοῦ πεφηνέναι ἐσήμαινεν, οὐδὲν δὲ μᾶλλον μετὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἢ μετὰ τοῦ Πνεύματος πέφηνεν ὁ Υἱὸς, ἔδει ἂν καὶ τοῦ μετὰ τοῦ Πνεύματος τὸν Υἱὸν πεφηνέναι σημείον ἕτερον εἶναι, τὸ τὸν Υἱὸν τοῦ Πνεύματος λέγεσθαι. Αλλά τοῦτο οὐ λέγεται· οὐκ ἄρα οὐδὲ μετὰ τοῦ Πνεύματος ὁ Υἱὸς πέφηνεν. Ἀλλὰ τοῦτο καὶ ψεῦδος καὶ βλάσφημον πέφηνε γὰρ σὺν τῷ Πνεύματι καὶ ἅμα τῷ Πνεύματι, δι' αὐτοῦ δὲ ὅμως οὐ πέφηνεν· ἕτερον Η αὐτῷ ἡ μετ' αὐτοῦ πεφηνέναι. ᾿Αλλὰ φησίν· Οὐ λέ γεται τοῦ Πνεύματος ὁ Υἱός, ἵνα μὴ Πατήρ αὐτοῦ δόξῃ τὸ Πνεῦμα τὸ ἅγιον. ᾿Αναφορικὸν γὰρ ὄνομα ὢν ὁ υἱὸς, ἀποδίδοται πρὸς πατέρα. Ωστε εἰ μὴ τοῦτο ὑπενοεῖτο τὸ ἄτοπον, καὶ ὁ Υἱὸς ἂν τοῦ Πνεύ ματος ὠνομάζετο, διὰ τὸ σὺν τῷ Πνεύματι καὶ ἅμα αὐτῷ προελθεῖν ἐκ Πατρίς. 'Αλλ', ὦ βέλτιστοι, καὶ τὸ Πνεῦμα ἀναφορικόν ἐστιν ὄνομα, καὶ πρὸς τὸν πνέοντα ἀποδίδοται ἐξ ἀνάγκης, καὶ οὗ λέγεται πνεῦμα, ἐξ ἐκείνου πάντως καὶ πνεῖται. Ὅτι γὰρ ἀναφορικὰ τὰ ὑποστατ κὰ ὀνόματα τῆς Τριάδος, οὐδεὶς ἀντερεί. Υποστατικὸν δὲ τοῦ πνεύματος ὄνομα τ Πνεῦμα τὸ ἅγιον λέγεται, ὥσπερ καὶ τοῦ πατρὸ; ὁ Πα τὴρ, καὶ ὁ Υἱὸς τοῦ υἱοῦ· καὶ ἀναφορικὸν ἐξ ἀνάγκης, ὥσπερ καὶ ταῦτα· εἴπερ οὐσία μὲν οὐκ εἰσιν, ἄλλο δὲ παρὰ τὰς ἀναφοράς τε καὶ τὴν οὐσίαν ἐν τοῖς θείοις οὐκ ἔστιν. Ὥσπερ οὖν τὸν Υἱόν, διὰ τὸ ἀναφορικὸν ὄνομα εἶναι ἀποδίδοσθαι πρὸς Πατέρα, δεδία μεν υἱὸν τοῦ Πνεύματος λέγειν, ἵνα μὴ πατὴρ αὐτ τοῦ νομισθῇ· οὕτω καὶ τὸ πνεῦμα, ἀναφορικών ὄνομα δν, καὶ πάντως ἀποδιδόμενον πρὸς τὸν πνέοντα, ἐξ ἐκείνου καὶ πνεῖται, οὗ Πνεῦμα λέγεται εἶναι. Ὡς ἂν δὲ μηδεμία τοῖς λόγοις τούτοις κατα λείποιτο πρόφασις, καὶ φανείη σαφέστερον αἰτίαν σημαίνουσα ἡ διά, Μάξιμος ὁ θεῖος παρίτω, ἐν οἷς ἑρμηνεύει, τί δῆτα βούλεται τῷ προφήτη Ζαχα ρίᾳ ἡ χρυσῆ λυχνία, καὶ τὸ ἐπ' αὐτῇ λαμπάδιον
col. 571–572page 15 of 36
PG 161:571καὶ οἱ λύχνοι, λέγων ἐν ἐκείνοις ὡδί· Τὸ γὰρ Πατὴρ εἶναι, καθάπερ ἐκεῖνος, διαχωρίζεται· τῆς Πνεῦμα τὸ ἅγιον, ὥσπερ φύσει κατ' ουσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ τοῦ Υἱοῦ κατ' ούτ σίαν ἐστὶν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι' Υ! γεννηθέντος ἀφράστως ἐκπορευόμενον. Τοῦ Υἱοῦ γάρ, φησίν, οὐσιωδῶς ἐστι τὸ Πνεῦμα, οὐκ ἐπίκτη τον αὐτὸ καὶ ἔξωθεν, οὐδὲ χρονικῶς εἰληφότος, ἀλλ' ἐξ ἀϊδίου κατ' οὐσίαν αὐτὸ κεκτημένου, καθάπερ καὶ ὁ Πατήρ. Καὶ ἡ αἰτία, ὅτι ἐκ τοῦ Πατρὸς δι' αὐτοῦ οὐσιωδῶς ἐκπορεύεται. Καὶ βλέπε ὅτι τοῦ αὐτ τοῦ καὶ ἑνὸς πράγματος ὅ τε μέγας Βασίλειος, ὅ τε θειότατος Μάξιμος αἰτίαν ἀποδιδόντες τοῦ διὰ τί τὸ Πνεῦμα λέγεται Πνεῦμα Υἱοῦ, τὴν αὐτὴν ἀποδιδόκαι καὶ ἀμφότεροι· διὰ γὰρ τὸ δι' αὐτοῦ ἐκ Πατρὸς ἐκπορεύεσθαι, καὶ Πνεῦμα εἶναι αὐτοῦ διατε νονται. “Ο οὖν Μάξιμος, δι' αὐτοῦ ἐκπορεύεσθαι, ἔφησε, τοῦτο ὁ θεῖος Βασίλειο; δι᾿ αὐτοῦ πεφηνέναι φησίν, εἰς ἴσον τιθεὶς τὸ πεφηνέναι τῷ ἐκπορεύεσθαι Εἰ δὲ τὸ δι' αὐτοῦ ἐκπορεύεσθαι τὸ δι' αὐτοῦ τὴν ὕπαρ ξιν ἔχειν δηλοί, ἄρα καὶ τὸ δι᾽ αὐτοῦ πεφηνέναι τὸ δι' αὐτοῦ τὴν ὕπαρξιν ἔχειν παρίστησι καὶ αἰτίαν ἡ διὰ ἐξ ἀνάγκης ἐνταῦθα δηλοί, καὶ οὐδαμῶς ἄλλως λαμβάνεσθαι δύναται. Οὐ μὴν ἀλλὰ καὶ ὁ Νύσσης Γρηγόριος πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ σαφέ στατα τοῦτο φησίν· οὐκ ἐν οἷς μόνον τῷ αἰτιατῷ καὶ αἰτίῳ διακρίνεσθαι λέγει τὴν Τριάδι ἀλλήλων, ἀλλὰ καὶ ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον, σαφῶς περὶ διακρίσεως τῶν θείων προσώπων τὸν λόγον ποιούμενος· Τὸ Πνεῦμα, φησί, τῷ Πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον, πάλιν ἀπ' αὐτοῦ τῷ μὴς δὲ πρὸς τὸν Υἱὸν κατὰ τὸ ἄκτιστον συναφείας, καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἔχειν, ἀφίσταται πάλιν τῷ ἰδιάζοντι ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ Πατρὸς ὑποστῆναι, καὶ ἐν τῷ δι᾽ αὐτοῦ τοῦ Υἱοῦ πεφηνέναι. Πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ Μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητά τινα προς ταύτην ἔχειν νομισθῇ τὸ Πνεῦμα ἐκ τοῦ διὰ τοῦ Υἱοῦ πεφηνέναι, ἐν τῷ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ καὶ ἀπροσδεεῖ τῆς ἑτέρωθεν ἀγαθότη τις διακρίνεται τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως. Ἐν ταῦθα περὶ θείας ἑνώσεώς τε καὶ διακρίσεως ὁ δι δάσκαλος τὸν λόγον ποιούμενος, προχειρίζεται μὲν τὸ Πνεῦμα τὸ ἅγιον, παραβάλλων δ' αὐτὸ πρός τε τὸν Πατέρα καὶ τὸν Υἱόν, εὑρίσκει τίνα μὲν αὐτοῖς κοινὰ καὶ ἑνοῦντα, τίνα δὲ ἴδιά τε καὶ διακρίνοντα. Τῷ μὲν οὖν Πατρί, φησί, κατὰ τὸ ἄκτιστον συν απτόμενον· τοῦτο δ' ἐστὶ τοῖς ἀπολελυμένοις καὶ ουσιώδεσιν, ἃ διὰ τῆς ἀκτίστου σημαίνει φωνῆς τῷ μὴ Πατὴρ εἶναι, καθάπερ ἐκεῖνος, ἀπ' αὐτοῦ πάλιν διαχωρίζεται. Τῷ δὲ Υἱῷ κοινωνοῦν αὐτῶν τε τῶν ἀπολελυμένων καὶ τῆς κατὰ τὸ ἄκτιστον συν αφείας· μία γὰρ τῶν τριῶν οὐσία, ἔτι τε καὶ τῷ α! τιατὰ εἶναι κοινῶς ἀμφότερα τοῦ τῶν ὅλων Θεού, ὅμως αὐτοῦ διακρίνεται πάλιν δυσὶ τούτοις, τῷ μήτε μονογενῶς ὡς ὁ Υἱός, ἀλλ᾽ ἐκπορευτῶς δηλαδὴ ὑποστῆναι· τοῦτο δ' ἐστὶ τῷ διαφόρῳ τῆς ὑπάρξεως τρόπῳ· καὶ ἐν τῷ δι' αὐτοῦ τοῦ Υἱοῦ πεφηνέναι. Εἰ οὖν ἐνταῦθα τὸ, δι' αὐτοῦ, ἴσον δύναται τῷ, μετ' αὐτοῦ, θαῦμα ἂν εἴη, εἰ τῷ μετὰ τοῦ Υἱοῦ πεφη νέα
col. 573–574page 16 of 36
PG 161:573ναι τὸ Πνεῦμα διακρίνεται τοῦ Υἱοῦ· ἐνοῖτο γὰρ ἂν τὸ μὲν πεφηνέναι, τὴν δὲ ὑποστήναι, δεδιώς, μή τις οὕτω μᾶλλον, οὐ διακρίνοιτο· καὶ συνάπτοιτο πλέον, ἢ διαιροῖτο. Οὐ μὴν οὐδὲ περὶ χαρισμάτων ἐνταῦθα διανομῆς ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τῆς τῶν θείων ὑποστάσεων διακρίσεως. Ούτε δέ τις εἰπεῖν ἔχει τὴν εἰς τὸν κόσμον διὰ τοῦ Υἱοῦ φανέρωσιν τοῦ Πνεύματος τοῦ ἁγίου διὰ τούτου τοῦ λόγου δηλοῦσθαι. Πρῶτα μὲν γὰρ περὶ διακρίσεως ὄντος τοῦ λόγου τῶν ὑπο στάσεων, καὶ πῶς ἂν τὴν χρονικὴν ταύτην φανέρωσιν ἀϊδίου τινὸς πράγματος αἴτιον ἐποιεῖτο; ἀϊδίως γὰρ ἀλλήλων ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῖς προσωπικαῖς διακρίνονται ἰδιώμασι· καὶ οὐ δήπου πρὶν ὑπὸ τοῦ γιοῦ φανερωθῆναι τῇ κτίσει τὸ Πνεῦμα, ἀλλή λων οὐ διεκρίνοντο· τοῦτο γὰρ ἀτοπώτατον λέγειν. Επειτα τῶν εἰ; τὴν κτίσιν ἔργων τῆς Τριάδος ὄντων κοινῶν, οὐ διὰ τοῦ Υἱοῦ μᾶλλον ἢ δι᾽ ἑαυτοῦ ἐφα- 5 νερώθη τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ καὶ αὐτὸν τὸν Υἱὸν ἐδόξασέ τε καὶ ἐφανέρωσε, καὶ οὐχ ἥκιστα τὸν Πατέρα, τὸν αὐτὸν δὲ καὶ ὁ Υἱός. Οὕτως οὖν ἂν καὶ ἑαυτοῦ τὸ Πνεῦμα τὸ ἅγιον διακρίνοιτο, ἑαυτὸ φα νερῶσαν, ἔτι τε τοῦ Πατρός· καὶ ὁ Υἱὸς ἑαυτοῦ τε καὶ τοῦ Πατρὸς διὰ ταῦτα· ἀλλ᾽ οὔτε ἐπὶ τούτων εἴρηται τοῦτό ποτε, οὔτ᾽ ἐπὶ τοῦ νυνὶ προκειμένου τούτῳ λόγῳ καταλείπεται χώρα. Ο δὲ τοῦτον ἐλέγ χει τὸν λόγον ὄντα ματαίαν καταφυγήν, ἔστιν ὅτι τὸ Πνεῦμα τῆς κτίσεως ὁ διδάσκαλος διακρίναι βουλόμενος, ἐπείπερ ᾔσθετο, μᾶλλον δ' ἔφθασεν ἀποδεδωκώς κοινὸν αὐτῷ τε κἀκείνῃ τὸ διὰ τοῦ Υἱοῦ τούτῳ δὴ τῷ κοινῷ καὶ ταυτότητα ουσίας δοξάσειε, τῷ ἀτρέπτῳ τε καὶ τρεπτῷ, καὶ ἀναλλοιώτῳ, καὶ μὴ τοιούτῳ διακρίνει ταῦτα ἀλλήλων, τό, διὰ τοῦ Υἱοῦ, τὴν μὲν ὑποστῆναι, τὸ δὲ πεφηνέναι, κοινὸν καὶ ταυτὸν ἡγησάμενος· διακρίσεως δὲ τρόπον εξ ρὼν τὸ τὴν μὲν τρεπτὴν καὶ ἀλλοιωτὴν εἶναι, τὸ δ' ἄτρεπτόν τε καὶ ἀναλλοίωτον. Καίτοι εἰ τὸ διὰ τοῦ Υἱοῦ πεφηνέναι τὸ Πνεῦμα μὴ αἰτίαν ἐδήλου τὸν Υἱόν, ὥσπερ τὸ διὰ τοῦ Υἱοῦ ὑποστῆναι τὴν κτίσιν, τοῦτο γὰρ αὐτὸν αἰτίαν δηλοί, ῥᾴστη ἂν ἦν ἡ διά κρισις τοῦ Πνεύματός τε καὶ τῆς κτίσεως. Εξην γὰρ εἰπεῖν ὅτι εἰ καὶ ἀμφότερα διὰ τοῦ Υἱοῦ, ἀλλ' ἡ μὲν κτίσις αἰτιατῶς ἐξ αὐτοῦ, τὸ δέ γ' ἀναιτίως. Νῦν δὲ τοῦτο μὲν οὐκ εἶπεν· ὃ γὰρ μὴ ᾔδει ἀληθὲς ὂν, οὐκ ἦν ἐκείνου εἰπεῖν· ἀλλ᾽ ἄλλην εὗρε διάκρισιν, τὴν καὶ αὐτῷ δόξασαν ἀληθῆ καὶ μόνην ὑπάρ χουσαν. Η διὰ ἄρα ἐπὶ τῆς δι' Υἱοῦ τοῦ Πνεύματος τοῦ ἁγίου ἐκφάνσεως, τοῦτ' αὐτὴ δύναται, ἵπερ ἐπὶ τῆς κτίσεως λεγομένης δι' Υἱοῦ ὑποστήναι. Αλλ' ἐπὶ τῆς κτίσεως αἰτία λέγεται και πιστεύεται ὁ Υἱὸς εἶναι, καὶ διὰ τῆς διὰ τοῦτο σημαίνει ται καὶ ἐπὶ τοῦ Πνεύματος· ἄρα αἰτίαν ἡ διὰ πα ρίστησι τὸν Υἱόν. Καὶ γὰρ δὴ καὶ ἄλλως φανερὸν, ὡς τοῖς αἱρετικοῖς οἱ διδάσκαλοι πολεμοῦντες δι' Υἱοῦ λέγουσι γεγενῆσθαι τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ κακῶς ἀκούειν τοῦ Εὐαγγελιστοῦ, Πάντα δι' αὐτοῦ ἐγένετο, λέγοντος, καὶ τὸ Πνεῦμα διὰ τοῦτο
col. 575–576page 17 of 36
PG 161:575βλασφήμως ὡς ἐν οἷομένοις τῶν πάντων, ταύτας Υἱοῦ· οὗτος γὰρ ἐστι προσεχῶς ἐκ τοῦ πρώτου. Ἐκ τοῦ πρώτου γὰρ ἀμφότερα ὄντα, οὐκ ἂν ἀρκούντως διακρίνοιντο, εἰ μὴ καὶ θάτερον εἴη διὰ τοῦ ἑτέρου, φησίν. Ὡς φανερῶς τὴν διὰ ἐπὶ διακρίσεως ἐνταῦθα παραληφθῆναι, καὶ διακρίσεως τῆς ἐξ ἀϊδίου, τῆς κατὰ αἰτιατὸν δηλαδὴ καὶ τὸ αἴτιον· ἐπεὶ προαποδεδωκώς ἔφθασε πρότερον τῷ αἰτίῳ καὶ αἰτιατῷ μόνῳ ἀλλή λων τὰ θεῖα πρόσωπα διακρίνεσθαι. Τὸ γὰρ ἐπιφερόμενον, ἄλλην πάλιν διαφορὰν ἐπὶ Υἱοῦ καὶ Πνεύ ματος ἐννοεῖσθαι οὐκ ἄν τις αναμαρτήτως ἐκλάδο:, ἄλλην λίγων κατ' εἶδος· οὕτω γὰρ ἂν ἀντιφάσει τὴν διδάσκαλον περιβάλλοιμεν, εἰ πρότερον τῷ αἰτίῳ καὶ αἰτιατῷ μόνῳ διακρίνεσθαι εἰπόντα τὰ πρόσωπα τῆς Τριάδος, ἔπειτα καὶ ἄλλον τρόπον αὐτὸν νομιοῦ μεν ἀποδεδωκέναι διακρίσεως κατ' εἶδος διαφέροντα ἀφῆκαν κατ' αὐτῶν τὰς φωνὰς διὰ τοῦ Υἱοῦ ἐκπο ρεύεσθαι, καὶ δι' αὐτοῦ πεφηνέναι καὶ εἶναι τὸ Πνεῦμα εἰπόντες. 'Αλλ' οἱ αἱρετικοὶ διὰ τοῦ Υἱοῦ γεγενῆσθαι τὸ ἅγιον λέγοντες Πνεῦμα, δύο ταῦτα ἐνέουν· αὐτό τε γὰρ ἐτίθεσαν εἶναι ὡς ἐν τῶν κτισμάτων, καὶ τὸν Υἱὸν αἰτίαν αὐτοῦ εἶναι, καὶ τοῦτο δηλοῦσθαι διὰ τῆς προθέσεως τῆς διά. Εἰ τὖν ἀμφότερα ἔλεγον βλασφημοῦντες, καὶ πρὸς ἑκάτερον ἂν οἱ διδάσκαλοι παρετάξαντο· καὶ ὥσπερ ἐξαιροῦσιν αὐτὸ τῶν κτισμάτων, καὶ οὐκ ἔστιν ὅτε οὐ τοῦτο ποιοῦσιν· ὅθεν οὐδὲ τῇ λέξει τοῦ γεγενῆσθαι εἰς κτίσμα κατασπώσῃ τὸ Πνεῦμα εὕροις ἂν αὐτοὺς ἐπ' αὐτοῦ ποτε χρησαμένους· οὕτως οὐδ' ἄν ποτε ἐχρήσαντο τῇ διά, εἰ τοῖς μὲν αἱρετικοῖς ὡς αἰτίαν σημαίνουσα παρελαμβάνετο, αὐτοῖς δ' του προτέρου. Αλλην τοίνυν διαφορὰν τὴν κατ' οὐκ ἐδόκει τοῦτ' ἀληθὲς εἶναι. Οὕτω διὰ πάντων τἀληθὲς αὐτό τε ἑαυτῷ φαίνεται σύμφωνον όν, καὶ αἰτίαν ἐν οἷς παραλαμβάνεται ἡ διά, παριστῶσα. Τοῦτο δ᾽ αὐτὸ καὶ ἐκ τοῦ πρὸς ᾿Αβλάβιον λόγου τοῦ αὐτοῦ διδασκάλου σαφῶς δείκνυται· κἀκεῖ γὰρ περὶ διακρίσεως τῶν θείων προσώπων τὸν λόγον ποιούμενος, μετὰ τὸ καθόλου τῷ αἰτίῳ καὶ αἰτιατῷ δια κρἶναι αὐτὰ ἀπ᾿ ἀλλήλων, καὶ τῇ διὰ ταύτῃ τὸν Υἱὸν τοῦ Πνεύματος διακρίνει· Ὁ μὲν γὰρ ἐστι, φησί, προσεχῶς ἐκ τοῦ πρώτου, τοῦ Πατρὸς δηλαδή, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, ἤτοι διὰ τοῦ Γιοῦ· καὶ τούτῳ, φησί, διακρίνεται τοῦ Υἱοῦ τὸ πανάγιον Πνεῦμα, τῷ δι' αὐτοῦ εἶναι, δηλαδὴ τοῦ ἀριθμὸν ἐκδεχόμενοι, τά τε τοῦ διδασκάλου φρονοίη μὲν ἄν, καὶ φανερῶς τὴν διὰ μετὰ αἰτίας δεξαίμεθα, ὡς μὴ ἔχειν λόγον λοιπὸν ἢ ἀντὶ τῆς μετὰ, αὐτὴν λέγειν· ἡ μετὰ γὰρ οὐ διακρίνει, ἢ τὴν ἐν τῷ κόσμῳ τοῦ Πνεύματος δι' Υἱοῦ ἔκφανσιν τῷ λόγῳ δηλοῦσθαι· αὕτη γὰρ οὐκ ἐξ ἀϊδίου. Εἰ δὲ ἡ λέξις τοῦ πεφηνέναι σκανδαλίζει τινάς, μόνον τὸ ἐκπο ρεύεσθαι προσήκειν τῇ τοῦ Πνεύματος ὑπάρξει νοο μίζοντας, καὶ τῇ ὑπαρκτικῇ προόδῳ αὐτοῦ, τὸ δὲ πεφηνέναι εἰς τὴν μεταδοτικὴν ἢ χρονικὴν μόνον πρόοδον, ἢ εἰς τὴν πρὸς τὴν κτίσιν φανέρωσιν ἕλ χοντας· ὥρα λοιπὸν αὐτοῖ; καὶ τὸν Υἱὸν μεταδίδ σθαι λέγειν, ἢ πέμπεσθαι παρὰ τοῦ Πατρὸς, ἐκ τοῦ
col. 577–578page 18 of 36
PG 161:577Πατρὸς αὐτὸν ἀκούουσι πεφηνέναι, οὗ πλήρεις οἱ ύπαρξιν ἔχειν· καὶ οὐκ ἂν δι' αὐτοῦ ἐν χρόνῳ ἐπει λόγοι τῶν διδασκάλων. Κύριλλος γὰρ ὁ μακάριος ἐν τῷ πρὸς Ουαλεριανὸν ἐπίσκοπον λόγῳ, Αγιος γὰρ, φησὶν, ὢν κατὰ φύσιν, καθάπερ ἀμέλει καὶ ὁ Πατὴρ, ὁ ἐξ αὐτοῦ πεφηνώς Υἱὸς μονογενής. Καὶ ὁ αὐτὸς περὶ τοῦ Χριστοῦ πάλιν· Ιδιόν ἐστι τὸ Πνεῦ μα τοῦ Υἱοῦ, οὔτε που μόνον ᾗ Λόγος ἐστὶ πεφηνῶς ἐκ Πατρός, ἀλλ' εἰ καὶ νοοῖτο καθ' ἡμᾶς ἄνθρωπος γεγονώς. Οτε τοίνυν ἐνταῦθα τὸ πεφηνέναι τὸ εἶναι καὶ τὸ ὑπάρχειν δηλοί, πῶς ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου οὐ καταδεξόμεθα τὸ αὐτὸ τοῦτο σημαίνεσθαι; ὁ δὲ καὶ μὴ βουλομένους ἀναγκάσει δέξασθαι τοῦτο, ὅτι καὶ ἐπὶ τοῦ Πνεύματος καὶ τῆς ὑπαρκτικῆς αὐτ τοῦ προόδου τὸ αὐτὸ λέγεται τοῦτο. Λέγει δὲ καὶ ὁ μέγας Βασίλειος· Τὸ Πνεῦμα οὐδὲν ἔχον ἐστὶν ἐπίσ κτητον ἐν ἑαυτῷ, ἀλλ᾽ ἀϊδίως πάντα ἔχει ὡς Πνεῦμα " Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφηνός. Οὕτω πόσα πρόφασις ἀφαιρεῖται· τῶν ζητούντων προφάσεις. Καὶ γὰρ δὴ καὶ ὁ φησιν ὁ προειρημένος Γρηγόριος ο Νύσσης ἐν τῇ τοῦ ὁμωνύμου αὐτῷ καὶ Θαυματουργοῦ Γρηγορίου ἀποκαλύψει περὶ τοῦ ἁγίου Πνεύματος, ὡς δι' Υἱοῦ πέφηνε δηλαδὴ τοῖς ἀνθρώποις, οὐδὲν πρὸς τὸν λόγον· ἕως ἂν τὸ δι᾽ Υἱοῦ πεφηνέναι, σημαίνει μὲν καὶ ἀμφότερα, τό τε δι᾿ Υἱοῦ ἀνθρώποις γνωσθῆναι ἐν χρόνῳ, τό τε δι' Υἱοῦ τὴν ἀΐδιον ὑπαρξιν ἔχειν, ὦσι δὲ ὅμως καὶ ἀμφότερα ἀληθῆ, ἐπὶ τῶν οἰκείων λαμβανόμενα τόπων. Αφίημι γὰρ ἐν γε τῷ νυνὶ λέγειν, ὡς τὸ δι' Υἱοῦ πεφηνέναι ἀνθρώποις ἐν χρό νῳ προϋποτίθησιν ἐξ ἀνάγκης τὸ δι᾽ Υἱοῦ τὴν ἀΐδιον φήνει, εἰ μὴ δι' αὐτοῦ τὴν ἀΐδιον ύπαρξιν εἶχεν, ᾿Αλλὰ καὶ ὁ ἐν θεολογίᾳ μέγας Γρηγόριος, ζητῶν διὰ τί μὴ καὶ τὸ Πνεῦμα Υἱὸς κέκληται, καὶ εἴ τι αὐτῷ ἐλλείπει εἰς τὸ εἶναι υἱὸς, Οὐ λείπει, φησίν. οὐ γὰρ ἐλλιπὴς ἡ θεότης· τὸ δὲ τῆς ἐκφάνσεως ἢ τῆς πρὸς ἄλληλα σχέσεως διάφορον, διάφορον αὐτῶν καὶ τὴν κλήσιν πεποίηκε· τῇ αὐτῇ καὶ μιᾷ χρήσει τήν τε τῆς ἐκφάνσεως λέξιν, καὶ τὴν τοῦ πεφηνέναι, τὸ εἶναί τε καὶ ὑπάρχειν ἐνταῦθα δηλοῦν μας. τυρῶν τῷ ὁμωνύμῳ Γρηγορίῳ τῷ Νύσσης, καὶ ὅτι διάκρισιν καὶ αὐτὸς ἀποδιδοὺς τὴν αὐτὴν Υἱῷ τε καὶ Πνεύματι, καὶ διὰ τῶν αὐτῶν τε καὶ ἴσω, τρό. των αὐτὰ διακρίνων ἀλλήλων· ὡς γὰρ ἐκεῖνος τῷ μήτε μονογενῶς ὑποστῆναι καὶ τῷ διὰ τοῦ Υἱοῦ πεφηνέναι τοῦ Υἱοῦ διακρίνει τὸ Πνεῦμα, οὕτω καὶ οὗτος τῷ τε τῆς ἐκφάνσεως διαφόρῳ, καὶ τῷ τῆς πρὸς ἄλληλα σχέσεως. Ο μὲν ἐκεῖνος εἶπεν ἐν τῷ μὴ μονογενῶς ὑποστῆναι, ἀλλ' ἐκπορευτῶς δηλαδή, τοῦθ᾽ οὗτος ἐκφάνσεως διάφορον εἴρηκεν, είτουν διάφορον τρόπον ὑπάρξεως· ὁ δὲ ὁ Νύσσης διὰ τοῦ δ Υἱοῦ πεφηνέναι, τοῦθ᾽ οὗτος διάφορον τῆς πρὸς ἄλληλα σχέσεως εἶπε. Σχέσιν δὲ τὴν πρὸς ἄλληλα Υἱοῦ τε καὶ Πνεύματος οὐκ οἶδ᾽ εἴ τινά τις ἑτέραν εὕροι πλὴν τῆς κατὰ τὸ αἰτιατόν τε καὶ αἴτιον, καθ' ἣν ὁ μὲν πρὸς αὐτὸ τὸ Πνεῦμα ὡς αἴτιον ἔχει, τὸ δὲ διαφόρως πρὸς τὸν Υἱόν, κατὰ τὸ παθητικόν δηλαδή καὶ ποιητικὸν ὡς αἴτιον αὐτοῦ. Η δειξάτω μοί τις ἑτέραν σχέσιν μεταξὺ Υἱοῦ τε καὶ Πνεύματος, καθ
col. 579–580page 19 of 36
PG 161:579ἦν τὸ ἕτερον πρὸς τὸ ἕτερον ἀναφέρεται. Αλλ' οὐκ κοινὴν μὲν ἔχοντα τὴν οὐσίαν, ταῖς δὲ διαφόροι, ἐνεῖροι ῥᾳδίως. Εἰ γάρ τις τὸ λέγεσθαι πνεῦμα Υἱοῦ τὸ Πνεῦμα ἡμῖν ἀντιθείη, πρῶτα μὲν ἡ σχε τική αὕτη ἀκολουθία καὶ κατ' αὐτὸν αὖθις τὸν Νύσα σης Γρηγόριον, καὶ κατὰ πάντας ὁμοῦ οὐκ ἀντι στρέφει· οὐδὲ γὰρ λέγεται καὶ ὁ Υἱὸς τοῦ Πνεύματος, οὔτε μὴν ἑτέρα τις ἀνταποκρίνεται ταύτῃ τῇ πρὸς τὸν Υἱὸν τοῦ Πνεύματος σχέσει, τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε ἡ αὐτή, οὔτε διάφορος τῷ γε γοῦν ποιητικῷ καὶ παθητικῷ· ἔπειτα δὲ καὶ αὐτὸ τὸ τοῦ Υἱοῦ λέγεσθαι οὐδὲν ἕτερον σημαίνει ἢ τὸ διὰ τοῦ Υἱοῦ πεφηνέναι κατὰ τὸν μέγαν Βασίλειον, ἢ τὸ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι αὖθις κατὰ τὸν Μάξιμον, κατὰ δέ γε τοὺς δυτικοὺς τὸ ἐξ Υἱοῦ ἐκπορεύεσθαι, καὶ ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχειν. Ωστε τὸ Υἱοῦ Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον λέγεσθαι εἰς ἴσον τοῖς τρισὶ λέγεσθαι τούτοις, λέγω δὴ τῷ διὰ τοῦ Υἱοῦ πεφηνέναι, καὶ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, καὶ ἐξ Υἱοῦ ἐκπορεύεσθαι. Ταῦτα δὲ σχέσιν δηλοῦσι πρὸς ἄλληλα, τὴν κατὰ τὸ αἰτιατόν τε καὶ αἴτιον ἦν καὶ θαρρούντως ὁ Θεολόγος ἀποφαίνεται τῆς τε τῶν θείων προσώπων Υἱοῦ τε καὶ Πνεύματος δια κρίσεως αἴτιον, καὶ τῆς τῶν ὀνομάτων αὐτῶν ἑτε ρότητος, τοῦ μὲν Υἱοῦ λεγομένου, θατέρου δὲ Πνεύ ματος. Τούτοις δὲ συνηγορεῖ καὶ ὁ λόγος, καὶ ἡ τῆς πίστεως ἀλήθεια· τὰ γὰρ θεῖα πρόσωπα τῆς Τριάς δος οὐ μᾶλλον εἰσιν ἓν ἢ τρία· τὸ μὲν τῇ οὐσίᾳ, τὸ δέ γε ταῖς ὑποστάσεσιν, εἴτε καὶ ἰδιότησιν· ἑνοῦνται γὰρ διακεκριμένως, καὶ διακρίνονται ηνωμένως, προόδοις καὶ ταῖς ἀναφοραῖς ἀλλήλων διαφέροντα & δὴ κατὰ τὸν τρόπον τῆς ἡμετέρας νοήσεως δια φέρει, εἰ καὶ μὴ διαφέρει τῷ πράγματι, καθόσον ἡ μὲν πρόοδός ἐστιν ὥσπερ τις ὁδὸς, ἡ δ᾽ ἀναφορὰ ὥσπερ τι εἶδος· εἰκότως καὶ κατὰ ταύτας διακρίνονται. Οἷς γάρ τινα διαφέρει, τούτοις πάντως καὶ διακρίνονται, εἰ καὶ μὴ πᾶσιν ὁμοίως. Ἐπεὶ γὰρ ἐν οἷς πλείοσιν εὑρίσκεται τι κοινὸν, ἀνάγκη εἶναί τι τὸ τὰ πλείῳ ἐκεῖνα διακρίνον, ἀνάγκη καὶ τὰ θεῖα πρόσωπα πλείω γε ὄντα καὶ κοινωνοῦντα κατὰ τὴν οὐσίαν ἀλλήλοις, εἶναί τι τὸ διακρίνον αὐτὰ, εἰ μὴ μᾶλλον μονὰς μέλλοιεν εἶναι ἢ καὶ τριάς. Ἐπεὶ δ' ἐν αὐτοῖς οὐδὲν ἕτερον θεωρεῖται πλὴν τῆς θείας οὐσίας καὶ τῶν ἀναφορῶν μόνων, εἴτουν τῆς ἑκά στου ιδιότητος καὶ ὑποστάσεως, ἡ δὲ οὐσία κοινὴ οὖσα οὐκ ἂν εἴη διακρίσεως αὐτοῖς αἰτία, λείπεται κατὰ τὰς ἀναφορὰς αὐτὰ διακρίνεσθαι, καὶ προτο γουμένως μὲν καὶ μάλιστα κατὰ ταύτας, επομένως δέ γε καὶ κατὰ τὰς προόδους· καθόσον, ὡς εἴρηται, ἀναφορά το καὶ πρόοδος οὐ διαφέρει τῷ πράγματι, εἰ καὶ διαφέρει τῷ τρόπῳ τῆς σημασίας. Ἡ μὲν γὰρ πρόοδος κατὰ τὸν τῆς ἐνεργείας τρόπου σημαίνεται, ὥσπερ ἡ γέννησις, ή δ' ἀναφορὰ κατὰ τὸν τοῦ εἴδους, ὥσπερ ἡ πατράτης, στις υποστᾶσα τὸ τοῦ Πατρός ἐστι πρόσωπον· καὶ διὰ τοῦτο διακρίνονται μὲν ἀλλήλων καὶ ταῖς προόδοις, καθόσον ἐξ ἀνάγκης έπονται ταύταις αἱ ἀναφοραί· τῷ τε γὰρ γεννᾶν ἔπεται ἡ πατρότης. καὶ τῷ γεννᾶσθαι ἡ
col. 581–582page 20 of 36
PG 161:581υἱότης ομοίως, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· πρόκαὶ ὁ Υἱὸς ἄρα ᾗ πνέων ανενεχθήσεται πρὸς τὸ τερον δὲ καὶ ἀρχοειδέστερον ὅμως ταῖς ἀναφοραῖς διακρίνονται, καὶ ταύταις μᾶλλον ἢ ταῖς προόδοις, ὅμως γε μέντοι καὶ ἀμφοτέρω;. Εἰκότως οὖν καὶ οἱ θεολόγοι ἐνταῦθα τὸν Υἱὸν τοῦ Πνεύματος διακρί νοντε;, διχῆ διακρίνουσιν, ἀρχόμενοι μὲν ἀπὸ τοῦ ἀτελοῦς, ἐπὶ τὸν τελεώτερον δὲ καταπαύοντες τρό πον· ταῖς τε γὰρ προόδοις, καὶ ταῖς ἀναφοραῖς δὲ ἀρχοειδέστερον διακρινομένων τῶν θείων προσώπων ἀλλήλων, ὡς εἴρηται, τοῖς αὐτοῖς καὶ οὗτοι τὸν Υἱὸν τοῦ Πνεύματος διακρίνουσι, τὴν μὲν ἀπὸ τῶν προόδων διάκρισιν διάφορον τρόπον ἐκφάνσεως, εἴτουν ὑπάρξεως, ὀνομάζοντες, τὴν δ᾽ ἀπὸ τῶν ἀναφορῶν ὁ μὲν διὰ τοῦ Υἱοῦ πεφηνέναι, ὁ δὲ σχέσεως διαφορότητα τῆς πρὸς ἄλληλα. Ὥστε τὴν τῆς πρὸς ἄλ ληλα σχέσεως διαφορότητα ταύτην ἀναφορᾶς εἶναι διάκρισιν, καὶ ἀναφορικῶς τὸν Υἱὸν πρὸς τὸ Πνεῦ μα, καὶ τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν ἀναφέρεσθαι. Αλλ' Η μὲν Υἱὸς ὁ Υἱὸς, οὐκ ἂν ἀναφέροιτο πρὸς τὸ Ενεῦμα, οὐ γὰρ υἱὸς τοῦ Πνεύματος λέγεται· λεί πεται δὴ καθὸ πνέοντα πρὸς αὐτὸ ἀναφέρεσθαι, ᾗ πνεῦμα καὶ αὐτὸ πρὸς ἐκεῖνον ἀναφερόμενον· τὸ Πνεῦμα γὰρ τῷ πνέοντι, καὶ ἡ πνοὴ τῇ πνεύσει ἀνταποκρίνεται. Τὸ δὲ Πνεῦμα καὶ πνεῦμα Υἱοῦ λέγεται, καθὼς ἔστιν εὑρεῖν πολλαχοῦ τῆς Γραφῆς, καὶ πνοὴ τοῦ αὐτοῦ. Τοῦτο γὰρ τὸ Πνεῦμα, φησὶν ὁ ἱερός ᾿Αθανάσιος, πνοή ἐστι τοῦ Υἱοῦ. ἀναφέρεσθαι δὲ τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν, ᾗ πνοή τε καὶ πνεύμα, κατὰ τὰ προειρημένα τοῖς θεολόγοις δοκεῖ Πνεῦμα. Καὶ τί ἄν τις καταριθμήσαιτο τοὺς τῇ. διὰ, χρησαμένους ἁγίους ἐπὶ τῆς ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύσεως τοῦ Πνεύματος; Αρκέσει δ' ἐνὶ χρησαμένους καὶ τελευταίῳ, τῷ τελευταίω τῶν θεολόγων, σκέψασθαι καὶ αὐτὸν ὅ τι περὶ τούς του φρονεῖ. Καὶ γοῦν Ἰωάννης ὁ ἐκ Δαμασκοῦ θεο λόγο; περὶ τοῦ Πατρὸς λέγων, Αὐτὸς μὲν οὖν ἐστι, φησί, νοῦς Λόγου ἄβυσσος, Λόγου γεννήτωρ, καὶ διὰ Λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύματος· καὶ αὖθις· Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρὸς, ἐκ Πατ τρὸς δι; Υἱοῦ ἐκπορευόμενον. Πάντως οὐ χρὴ περιττοὺς εἶναι τὰ φανερὰ σαφηνίζοντας. ἐκπορεύεσθαι γάρ φησιν, ὃ φανερῶς τὸ εἶναι δηλοῖ τοῦ Πνεύ ματος καὶ τὴν ὕπαρξιν, μάλιστα τῶν ἄλλων ὄνο μάτων ἁπάντων, καὶ μάλιστα καθ' ἡμᾶς, τοῦτο μόνον ἀποκληροῦντας τῇ ὑπάρξει τοῦ Πνεύματος ὄνομα. Δι' Υἱοῦ τοίνυν αὐτὸ ἐκπορεύεσθαι λέγων, δι' Υἱοῦ αὐτὸ λέγει τὴν ὕπαρξιν ἔχειν. Καὶ ἀπο κλείει διὰ τούτου τὸν λόγον Θεοδωρήτες, ἀπαρνουμένῳ τὸ δι' Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον. Ωσθ' ἡμῖν καὶ τὴν ἐντεῦθεν ὑποσαλευθῆναι βοήθειαν, ἐπὶ τῇ τῆς συνόδου ἰσχυριζομένοις σιγῇ τοῦ μὲν Θεοδωρήτου εἰπόντος μήτ' ἐξ Υἱοῦ, μήτε δι' Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, τῆς δὲ συνόδου σκωπτσάσης, καὶ διὰ τῆς γῆς δήθεν τοῦτο καταδεξαμένης· ἰδοὺ γὰρ ἔκ τε τοῦ λόγου, εἰ μὴ καὶ ἄμφω, τότε γοῦν δι' Υἱοῦ τὴν ὕπαρξιν
col. 583–584page 21 of 36
PG 161:583ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον δέδεικται, πάντων τῶν ριο; Ιωάννης, καὶ τὸ ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολή διδασκάλων βοώντων, καὶ οὐχ ἥκιστα τῶν μετὰ Θεοδώρητον, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον· Ἰωάννου τε καὶ Μαξίμου τῶν μακαρίων, καὶ ἔτι διὰ τοῦ Ταρασίου τοῦ θείου τῆς ἑβδόμης τῶν οἰκουμενικῶν συνόδων, πιστεύειν εἰς τὸ Πνεῦμα τὸ ἅγιον λέγοντος, τὸ ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορευόμενον, καὶ αὐτὸ Θεὸν εἶναι γνωριζόμενον· τῶν δὲ ἄλλων καὶ ἐκ Θεοῦ δι' Υἱοῦ εἶναι, καὶ ἐκ Θεοῦ διὰ τοῦ Λόγου, καὶ ἐκ Πατρὸς δι' Υἱοῦ προϊέναι, ἅπερ εἰς ἴσον τῷ ἐκπορεύεσθαι ἔρχεται, καὶ τὸ εἶναι, καὶ τὴν ὕπαρξιν ἔχειν. Ώστε ὁ Θεοδώρητος οὐκ ἀληθεύει τοῦτο εἰπών· ἀλλ' ὅμως ἐσιώπησαν οἱ Πατέρες, τοῦτο ἀκούσαντες εἰρηκότος, ὡς μὴ δεῖν μαρτυρίαν ποιείσθαι τὴν αὐτῶν σιωπὴν τοῦ μήτ' ἐξ Υἱοῦ μήτε μὴν δι' Υἱοῦ τὸ Πνεῦμα τὴν ὕπαρξιν ἔχειν τῷ γὰρ δι' Υἱοῦ τὴν ὕπαρξιν ἔχειν μάρτυρες οἱ δι' Υἱοῦ ἐκπορεύεσθαι αὐτὸ εἰρηκότες, εἴπερ τὸ ἐκπορεύεσθαι καὶ κατὰ τοὺς ἡμετέρου; τὸ τὴν ὕπαρξιν ἔχειν δηλοῖ· καὶ ταῦτα μετὰ Θεοδώρητον γεγονότες τῷ χρόνῳ, καὶ ἀκούσαντες μὲν αὐτοῦ τοιαῦτα εἰπόντος, εἰδότες δὲ τὴν σύνοδον πρὸς ταῦτα σιγήσασαν, ἀλλ' ὅμως ἐκείνῳ οὐ πάντα ἔκριναν ἔπεσθαι. Τὸ δὲ χαριέστερον, ὅτι καὶ ἀμφότερα ἀρνησαμένου Θεοδωρήτου, ὁ μακάριος Ιωάννης τὸ μὲν ἐξ Υἱοῦ ἀπαρνεῖται, ὅπως δὲ, καὶ τοῦτο ἐροῦ μεν μετά μικρόν· τὸ δὲ δι' Υἱοῦ ἐκπορεύεσθαι, ἤτοι δι' αὐτοῦ τὴν ὕπαρξιν ἔχειν, τοῦτο δὲ τίθεται. Ει δὲ τὸ, Μόνος γὰρ αἴτιος ὁ Πατήρ, ὅ φησιν ὁ μακά δ τοῦ θείου Μαξίμου περὶ τῶν Ῥωμαίων ῥηθέν τις ἡμῖν ἀντεποίσει, ὡς οὐκ αἰτίαν ποιοῦνται τοῦ Πνεύ ματος τὸν Υἱόν, ὃ μὲν Λατῖνοί φασιν ἐπὶ τούτοις, οὐκ ἂν εἴποιμι καὶ αὐτὸς, ὡς οὔτε τὸ τοῦ Δαμασκη νοῦ ἐν τοῖς πλείστοις τῶν αὐτοῦ βιβλίων εὑρίσκεται, τήν τε τοῦ Μαξίμου ταύτην ἐπιστολὴν μὴ εἶναι τοῦ Μαξίμου· οὔτε γὰρ πολλαχοῦ, οὔτε ἐν ἀρχαίοι; βιο βλίοις, οὔτε τοῖς ἐκείνου συγγράμμασιν ἐγγεγραμμένην εὑρίσκεσθαι· οὐδ᾽ ὅτι καὶ τῶν ἡμετέρων τινὲς ταύτην νοθεύουσιν· ἀλλὰ τοῦτο μὲν συγχωρήσω, καὶ δέξομαι τῆς ἐκείνων εἶναι ταῦτα φωνῆς τε καὶ διανοίας· εἰρηκέναι μέντοι ταῦτα φαίην ἂν αὐτοὺς ἔγωγε, ὡς ἂν μή τις προκαταρκτικὴν αἰτίαν τὴν Υἱὸν τοῦ Πνεύματος νομίσεις λέγεσθαι, ὡς μὴ παρὰ τοῦ Πατρὸς εἰληφότα τὴν δύναμιν τοῦ δι' αὐτοῦ προϊέναι τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ γὰρ κοινὴ τῶν Ἑλλήνων χρῆσις ἐπὶ τῆς ἀρχοειδοῦς καὶ προκαταρκτικῆς αἰτίας κυρίως χρωμένη τῇ ἐκ, τόν τε Δαμα σκηνὸν ἠνάγκασε, μὴ ἐξ Υἱοῦ, ἀλλὰ δι᾿ Υἱοῦ φάναι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι· τόν τε Μάξιμον ἔπεισε τὸ παρὰ τῶν Ῥωμαίων λεγόμενον ἐξ Υἱοῦ ἐκπορεύεσθαι εἰς τὸ δι' Υἱοῦ προϊέναι μεταλαβεῖν. Εἰ καὶ γὰρ ἐξ Υἱοῦ, φησὶν, οι Ρωμαίοι τὸ Πνεῦμα λέγουσιν ἐκπορεύεσθαι, ἡ δὲ ἐκ, ἐπὶ τῆς ἀρχοει δοῦ; αιτίας παραλαμβάνεται, ἀλλ' ὅμως οὐ τοιαύτην αἰτίαν ποιούμενοι τοῦ Πνεύματος τὸν Υἱόν. Τοῦτό φησι καὶ ὁ Δαμασκηνός, Ἐξ Υἱοῦ μὲν οὐκ ἔστι τὸ Πνεῦμα, δι᾿ Υἱοῦ δέ· μόνος γὰρ ὁ Πατήρ τοιοῦτόν
col. 585–586page 22 of 36
PG 161:585ἐστιν αἴτιον, οἷον ἡ ἐκ, δηλοῦν βούλεται ταύτῃ τοι Λ σεν ἀπολογία τοῖς κακούργως ἐντεῦθεν ἐπιχειροῦσι τὴν μὲν τοιαύτην αἰτίαν ἀρνοῦνται, τὴν διὰ δὲ μό νον ἀπονέμουσι τῷ Υἱῷ, δι' ἧς τὸ συναίτιον πάντως δηλοῦται. Διὰ γὰρ τὸ δι' αὐτοῦ προϊέναι, φησὶ Μά ξιμος, τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ἀλλαχοῦ φησιν αὐτὸς ἐκπορεύεσθα. δι' αὐτοῦ, ἐξ αὐτοῦ παρὰ τῶν Ρωμαίων ἐκπορεύεσθαι λέγεται· καὶ ὁ Δαμασκῆς νός, ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι. "Α καθαρῶς αἰτίαν σημαίνουσι τὸν Υἱόν, οἷαν καὶ ὁ Πατήρ, οὐδὲν γὰρ παρὰ τῷ Υἱῷ ἀτελὲς, εἰ καὶ μὴ ἀρχοειδή τούς την, μηδὲ προκαταρκτικήν· τοῦτο γὰρ δεδιότες ἀπαρνοῦνται ἀπὸ τοῦ Υἱοῦ τὴν αἰτίαν, καὶ ἄλλως τε, διότι πάντα ὅσα ὁ Υἱὸς ἔχει, παρὰ τοῦ Πατρὸς ἔχει λαβὼν, καὶ εἰς τὸν Πατέρα τὰ αὐτοῦ ἀναφέρει και πάντα, καθὼς καὶ ὁ μέγας Βασίλειος ἐν τῷ ὀγδίῳ τῶν πρὸς Ἀμφιλόχιον κεφαλαίῳ φησί· Διὰ τοῦτό φησιν ὁ Κύριος πρὸς τὸν Πατέρα· Τὰ ἐμὰ πάντα σά εἰσιν, ὡς ἐπ' αὐτὸν τῆς ἀρχῆς τῶν δη μιουργημάτων ἀναγομένης. ᾿Αλλὰ καὶ ὁ Θεολόγος Γρηγόριος ἐν τῷ λόγῳ τῷ εἰς τὸν κατάπλουν τῶν Αἰγυπτίων, Θεός, φησίν, ἐν τρισὶν ἵσταται τοῖς μετ γίστοις, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ, τῷ Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ταῦτα δὲ ἔλεγε, οὐ πάντως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ ματος τὴν τῶν ὅλων ἀφαιρῶν αἰτίαν, τοῦτο γὰρ βλάσφημον καὶ μόνον ἐννοῆσαι, ἀλλὰ τῷ Πατρὶ μό νῳ ταύτην ἀπονέμων, καὶ τοῦτον κατ' ἐξαίρετον αἰτίαν καλῶν, διὰ τὸ ἐκεῖθεν τοῖς ὁμοτίμοις ἥκειν προσώποις πᾶν ὅπερ ἂν ἔχοιεν. "Ητις ἂν οὖν ήρχε τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν τῶν ὄντων αἰτίαν ἀφελεῖν διὰ τὸ τὸν Πατέρα λέγειν αἴτιον τὸν διδά σκαλον, οὐχὶ δὲ καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· ἡ αὐτὴ καὶ νῦν ἀρκέσει τοῖς μὴ ποιοῦσι τὸν Υἱὸν αἰτίαν τοῦ Πνεύματος διὰ τὸ τὸν μὲν Δαμασκηνόν, μνησθέντα τοῦ ἐξ Υἱοῦ μὴ εἶναι τὸ Πνεῦμα, μόνον αἴτιον εἰπεῖν τὸν Πατέρα· τὸν δὲ Μάξιμον εἰπόντα περὶ Ῥωσ μαίων, ἐκ τοῦ Υἱοῦ λέγειν τὸ Πνεῦμα, ἀλλ' οὐχ ὡς ἐξ αἰτίου φάναι, εἰδότας μὲν ἥντινα ἡ ἐκ σημαίνει αἰτίαν, τοιαύτην δὲ μὴ συγχωροῦντας τὸν Υἱὸν εἶναι, διὰ τὸ πάντα αὐτὸν παρὰ τοῦ Πατρὸς ἔχειν λαβόντα, ὅς ἐστι μόνος ἀρχοειδῆς αἰτία καὶ πρώτη, καὶ οἷαν ἡ ἐκ δύναται παριστάνειν, αὐτὸς μὲν ἀφ' ἑαυτοῦ πάντα ἔχων καὶ οὐδαμόθεν ἄλλοθεν, τῶν δὲ τοῦ Υἱοῦ πάντων πρὸς ἐκεῖνον ἀναφερομένων, ἅτε καὶ παρ' αὐτοῦ ἔχοντος πάντα, καὶ διὰ τοῦτο εἰκό τως τοῦ Πατρὸς λεγομένων τῶν τοῦ Υἱοῦ, ὡς ἐκεῖ θεν ἡκόντων αὐτῷ. Καὶ γὰρ δὴ καὶ ὅλως οὐ δύναιτ' ἄν τις μὴ λέγειν αἰτίαν καὶ ὁπωσοῦν τὸν Υἱόν, δι' αὐτοῦ λέγων τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Εἰ γὰρ τὸ μὲν διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, καὶ προϊέναι, καὶ εἶναι, τὸ δι' Υἱοῦ τὴν ὑπαρξιν ἔχειν δηλοί, ὡς καὶ παρὰ τῶν ἀντιλεγόντων αὐτῶν συγχωρεῖται, μὴ δυναμένων ἀντιβλέπειν πρὸς τὰ φανερώτατα τοῦτο δὲ λέγοντες οἱ διδάσκαλοι, οὔτε τὴν εἰς τὸν αἰσθητόν τουτονὶ κόσμον τοῦ Πνεύματος δηλοῦσι φανέρωσιν, οὔτε περὶ χαρισμάτων τινῶν ποιοῦνται τὸν λόγον, ἀλλὰ τῆς τοῦ Πνεύματος υποστάσεως καὶ
col. 587–588page 23 of 36
PG 161:587τῆς ἐξ ἀϊδίων προόδου αὐτοῦ καὶ ὑπάρξεως· οὔτε ὁ Υἱοῦ, ἐκεῖνος ἡγεῖτο τῷ, μετὰ τοῦ Υἱοῦ, ταυτόν μέντοι ταυτὸ δύναται τῇ μετά, ἡ διὰ, καθὼς ἀπε δείξαμεν, εἰς ἃ καταφεύγειν ἔθος τοῖς ἀντιλέγουσι τί ἕτερον λείπεται ἡ αἰτίαν τὴν διά, ταύτην ση μαίνειν; δι' γιοῦ γὰρ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα λεγόντων, ἡ διὰ, καθ᾿ αὐτὴν μένουσα, καὶ μὴ δυναμένη μεταληφθῆναι εἰς τὴν μετὰ, τὸ ἑαυτῆς δύ ναται πάντως, καὶ αἰτίαν παρίστησιν, αἰτίαν πάν τοτε δειχθεῖσα σημαίνειν ἐφ᾽ ὧνπερ παραλαμβάνεται. Οτι δὲ ἡ διὰ, οὐδὲν τούτων τῶν τριῶν βούλεται, ἀπό τε τοῦ Μαξίμου ἐν τῇ πρὸς Μαρίνον, καὶ τοῦ Δαμασκηνοῦ καθαρώτερον δείκνυται, τὴν ἐκ φανερῶς μεταλαμβανόντων ἀντὶ τῆς διά, καὶ περὶ τῆς τοῦ Πνεύματος ὑποστάσεως, ἔτι δὲ καὶ τῆς ἀἰδίου ὑπάρξεως ποιουμένων τὸν λόγον. Οσον οὖν κοινότητος μέτεστι τῇ μετὰ, καὶ τῇ ἐκ, τοσοῦτον τῇ διὰ, καὶ τῇ μετά· καὶ Θεοδώρητος δὲ οὐδὲ δι' Υἱοῦ τὴν ὕπαρξιν λέγων ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, πότερον ἀντὶ μετὰ τοῦ Υἱοῦ ἐξελάμβανεν; Οὐκοῦν ἐψεύδετο φανερῶς, οὐ δεῖ ἡμᾶς ἐπὶ τούτῳ καὶ τῇ τῆς συνόδου σιγῇ ἰσχυρίζεσθαι· καὶ γάρ ἐστι μετὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, συμπροῖὸν αὐτῷ συμπαρομαρτοῦν τε καὶ συνεκλάμπον. 'Αλλ' ὁμώνυμον ἡγούμενος τὴν φωνὴν, καὶ τὸ διὰ τοῦ Υἱοῦ, νῦν μὲν ἰσοδυναμεῖν τῷ μετὰ τοῦ Υἱοῦ, νῦν δὲ καθ᾽ αὑτὸ ὡς δι' Υἱοῦ, εἶτα τὸ δι' Υἱοῦ τὸ Πνεῦμα ὑπάρχειν ἐκεῖνος ἀρνεῖται. Οὐκοῦν ἢ αὐτὸ ἔδει τὴν ὁμωνυμίαν, ἢ τὴν σύνοδον διαστείλαι, καὶ δῆλον ποιῆσαι, περὶ ποίου τῶν σημαινομένων ὁ λόγος αὐτῷ. ᾿Αλλ' οὔτε τὸ, δι' δύνασθαι, καὶ τὸ δι' Υἱοῦ ὡς δι' Υἱοῦ ἐξεδέχετο καὶ αἰτίαν τῇ διὰ ἀπονέμων. Πάντοθεν οὖν ἀναφαίνεται ἀνθ᾿ ἑαυτῆς ἡ διὰ, τιθεμένη ἐφ᾽ ὧν νυνὶ προ ηνέγκαμεν χρήσεων, καὶ δυναμένη τὸ ἑαυτῆς, καὶ φανερῶς αἰτίαν σημαίνουσα. Αλλὰ μή μοι πάλιν εἰς τὸ συναφές καταφύγῃς καὶ ἀπαράλλακτον τῆς οὐ σίας, διὰ τοῦτο λέγων διὰ τοῦ Υἱοῦ προϊέναι τὸ Πνεῦμα εἰρῆσθαι, ἵνα τὸ συναφὲς καὶ ἀπαράλλακτον δηλωθῇ τῆς οὐσίας. Πρῶτον μὲν γὰρ τὸ προϊέναι ἐνταῦθα ἀντὶ τοῦ ἐκπορεύεσθαι εἴρηται· αὐτός τε γὰρ ὁ θεῖος Μάξιμος ὁ τοῦτο εἰπὼν ἐν τῇ πρὸς Μα ρῖνον ἐπιστολῇ, ἐν τῇ εἰς τὸν Ζαχαρίαν θεωρίᾳ ἐκ πορεύεσθαι είρηκε· τὸ δ' αὐτὸ καὶ ὁ Δαμασκηνός, καὶ ἡ τῶν συνόδων ἑβδόμη. Τὸ δὲ ἐκπορεύεσθαι τὸ τὴν ὕπαρξιν ἔχειν δηλοῖ· καὶ τὸ δι' Υἱοῦ ἐκπορεύεσθαι τὸ δι' αὐτοῦ τὴν ὕπαρξιν ἔχειν. Τοῦτο δ' οὐκ ἂν δύναιτο εἶναι, μὴ καὶ τοῦ Υἱοῦ τῆς τοῦ Πνεύ ματος ὑπάρξεως ὄντος αἰτίας. Επειτα δὲ ὅτι οὐδ' ἡμεῖς λέγομεν δι' Υἱοῦ προϊέναι τὸ Πνεῦμα τὸ ταυ τὸν τῆς οὐσίας ἢ ἐστιν, ἢ δηλοῦται· οὐ γὰρ ἡμᾶς ἀναμένει καὶ τὸν ἡμέτερον λόγον ἡ θεία οὐσία τους προσώποις ταυτίζεσθαί τε καὶ κοινοῦσθαι· ἀλλὰ διότι ἐστὶ τὸ ταυτὸν τῆς οὐσίας, διὰ τοῦτο καὶ λέ γεται προϊέναι καὶ πρόεισι διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο δὲ καὶ οἱ Λατῖνοί φασι. Διὰ τὸ τὴν αὐτὴν οὐσίαν εἶναι Πατρὶ καὶ Υἱῷ, καὶ πάντα τὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν δίχα τοῦ εἶναι Πατέρα, καὶ τοῦ ἐκπορεύεσθαι ἐξ αὐτοῦ ἢ δι' αὐτοῦ τὸ Πνεῦμα
col. 589–590page 24 of 36
PG 161:589τὸ ἅγιον, τὸν Υἱὸν ἔχειν διισχυρίζονται. Τὸ δ' αὐτὸ λαβεῖν κοινωνίαν, ὡς μηδὲν ἧττον καὶ τὴν διάκρισιν τοῦτο καὶ ὁ μακάριος Κύριλλος ἐν τῷ πέμπτῳ τῶν πρὸς Ερμείαν δηλοῖ· Τίνος γὰρ ἴδιον, φησίν, εἶναι φαμεν τὸ Πνεῦμα τὸ ἅγιον; πότερον δὲ μόνον τοῦ Θεοῦ καὶ Πατρός, ἢ γοῦν καὶ τοῦ Υἱοῦ; ἢ καὶ ἀνὰ μέρος ἑκατέρου καὶ ἀμφοῖν, ὡς ἂν ἐκ Πατρὸς δι' Υἱοῦ διὰ τὴν ταυτότητα τῆς οὐσίας; Πατρὸς δηλαδή. καὶ Υἱοῦ λέγων. Αποκρίνεται δὲ & Ερμείας· Οὕτως Εγωγέ φημι, ὦ ἑταῖρε. Καὶ ὁ ἅγιος πρὸς αὐτήν Ορθώς. Διὰ τὸ ταυτόν, φησί, τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ ἀμφοῖν τὸ Πνεῦμά ἐστι, καὶ ἐκ Πατρὸς δι᾿ Υἱοῦ ἐκπορεύεται· ὅτι βούλεται ἕτερον, ἢ ὅτι διὰ τὸ ταυτὸν τῆς οὐσίας Υἱῷ πρὸς Πατέρα καὶ διὰ τοῦ Γιοῦ πρόεισι τὸ Πνεῦμα, καὶ Πνεῦμά ἐστιν αὐτοῦ, ὥσπερ καὶ τοῦ Πατρός. Τοῦτο δὲ καὶ Λατίνοις δοκεῖ. 'Αλλως τε τὸ ὁμοούσιόν τε καὶ ἀπαράλλακτον της οὐσίας οὕτως ἂν δειχθείη μάλιστα ἐπὶ τῶν θείων προσώπων Πατρός τε πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, καὶ Υἱοῦ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα, εἰ ὡς αἴτιον καὶ αἰτιατὸν ἔχουσι πρὸς ἀλλήλους· ᾗ γὰρ τοιαῦτα, κοινωνήσει τα μάλιστα ἀλλήλοις, οἰκείως ἔχοντα πρὸς ἄλληλα κατά φύσιν, διὰ τὸ αὐτὸ δὲ οὔτ δὲν ἧττον διακριθήσονται· καὶ μᾶλλον διὰ τούτου τοῦ τρόπου ἢ δι᾽ ἑτέρου, τοῦ αὐτοῦ καὶ ἑνὸς ἀμφότερα δυναμένου καὶ εἰκότως παραλαμβανομένου ἐπὶ τῶν θείων. Ωσπερ γὰρ ἐκείνοις καὶ τῇ ἑνώσει ἡ διάκρισις, καὶ τῇ διακρίσει ἡ ἔνω σις συνεμφαίνεται, οὕτως ἀνάγκη καὶ τοιαύτην ἐκεῖ ἐν ἑαυτῇ συνέχειν· καὶ πάλιν τοιαύτην διάκρισιν, ἐν ή συμπεριλαμβάνεται καὶ ἡ ἔνωσις· ὥστε ἄν τινος ἀκούσωμεν λέγοντος τῶν ἁγίων, διὰ τὴν ὁμοουσιότητα εἰρῆσθαι δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκποι ρεύεσθαι, ἐπεὶ τὴν ὁμοουσιότητα ταύτην ἡ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν σχέσις δηλοῖ, μάλιστα διὰ τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν σχέσιν νομίσωμεν αὐτ τοὺς εἰρηκέναι, διὰ τοῦ Υἱοῦ λέγεσθαι ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον. Οτι δὲ ἡ τοιαύτη σχέσις τὸ ὁμοούσιον παριστᾷ, πρὸς τοῖς λεγομένοις καὶ ὁ μέσ γας μαρτυρήσει Βασίλειος, ἐν τῇ πρὸς τὰς κανονικάς ἐπιστολῇ ταυτὶ λέγων· Ἐπεὶ γοῦν ἐστιν ἄναρ χον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον αὐτὸν εἴποιεν ἂν δι καίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν, ἀλλ᾽ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσ σεως, ὁμοούσια λέγεται. Καὶ ἐν τῷ κατὰ Σαβελλίου καὶ 'Αρειανῶν λόγῳ περὶ Πατρὸς καὶ Υἱοῦ λέγων, Οὐ γὰρ ἀδελφα, φησί, λέγομεν, ἀλλὰ Πατέρα καὶ Υἱὸν ὁμολογοῦμεν· τὸ δὲ τῆς οὐσίας ταυτὸν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱός. Εἰ οὖν διὰ τὸ ὁμοούσιον εἴρη ται διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ δ' ἔκ τινος ἂν ὁμο ούσιον εἶναι τῷ ἐξ οὗ ἐστι, καὶ τῷ μεγάλῳ Βασιλείῳ δοκεῖ, καὶ μάλισθ' ὅταν τῆς αὐτῆς φύσεως ὦσι, διὰ τὸ αἴτιον καὶ αἰτιατὸν δι' Υἱοῦ ἐκπορεύεσθαι είρηται.
Chapter VIICaput VII
col. 591–592page 25 of 36
PG 161:591ΚΕΦΑΛ. Ζ'. προφασιζομένοις περιαιρῶν. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πρὸς τὸν βασιλέα Θεοδόσιον λόγῳ, Βαπτίζοντα, ἔφη, τὸν Ἰησοῦν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ενιέντα Πνεῦμα δου λοπρεπῶς καὶ ὑπηρετικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ᾿ ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ καὶ ἴδιον αὐτοῦ· καὶ πάλιν ἐν ἄλλῳ· Νομοθετοῦντος τοιγαρ οὖν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικώς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ, νομοθετεῖ. Καὶ ἐν ἑτέρῳ, Οὐδεμίαν ἄρα, φησίν, οἶδεν ὁ Παῦλος φύσεως δια φορὰν Υἱοῦ τε καὶ ἁγίου Πνεύματος, ἀλλ' ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον, τῷ τῆς κυριότητος ονόματι καλεῖ. Καὶ ὄρα, ὅτι διὰ τοῦτό φησι τὸν Παῦλον Κύριον τὸ Πνεῦμα καλέσαι, ὅπερ ἐστὶ τοῦ Υἱοῦ ὄνομα, διὰ τὸ ἐξ αὐτοῦ εἶναι· τὰ γὰρ τῶν αἰτίων ὀνόματα τοῖς αἰτιατοῖς ειώθαμεν επιτιθέναι. Καὶ ἐν τῇ εἰς τὸν ἔννατον ἀναθεματισμὸν ἐξηγήσει, "Ανθρωπος γεγονώς, φησίν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἀπομεμένηκε καὶ οὕτω Θεὸς, πάντα ἔχων ὅσα καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατὴρ, καὶ ἴδιον τὸ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ἐμπεφυκός ἅγιον Πνεῦμα. ᾿Αλλ' οὕτω μὲν καὶ ἀπ' αὐτῆς τῆς διὰ μόνης οἱ νοεῖται τοῦ Θεοῦ καὶ Πατρὸς, πᾶσαν ἀμφιβολίαν τοῖς Ανατολικοὶ ἐδείχθησαν ἅγιοι τὸν Υἱὸν αἰτίαν φρο νοῦντες τοῦ Πνεύματος· δεικτέον δὲ ὅμως καί τινας αὐτῶν οὐδὲν ἧττον καὶ τῇ ἐκ χρησαμένους ἐπὶ τοῦ Υἱοῦ ἐν τῇ ὑπάρξει Πνεύματος. Εκείνους μὲν οὖν, ὢν τοῖς λόγοις και τις ἀμφιβολία καταλείπεται, Βα σίλειόν τέ φημι, καὶ τὸν Νύσσης Γρηγόριον, Αθα νάσιόν τε καὶ ἄλλους, παραλειπτέον τανῦν· οὐ μὴν οὐδ᾽ ἐκείνων τοῖς λόγοις χρηστέον, οι πολλαχοῦ δει κνύουσιν ἰσοδυναμούσαν τῇ ἐκ, τὴν διά· οὗτοι δ' εἰσὶν οἱ πλείους, ή πάντες προχειριστέον δὲ μόνους Κύριλλόν τε καὶ Ἐπιφάνιον, σαφέστερόν τε τῶν ἄλ λων καὶ μᾶλλον διὰ πάντων τῶν πονηθέντων αὐτοῖς λόγων αὐτῇ τῇ ἐκ χρησαμένους· ὧν τὸ ἀξίωμα ὅσον ἐν Ἐκκλησία Θεοῦ, καὶ οἱ ὑπὲρ αὐτῆς κατὰ τῶν ἀπίστων ἀγῶνες καὶ τῶν αἱρέσεων, οἱ δένα λελή βασιν. Ἐρῶ δὲ οὐ πάντα αὐτῶν, οὐδὲ γὰρ ἂν δυναίμην ἐξαριθμήσασθαι, ἀλλ᾽ ὀλίγα τε καὶ μέτρια, τὸ μῆκος ἐκφεύγων. Ὁ μὲν οὖν μακάριος Κύριλλος ἐν τῇ εἰς τὸν προφήτης Ἰωὴλ ερμηνείᾳ, τῇ, Εκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, οὕτω φησίν· "Η μὲν γάρ ἐστι Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός, γεγέννηται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ίδιον αὐτοῦ τε καὶ ἐν αὑτῷ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ Πατρός· καὶ ἐξ αὐτ τοῦ ἐστι, φησί, καὶ οὕτως ἐξ αὐτοῦ ὡς ἐπ' αὐτοῦ Εἰ δέ τις αὖθις ἀντεπάγοι τὰ τοῦ Θεοδωρήτου εἰς τοῦτον τὸν ἀναθεματισμὸν εἰρημένα, περὶ τού του καὶ πρότερον είπομεν, καὶ νῦν. αὖθις τὴν
col. 593–594page 26 of 36
PG 161:593ἐξήγησιν ἀντεστήσαμεν ταύτην, σαφῶς παριστῶσαν ἔχει μετὰ τοῦ Πατρός. Καὶ ἀνωτέρω, Τοῦ Υἱοῦ, τὴν τοῦ διδασκάλου διάνοιαν· προσέτι δὲ καὶ ἀπὸ τῆς ἀπολογίας τῆς πρὸς Θεοδώρητον τὸ αὐτὸ τοῦτο, εἴ τις εὐγνωμόνως ἀκούσεται, δεῖξαι δυνάμεθα. Έχε πορεύεται μὲν γὰρ, φησίν, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πα τρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀλλ' οὐκ ἀλλότριόν ἐστι τοῦ Υἱοῦ, πάντα γὰρ φησί, Πνεῦμα τὸ Πνεῦμα, καὶ ἴδιον αὐτοῦ, μονονουχὶ τοῦτο λέγων, ὡς εἰ καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι αὐτὸ ὁ σωτήριος φησι λόγος, ἀλλ' οὐδὲν ἧττον ἐστι καὶ τοῦ Υἱοῦ, ὡς δηλαδὴ ἐκπορευόμενον ἐξ αὐ τοῦ· καὶ ἡ αἰτία, ὅτι πάντα έχει μετὰ τοῦ Πατρός " διὰ τοῦτο γὰρ, φησί, καὶ τὸν Ἐξ ἐμοῦ λήψεται,
col. 595–596page 27 of 36
PG 161:595εἴρηται, ὅτι & λαμβάνει ἐκ τοῦ Πατρὸς λαμβάνει τὸν τῆς οὐσίας. Αρκέσει μὲν οὖν ἐκ πάνυ πολλῶν καὶ ἐκ τοῦ Υἱοῦ· οὐ μὴν ἀλλὰ καὶ τὸ Πνεῦμα Υἱοῦ καὶ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγειν τὸ ἅγιον, καὶ ἐκ τοῦ Υἱοῦ ἢ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι δηλοῦν βούλεται. Τὸ γὰρ Πνεῦμα Υἱοῦ λέγεσθαι εἴρηται ὅπως τοῖς ἁγίοις νοεῖται· καὶ ὅτι τῷ μὲν μεγάλῳ Βασιλείῳ ὡς διὰ τοῦ Υἱοῦ πεφηνός, τῷ δὲ θείῳ Μαξίμῳ ὡς έχε πορευόμενον δι' αὐτοῦ, τοῖς δὲ Πατράσι τοῖς Δυτικοῖς ὡς ἐκπορευόμενον ἐξ Υἱοῦ. Οὐκ ἂν οὖν οὐδ᾽ αὐτῷ κατ' ἄλλον ἔδοξε τρόπον Υἱοῦ λέγεσθαι Πνεῦμα, καὶ ἴδιον τοῦ Υἱοῦ, ἀλλ᾽ ἢ πάντως ὡς τοῖς ὁμόφροσιν, ὡς ἐξ Υἱοῦ δηλαδὴ, ἢ δι᾽ Υἱοῦ τὴν ὕπαρξιν ἔχον· οὐ δὲν γὰρ διαφέρει ἐξ Υἱοῦ λέγειν, ἢ δι᾽ Υἱοῦ. Καὶ γὰρ αὐτὸς ποτὲ μὲν τὴν ἐκ τίθησι, ποτὲ δὲ αὐτὴν μετ ταλαμβάνει εἰς τὴν διὰ, ὡς καὶ ἄμφω δυναμένας παραλαμβάνεσθαι. Καὶ γοῦν ἐν τοῖς πρὸς Παλλάδιον κατὰ πεῦσιν καὶ ἀπόκρισιν λόγοις, Τρεπτὸν οὔτι που τὸ Πνεῦμα, φησίν· ἢ εἴπερ αὐτὸ τρέπεσθαι νοεῖ, ἐπ' αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμείται φύσιν, εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ, οὐσιωδῶς ἐξ ἀμφοῖν, ήγουν ἐκ Πατρὸς δι' Υἱοῦ προχείμενον Πνεῦμα. Οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ πέμ πτῳ τῶν πρὸς Ερμείαν, αἰτίαν ἀποδιδοὺς τοῦ τὸ Πνεῦμα Υἱοῦ λέγεσθαι Πνεύμα, φησί· Τίνος ίδιον εἶναί φαμεν τὸ ἅγιον Πνεῦμα; Πότερον δὴ μόνου τοῦ Θεοῦ καὶ Πατρός; ἢ γοῦν καὶ τοῦ Υἱοῦ; ἢ καὶ ἀνὰ μέρος ἑκατέρου, καὶ ἀμφοῖν, ὡς ἐν ἐκ Πατρὸς δι' Υἱοῦ διὰ τὴν ταυτότητα τῆς οὐσίας; ἀποκρίνεται δὲ ὁ Ερμείας· Οὕτως ἔγωγέ φημι, ὦ ἑταῖρε καὶ ὁ Κύριλλος πρὸς αὐτόν· Ορθῶς. Ἰδοὺ καὶ αὐτ τὸς ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά φησι διὰ τὸ δι᾿ Υἱοῦ εἶναι· δι' Υἱοῦ δέ ἐστι, διὰ τὴν ταυτότητα τῆς οὐ σίας Πατρὸς καὶ Υἱοῦ· ἀλλὰ διὰ τὴν αὐτὴν ταύτην καὶ πάντα τὰ τοῦ Πατρός ἐστι τοῦ Υἱοῦ, πλὴν τοῦ εἶναι Πατήρ· οὕτως ἑαυτῷ διὰ πάντων ὁ διδάσκαλος συμφωνεί. Εν γε γαρ καὶ τὸ αὐτὸ Πνεῦμα ἐκ Πα τρὸς δι' Υἱοῦ ἐστι, μιᾷ πνεύσει πάντως ἢ ἐκπορεύσει· καὶ διὰ τοῦτό φησιν αὐτῶν ἴδιον εἶναι, διότι ἐκ Πατρός ἐστι δι' Υἱοῦ· τοῦτο δ' ἐστὶ διὰ τὸ ταυ τῶν τοῦ μακαρίου Κυρίλλου καὶ πλείστων, ὡς πλήρης πᾶσα αὐτοῦ συγγραφή, καὶ μόνα ταῦτα τὴν ἐκείνου παραστῆσαι διάνοιαν. ᾿Ακούσωμεν δὲ τὸ ἐντεῦθεν καὶ Ἐπιφανίου τοῦ θαυμαστοῦ ἐν τῷ Αγκυρωτῷ λόγῳ λέγοντος οὕτω· Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ· καὶ πάλιν· 'Αμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πατρὸς πιστεύεται Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἡ παρ' ἀμφοτέρων, ὥς φησιν ὁ Χριστὸς, Ο παρὰ τοῦ Πατρὸς ἐκπο δ ρεύεται, καὶ οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται. Οὗτος μὲν οὖν οὐδὲ περὶ χαρισμάτων διανομής πραγματ τεύεται, περὶ δὲ τῶν θείων προσώπων καὶ τῆς τούτων ὑπάρξεως τὸν λόγον ποιεῖται· εἰς μαρτυρίαν δὲ τοῦ καὶ ἐκ Υἱοῦ ἐκπορεύεσθαι, τὸ 'Εξ ἐμοῦ λήψε ται, ἔλαβεν· καὶ διδάσκε: διὰ τούτων, οὕτω τοῦ θείου Εὐαγγελίου ἀκούειν τό· Εξ ἐμοῦ λήψεται, ὡς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Καὶ ἔτι ἐν τοῖς αὐτοῖς 'Αλλ' ἐρεῖ τις· Οὐκοῦν φαμεν δύο Υἱοὺς εἶναι; Καὶ πῶς ὁ Μονογενής; Μενούν γε σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ Θεῷ; Εἰ γὰρ τὸν Υἱὸν καλεῖ, τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον Πνεῦμα, τὸ παρ' ἀμφοτέρων, καὶ τὰ λοιπά. Καὶ ἔτι· Πνεῦμα ἅγιον, πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ Πατρὸς κατὰ Υἱοῦ. Καὶ αὖ θις· ὴν γὰρ τρόπον οὐδεὶς ἔγνω τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὕτω τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ Πνεῦμα εἰ μὴ ὁ Πατὴρ καὶ ὁ Υἱός, παρ' οὗ ἐκπορεύεται, καὶ παρ' οὗ λαμβάνει. ᾿Αλλὰ σημείωσαι, ὅτι τὸ λαμβάνειν ἀντὶ τοῦ ἐκπο ρεύεσθαι ὁ ἅγιος ἐξεδέξατο ἀνωτέρω. Καὶ οὐδὲ τὸν Υἱὸν καὶ τὸν Πατέρα εἰ μὴ Πνεῦμα τὸ ἅγιον, τὸ δο ξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, δ παρά τοῦ Πατρὸς καὶ τοῦ ἐξ Υἱοῦ. Τί γένοιτ' ἂν τούτων σαφές στερον, τί δὲ καθαρώτερον; Οὐ διαρρήδην οὗτοι καὶ τὸν Υἱὸν αἰτίαν ποιοῦνται τοῦ Πνεύματος; Οὗ καὶ ἐξ Υἱοῦ διδάσκουσιν αὐτὸ ἐκπορεύεσθαι; Τί οὖν; βύ σομεν τὰ ὦτα πρὸς τοσαύτας τῶν διδασκάλων φω νάς, οὕτω μὲν οὖσας πολλὰς, οὕτω δὲ θείας, οὕτω
Chapter VIIICaput VIII
col. 597–598page 28 of 36
PG 161:597δὲ συμφώνου; ἁπάσας, καὶ τὰ τῇ προλήψει χαρίσά- Οὐ πρὸς ἀνδρῶν τοῦτο σοφῶν τε καὶ θείων, καὶ τοὺς μενοι μόνῃ τούτων ἁπάντων ἀργίαν καταγνωσόμεθα; λόγους οικονομούντων ἐν κρίσει. ΚΕΦΑΛ. Π'. Ἐπεὶ δέ τινες τῷ ῥήματι τοῦ πέμπεσθαι καὶ προχείσθαι προσκόπτοντες, ἐκ τοῦ Υἱοῦ τὰ τοῦ Πνεύματος χαρίσματα πέμπεσθαι λέγουσιν, οὐκ αὐτ τὴν αὐτοῦ τὴν ὑπόστασιν· τούτων γὰρ καὶ μετα λαμβάνειν τοὺς μεταλαμβάνοντας· ὡς ἂν γέλως ἀποδειχθῇ πᾶσα περιεργία των βουλομένων τοῖς μειρακιώδεσι τουτοισὶ λόγοις κατὰ τῆς υγιούς τῶν ἁγίων δόξης χωρεῖν, αὐτοὶ πάλιν ἡμῖν παρίτωσαν, καὶ τοῦτον τὸν λόγον ἐξελέγξοντες, καὶ ἑαυτοὺς ἑξη γούμενοι. λον εἰκόνα Θεοῦ διακεκλῆσθαι τὸν ἄνθρωπον. Εἶτ᾽ ἐφεξῆς κατασκευάζων διὰ πάντων, ὡς ἡ τοῦ Πνεύ ματος ὑπόστασις αὐτὸς ὁ Θεὸς ἦν, ὁ τὴν θείαν ἡμῖν ἐν τῇ πρώτῃ πλάσει εγχαράξας εἰκόνα, καὶ οὐχὶ χάρις τις ἀνυπόστατος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὴν δευτέραν τοῦ πλάσματος ἀνακαίνισιν διὰ τοῦ σωτηρίου τοῖς μαθηταῖς ἐμφυσήματος γενομένη διὰ τοῦ ἁγίου φησί γεγενῆσθαι Πνεύματος. Εδει γὰρ ᾧ πρότερον μὴ ὢν ἄνθρωπος γεγένηται τρόπω, τῷ θείῳ δηλαδὴ Πνεύματι αὐτῷ τῷ ἐνυποστάτῳ Θεῷ, ἀπολέσαντα. Φησί γοῦν· Εἰ γὰρ τῆς οὐσίας τοῦ Πνεύματος διεσχοινισμένη τις ἦν ἡ δι' αὐτοῦ χάρις, τί μὴ ἔφη σαφῶς ὁ μακάριος Μωϋσῆς, ὅτι παρενηνεγμένῳ τῷ ζώῳ πρὸς τὸ εἶναι, λοιπὸν ἐνεφύσησε χάριν ὁ πάντων Δημιουργὸς τὴν διὰ πνοῆς τῆς ζωῆς; Χριστὸς δὲ ἡμῖν, Λάβετε χάριν τὴν δι ὑπουργίας τοῦ ἁγίου Πνεύματος; Αλλ᾽ ὠνόμασται μὲν ἐκεῖ πνοὴ ζωῆς· ζωὴ γὰρ ἀληθῶς ἡ τῆς Φησὶν οὖν ἐν τῷ ἑβδόμῳ τῶν πρὸς Ερμείαν ὁ ν τῷ αὐτῷ καὶ πάλιν ἀναπλασθῆναι τὸν ἁγιασμὸν Ιερός Κύριλλος - Τὸ δὲ δὴ τὴν θείαν ἡμῖν ἐγχαράτο τον εἰκόνα, καὶ σημάντρου δίκην έμποιοῦν τὸ ὑπερ κόσμιον κάλλος, οὐχὶ τὸ Πνεῦμα ἐστι; Πρὸς ὅν φη σιν ὁ Ερμείας· Ναί· ἀλλ' οὐχ ὡς Θεός, φησίν ἀλλ' ὡς θείας χάριτος υπουργόν. Καὶ ὁ ἅγιος - Ούκ αὐτὸ τοιγαροῦν ἡμῖν, ἀλλ᾽ ἡ δι' αὐτοῦ χάρις ἐνσης μαίνεται. Ο Ερμείας· Εοικεν. Ὁ ἅγιος· "Ην οὖν ἀναγκαῖον, εἰκόνα τῆς χάριτος, καὶ οὐχὶ μαλ
col. 599–600page 29 of 36
PG 161:599οὕτω φησὶν ἐν κεφαλαίῳ οὗ ἡ ἐπιγραφή • "Οτι θεία φύσις τὸ Πνεῦμα· Πνεῦμα γὰρ τῷ ζῶντι Λόγῳ συντεταγμένον εἰς τὸ δημιουργεῖν, ζῶσα δύναμις καὶ θεία φύσις, ἄῤῥητος ἐξ ἀῤῥήτου στόματος κα φηνυῖα, ἀῤῥήτως κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄν θρωπον ἀπεσταλμένη, καὶ κατὰ τὸν σωματικώς ὑπὸ τοῦ Χριστοῦ δειχθέντα τύπον αὖθις ὑπ᾽ αὐτοῦ δι' ἐμφυσήσεως αποκαθισταμένη· συντρέχειν γάρ δεῖ τῇ κατ' ἀρχὴν καινότητι τὴν ἀνακαίνισιν· καὶ τὴν συνδρομὴν ἐξετύπωσεν ἐμφυσήσας, οὐχ ἕτερος ων παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα, ἀλλ' ἡ αὐτὸς, δι' οὗ θεὸς δέδωκε τὴν ἐμφύσησιν, τότε μεν μετά ψυχῆς, νῦν δὲ εἰς ψυχήν. Οὕτω καὶ οὗτος ὁ μέγας Πατὴρ ταυτὸ τοῦτό φησι τοῖς μαθηταῖς ἐνιέναι τὸν Ἰησοῦν, ὅπερ αὐτῷ τε καὶ τῷ Πατρὶ ὡς δημιουργών συνηρίθμηταί τε καὶ συντέτακται. ᾿Αλλὰ τοῦτο δε λον, ὡς ἡ τοῦ ἁγίου Πνεύματός ἐστιν ὑπόστασις· ἡ ὑπόστασις ἄρα τοῦ Πνεύματος καὶ τὴν τοῦ ἀνθρώπου πρώτην ἐδημιούργησε πλάσιν διὰ τοῦ θείου ἐμφυσήματος, καὶ τοῖς μαθηταῖς ὕστερον δέδοται, καὶ δι' αὐτῶν τοῖς πιστεύουσιν ἅπασι· καὶ αὕτη ἡ παρὶ Πατρὸς δι' Υἱοῦ, καὶ ἐξ Υἱοῦ λάμπουσά τε καὶ ἀνα βλύζουσα· οὕτω γάρ φασιν ο! Πατέρες. θεότητος φύσις· ἐνταῦθα δὲ διὰ τῆς τοῦ Σωτῆὑπὸ τοῦ Σωτῆρος, τὴν θείαν εἶναι λέγων ὑπόστασιν, ρος φωνής, Πνεῦμα ἅγιον, αὐτοῦ που κατὰ τὸ ἀληθὲς ταῖς τῶν πιστευόντων ψυχαῖς ἐγκατοικί ζοντός τε καὶ ἐνιέντος τὸ Πνεῦμα. Ταῦτα σαφής τοῦ προκειμένου μαρτυρία. Σαφέστερον δ' οὖν ὅμως ἔτι προϊὼν καὶ φανερῶς ὁ αὐτὸς ἀναιρεῖ τὸ νομίζειν ἀνυπόστατον ἡμῖν πέμπεσθαι χάριν, καὶ δι' αὐτῆς ἡμᾶς ἁγιάζεσθαι. Φησί γάρ· Ναοὶ δὲ Θεοῦ καὶ μὴν καὶ θεοὶ κεκλήμεθα, καὶ ἐσμεν. 'Ανθ᾽ ὅτου γε δή, πύθου τῶν δι' ἐναντίας, εἴπερ ἐσμὲν ἀληθῶς ψιλῆς καὶ ἀνυποστάτου χάριτος μέτοχοι; 'Αλλ' οὐχ ὧδε ἔχει. Πόθεν; Ναοὶ γάρ ἐσμεν τοῦ ὄντος τε καὶ ὑφεστηκότος Πνεύματος. Ἀλλ᾽ ἐκ μὲν τοῦ πρὸς Ερμείαν πολλῶν ὄντων, ἃ ὁ βουλόμενος ἐκεῖ θεν ἀναλεξάσθω, ἀρκέσει καὶ ταῦτα· ἐν δὲ τῇ εἰς τὸ κατὰ Ἰωάννην ἑρμενείᾳ ἔτι πολλῷ πλειόνων ὄντων τῶν εἰς ταύτην φερόντων τὴν ἔννοιαν, τίς ἂν ἁπάντων μνησθείη, ἢ ὅτῳ μεγάλη σχολή; Ἡμεῖς δ' ἐκεῖνο προκομίσομεν μόνον, ὃ ἐν τῷ ῥητῷ φησι τῷ, ὅτι οὐκ ἐξ αἱμάτων. Λέγει γάρ· Εἴπερ Θεός ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα, οὗ δὴ καὶ μετίσχειν διὰ πίστεως τῆς εἰς Χριστὸν ἀξιούμεθα, θεοὶ χρηματίζομεν, ὡς ἤδη καὶ Θεὸν ἔχοντες ἐν ἑαυτοῖς, κατὰ τό· Ενοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ἐπεὶ κατὰ τίνα τρόπον ναοί Θεοῦ ἐσμεν, εἰ μὴ Θεὸς τὸ Πνεῦμα κατὰ φύσιν ἐστίν; ᾿Αλλὰ καὶ ὁ μέγας Βασίλειος συμφώνως τῷ θείῳ τούτῳ Πατρὶ τό τε ἐξ ἀρχῆς ἐμφυσηθὲν πνεῦμα ἀνθρώπῳ, τό τε ἐν τῇ ἀνακαινίσει τοῖς μαθηταῖς Καὶ τί λέγω, Πατέρες; αὐτὸς ὁ Σωτὴρ τους τού των λόγους επισφραγίζων, τοῦτ' αὐτό φησιν αὐτὸν πέμψειν, ὅ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ οὐκ ἄλλο μὲν αὐτὸν πέμψειν, ἄλλο δὲ ἐκπορεύειν τὸν Πατέρα. Οταν γὰρ, φησίν, ἔλθῃ ὁ Παράκλητος,
col. 601–602page 30 of 36
PG 161:601τὴν αὐτὴν νοεῖν ἐφείλομεν· τὸ γὰρ ἄλλως λέγειν ἄνευ τῆς ἀπὸ τῶν λόγων ἀνάγκης, καὶ τὸ μὲν ἐκπο ρεύεσθαι τὴν ὑπόστασιν ἀπονέμειν τοῦ Πνεύματος, τὴν δὲ χάριν τῷ πέμπεσθαι, ἀλόγως ἀποκληρούντων ἐστίν. ᾿Αλλὰ τοῦτό γε οὐκ ἄν τις παραδέξαιτο. Πέμ πεται ἄρα παρὰ τοῦ Υἱοῦ, ἥτις καὶ παρὰ τοῦ Παν τρὸς τοῦ Πνεύματος ὑπόστασις ἐκπορεύεται, ὡς ἀπό τε τῶν λογίων ἐδείχθη, ἀπό τε τῶν διδασκάλων. Ὥστε καὶ τὸ ἐκ τοῦ Υἱοῦ λεγόμενον τὴν τοῦ Πνεύματος ὑπόστασιν νοεῖν δίδωσι· κἂν πηγάζειν, καν πέμπεσθαι, παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἀκούωμεν, τὴν θείαν ἐκείνου νοεῖν ἀναγκαῖον ὑπόστασιν. Πῶς δ' ἂν ἄλλως ἡ τοῦ Πνεύματος θεία ὑπόστασις ἐκ τοῦ Υἱοῦ, ἡ παρὰ τοῦ Υἱοῦ εἴη, ἢ ἀναβλύσειεν, ἢ της οὐκ ἔχω. ἐν ἐγώ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦ- Πνεύματος νοοῦμεν ὑπόστασιν, καὶ τὸ πεμπόμενον μα τῆς ἀληθείας, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τοῦτο δὲ καὶ γραμματικῶν παῖδες οὕτως ἂν εἴποιεν· Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃς παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ὃν ἐγὼ πέμψω ὑμῖν· ὡς εἶναι δῆλον ταυτὸ τοῦτο πέμψειν αὐτὸν, ὅ παρὰ τοῦ Παν τρὸς ἐκπορεύεται. Εἰ οὖν ἡ ὑπόστασις τοῦ Πνεύματ τος παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ταύτην καὶ ὁ Υἱὸς πέμπει· εἰ δὲ χάριν ὁ Υἱὸς πέμπει τὴν ἀνυ πόστατον, καὶ παρὰ τοῦ Πατρὸς οὐ τὸ Πνεῦμα, ἀλλ' ἡ χάρις ἂν ἐκπορεύσιτο. ᾿Αλλὰ τοῦτό γε πρὸς τῷ ἀδιανοήτῳ καὶ βλάσφημον. Ἐπεὶ γὰρ καθ᾿ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου τοῦ Πνεύματος δύο τινὰ κατ τηγοροῦνται, τὸ ἐκπορεύεσθαί τε καὶ πέμπεσθαι, ὡσὰν ἐφ᾽ ἑνὸς τῶν κατηγορουμένων τὸ ὑποκείμενον τοῦτο λαμβάνεσθαι δεῖ, οὕτως ἀνάγκη καὶ ἐπὶ τοῦ γάσεις, μὴ ἔχοντος ἐκεῖνον αἰτίαν; συνορᾷν ἔγωγ' ἑτέρου ληφθῆναι. Εἰ οὖν τὸ ἐκπορευόμενον τὴν τοῦ
Chapter VIIICaput VIII
col. 603–604page 31 of 36
PG 161:603Ἐγὼ μὲν οὖν ὅπερ ὑμῖν ὑπεσχόμην, διὰ βραχέων͵ ὡς οἷόν τε, πολλὰ παραλιπὼν οἴμαι τἐτελεχέναι. "Ἔδειξα γὰρ ὡς ἐνὴν μηδὲν ἐροσχρησάμενος τοῖς Ῥωμαίοις, καὶ κατ᾿ αὐτοὺς τοὺς ἁγίου: Πατέρας ποὺς ἐξ Ἔψας, τὸν Υἱὸν αἰτίαν φρονοῦντας τοῦ Πνεύ. ματος, καὶ διὰ πάντων ἀλλήλοις συμξαίνοντας". καὶ ποὺς μὲν δι᾽ Υἱοῦ ἐκ Πατρὸς, τοὺς δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον ἐχπαρεύεσθαι Βνεῦμα, αὐτοὺς τὰ φρονοῦντας, καὶ ἡμᾶς διδάσκοντας. Ὑμέτερον δ᾽ ἂν εἴη λοιπὸν, ἀσπασαμένους τὰ παρ᾽ αὐτῶν ἑνωθῆναι Ῥωμαίοις καὶ τῇ ἁγίᾳ Ἐχκλησίᾳ 'Ῥωμαίων, παντὰ φρονοῦσιν ἅπερ καὶ οἱ ατέρες ἡμῶν καὶ διδάσκαλοι. Καὶ μὴ νομίσητε μήτ᾽ αὐτοὺς μὴτε τοὺς Πατέρας αὑτῶν καὶ ἡμῶν, τοὺς ἐξ Ἑσπέρας ἁγίους ἐναντία τοῖς ἐξ ᾿λνατολῇς ἀποφέγασθαι, Θὺκ ἔστι τοῦτο, οὐκ ἔστι" πάντως γὰρ μᾶλλόν εἰσι αὐμφωνοξ, τε χαὶ ὁμόλογοι. Καὶ παρεδϑέμην ἂν ὑμῖν καὶ τὰς χρήσεις αὐτῶν ἕνεκα πείθοῦς πλείονος, καὶ τοῦ τὴν πρὸς ἀλλήλους συμφωνίαν ᾿Ανατολικῶν τε δειχθῆναι καὶ 'Δυτιχῶν, εἰ μὴ πάντας ὑμᾶς ἠπιστάμην εἰδόπᾶς τε καὶ ἀχηχοότας προχομισάνξων ᾿Λατένων" χαὶ ἅμα ἐκταθέντος εἰς μῆκος τοῦ λόγου οὐ χρὴ πλεέω προσθεῖναι" ἄλλως. τε χαὶ ἐξέσται ἀναλαδοῦσιν ἐχ τῶν δοθέντων παρὰ. Λατίνων ἡμῖν, ἀναγνῶναι, Τοῦτο δὲ μόνον ὑπομγῆσαι ὑμᾶς ἀναγκαῖον, ὅτι πάντες οἱ ἐξ Ἑσπέρας καινῇ, Ἱλάριος, Ἱερώνυμος, Δάμασος, Αὐγουστῖνοξς, ᾿Αμδρόσιος, Λέων ὁ Ἐγὼ μὲν οὖν ὅπερ ὑμῖν ὑπεσχόμην, διὰ βραχέων ὡς οἷόν τε, πολλὰ παραλιπὼν οἴμαι τετελεχέναι. "Ἔδειξα γὰρ ὡς ἐνὴν μηδὲν ἐροσχρησάμενος τοῖς Ῥωμαίοις, καὶ κατ᾿ αὐτοὺς τοὺς ἁγίου: Πατέρας ποὺς ἐξ Ἔφας, τὸν Υἱὸν αἰτίαν φρονοῦντας τοῦ Πνεύ. ματος, καὶ διὰ πάντων ἀλλήλοις συμξαίνοντας". καὶ ποὺς μὲν δι᾽ Υἱοῦ ἐκ Πατρὸς, τοὺς δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον ἐχπαρεύεσθαι Βνεῦμα, αὐτοὺς τὰ φρονοῦντας, καὶ ἡμᾶς διδάσκοντας. Ὑμέτερον δ᾽ ἂν εἴη λοιπὸν, ἀσπασαμένους τὰ παρ᾽ αὐτῶν ἐνωθῆγαι Ῥωμαίοις καὶ τῇ ἁγίᾳ Ἐχκλησίᾳ 'Ῥωμαίων, παντὰ φρονοῦσιν ἅπερ καὶ οἱ Ηατέρες ἡμῶν καὶ διδάσκαλοι. Καὶ μὴ νομίσητε μήτ᾽ αὐτοὺς μὴτε τοὺς Πατέρας αὑτῶν καὶ ἡμῶν, τοὺς ἐξ Ἑσπέρας ἁγίους ἐναντία τοῖς ἐξ ᾿λνατολῇς ἀποφέγασθαι, Θὺκ ἔστι τοῦτο, οὐχ ἔστι" πάντως γὰρ μᾶλλόν εἰσι αὐμφωνοί τε χαὶ ὁμόλογοι. Καὶ παρεδϑέμην ἂν ὑμῖν καὶ τὰς χρήσεις αὐτῶν ἕνεκα πειθοῦς πλείονος, καὶ τοῦ τὴν πρὸς ἀλλήλους συμφωνίαν ᾿Ανατολιχῶν τε δειχθῆναι καὶ 'Δυτιχῶν, εἰ μὴ πάντας ὑμᾶς ἠπιστάμην εἰδόπᾶς τε καὶ ἀχηχοότας προχομισάνξων ᾿Λατένων" χαὶ ἅμα ἐκταθέντος εἰς μῆκος τοῦ λόγου οὐ χρὴ πλεέω προσθεῖναι" ἄλλως τε χαὶ ἐξέσται ἀναλαδοῦσιν ἐχ τῶν δοθέντων παρὰ. Λατίνων ἡμῖν, ἀναγνῶναι, Τοῦτο δὲ μόνον ὑπομγῆσαι ὑμᾶς ἀναγκαῖον, ὅτι πάντες οἱ ἐξ Ἑσπέρας καινῇ, Ἱλάριος, Ἱερώνυμος, Δάμασος, Αὐγουστῖνος, ᾿Αμδρόσιος, Λέων ὁ
Chapter IXCaput IX
col. 605–606page 32 of 36
PG 161:605Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον φάσκοντας, Α μένων καὶ ἐπομένων, ὡς μηδὲν εἶναι κατ' αὐτῶν οὐκ ἂν εἴποιμεν Ρωμαίοις συμβαίνειν ταυτὸ λέο γουσι τοῦτο; 'Αλλ' οὐκ οἶδ' εἴ τις ἡμᾶς ἐπαινέσεται. Δεῖ δὲ καὶ τοῦτο εἰδέναι ὑμᾶς, ὡς ἢ οὐδαμῶς δεῖ συγγράμματα ευρισκόμενα παραδέχεσθαι τῶν ἁγίων των Δυτικῶν, ἡ εἰ ταῦτα παραδεξαίμεθα, τα φαινόμενα δεῖ καὶ τὰ περὶ τοῦ ἄρθρου τούτου λεγόμενα ἐξ ἀνάγκης συμπαραδέχεσθαι. Οὕτω γὰρ ἐν πλείστοις τόποις τῶν λόγων αὐτῶν, καὶ οὕτως ἐν πᾶσι ταῦτα διέσπαρται· καὶ τοσαύτη καὶ τοιαύτη ἐστὶν ἡ συνεχειά τε καὶ ἀκολούθησις τῶν προηγουὑποπτεῦσαι. Ἐπεὶ τούτου γε τοῦ ζητήματος καὶ τῶν λόγων τῶν περὶ τούτου ἐκ τῶν ἐκείνων λόγων ἐξαιρουμένων, οὐδὲν ἔτι λείπεται, οὐδ' ἂν ἔννοιαν τὰ λειπόμενα σώσαιεν οὕτως ἐν πλείστοις αὐτῶν τύποις ὁλόκληρα κεφάλαια και ζητήματα κεκινημένα διάφορα διὰ τούτων συνυφαίνεται πάντα τῶν λόγων. Αλλ' ἃ μὲν καὶ ὅτα περὶ αὐτοῦ εἰπεῖν ἔδει τοῦ δόγματος, ὡς ἔν γε τῷ παρόντι διὰ βραχέων προστησαμένους εἰπεῖν, ὡς ἐνὸν πρὸς ὑμᾶς εἴρη ται, καὶ οὐδὲν πλέον δεῖ προστιθέναι. ΚΕΦΑΛ. Θ. Δέομαι δὲ καὶ παρακαλῶ πάντα; ὑμᾶς, ἁγιώτα Β σῃ καὶ ὅτι πρὶν μὲν οἰκουμενικὴν σύνοδον συνελο τοι Πατέρες τε καὶ δεσπόται, σύστημα ἱερώτατον, σύλλογος ἅγιος, ταῦτα σκεψαμένους, καὶ ἀκριβῶς ἐπιστήσαντας πᾶσι, τὴν προσήκουσαν ἐξενεγκεῖν ψῆφον, καὶ ἥτις ὑμῖν μετ᾿ εὐφημίας έψεται παρὰ πάντα τὸν χρόνον, καὶ τοῖς ὀψιγόνοις ἡμᾶς παρα πέμψει μετ' εύκλείας τε καὶ στεφάνων καὶ τοῦ παρὰ πάντων ἐπαίνου. Συλλογίσασθε γὰρ πρῶτα μὲν, ὡς οὐχ ὁμοία ἡμῖν ἡ ἀπολογία ἔσται μετέπειτα, ὡς καὶ πρότερον, τῆς τοσαύτης τῶν ἀδελφῶν διαι ρέσεως, καὶ τῆς ἔχθρας τῆς πρὸς Λατίνους, οὕτω μὲν ὄντας πολλούς, οὕτω δὲ σοφία καὶ γνώσει κεκοσμημένους καὶ ἀρετῶν ἰδέᾳ παντοίᾳ, τῇ τε ἐς ψυχὴν καὶ τὴν ἐκείνης κατάστασιν καὶ βελτίωσιν ἀπαγούσῃ, τῇ τε ἐς σῶμα καὶ τὰ σωματικά αφορά θεῖν, ἐκείνοις τὸ βάρος τῆς ἀπολογίας ἐπέκειτο, νῦν δὲ συστάντος κοινοῦ συνεδρίου, καθ᾿ ἡμῶν τὰ ἐκείνων ἐγκλήματα μετεστράφη, ἂν μὴ εὐπρόσωπον ἔχωμεν αἰτίαν δεικνύναι, δι᾿ ἣν αὐτῶν διῃρέθημεν. Επειτα μέμνησθε, ἀνάγκην μὲν εἶναι συμβαίνειν τοὺς Πατέρας ἀλλήλοις, καὶ ἄλλως οὐκ εἶναι, Χριστιανοὺς ἡμᾶς ὄντας, οὐ λέγειν, οὐδὲ φρονεῖν, ἕως ἂν καὶ τὰς τῆς πίστεως ἡμῶν ἀρχὰς σώζειν ἐθέλωμεν, τοὺς δὲ Ῥωμαίους Πατέρας σαφέστατα τε καὶ φανερώτατα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, κἀκεῖνον αἰτίαν ἔχειν τοῦ εἶναι ὥσπερ καὶ τὸν Πατέρα· πρὸς τούτοις οὐδὲν ἧττον καὶ τοὺς ἐκ τῆς Ἑψας ταυτό τούτο λέγοντας ἀποδεδειγμένους, τοὺς μὲν
col. 607–608page 33 of 36
PG 161:607τῷ διὰ τοῦ Υἱοῦ λέγειν αὐτὸ ἐκ τοῦ Πατρὸς ἐκπο- Α χειρὸς ἔργον ὄντα, ἀνὰ πᾶσαν δὲ ἐσπαρμένα τὴν γῆν, ρεύεσθαι, τοὺς δὲ τῷ ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ, καὶ ἐξ ἀμφοῖν εἶναι, καὶ ἐκ τοῦ Υἱοῦ σαφῶς εἶναι διδάσκειν· καὶ ὅτι ταῦτα λέγοντες, τοῖς Ῥωμαίοις Πα τράσι συμβαίνουσι, καὶ λέγουσιν ἀλλήλοις ταυτά, ὡς ἑνὶ καὶ ταυτῷ φθεγγόμενοι Πνεύματι. Ἐπὶ πᾶσι δὲ τούτοις, καὶ ἣν ἡμῖν ἐγὼ ὑπολελειμμένην ἀπολογίαν ὁρῶ, περὶ ὧν οἱ Ρωμαῖοι Πατέρες φασί, καὶ ταύτην οὐδὲν οὖσαν εἰδότες, μᾶλλον δὲ σαφῆ γέλωτά τε καὶ παίγνιον, βουλευσώμεθα τὰ βελτίω, καὶ πρὸς ἔνωσιν ἐπειχθῶμεν, Θεῷ ἀρέσαι βουλόμενοι. Η γὰρ μὴ δεῖν δέχεσθαι φαίη τις ἂν τοὺς ἁγίους, καὶ πάντα ὑπείκειν αὐτοῖς· ἢ δέχεσθαι μὲν αὐτοὺς ἀναγκαῖον, οὐ μέντοι καὶ πλανηθῆναι αὐτοὺς ἀνθρώπους ὄντας ἀδύνατον· ἢ τό γε λοιπὸν καὶ τρί τον, εἰ καὶ πάσης ἔξω πλάνης εἰσὶ, καὶ πάντα πειστέον αὐτοῖς, ταῦτα μέντας τὰ παρὰ Λατίνων ἀνεγνωσμένα τῶν ἁγίων ῥητὰ οὐκ εἰσι γνήσια τῆς δια νοίας ἐκείνων, ἀλλὰ νόθα τινὰ καὶ παρέγγραπτα καὶ πάντα ἁπλῶς παραπεποιημένα και προσθῆκαι χειρὸς ἀλλοτρίας. ᾿Αλλὰ τῶν μὲν πρώτων οὐδὲν ὑμεῖς δέξαιθ᾽ ἂν, ἢ πάντα ἡμῶν εὐθὺς ἀνετράπη τὰ τῆς Ἐκκλησίας μυστήρια, καὶ ἐπ᾽ οὐδενὸς, καὶ βεβήκαμεν ἰσχυροῦ· τὸ δέ γε λοιπὸν καὶ τρίτον γέλως σαφής, και κατάγνωσις πρόδηλος, εἰ πάντα ἑξῆς, οὕτω μὲν τοσαῦτα βιβλία, οὕτω· δὲ τοιαῦτα νόθα ἐροῦμεν, καίτοι παλαιᾷς μὲν καὶ ἀρχαιοτάτης δι' αὐτῆς δὲ τῆς ἀκολουθίας τῶν προηγουμένων καὶ ἑπομένων δεικνύντα τὸ γνήσιον· καὶ ταῦτα τῶν ἡμε τέρων πάντων καὶ αὐτῶν τῶν ἀρχαιοτάτων, καὶ ἐπ' αὐτοῦ τοῦ πρώτου κακοῦ καὶ τῆς διαιρέσεως μὲν ἀκμῆς καὶ ἀρχῆς ἀκμασάντων, μεμνημένων μὲν τούτων, οὐδὲν δὲ ὅμως ἀντειπεῖν δυναμένων, ὅ τι καὶ ἄξιον λόγου· ἄλλως τε καὶ μηδ' ἄλλων παρ' ἡμῖν ὄντων βιβλίων, πρὸς ἃ παραβάλλοντες τὰ τῶν Δατίνων, τὸ νόθον αὐτῶν ἐφωράσαμεν ἄν. Α πάντα ἀναλογισάμενοι, καὶ πᾶσι τὸν νοῦν ἐπιστήσαντες, μὴ τὰ χείρω ἑλώμεθα, μηδὲ καθ᾿ ἡμῶν αὐτῶν τὴν ψῆφον ἐξενέγκωμεν· δεινὸν γὰρ, εἰ ἡμεῖς ἡμῶν αὐτ τῶν καταγνοίημεν μηδὲ προδῶμεν ἡμᾶς αὐτοὺς καὶ τὸ γένος, πρῶτα μὲν ἀποστραφήναι δίξαντες τὴν ἀλήθειαν, καὶ μύσαντες τοὺς ὀφθαλμοὺς πρὸς τὸ φῶ;· ἔπειτα δὲ καὶ ἐθελονταὶ αὐτοὶ καθ' ἡμῶν αὐτ τῶν τὰ δεινότατα επαγαγόντες,, καὶ πολλαπλασιάσαντες τὰ δεινά. Οσα γὰρ ἡμῖν καὶ σωματικά έν τεῦθεν ἔπεισι δεινὰ, καὶ ὡς ἰσχυρότερον μὲν τὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον ὁπλίσομεν καθ᾿ ἡμῶν, καὶ ὡς κινδυνεύει σχεδόν παντελής όλεθρος ἔσεσθαι τῶν ὑφ᾽ ἡμᾶς καὶ τὴν Ἐκκλησίαν τὴν ἡμετέραν Χριστιανῶν, καὶ τὸ ὄνομα τοῦ Χριστοῦ ἐκεῖθεν τέλειον ἐκτριβήσεσθαι, οὐδεὶς ἀγνοεῖ. Καὶ διήλθον ἂν πάντα καθ᾽ ἐν, καὶ ἐτραγώδησα τὰ ἐπιόντα τῷ γένει δεινὰ καὶ πᾶσι τοῖς ἀπὸ Χριστοῦ καλουμέν
col. 609–610page 34 of 36
PG 161:609νοις, τοῖς τε ἐν νήσοις, τοῖς τε ἐν ταῖς ἡπείροις, ή ψυχικής βλάβης ἐνώμεθα· καὶ τἀληθῆ τε καὶ εὐσε τοῖς ἐν ἀνατολῇ, ταῖς ἐν ἄρκτῳ, καὶ τοῖς ἐν δύσει τοῖς ἡμῖν ὁμογνώμοσί τε καὶ ὁμόφροσιν, οὐχ ὅσα εἰς σῶμα καὶ τὰ σωματικὰ ἀναφέρεται μόνον, οὐ τοσοῦ τον γὰρ ἂν ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ὅσα εἰς ψυχήν τε καὶ τὴν εὐσέβειαν τείνει, πάντων ἁπλῶς ἢ τῶν πλειόνων, τῶν μὲν ἑκόντων, τῶν δὲ ἀκόντων κινδυνευόντων ὑπαχθῆναι τῇ πλάνῃ, καὶ ἀποστῆναι Θεοῦ, εἰ μὴ πρὸς εἰδότας ὁ λόγος ἐγένετο, καὶ τοῦ λέγον· της μᾶλλον ἐπισταμένους. Τις γὰρ οὐκ οἶδεν ὡς μόνη μὲν ἡμῖν ἐν κινδύνοις καταφυγὴ τὸ τῶν Λατίν νων γένος κατελείπετο καὶ ἡ μετ᾿ αὐτῶν· ἔνωσις, ἐκεῖθεν ἐλπίζουσι σφᾶς αὐτοὺς ἀνακτήσεσθαι, καὶ τοὺς ἐχθροὺς καταγωνιεῖσθαι, μόνον δὲ τῷ πολει μίῳ τοῦτο φόβητρον ἦν, ἐπέχον αὐτὸν ὁπωσοῦν τῆς μανίας τῆς καθ' ἡμῶν, καὶ ἠρεμεῖν ἀναγκάζον καὶ μὴ βουλόμενον; οὗ τανῦν γυμνωθέντες, που ποτε φευξόμεθα; Τίς ἡμῖν ἔσται τῶν κακῶν λύτις ; Τίς ἀπαλλαγὴ τῶν δεινῶν; Καὶ εἰ μὲν πλάνην δογμάτων ή διαστροφὴν πίστεως τῶν Λατίνων κατεγινώσκομεν, οὐκ ἂν οὐδ᾽ αὐτὸς ὑμῖν συνεβούλευσα τὴν μετ' αὐτῶν ἀσπάσασθαι ἔνωσιν, καὶ οὕτως ἔχουσιν ὁμονοῆσαι αὐτοῖς τὰ σωματικὰ δεδιότας δεινά, καὶ προελομένους τῶν πνευματικῶν τὰ παρόντα, καὶ τῆς τῆς ψυχῆς βελτιώσεως τὴν τῶν σωμάτων ἐλευ θερίαν· ἀλλὰ πρότερον ἂν πάντα αὐτός τε ὑπέστην τὰ χείριστα, ὑμῖν ὑπεθέμην, ἢ αὐτοῖς ἐνωθῆνα: προέτρεψα καὶ τά γε τοιαῦτα συνεβούλευσα ἄν. Νῦν δὲ δέος ὑφέρπει, μὴ τὴν σωματικὴν μετὰ καὶ τῆς η φρονούντων αὐτῶν, καὶ οὐδὲν πλανωμένων περί τὴν πίστιν, εἴπερ μηδ' οἱ Πατέρες ἡμῶν καὶ αὐτῶν καὶ διδάσκαλοι, συμφωνούντων δὲ καὶ τῇ ἡμῶν Ἐκκλησίᾳ καὶ τοῖς ἁγίοις καὶ διδασκάλοις τοῖς ἐξ Εφας, ἡμεῖς ἐπὶ κακῷ τῷ σφετέρῳ διαιρεθῆναι τῶν τοιούτων ἀνδρῶν δικαιώσωμεν. Αὐτοὺς μὲν γὰρ τοῖς ἐξ Εσπέρας Πατράσιν έπεσθαι φανερῶς, καὶ ὑμεῖς οἶδ' ὅτι ἐρεῖτε· τούτους δὲ τοῖς ἐξ Εα; συμβαίνειν, ἐνταῦθα διὰ βραχέων ὡς ἑνὸν ἀποδέδεικται· ὡς εἶναι λοιπόν φανερὸν πᾶσιν, αὐτοὺς ἕπεσθαι τοῖς ἁγίοις Δυτικοῖς τε ἅμα καὶ ᾿Ανατολικοῖς κοινοῖς οὖσι Πατράσι καὶ διδασκάλοις. Ποίῳ τοίνυν δικαίω τῶν τοιούτων διασταίημεν ; Τίσιν εὐπροσώποις λόγοις τὴν αὐτῶν φύγοιμεν κοινωνίαν; Ποία ἡμῖν ἱκανὴ πρὸς Θεὸν ἔσται ἀπολογία τοῦ τοσούτου και κοῦ τῆς τῶν ἀδελφῶν διαιρέσεως, ἣν ὥστε αὐτὸς ἀγελεῖν Χριστὸς καὶ πάντας ἐνῶσαι, κατῆλθε καὶ ἐσαρκώθη, καὶ σταυρὸν κατεδέξατο, καὶ παρέδω χεν. ἑαυτόν; Ποία δὲ εἰς τὰς μετέπειτα γενεάς. ἡμῶν, μᾶλλον δὲ εἰς τὰς νῦν οὖσα;; Οὐ γὰρ οίδα εἰ καί τι τοῦ ἡμετέρου φύλου ἔσται μετέπειτα ὑπὲρ ὧν μεγάλων καὶ πολλῶν ἑκόντες αὐτοῖς συμφορῶν ἐπιφέρομεν. Μὴ, πατέρες καὶ ἀδελφοί, μὴ ταύτης τῆς γνώμης γενώμεθα· μὴ οὕτω κακῶς περὶ ἡμῶν αὐτῶν βουλευσώμεθα· μὴ λύκοι ἀντὶ ποιμένων ὀφθῶμεν τοῖς βλέπουσιν εἰς ἡμᾶς· μὴ καὶ τὰς ψυχὰς αὐτ τοῖς ἀπολέσωμεν καὶ τὰ σώματα προδόντες τοῖς πολεμίοις. Ἐγὼ γὰρ, καὶ ἔστω μοι οὗτος ὁ λόγος
Declaration of Certain...Declaratio aliquorum ...
col. 611–612page 35 of 36
PG 161:611εἰς ἀείμνη στον μαρτυρίαν τῷ γένει παντὶ, καὶ πᾶσι καὶ ἐκ νέου μοι πάντα τὸν βίον βέλτιον ἢ αὐτὸς Χριστιανοί;, ταύτης οὐκ ἄν ποτε γενοίμην τῆς γνώ μης, οὐδ᾽ ἄν ποτε προδοίην ἐκὼν τούτῳ τῷ μέρει καὶ σώματα, καὶ ψυχὰς, καὶ πίστιν, καὶ πόλεις, καὶ τάφου; πατέρων, καὶ ἐλευθερίαν, καὶ πᾶν ὅ τι τίμιον. "Α πάντα εὑρίσκω λογιζόμενος τῇ τῶν Χριστιανών διαιρέσει εψόμενα, καὶ τῇ ἀπὸ Λατί. νων ἡμῶν σὺν οὐδενὶ δικαίῳ ἀποστάσει καὶ ἐπιβλα δεῖ διαιρέσει καὶ τῇ ἔχθρᾳ τῇ πρὸς αὐτούς. Ούδε μία γάρ μοι εύλογος φαινομένη αιτία δοκεῖ, δι' ήν ἂν τὰ τοσαῦτα καὶ τοιαῦτα ἐλοίμην κακά, καὶ ἥτις ἂν ταῦτα ἀντισηκώσεις· δέομαι δὲ καὶ ὑμῶν, μάλιστα μὲν πάντας τὴν αὐτὴν ἐμοὶ γνώμην λαβεῖν, εἰ δὲ μή γε, τοὺς πλείονας· εἰ δ' οὖν, ἀλλ᾽ ἐγὼ μὲν μαρ τύρομαι τὸν ἐπὶ πάντων Θεὸν καὶ ὑμᾶς τοὺς νυνὶ παρόντας, καὶ τοὺς μετέπειτα τοῦ γένους τοῦ ἡμε τέρου, ὡς ἀπαθῶς τε καὶ ἀληθῶς καὶ ἀδόλως, ἅ μοι ἔδοξεν ἀληθῆ εἶναι καὶ δίκαια καὶ συμφέροντα, ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν παρηκολουθηκώς τῷ πράγ ματι διετέλεσα λέγων, καὶ οὐδὲν ὑπεστειλάμην εἰ πεῖν τὰ δοκοῦντα, οὐδὲ τὴν ἰδίαν ἀσφάλειαν τοῦ κοινῇ συνοίσοντος προειλόμην· ἀλλὰ τὰ ἐμὰ πάντα τῷ Θεῷ ἀναθέμενη; ὅπως ἐκεῖνος βούλοιτο ἄγειν, δ τυχόμην διαρκηκώς, τοῦ κοινοῦ ἀγαθοῦ διὰ τέλους ἐφρόντισα, καὶ πρὸς τοῦτ᾽ ἀποβλέπων, καὶ ἔδρων πάντα καὶ ἔλεγον, μετὰ τοῦ σώζειν τὴν ἐν τῇ πιο στει ἀλήθειαν, καθόσον αὐτὸς ἐδυνάμην συνιέναι καὶ τῶν σωματικῶν τῷ γένει ὡς ἑνὸν προνιῶν. Ὑμεῖς δὲ ὅ τι ἂν ὑμῖν δόξεις πράττειν, γνώμης οὖσι κυρίοις, τοῦτο ποιεῖτε. Νικη δ' όμως Θεοῦ ἡγουμένου καὶ παρ' ὑμῖν τὰ βελτίω. Εἰ δὲ τὰ χείρω κρατήσει, τῆς ἡμῶν ἁμαρτίας λελυμασμένης τοῖ; πράγμασιν, ἀλλὰ τοῦτό γε ἴστω πᾶν γένος ἀνθρώ των, καὶ ἡλικία πᾶσα καὶ τάξις, δεῖ γὰρ αὖθις ἐπισ μαρτύρασθαι, ὡς ἀναίτιος μὲν ἐγὼ τοῦ κακοῦ τοῦ τῆς διαιρέσεως, οὐκ ἐκοινώνησα δὲ ταύτης τῆς γνώ μης, οὐδὲ δικαιῶ διαζευχθῆναι Λατίνων παρὰ πᾶν τὸ ἐκ τῶν λόγων εἰκός. Οὔτε γὰρ ἐμαυτὸν πείθω, μὲ ἀληθῶς τε καὶ εὐσεβῶς δοξάζειν αὐτοὺς, καὶ ταυτὰ τοῖς ἁγίοις καὶ τῇ ἡμῶν Ἐκκλησίᾳ φρονείν" οὔτ᾽ ἀγνοῶ τὰ ἐντεῦθεν εψήμενα τῷ γένει δεινά, καὶ πάσης τραγῳδίας ἐπέκεινα· ἀλλὰ καὶ προέγνων, καὶ εἴρηκα, καὶ πᾶσιν ἐδήλωσα,καὶ ὅπως μὴ γένηται, ἐκ τῶν δυνατῶν προενόησα· εἰ δὲ μὴ ἐδυνήθην ἀνῦται, σὺ τοῦ εἰπόντος, ἀλλὰ τῶν μὴ πεισθέντων τὸ ἔγκλημα.
col. 613–614page 36 of 36
CIE
dens, eo quia ad Græcos loquebǝr, quibus illa A rores illius anathematizat'; quorum in nono contra
nota erant: sciendum, quod cum doctores dicant
Spiritum sanctum ex Patre per Filium procedere
vel profluere, et cætera simika; et et hoc appa-
reat Filium quoque Spiritus principium esse,
quod contra eos facit; his quatuor evasionibus
hanc veritatem evadere conantur. Primo namque,
cum rarissime dicant doctores, Spiritum sanctum
ex Patre per Filium procedere, sæpissime vero
mitti, profluere, prodire, emanare, scaturire, ori-
ri, et hujusmodi, fecerunt sibi hanc voluntarium
distinctionem, quod videlicet verbum procedere
duntaxat significaret hypostaticam et personalem
Spiritus sancti emanationem: cætera veré voch-
bula, charismatum et donorum ejusdem in nos
distributionen, et temporalem in mundum ejus B
missionem, quam etiamı per Filium fieri conce-
dunt. Secundo dicunt, quod ideo dicitur ex Patre
per Filium, non quia Filius est principium Spiri-
tns sǝncti, sed quia Pater et Filius sunt nomina
relativa; alterum vero relativorum non potest dici,
quin intelligatur alterum; ideo dicendo, Ex Patre,
necesse est etiam Filium nominare propter vim
ipsius relationis. Tertio, consubstantialitatem Pa-
tris et Filii causam esse aiunt, ut ex Patre per
Filium Spiritus esse dicatur: cum enim ejusdem
substantiæ sint Pater et Filius, necessario, cum
dicitur ex Patre, oportet ut dicatur etiam ex
Filio. Quarto, quia nonnunquam, rarissime tamon
el apud poetas, quibus ob angustiam metri licet
metaphorice et abusive vocabulis uti, præpositio- C
nem per aliquando repererunt idem significare
quod præpositio cum; dicunt, Spiritum sanctum
ideo dici èx Patre per Filium procedere, quia ex
Patre cum Filio simul procedit : et his modis om-
nes illas auctoritates exponunt, sive pervertunt.
Hæc nos ex ipsamet auctoritatum sententia et ra-
tionibus verissimis confutavimus, probantes hæc
non posse consistere, nec opinionibus et verbis
sanctorum doctorum convenire, prout ex ipsis
verbis clarius videtur. Præterea sciendum est,
quod in tertio œcumenico concilio sanctus Cyrillus
contra Nestorium et ejus hæresim inter alia muka
quæ sapientissime scripsit, duodecim etiam capi-
tula edidit contra hæreticos Nestorii articulos,
quæ Anathematismos appellavit, eo quod in eis er-
Nestorii errorem, qui blasphemabat Filium Dei
purum hominem esse, Spiritus sancti gratia per
participationem sanctificatum; idem sanctus Cy-
riHus Spiritum sanctum Spiritam Filii et pro-
prium Filii esse dicit. Post hæc quidam Theodo-
retus Cyri episcopus, vir quidem litteratissimus,
humanæ tamen fragilitati subjectus, superveniens
in synodum sero cum patriarcha Antiocheno
Joanne, cum reperissent jam Nestorium condem-
natum, et pro demeritis suis sede patriarchali
Constantinopolitana privatum, indignati quod eis
non exspectatis conclusum fuerat, defensionem
Nestorii susceperunt. Theodoretus igitur, tanquam
vir doctissimus, contra duodecim Anathematismos
Cyrilli alia duodecim capitula edidit; quorum in
nono, ubi sanctus Cyrillus Spiritum sanctum Filii,
et proprium Filii, dicit esse, his verbis ait: Quad
si Cyrillus Spiritum sanctum proprium Filii dicit,
tanquam consubstantialem ei, hoc vero accepta -
mus: quod si lanquam ex Filio, vel per Filium
esse et exsistentiam habentem, hoc ut blasphe-
miam ejicimus. Ad hæc totum œcumenicum con-
cilium tertium tacuit, nec increpavit Theodoretum
tanquam maledicentem: Gyrillus tamen ad ea
respondit, omniaque sua capitula aliis duodecim
novis capitulis ita denuo exponit, ut sententia
ejas, etsi nou nimis apertis verbis,clare tamen pro
nobis esse appareat. Hoc maxime Græcos oblectat,
in hoc potissimum confidunt, hoc pro maximo et
insolubili argumento putant, quod Theodoreto ne-
gante Spiritum ex Filio, vel per Filium bæbere esse
et subsistentiam, concilium totum tacuerit, nec
cum mendacii et erroris redarguerit; Cyrillus
quoque non ita aperte, ut putant. responderit ; cum
tamen sciant Theodoretum propterea condemna-
tum, et ab Ecclesia multis abhinc annis ejectum
fuisse. Ad hæc igitur tanquam notissima Græcis,
non ea latius explicando, ut in oratione videtur,
respondetur. Sed nemo de Theodoreto viro doctis-
simo doleat; suum enim recognovit errorem, et
in quarto Chalcedonensi generali concilio (super-
vixit namque ad illud usque tempus) palam eum
confessus, a sancta synode, tanquam honora-
bile membrum Ecclesiæ, susceptus et restitutus
fuis.
ORATIO DOGMATICA PRO UNIONĖ