PG 161Bessarion of Nicaea
On the Death of Empress Theodora
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 161:621Φέρεται δὲ λόγος, ὅτι πρό τερον μεταδοὺς τῶν θείων μυστηρίων τοῖς παισὶν αὐτοῦ, τῇ βασιλίσσῃ καὶ πολλοῖς συγγενέσι, καὶ οἰκείοις, ἅπαντας ἀποκεφαλισθήναι προσέταξεν, τοῦ μὴ αἰχμαλωσίας τυχεῖν. Βασιλίσσης ὄνομα ὑστάτης οὐκ οἶδα. Ηρώτησα γὰρ πολλοὺς καὶ οὐδείς μοι εἶχε λέγειν ἀληθείας βήματα, ἡ γραφὴν δείξαι. Ην ἄν τις εἴποι μηδαμῶς ἐνδοιάσας Μίμημ' ἀνεξέλεγκτον οίας εἰκόνος, Αγαλμα καλοῖς, φεῦ! ὅσοις διαπρέπον, Στήλην χαρίτων καὶ φρονήσεως ὅραν, Γένους τε κόσμον καὶ ξυνὴν πανδαισίαν. Ταύτην ὁ λυγρὸς αὑτοσὶ κρύψας τάφος Άψυχον, ἄπνουν, καὶ λόγου παντὸς δίχα Δείκνυσι πᾶσιν. "Ο ξένου μυστηρίου 1 Ταύτῃ Λατίνων ἐκ γένους βλαστησάση Ρίξης ἀνασχούσῃ τε τῆς Ἰταλίδος Γονεῖ; ἀγαθοὶ πατέρες φίλου τέκους Ωφθησαν όντες σφῶν γένει κόσμος μέγας. Ὡς οὖν ἔχουσα καὶ γένους τε, καὶ τρόπου Αρμόζεται δὴ πρὸς γάμου κοινωνίαν 'Αρην πνέοντι, καὶ φάνους ἐν ταῖς μάχαις Αἰσθήσεως θρόνῳ τε καὶ φρενῶν βάθει Δεινῷ μαχητῇ Κωνσταντίνῳ δεσπότῃ, Καταξιοῦται βασιλείου καὶ λέχους Καὶ κλήσεως πρός. Καὶ γὰρ εἶχεν ἀξίως. Συζήσασα δὲ χρόνον βραχὺν, καὶ πάνυ Τούτῳ, μετέστη πρὸς μονὰς οὐρανίους Ωδῖσιν αὐταῖς προσλιποῦσα τὸν βίον, Οπως ὀδυνῶν ἐξιοῦσα τοῦ βίου Χαρᾶς ἀλήκτου τῆς ἐν Οὐλύμπῳ τύχῃ Ην μὴ μαραίνει μηδὲ καλύπτει χρόνος, Ποθοῦσα πάντως, καὶ ἐφευροῦσα στέφος. Θ
Page scan enlarged

Notebook

Full View