Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 829–830page 1 of 19
PG 161:829ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΜΙΑΣ, ΑΓΙΑΣ, ΚΑΘΟΛΙΚΗ Σ ΕΚΚΛΗΣΙΑΣ. Τοῖς ἐν Κρήτῃ θείοις ἀνδράσι ἱερομονάχοις τε καὶ ἱερεῦς: Γεώργιος Τραπεζούντιος εὖ πράττειν ἐν Κυ ριψ. α'. Σίμων, Ιερομόναχος τῆς τῶν κηρύκων τάξεως, ζηλωτής ῶν τῶν θείων δογμάτων, ἦλθεν εἰς Ῥώμην, ἵν᾽ ὅσον δυνηθείη ἐν Κυρίῳ τοὺς Κρῆτας, ὅθεν ἐστὶ καὶ αὐτὸς, ὠφελήσεις. Καὶ πρῶτον μὲν τὴν ἔρευνάν τε καὶ κρίσιν τῶν ἐν Ἑλλάδι αἱρετικῶν ἔλαβε παρὰ τοῦ ἄκρου ἀρχιερέως· ἔπειτα δὲ καὶ γράμματα ἐδόθη αὐτῷ παρὰ τοῦ αὐτοῦ ἀρχιερέως διαλαμβά ναντα, δεῖν πάντας τοὺς Γραικῶν ἀρχιερεῖς τε καὶ ἱερεῖς μνήμην ποιεῖσθαι τοῦ πάππα ἐν ταῖς θείαις λειτουργίαις, καὶ τὸ ἅγιον Σύμβολον ἀκολούθως τῇ Ρωμαίων Εκκλησίᾳ ἐκφωνεῖν οὕτω· Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιὶν, τὸ ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον. Ἐγὼ οὖν Κρής ἂν καὶ αὐτὸς ἀγαπῶ ὑμᾶς καὶ ἐφίεμαι τῆς σωτη ρίας ὑμῶν ὡς ἰδίων πολλῷ μᾶλλον τῶν ἄλλων. Διὰ τοῦτο γράψαι πρὸς ὑμᾶς ψήθην δεῖν οὐκ ἐν σοφίᾳ λόγων ἀνθρωπίνων, ἀλλ' ἐν ἁπλότητι ἀληθείας καὶ ἀκριβείας δογμάτων, ὅσον ἐμοὶ ἐφικτόν. Πρῶτον οὖν περὶ τῆς τοῦ ἁγίου Πνεύματος θείας ἐκπορεύσεως ὀλίγα ῥητέον, εἶτα καὶ περὶ τοῦ μνημοσύνου τοῦ ἄκρου ἀρχιερέως. β'. Τὸ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος ζήτημα δηλόν ἐστιν ἅπασιν, ὡς ὥρισται παρὰ τῆς ἐν Φλωρεντία ἱερᾶς καὶ καθολικῆς συνόδου, καὶ οὐ δεῖ ἀμφισβητεῖν, ὅτι τὸ ἐκ Πατρὸς δι' Υἱοῦ ς λέγειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ αὐτό ἐστιν. Εχρήσαντο δὲ οἱ Δυτικοὶ τῆς Εκκλησίας διδάσκαλοι τῷ ἐκ Πατρὸς καὶ Υἱοῦ· οἱ δὲ τῆς Ἑψας σπανίως μὲν τὸ ἐκ τοῦ Υἱοῦ, ὡς ἐπὶ τὸ πλεῖστον δὲ τῷ δι' Υἱοῦ, τῆς Ἑλληνικῆς τοῦτο ἀπαιτούσης διαλέκτου. Τοῦ Υἱοῦ γὰρ πάντες τὸ Πνεῦμα εἶναι λέγουσι, ὥσπερ καὶ τοῦ Πατρὸς, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι ὁμολογοῦσιν, ὥσπερ καὶ παρὰ τοῦ Πατρός. Διὸ καὶ ἐξ ἀμφοῖν εἶναι, ἤτοι ἐκ Πατρὸς δι' Υιου διορίζονται. Οθεν δῆλον ὡς τὸ αὐτό ἐστι λέγειν ἐξ ἀμφοῖν ἐκπορεύεσθαι τὸ ἅγιον Πνεῦμα, καὶ ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι. Εχρήσαντο δὲ τῷ δι' Υἱοῦ οἱ ᾿Ανατολικοὶ ὡς ἐπὶ τὸ πλεῖστον, ὡς εἴρηται, ὀρθῶ; Ἑλληνίζειν τῷ λόγῳ βουλόμενοι.
col. 831–832page 2 of 19
PG 161:831"Οταν γάρ τι τρίτον τῇ τάξει, οὐ τῇ φύσει, ἐκ δύο τινῶν πρώτου καὶ δευτέρου ὡς ἀπὸ ἑνὸς ἔχῃ τὸ εἶναι, εἰ μὲν τοῦ δευτέρου μνήμην μόνον ποιοῦμεν, ἐξ ἐκείνου λέγομεν εἶναι τὸ τρίτον. Τὸ μῆλον γὰρ ἐκ τοῦ κλάδου εἶναι λέγομεν, οὐ διὰ τοῦ κλάδου, ὅταν τῆς ῥίζης οὐ μεμνήμεθα. Εἰ δέ τις καὶ τὸ ἐκ τῆς ρίζης προστιθείη, ἐκ τῆς ῥίζης ἐρεῖ διὰ τοῦ κλάδου εἶναι τὸ μῆλον. Δηλοῖ δὲ ἡ πρότασις αὕτη, ὡς ἔστι μὲν ἐκ τοῦ κλάδου τὸ μῆλον κατὰ φύσιν, καὶ ἔστιν ὁ κλάδος ἀρχὴ καὶ αἰτία τοῦ μήλου, ἀλλ᾽ οὐκ ἔχει τοῦτο παρ' αὐτοῦ ὁ κλάδος, ἀλλὰ παρὰ τῆς ῥίζης τοῦτο λαμβάνει, ὅθεν καὶ αὐτὸς ἐκφύει. Διὸ οὐδὲ δύο τις εἴπῃ ἀρχὰς τὴν ρίζαν τε καὶ τὸν κλάδον τοῦ μήλου, ἀλλὰ μίαν. Η αὐτὴ γὰρ τῆς βίζης ποιότης διαδιδομένη τῷ κλάδῳ ἔξεισιν ἐκεῖθεν εἰς μῆλον μορφωθεῖσα. Τούτου τοῦ παραδείγματος οὐδὲν τοῖς θείοις οἰκειότερον, καλῶς νοούμενον. Χρὴ γὰρ μὴ νοεῖν ἐν τοῖς θείοις οὔτε διάδοσιν χρονικήν, οὔτε διάστημα τοπικών, ἀλλ' ὁμοῦ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ὅλον τὸν Πατέρα ἐν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ τὸ Πνεῦμα ἐν Πατρὶ καὶ Υἱῷ. Οπερ πλατύτερον νῦν ἐπιδεικνύναι οὐ καιρὸς, ἵνα μὴ ἑαυτὸν εἰς ἄκραν θεολογίαν ἀνάξιος ὢν καθήσω. γ. Τὸ μέντοι ἐξ ἀμφοῖν εἶναι τὸ Πνεῦμα ο! τῆς Εκκλησίας διδάσκαλοι οὐ παρ' ἑαυτῶν κηρύττουσιν, ἀλλὰ παρὰ τῶν Γραφῶν τοῦτο λαβόντες συνεπτυγμένως, ἀνέπτυξαν τε καὶ ἐξήπλωσαν. Πνεῦμα γάρ, φησί Κύριλλος, ἀληθείας ὠνόμασται. Καὶ ἔστι Χριστὸς ἡ ἀλήθεια, καὶ προχεῖται παρ' αὐτοῦ. καθάπερ αμέλει καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ ὄντως οὐδέ που εὑρήσειέ τις ἐν τοῖ; Εὐαγγελίοις οὕτω τοῦ Πατρὸς τὸ ἅγιον Πνεῦμα λέγεσθαι, ὥστε μὴ ὀνομάζεσθαι τὸν Υἱόν. Τὸ Πνεῦμα τῆς ἀληθείας, φησὶν, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ, Ὅταν ἔλθῃ ἐκεῖνος, ὃν ὁ Πατὴρ πέμψει ὑμῖν ἐν τῷ ὀνόματί μου. Καὶ πάλιν, Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ἡμῖν παρὰ τοῦ Πατρός. "Οθεν δῆλον ὡς ἐξ ἀμφοῖν ἐστι, Πατρίς λέγω καὶ Υἱοῦ, τὸ ἅγιον Πνεῦμα. Παράκλητον γὰρ οὐδὲν ἄλλο εἰ μὴ τὸ ἓν τῆς Τριάδος πρόσωπον νπεῖν θεμιτόν. Καὶ πέμπεται παρὰ Πατρὸς καὶ Υἱοῦ. Εκεῖθεν δὲ ἐκπορεύεται, ὅθεν καὶ πέμπεται· ἐκ Πατρὸς καὶ Υἱοῦ ἄρα ἐκπορεύεται. Οἱ γὰρ χρονικός ἐπὶ Θεοῦ καὶ τῶν θείων ὑποστάσεων πλάττοντες προόδους ληροῦσιν. Οὐ γὰρ μεταβλητόν, ἢ κινητών ὅλως τὸ θεῖον, οὐδ' ἐν τόπῳ περιέχεται, οὐδ᾽ ἔστι μᾶλλον ὧδε ἢ ἐκεῖ, ἢ μᾶλλον ἄνω ἢ κάτω. Αναβαίνειν δὲ καὶ καταβαίνειν λέγεται ἀνθρωπίνως πρὸς τὰς τῶν ἐνεργειῶν ἐμφάσεις καὶ φανερώσεις, καὶ πέμπεσθαι ὁμοίως. Δηλοῦται δὲ ὅμως διὰ τῶν χρονικῶν τὰ αἰώνια. Τὸ γὰρ πέμπον πρὸς τὸ πεμπόμενον ἀξίωμα ἔχει πάντως όποιονοῦν. Ἐν δὲ τῇ ἁγίᾳ καὶ προσκυνητή Τριάδι οὐδὲν ὑποστάσεως πρὸς ὑπόστασιν θεμιτὸν ἀξίωμα νοεῖν, εἰ μὴ μόνον τὸ ἐξ οὗ. Διὰ τοῦτο οὔτε παρὰ τοῦ Υἱοῦ τὸν Πατέρα, οὔτε παρά τοῦ Πνεύματος τὸν Υἱὸν, εἰ μὴ κατὰ τὸ ἀνθρώπινον
col. 833–834page 3 of 19
PG 161:833ἀπεστάλθαι ποτὲ λέγουσιν αἱ Γραφαί. Ἐκ Πατρὸς ἄρα καὶ Υἱοῦ ἔχει τὸ εἶναι τὸ ἅγιον Πνεῦμα κατὰ τὸ θεῖον Εὐαγγέλιον. Καὶ Παῦλος δὲ, Εξαπέστειλε, φησίν, ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ. Εἶπερ οὖν Πατρὸς καὶ Υἱοῦ ἐστι Πνεῦμα, ὅπερ πολλάκις εὕρηται, δῆλον ὅτι ἐξ ἀμφοῖν πνεῖ, ἤτοι ἐκπορεύεται δ'. Οἱ δὲ λέγοντες Υἱοῦ Πνεῦμα λέγεσθα: κατὰ τὸ ὁμοούσιον ἁμαρτάνουσι. Διὰ τί γὰρ οὐδὲ τὸν Πατέρα λέγομεν τοῦ Πνεύματος, ομοούσιον ὄντα; ἢ δηλον ὅτι ὁ λέγων τὸν Πατέρα τοῦ Πνεύματος, Υἱὸν λέγει τὸ Πνεῦμα, καὶ βλασφημεῖ, καὶ ὁ τὸν Υἱὸν λέγων τοῦ Πνεύματος, μαίνεται τὸ Πνεῦμα εἰς Πατέρα μετα Γάλλων. Ωσπερ οὖν τὸ Πατήρ καὶ ὁ Υἱὸς ὀνόματα ἐστιν ὑποστατικὰ τὸν τρόπον τοῦ εἶναι τῶν ὑποστάσεων τούτων σημαίνοντα, οὕτω καὶ τὸ τοῦ Πνεύματος όνομα ὑποστατικόν ἐστι τὸν τρόπον τοῦ εἶναι τῆς ὑποστάσεως αὐτοῦ παραδηλοῦν. Ἐκ Πατρὸς ἄρα καὶ Υἱοῦ πνεῖ, ἀμφοῖν ὂν Πνεῦμα. Ἐξ ἀμφοῖν ἄρα ἔχει τὸ εἶναι, ἤτοι ἐκπορεύεται. Πρὸς τούτοις ἐκεῖνο ῥητέον, ὅτι ἐπειδὴ ὁ Υἱὸς Υἱός ἐστι τοῦ Πατρὸς ἀλη θινὸς, ἀνάγκη ἐστὶν αὐτὸν μένοντα Υἱὸν ἔχειν πάντα τὰ τοῦ Πατρός. Προβάλλει δὲ ὁ Πατήρ τὸ Πνεῦμα, προβάλλει ἄρα καὶ ὁ Υἱὸς, ὡς αὐτός φησι, Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Λήψεται δὲ ἐπὶ μέλλοντος εἶπεν, οὐχ ὅτι ἔμελλεν λήψεσθαι· οὐδὲν γὰρ νέον, ἢ ἐπείσακτον, ἢ χρονικὸν ἐπὶ Θεοῦ· ἀλλὰ τὴν οὔπω γεγονυῖαν ἐπὶ τοῖς ἀποστόλοις ἐνέργειαν, μέλλουσαν δέ. Αἱ γὰρ τῶν ἐνεργειῶν φανερώσεις χρονικαὶ πρὸς ἡμᾶς οὖσαι, καὶ κατὰ χρόνον γίνονται τε καὶ φαίνονται. Ἐπειδὴ οὖν ἔμελλε φανήσεσθαι ἡ τοιαύτη τοῦ Πνεύματος ενέργεια τοῖς ἀπο στόλοις, διὰ τοῦτο λήψεσθαι τὸν Παράκλητον παρ αὐτοῦ φησιν. Ετι, οὐκ ἔστι δυνατὸν ἀνθρώπου; ὄντας ἄλλως νοεῖν, καὶ λέγειν, ἢ διανοεῖσθαι, εἰ μὴ ἐν χρόνῳ καὶ κατά χρόνον· διὰ τοῦτο τὰ χρονικῶς λεγόμενα ταῦτα αἰωνίως νοεῖται ἐπὶ τῶν θείων. Καὶ ὅπερ ἄρα λήψεσθαι νῦν ἐκ τοῦ Υἱοῦ λέγεται ὁ Παρά κλητος αἰωνίως ἐξ αὐτοῦ λαμβάνει. Τὰ δὲ αἰώνια, προσόντα τῷ Θεῷ, πάντα δὲ αὐτῷ αἰωνίως ὅσα ἔχει, ἢ τῇ φύσει, ἢ ταῖς ὑποστάσεσιν ἁρμόζει. Τὰ δὲ λαμ βάνειν ὑπόστασιν παρ' ὑποστάσεως οὐ τῇ φύσει ἁρμόζει, τῇ ὑποστάσει ἄρα. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν, εἰ μὴ τὸ ἔχειν τὸ εἶναι τὸ λαμβάνον πρόσω τον ἐξ οὗ λαμβάνει. Τὸ δὲ τὸ εἶναι λαμβάνον ἔκ τινος ἐξ ἐκείνου ἔχει καὶ πάνθ' ὅσα ἔχει. ε'. 'Αλλ' ἐπιλήψεται με ἴσως τις καὶ μάρτυρας ἐπάξει πολλούς, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς ὑποστάσεω; μὲν τοῦ Υἱοῦ οὐχ εὕρηται λεγόμενον, ἐκ τῆς φύσεως δὲ καὶ τῆς οὐσίας τοῦ Υἱοῦ πολλαχοῦ εἴρηται παρὰ τῶν τῆς Ἐκκλησίας διδασκάλων, καὶ μάλιστα τῶν ᾿Ανατολικῶν, οὓς μᾶλλον ἡμεῖς σεβί μεθα. Ὑπέρευγε, ὦ τἄν· ὡς καλῶς ἡγωνίσω ὑπὲρ τῆς ἀληθείας. Ο γὰρ ἐκ τῆς φύσεως λέγων καὶ τῆς οὐσίας τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸν Παράκλητον ἐξ αὐτῆς τῆς ὑποστάσεως τοῦ Υἱοῦ λέγει. Οὔτε γὰρ
col. 835–836page 4 of 19
PG 161:835πρόσωπα, ἤτοι ὑποστάσεις ψιλάς χωρίς φύσεως ἐπι νοῆσαι δυνατόν, οὔτε φύσιν ἀνυπόστατον ἐπὶ πάντων ἁπλῶς καὶ τοῦ Θεοῦ αὐτοῦ. Διαφέρει δ' ὅμως ταῦτα πολλῷ, ἢ μᾶλλον εἰπεῖν ἀπείρως. Ἐπὶ γὰρ τῶν κτιστῶν ἡ φύσις οὐ καθ' αὐτήν, ἀλλ' ἐν τῷ ἀτόμι ὑφίσταται καθ᾿ αὐτὴν, διὰ τοῦτο εἷς Θεός. Καὶ τὰ θεῖα δὲ πρόσωπα οὔτε μᾶλλον, οὔθ᾽ ἧττον τῆς οὐσίας ὑφίστανται. Τὸ γὰρ μᾶλλον καὶ ἧττον οὐκ ἔχει χώ ραν ἐκεῖ, οὕτω δ' ὑφίσταται, ὥστε ἀλλήλων ἔχεσθαι. Καὶ διὰ τοῦτο ἀληθῶς Τριὰς ὁ εἷς Θεὸς, καὶ οὔτε καθόλου, οὔτε ἄτομον ἐκεῖ νοῆσαι δυνάμεθα. σύνθεσιν γὰρ ταῦτα ἐπιφέρει. Ἐν δὲ τῷ Θεῷ σύνθεσιν εἶναι ἀδύνατον. Ἀλλ᾽ ἀφείσθω ταῦτα τὰ νῦν ὑψηλοτέρας όντα θεολογίας. Ἐκ τοῦ Υἱοῦ ἄρα καὶ κατὰ τὸν ἀνθυπενεγκόντα ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον. Αλλ' εἴ τις λαμβάνειν μὲν ἐρεῖ παρὰ τοῦ Υἱοῦ τὸν Παράκλητον, ὅσα τοῖς ἁγίοις ἔμελλε φαντα ροῦν, οὐ μὴν δὲ καὶ τὸ εἶναι, ἀσεβεῖ. Εξει γὰρ ἐπίσ κτητόν τι ὁ Παράκλητος, καὶ οὐκ ἔσται Θεὸς ἀλη θ.νός. Πάντα γὰρ ὅσα ἔχει ὁ Θεὸς αἰωνίως ἔχει. Ἐκ τοῦ Υἱοῦ ἄρα ἔχει τὸ εἶναι ὁ Παράκλητος. Ἐπειδὴ δὲ πάλιν πάνθ' ὅσα ἔχει ὁ Υἱός, ἐκ τοῦ Πατρὸς ἔχει καὶ αὐτὸ τὸ εἶναι, ἐκ τοῦ Πατρὸς ἄρα ἔχει καὶ τοῦτο λαβὼν, οὐ πρότερον γενόμενος, είτ' ἐπικτήτως λαβὼν, ὥσπερ Πέτρος καὶ Παῦλος την χάριν τοῦ Πνεύματος, ἀλλ' ἐν τῷ γεννᾶσθαι παρά τοῦ Πατρὸς, πάντα φύσει δίδοται αὐτῷ τὰ τοῦ Πα τρός. Ἐκ Πατρὸς ἄρα καὶ Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ τοῦτο δὲ προσέθηκα τὸ, μένον τα Υἱόν, τὸν Υἱὸν ἔχειν πάντα τὰ τοῦ Πατρὸς, ἵνα μή τι; ἐποίσῃ, Εξει ἄρα καὶ τὸ γενναν. Οὐ γὰρ δύναται τοῦτο ἔχειν ὡς ἀντικείμενον τῷ λόγῳ τῷ υλικῷ. Ην γὰρ ἂν οὐχ Υἱὸς μόνον, ἀλλὰ καὶ Πατήρ, ὅπερ ἀδύνατον ἐπὶ τῆς Τριάδος. Τὰ γὰρ ὑποστατικά ὀνόματα μόνον, καὶ οὔτε Υἱός, οὔτε Πνεῦμα,εί μήπω τις κοινότερον ἐκλάβῃ τούνομα, καὶ ὁ Υἱὸς Υἱὸς μόνον, καὶ οὔτε Πατὴρ, οὔτε Πνεῦμα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα ἅγιον, καὶ οὔτε Υἱόῖ. Ἐπειδὴ οὖν ἀληθινό; ἐστιν ὁ Υἱὸς, ἕξει πάντως τὸ προβάλλειν τὸ Πνεῦμα καθάπερ καὶ ὁ Πατήρ. Εἰ δ᾽ οὐχ ἕξει, οὐκ ἔσται Υἱὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐδὲ Θεὸς ἀληθινός· καὶ οὕτως εἰς τὰ τῶν Εβραίων μεταπεσούμεθα, οἵτινες Πατέρα λέγοντες τὸν Θεὸν, οὐκ ἀληθινὸν Πατέρα ἔλεγον αὐτὸν, ἀλλὰ τιμῆς δήπου χάριν. Οπερ ἀναι ρῶν ὁ Σωτὴρ ἔλεγε πρὸς τὸν Πατέρα, "Εφανέρωσα σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Παρὰ τοῦ Χριστοῦ γὰρ ἀληθινὸν εἶναι Πατέρα ἐμάθομεν τὸν Θεὸν, καὶ ἔχειν Υἱὸν ἀληθινόν. Ο δὲ ἀληθινὸς Υἱὸς πάντα ἔχει τὰ τοῦ Πατρός. Ἐκ τοῦ Πατρὸς δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται κατὰ τὸ Εὐαγγέλιον· καὶ ἐκ τοῦ Υἱοῦ ἄρχ, οὐκ ἄλλῃ καὶ ἄλλῃ προβολῇ, ἀλλὰ τῇ αὐτ τῇ. Ολος γάρ ἐστιν ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ὁ Υϊδ, οὐ χρόνῳ, οὐ τόπῳ, οὐ διαστήματι χωριζόμ.. νος τοῦ Πατρός. Πῶς γὰρ ὁ ποιητὴς τούτων τούτοι; διακριθήσεται; Τὸ δὲ ἔλω, οὐχ ὡς ἐπιποσοῦν, ἀλλ' ὑψηλοτέρως νοητέον. Τήμασι γὰρ ἀνθρωπίοις ἐπὶ τῶν θείων χρώμεθα, μὴ δυνάμενοι ἄλλως αὐτὰ
col. 837–838page 5 of 19
PG 161:837σημαίνειν. Νοήμασι δὲ οὐκ ἀνθρωπίνοις, ἀλλ᾽ οἷς ἐδιδάχθημεν. ᾿Ακούσωμεν δὲ καὶ Κυρίλλου τὰ ὅμοια Θεολογοῦντος. Ἐπειδὴ γάρ ἐστι Θεός, φησὶ, καὶ ἐν Θεοῦ, κατὰ φύσιν ὁ Υἱός· γεγέννηται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρός· ἴδιον αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι. Κατὰ φύσιν ἐστὶν ἐκ τοῦ Θεοῦ, φησίν, ὁ Υἱός, ήτοι, φύσει ἐστὶν ἐξ αὐτοῦ, οὐ βουλήσει, οὐχ ὅτι οὐ βούλεται ὁ Πατὴρ τὸν Υἱόν· πῶς γάρ; περὶ οὗ φησιν αὐτός, Ἰδοὺ ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς ὃν εὐδόκησα· ἀλλ' ὅτι τὸ φύσει καὶ τὸ βουλήσει ἐπὶ τῶν θείων ἀντίκεινται πως. Φύσει γὰρ λέγομεν εἶναι τὰ ὧν ἡ φύσις καθ' αὐτὴν αἰτία· βουλήσει δὲ τὰ ὧν ἡ βούλησις. Καὶ τοῖς μὲν φύσει συνακολουθεῖ καὶ ἡ βούλησις πλὴν οὐχ ὡς αἰτία· τοῖς δὲ βουλήσει ἡ φύσις οὐ συνακολουθεί. Ἰδοὺ γὰρ φύσει τις ἀναπνεῖ, καὶ ὀδόντας ἐκφύει, καὶ βούλεται ταῦτα εἶναι αὐτῷ· ἀλλ' οὐ διότι βούλεται, διὰ τοῦτο καὶ ἔχει· ἀλλὰ φύσει ἔχων καὶ βού λεται ἔχειν. Βουλήσει δέ τις τὸν πώγωνα ξυρᾷ, καὶ εἰς τὸ ξυρῶν οὐδὲν ἡ φύσις ποιεῖ, εἰ μή τις εἴπῃ τὸ δύνασθαι τοῦτο ποιεῖν. Ομοίως καὶ ἐπὶ τῶν θείων. Φύσει γὰρ ὁ Υἱὸς ἐκ τοῦ Πατρός· καὶ τὸ ἅγιον Πνεῦ μα κατά φύσιν ἐκ Πατρὸς καὶ Υἱοῦ· δηλοῦντος τοῦ φύσει, καὶ κατὰ φύσιν, ὡς οὐχ ἡ βούλησις αἰτία, αλλ' ή φυσική δύναμις ἐνοῦσα, ἄλλῳ μὲν τρόπῳ μόνῳ τῷ Πατρὶ τῷ κατὰ γέννησιν, ἄλλῳ δὲ Πατρὶ ὁμοῦ καὶ Υἱῷ τῷ κατ' ἐκπόρευσιν. Καὶ περὶ τούτου μὲν ἀρκούντως ἤδη, μᾶλλον δὲ καὶ πλείω τῆς χρείας εἴρηται, τοσοῦτον τοῦ πόθου κινήσαντος. Πολλά γὰρ φέρεται περὶ τούτου συγγράμματα καὶ ἄλλων πολ λῶν, καὶ ἐμοῦ αὐτοῦ πρός τινας τῶν αὐτόθι εἰς Κρή την πεμφθέντα. ς'. Περὶ δὲ τοῦ δευτέρου, ὅτι χρὴ μνείαν ἐν ταῖς θείαις εὐχαριστίαις ποιεῖσθαι τοῦ πάππα, λεκτέον πρὸς ὑμᾶς, Πατέρες, τὸ ἀληθές, ὅτι ἀδύνατόν ἐστι σωθῆναι τὸν μὴ πιστεύοντα εἰς μίαν καθολικήν Εκκλησίαν. 'Η δὲ καθολικὴ μόνη τῇ τῆς Ῥώμης ἐστὶ μία· ἀδύνατον ἄρα ἐστὶ τωθῆναι τὸν μὴ πιστεύοντα εἰς τὴν Ἐκκλησίαν τῆς Ῥώμης, ἤτοι τὸν μὴ πιστεύοντα, ὡς πιστεύει ἡ τῆς 'Ρώμης Εκκλησία. ὺ δὲ μὴ παραδεχόμενος τὸ τοῦ πάππα μνημίου νον, δηλοῖ, ὅτι οὐ παραδέχεται τὴν τῆς Ῥωμαϊκή; Εκκλησίας, πίστιν· ἀδύνατον ἄρα τὴν μὴ θέλοντα μνήμην ἐν ταῖς θείαις λειτουργίαις ποιεῖσθαι τοῦ πάππα, σωτηρίας τυχεῖν. Καὶ τοῦτο πάντες οἱ ἐπ' Ἐκκλησία; τὸ Σύμβολον ἐκφωνοῦντες κηρύττουσι μὲν, οὐ νεοῦσι δέ. Ἐν γὰρ τῷ θείῳ Συμβόλῳ οἱ ἅγιοι Πατέρες πρῶτον μὲν πιστεύειν ἐκβοῶσιν εἰς ἕνα Θεὶν Πατέρα παντοκράτορα, καὶ συνάπτουσι καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἔπειτα δὲ τῆς εἰς τὴν ἁγίαν Τριάδα πίστεως ἐκφωνηθείσης, πιστεύειν φασὶν εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. Καθολικὴν Ἐκκλησίαν τὴν ἐπὶ τῆς οἰκουμένης πάσης στρατευομένην τῷ Χριστῷ, καὶ ἀπο στολικὴν λέγοντες τῷ διὰ τῶν ἀποστόλων τεθεμελιῶσθαι. Πν πῶς ἐστι δυνατὸν μίαν εἶναι ζητητέον.
col. 839–840page 6 of 19
PG 161:839τὸ σύστημα, ὡς ἐγὼ οἶμαι, τῶν Χριστιανῶν καὶ τὸ καθόλου πλῆθος πιστεύοντες. Εἰ γὰρ εἰς τὸ τοι οῦτο καθόλου τῶν Χριστιανῶν πλῆθος ἐπίστευον, καὶ πιστεύειν δεῖν ᾤοντο, καὶ τῷ ἀναθέματι καθυπέβαλλον τοὺς μὴ τὸ αὐτὸ ποιοῦντας, εἰς χίμαιράν τινα, ὡς οἱ ποιηταί φασι, παντοίαις συγκειμένην αἱρέσεσιν ἐπίστευον ἂν, ὅπερ πόῤῥω ἀπὴν τῆς ἐκεί νων πνευματικῆς χάριτος καὶ σοφίας. Τί οὖν βο λονται, ὁμολογοῦντες τὴν αὐτὴν αὐτοὶ πίστιν τηρεῖν, ἣν ἡ μία καθολική Εκκλησία κηρύττει, καὶ τοῖς ἄλλοις τὸ αὐτὸ διορίζοντες, καὶ ἀναθεματίζοντες τους μὴ οὕτω πιστεύοντας; Ὁρῶμεν γὰρ πολλὰς εἶναι καὶ διαφόρους. Ἐκεῖνοι δὲ μίαν εἶναι διισχυρίζοντας, καὶ εἰς μίαν πιστεύειν τοὺς μέλλοντας σωθῆναί Εις μίαν γάρ φασι πιστεύειν Εκκλησίαν, οὐκ εἰς διδάσκουσί τε καὶ ἐντέλλονται. Αναθέματι γὰρ πα τοῦ Χριστοῦ σταυρῷ σημειούμεθα, καὶ διὰ τοῦ θεί ν ρέδωκαν πάντας τοὺς μὴ πιστεύοντας ἀληθῶς, ὅσα περιέχει τὸ Σύμβολον. Τίθεται δ᾽ εὐθὺς μετὰ τὴν τῆς Τριάδος ἀνακήρυξιν ἡ εἰς μίαν Ἐκκλησίας ὁμολογία καὶ πίστις. Τί τοῦτο; Δρα μίαν φαί, διότι μία ἦν τὸ πάλαι τῆς οἰκουμένης ὁμολογία; Οὐδαμῶς. Τούτου γὰρ ἕνεκα τὸ Σύμβολον αὐτοῖ; συνετέθη, ἵνα οἱ μὴ τούτῳ ἐκ καρδίας ἀκολουθοῦντες, καὶ τοῦτο κηρύττοντες ἀποκηρύττωνται. Εἶ:3 τίς οὐκ οἶδε πᾶσαν σχεδὸν τὴν οἰκουμένην Αρείοι; καὶ Εὐνομίοις καὶ Νεστορίοις, καὶ πολλοῖς ἄλλοις τὸ πάλαι συνταραχθῆναι, καὶ ταράττεσθαι μέχρι τῆς σήμερον; "Οπερ εἰ μαθεῖν βούλεσθε, τὰς ἐν Κύπρῳ Εκκλησίας ἀπαριθμήσαντες γνώσεσθε. Πᾶσαι γαρ φασι πιστεύειν εἰς μίαν, ἁγίων, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν· καὶ πᾶσαι ψεύδονται πλὴν μιᾶς. Τί γοῦν βούλονται οἱ θεῖοι Πατέρες εἰς μίαν πιστεύειν διορίζοντες Εκκλησίαν; "Η δήλον ὅτι τὰς πολλὰς φεύγοντες, ὡς καλῶς εἰδότες ἐπικινδύνους αὐτὰς εἶναι, εἰς μίαν τοὺς πάντας συνωθοῦσιν. Ο δὲ τὰ πολλὰ φεύγων ὡς ἀπωλείας αίτια, εἰς ἐν δὲ καταφεύγων, ὡς μόνον σώζειν δυνάμενον, εἰς ὡρισμένον τι καταφεύγει. Τὰ γὰρ πολλὰ ἀόριστα εἶναι δύναται, τὸ δὲ ἂν εἰς ὅ τις καταφεύγει, καὶ ὅπερ ὡς σωτηρίας αἴτιον τιμᾶται καὶ σέβεται, ὥρι σται πάντως. Ὥρισται ἄρα καὶ ἡ μία καθολική Εκκλησία, ήτοι ὡρισμένως γινώσκεται παρὰ τῶν εἰδότων, καὶ γνωσθῆναι δύναται παρὰ τῶν εἰδέναι ζητούντων. Οφείλομεν δὲ πάντως ζητεῖν ὅσοι τῷ βαπτίσματος ἀνεγεννήθημεν. ζ'. Τίς οὖν αὕτη; Δῆλον ὅτι ἡ τῆς Ῥώμης. Καὶ πόθεν, εἴποι τις ἂν, τοῦτο γενήσεται τοῖς ζητοῦσι φανερόν; Πρῶτον μὲν ὅτι αὐτὸς ὁ Χριστὸς τῷ Πέν τρῳ ἐξόχως τὰς τῆς βασιλείας τῶν οὐρανῶν ἐχαρίσατο κλεῖς, Σὺ εἶ Πέτρος, λέγων, καὶ ἐπὶ ταύτῃ τῇ πέτρα οικοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾄδον οὐ κατισχύσουσιν αὐτῆς. "Οτι δὲ περὶ τῆς Ρωμαϊκῆς Ἐκκλησίας ταῦτα εἴρηται τῷ Σωτήρι, δῆλον. Μένης γὰρ ταύτης οὐ καταρρεύσουσι τρία
col. 841–842page 7 of 19
PG 161:841τῇ τοῦ Χριστοῦ χάριτι αἱ πύλαι τοῦ ᾅδου, αἱ μεχθη καὶ τῶν αἱρετικῶν γλῶσσαι, αἱ λαλήσασα: εἰς τὰ τοῦ Θεοῦ ὕψος ἀδικίαν. Ετι, μετὰ τὸ μυστικὸν ἐκεῖνο δεῖπνον, ὥσπερ διατιθέμενος ὁ Σωτὴρ πρὸς τὸν Πέ. τρον ἐπιστραφεὶς ἔφη· Ιδού, Σίμων, ὁ Σατανᾶς ἐζήτησε πάντας ἡμᾶς ὡς τὸν σῖτον σινιάσαι ἐγὼ δὲ ἐδεήθην ὑπὲρ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πί στις σου. Σὺ δὲ ἐπιστραφείς ποτε, στήριξον τοὺς ἀδελφούς σου. Ἐπιστῆσαι δὲ χρὴ ὅτι τῷ Πέτρῳ μόνῳ, καὶ δι' αὐτοῦ τῇ τῆς Ῥώμης Εκκλησία δέδο ται αὕτη ἡ χάρις. Πόθεν δῆλον; Πρῶτον μὲν, ὅτι πάντας ἠβουλήθη ὁ Σατανᾶς σινιάσαι, ὑπὲρ μόνου δὲ τοῦ Πέτρου δεηθῆναί φησιν. Εἶτα δὲ τῷ Πέτρῳ ἐμφαντικώτερον ἐπιτάττεται ἐπιστρέφεσθαι καὶ στη ρίζειν τοὺς ἰδίους ἀδελφοὺς, ὅπερ οίδαμεν μηδαμῶς ἐπισυμβῆναι τῷ Πέτρῳ, ἀλλὰ τοῖς διαδόχοις αὐτοῦ. Τοῖς διαδόχοις ἄρα τοῦτο διὰ τοῦ Πέτρου ἐπιτέτακται. ύπερ πολλάκις μὲν καὶ πρότερον γεγενήσθαι ἀνέγνωμεν, καὶ ἐφ' ἡμῶν δὲ ὅτην κατεβάλλετο Ευ γένιος ὁ μέγας σπουδὴν εἰς τὸ ἓν συνάξαι τὰς Έχε κλησίας, καὶ ἐλευθερῶσαι τὸ γένος ἡμῶν, πάντε; οἴδατε. Οὕτως ἡ μὲν τῆς Ῥώμης πολλάκις ἐπι στραφεῖσα ἐστήριξε τὰς ἑτέρας· ταύτην δὲ αἱ ἄλλαι οὐδέποτε. Διατί; Διότι ὁ Σωτὴρ μόνῃ τῇ τῆς Ῥώμης ταύτην ἐδωρήσατο τὴν χάριν, δεηθεὶς ὡς ἄνθρωπος, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις αὐτῆς. Ἔτι, μέλλων ἀνέρχεσθαι εἰς τοὺς οὐρανοὺς ὁ Χριστὸς, τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ, Πέτρε, φιλεῖς με, τὸ τρίτον τῆς ἀρνήσεως ἐξιάτατο πρῶτον. Εἶτα ὁμοῦ παρόντων καὶ ἄλλων τὰ ἴδια πρόβατά τε καὶ ἀρνία, πιστοὺς καὶ © κατηχουμένους, ἢ νεοφύτους, ὡς οἶμαι, παρακατέθετο, καὶ βόσκειν τῇ ὀρθοδοξία προσέταξεν. Ἐξ ὧν πάντων δῆλον ταύτην, ἵνα μὴ σύγχυσις ᾗ ἐν ταῖς Εκκλησίαις, πρώτην παρ' αὐτοῦ τοῦ Χριστοῦ τετά. χθαι. Πρῶτον μὲν οὖν, ὡς δέδεικται, τὴν 'Ρώμης εἶναι τὴν μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Εκκλησίαν τὰ ἱερὰ λόγια διδάσκει· ἔπειτα καὶ ὅτι ὡρισμένως οὐδεμίαν ὀνομάσαι δύναιτ' ἄν τις εὐλό γως εἰδὼς τί λέγει πλὴν αὐτῆς. Πρὸς δὲ τούτοις καὶ πᾶν πλῆθος οὐδὲν, ᾗ πλῆθος, ποιεῖν δύναται, ἀλλ' ᾗ ἀνάγεται εἰς ἕν, ἐν δι' αὐτοῦ γινόμενον ἐνεργεῖ· καθὸ γὰρ πλῆθος, εἰ ἐνεργῆσαι κατά τι βουληθείη, οὐδὲν ποιήσει, ἀλλὰ συγχυθέν διαφθαρήσεται. Ἰδοὺ γὰρ ὁ στρατὸς ἀπολέσας τὸν στρα τηγόν, οὐδὲν ᾗ στρατὸς πράξει ποτέ, ἀλλ' ὡς πλῆ. θος άτακτον. ἄλλοσε ἄλλου βαδίζοντος οιχήσεται πάντως καὶ ἀφανισθήσεται. Δεῖ ἄρα ἐν εἶναι τὸ πλῆθος, εἰ μέλλει συνίστασθαί τε καὶ συντηρεῖσθαι, καὶ ἐνεργεῖν. Γίνεται δὲ πᾶν πλῆθος ἓν οὐκ ἄλλως ἀλλ᾽ ἢ μόνον ἀναγόμενον εἰς ἓν μονοειδές, ὥσπερ ὁ στρατὸς εἰς τὸν στρατὸν, εἰς ὃν ἀφορῶντες ἐνοῦνται ὥσπερ οἱ πλέοντες εἰς τὸν κυβερνήτην ἀποβλέποντες, καὶ ἐν δι' αὐτοῦ γινόμενοι σώζουσι τὴν ναῦν. Καὶ ἡ πόλις δὲ μία, ὅτι ὁ ἄρχων εἷς. Καν γὰρ δη μακρατουμένην τὴν πόλιν εἶναι θῶμεν, ἀλλ᾽ εἰς τοῦ δήμου πάντως προστήσεται ἄρχειν λαχών. Καὶ οὐ μόνον ἐπ' ἀνθρώπων τοῦτο, ἀλλὰ καὶ ἐπὶ ἀλόγων.
col. 843–844page 8 of 19
PG 161:843Ενὶ γὰρ γεράνῳ ἀκολουθοῦντες οἱ πολλοὶ γέρανοι εὐτάκτως πέτονται, καὶ κριῷ ἑνὶ τὸ τῶν προβάτων πλῆθος εἰς ἐν ἀνάγεται ποίμνιον, καὶ ταῦρος εἰς μίαν ποιεῖ ἀγέλην βοῶν. Πᾶν οὖν πλῆθος μὴ ἐνού μενον ἑνὶ ἐμοειδεῖ, οὐδὲν ἄλλο εἰ μὴ σύγχυσίς ἐστι καὶ φθορά, ἄνθρωποι ἀνθρώπῳ, βόες βοί, προβάτῳ πρόβατα, οἱ γέρανοι γεράνῳ, καὶ ἐπὶ ἰχθύων ὁμοίως τὰ κατ' ἔσχατον εἶδος ἀεὶ λαμβανόμενα. Επιπάντων γὰρ τοῦτο θεωρεῖται· διότι ἀνάγκη ἐστιν οὕτω για νεσθαι. Τὰ γὰρ φύσει κατὰ ἀνάγκην· τὸ δὲ πλῆθος φύσις ἐστὶ, τὸ τέμνεσθαι εἰς πολλὰ καὶ μερίζεσθαι, καὶ συγχεῖσθαι, καὶ τέλος διαφθείρεσθαι, εἰ μή τινι τῶν ὁμοειδῶν ἐνοῖτο. Οὐδὲν ἄρα ποιήσει τὸ πλῆθος, ᾗ πλή θος, ἀλλ' ᾗ ἐν, συντηρεῖται καὶ ἐνεργεῖ. Οὐ δύναται δὲ λέγεσθαί τε καὶ εἶναι ἓν τὸ πλῆθος μὴ διὰ τοῦ ὁμοειδούς συναγόμενον καὶ ἐνούμενον. Τούτων οὕτως ἐχόντων ἀνάγκη ἐστὶ καὶ τὴν καθολικὴν Ἐκκλησίαν μίαν οὖσαν, εἰς μίαν γὰρ πιστεύειν ἡμᾶς ὀφείλειν τῷ Συμβόλῳ μανθάνομεν, ὁμοειδεῖ τινι μίαν εἶναι. η'. Ἐκκλησίᾳ τινὶ ἄρα μία ἔσται ἡ καθολική Εκ κλησία, ὅπερ ἔσται δῆλον ἀρξαμένοις ἀνώτερον.. Εκκλησία οὖν ἐστιν ὀρθοδόξων Χριστιανῶν πλῆθος εἰς ἕνα Χριστιανῶν ὀρθόδοξον ἀναγόμενον, ἂν καὶ τῶν ἄλλων προέχειν δεῖ καθὸ Χριστιανῶν. Οὕτως γὰρ ἐπὶ πάντων ἔχει τῶν μὴ δημοκρατουμένων. Ο γὰρ προηγούμενος τῆς ἀγέλης ταῦρος μεγέθει τῶν ἄλλων, ἢ ἔστιν ὅτε καὶ κάλλει προέχει. Καὶ τὸν στρατηγὸν δὲ πολλῷ τῶν ἄλλων προέχειν χρὴ τόλμη καὶ ἐμπειρίᾳ πολέμων. Οἱ μέντοι δημοκρατούμενοι τοῦτο περιφρονοῦσι, κατακρατοῦντες τῆς φύσεως, ἤπερ τὸν κρείττονα τῶν χειρόνων ἄρχειν ἐθέλει. Οὐ γὰρ τοῦ καλοῦ, ἀλλὰ τοῦ ἡδίστου φροντίζουσι. 19 κεῖ μέντοι ἐπὶ τῶν γεράνων οὐκ ἀληθεύειν. Προτ γεῖται γὰρ οὐχ ὁ κρείττων, ἀλλὰ τῇ τάξει δεύτερος. “Η οὐδὲ τοῦτο ἐκπίπτει τοῦ καλοῦ καὶ τῆς φύσεως. Ο γὰρ δεύτερος τῇ τάξει μᾶλλον τῶν ἑπομένων τῇ ὄψει που πέτεσθαι δεῖ, ἐμυήθη. Τοῦτο ἄρα καὶ ἐν τῇ Ἐκκλησίᾳ τηρεῖν δεῖ. Διὸ καὶ τὸν Χριστιανὸν, εἰς ὃν ἀναγόμενον τὸ πλῆθος εἰς μίαν Ἐκκλησίαν συνάγεται, τῷ τῆς ἱερωσύνης κοσμοῦμεν βαθμῷ, καὶ ὡς κρείττονα τιμῶμέν τε καὶ σεβόμεθα, ὡς δή θεν ἅγιον ἀρετῇ τε καὶ τῇ τῶν θείων ἐπιστήμῃ, ή εἰ μηδὲν ἄλλο, τῷ τῆς ἱερωσύνης χρίσματι. Οὕτως Εκκλησία μία συνίσταται ἡ μικροτάτη, παροικία μὲν παρὰ τῶν νῦν Λατίνων, παρ᾽ ἡμῶν δὲ ἐνορία καλουμένη, ὡς ἑνὶ τῷ μικροτάτῳ ὄρῳ περιεχομένη. Ἐπειδὴ δὲ ἐνορίαι πολλαί εἰσι, καὶ πολλαὶ αἱ τοιαῦται Εκκλησίαι, δεῖν δὲ ἀπεδείξαμεν ἀεὶ τὸ πλῆθος εἰς ἐν συνάγεσθαι τῷ ὁμοειδεῖ, φυσικαῖς ἀνάγκαις κινούμενοι, τὰς πολλὰς ἐνορίας μίαν ἐπισκοπικὴν Ἐκκλησίαν ποιοῦμεν, τῷ ἐπισκόπῳ πάσας ἐνοῦντες. Ομοίως καὶ τὰς πολλὰς ἐπισκοπάς, μητρόπολιν μίαν ποιήσαντες, τῷ ἑνὶ μητροπολίτῃ πάσας εἰς ἐν συνηγάγομεν. Πάλιν δὲ τὰς μητροπόλεις μια πατριαρχική Εκκλησίᾳ συναρμόσαντες ἐν! τριάρχη εις μίαν μεγάλην Εκκλησίαν συνήψαμενο παι
col. 845–846page 9 of 19
PG 161:845ὡς εἶναι τὴν ἀρχιερατεύουσαν Εκκλησίαν ἐκκλησιῶν πλῆθος εἰς μίαν Ἐκκλησίαν διὰ τοῦ ἀρχιερέως ἐνούμενον. Ἐπειδὴ δὲ πέντε πᾶσαί εἰσιν αἱ μεγά λαι Ἐκκλησίαι, Ρώμης, Κωνσταντινουπόλεως, 'Αλε ξανδρείας, Αντιοχείας, Ἱεροσολύμων, δεῖ πάντως καὶ ταύτας μια συνάγειν,μᾶλλον δὲ ἀνάγκη ἀναγκάζει φυσικὴ εἰς τοῦτο συνωθοῦσα, ἵνα μία οὖσα ἡ καθόλου Εκκλησία δύνηται τὸν λόγον τῆς ἀληθείας ὀρθοτομεῖν. Δέδεικται γὰρ, μηδὲν τὸ πλῆθος ἐργάζεθα: δύνασθαι. θ. Τίνι οὖν τῶν πέντε εἰς μίαν αἱ πέντε συνά γονται; Δηλονότι τῇ πρώτῃ. Ηδη γὰρ ἐδείχθη πρωτεύειν ἀεὶ τῶν πολλῶν τὸ συνάγον ταῦτα εἰς ἓν καὶ ἐνοῦν. Αὕτη δέ ἐστιν ἡ τῆς Ῥώμης. Καὶ τοῦτο παρὰ πάντων ἁπλῶς τῶν Χριστιανῶν δέδοται. Ἐπειδὴ οὖν διὰ ταύτης ἡ καθόλου Εκκλησία έχει τὸ εἶναι μίαν, ὅταν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀπο στολικὴν Ἐκκλησίαν λέγωμεν, πάντως μίαν εἶναι διὰ τὸ ἔπεσθαι τῇ τῆς Ῥώμης Εκκλησίας ὁμολογίᾳ νοήσομεν ὀρθῶς κρίνοντες. Οστις ἄρα οὐχ έπεται τῇ τῆς Ῥώμης Εκκλησίᾳ, ἐξώκισται τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, τῷ ἀναθέματι ὑποπεσὼν εἰς ὄρη καὶ εἰς ἐρημίας ἀποπλανᾶται, καὶ βάραθρα, καὶ τόπους οἰκεῖ, οἷς οὐκ ἐπισκοπεῖ Κύριος. Βλέπετε γὰρ ὡς οὐκ ἐμὲ ταῦτα, ἀλλ' ἐκ τοῦ ἱεροῦ Συμβόλου, καὶ τῶν τὴν Εκκλησίαν διαταξάντων ἁγίων Πατέρων, καὶ τῆς φιλοσοφίας, ἤτοι τῆς τῶν πραγμάτων συνήχθη φύ σεως, ήτις μέγα βοᾷ οὐκ ἄλλως, ἀλλ᾽ ἢ ἑνὶ ὁμοειδεῖ συνάγεσθαι δύνασθαι τὸ πλῆθος εἰς ἕν. Πρόδηλον δὲ καὶ τυφλῷ, ὡς πολλαί εἰσιν ἐκκλησίαι· πέντε γὰρ αἱ μεγάλαι, ὥστε μιᾷ ταύτας εἰς μίαν συνάγειν ἀνάγκη. Τίνι ἄρα τῶν πέντε εἰς μίαν τὰς πάσας ἀνάξομεν; Τίνι; ὢ τῶν συμφορών! οὐκ ἔστι δυνατὸν ἄλλην νυνὶ λέγειν, οὐ γὰρ ἔστιν ἄλλη, ἀλλὰ πᾶσαι ὑπὸ τοῦ Μαχούμες καταποθεῖσαι μόνην κατέλιπον τὴν τῆς Ῥώμης. Εἰ γὰρ καὶ ἴχνος τι και ταλελείφθαι τῶν τεσσάρων μεγάλων θρόνων δοκείη, ἀλλ' ἐπικίνδυνόν ἐστι καὶ λίαν φοβερὸν, τοῖς ἀγραμμάτοις καὶ βεβαρβαρωμένοις ἀνθρώποις θαῤῥεῖν, καὶ ἐξ ἐκείνων ἠρτεῖσθαι τὴν ἡμετέραν σωτηρίαν, ου; οἴδαμεν μὴ δύνασθαι διακρίνειν τὰ τοιαῦτα. Πῶς γὰρ τὰς θείας νοήτουσι Γραφάς, οἱ μηδὲ κἂν γράμματα εἰδότες, οἱ μηδὲ κἂν ἀναγινώσκειν τὰ γε γραμμένα μαθόντες; Πῶς λύσουσι τοὺς ἁμαρτήσαντας καλῶς, ἢ δήσουσι, μὴ εἰδότες ὅλως, τί ἐστιν ἁμαρτία; Εἰ γὰρ πολλάκις καὶ οἱ ἐν τοῖς τοιούτοις δει νοὶ ἀμφισβητοῦσιν ἔν τισι, τί περὶ ἐκείνων χρὴ νομί ζειν τῶν μακρὰν ἀπὸ τῆς γνώσεως τῶν θείων κανόνων ἀπῳκισμένων, οὓς ἐγὼ νομίζω μηδὲ κἂν ἕνα ποτὲ ἀνα γνῶναι κανόνα; Η δῆλον ὅτι πολλὰ τῶν ἁμαρτημάτων ἀρεταὶ, καὶ τῶν σπουδαίων ἔνιαι, καὶ ἐπαινετῶν πρά ξεῶν ἁμαρτήματα αὐτοῖς νομισθήσεται, καὶ οὕτως ἀνα τραπήσεται τὰ καλὰ εἰς κακὰ, καὶ τὰ κακὰ εἰς καλά; Ὥσπερ γὰρ τὸ καλὸν οὐ καλὸν, εἰ μὴ καλῶς γένηται, οὕτω καὶ τὸ κακὸν οὐ πάντη κακόν, ὅταν μὴ κακῶς γένηται. Πόθεν οὖν ταῦτα ἐκεῖνοι διακρίνοιεν, μήτε
col. 847–848page 10 of 19
PG 161:847Λ τὴν ἔξω, μήτε τὴν ἡμετέραν, καὶ θείαν σοφίαν γίαν. Ἐπεὶ δὲ καὶ ἡ τῆς Ῥώμης Εκκλησία μία ἀσκήσαντες; 'Αλλὰ καὶ οἱ ἀπόστολοι, φασίν, μὴ εἰδότες γράμματα, ἐφωτίσθησαν τῷ Πνεύματι. Καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Αντώνιος ἄριστα λέγεται νοή σαι τὰς θείας Γραφάς, μηδὲ ἀναγινώσκειν γράμματα μαθών. Αποστόλους καὶ ᾿Αντώνιον εἰπὼν, κατὰ σοῦ καὶ ὑπὲρ τῆς ἀληθείας ἡγώνισαι. ι'. Ἐπειδὴ οὖν μία ἐστὶν ἡ καθολική Εκκλησία, καὶ μία τῇ τῆς Ῥώμης, ὡς καὶ ὁ λόγος ἀπέδειξε, καὶ τὰ πράγματα πείθεσθαι καὶ μὴ θέλοντας ἀναγ κάζει, πάντως δεῖ πάντας καὶ ὑμᾶς τῶν ἄλλων μᾶλλον ὡς φρονιμωτέρους εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν πιστεύοντας, μ'α εἶναι τὴν καθόλου τῇ τῆς Ρώμης ὁμολογεῖν, καὶ τὰ κυρωθέντα συνοδικῶς πιστεύειν τε καὶ κηρύττειν, οὕτω τοῦ ἄκροῦ ἀρχιερέως διορίζοντος. Πρὸς τού τοις ἀνάγκη ἐστὶ τὸν εἴς τι πιστεύοντα εἰδέναι ὡρισμένως, ὅσον αὐτῷ ἐφικτόν, πῶς πιστεύει, καὶ τί, καὶ διατί. Ὅτι μὲν οὖν εἰς μίαν χρὴ ἐκκλησίαν πιστεύειν, οίδασι πάντες Χριστιανοί, καὶ οὐδὲ τῶν αἱρετικῶν τις τοῦτο ἀρνήσεται· πῶς δὲ μία, ὀλίγοι οίδασι. Λέγουσι δ' ὅμως μίαν τὴν ᾗ αὐτοὶ κατακολουθοῦσιν ὡρισμένως, ὥσπερ καὶ ὑμεῖς πρόσ τερον τῇ τῆς Κωνσταντινουπόλεως, καὶ ἄλλοι άλ λαις. 'Ο δὲ λόγος ἀπέδειξε, καὶ τα πράγματα διά τῶν συμφορῶν κηρύττει, μίαν εἶναι τὴν καθολικὴν Εκκλησίαν οὐδεμιᾷ τῶν Ἐκκλησιῶν ἄλλῃ, εἰ μὴ μόνον τῇ τῆς 'Ρώμης. Αναθέματι ἄρα υπόκειται ὁ μὴ ταύτῃ ἑπόμενος, μηδὲ πιστεύων ὡς οὗτη. Πᾶσα γὰρ αἱ ἅγια: καὶ καθολικαὶ σύνοδοι, ἀπὸ τῆς δευτέρας εὐθὺς ἀρξάμεναι, τῷ ἀναθέματι παραδιδόασι πάντας τοὺς μὴ εἰς μίαν Ἐκκλησίαν πιστεύοντας καθολικὴν καὶ ἁγίαν, μίαν δὲ εἰπόντες, ὡρισμένως μίαν ἐνόησαν. Εἰ γὰρ μὴ ὡρισμένως, ἀορίστως ἄρα ὅπερ πάσης ἐστὶ βλασφημίας μεστόν. Πῶς γὰρ εἰς μίαν πιστεύεις, μὴ εἰδὼς εἰς τίνα; Αρα εἰς τὴν καθόλου τῆς οἰκουμένης πιστεύειν λέξεις; Εσται σοι ἄρα καὶ ὁ ᾿Αρμένιος ὀρθόδοξος, καὶ ὁ Αἰθίων, καὶ οἱ τὰ Σεργίου δοξάζοντες Ινδοι, καὶ Μονοθελῆται, καὶ οἱ τὴν θεότητα σταυροῦντες αὐτήν. Μίαν οὖν λέγοντες τὴν καθολικὴν Ἐκκλησίαν, δεῖ εἰδέναι φαμὲν καὶ τίνι τῶν Ἐκκλησιῶν ἐστι μία. Τῷ ὁμοειδεί γάρ ἐστι πᾶν πλῆθος ἔν. Ἔστι δὲ μία ἡ καθολικὴ τῇ τῆς Ῥώ μης ὡς ἀπεδείχθη. Ταύτῃ ἄρα δεῖ ἔπεσθαι τόν γε ὡς ἀληθῶς ὀρθόδοξον κατὰ τὴν τῆς πίστεως ομολο ἐστὶν, ἔσται καὶ αὐτὴ μία τῷ αὐτῆς ἀρχιερεῖ. Τούτῳ γὰρ τὸ ἐν αὐτῇ πλῆθος ἱερέων τε καὶ ἐπισκόπων καὶ ἀρχιερέων εἰς ἓν συνάγεται, καὶ κατὰ τοῦτο Ῥώμη; ἀρχιεπίσκοπος καὶ ἀρχιερεὺς λέγεται. Καθ' δὲ ἡ καθόλου τῆς οἰκουμένης Εκκλησία εἰς ἐν διὰ τοῦ Ῥώμης συνάγεται, οὐ Ρώμης, ἀλλ' ἄκρος καλεῖται ἀρχιερεύς. Διὰ τοῦτο τὸν μὴ ὁμό δοξον τῷ ἄκρῳ ἀρχιερεῖ ὡς ἀρνούμενον τὴν μίαν καθολικὴν Ἐκκλησίαν ἀποβλητέον, ὡς σεσηπός μέσ λος. Οὐχ ὁμοδοξεῖ δὲ ἡ μὴ μνημονεύων. Μνημονεύειν ἄρα δεῖ ἐν ταῖς θείαις λειτουργίαις τοῦ ἄκρου όρο χιερέως. Οὐ γὰρ ἵν' αὐτὸς τιμηθῇ τὸ μνημόσυνο
col. 849–850page 11 of 19
PG 161:849τοῦτο γίνεται, ἀλλ᾽ ἵνα οἱ αὐτοῦ μνημονεύοντες ενω θῶσι τῇ μια καθολική Εκκλησία. Ωσπερ γὰρ ἐν στρατῷ οἱ δέκα στρατιῶται τῷ δεκάρχῳ ἐνοῦνται εἰς ἕν, καὶ οἱ δέκα δέκαρχοι τῷ ἑκατοντάρχῳ, καὶ οἱ δέκα ἑκατόνταρχοι των χιλιάρχῳ, καὶ οἱ χιλίαρχοι τῷ στρατηγῷ, οἱ δὲ πολλοὶ στρατοὶ καὶ στρατη γαὶ τῷ ἑνὶ βασιλεῖ καὶ αὐτοκράτορι· οὕτως ἔχει καὶ ἐν τῇ τοῦ Θεοῦ ᾿Εκκλησίᾳ. 'Αντὶ γὰρ δεκάρχων τοὺς μὲν ἐνοριῶν ἱερεῖς ἔχομεν, ἑκατοντάρχους δὲ τοὺς ἐπισκόπους εἴπο: τις ἂν, τοὺς δὲ ἀρχιεπισκόπους χιλιάρχους, στρατηγοὺς δὲ μεγάλων στρατῶν τοὺς μεγάλους ἐγὼ καὶ θείους πατριάρχας ἡγοῦμαι. Ο δὲ πάππας ὡς αὐτοκράτωρ καὶ βασιλεὺς τῆς Ἐκ κλησίας ἐστίν. Ὁ βασιλεὺς δὲ εἶπον, ἐπεὶ οὐχ ὡς τύραννος, ἀλλ' ἐκόντων τῶν ὑπηκίων ἄρχειν αὐτὸν δεῖ. Ωστε ὅταν περί τινος τῶν θεολογικῶν, ἢ καὶ τῶν κατ' οἰκονομίαν προς σωτηρίαν ἀναγκαίων ζη τῆται, οὐκ αὐτὸν κρίνειν, ἀλλὰ τῇ τῶν πλειόνων ἀρχιερέων ἀκολουθοῦντα γνώμην, φέρειν τὴν ψή φου καθάπερ ἐφ' ἡμῖν Εὐγένιος ὁ μέγας ἐν τῇ συν όδῳ τῇ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος ζητησάσῃ ἐποιήσατο. "Ωστ' ήδη κεκυρῶσθαι τοῦτο τὸ ζήτημα, καὶ τῷ ἀναθέματι ὑποκεῖσθαι τοὺς ἀπειθοῦντας τῇ ἐν Φλωρεντίᾳ γενομένῃ συνόδῳ. Τοῦτο γὰρ ὥρισται κατὰ τῶν ἀπειθούντων ταῖς καθολικαῖς συνόδοις. Ἐκ πάντων οὖν τούτων φανε ρον, τὸν πάππαν εἶναι, ᾧ πᾶσα ἡ ἐν καθόλου Εκ κλησία συνάγεται. Πᾶσαι γὰρ αἱ ἐκκλησίαι τῇ Ρώ μῆς ἐνίζονται. Αὕτη δὲ τῷ πάππα. Πᾶται ἄρα τῷ τάππα. Καὶ διὰ τοῦτο οἱ μὴ θέλοντες αὐτοῦ, ὅταν δεῖ, καὶ ὡς δεῖ, μνήμην ποιεῖσθαι, ἰδίᾳ βουλήσει τῆς μιᾶς καθολικῆς Ἐκκλησίας ἀποκηρύττουσιν ἑαυτούς. ια΄. Ἔτι δεῖ πάντως τάξιν εἶναι ἐν τῇ καθολική καὶ μιᾷ Ἐκκλησίᾳ. Τὸ γὰρ ἄτακτον ἂν εἶναι οὐ δύνα ται. Ἡμεῖς δὲ εἰς μίαν πιστεύειν Ἐκκλησίαν παρ' αὐτοῦ τοῦ Συμβόλου κελευόμεθα. Τάξις δὲ οὐκ ἔσται ἐν ταῖς ἐκκλησίαις, μὴ οὔσης τινὸς πρώτης καὶ δευτέρας. Πρώτη δὲ ἡ τῆς Ῥώμης. Ταύτῃ ἄρα δεῖ ἔπεσθαι ὡς πρώτῃ τῷ ἀξιώματι, οὐ τῇ ἀπαριθμήσει. Τὰ γὰρ πρῶτον τῇ ἀπαριθμήσει οὐκ ἐστι τῷ πράγματι πρῶτον, ἀλλὰ τῇ βουλήσει τοῦ. ἀριθμοῦντος, διὸ καὶ μεταπίπτει, μεταβαλόντος τοῦ ἀριθμοῦντος τὸ δεύτερον, ἢ τὸ τρίτον, ἢ ἄλλο τι ἀντὶ τοῦ πρώτου. Ἡ δὲ τῆς Ῥώμης Εκκλησία καὶ ἦν καὶ ἔστι καὶ ἔσται πρώτη πασων τῶν ἐκκλησιῶν. Καὶ ὁ ταύτης ἄρα ποιμὴν πρῶτος ἐστι τῶν ποιμένων πάντων τῆς Ἐκκλησίας, οὐ τῇ ἀπαριθμήσει, ἀλλὰ τῇ ἀξία. "Ωσπερ γὰρ Εκκλησία έχει πρὸς Εκκλησίαν, οὕτω καὶ ποιμὴν πρὸς ποιμένα. Οὗτος ἄρα ἐστὶν ὁ διάδοχος του πρώτου τῶν ἀποστόλων Πέτρου. Πάντε; γὰρ οἱ μεγάλοι ἀρχιερεῖς τῶν ἀπο στόλων καὶ λέγονται καὶ εἰσὶ διάδοχοι· καὶ ὁ πρῶτ της ἀρχιερεὺς ἄρα τοῦ κορυφαίου τῶν ἀποστόλων. Ἐδόθησαν δὲ αἱ κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν μόνῳ ἀμέσως τῷ Πέτρῳ καὶ τῷ πάππα ἄρα κατά διαδοχήν. Όσοι οὖν τῶν ἀρχιερέων δίεσχονται ἀπὸ τῆς Ἐκκλησίας τῆς Ῥώμης, μή μνημονεύοντες ΠΟΥ
col. 851–852page 12 of 19
PG 161:851τοῦ ἄκρου ἀρχιερέως, ὡς δεῖ, οὐκ ἔχουσι τὰς κλεῖς, Διὰ τοῦτο καὶ αὐτοὶ καὶ οἱ ἀκολουθοῦντες αὐτοῖς κράξουσι μὲν, Κύριε, Κύριε, άνοιξον· ἀκούσονται δὲ, φεῦ τῆς ζημίας! Οὐκ οἶδα ὑμᾶς. ιβ'. 'Αλλ' ἴσως εἴποι τις, ὡς Λίαν ἐκθειάζεις τὸν πάππαν σύ. Ἡμεῖς δὲ ἄνθρωπον εἶναι καὶ αὐτὸν οἴδαμεν, ἁμαρτίᾳ καὶ βλασφημία δυνάμενον κατα ποθῆναι. Διὰ τοῦτο καὶ ἀκολουθεῖν αὐτῷ κατὰ τὴν πίστιν οὐκ ἀποδεχόμεθα. ᾿Αλλὰ τοῦτο οὐδέν ἐστιν 'Ανάγκη γὰρ ἔπεσθαι ποιμένι τινί. Ποιμὴν δὲ πᾶς ἄνθρωπός ἐστι σφαλῆναι δυνάμενος. Μάλλον δὲ καθ' ἡμέραν καὶ αὐτὸς ἁμαρτάνει ὡς ἄνθρωπος. Εἰ γὰρ καὶ μία ὥρα ὁ βίος ἅπας ὑπῆρχεν ἡμῖν, οὐ δαμῶς ἔξω τύπου είναι δυνάμεθα. ᾿Αλλὰ περὶ τού των οὐδεὶς ὑπὲρ τοῦ πάππα δώσει λόγον, ἀλλ' αὐτ τὰς ὑπὲρ ἑαυτοῦ ἀπολογηθήσεται. Ναί, φασίν, ἀλλὰ δυνατόν ἐστι καὶ αἱρέσει συσχεθῆναι τὸν πάππαν ὡς ἄνθρωπον. Αἱρετικῷ δ' ἀκολουθεῖν τὰ κατὰ πί στιν οὐ θεμιτόν. Αλλ' εἰ μὲν οὐκ ἐκδώσει τὰ ἐν τῇ ψυχῇ, οὐδὲν πρὸς τὸ ποίμνιον. Τῶν γὰρ ἐν τῇ ψυχῇ κεκρυμμένων μόνο; ἐστὶ κριτὴς ὁ Θεός. Εἰ δὲ φωραθήσεται, ἐκδιωχθήσεται τῆς ποιμαντικῆς ἀξίας παρὰ τῆς Ἐκκλησίας. "Ηδη γὰρ φθάσαντες εἰρή καμεν, ὡς βασιλέα εἶναι αὐτὸν τῆς Ἐκκλησίας. Ο δὲ βασιλεὺς οὐ τυραννικῶς, ἀλλὰ κατὰ τοὺς τε θέντας κοινῇ νόμους πάντα ποιεῖ. Νόμοι δὲ τῆς Ἐκκλησίας ἡ θεία Γραφὴ, καὶ οἱ ἐξηγηταὶ ταύτης οἱ θεῖοι διδάσκαλοι, οἷς εἰ φωραθείη μὴ ἀκολουθεῖν, ὡς μονιὸς ἄγριος καταβληθήσεται. ᾿Αλλὰ καὶ αὐτὴν τὴν Ἐκκλησίαν τῆς Ῥώμης φήσει τις ἄν· ἀλλ' ἵλεως εἴη Θεός· ἀδύνατον γὰρ εἶναι πιστεύειν χρή αἱρέσει περιπετεῖν τὴν τῆς Ῥώμης Εκκλησίαν πρώτην οὖσαν, ᾗ τὸ μίαν εἶναι ἡ καθολική έχει, Εἰ γὰρ καὶ αὕτη νοσήσει τὰ τῶν αἱρετικῶν, εἰς ποίαν μίαν τε καὶ ἁγίαν πιστεύσομεν οἱ Χριστιανοὶ; Εδει δὲ πάντως μίαν ἡμῖν δοθῆναι θεόθεν Ἐκκλησίαν, ἀσφαλῆ, βεβαίαν, μὴ δυναμένην πλι νηθῆναι ἐν τοῖς τῆς εὐσεβείας δόγμασιν, ἵν' ἔχω μεν διωκόμενοι παρὰ τῶν αἱρετικῶν, ἢ καὶ απ τοὶ ἀμφισβητοῦντες που καταφύγωμεν. Αὕτη δι ἐστιν ἡ τῆς Ρώμης. Ακούσωμεν τοῦ Σωτῆρος Χριστοῦ. Σὺ εἶ Πέτρος, φησί, καὶ ἐπὶ ταύτῃ τῇ πέτρα οικοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύ και ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πύλας δὲ ᾅδου τὰς αἱρέσεις λέγει, ὡς πάντες οι διδάσκαλοι μια γνώμῃ τῇ παρὰ τοῦ Πνεύματος ἐξηγήσαντο. Σκε πτέον δὲ τίς ποτε τῶν μεγάλων θρόνων καὶ πατριαρχικῶν οὐ κατηκολούθησε ποτε αἱρέσει. Πάντως οὐδεὶς πλὴν τοῦ Ῥώμης. Τὸ δὲ μηδέποτε τοῦτο τα θεῖν οὐκ ἔστιν ἀνθρώπινον, ἀλλὰ θεῖον. Ἡ γὰρ δύ ναμις τοῦ εἰπόντος, Καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, ἐφύλαξε καὶ φυλάξει αὐτὴν ἄσπι λον, ἄμωμον, ἀμίαντον αἱρέσει, ὀρθοτομοῦσαν τὸν λόγον τῆς ἀληθείας, Διὰ ταῦτα πάντα ὁ μὴ ἀκο λουθῶν αὐτῇ ἔξω ἐστὶ τῆς καθολικής ἐκκλησίας. Αγ'. Βούλομαι δὲ κἀκεῖνο τό γε νῦν ἔχον ἀναπτύ
col. 853–854page 13 of 19
PG 161:853ξαι, ὁ παρὰ πολλῶν ἁγίων Πατέρων, και μάλιστα Ανατολικῶν γράφεται, ὡς πέντε μεγάλοις θρόνοις ἡ καθόλου Ἐκκλησία συνίσταται, ὥσπερ τι ζώον απ σθήσεσι πέντε, ἀφῇ, γεύσει, δράσει, ἀκοῇ, ἐστρή σει. Ωσπερ οὖν τὸ καλῶς ἔχον ζῶον καὶ τέλειον ταύταις τελειοῦται, οὕτω φασὶ καὶ τὴν Ἐκκλησίαν, τὴν καθόλου λέγω καὶ μίαν, τοῖς πέντε θρόνοις τε λειοῦσθαι. Ἐπειδὴ οὖν ταῦθ' οὕτως ἔχει, ὡς παρά τῶν διδασκάλων τῆς Ἐκκλησίας μανθάνομεν, χρή ζητῆσαι τίνι τῶν αἰσθήσεων ἑκάστη τῶν Ἐκκλησιῶν ἀφομοιοῦται. Αδύνατον γὰρ πάτας πάσαις, ἢ πολλὰς μια, ἀλλὰ μίαν Εκκλησίαν μιᾷ αἰσθήσει ἀφομοιοῦσθαι ἀναγκαῖον. Ἵν᾽ οὖν τοῦτο καλῶς διακρίνωμεν, ἀκούσωμεν πρῶτον τοῦ τῆς φύσεως ἀγγέλου, Αρι στοτέλους φημί, τί περὶ τῶν αἰσθήσεων διορίζεται ἐν τῷ τέλει τοῦ τρίτου τῶν περὶ ψυχῆς. Οὐδεμίαν, φησί, δύναται τὸ ζῶον αἰσθησίν ἔχειν χωρίς ἀφῆς. Καὶ παρακατιών ἄλλοις ρήμασι τὸ αὐτὸ λέ γει· τὰ γὰρ ἀληθῆ καὶ ἀναγκαῖα εἰώθαμεν ἐπαναφέρειν πολλάκις. Οὐδεμίαν, φησί, αἴσθησιν εἶναι δυνατὸν χωρὶς ἀφῆς. "Οθεν φανερὸν θνήσκειν ἐξ ἀνάγκης τὰ ζῶα, ταύτην μόνην τὴν αἴσθησιν ἀπολέσαντα. Οὔτε γὰρ ἐστι δυνατὸν ἀμὴν ἔχειν τὸ μὴ ζῶον, οὔτε ἀνάγκη ἐστὶν ἄλλην τὸ ζῶον ἔχειν αἴσθησιν πλὴν ταύτης. Εἶτα εἰπὼν, ὡς αἱ τῶν ἄλλων αἰσθητῶν ὑπεροχαὶ οὐ φθείρουσι τὸ ζῶον, αἱ δὲ τῶν ἁπτῶν φθείρουσιν, ἐπιφέρει τὸν λόγου, ὅτι Παντός αἰσθητοῦ ἡ ὑπεροχή φθείρει τὸ τῆς αἰσθήσεως ὄργανον. Διὰ τοῦτο καὶ τὸ ἀπτὸν φθείρει τὴν αὐτὴν ὑπερέχον. Τὸ δὲ ζῇν ἄρισται τῇ ἀρῇ· δέδεικται γὰρ, ὡς ἀδύνατόν ἐστι ζώῳ εἶναι χωρὶς ἀφῆς. Διὸ καὶ ἡ τῶν ἁπτῶν ὑπεροχὴ οὐ τὰ τῆς αἰσθήσεως όργανα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ ζῶον φθείρει· ταύτην γάρ μέ την ἔχει τὸ ζῶον, οὐ τοῦ εἶναι χάριν, ἀλλὰ τοῦ εὖ εἶναι. "Ορασιν μὲν, ἵνα βλέπῃ, γεῦσιν δὲ ἡδονῆς καὶ λύπης ἕνεκα, ἵν' ἐν ταῖς τροφαῖς αἰ σθανόμενον ἐπιθυμῇ καὶ κινῆται, ἀκοὴν δὲ ἴν αὐτῷ, γλῶσσαν δὲ ἴη ἄλλῳ σημαίνῃ. Τούτων οὔτ τως ἐχόντων, πρόδηλον ὅτι ἡ τῆς Ῥώμης ἐκκλησίᾳ, ὥσπερ ἀφή τίς ἐστι. Τίνα γὰρ ἄλλην τῶν Ἐκ κλησιῶν τῇ ἀφῃ ὁμοιώσομεν; κυριωτάτη γὰρ τῶν αἰσθήσεων αὕτη καὶ πρώτη, καὶ ἧς ἄνευ οὐδεμία τῶν ἄλλων εἶναι δύναται. 'Αλλ' οὐδὲ ζῶον ὅλως ἐστὶν ἄνευ ἀφῆς. Ἔστι δὲ καὶ ἡ τῆς Ῥώμης Ἐκκλησία πρώτη καὶ κυριωτάτη, ὡς ὡμολόγηται πᾶσι, καὶ οὐκ ἔστιν ἀντειπεῖν. Τῇ ἀφῇ ἄρα μόνῃ αὕτη άφω μοίωται. Ώσπερ οὖν ζῶον οὐκ εἶναι δυνατὸν χωρὶς ἀφῆς, οὕτως οὐδ᾽ Ἐκκλησίαν ἄλλην συνίστασθαι δυνατόν χωρὶς τῆς τῶν Ρωμαίων Ἐκκλησίας. Καὶ ὥσπερ θνήσκειν εὐθὺς ἀνάγκη τὸ ζῶον στερηθέν τῆς ἀφῆς, οὕτω θνήσκειν εὐθὺς τὸν Χριστιανών, ὥστε μὴ εἶναι ὀρθόδοξον, χωρισθέντα τῆς Ῥωμαϊκῆς Ἐκκλησίας πάντως ἀνάγκη. Καὶ ὥσπερ τὸ ζώο, στερηθὲν τῶν ἄλλων αἰσθήσεων, δύναταί πως ζῆν μόνον τῇ ἀφῇ, οὕτω καὶ ὁ Χριστιανός ὀρθοδι ξεῖν δύναται, στερηθεὶς τῶν ἄλλων Ἐκκλησιῶν, καὶ μόνην κατέχων τὴν τῆς. Ρώμης. Οὕτω δὴ ἡ μὲν Ῥώμης Εκκλησία ἀγῇ παρείκασται· τὰς δ' ἄλλο;
col. 855–856page 14 of 19
PG 161:855σεων οὕτως ἔχειν ἀναγκαῖον. Δευτέρα ἐστὶν ἡ τῆς Κων. Ο σταντινουπόλεως· τῇ δευτέρᾳ τῶν αἰσθήσεων ἄρα εἰκασθήσεται, τῇ γεύσει λέγω. Αὐτὴ γὰρ μετὰ τὴν ἀφὴν εὐθὺς τάττεται, διότι ἀφή τίς ἐστι, καὶ μετά τὴν ἀφήν μᾶλλον τῶν ἄλλων αἰσθήσεων τὸ ζῶον συντηρεῖ. Καὶ ὁ Κωνσταντινουπόλεως δὲ μετὰ τὸν τῆς Ῥώμης ἐν τοῖς ἐκκλησιαστικοῖς μεγαλύνεται πράγματι κατὰ τοὺς θείους κανόνας, ὥστε μᾶλλον τὴν τῆς Κωνσταντίνου τῶν λοιπῶν τριῶν ἐκκλησιῶν συντηρεῖν δύνασθαι τὴν Ἐκκλησίαν, ὡς καὶ ἡ γεῦσις τῶν ζώων μᾶλλον τῶν ἄλλων αισθήσεων πλὴν τῆς ἀφῆς. "Οπερ καὶ αὐτοῖς φανερὸν ἀνεφάνη τοῖς πράγμασιν. Αὕτη γὰρ μόνη μετὰ τὸ σχίσμα τὴν ἀνατολικὴν Ἐκκλησίαν συνίστα πᾶσαν, οὐ κα λῶς μὲν χωρισθεῖσα τῆς τῆς Ῥώμης, συνίστα δὲ ὅμως διὰ τὸ Ῥώμης εἶναι καὶ αὐτὴν τύπον τινά, ὥσπερ καὶ ἡ γεῦσις ἀφή πως. Τρίτη ἡ τῶν ᾿Αλεξανδρέων τῇ τρίτῃ πάντως, ἤτοι τῇ δράσει· τετάρτη ἡ τῆς Ἀντιοχείας τῇ ἀκοῇ οὔσῃ τετάρτῃ τῶν αἰσθή. καὶ λοιπὴ ἅμα ἡ τῶν Ἱεροσολύμων λοιπῇ τῇ ἀσφρήσει κατά λόγον συγκριθήσεται. Ἐκ τού των δηλονότι εἰ πρὸ τοῦ τῶν Γραικῶν σχίσματος τρεῖς αἱ ᾿Ανατολικαὶ ἀπεσχίσθησαν· ὅμως οἱ ἀπολέσαντες ταύτας Χριστιανοὶ ὀρθόδοξοι ἂν ἦσαν, ζῶντες μὲν ἐν ὀρθοδοξίᾳ, πάσχοντες δ' ὅμως. Ζῶα γάρ εἰσ πολλὰ τυφλά, πολλὰ κωφά, πολλὰ μὴ ὀσφραινόμενα. Εἰ δὲ καὶ τῶν τριῶν τούτων αισθήσεων στε ρηθῇ τὸ ζῶον, πάλιν ζῶόν ἐστιν, ὥστε καὶ τοὺ; Χριστιανοὺς τῶν τριῶν στερηθέντας Ἐκκλησιῶν, Ἱεροσολύμων, Αντιοχείας, Αλεξανδρείας, ὀρθοδ ξους εἶναι πάντως. Μετὰ δὲ τοῦ τῶν Γραικῶν σχί σματος μένῃ τῇ Ἐκκλησίᾳ τῆς Ῥώμης τηρεῖται ἡ ὀρθοδοξία σώα καὶ ἀκέραιος. Φυλάττεται γὰρ τὸ ζώον πασῶν στερηθὲν τῶν ἄλλων αἰσθήσεων πλὴν ἀφῆς. Καὶ τὴν γεῦσιν γὰρ ἀπολέσαντες, ὅμως ζώ μεν μόνῃ τῇ ἀφῇ. Εἰ γάρ τις ἐν τῷ ἐσθίειν καὶ πίσ νειν μηδ' ὅλως αἰσθάνεται χυμού τινος, οἷον γλυ κέος, πικροῦ, ἀλμυροῦ, ἐξώδους καὶ τῶν λοιπῶν, ὧν ἡ γεῦσις διαρκεῖ, ὅμως καὶ ζῇ τῷ λόγῳ ἀκόλου τῶν, καὶ ἐσθίων καὶ πίνων, οὐχ ἡδονῇ κινούμενος, ἀλλ᾽ ἵνα ζῇ· καὶ ζῇ μὲν, οὐχ ἡδέως δὲ, οὐδὲ ἀνεπικινδύνως. Οὕτως ἄρα καὶ ἡ τῆς Ῥώμης Εκκλησία ὀρθοδοξεῖ μὲν, πάσχει δὲ τῶν ἄλλων Ἐκκλησιῶν στερηθεῖσα. Ἐπεὶ δὲ μόνη ἡ ἀφὴ ἀναγκαία ἐστὶ τῷ ζώῳ, ἵν' ᾗ ζῶον, αἱ δὲ λοιπαὶ τῶν αἰσθήσεων, οὐκ ἵν' ᾗ ζῶον, ἀλλ' ῖ, εὗ καὶ ἡδέως ζῇ, καὶ ἀνεπικιν δυνότερον ἀναγκαία. Αἱ δὲ λοιπαὶ τῶν Ἐκκλησιῶν πρὸς τὸ εὖ ἔχειν καὶ ῥᾷον καὶ ἡδέως ὀρθοδοξεῖν ἀναγκαῖαι μόνον εἰσί. Ταῦτα γὰρ πάντα ἐκ τῆς ὁμοιώσεως ἕπεται, ἣν οἱ θεῖοι Πατέρες καὶ διδά σκαλοι τῆς Ἐκκλησίας ποιοῦνται, τὰς πέντε μεγά λας Εκκλησίας ταῖς πέντε του ζώου αἰσθήσεσι παρ ραβάλλοντες. "Ωσπερ οὖν ζωόν ἐστι τὸ ἔχον της αισθήσεις, οὐκ αἴσθησις, ἄλλο γὰρ τὸ ἔχον, καὶ ἄλλο τὸ ἐχόμενον· οὕτως οὐκ Ἐκκλησία ἐστὶ τὸ ἔχον τὰς Ἐκκλησίας, ἀλλ᾽ ὀρθόδοξος Χριστιανός. "Ορί ζεται δὲ τὸ ζῶν τῇ ἀφῇ· ὁρίζεται ἄρα καὶ ἡ ἐρ θοδοξία τῇ τῆς Ῥώμης Εκκλησία, ὡς εἶναι ὀρθό δοξον τὸν τῇ ἐμολογίᾳ τῆς Ῥωμαίων Ἐκκλησίας
col. 857–858page 15 of 19
PG 161:857ἑπόμενον. Σώζεται δὲ οὐδεὶς μὴ ὀρθόδοξος. Αδύνα τον ἄρα σωθῆναι τὸν μὴ τῇ Ἐκκλησίᾳ τῆς Ῥώμης συνορθοδοξοῦντα. ιδ'. Βούλομαι δ' ἐπειδὴ τάξιν ἔχειν τὰς Ἐκκλησίας ἐκ τῶν πραγμάτων αὐτῶν καὶ τῆς ὁμοιώσεως, ᾗ παραβάλλουσιν οἱ θεῖοι Πατέρες αὐτὰς ταῖς αἰσθήσεσιν, ἀπεδείξαμεν, οὐ τὴν κατ' ἀπαρίθμησιν, ἀλλὰ πραγματικὴν καὶ ἀληθινὴν, ἥτις ἐστὶν ἡ κατ' ἀξίαν οὐ γὰρ δυνατὸν ἄλλην ἢ τὴν κατ' αξίαν τάξιν πραγματικῶς ἔχειν τὰς Ἐκκλησίας, ὀλίγα τινά περὶ τῆς πραγματικής ταύτης τάξεως εἰπεῖν, Πλείω γὰρ οὐ δύναμαι τά γε νῦν ἔχον λέγειν· τούτη μὲν τῷ ἄλλοις ἐνοχλεῖσθαι πολλοῖς, τοῦτο δὲ καὶ τῷ μὴ ἀσκεῖσθαί μοι, ὡς βούλομαι, τὸν Ἕλληνα λόγον. Καὶ αὐτὸ γὰρ τὸ χαράττειν τοὺς Ελληνικοὺς τῶν γραμμάτων χαρακτῆρας δυσχερές μοί ἐστι. Εἰ δὲ δοθείη μοί ποτε σχολή, γράψω Λατινικῶς περὶ τῶν τοιούτων πλατύτερον, ὥσπερ καὶ περὶ ἄλλων πολύ λῶν· ἵνα εἰ καὶ μηδὲν ἄλλο, ἁμαρτωλῶν ὄντων ἡμῶν, ἀλλὰ γοῦν τὰ τῆς ὀρθοδοξίας τῆς ἡμετέρας εἰς ὄφε λος τῶν μετέπειτα περιφέρηται. Ωσπερ γὰρ χρή ἐξομολογεῖσθαι τὰς ἰδίας ἁμαρτίας τόν γε Χριστια νίν, οὕτω καὶ τὴν ὀρθοδοξίαν αὐτοῦ κηρύττειν ἀναγκαῖον, ὡς παρ' αὐτοῦ δεδιδάγμεθα τοῦ Σωτῆρος. Ομολογήσειν γὰρ ἐπαγγέλλεται ἔμπροσθεν τοῦ Πα τρὸς τοὺς ὁμολογοῦντα; αὐτὸν ἔμπροσθεν τῶν ἀν θρώπων. Τάξις οὖν ἐστιν ἐν τῇ Ἐκκλησίᾳ οὐ κατ' ἀπαρίθμησιν, ἀλλὰ πραγματική, οὐ φύσεως, ἀλλ' ἀξίας. Τῆς δὲ πραγματικής τάξεως τοῦτο ἴδιόν ἐστι, τὸ προέχειν τῶν ἑπομένων τὰ πρότερα· οἷον τὸ πρῶ τον εὐθὺς πάντων τῶν μετ' ἐκεῖνο, καὶ τὸ δεύτερον ἐξῃρημένου τοῦ πρώτου πάντων τῶν ἐφεξῆς, καὶ τὸ τρίτον ὁμοίως τῶν κατὰ ταῦτα. Διὰ τοῦτο ἡ τῶν Ἱεροσολύμων Ἐκκλησία ἐσχάτη οὖσα τῇ τάξει αυτ τὴν μόνην κυβερνήσει καὶ οὐδεμίαν ἕξει ἐξουσίαν κατὰ τῶν ἄλλων. Ἡ δὲ τῆς Ἀντιοχείας πρὸς μὲν τὰς προηγουμένας οὐδὲν δύναται, καιροῦ δὲ καλοῦν του δυνήσεται τινα μετὰ τῆς τῶν Ἱεροσολύμων. Οἷόν τι λέγω. Αφορίζει ὁ τῶν Ἱεροσολύμων πα τριάρχης τινά. Ο δὲ καταφεύγει ἐπὶ τὸν τῆς ᾿Αντιοχείας. Λύει τοῦτον ἐκεῖνος, μηδὲν τῶν ἄλλων ποιούντων, ἢ λεγόντων. 'Αρα ὡς ἀφωρισμένου ἀποστρέφεσθαι χρὴ τὸν ἄνδρα, ἢ ου; Μεγάλῃ φωνῇ κράζω τὸ δοκοῦν, εἰ ἀνάγκη μοι ἔσται τοῦτο περι πεσεῖν, κρεῖττόν μοι εἶναι νομίζω ἀφωρισμένον εἶναι παρὰ τοῦ Ἱεροσολύμων, καὶ λελυμένον παρὰ τοῦ Ἀντιοχείας, ἢ ἀφωρισμένον παρὰ τοῦ ᾿Αντιοχείᾳ; καὶ λελυμένον παρὰ τοῦ Ἱεροσολύμων. Τοῦτο γαρ ο λόγος τῆς τάξεως καὶ τὸ πρέπον αὐτὸ ἀπαι τεί. 'Αεὶ γὰρ τοῦ προτέρου τῇ τάξει, καὶ τῇ ἀξία ἡ δύναμις φέρεται εἰς τὰ ὕστερον· τοῦ δὲ ὑστέρου εἰς τὰ πρότερον οὐδαμῶς. Διὰ τοῦτο ὁ μὲν βασιλεὺ; τοὺς στρατηγούς κρίνειν δικαίως, καὶ κολάζειν κατὰ τοὺς νόμου, καὶ τὰ ἔθη δύναται, καὶ ὁ στρατηγὸς τοὺς χιλιάρχους, καὶ ὁ χιλίαρχος τοὺς ὑπ' αὐτὸν ἑκατοντάρχους τάττει ὡς δεῖ, καὶ τοὺς μὴ φυλάττοντας τὴν τάξιν κολάζει, καὶ δὲ ἑκατόνταρχος τοὺς
col. 859–860page 16 of 19
PG 161:859δύναται εἰ μή που τυραννικῶς ἐπιδεῖσαι τὴν χεῖρα τῷ βασιλεῖ κατὰ τὰ ἔθη καὶ τοὺς νόμους ὁ στρατη γές, οὐδ' ὁ χιλίαρχος τῷ στρατηγῷ· καὶ ἐπὶ τῶν ἄλ λων ὁμοίως. Οὐδ᾽ ὁ Ἱεροσολύμων ἄρα κατὰ τοῦ Αντιοχείας, ἀλλ' οὗτος κατ᾽ ἐκείνου, οὐδ' ὁ ᾿Αντιοχείας κατὰ τοῦ ᾿Αλεξανδρείας, ἀλλ' ὁ ᾿Αλεξανδρείας κατὰ τῶν ἑπομένων τῇ τάξει δύο. Ο μέντοι Κων σταντινουπόλεως κατὰ τῶν λοιπῶν ᾿Ανατολικών πάντων δύναται. Ἐκεῖνοι δὲ πάντες, καίτοι γε τρεῖς ὄντες, εἰ μή που τυραννικῶς, οὐδὲν δύνανται κατά τοῦ Κωνσταντινουπόλεως καὶ τῆς αὐτοῦ Ἐκκλησίας. Ο δὲ πάππα, κατὰ πάντων ἁπλῶς ὡς πρῶτος. Τὸ δὲ δύνασθαι, ἢ μὴ δύνασθαι ἕτερον καθ' ἑτέρου, οὐ τυραννικῶς νοοῦμεν, οὐδὲ τῷ ἰδίῳ ἑπομένους θελή ματι, καθυβρίζειν τοὺς συναρχιερατεύοντας δεῖν νο μίζομεν, ἀλλ' ὡς κριτὰς κατ᾽ ἔθη, καὶ κανόνας, καὶ νόμους. Οἱ γὰρ πρότεροι τῇ ἀξιωματικῇ τάξει κρι ταί εἰσι τῶν ὑστέρων, οὐχ οἱ ὕστεροι τῶν προτέρων, μὴ φωραθέντων οὐκ ὀρθῶς φρονεῖν, φωραθείσι δὲ, ἐγκαλεῖν χρὴ παρὰ τῷ προέχοντι τῇ τάξει, ἢ καὶ παρὰ τοῖς λοιποῖς πᾶσιν. Ωσπερ γὰρ οἱ πρῶτοι κρι ταί εἰσι τῶν ὑστέρων, οὕτω καὶ ἡ καθολική ἐκκλησίᾳ, οἶμαι δὲ καὶ πολλῷ μᾶλλον, καὶ κρίνειν καὶ κατακρίνειν τὸν πρώτιστον δύναται. δεκάρχους, καὶ οὐκ ἀντιστρέφει ἡ τάξις. Οὐ γὰρ ιε΄. Οπερ δὲ περὶ τῶν πατριαρχῶν εἴρηται, τοῦτο καὶ περὶ τῶν Ἐκκλησιῶν εἰρῆσθαί μοι βού λομαι. Ωσπερ γὰρ οἱ τῆς Εώας προέχοντες τρεῖς οὐδὲν κατὰ τῆς Κωνσταντίνου δύνανται, οὕτω οὐδὲ οἱ τῶν τριῶν ἐπαρχιῶν ἐκείνων ἐπίσκοποι καὶ ἀρχιεπίσκοποι συνελθόντες, δικαίως, ὡς οἶμαι, κατ' ἐκείνου δυνηθείεν ποιεῖν, μὴ συναινούσης τῆς Κων σταντινουπόλεως Εκκλησίας. Εἰ δὲ ἀπὸ ταύτης ροπή γένηται, πάντως δύνανται. Καὶ τοῦτ᾽ εὐλόγω;. Πᾶσα γὰρ Ἐκκλησία τῶν πέντε λέγω κατὰ τοῦ πο μένος αὐτῆς δύναται, μὴ ἀντιλέγοντος τοῦ προτέρου τῇ τάξει. Καὶ πόλεις δὲ δύνανται δικαίως τὸν μὴ κατὰ τὰ ἔθη καὶ τοὺς νόμους βασιλεύοντα καθελείν, καὶ ἄλλον ἀντ' ἐκείνου αἱρεῖσθαι. Αἱρετὴ δὲ πᾶσα ἡ κυρίως βασιλεία· ἡ γὰρ κατὰ διαδοχήν τυραννία δις ἐστὶν ἀρχὴ, ὥστε καὶ Ἐκκλησίαν πᾶσαν τῶν πέντε λέγω καὶ μεγάλων κατὰ τοῦ ποιμένο; αὐτῆς δύνασθαι φανερόν. "Οθεν δηλοί μήτε τους τέσσαρα πατριάρχας κατὰ τοῦ πάππα δικαίως δύνασθαι, μήτε τάς λοιπάς τέσσαρας μεγάλας καὶ πατρισμο χικές Εκκλησίας κατὰ τῆς Ἐκκλησίας τῆς Ῥώμης. Αὐτὴν δὲ μόνην τὴν Ἐκκλησίαν τῆς Ῥώμης καὶ κατὰ τῶν λοιπῶν Ἐκκλησιῶν τε καὶ πατριαρχών, καὶ κατὰ τοῦ πάππα δύνασθαι. Ἐκκλησίαν δὲ Ρώτ μης, ἢ ᾿Αντιοχείας, ἢ ὁποιασοῦν τῶν πέντε, ἢ καὶ καθολικήν διχώς λέγομεν. Καὶ γὰρ ὅταν μὲν ὡς κρι τὰς καθίζωμεν, τοὺς ὑπ' αὐτῇ ἀρχιερεῖς μόνον νοοῦμεν· τούτοι, γάρ, μόνοις ἡ ψῆφος κανονικῶς δίδοται· ἀλλοτρόπως δὲ πάντας τοὺς ἐν αὐτῇ Χρι στια ού;.
col. 861–862page 17 of 19
PG 161:861ς'. Εἰδέναι δὲ χρὴ, ὅτι τὰ μὴ ἁπλῶς ὄντα πρῶτα, ἀλλὰ πρός τινα πρώτα, οὐκ ἔχει τοσαύτην δύναμιν κατὰ τῶν ἑπομένων, ὅσον ἔχει τὸ ἁπλῶς πρῶτον κατὰ τῶν μετ' ἐκεῖνο. Ο γὰρ στρατηγὸς ἔν τισι μὲν δύναται κατὰ τῶν χιλιάρχων ζημιοῦν καθ' ὑπόθεσιν, καὶ παιδεύειν αὐτοὺς, ἁπλῶς δὲ τῆς χιλιαρχίας οὐδὲ ἀδικοῦντας ἐξωθεῖν δύναται, εἰ μή που κατ᾽ ἔθος ἢ νόμους ἡ τῶν χιλιάρχων αἵρεσις ἀνήκει αὐτῷ. ῾Ο γὰρ αἱρεῖσθαι δυνάμενος καὶ καθαιρεῖν δύναται. Ομοίως οὖν καὶ ὁ χιλίαρχος τὸν ἑκατόνταρχον ἕν τισι μὲν νουθετεῖ καὶ παιδεύει, καὶ ζημιοῖ, ἐξω εἶν δὲ τῆς ἑκατονταρχίας οὐ δύναται. Η γὰρ τῶν τοιούτων κρίσις τε καὶ ἐξέτασις τῷ ὑπερέχοντι, καὶ ᾧ ἡ αἵρεσις ἀποδέδοται, μόνῳ ἀνήκει. Πάντως δὲ μόνῳ τῷ βασιλεῖ, καὶ ᾧ ἐκεῖνος ἐπιτρέψειε. Πάντα γὰρ δύναται ὁ βασιλεὺς, ὅσα ἡ πόλις, εἰ μή τι κατ' αὐτῆς τῆς πόλεως διανοείσθαι φωραθείη. Εντεῦθεν ἡ τῶν μεγάλων θρόνων ἀξία καὶ δύναμις, ὁπόση λόγῳ γινώσκεται. Τῷ γὰρ πάππα πρώτῳ ὄντι τῆς Εκκλησία; πάντα ἐφεῖται, ὥσπερ βασιλεῖ τὰ τοιαῦ τα· καὶ γὰρ ἀφορίζειν και καθαιρεῖν πάντας κατὰ κανόνας ήτοι δικαίως δύναται. Οἱ δὲ λοιποὶ παι δεύειν μὲν καὶ ζημιοῦν ἔν τισι τοὺς μετ᾿ αὐτοὺς δύ νανται, καθαιρεῖν δὲ οὐ δύνανται, μή τυραννοῦντες. Οὐ γάρ εἰσι κριταὶ τούτων. Ὁ δὲ πάππας κριτής πάντων ἐστίν. Ωσπερ γὰρ τὸ τῆς πόλεως ἀξίωμα πᾶν καὶ τὴν δύναμιν ὁ αἱρεθεὶς βασιλεὺς ἔχει, οὕτω καὶ ὁ εἰς τὸν τῆς Ῥώμης θρόνον κανονικῶς ἀναβὰς τὸ τῆς Ῥώμης, καὶ τῆς καθόλου Εκκλησίας ἀξίωμα, καὶ δύναμιν πνευματικὴν, καὶ χάριν παρὰ τοῦ Σω τῆρος τῇ Ἐκκλησίᾳ δωρηθεῖσαν πᾶσαν κέκτηται. Ο Τὸ μὲν ὅτι Ῥώμης ἀρχιεπίσκοπός ἐστι, τὸ δὲ ὅτι ἄκρος, ήτοι τῆς καθόλου Ἐκκλησίας ἀρχιερεὺς, καὶ πρώτος οὐ τῇ ἀπαριθμήσει, ἀλλὰ τῇ ἀξίᾳ. Οὐ γὰρ διότι ἀριθμεῖται πρῶτος, διὰ τοῦτο πρώτο., ἀλλὰ διότι πρῶτος τῇ ἀξία, διὰ τοῦτο καὶ τῇ ἀπαριθμήσει πρῶτος. Δῆλον δὲ ὅτι οὐ μεταπίπτει ἡ ἀπαρίθμησις. Ἡ δὲ μὴ μεταπίπτουσα τῇ τῶν πραγμάτων τάξει πάντω; ἀκολουθεῖ. Ορᾶτε πόσον καὶ τὸ τοῦ τῆς Κωνσταντινουπόλεως. Πάσης γὰρ τῆς οἰκουμένης, ὡς εἰπεῖν, ἐξάρχει, πλὴν τοῦ πάππα καὶ τῆς ἐπι αρχία; αὐτοῦ, ὡ, εἶναι αὐτὸν πάντων τῶν τῆς Ἐκ κλησίας στρατηγών στρατηγὸν ἄριστον, ἀμέσω; μετα τὸν τῆς καθολικής Εκκλησίας βασιλέα τῇ αξίᾳ ταττόμενον, καὶ πάντων τῶν λοιπων υπερέχοντα. Καὶ ὥσπερ πᾶσα ἀργεῖ βασιλέως φανέντος ἀρχή, οὕτω τοῦ πάππα παρόντος, ἢ πράττοντός τι, ἢ λέγοντος κανονικῶς καὶ δικαίως, ἢ θεολογοῦντος κατὰ τὰς Γραφάς, καὶ τὰ παραδεδομένα ἡμῖν παρὰ τῶν ἁγίων Πατέρων, ηρεμεῖν καὶ σιωπᾶν δεῖ τοὺς λοιπούς, εἰ μή που φωραθείη αἱρέσει τινὶ κατεχόμενος. Οὐ γάρ ἐστι πάππας ὁ ἐν αἱρέσει. Πῶς γὰρ ὁ τῆς ὁμολογίας τῆς καθολικής Εκκλησίας βουλήσει εκπεσών; Οὐδὲ γὰρ ὁ κατὰ τῆς πόλεως διανοούμενος βασιλεὺς βασι λεύς ἐστιν, ἀλλὰ τύραννο;. Πρός τούτως κἀκεῖνο τῇ τοιαύτῃ κατ' ἀξίαν τάξει ἔπεται, ἀντίστροφον πως ἂν τῶν εἰρημένων.
col. 863–864page 18 of 19
PG 161:863ἐκείνου Ο γὰρ επόμενος, τοῦ προηγουμένου μὴ ὄντος, τα ποιεῖν καὶ πράττειν δύναται, μέχρις οὗ ἐκεῖνος ἄπεστιν. Βασιλέως γὰρ μὴ ὄντος, ἢ και θα νόντος, ὁ στρατηγὸς τὰ τῆς πόλεως οὐ κατὰ πάντων ὡς βασιλεὺς, ἀλλὰ μετὰ μείζονος ἐξουσίας ἢ πρότερον διοικεῖ, καὶ στρατηγοῦ ἀπόντος, ἢ καὶ ἀπὸ τῆς προσκαίρου ζωής ταύτης ἀποδημήσαντος, τῶν για λιάρχων ὁ πρῶτος παντὸς τοῦ στρατοῦ τὴν ἀρχὴνλαμβάνει αναγκαίως, καὶ ὁ πρῶτος τῶν ἑκατοντάρο χων ἐμοίως. Χιλιαρχεῖ γὰρ θανόντος τοῦ χιλιάρχου. Κατὰ τοῦτον οὖν τὸν τρόπον καὶ ὁ Ἱεροσολύμων διο κήσει τὰ τῆς ᾿Αντιοχέων Εκκλησίας, εἰς τὴν ἄω ζωὴν ἐπανελθόντος τοῦ Ἀντιοχείας πατριάρχου, μέσ χρις οὗ ἄλλος κατὰ κανόνας εἰς τὸν χηρεύοντα θρό νον ἀναχθῇ. Καὶ ὁ ᾿Αντιοχείας τὰ τοῦ ᾿Αλεξαν δρέως. Καὶ οὗτος τῶν τῆς Κωνσταντινουπόλεως ἐπισ λήψεται πραγμάτων, τοῦ θρόνου ἐκείνου ποιμένα μὴ ἔχοντος. Τῆς δὲ Ῥωμαίων Ἐκκλησίας χηρευούσης, τοῦ βασιλέως τῆς Ἐκκλησίας τῷ τῆς φύσεω; νόμῳ δουλεύσαντος, ὁ Κωνσταναινουπόλεως πατριάρχης, μέχρις οὗ εἰς τὸν τῆς Ῥώμης θρόνον ἄλλος ἀναχ τῆς καθόλου τῆς οἰκουμένης Εκκλησίας τὴν φρον τίδα, τὴν κυβέρνησιν, τὴν διοίκησιν λήψεται. Τοῦτο γὰρ ὁ τῆς ἀξιωματικῆς τάξεως θεσμὸς καὶ τὸ δίκαιον ἀπαιτεῖ. τηʹ. 'Αλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος, οὐ δύνα μαι κατέχειν ἐμαυτὸν, ἀλλὰ θερμοῖς δάκρυσι κλαίων καὶ ὀδυρόμενος καταβρέχομαι. Τίς γὰρ οὐ θρηνήσει τὰς ἡμετέρας συμφοράς; Τί; οὐκ ἐπιστενάξει ταῖς ἡμετέραις δυστυχίαις, ἢ μᾶλλον ἢ μὴ φορτικόν εἰ πεῖν, ταῖς ἡμετέραις ἀνοίαις τε καὶ τιμωρίαις; Οι χεται τὰ τῆς βασιλείας Γραικών. Απόλωλε τὰ τῆς Ἐκκλησίας ἁπλῶς πάντα, διὰ τὸ ἐπιμεῖναι ἡμᾶς πολὺν χρόνον τῷ σχίσματι. Τίς ποιητής ἐκτραγωδής σει ταῦτα; Τίς ῥήτωρ διηγήσεται; Τίς γράμματι τοῖς ὕστερον τὰ τοιαῦτα καὶ τοσαῦτα πταίσματα καὶ πτώματα ἡμῶν παραδώσει; Διὰ γὰρ τὰς ἁμαρ τίας τοῦ λαοῦ πάσχουσιν ἔστιν ὅτε καὶ οἱ προεστῶτες, κἂν θεῖοι ὦσιν ἄνδρες καὶ τὴν πίστιν καὶ τὸν βίον. Ἰδοὺ γὰρ ὁ τῆς Κωνσταντινουπόλεως θείος πατριάρχης, ὁ γρήγορος νοῦς, ὁ ὑπὲρ τῆς τοῦ ποιο μνίου σωτηρίας γρηγορῶν, ὁ φερώνυμος καὶ ἱερὸς Γρηγόριος, ὁ μεθ᾿ ἑνὸς μόνου ἐφ' ἡμῶν ὁμολογητής τε καὶ μάρτυς, ὁ τὴν ἐξορίαν καὶ τὰς ἐν τῇ ἐξορία Η δυστυχίας ὑπὲρ τῆς τῶν Ἐκκλησιῶν ἑνώσεως ἀσπι σάμενος, ἐν 'Ρώμῃ διάγει, οὐχ ὡς δεύτερος μετὰ
col. 865–866page 19 of 19
PG 161:865τὸν πάππαν ἄρχων τῆς Ἐκκλησίας. ᾿Αλλὰ τί λέξω Σιωπήν ἄμεινον τὰ ἑπόμενα παρὰ λόγον ὄντα, καὶ τοῦ μακροῦ σχίσματος καὶ τῆς ἀπονενοημένης ἔρ δος ἡμῶν ἄξια. Καὶ διὰ τοῦτο πάλιν οὐ παρὰ λόγων, ὁ μεθ᾿ ἑνὸς μόνου τό γε νῦν εἶναι ἀληθῶς ψάλλειν μετὰ τοῦ μελωδοῦ καὶ προφήτου Δαυτό δυνάμενος Εξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν μὲ ἐν σκηνώμασιν ἁμαρτωλῶν. Μεθ᾿ ἑνὸς δὲ εἶπον μόνον, διότι καὶ ὁ τῷ βίῳ ἀνεπίληπτος καὶ ἄμεμπτος καὶ τῷ λόγῳ που λύς, καὶ σοφίᾳ οὐ τῇ ἔξω μόνον ὑψηλός, ἀλλὰ καὶ τῇ καθ' ἡμᾶς ἱερὸς ὁ Ρουσίας θεῖος καρδινάλις, . αὐτὰ ταῦτα δύναται λέγειν ἀληθῶς. Πλουσιωτάτης γὰρ μητροπόλεως ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν κατεφρόνησε, καὶ τῇ πατρίδι κατὰ τὸ δυνατὸν βοηθῆσαι σπουδάσας ἐκινδύνευσεν. Ασμένως ἐν τού τοις διατρίβω, βλέπων τὸ καταβεβλημένον γένος ἡμῶν τοῖς κατορθώμασι τῶν δύο τούτων μεγάλων ἀνδρῶν ἐπικουφιζόμενον. Οἷον γάρ ἐστι τὸ τούτων ἔργον; Πόση ἡ μεγαλοψυχία, ἡ φιλοξενία ὡς δια βόητος; Πάντες θαυμάζουσιν, ὅτι πτωχοὶ ὄντες, καὶ μεγάλα οὐκ ἔχοντες βενεφίκια, μᾶλλον δὲ οὐδὲν ὅ γέ ἱερώτατος πατριάρχης, ὅμως πάντας ὑπερβάλλουσι ταῖς ἐλεημοσύναις. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανε έλθωμεν. ιθ'. Οὗτος οὖν ὁ τοιοῦτος τῆς ἀληθείας ἀθλητὴς, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ ἄξιος Κωνσταντινουπόλεως, οὗ τῆς νῦν, ἀλλὰ τῆς πάλαι πατριάρχης, ᾧ ἡ Κρήτη ἀμέσως ὑπόκειται, γράφει ἡμῖν περὶ τῶν τοιούτων, ἀναθέματι ὑποβάλλων πάντας τοὺς μὴ φυτ λάττοντας τὸν ἔχον τῆς ἐν Φλωρεντίᾳ θείας ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ἐν ᾗ περὶ τετρακοσίων συν αθροισθέντων Πατέρων, περὶ διακόσιοι ἦταν οἱ ᾿Ανα τολικοί, καὶ πλὴν τριῶν, μᾶλλον δὲ πλὴν ἑνὸς τοῦ Ἐφέσου, οἱ γὰρ λοιποὶ δύο οὐδὲ ὀνόματος ἐγένοντο ἄξιοι, πάντες μια βουλῇ, μια γνώμη, μια ψυχή όμο νήσαντες, ομοφωνήσαντες, καὶ τῇ τῶν πάλαι Πατέ ρων καὶ διδασκάλων τῆς Ἐκκλησίας διδασκαλία, μᾶλλον δὲ τῷ Εὐαγγελίῳ ἀκολουθήσαντες, ὑπέγραψαν τῷ συντεθέντι παρ' αὐτῶν ὄρῳ, ἐν ᾧ δύο τὰ μέγιστα περιέχεται, ὅτι τε τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρός καὶ Υἱοῦ ἐκπορεύεται, καὶ ὅτι πρῶτος τῶν ἀρχιερέων πάντων δ. Ρώμης. Τοῦ δὲ πρώτου δεῖ μνείαν ποιεῖσθαι τοὺς ὕστερον. Δεῖ ἄρα κατὰ τὸν ὄρον μεγαλοφώνως τε καὶ ἐξαιρέτως, οὕτω γὰρ τοῦ πρώτου δεῖ μνημονεύειν, μνήμην τοῦ πάππα ποιεῖσθαι ἐν ταῖς θείαις εὐχαριστίαις. Ἐπειδὴ οὖν ὁ μὲν θειότα της πατριάρχης μακρὰν τῆς Ἐκκλησίας ἐξωθεῖ, καὶ μετὰ τῶν αἱρετικῶν τάττει· τοῦτο γὰρ δηλοῖ τὸ ἔθος τῇ Ἐκκλησίᾳ διὰ τοῦ ἀναθέματος τοὺς μὴ τηροῦν τα; τὸν ὄρον, καὶ λίαν δικαίως· πάντες γάρ, δηλοί, οι μὴ φυλάττοντες τῶν καθολικῶν συνόδων τοὺς ὅρους τῷ ἀναθέματι παραδίδονται· ὁ δὲ πάππας τὸ κυρω θὲν τῇ συνόδῳ, ἤτοι τὸ ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπο ρεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐκφωνεῖν διορίζεται, καὶ ὑμεῖς οὐχ ὑπακούσετε; καὶ οὔτε τὸν τοῦ πάππα
Continue reading PG 161: in Expositionem illius Textus Evangelii →≣ entire volume