PG 161George of Trebizond
On the Procession of the Holy Spirit
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

On the Procession of the Holy SpiritDe Processione Spiritus Sancti

col. 769–770page 1 of 30
PG 161:769ΣΤΟ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΑΠΕΖΟΥΝΤΙΟΥ ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΤΟΝ ΚΟΥΒΩΚΛΗΣΙΟΝ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. α'. Ωκνουν μὲν πρότερον πρὸς σὲ γράφειν, τήν τε σὴν περὶ τὰ θεῖα σπουδὴν εἰδὼς, καὶ τὴν ἐμὴν ἐν τοῖς γηΐνοις ἀσχολίαν· νῦν δὲ ὁ ἐμὸς δεῦρο πλεύσας πατήρ ἀνήγειρε τε καὶ παρώξυνεν, ἄλλα τε πολλὰ εἰπὼν, καὶ ὅτι σὺ γράψειας ἂν εὐθὺς πρός με περὶ τῆς τῶν Εκκλησιῶν διαφορᾶς, εἰ γ' ἐγὼ τοῦτο πρῶτος ποιοι. μι. Πρὸς τούτοις δοκεῖν αὐτῷ, φησὶν, ἂν γράμμασι συνομιλῶ σοι, μεταμαθεῖν τὴν ἀλήθειαν, ἧς ἐμοὶ οὐ δὲν τιμιώτερον. Διὸ τῷ τε πατρὶ τῷ ἐμῷ ὅρκῳ συνωμολόγησα, καί σοι νῦν ὄμνυμι, μάρτυρα ἐπικαλούμενος Χριστὸν Ἰησοῦν, ἂν ἄρα τισὶ λόγοις, οἷς αὐτὸς οἶδας, τὰ τῆς τῶν Γραικῶν Ἐκκλησίας δόγματα τῆς ἀληθείας ἔχεσθαι ἀποδείξῃς, ὡς ἕξεις Γεώργιον μετά σοῦ, καὶ ἀποδώσεις τῇ Ἐκκλησίᾳ Γραικών, ᾗ ἀπε τάχθην πιστεύσας καλῶς ποιεῖν, καὶ πιστεύων μέχρι τῆς σήμερον. Μὴ ὀκνήσῃς οὖν γράφειν, καὶ μετακι λεῖσθαι πρὸς ἦν οἴει ἡμᾶς ἀλήθειαν. Ηδη γάρ σου πρότεροι γράφομεν, καὶ προσκαλούμεθα μετ᾿ ἀγά πης πάσης, ποιούμενοι τὸν λόγον χωρίς πεισμονῆς, χωρὶς φιλοτιμίας, τὸ τοῦ λόγου μέγεθος καὶ γρίφον ἀφαιροῦντες, ὡς οἷόν τε. Οὐ γὰρ ἵνα δεινοὶ δόξωμεν ῥήτορες, ἢ πολλοί τινες τους λόγους, ἀλλ᾽ ἵνα ἢ ἡμεῖς τὴν ἀλήθειαν μεταμάθωμεν, ἢ σὺ ταύτην κἂν νῦν γνωρίσαις, δεῖν ᾠήθημεν πρὸς σὲ γράφειν. Γένοιτο δὲ τὸ ἕτερον, Χριστὲ βασιλεῦ, καὶ γένοιτο τὸ σου εὐάρεστον. Αλλ' ἵνα μὴ πολὺν ἐν προοιμίοις κατα τρίβω χρόνον, ἄρξομαι νῦν, αὐτὸ τὸ πανάγιον Πνεύ μα, περὶ οὗ ὁ λόγος, ἐπικαλεσάμενος εἰς βοήθειαν. β'. Τὸ ἀπαράλλακτον τῆς θείας φύσεως ομολο τοῦντες, καὶ τὴν ταυτότητα τῆς οὐσίας, τρεῖς ὑπο
col. 771–772page 2 of 30
PG 161:771μεν, οὔτε τέμνοντες, οὔτε συγχέοντες. Ταῦτα δὲ, τὸ μὲν τῷ ἀνάρχῳ, τὸ δὲ τῇ γεννήσει, τὸ δὲ τῇ προσδι διακρίνομεν, καὶ ὁμολογοῦμεν, τὸν μὲν Υἱὸν ἀφράστως καὶ αἰωνίως γεννᾶσθαι ἐκ τοῦ Πατρὸς, τὸ δὲ ἅγιον Πνεῦμα ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι, τῆς διὰ οὔτε ὀργανικήν τινα σχέσιν, οὔτε τοπικήν, οὔτε ὑπουργικὴν, οὔτ᾽ ἀλλὴν οἰανοῦν οιηθείη τις σημα νούσης, οὔτε μάτην κειμένης καὶ πρὸς ψιλὴν ἀναφορὰν, ἀλλὰ μόνην παριστώσης τὴν φυσικὴν καὶ οὐτ σιώδη, τὴν κατ' αίτιον δηλονότι, δι' ἧς τὸ Πνεῦμα ὁ εἴ; τῆς Τριάδος πρόεισιν εἰς τὸ εἶναι ἐν ἰδικῇ ὑπο στάσει. Τῶν γοῦν ἄλλων ὑποτεθειμένων κοινῶν ἐμοί τε καὶ σοὶ περὶ τοῦ ὕστερον λεχθέντος ὁ λόγος. Τοῦτο δὲ εἰ μέλλοιμεν καλῶς δεῖξαι, δεῖ πρῶτον μὲν τὴν ἐν τοῖς θείοις τάξιν σκοπεῖν, εἶτα καὶ τὰς τῶν ἁγίων πρὸς τοῦτο φερούσας ῥήσεις, καὶ τὰ ἐκ τοῦ ἑκατέρου μέρους συναναφαινόμενα άτυπα. στάσεις, ἤτοι τρία πρόσωπα ὅλα ἐν ὅλοι, γνωρίζο γ'. Ὅτι μὲν οὖν τάξις ἐν τοῖς θείοις, παντί που δῆλον τῷ νοῦν ἔχοντι, κἂν Γραικοὶ διαῤῥήγνυνται. Πρῶτον μὲν, ὅτι πᾶν καλὸν καὶ ἀγαθὸν ἐν τῷ θεῷ κυρίως καὶ πρώτως καὶ καθ' αὐτὸ, τῶν καλῶν δὲ ἡ τάξις· εἶτα ἐν παντὶ πλήθει· πλῆθος δὲ λέγω τὸ ὑπὲρ μονάδα ἢ δυάδα ὂν, ἢ σύγχυσιν ἄλογον, ἢ τάτ ξιν εύλογον εἶναι ἀναγκαῖον. Ὑπὲρ δυάδα δὲ ὁ Θεὸς ταῖς ὑποστάσεσιν. Εστιν ἄρα τάξις ταῖς ὑποστάσε:ι τῷ Θεῷ. Οὐ γὰρ σύγχυσις ἔσται ἐν τῇ Τριάδι, τῇ καὶ τὰ ἄλλα εἰς τάξιν ἀγούσῃ κατὰ τὴν θεολόγον φωνήν. "Ην γὰρ Πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον, καὶ οὐκ ἔστιν οὐδὲν χρηστὸν ἐν τοῖς κτίσμασιν, ὁ μὴ ἐκεῖθεν ήκει, ἀνάγκη πᾶσα τὴν καὶ ἀγγέλων τάγματα, καὶ κόσμου παντὸς θέσιν τάξει κοσμήσασαν Τριάδα τετάχθαι ἐν ἑαυτῇ. Πρὸς τού τοῖς καὶ τὸ τῆς τριάδος όνομα τάξιν δηλοῖ, καὶ ἀδ να τον τριάδα λέγειν ἀληθῶς καὶ πραγματικῶς, εἰ μὴ σχέσιν πρὸς ἄλληλα ἔχει τὰ τρία. Εί τις γάρ δύο τινὰ ὑποθείη, μὴ σχέσιν ἔχοντα πρὸ; ἄλληλα οίιν οὖν, δύο, οὐ δυὰς, ἔσται. Εἰ δὲ τρία εἴη τὰ ὑποκείμενα, εἰ μὲν ἕκαστον πρὸς τὰ λοιπὰ δύο σχέσιν ἔχει, τριὰς ἔσται· εἰ δὲ μή, τρία. Εἰ ἄρα ἔχει ὁ Πατὴρ πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὴν κατ' αἰτίαν φυσι κὴν σχέσιν· ὁ δὲ Υἱὸς πρὸς μὲν τὸν Πατέρα ἔχει, ὅτι ἐξ αὐτοῦ, πρὸς δὲ τὸ Πνεῦμα οὐδεμίαν, οὔτε μὲν τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν, ἢ διὰς ἔσται, ἢ τρεῖς ἔσονται Θεοί, φεῦ τῆς ἀτοπίας! καὶ οὐ Τριὰς ὁ Θεός. Ην δὴ ἀσέβειαν φεύγουσι τοῖς διδασκάλοις καλῶς λέγεται, καὶ ταῖς κοιναῖς τῶν Χριστιανῶν ἐννοίσι; πιστεύεται, ἔχεσθαι ἀλλήλων τὰς θείας ὑποστάσεις. “Ο τοῖς Γραικοῖς οὐδαμῶς σώζεται. Ὥστε κινδυν με ν αὐτοὺς τῆς εἰ; Τριάδα πίστεως ἀποπίπτειν. δ. Εἰ δὲ λέγοιεν, ὡς ἔχοι σχέσιν ὁ Υἱὸς πρὸς τὸ Πνεῦμα τῇ ὁμουσιότητι, οὐκ ἀναγκαῖος ὁ λόγος,
col. 773–774page 3 of 30
PG 161:773ἵνα μὴ μωρὶς λέγωμεν. Οὐ γὰρ τῷ ὁμοουσίοις εἶναι τισι καὶ σχέσις προσέσται. "Ην γὰρ καὶ ἀνθρώποις πᾶσι τῆς αὐτῆς οὔσι φύσεως. Τουναντίον δὲ, τῷ προσεἶναί τισι φυσικὴν σχέσιν καὶ ὁμοουσίοις εἶναι ἀκολουθεῖ. Πρὸς δὲ παντί που δῆλον ἐν τοῖς θείοις τῇ οὐσίᾳ ἐνοῦσθαι τὰ πρόσωπα, ταῖς δὲ σχέσεσι διακρίνεσθαι: Ἡ γοῦν κατὰ τὴν ὁμοιότητα, καὶ τὸ ταυτὸ τῆς οὐσίας σχέσις οὐ διακρίσεως ἀλλ᾽ ἑνώσεως. Τι δὲ Τριάδος όνομα, καὶ τὸ ἔχεσθαι ἀλλήλων τὰς ὑπου στάσεις σχέσιν ἀπαιτεῖ διακρίνουσαν. Οὐ σώζει ἄρα ἡ κατὰ τὸ ὁμοούσιον σχέσις Υἱοῦ καὶ Πνεύματος τὴν Τριάδα. Τοὐναντίον δ᾽ ἅπαν καὶ συγχεῖ ὡς ἐνοῦν, οὐ διακρίνον. Οὐ μὴν ἀλλ᾽ οὐδὲ τάξιν, σύγχυσιν δὲ μᾶλ λον τῆς ταυτότητος παρεισάγει ἡ σχέσις. Οὐ γὰρ ἔχομεν ἐξ αὐτῆς, ᾗ ταυτότης, τί τίνος προτάξομεν. Η ἄρα σύγχυσιν ἐν τῇ Τριάδι δώσομεν, καὶ οὕτως οὐδὲ Τριὰς ἔσται, ἢ Υἱοῦ καὶ Πατρὸς τοῖς ἁγίοις ἀκολουθοῦντες τὴν ἐν σχέσει τάξιν ὁμολογήσομεν. ε'. Εἰ δὲ τὸν μέγαν ἡμῖν ἐπιφέροιεν Γρηγόριον, ὡς ὅπως μὲν ταῦτα ἔχοι, σχέσεώς τε, καὶ τά ξεως, λέγοντα, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκα θαρμένοις, ἢ νῦν ὕστερον ἴστωσαν μηδὲν λέγειν. Εἰ γὰρ περὶ τοῦ προκειμένου τῷ ἁγίῳ ὁ λόγος, καὶ οὐκ οἰκονομικῶς εἴρηται· ἀλλ᾿ ὥσπερ οὐ συγκατατίθεται τὴν σχέσιν ταύτην καὶ τάξιν εἰδέναι, οὕτως οὐδ᾽ εἶναι ἀρνεῖται. Μᾶλλον δὲ σαφῶς παρίστησι τὴν οἰκονομίαν ᾗ ἐχρήσατο. Ἐπειδὴ γὰρ τῶν Πνευματομάχων πολλοὶ ἧττον τῇ φύσει τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐβούλοντο, ἵνα μὴ ἀφορμὴν ἐνδῷ αὐτοῖς ὁ ἅγιος, την τάξιν εἰπὼν, καθ᾿ ἣν ἀρχὴ τοῦ Πνεύματος ὁ Υἱός, οὕτως ἐχρήσατο τῷ λόγῳ, κἀκείνους βουλόμενος σῶ σαι, καὶ ἡμᾶς τὴν τάξιν καὶ σχέσιν ταύτην δι' ἄλλων ἀνδρῶν διδάξαι. Συγχωρεῖ γὰρ κεκαθαρμένους δύνα σθαι ταύτην ἰδεῖν. Τοῦτο δὲ σαφῶς ἐστι λέγοντος, ὡς ἔστι τις καὶ οἱ κατὰ τὸ ὁμοούσιον. Ταύτην γάρ βοᾷ λέγων, Μιᾶς φύσεως, ὦ οὗτοι, τὴν Τριάδι ὁμολογήσατε. Πῶς οὖν ἣν συγχωρεῖ κεκαθαρμένοις ἀποκαλυφθῆναι ποτε, οὐδ᾽ εἶναι τὸ σύνολον οἱ Γραι καὶ λέγουσιν; Εἰ δὲ ταύτην αὐτὸς οὐ λέγει, ἀλλὰ Βασίλειος ἐκεῖνος ὁ πάμμεγας καὶ πάνυ διατείνεται ούτωσὶ φάσκων ἐν τῇ πρὸς κανονικὰς ἐπιστολῇ Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συνα ριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστὶ. Τέτα κται δὲ τρίτον ὡς ἐν τοῖς Εὐαγγελίοις δεδιδαγμεθα, τοῦ Κυρίου εἰπόντος· ι Πορευθέντες βαπτίζετε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ὁ δὲ προτιθεὶς Υιοι, ἢ πρεσβύτερον λέγων Πατρὸς, οὗτος ἀνθίσταται μὲν τῆς τοῦ Θεοῦ διαταγῆς, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὂν παρέλαβε τρίπον δοξολογίας φυλάττων. Καὶ ἐν τῇ πρὸς Εὐστάθιον τὴν ἰατρόν· Φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν, ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος, ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρὸς, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. 'Ακούεις, ὅτι δεῖ τοὺς προς
col. 775–776page 4 of 30
PG 161:775τιθέντας Υἱοῦ τὸ Πνεῦμα φεύγειν ὡς ἀσεβεῖς; Τρ τον ἄρα τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ὄν, δεύτερόν ἐστι τοῦ Υἱοῦ κατ᾿ ἀνάγκην. ς'. Τοῦτο δὲ οἱ τῶν Γραικῶν ὁμολογοῦντες νέοι θεολόγοι, ὦ τῆς ἀμαθείας! περὶ τῆς ἐν προφορά τάξεως φασὶ τῷ ἁγίῳ γενέσθαι τὸν λόγον. Τὸ δ' ὅτι ἀσεβὲς καὶ ἀδύνατον οὐ χαλεπὸν δεῖξαι. ᾿Αλλὰ πρό τερον διπλὴν εἶναι τὴν τάξιν εἰδέναι δεῖ, μία μὲν, ἥτις τῷ μὲν πράγματι οὐ πρόσεστι, πλάττεται δὲ διανοίᾳ τοῦ στοχαζομένου, μίαν δὲ πραγματικὴν ἀληθεστάτην, οὐ πλαττομένην παρά τινος, ἀλλ' ἐν θεωρουμένην τοῖς πράγμασιν. Ὅτι δὲ περὶ ταύτης τῷ ἁγίῳ ὁ λόγο; δήλον. Πρῶτον μὲν, ὅτι ἡ κατὰ θέ σιν τάξις καὶ ἐναλλάττεσθαι δύνητ᾽ ἂν εὐσεβῶς, ἀν θρωπίνης οὖσα διανοίας εφεύρημα. Εκείνη δὲ, περι " ἧς τῷ θεολόγῳ ὁ λόγος, οὐκ ἐπιδέχεται κίνησιν οίαν οῦν. Φευκταῖοι γὰρ οἱ ἐναλλάττοντες, ὡς φανερῶς τῇ εὐσεβείς μαχόμενοι. Επειτα δὲ καὶ τὸ τῆς Τριάδος μυστήριον οὐκ ἐν ψιλοῖς ὀνόμασι, καὶ γυμναῖς ἀνα φοραῖς ἔχει τὸ εἶναι, ἀλλὰ τῷ πράγματι Τριάς, ήτοι ἀληθῶς Τριάς. Οὐδὲ τῷ ἡμᾶς εἰς Τριάδα πιστεύειν, διὰ τοῦτο Τριάς, ἀλλ' ὅτι Τριάς πεπιστεύκαμεν τε εἰς Τριάδα, καὶ βεβαπτίσμεθα. Καὶ τὴν ἐν Τριάδι ἄρα τάξιν οὐ κατὰ τὴν ἡμετέραν θέσιν εἶναι πιστευτέον. Πάντων γὰρ ἂν ἦν ἀτοπώτατον, εἰς τὰ τῆς ἡμετέρας διανοίας ἐξευρήματα πιστεύειν. ᾿Αλλὰ διότι τάξις πρόσεστι τῇ Τριάδι, τούτου χάριν αὐτὴν θε τέον ἅμα καὶ πιστευτέον· καὶ ὥσπερ ἂν εἴποιεν Γραι καὶ ἐπιθεωρεῖσθαι τὴν τάξιν ἐν Πατρὶ καὶ Υἱῷ οὐ διὰ τὴν τῶν ὀνομάτων ἀναφορὰν, ἀλλὰ διὰ τὴν τῶν πραγμάτων ἀλήθειαν, προθεωρουμένου τοῦ αἰτίου φύσει. Καὶ πάλιν· "Ωσπερ τοῦ Πατρὸς πρὸς τὸ Πνεῦμα σχέσιν εἶναι πιστεύομεν, καίτοι γε τῶν ὀνομάτων οὐκ ἀναφερομένων πρὸς ἄλληλα· οὕτω δεῖ καὶ Υἱοῦ πρὸ; τὸ Πνεῦμα σχέσιν εἶναι πάντως. Εἰ δὲ μὴ, οὐ τρίτον ἀληθῶς τὸ Πνεῦμα, ἀλλὰ μόνῃ τῇ τῶν ὀνομάτων θέ σε: φερόμενον. Εἰ μὲν γὰρ προβολέα καλέσωμεν τὸν Πατέρα, ὥς φησι Νεῖλος, ὁ τὴν Τριάδα ἀθε τῶν, καὶ ὁ τῶν Γραικών θεολόγος τρίτος, ο Υιός ὡς διὰ τοῦ προβλήματος ἐκ τοῦ προβολέως, εἰ δὲ Πατέρα, τρίτον τὸ Πνεῦμα, ὡς δι' Υἱοῦ ἐκ Πα τρός. Βλέπει; πῶς οὐδεμίαν εἶναι βούλεται σχέσιν Υἱοῦ καὶ Πνεύματος; Οὕτως αἱ δύο ὑποστάσεις αύτ και συγχέονται αὐτῷ φανερῶς μαχομένῳ, τῇ εὐσε βείᾳ. Ἔστιν ἄρα τάξις ἀλλήλαις ταῖς ὑποστάσεσι φύσει, οὐ θέσει παροῦτα, καὶ οὐ δευτερεύει ὁ Υἱός τοῦ Πνεύματος. Ην γὰρ ἂν τρίτος ἀπὸ τοῦ Πατρός, καὶ ἐξηρτῆσθαι ἐλέγετο τοῦ Πνεύματος, καὶ τοῦ Πνεύματος Υἱὸς ὠνομάζετο, ὅπερ οὐδ᾽ ἂν οἱ δαίμονε; εἴποιεν. Τοὐναντίον μὲν γὰρ ἅπαν καὶ λέγεται καὶ πιστεύεται τὸ Πνεῦμα Πνεῦμα τοῦ Υἱοῦ καὶ ἔχεσθαι αὐτοῦ καὶ ἐξῆφθαι, καὶ οὕτω ῥῆμα Υἱοῦ, καὶ προϊὸν ἐξ αὐτοῦ. ζ'. Τούτων οὕτως ἐχόντων, ἀνάγκη πᾶσα ἐκ Πα τοὺς καὶ Υἱοῦ, ἤτοι δι' Υἱοῦ ἔχειν τὴν ὕπαρξιν τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ἔστιν ἐξευρεῖν τρόπον άλ λον τοῖς θείοις ἁρμόζοντα, ᾧ καὶ τὴν τάξιν πράγ μασι προσοῦσαν φυλάξομεν, καὶ ταῖς τῶν διδασκάλων ἀκολουθήσομεν βήσεσιν. οἵτινες ἐκ Πατρὸς δι'
col. 777–778page 5 of 30
PG 161:777Υἱοῦ φυσικῶς, καὶ οὐσιωδῶς προχεῖσθαι τὸ Πνεῦμα θεολογοῦσιν. ᾿Αλλὰ τὸ Θεοφάντορος ῥητὸν, ἐν ᾧ διτ τὴν εἶναι βούλεται τὴν τάξιν, τιθέσθω πρῶτον, ἵνα ἴδοις, ὡς ὁ βασίλειος νοῦς πάντοθεν καταβάλλει τὴν τῶν Γραικῶν ἀσέβειαν. Οὕτω γὰρ αὐτὸς καλεῖ τοὺς ἀθετοῦντας τὴν τάξιν. Ἐν γοῦν τῷ πρὸς Εὐνόμιον πρώτῳ φησίν· 'Η μὲν ἔστι φυσικὴ τάξις, ἡ δὲ κατ' ἐπιτήδευσιν· καὶ μετ' ὀλίγα· Τούτων τοίνυν τὸ πρότερον ἀποκρυψάμενος ὁ Εὐνόμιος, τοῦ δευτέρου είδους τῆς τάξεως ἐπεμνήσθη, καὶ φησὶ, μὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ τάξιν, ἐπείπερ ἡ τάξις δευτέρα τοῦ τάττοντος. ᾿Εκεῖνο δὲ οὐ σύνοιδεν, ἢ ἑκὼν ἀπεκρύψατο, ὡς ἔστι τι τῆς τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ' ἡμῶν θέσεως συν ιστάμενον, ἀλλὰ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμ βαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτ τοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον τὸ ἀπ' αὐτοῦ, οὐ διαστήματι χωρίζοντες ἀπ' ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον. Ταῦτα ἐκείνου τοῦ θείου ἀνδρὸς βοῶντος, καὶ μηδεμίαν ἄλλην ἀπο δεχομένου τάξιν, εἰ μὴ τὴν κατ' αἴτιον καὶ αἰτιατὸν, καὶ ἀσεβεῖς ἀποκαλοῦντος τοὺς μὴ πιστεύοντας, τρί τον εἶναι τὸ Πνεῦμα, καὶ μετὰ τὸν Υἱὸν τάττεσθαι, πῶς ὅλως ἀποτολμῶσι λέγειν οἱ Γραικοί, ὡς οὐκ ἔστιν ἐξ Υἱοῦ τὸ Πνεῦμα; η. Αλλ' είεν. Τὸ δὲ προχεῖσθαι, καὶ ἐκβλύζειν, καὶ προϊέναι, καὶ πεφηνέναι ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα, μὴ οὐκ ἐξ Υἱοῦ εἶναι τὸ Πνεῦμα βούλεται; Ταῦτα δ' ὅτι πολλοῖς λέλεκται τῶν ἁγίων, οἶδας και λῶς, καὶ διὰ τοῦτο οὐ χρὴ παράγειν τοὺς λέγοντας. Σκοπώμεν τοιγαροῦν, εἰ ὡς δεῖ ταῦτα Γραικοὶ νοού σιν. Αρκέσει γὰρ τοῦτό σοι. Τὸ προχεῖσθαι, φασί, καὶ ἐκβλύζειν, καὶ προϊέναι, καὶ πεφηνέναι ἐξ ἀμ φοῖν, ἤτοι ἐκ Πατρὸς δὲ Υἱοῦ τὸ Πνεῦμα, δευτέραν τινὰ σημαίνει πρόοδον, καθ᾽ ἣν τῇ κτίσει δωρεῖται τὸ Πνεῦμα, ὁ ἡμῖν δίδοται οἱ παρὰ τοῦ Πατρὸς μό νον, ἀλλὰ δὴ καὶ παρὰ τοῦ Υἱοῦ. Διανομή οὖν χαρι σμάτων αὕτη οὖσα ἡ πρόοδος καὶ χρόνῳ καὶ πρός τί ἐστι καὶ παρ' ἀμφοτέρων· ἡ δὲ ἀΐδιος, καθ᾽ ἦν ἔχει τὸ ὑφεστάναι τὸ Πνεῦμα, ἐκ μόνου ἐστὶ τοῦ Πατρός. Ταῦτα λέγοντες πρὸς τῷ μηδὲν τὴν τάξιν φυλάττειν, ὅπερ ἀσεβὲς ἀποδέδεικται, οὐδὲ Κύριλλον αἰδοῦνται τὸν θεῖον, ούτωσί που λέγοντα ἐν τῷ πρὸς Νεστόριον λόγῳ· Εἰ καὶ ἔστιν ἐν ὑποστάσει τὸ Πνεῦμα ιδικῇ, καὶ δὴ νοεῖται καθ' ἑαυτὸ, καθὸ Πνεῦμά ἐστι, καὶ οὐχ Υἱὸς, ἀλλ᾽ οὖν ἐστιν οὐκ ἀλλό τριον τοῦ Υἱοῦ. Πνεῦμα γὰρ ἀληθείας ὠνόμα. σται, καὶ ἔστι Χριστὸς ἡ ἀλήθεια, καὶ προχεῖται παρ' αὐτοῦ, καθάπερ αμέλει καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Οὐ γὰρ ἔχοιεν λέγειν Γραικοί, καίτοι γε δεινοὶ σοφίζεσθαι ὄντες, ὡς ἀποδοτέον τὸ προχεῖται πρὸς τὸ Ἐν ὑποστάσει ὂν ἰδικῇ Πνεῦμα. Ἔστιν ἄρα παρὰ τοῦ Υἱοῦ, ὡς καὶ παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα. Εἰ δὲ φαίης, ὡς δι' Υἱοῦ θέλων δεῖξαι τὸ Πνεῦμα εἰς τὸ παρὰ τοῦ Υἱοῦ εἶναι ἐνέπεσον, ἐπίσ σχες νῦν. Μικρῷ δ' ὕστερον τὴν διαφορὰν ἐξετάσω μεν τῶν προθέσεων. Οὐ μὴν ἀλλὰ κἀκεῖνο εἴηθες, ὅ τινές φασιν, ὅτι τὸ καθάπερ ὁμοίωσιν σημαίνον οὐκ
col. 779–780page 6 of 30
PG 161:779λεγόντων τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, καὶ οὐχ οὕτως ἐκ τοῦ Υἱοῦ. Ἡ γὰρ ὁμοίωσις ἐνταῦθα τῷ ἁγίῳ, ἵνα καὶ τὸ παρ' ἄλλων λεγόμενον λέξω, οὐ πρὸς τὸ ὡδι εἶναι, ἀλλὰ πρὸς τὸ ὅθεν είληπται. Εἰ δὲ καὶ πρὸς τὸ ὡδι, καὶ τοῦτο καλῶς. Ἐκπορεύεται γὰρ παρὰ Πα τρὸς δι' Υἱοῦ, καὶ ἡ ὁμοίωσις πρὸς τὸν τρόπον τῆς υπάρξεως τὸ προκαταρκτικῶς τοῦ μὴ, ἀλλ᾽ εἷς καὶ ὁ αὐτός. Τοῦτο γὰρ μόνον βούλεται τὸ προκαταρκτι κῶς, ὅτι μιᾶς οὔσης τῆς προβλητικῆς δυνάμεως ἐν Πατρὶ καὶ Υἱῷ, ἐκ τοῦ Πατρὸς ἔχει ταύτην λαβὼν ὁ Υἱός, ὅθεν καὶ τὸ εἶναι. Καὶ ὥσπερ εἴ τις λέγει τὴν θείαν φύσιν προκαταρκτικῶς καὶ ἀρχοειδῶς νοείσθαι ἐν τῷ Πατρὶ, πράγμα λέγει πάντη ἀναγκαῖον. Ἐκεῖ θεν γὰρ ἔχει ταύτην ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Διαφορὰν δὲ φύσεως διὰ τοῦτο νοῆσαι ἀδύνατον, τοὐναντίον δ' ἅπαν ἑνότητα, ὅτι ἦν ἔχει φύσιν ὁ Πατήρ, ταύτην δίδωσι τῷ Υἱῷ. Οὕτω προκαταρκτικῶς λεγόμενον ἐκπορεύεσθαι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, μὴ οὕτω δὲ ἐκ τοῦ Υἱοῦ, οὐδεμίαν διαφορὰν τοῦ τρόπου της ὑπάρξεως δίδωσι νοεῖν τῷ προκαταρκτικῶς, τούν αντίον δὲ ἑνότητα. Ωστ' εἶναι τὸν αὐτὸν κατὰ πάντα τρόπον. Εἰ γὰρ δίδωσι την προβλητικήν δύναμιν ὁ Πατὴρ τῷ Υἱῷ ἀνάρχως, αὐτὸς αὐτὴν ἔχων, ὅπερ τῷ προκαταρκτικώς δηλοῦται, πρόδηλον ὅτι τὴν αὐ τὴν ἐκείνην δώσει τῷ ἀριθμῷ, ᾗ ἐξ αὐτοῦ πρόεισι τὸ Πνεῦμα. Οὐκ ἐνέχεται ἄρα οὐδεμιᾷ ἀτοπίᾳ ὁ λέγων, οὕτως εἶναι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, ὥσπερ καὶ παρὰ τοῦ Πατρὸς, τοῦ τρόπου τῆς ὑπάρξεως οὐ διισταμέν νου, ἀλλ᾽ ἑνουμένου τῷ προκαταρκτικῶς. Τοῦτο δ' ὅτι ἀληθὲς δῆλον καὶ ἐκ τῆς ἀντιφάσεως. Εἰ γὰρ δώσομεν καὶ τῷ Υἱῷ τὸ προκαταρκτικῶς, ἀνάρχως ἕξει τοῦτο καὶ οὐ παρὰ τοῦ Πατρός. Οὐκ ἄρα ἔσται αὐτὸ τοῦτο, ὅπερ ὁ Πατὴρ ἔχει. Διάφορον ἄρα. ᾿Αλλὰ τὸ προκαταρκτικῶς μόνῳ τῷ Πατρὶ δέδοται. Έχει ἄρα, κοινωνὸς ὢν πάντων τῶν τοῦ Πατρὸς ἀγαθῶν, ταυτὸ, καὶ οὐ διάφορος ὁ Υἱός. Τὸ προχεῖσθαι ἄρα παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ τὰ χαρίσματα, ἀλλὰ τὴν ὑπόστασιν ἐκεῖθεν εἶναι δηλοῖ ἐκπορευτών, ὥσπερ καὶ παρὰ τοῦ Πατρός. ενέχεται τῇ τῶν Λατίνων δόξῃ, προκαταρκτικώς θ'. 'Ο δὲ μέγας Βασίλειος τὸ μὲν ἐκ τοῦ Θεοῦ τὸ Πνεῦμα εἶναι τρανῶς ἐκήρυξεν· Ὁ Ἀπόστολος, φησὶ, τὸ Πνεῦμα λέγων τὸ ἐκ τοῦ Θεοῦ, καὶ τὸ δι' Υἱοῦ πεφηνέναι σαφές πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτό. Οτι δὲ περὶ τοῦ ἐν ὑποστάσει καὶ οὗτος λέγει Πνεύματος ἐκεῖθεν δῆλον, ὅτι οὐδείς ποτε μέχρι και σήμερον τῶν διδασκάλων Υἱοῦ Πνεῦμα τὰ χαρίσματα, ἢ τὴν πρὸς ἡμᾶς καὶ ἐν χρόνῳ δευτέραν πρόοδον εἴρηκεν. Αιωνίως γὰρ τὸ Πνεῦμα Πνεῦμα Υἱοῦ. Διὰ τοῦτο καὶ ἡ πάγχρυσος γλῶσσα ἐν τῇ περὶ τοῦ ἁγίου Πνεύματος ὁμιλίᾳ, Αὐτὴν, φησί, τοῦ Πνεύματος δηλοῦσθαι τὴν ὑπόστασιν, ὅταν Πνεῦμα Υἱοῦ, ἡ ἀληθείας, ἢ Χριστοῦ λέγηται, Εκείνῳ δὲ καὶ πάνυ προσεκτέον, ὅτι Υἱοῦ Πνεῦμα τούτου χάριν εἰρῆσθαι τῷ ᾿Αποστόλῳ, φησὶν ὁ θεα
col. 781–782page 7 of 30
PG 161:781φάντωρ, διότι δ: Υἱοῦ πέφηνεν. Εἰ δὲ Υἱοῦ Η εῦμα λέγεται ἡ ὑπίστασις τοῦ Πνεύματος, καὶ δι' Υἱοῦ ἄρα πέφηνεν αὐτὸ τὸ ἐν ὑποστάσει ἰδικῇ Πνεῦμα, δ εἴς τῆς Τριάδος. Εἰ δὲ τὸ πεφηνέναι τὸ πεφανερού σθαι δι' Υἱοῦ τὸ Πνεῦμα ἡμῖν λέγουσι τινες, Αἰσχυνέσθωσαν, ὅτι μᾶλλον ὁ Υἱς πεφανέρωται διὰ τοῦ Πνεύματος. ᾿Εκεῖνος γὰρ, φησὶν, ὑμᾶς διδάξει πάντα, καὶ ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Φανεροῦται δὲ καὶ ὁ Πατὴρ δι' Υἱοῦ, Εφανέ; ωσά σου, φησί, τὸ ὄνομα τοῖς ἀνθρώποις. 'Αλλ' οὔτε ὁ Πατήρ δι' Υἱοῦ πεφηνέναι, οὔτε ὁ Υἱὸς διὰ τοῦ Πνεύματος λέγεται, τοὐναντίον δ' ἅπαν ἔτι ἡ φανε ρωσις αὕτη ἐν χρόνῳ. Τὸ δὲ Πνεῦμα αἰωνίως πέφηνε δι' Υἱοῦ, ἐπεὶ καὶ αἰωνίως Πνεῦμα Υἱοῦ. Οὐκ ἄρι τὴν ἐν χρόνῳ φανέρωσιν, ἀλλ᾽ ᾖ αἰωνίως δὶ Υἱοῦ εἰς τὸ καθ᾿ ἑαυτὸ εἶναι πεφανέρωται τὸ πεφηνέναι βού- " λεται. Καὶ ταῦτα μὲν οὗτοι. Ο δὲ θεῖος Αθανάσιος ἐν ᾗ ἐκτίθεται Διαλέξει ᾿Ορθοδόξου και Μακεδονια τοῦ τάδε φησίν· Ἐὰν οὖν δειχθῇ τῆς αὐτῆς εἶναι θεότητος τῷ Υἱῷ καὶ τῷ Πατρὶ τὸ Πνεῦμα, τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθὲν, καὶ προσκυνητὸν καὶ λατρευτὸν ἀποδειχθήσεται. Ἰδοὺ ὧδε πάλιν τὸ ἐκχυθὲν πρὸς τὴν ὑπόστασιν φέρεται τοῦ Πνεύματος. Πρῶτον μὲν, ὅτι τῆς αὐτῆς θεότητος τῷ Πατρὶ καὶ τῷ Υἱῷ οὐ λέγετε τὰ χαρί σματα, καίτοι γε ἄκτιστα εἶναι ταῦτα νομίζοντες ἄλλο γὰρ τῆς θείας ουσίας τὴν ἐνέργειαν λέγετε ἔπειτα δὲ, ὅτι προσκυνητήν, ἢ λατρευτὴν ἐνέργειαν οὐδεὶς νοῦν ἔχων λέγει τῆς οὐσίας διαφέρουσαν. ᾿Αλλ' ἐνταῦθα του λόγου γενόμενος, έξω γίνομαι ἐμαυτοῦ, τῷ πάθει νικώμενος. Οὐαί μοι τῷ ἀθλίῳ! οὐαί μοι! ὅτι τὸ ἐμὸν γένος τὸ ὀρθοδοξότατόν ποτε καὶ Χριστοῦ φίλον εἰς τοῦτο ἀσεβείας κατῆλθες, ὥστε συνοδικῶς φρονῆσαι τὰ τοῦ Παλαμᾶ, καὶ κατ' ἔτος τῷ ἀναθέματι παραπέμπειν Τριάδα καὶ τοὺς αὐτῆς· οὕτως ἐμάνης κατὰ τῆς ἀληθείας, ὥσθ' ἵν' ἀποφύγῃς τοὺς ἀλύτους τῇ ἀληθείας λόγους ἀποτολμῆσαί κηρύττειν, ἀπείρους οὖσας τὰς ἐνεργείας τοῦ Θεοῦ, καὶ κτιστὰς εἶναι, καὶ ἀπειράκις τῆς οὐσίας διαφέρειν, καὶ πιστεύειν ἔξω τῆς Τριάδος εἶναι τι ἄκτιστον, καὶ τοὺς μὴ οὕτω φρονοῦντας ἀποκηρύττειν τῆς Ἐκκλησίας. Δεύρο, δεῦρο πρὸς τὴν Χριστοῦ Ἐκκλησίαν, ήτοι τῆς παλαιᾶς Ρώμης. Ερώτα, καὶ μαθήσῃ. Κρούς, καὶ ἀνοιγήσεταί σοι. 'Ακολούθει τοῖς σοῖς διδασκάλοις ᾿Αθανασίῳ τῷ πάνυ, Βασιλείῳ, Ο Κυρίλλῳ, τῷ Νύσσης, καὶ τοῖς λοιποῖς. Παράπεμψον τῷ ἀναθέματι Παλαμᾶν, τὸν, ἵνα φύγῃ τὴν τῆς 'Ρώ μης δόξαν, ήτοι τὴν ἀλήθειαν αὐτὴν, εἰς πολυθείαν καὶ αὐτῆς τῆς Ἑλληνικῆς πολλῷ χείρω εἰσβαλόντα πᾶσαν τὴν Ἐκκλησίαν Γραικών. Τίς τραγῳδὸς ἐκ τραγῳδήσει ὡς δεῖ ταῦτα; Τίς ἀρκούντως ἀποκλαύσεται; Ἐμοὶ δὲ, εἰρήσεται γὰρ τἀληθὲς, ὅταν τού των μνησθῶ, ὥσπερ τινὶ φιλογόῳ γυναικί, ὄνυξιν ἐπέρχεται ξύειν τὰς παρειάς, καὶ τὴν κόμην ξαί νειν, χερσὶ δέρειν εἰς τὴν κεφαλὴν, καὶ τύπτειν πα λάμαις τὰ γόνατα, ἐνθυμουμένῳ τὴν τοῦ γένους ἀπώλειαν. Αλλ' οὐ καιρὸς νῦν τῶν τοιούτων θρήνων.
col. 783–784page 8 of 30
PG 161:783Οιδα γὰρ ὅτι καταγελᾷς Γραικὸς τῇ δόξῃ ὡς ἀνοή. του. Ἐγὼ δ' ὥσπερ ἀληθῆ λέγω οὕτω μου ὁ Χριστὸς φείσοιτο ἐν ἡμέρᾳ τῆς κρίσεως. Ἐάσθω γοῦν τὰ περὶ τῆς πολυθείας ταύτης, ἢ ἀθεΐας, καὶ πρὸς τὸ πρῶτον αὖθις ὁ θεῖος ἡμᾶς ἐναγέτω Κύριλλος, "Ο τε τοίνυν, φάσκων ἐν τῷ δευτέρῳ τῶν Θησαυρῶν, Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γενόμενον, συμμόρφους ἡμᾶς ἀποδεικνύει Θεοῦ. Πρόεισι δὲ καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ. Πρόδηλον ὅτι τῆς θείας ἐστὶν οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν. Οτι δὲ περὶ τῆς ὑποστάσεως κἀνταῦθα ὁ σκοπὸς τῷ ἁγίῳ, δῆλον τῷ τε μετὰ τοῦ ἄρθρου τὸ Πνεῦμα τὸ ἅγιον εἰπεῖν. Οὐ γὰρ οὕτω λέγεται τὰ χαρίσματα, καὶ τῷ προϊέναι ἐκ Πατρὸς καὶ Υἱοῦ ὁμοῦ τε καὶ Πνεύματος προϊόντων τῶν χαρισμάτων. Πρὸς τού τοις οὐ τῆς θείας φύσεώς φατε τὰ χαρίσματα. Τὸ δὲ προϊόν ἐκ Πατρὸς καὶ Υἱοῦ Πνεῦμα τῆς θείας ουσίας ἐστίν. Ἐκ τούτων ἄρα πάντων πιστεύειν δεῖ ἀλη θῶς, ὅτι τὸ προχεῖσθαί τε, καὶ πεφηνέναι, καὶ προτέ ναι, καὶ εἴ τι ὅμοιον περὶ τοῦ Πνεύματος λέγεται, τῇ ὑποστάσει ἁρμόζει. Εἰ δέ που καὶ περὶ τῶν χα ρισμάτων είρηται, ἀλλ' οὐ χρὴ ἀπατᾶσθαι τῇ όμω νυμίᾳ, ἐξετάζειν δὲ μᾶλλον διὰ τῶν πρὸ τῆς λέξεως, καὶ τῶν μετὰ τὴν λέξιν περὶ τίνος ὁ λόγος. Εστω γοῦν τοῦτο ἀποδεδειγμένον ἡμῖν, ὅτι πρόεισι καὶ προχεῖται παρὰ Πατρὸς καὶ Υἱοῦ ὁ εἷς τῆς Τριάδος τὸ Πνεῦμα τὸ ἅγιον. Οτι δὲ ταῦτα καὶ τὰ τοιαῦτα τὴν εἰς τὸ εἶναι σημαίνει τοῦ Πνεύματος πρόοδον, οὐ χαλεπὸν καὶ ἐκ τῶν εἰρημένων συνιδείν. Τίνι γὰρ Ο ἄλλῳ τρόπῳ ἐκ Πατρὸς καὶ Υἱοῦ, ἢ δι᾽ Υἱοῦ προχείο σθαι τὸ ἐν ὑποστάσει ἰδικῇ νοήσαιμεν Πνεῦμα; ι. Λελέχθω δὲ καὶ πλατύτερον· Εἴπερ παρὰ τὸ ὑφίστασθαι ὑπόστασις λέγεται, τὸ προϊόν, ἢ προχεί μενον εἰς ὑπόστασιν, οὕτω πρόεισιν, ὥστε ὑφίστασθαι. Πρόεισιν ἄρα καὶ προχεῖται τὸ Πνεῦμα ἐκ Πατρὸς δι' Υἱοῦ πρὸς τὸ ὑφίστασθαι τὸ ἐν ἰδική ὑποστάσει εἶναι σημαίνει. Τοῦτο δέ ἐστι τὸ ἐκπο ρεύεσθαι. Ἐκ Πατρὸς ἄρα καὶ Υἱοῦ, ἢ δι᾽ Υἱοῦ ἐχε πορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε ἐξ ἀμφοῖν ἔχειν τὸ εἶναι. Οτι δὲ ταῦτα καὶ τοῖς διδασκάλοις δοκεῖ, ἄκουσον Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην πονή ματος. Εἰρήσθω δὲ τὸ ῥητὸν μικρὸν ἄνωθεν, ἵνα γνῷς καὶ τὰ δοκοῦντα καθ' ἡμῶν εἶναι, ὡς ἂν Γραι καὶ φαῖεν, ὄντα μᾶλλον ὑπὲρ ἡμῶν· "Ιδιον τοῦ Θεού ὑφίστασθαι καὶ Πατρὸς τὸ Πνεῦμά ἐστι, φησίν· ἀλλ᾽ οὐδὲν ἧττον ἰδιόν ἐστι καὶ τοῦ Υἱοῦ, οὐχ ὡς ἕτερον καὶ ἕτερον, ἢ μεριστῶς ἐν ἑκατέρῳ νοούμενόν τε καὶ ὑπάρχον. 'Αλλ' ἐπείπερ ἐκ Πατρὸς καὶ ἐν πατρικάτα φύσιν ἐστὶν ὁ Υἱὸς, καρπὸς ὑπάρχων ἀλη θινὸς τῆς οὐσίας αὐτοῦ τὸ τοῦ Πατρὸς ἴδιον Πνεῦμα κατὰ φύσιν ἐπάγεται, χεόμενον μὲν ἐκ Πατρὸς, δι' αὐτοῦ δὲ τοῦ Υἱοῦ τῇ κτίσει χορη γούμενον, οὐ κατά τινα τρόπον διακονικὸν, ήτοι τὸν ἐν ὑπουργίᾳ, ἀλλ' ὥσπερ ἔφην αρτίως, ἐξ αὐτῆς μὲν προκύπτον τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, χεόμενον δὲ τοῖς ἐλεῖν ἀξίοις διὰ λόγου τοῦ ὁμοουσίου, καὶ ἐξ αὐτοῦ πεφηνότος, κατ' έκ φασιν δηλονότι τὴν εἰς τὸ εἶναι καθ᾿ ἑαυτὸ, καὶ ἐν αὐτῷ μένοντός τε καὶ ὄντος ἀεὶ προσεχώς τε
col. 785–786page 9 of 30
PG 161:785ἅμα καὶ μεμερισμένως. Ορᾷς πρῶτον μὲν ὡς οὐ δὲν ἧττον ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα ἢ τοῦ Πατρός; *Ην δ' ἂν ἧττον ἴδιον, μᾶλλον δὲ οὐδὲ ἴδιον, μὴ ὃν ἐξ αὐτοῦ. Εἰ γὰρ ἴδιόν ἐστι τοῦ Υἱοῦ τὸ ἐν ὑποστάσει Πνεῦμα, ὅπερ ὁμολογεῖν καὶ Γραικούς σύνοιδα, ή φύσει, ἢ ἐπικτήτως ἐστὶν αὐτοῦ ἴδιον. Λέγω δὲ ἐπικτήτως τὸ ὕστερόν τινι διδόμενον, καὶ ἰδιοποιούμενον, καὶ οὐκ ἀπὸ γεννήσεως τῇ φύσει ἑνὸν τῇ αὐτοῦ, ὅπερ οὐδὲ κυρίως ίδιον. ᾿Αλλὰ τοῦτο ἀπεβὲς πολλα τοῦ Κύριλλος δείκνυσι, καὶ οὐχ ἧττον ἐν τῇ εἰρη μένῃ περικοπῇ. Ἐπειδὴ γὰρ ὁ Υἱὸς ἔχει πάντα τὰ τοῦ Πατρὸς, ὡς φύσει Υἱός, τὸ τοῦ Πατρὸς ἴδιον Πνεῦμα κατά φύσιν ἐπάγεται, οὐκ ἐπακτὸν, οὐδὲ Εξωθεν. Μανικὸν γὰρ τὸ οὕτω φρονεῖν, ὡς ἐν ἄλλοις φησί. Φύσει δὲ ἂν ἴδιον τὸ Πνεῦμα τοῦ Υἱοῦ, ὡς ἐπα γομένου φύσει αὐτὸ ἐκ τοῦ Πατρὸς ἅμα τῷ γεννᾶσθαι, ἀνάγκη παρ' αὐτοῦ ἔχειν τὸ εἶναι. Οὐ γὰρ διότι ὁμοούσιον, διὰ τοῦτο ἴδιον. Ην γὰρ ἂν καὶ ἡ τοῦ Υἱοῦ ὑπόστασις ἰδιόν τι τοῦ Πνεύματος. Ἀλλ᾿ οὐδεὶς εἶπέ ποτε, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς φύσει ἐπά γεται τὸν Λόγον, οὐδ᾽ ὅτι ἐν τῷ ἐκπορεύεσθαι φύσει δέδοται αὐτῷ ὁ Υἱός· οὐδ᾽ ὅτι τῷ ἔχειν πάντα τὰ τοῦ προβολέως τὸ Πνεῦμα, τούτου χάριν ἔχει καὶ τὸν Υἱὸν ὡς ἴδιον αὐτοῦ. Τουναντίον μενοῦν ἅπαν οἶδας τοῖς ἁγίοις θεολογούμενον. Διατί; Διότι τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ᾔδεσαν, τὸν δὲ Υἱὸν ἐκ τοῦ Πνεύματος οὐκ ᾔδεσαν. Φέρε γάρ, εἴ τις εἴποι, ὅτι ἐν τῷ ἐκ πορεύεσθαι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς φύσει ἐπάγεται τὸν Υἱὸν, καὶ ὅτι ἴδιος τοῦ Πνεύματος ὁ Υἱὸς ἀποδέξῃ σὺ τοῦτον; οἶδα ὅτι ἐξωθήσεις τοῦ τῶν Χρι στιανῶν συστήματος, καὶ νοήσεις εὐθὺς, ὡς ἐκ τοῦ Πνεύματος δοξάζει τὸν Υἱὸν ὁ ταῦτα λέγων. Οὐκ ἄρα διὰ τὸ ὁμοούσιον ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλὰ διότι ἐξ αὐτοῦ πέφηνε κατ' ἔκφανσιν τὴν εἰς τὸ εἶναι καθ' ἑαυτὸ, δηλονότι εἰς τὸ ἐν ἰδικῇ ὑποστάσει εἶναι, καὶ διότι ἴδιον, διὰ τοῦτο καὶ ὁμοούσιον. Οτι δὲ τὸ ἴδιον οὕτω λαμβάνεται, καὶ τοῦτο δύναται, δρα σα φῶς Κύριλλον λέγοντα ἐν τῷ πρὸς Νεστόριον λόγῳ “Ωσπερ γὰρ ἀνθρώπου, καὶ μὴν ἑκάστου τῶν ἑτέρων ζώων τὸ ἐξ αὐτοῦ κατὰ φύσιν γέννημα, οὕτως ἴδιον αὐτοῦ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ νοοῖτ' ἂν εἶναι καὶ λέγοιτο. Ακούεις ὅτι τὸ ἴδιον οὐκ ἐπὶ Θεοῦ μόνον, ἀλλὰ καὶ ἐπ' ἀνθρώπων καὶ τῶν ἑτέρων ζώων λέγεται τὸ ἔκ τινος; Αλλὰ καὶ ᾿Αθανάσιος ἐν τῷ κατὰ ᾿Αρειανῶν λόγῳ, Ἐπειδὴ γὰρ Λόγος ἐστὶ, φησὶν, ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ, ἐξ αὐτ τοῦ τέ ἐστι, καὶ ἐν αὐτῷ. Ἰδοὺ πάλιν ἐκ τούτου δεί κνυται ὁ Υἱὸς εἶναι ἐκ τοῦ Πατρὸς, ὅτι Λόγος αὐτοῦ ίδιος καλεῖται. Ὁ δὲ θεῖος αὖθις Κύριλλος εἰς τὸ, Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, τάδε φησί· Τῶν γὰρ Θεοῦ καὶ Πατρὸς φυσικῶν ἀγαθῶν οὐσιωδῶν ὑπάρχων ὁ Υἱὸς κοινωνός, ἔχει τὸ Πνεῦμα κατά τοῦτον τὸν τρόπον, καθ' ὅνπερ ἂν νοοῖτο καὶ ὁ Πατὴρ, οὐκ ἐπακτὸν, οὐδὲ ἔξωθεν· εὔηθες γάρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν· ἀλλ᾿ ὥσπερ καὶ ἡμῶν ἕκαστος τὸ ἴδιον ἐν ἑαυτῷ πνεῦμα συνέχει, καὶ ἐκ τῶν ἐνδοτάτων σπλάγχνων εἰς τὸ ἔξω προχέει. Ορᾷς τὴν ὁμοίωσιν; Πείθῃ τοῖς εἰρημένοις, ἢ ἔτι χρήζομεν μαρτύρων; "Ιδιον ἄρα τὸ
col. 787–788page 10 of 30
PG 161:787Πνεῦμα τοῦ Υἱοῦ, ὅτι ἐξ αὐτοῦ, ὡς καὶ παρ' ἡμῶν τὸ ἴδιον ἡμῶν πνεῦμα. Εἰ γὰρ μὴ ἐξ αὐτοῦ, οὐδὲ ἴδιον· ἀλλ᾽ ἴδιον ἐξ αὐτοῦ ἄρα, οὐ χάρις, οὐκ ἐνέρ γεια, ἀλλ' ὁ τῆς Τριάδος εἶς. Πέφηνε γὰρ ἐξ αὐτοῦ κατ' ἔκφανσιν τὴν εἰς τὸ εἶναι καθ' ἑαυτό. Τοῦτο δέ ἐστι τὸ ἐκπορεύεσθαι. Εκπορεύεται ἄρα καὶ ἐξ Υἱοῦ, ἤτοι δι' Υἱοῦ, ὡς καὶ ὁ θεῖός φησι Μάξιμος ἐν οἷς ἑρμηνεύει, τί βούλεται τῷ προφήτη Ζαχαρία ή χρυσή λυχνία. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, φησὶν, ὥσπερ φύσει κατ' οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρὸς, οὕτω καὶ τοῦ Υἱοῦ κατ' ουσίαν ἐστὶν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι' Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον. Ἰδοὺ πάλιν τὸ κατ' ουσίαν εἶναι Υἱοῦ τὸ Πνεῦμα τῷ δι᾿ αὐτοῦ ἐκπορεύεσθαι δείκνυται. ια'. Εἰ δὲ λόγοι; τὸ οὐσιωδῶς αὐτῷ εἰρῆσθαι, ἵνα τὸ μὲν ἐκ τῆς οὐσίας εἶναι τοῦ Υἱοῦ δηλώσῃ, τὸ δὲ ἐκ τῆς ὑποστάσεως ἀναιρήσῃ, ὅ τινες τῶν Γραι κῶν ὑπειλήφασι, καὶ τὸ ὁμοούσιον ἐντεῦθεν δηλοῦσθαι θέλουσι, μὴ συνορῶντες ὡς τούτου δοθέντος καὶ ὁ Πατὴρ ἐκ τῆς οὐσίας τοῦ Πνεύματος ἐλέγετ' ἂν εὐσεβῶς, ὅπερ οὐδενὶ λέλεκται, ῥᾴδιον ἰδεῖν τὴν λανθάνουσαν τῷ λόγῳ ἀπάτην. Ατοπώτατος γὰρ ἦν ὁ σοφὸς τὰ πάντα Μάξιμος, εἰ ἐκ τοῦ αὐτοῦ ἐδείκνυε τὸ αὐτό· ὥσπερ ἂν εἴ τις εθέλων δεῖξαι οὐσίαν εἶναι τὸν ἄνθρωπον, τοῦτ' ἔλεγεν εἶναι· διότι οὐσία ὁ ἄνθρωπός ἐστιν. Εἰ γὰρ κατ' οὐσίαν εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα τούτου χάριν βούλεται, ὅτι οὐσιωδῶς ἐξ αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ, ὡς δοκεῖ τοῖς Γραι τοῖς, γελοῖος ἂν ἦν ὁ λόγος οὐδὲν δεικνύων, ἀλλὰ τῆς αὐτῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τούτου ένεκα λέ γων, ὅτι τῆς αὐτῆς οὐσίας. Βλέπεις τὰς γελοιώδεις τῶν Γραικῶν ἐπενθυμήσεις ποῖ φέρονται; Σκόπει καὶ τὴν ἀσέβειαν. Τὸ γεννώμενον πᾶν καὶ ἐκπορευόμενον εἰς ὑπαρξιν, ἢ ἐκ τῆς ὑποστάσεως μόνον καθά ὑπόστασις, ἢ ἐκ τῆς οὐσίας καὶ φύσεως, ᾗ τοῦτο μόνον καὶ οὐχ ὑπόστασις, ἢ κατ' ἀμφότερον ἐκ τῆς ἐνυποστάτου φύσεως, ἤτοι τῆς ἐν ὑποστάσει θεω ρουμένης οὐσίας, ἀλλὰ τὸ δεύτερον οὐδὲ Γραικοί λέ γουσιν. "Ατοπον γὰρ, ὡς ἔοικεν, οίονται τὸ ἑπόμενον, ὅτι τῆς αὐτῆς ἡ Τριάς οὖσα φύσεως συγχυθήσεται, ὥστε τῶν τριῶν ἕκαστον καὶ ἐξ ἑαυτοῦ καὶ ἐκ τῶν λοιπῶν ἔχειν τὸ εἶναι, καὶ διὰ τοῦτο ἐκ τῆς ὑποστάσεως, ᾗ ὑπόστασις, νομίζουσι τὸ ἐκπορευόμενον καὶ γεννώμενον. Ο τῆς ἀνοίας! Εἰ γὰρ ἡ ὑπόστασις γεννᾷ καὶ προβάλλει, ᾗ ὑπόστασις, ἔσται ἐκ τῆς ὑποστάσεως ὑπόστασις καθ᾽ αὑτὸ, καὶ οὕτως οὐκ ἔσται φύσεως ταῦτα, ἀλλ᾽ ὑποστάσεως· ὅπερ καὶ ταῖς κοιναῖς τῶν Χριστιανῶν ἐννοίαις, καὶ τοῖς διδασκάλοις πᾶσι, καὶ αὐτῇ τῇ τῶν πραγμάτων φύ σει, ἀδύνατον εἶναι παντί που δῆλον. ᾿Αλλὰ φήσαις ἂν, ὅτι ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς γεννᾶσθαι τὸν Υἱὸν ῥητῶς εὕρηται. Ἐγὼ δέ σοι λέγω, ὅτι καὶ ἐκ τῆς φύσεως καὶ οὐσίας εἶναι, καὶ φυσικῶς ἐκεῖθεν γεννᾶσθαι, πολλῷ μᾶλλον ῥητῶς εὐρηται. Εἰ δ' ἐκ τῆς ὑποστάσεως εἴρηται φυσικῶς, πάντως ἐκ τῆς ἐνυποστάτου οὐσίας. Πῶς δὲ καὶ νοήσαις ὑπόστασιν,
col. 789–790page 11 of 30
PG 161:789εἰπέ μοι, εἰ μὴ ἐν οὐσίᾳ αὐτὴν θεωροίης; οὐσίαν μὲν γὰρ καὶ φύσιν χωρὶς ὑποστάσεως καθολικώτερον νοεῖν δυνατόν, διὸ καὶ δοκεῖ τισι καθόλου ὑφίστασθαι· ὑπόστασιν δὲ νοῆσαί τε καὶ εἰπεῖν μὴ συν νοουμένης, ἢ καὶ προνοουμένης τῆς οὐσίας τε καὶ τῆς φύσεως πάντη ἀδύνατον. Διὸ καὶ ὅταν τὸ ἀγέν νητον καὶ ἐκπορευτὸν ὑποστατικὰς ἰδιότητας λέγω μεν, τὴν ἐν ἰδικῇ ἀγεννήτου καὶ γεννητοῦ καὶ ἐκπορευτοῦ ὑποστάσει θεωρουμένην οὐσίαν νοοῦμεν. Οὐ γὰρ εἰς ἰδιότητας ψιλὰς πιστεύομεν, οὐδὲ οὐσίας ἀφορίζειν ταῦτα, ἀλλὰ περὶ οὐσίαν ἀφορίζεσθαι ὁμολογοῦμεν, κατὰ τὴν θεολόγον φωνήν. "Οταν γὰρ λέγωμεν, ὅτι ὁ Πατήρ οὐκ ἔστιν Υἱός, οὐ μόνον τοῦτο δηλοῦμεν, ὅτι ἡ πατρικὴ ἰδιότης οὐκ ἔστι καὶ τοῦ Υἱοῦ, ἀλλ᾿ ὅτι καὶ ἡ ἐν τῇ ὑποστάσει τοῦ Πατ τρὸς θεωρουμένη φύσις τε καὶ οὐσία οὐκ ἔχει τὴν υλικὴν ἰδιότητα. Οὐ γὰρ ἴδιά τινα ψιλὰ νομίζομεν τῆς οὐσίας ἄνευ ἐπιθεωρούμενα καὶ χωρὶς ὑποκειμένου, ἀλλὰ τῇ φύσει ἐνεῖναι τὰ ἰδιώματα πιστεύο μεν, καὶ οὐ πάντα πάτῃ. Εψεται γὰρ Υἱὸν εἶναι τὸν Πατέρα καὶ Πνεῦμα, καὶ τὸ ἀντίστροφον, όπερ ἀτεχνῶς Σαβέλλειον. Αλλ' ὥσπερ, κατὰ τὸν θεῖον Διονύσιον, τὸ ἐκ τριῶν ὁμοῦ λαμπάδων ἐξαλλός μένον φῶς ἐστι τὸ πᾶν φῶς, καὶ φῶς ἐν τῇ φύσ σει, καὶ ἐνοῦται ἀσυγχύτως, καὶ διαιρεῖται ἀδιαιρέτως, ἴδιον γὰρ ἐκάστης λαμπάδος τὸ ἑαυτῆς φῶς· οὕτω, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο, πάντα γὰρ ὑπερέχει Θεός, μία μὲν φύσις τοῖς τρισί, διαιρεῖται δὲ ἀδιαιρέτως τοῖς ἰδιώμασι, καὶ ἐνοῦται ἀσυγχύτως τῇ φύσει. Καὶ τοῦτό ἐστιν ὅπερ λέγο μεν, ὅτι τὸ ἐν Τριὰς, καὶ ἡ Τριὰς ἔν. Οὐκ ἄρα ἐκ τῆς ὑποστάσεως, ᾗ ὑπόστασις, τὸ γεννώμενον καὶ ἐκπο ρευόμενον. 'Αδύνατον γὰρ ὑπόστασιν νοεῖσθαι καθ' ἑαυτὴν ἄνευ φύσεως, ἀλλ᾽ οὔτε μὴν ἐκ τῆς οὐσίας, ᾗ οὐσία. Οὔσης γὰρ τῆς φύσεως μιᾶς Πατρὸς καὶ Υἱοῦ, ἦν ἂν καὶ ἐξ ἑαυτοῦ ὁ Υἱὸς, ὅπερ ἄτοπου. Λειπόμενον ἄρα τὸ τρίτον ἐστί· καὶ οὕτω τὸ γεν ναν, καὶ προβάλλειν φύσεως μὲν ἔργον ὁμολογεῖται, φύσεως δὲ οὐ πάσης, ἀλλὰ περὶ ἂν ἡ τοῦ γενναν ἢ προβάλλειν ιδιότης θεωρεῖται. Τοῦτο δέ ἐστιν ἐκ τῆς ἐνυποστάτου οὐσίας. Οπερ καὶ τῇ φύσει συν ᾄδει καὶ τοῖς ἁγίοις λέλεκται. Οὐ γὰρ ἐξ οὐσίας Θεοῦ ἁπλῶς τὸν Υἱὸν λέγουσιν, ἢ τὸ Πνεῦμα, ἀλλὰ τὸν μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, τὸ δὲ ἐκ τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ· οὔτε τὴν φύσιν παραλείποντες, καὶ τὴν ὑπόστασιν ἐκφωνοῦντες ὁριδηλότατα διδάσκουσιν, ὅτι ὥσπερ ὁ Υἱὸς ἐκ τῆς ἐνυποστάτου φύσεως τοῦ Πατρὸς καὶ οὐσίας γεννητὸς ὤν, ἔστι τούτου χάριν τῷ γεννήσαντι Υἱὸς καὶ γεννώντι ὁμοούσιος, οὕτω καὶ τὸ πανάγιον Πνεύμα ἐκ τῆς ἐνυποστάτου τοῦ Πατρὸς φύσεως, διὰ τῆς ἐνυποστάτου τοῦ Υἱοῦ οὐσίας ἐκπορευτῶς ἔχον τὸ εἶναι, ἔστι τούτων ἕνεκα Πατρί τε καὶ Υἱῷ ὁμοού στον. Καὶ ταῦτα μὲν οὕτως. ιξ'. Ἐπεὶ δὲ οἱ μὲν ἐκ Πατρὸς δι' Υἱοῦ, οἱ δὲ καὶ εξ Υἱοῦ φατι τὸ Πνεῦμα, πρῶτον μὲν τίς ἡ διαφορὰ τῆς διὰ πρὸς τὴν ἐκ, ὅσον πρὸς τὸ προκείμενο,
col. 791–792page 12 of 30
PG 161:791σαφηνιζέσθω· εἶτα καὶ εἴ τι ἀντιπίπτον ἐν τῷ ἄνω δεν γραφέντι τοῦ θείου Κυρίλλου δοκεῖ ῥητῷ, ἐκπιπτέτω δικαίως. Η διὰ πρόθεσις μεσιτείαν πολλάκις μὲν τὴν ἐν τόπῳ σημαίνει, ὡς εἴ τις λέγει, διὰ τῆς Κερκύρας καταχθῆναι εἰς Κρήτην· πολλάκις δὲ τὴν ὀργανικήν. ᾿Αλλὰ τί δεῖ ταῦτα καταριθμεῖν δεῖξαι βουλόμενον την φυσικήν σχέσιν, καὶ μεσι τείαν ἔστιν ὅτε δηλοῦσαν; "Αγε δή, ὅταν λέγωμεν Ἐκ τῆς ῥίζης διὰ τοῦ κλάδου τὸν καρπὸν, οὐ φύσει τὸν καρπὸν ἐκ τοῦ κλάδου λέγομεν; "Η πῶς ἑτέρως; Λέγοντες δὲ καὶ διὰ τῆς ἀκτῖνος ἐκ τοῦ ἡλίου τὸ φῶς, οὐκ ἐκ τῆς ἀκτῖνος φύσει αὐτὸ εἶναι λέγομεν; Ἀλλ᾽ οὐκ ἦν ποτε, οὔτε ἔσται ἀκτὶς ἄνευ φωτός. Εἰ δ᾽ ἀδύνατον ἀκτῖνα εἶναι χωρὶς φωτός, οὔτε μὴν τὸ ἡλιακὸν φῶς τῆς ἀκτῖνος χωρὶς, ὥσπερ οὐδὲ τὸ Πνεῦμα χωρὶς τοῦ Υἱοῦ· φύσει ἄρα καὶ οὐ κατὰ μετοχὴν, ἢ διάδοσιν. Ἐπίκτητα γὰρ πάντα τὰ ε φύσει. Διὰ τῆς ἀκτῖνος τὸ φῶς, καὶ τὸ Πνεῦμα δι' Υἱοῦ. Ἡ διὰ ἄρα φυσικὴν ἡμῖν ἐνδείκνυται σχέσιν. Τίς δὲ αὕτη πλὴν τῆς κατ' αἰτίαν, ἀδύνατον εὑρεῖν. Καὶ οὕτως ἐκ τοῦ Υἱοῦ σοι τὸ Πνεῦμα ἐκπορεύεσθαι σαφῶς ἔπεται τοῖς θείοις τῶν διδασκάλων λόγοις, μᾶλλον δὲ σαφῶς εἴρηται. ιγ'. Εἰ δὲ φαίης, τοῦτο Ἰωάννην ἀπαγορεύειν τὸν Σύρον· Ἐκ τοῦ Υἱοῦ γάρ, φησί, τὸ Πνεῦμα οὐ λέγομεν· ἀλλὰ πρόσθες τὸ ἑξῆς, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν καὶ τὸ ἐν τῷ τρισκαιδεκάτω κεφα λαίῳ· Αὐτὸς μὲν ἔστι λόγου ἄβυσσος, Λόγου γεννήτωρ, καὶ διὰ λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύματος· καὶ πάλιν· Τὸ Πνεῦμα τὸ ἅγιον ἡ ἐκφαντορικὴ δύναμις τοῦ Πατρὸς ἐκ Πατρός ἐστι δι' Υἱοῦ ἐκπορευομένη. Ἐν δὲ τῇ πρὸς Ἰορ δάνην ἐπιστολῆ, Δι' Υιού, φησί, τὸ Πνεῦμα, οὐκ ἐξ Υἱοῦ, ὡς πνεύμα στόματος Θεοῦ. Εὔρηται δὲ καὶ μίαν εἶναι τὸν Πατέρα Υἱοῦ καὶ Πνεύματος αἰτίαν. Εἰ γοῦν ταῦτα λέγεις, σκόπει ἀκριβῶς, ὅτι οι βουλόμενοι 'Αττικώτερον γράφειν, τὴν μὲν ἐκ καὶ τὴν αἰτίαν τοῖς πρώτοις αἰτίοις ἀποδεδώκασι, τὴν δὲ διὰ τοῖς δευτέροις. Οὐ γὰρ εὕρῃς παρὰ τοῖ; εὖ Ελληνίζειν θέλουσι τὴν διὰ τοῖς πρώτοις, οὔτε μὴν τὴν ἐκ, εἰ μή που κατὰ μόνας λέγοιτο τὸ δεύτερον αἴτιον, τοῖς δευτέροις απονεμομένην, καὶ τούτου χά ριν Ελληνίζειν τῇ γλώττῃ καὶ κυριολεξείν βουλομένοις ἁγίοις, ἐξ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγεται, ἀλλὰ δι' Υἱοῦ. Οὐ γὰρ Ἑλληνίζειν ἄκρως δοκεῖ ὁ ἐκ τῆς ῥίζης καὶ τοῦ κλάδου λέγων τὸν καρπὸν, ἢ ἐκ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος τὸ φῶς, ἀλλ᾽ ὁ ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος, οὐχ ὡς μὴ ὄντος ἐκ τῆς ἀκτῖνος φύσει τοῦ ἡλιακοῦ φωτὸς, ἀλλ' ὅτι δεύτερον οὖσα αἴτιον ἡ ἀκτὶς, οὐ προκαταρκτικῶς ἔχει τὸ παρ' αὐτῆς εἶναι τὸ φῶς. Ετι ὁ ἐκ Πατρὸς καὶ Υἱοῦ λέ γων τὸ Πνεῦμα ἀληθῆ μὲν λέγει, οὐκ ἔφθη δὲ τε λείως τὸ πᾶν ἐκδούς. Ὁ δὲ διὰ τοῦ Υἱοῦ λέγων πάντα έκπέφευγε κίνδυνον σημαινούσης τῆς διά, ὡς οὐκ ἀνάρχως τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ. Τούτων οὖν πάντων χάριν ὡς ἐπὶ τῶν κτισμάτων καὶ ἐπὶ τοῦ Πνεύματος τῇ διὰ μᾶλλον κέχρηνται οἱ διδάσκαλο τῶν Γραικών. Οὐ μὴν ἀλλ᾽ εἴρηται καὶ ἡ ἐκ τῷ
col. 793–794page 13 of 30
PG 161:793Υἱῷ ἀποδιδομένη, καὶ μάλιστα παρὰ τῷ Επιφανίῳ. Ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, φησὶν, ἐν τῷ Αγκυρωτῷ, τὸ Πνεῦμα τρίτον. Τὴν μέντοι παρὰ ισοδυναμούσαν τῇ ἐκ οἶδας πολλοίς λεγομένην. Παρα Πατρὸς γὰρ καὶ Υἱοῦ φατὶ τὸ Πνεῦμα σχεδὸν ἀπαξ ἅπαντες, καὶ ἐξ ἀμφοῖν εἶναι Κύριλλος λέγει. Καὶ ἵνα μή τις προκαταρκτικῶς εἶναι ἐκ τοῦ Υἱοῦ νομί σῃ, διασαφηνίζων ἐπάγει, ἤτοι ἐκ Πατρὸς δι' Υιού. Βλέπεις ὡς πάντοθεν τὸ πάλαι οἱ τῶν Γραικῶν δι δάσκαλοι οὐκ ἄλλο ἐπρέσβευον εἰ μὴ ὅπερ νῦν ἡ τῆς Ρώμης Ἐκκλησία; Αλλ' οἶδα ὅτι καταγελῶσιν αὐτ τῆς Γραικοί, ὡς δεύτερον αἴτιον λεγούσης ἐπὶ τῆς Τριάδος, οὐ νοοῦντες τούτου ένεκα, οὕτω λελέχθαι τιτὶ τοῖς ἡμετέροις, ὅτι οὐ ῥᾴδιον ἄλλως δηλοῦν τὰ τοιαῦτα. Ἐπὶ γὰρ τῶν θείων δεύτερον αἴτιον λέγοντες τὸν Υἱόν, ἵνα τὴν δύναμιν τῆς διὰ παραστήσωμεν, οὐκ ἀποτετμημένον νοοῦμεν τοῦ Πατρὸ;, οὐδὲ χρό νῳ, ἢ τόπῳ, ἢ ὅ τι ἂν εἴποι τις δευτερεύοντα, ἀλλὰ διότι πάντα ὅσα ἔχει, παρὰ τοῦ Πατρὸς ἔχει, καὶ αὐτὸ τὸ εἶναι. Εἰ γοῦν ἐξ αὐτοῦ τὸ Πνεῦμα, ἀλλὰ παρὰ τοῦ Πατρὸς ἔχει τοῦτο λαβών· καὶ διὰ τοῦτο τὴν ἐκ κυρίως τῷ Πατρὶ, αὐτῷ δὲ ἀποδιδόαμεν τὴν διὰ, ἵνα καὶ τὸ πρῶτον δηλωθῇ, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι μὴ σιγηθῇ, κακ τοῦ Πατρὸς τοῦτο ἐπάγεσθαι τὸν Υἱὸν μὴ σιωπηθῇ. Οἶδας πῶς καὶ αἴτιον τὸν Υἱὸν ἡ διὰ κηρύττει, καὶ ἐκ τοῦ Πατρὸς ἐπάγεσθαι τοῦτο οὐκ ἀποκρύπτεται; ιδ'. Τούτου χάριν καὶ μίαν αἰτίαν τὸν Πατέρα φαμὲν, καὶ πηγὴν μίαν, καὶ ὥσπερ ἂν εἴ τις φαίη μίαν καὶ μόνην ἀκτῖνος καὶ φωτὸς πηγὴν τὸν ἥλιον, οὐ ψευδόμενον ἀπελέγξομεν· οὐδὲ διὰ τοῦτο μὴ εἶναι τὸ φῶς καὶ ἐκ τῆς ἀκτῖνο; νοήσομεν. 'Αλλ' ὅτι ἐκ τοῦ ἡλίου ἡ ἀκτὶς οὖσα ἐκεῖθεν ἐπάγεται, καὶ τὸ δι' αὐτῆς προϊέναι τὸ φῶς, διὰ τοῦτο πηγὴν καὶ αἰτίαν τὸν ἥλιον κυρίως νοήσομεν. Ἀλλὰ καὶ διὰ τῆς ἀκτῖνος προχεῖσθαι φύσει τὸ φῶς οὐκ ἀρνησόμεθα. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς Τριάδος· εἴ τις μίαν πηγὴν, καὶ μίαν αἰτίαν τὸν Πατέρα Υἱοῦ καὶ Πνεύ ματος εἴπῃ, τὸ καὶ ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα οὐκ ἀναιρήσει. Οτι δὲ ταῦτα οὕτως ἔχει, ἄκου: καὶ τοῦ παμμεγίστου Βασιλείου, Οὕτω καὶ τὸ, «Οὐδεὶς οἶδε τὴν ἡμέραν τοῦ τέλους, φησίν, εἰ μὴ ὁ Πατήρ μένος, ν τὴν πρώτην είδησιν τῶν τε ὄντων, καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος τοῦ Γιοῦ, καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύοντος, εἰρῆσθαι νομίζομεν. Καὶ πάλιν τοιοῦτόν ἐστι καὶ τὸ, «Οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ.» Οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ ὁ Υἱός, ἀλλὰ πρώτῳ τῷ Πατρὶ ἐνυπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύ σεως μαρτυρεῖ. Ἐκ γοῦν τούτων ἐπίστησον, ὡς εἴ τις λέγει μόνον αἴτιον τοῦ Πνεύματος τὸν Πατέρα, οὐκ ἀναιρήσει τὸ καὶ ἐκ τοῦ Υἱοῦ εἶναι. Τὸ γὰρ μόνος τὴν πρώτην αιτίαν ὑποδεικνύει, φησί. Πῶς οὖν ἐξ ἀμφοῖν λεγομένου τοῦ Πνεύματος, καὶ ἐκ Πατρὸς δι' Υἱοῦ, καὶ Υἱοῦ Πνεῦμα, ἀμφιβαλεί τις ὅλως νοῦν ἔχων τὸ καὶ ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα; Τούτου χάριν καὶ ὁ θεῖος Κύριλλος, Προκύπτειν μὲν, λέγει, τὸ Πνεῦμα ἐκ τῆς οὐσίας
col. 795–796page 14 of 30
PG 161:795τοῦ Θεοῦ καὶ Πατρὸς, χεῖσθαι δὲ τοῖς ἑλεῖν Ο αξίοις διὰ λόγου τοῦ ὁμοουσίου. Τὸ γοῦν ἐκ τῆς ἐνυποστάτου τοῦ Πατρὸς οὐσίας χεόμενον καὶ πρ κύπτον Πνεῦμα αὐτὴ ἂν εἴη ἡ ἐνυπόστατος τοῦ Πνεύματος φύσις. Προχεῖται δὲ καὶ χορηγεῖται τῇ κτίσει ἐξ Υἱοῦ, ἡ κυριώτερον εἰπεῖν, δι' Υιού, ὥσπερ καὶ τὸ ἡλιακὸν φῶς διὰ τῆς ἀκτῖνος, ἢ καὶ ἐκ τῆς ἀκτῖνος ἡμῖν χορηγούμενον, οὐ κατὰ τρόπον διακονικόν, ήτοι τὸν ἐν ὑπουργίᾳ δι' αὐτῆς ἡμῖν χορηγεῖται, ἀλλὰ φύσει ἐκ τοῦ ἡλίου ἐξερχομένη ἡ ἀκτὶς ἐπάγεται φύσει ἐκεῖθεν τὸ φῶς οὐ πρότερον οὖσα ἀκτὶς ἡ λαβοῦσα, ἀμήχανον γὰρ, οὔτε μὴν τὸ πρὸ αὐτῆς ἐν ἡλίῳ φῶς ἅμα τὸ ἐκπέμπεσθαι 22 βοῦσα, ἀλλ᾽ ἅμα ἐξ ηλίου ἀκτῖς, καὶ ἅμα ἐξ ἡλίου διὰ τῆς ἀκτῖνος τὸ φῶς. Τούτων οὖν πολλῷ ὑψηλότερον ἅμα Πατήρ, Υἱὸς καὶ Πνεῦμα, καὶ προκύπτει μὲν τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, διὰ τοῦ Γιοῦ δὲ φυσικῶς ἄμα καὶ ἀϊδίως. Καὶ ὅτι αὕτη ἡ τῶν θείων Πατέρων δόξα, δρα Κύριλλον λέγοντα· Προϊόν γὰρ δι' αὐτοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ μετὰ πάν των, ὧν ἔχει, τελείως λαμβάνειν λέγεται τὰ απ τοῦ· καὶ ἐν τῇ προειρημένῃ περικοπῇ, Εξ αὐτ τοῦ, φησί, τοῦ Υἱοῦ πεφηνότα κατ' ἔκφανσιν τὴν εἰς τὸ εἶναι καθ' ἑαυτό· καὶ τὸν θεῖον Μάξιμον, παλαιὰν τῆς Ῥωμαίων Ἐκκλησίας δόξαν ού σαν καὶ ἀληθῆ, οὐ πρόσφατον, ὥς τινες οἷονται, οὐδὲ προσθήκην, ἀλλ' ἀνάπτυξιν τοῦ ἐν Νικαία Συμβόλου. Τῶν τοῦ νῦν, φησὶν, ἁγιωτάτου πάτο πα Μαρτίνου συνοδικῶν οὐκ ἐν τοσούτοις ὅσεις γεγράψατε, οἱ τῆς βασιλίδος ἐπελάβοντο, δυσὶ δὲ μόνοις, ὅτι, φασὶν, εἶπεν, ἐκπορεύεσθαι και τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τούτῳ, φησί, συμφώνους παρήγαγον χρήσεις 'Ρωμαίων ἁγίων Πατέρων. Ακούεις ότι παλαιὰ δόξα τῆς Ἐκκλησίας αὕτη; "Ετι γε μὴν καὶ Κυρίλλου Αλεξανδρείας ἐκ τῆς πονηθείσης αὐτῷ εἰς τὸν Εὐαγγελιστὴν Ἰωάν νην ἱερᾶς πραγματείας, ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱόν ποιοῦντας τοῦ Πνεύματος σφᾶς αὐτοὺς ἀπέδειξαν, μίαν γὰρ ἴσασιν Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν, τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν, ἀλλ᾽ ἵνα τὸ δι᾿ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας, καὶ ἀπαράλλα στον παριστᾷν, δεῖ δι᾽ Υἱοῦ προϊέναι πιστεύειν τὸ Πνεῦμα. ιε'. Εἶτα ἐκ τούτου ἀποστόμισον καὶ τὸν σὸν Νεῖλον λέγοντα· Τούτου χάριν τὸ δι' Υιοῦ λέγεσθαι τοῖς ἁγίοις, ὅτι Πατέρα εἰπόντες, Υἱὸν ἐννοήσαμεν. Πρὸς γὰρ τὸ εἰς ψιλὰς ἀναφορὰς χωρὶς ὑποκειμένων πιστεύειν αὐτὸν, καὶ τῷ ἁγίῳ ἀντιλέγει, καὶ τὸ συν αφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον οὐ παρίστησι. Τρίτον, ὅρα σύμφωνα τὸν ἅγιον φάσκοντα τοῖς ἡμῖν μικρῷ πρότερον εἰρημένοις, τὴν αἰτίαν τούτου χά ριν ἀποδιδομένην τῷ Πατρὶ, καὶ τὴν ἐκ κυρίως διότι οὐ παρ' ἄλλου ἔχει λαβὼν τὴν προβλητικὴν δύο ναμιν, ἀλλ' ἀνάρχως αὐτὴν κέκτηται· καθ' 4 ση μαινόμενον οὐδεὶς ἂν μὴ μαινόμενος εἴποι αίτιον εἶναι τοῦ Πνεύματος τὸν Υἱόν· τὴν διὰ δὲ ἁρμόζε τῷ Υἱῷ, ὅτι παρὰ τοῦ Πατρὸς τὴν προβλητικὴν δύναμιν ἐπάγεται, ὅθεν καὶ τὴν θεότητα. Η πῶς
col. 797–798page 15 of 30
PG 161:797ἄν τις συναρμόσεις τὸ καὶ αἴτιον εἶναι μόνον τὴν 4 Πατέρα, καὶ τούτου χάριν ὁμοούσιον τὸ Πνεῦμα τῷ Υἱῷ, ὅτι πρόεισι δι' αὐτοῦ, μὴ τοιοῦτό τι σημαινόμενον τοῦ αἰτίου λαμβάνον; Τέταρτον, ἐκεῖνο ση μειοῦ, ὅτι αἰωνίως απολύτως καὶ ὑπὲρ αἰτίαν δι' Υἱοῦ τὸ Πνεῦμα. Εἰ γὰρ αἰωνίως ὁμοούσιον τὸ Πνεῦμα, τῷ Υἱῷ, ἔστι δ' ὁμοούσιον, ὅτι δι' αὐτοῦ, αἰωνίως ἄρα δι' αὐτοῦ, καὶ οὐ κατὰ περίστασιν, ὡς ληρεί Νεῖλος. Πρὸς τούτοις πᾶσιν ἐκεῖνό σε μη διαφύγῃ, ὅ παρακατιὼν ὁ μακάριος Μάξιμος, Καὶ οὗτοι μὲν ταῦτα, φησὶν, ὑπὲρ ὧν ἀδίκως ἐνεκλήθησαν. Ακούεις τίνα κρίσιν κατὰ Γραικῶν ἐκφέρει; 'Αδί κως, φησὶν, ὑπὲρ τούτων ένεκάλεσαν τοὺς Ρω μαίους οἱ τῆς Κωνσταντίνου, καὶ οὐχ ὁ ἅγιος μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ ἐγκαλέσαντες πεισθέντε; τοῖς Ρωμαίοις. Υστερον γὰρ οὐ μικρῷ τὸ σχίσμα τοῦ θείου Μαξίμου. Λέγουσι δὲ οἱ Ρωμαῖοι οὐκ ἄλλο μέχρι τῆς σήμερον, ἢ ὅπερ τότε, οὐδ' ἄλλως τοῦτο ἢ ὡς τότε νοοῦσιν. Αδίκως ἄρα ὑπὸ κριτῇ τῷ θείῳ Μαξίμῳ καὶ τοῖς τότε καὶ σήμερον ἐγκαλοῦνται παρὰ σοῦ καὶ τῶν σῶν. ις'. Εἰ δὲ λέγει Νεῖλος τὸν ἡμῖν, προσκείμενον τῇ ἐξ Υἱοῦ χύσει τοῦ Πνεύματος τὴν δευτέραν ση μαίνειν πρόοδον· πρῶτον μὲν ἔστω πολλοῖς τῶν ἁγίων εἰρῆσθαι χωρίς τινος περιστάσεως, προσώπου λέγω, ἢ χρόνου, ἡ αἰτίας, καὶ τῶν τοιούτων ἐκχεῖσθαι τε καὶ ἐκπορεύεσθαι δι' Υἱοῦ τὸ Πνεῦμα. Εἰ δὲ καί τισι τὸ ἡμῖν πρόκειται, οὐ διότι ἡμῖν ὁ Υἱὸς τὸ Πνεῦμα πηγάζει, διὰ τοῦτο οὐδὲ προβάλλει, διὰ τοῦτο καὶ ἡμῖν πηγάζει. Ακους δὲ καὶ Κυρίλλου ἐν τῷ πρὸς βασιλέα Θεοδόσιον λόγῳ· Τῷ ἰδίῳ 2015 πύν, φησί, καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως. Τὸ δὲ ἐκ τῆς φύσεως πηγάζεσθαι τοῦ Υἱοῦ, ὡς ήδη δέδεικται, οὐδὲν ἄλλο ἐστὶν εἰ μὴ τὸ ἐκ τῆς ἐνυποστάτου φύσεως αὐτοῦ πηγάζεσθαι. Ει δ' οὕτως, ἐκεῖθεν ἄρα ἔχει καὶ τὸ εἶναι. Ἐξ ὧν εὔδηλον, εἰ μή που ἑκὼν τυφλώττῃ τις, ὅτι ἡμῖν πηγάζει ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ τὰ τοῦ Πνεύματος χαρίσματα, διότι τὸ ἐν ἰδικῇ ὑποστάσει Πνεῦμα φυσικώς παρ' αὐτοῦ. Οὐ γὰρ ἔπεται, καθώ; εἴρηται, εἴπερ ἐκ τοῦ Υἱοῦ τὰ τοῦ Πνεύματος ῥεῖ χαρίσματα, ἅτινα καὶ δευτέραν πρόοδον λέγει Νεξ λος, μὴ ἐκχεῖσθαι, ἤτοι ἐκπορεύεσθαι παρ' ἐκείνου τὸ Πνεῦμα. Τούναντίον δ᾽ ἅπαν, ἐπειδὴ παρ᾽ ἐκεί νου ἐκπορεύεται τὸ Πνεῦμα, παρ' ἐκείνου χορηγεῖται καὶ τὰ χαρίσματα, καὶ τὸ φυσικῶς ἄρα παρ' ἐκείνου χορηγεῖσθαι αἰωνίως ἐστὶ χορηγεῖσθαι, καὶ οὐ πρός τινας, ἢ κατ' αἰτίαν, ὡς οίεται· ἀλλ' ὥσπερ ἂν εἴ τις θείη αἰώνιον εἶναι καὶ πρὸ τῆς κτίσεως τὸν ἥλιον, ἦν ἂν καὶ πρὸ τοῦ γενέσθαι τὰ πάντα τὸ φῶς αὐτοῦ διὰ τῆς ἀκτῖνος ἀπολύτως, καὶ οὐχ ἡμῖν· ἡμῶν δὲ κτισθέντων λάμψειεν ἂν καὶ ἡμῖν. Οὕτω καὶ ἐπὶ τοῦ ἀληθινοῦ ἡλίου. Πηγάζει μὲν ὁ Υἱὸς αἰωνίως τὸ Πνεῦμα ὡς ἴδιον, τῆς κτίσεως δὲ γενομένης πηγάζει καὶ τῇ κτίσει. Ἐξ αὐτοῦ γὰρ, ἢ δι᾽ αὐτοῦ ἂν φωτίζει ἡμᾶς τὸ νοερόν φῶς. Καὶ οὕτω δευτέραν
col. 799–800page 16 of 30
PG 161:799μὲν πρόοδον λέγομεν τὸν ἐκ τοῦ Πατρὸς γενόμενον τοῖς ἀξίοις φωτισμόν, εἴτε κτιστόν τι, ἢ ἄκτιστον, καὶ εἴτ' αὐτὸ ἢ ἄλλο τῆς θείας ουσίας οίεταί τις τοῦτον τὸν φωτισμέν. Οὐ γὰρ πρὸς τὸ παρὸν δια φέρομαι, ἵνα μὴ ἔξω σκοποῦ βάλλω. Ὅτι δὲ τοῖς ἁγίοις οὐ περὶ ταύτης τῆς ἐνεργείας ὁ λόγος, ὅταν τι τοιοῦτο λέγηται, ἀλλὰ περὶ τοῦ ἑνὸς τῆς Τριά φος, ἐκεῖνο πρὸς τοῖς λεχθεῖαι κάτεχε, ὅτι ὁ φωτι σμὸς οὗτος κοινὸς ὢν τῆς Τριάδος, οὐκ ἂν ἐλέγετο, ἔκ Πατρὸς δι᾿ Υἱοῦ ἐκχεῖσθαι, ἢ προέρχεσθαι, ἀλλ' ἁπλῶς ἐκ τῆς θείας οὐσίας, ἢ ἁπλῶς ἐκ Θεοῦ, ἢ ἐκ τῆς ἁγίας Τριάδος. "Οτι δὲ τοῦτο ἀληθὲς, θεολογῶν ὁμοῦ καὶ ψάλλων λέγει σοι ὁ ἐκ Δαμάσκου· Εθιν ἡμῖν ἀκαταίσχυντον πρέσβυν τὴν σὲ τεκοῦσαν, Χριστέ, ταύτης ταῖς ἐντεύξεσιν ἵλεων νέμοις ἡμῖν Πνεῦμα, μεταδοτικὸν ἀγαθότητος ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον. Εκ Πατρός, φησί, διὰ σοῦ, τῆς ἀντωνυμίας ἐπὶ μόνης τῆς ἀνυποστάτου θεότητος τοῦ Υἱοῦ λαμβανομένης. Διὰ σοῦ δὲ εἰπὼν, ἔδειξε τὸν Νεῖλον τῶν θείων καταψευδόμενον, ὡς ἄρα τὸ δι' Υἱοῦ λέγοιτο, "Οτι Πατέρα εἰπόντες, Υἱὸν ἐννοήσαμεν. Οὐδεὶς γὰρ τὸ σοῦ τῶν πρός τι λέγει, ἀλλὰ καὶ Πνεῦμα τὸν ἕνα τῆς Τριάδος, οὐ τὴν ἐνέργειαν εἴρηκεν. ᾿Αγαθότης γὰρ ἡ ἐνέργεια καὶ ή χάρις, ἧς τὸ μεταδοτικὸν Πνεῦμα οὐκ ἂν εἴη ἐνέρ γεια. Εσται γὰρ χάρις μεταδοτικὴ χάριτος, καὶ ενέργεια ἐνεργείας, ὅπερ καὶ ἐννοῆσαι ἀνοητότατον. Ετι τὸ ἵλεων, καὶ εὐμενὲς, καὶ τὸ εὔνουν, καὶ ὅτα τοιαῦτα τῶν ἐχόντων θέλησιν κατηγορείται. Ἡ δὲ ενέργεια οὐκ ἔχει θέλησιν. Οὐκ εἴχεται ἄρα ἵλεων αὐτῷ τὴν ἐνέργειαν νέμεσθαι. Μωροῦ γὰρ τὸ τῆς μὴ ἔχουσι βούλησιν τὸ βούλεσθαι ἀπονέμειν, καὶ ταῦτα θεολογοῦντο;. Ὁ δὲ καὶ ἅγιος καὶ σοφός. Εξ δὲ ἔχειν βούλησιν τὴν ἐνέργειαν πιστεύῃς, εἰ μὲν μὴ διαφέρει τῆς οὐσίας, τῷ αὐτῷ λοιπὸν ἔστω τῷ Παρακλήτῳ. Καὶ ἔσται ὁ Παράκλητος ἐκ Πατρός δι' Υἱοῦ· καὶ τοῦτό ἐστι τὸ ζητούμενον. Εἰ δ' ἄλλο καὶ ἄκτιστον, καὶ ἔχον τὸ βούλεσθαι, εἰ μὲν ἄλλη θελήσει θέλει, καὶ οὐ τῇ αὐτῇ, ᾗ ἡ Τριάς θέλειν λέο γεται, ἰδοὺ Θεὸς ἄλλος, καὶ φύσις ἄλλη ἀκτίστου. Τὰ γὰρ διάφορα θελήματα διαφόρους φύσεις συνι στᾶσιν. Εἰ δὲ τῇ αὐτῇ, πῶς ἄλλο; τὰ γὰρ ἐνὶ θεο λήματι συσφιγγόμενα μια φύσει συνέχεται. Εἰ δ' οὐκ ἄλλο λέγοις, ἀλλ' ἄλλον τὴν αὐτὴν ἔχουσαν θέ λησιν τὴν ἐνέργειαν, ἔσται τετάρτη ὑπόστασις. Οὐκ ἄρα ἔχει θέλησιν ἡ ἐνέργεια, ἀλλὰ τὸ ἵλεων ἐπὶ τῶν ἐχόντων θέλησιν πάντως. ῾Ο ἐπεύχεται ἄρα μετα δοτικὸν ἀγαθότητος, Πνεῦμα ἵλεων ἡμῖν δίδεσθαι, ὁ εἰς τῆς Τριάδος ἐστὶ, πρόεισιν, ἤτοι ἐκπορεύεται ἐκ Πατρὸς δι' Υἱοῦ, τῆς διὰ προθέσεως την φυσικήν σχέσιν σημαινούσης, ὡς ἤδη δέδεικται. Καὶ ὁ Νύσ σης τοῦτο σαφέστερον ποιεῖ, Τοῦ δὲ ἐκ τῆς αἰτίας ὄντος ἄλλην, λέγων, πάλιν διαφορὰν ἐννοοῦμεν. Τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. Μακαρίζω σου την φωνήν, ἅγιε, ὅτι τὰ πρόσωπα διακρίνων έδειξας σαφῶς τὸν μὴ τὸ αἰτιατὸν ὑποδιαιροῦντα ενάδα παρεισάγειν, καὶ ὅτι οὐ τοῖς συνήθεσιν ἐχρήσω βή μασιν, ἵνα μὴ λέγοιεν, ὡς Διὰ τοῦτο δι' Υἱοῦ τὸ
col. 801–802page 17 of 30
PG 161:801Πνεῦμα, ὅτι Πατέρα ειπόντες Υἱὸν ἕνα ἐννοή σαμεν. Πῶς δὲ καὶ ἄλλην ἀληθῶς ταύτην νοήσαι μεν, εἰ μὴ τῷ πράγματι δι' Υἱοῦ τὸ Πνεῦμα; Η γὰρ ἐκ τοῦ Πατρὸς, ἢ οὐ διαφέρει τῇ ὑποστάσει τοῦ Υἱοῦ, ὅπερ οὐδὲ ὑμεῖς λέγετε, ἢ τῷ τρόπῳ μόνῳ τῆς ὑπάρξεως διαφέρει. Εἰ δὲ τοῦτο βούλεται, τί τὸ σαφέστατον τοῦτ᾽ αὖτ᾽ ἀφεὶς ἐπὶ τὸ ὑψηλότερον ἀνάψει τὸν λόγον, Τὸ μὲν, λέγων, προσεχώς, τὸ δὲ διὰ τοῦ προσεχῶς; ιζ'. Εἰ δὲ ἀντιπαράγει Νεῖλος, ὡς ἄλλην εἰπὼν διαφορὰν, οὐ τὴν κατ' αἴτιον λέγει, ταύτην γὰρ ἤδη εἴρηκε, λέξομεν, ὅτι ἄλλο καὶ ἄλλο ζῶον λέγομεν ἵππον καὶ κύνα μὴ διαφέροντα τῷ γένει, ἀλλὰ τῷ εἴδει. "Αλλην ἄρα καὶ ἄλλην διαφορὰν οὐ τῷ γένει, ἀλλὰ τῷ εἴδει διαφέρουσαν λέγει, τὸ ἐξ αἰτίας καὶ ταύτην σημαίνουσαν. Καὶ τίθεται μὲν τὸ αἰτιατὸν ὡς γένος, εἰ δὲ βούλει, ὡς εἶδος, ὑποδιαιρεῖ δὲ, ὡς εἰς τὰ εἴδη, ἢ τῷ ἀριθμῷ διαφέροντα· ὅτι τὸ μὲν ἐκ τοῦ πρώτου προσεχῶς, τὸ δὲ ἐκ τοῦ πρώτου διὰ τοῦ προσεχώς. Εἰ γοῦν τὰ ὑποδιαιρούμενα πάντα τῶν ἄνω σώζει τους λόγους καὶ τὰ ὀνόματα, πῶς σὺ ἄλλην διαφοράν, οὐ τὴν κατ' αἴτιον νοεῖ;; Εἰ δὲ λέγεις, ὡς οὐκ ἔστιν ἐκεῖ γένη καὶ εἴδη, ἀλλ' ἡ διαίρεσις ὡς ἐπὶ τούτων. Πῶς δὲ ὅλως τὰ ὑπο διαιρούμενα εκπέφευγε τὴν κατὰ τὸ αἴτιον καὶ αἱ τιατὸν διαφοράν; μὴ τὸ εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, οὗ τὴν αἰτίαν σημαίνει; Αλλην οὖν εἶπε διαφοράν, τὸ κατ' αἰτίαν, καὶ ταύτην σημαίνουσαν. Τοῦτο γὰρ βούλεται τὸ ἐκ τοῦ πρώτου. Προσέθηκε δὲ ὥσπερ εἰδοποιῶν τὸ προσεχῶς, καὶ τὸ διὰ τοῦ προσεχῶς, καὶ σημαινούσης τῆς ἐκ τὴν αἰτίαν ταύ την σημαίνει ή διά, για μεσιτεύσῃ ὁ Υἱὸς μεσιτεία πρεπούσῃ θεότητι. "Αλλως γὰρ ἔσται δι' αὐτοῦ τὸ Πνεῦμα ὡς διὰ σωλήνος κατὰ τὸν ἐν ὑπουργίᾳ τρό πον, ὅπερ ἀσεβέστατον, καὶ οὐ διοίσει τὸ προσεχῶς τοῦ διὰ τοῦ προσεχῶ; τῷ διακρίνειν, τῶν διακριτικῶν δὲ εἶναι ταῦτα ὁ ἅγιος βούλεται. Τούτοις γὰρ διακρίνει τὰς τοῦ Υἱοῦ καὶ Πνεύματος ὑποστάσει;. Τὸ κατ' αἰτίαν ἄρα σημαίνει τὸ διὰ τοῦ προσεχῶς. Οὐ γὰρ ἔστιν εὑρεῖν τι τῶν διακριτικῶν, ὅπερ τὸν κατ' αἰτίαν καὶ θέσει καὶ στερήσει πέφευγε λόγον. Καὶ τοῦτο σαφέστερον ὁ αὐτὸς ποιεῖ ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον, Τὸ Πνεῦμα, λέγων, τῷ πατρικάτα τὸ ἄκτιστον συναπτόμενον, πάλιν ἀπ' αὐτ τοῦ τῷ μὴ Πατὴρ εἶναι καθάπερ ἐκεῖνος διαχωρίζεται. Τῆς δὲ πρὸς τὸν Υἱὸν κατὰ τὸ ἄκτιστον συναφείας, καὶ τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἔχειν, ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ Πατρὸς ὑποστῆναι, καὶ ἐν τῷ δι' αὑτοῦ τοῦ Υἱοῦ πεφηνέναι. Πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητά τινα πρὸς ταύτην ἔχειν νομισθῇ τὸ Πνεῦμα ἐκ τοῦ διὰ τοῦ Υἱοῦ πεφηνέναι ἐν τῷ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ διακρίνεται τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως. Ο τῆς
col. 803–804page 18 of 30
PG 161:803θαυμάσει τὸ σαφὲς τοῦ λόγου, καὶ πάσης όμω μίας εκτός; Αφίσταται, φησί, τῷ ἰδιάζοντι του Υἱοῦ τὸ Πνεῦμα, ἐν τῷ μήτε μονογενὲς ἐκ τοῦ Πα τρός υποστῆναι, καὶ ἐν τῷ δι' αὐτοῦ τοῦ Υἱοῦ πε φηνέναι. Ιδίου δὲ ὄντος τοῦ Πνεύματος τὸ δι' Υἱοῦ πεφηνέναι, ὥσπερ καὶ τὸ μὴ μονογενῶς ἐκ τοῦ Πα τρὸς εἶναι, πῶς ἂν κατὰ τὴν δευτέραν πρόοδον και νῆς οὔσης καὶ ἐν χρόνῳ δι' Υἱοῦ πεφηνέναι τὸ Πνεύμα λέγοιτο; Η πῶς ἂν διὰ τοῦ Υἱοῦ λέγοιτο, διότι Πατέρα ειπόντες, Υἱὸν ἐνοήσαμεν; Τί γόρ Υιόν ἰδιάζον οὐ μεταπίπτει. Εἰ δέ τις προβολέα καλέσεις τὸ πρῶτον, μεταπίπτειν σοι τὸ σόφισμα καὶ αὐτὸς ὁμολογεῖς, Πῶς οὖν ὅλως τολμᾶς μὴ ἰδιάζον λέγειν τοῦ Πνεύματος τὸ δι' Υἱοῦ, εἴπερ τούτῳ ὡς ἰδίῳ ἀφίσταται αὐτοῦ; Ορᾷς, ὅτι ἀσεβεῖ Νεῖλος ταῦτα γράφων; σοφίας σου ἅγιε. Βαβαὶ τῆς θεολογίας Τίς οὐ ιη'. ᾿Αλλὰ πρόσεχες καὶ τὸ ἐχόμενον· Δι' οὗ τὸ Πνεῦμα, δι' οὗ καὶ ἡ κτίσις. Κτιστὸν ἄρα τὸ Πνεῦμα; Ού, φησὶν, ὁ ἅγιος. Τί δὲ διαφέρει; 'Αρα ὅτι ἡ διὰ ἐπὶ τῆς κτίσεως αἴτιον σημαίνει τὸν Τϊν λαβόντα παρὰ τοῦ Πατρὸς τὸ αἴτιος εἶναι, ἐπὶ δὲ τοῦ Πνεύματος οὐ τοῦτο; Οὐ διὰ τοῦτο, φησίν. Τί ἄρα; "Οτι, φησί, τὸ Πνεῦμα ἄτρεπτον καὶ ἀναλλοίωτο, ἡ δὲ κτίσις τρεπτὴ καὶ ἀλλοιωτή. Τοῦ δὲ ἐστιν α τιον, ὅτι τὸ Πνεῦμα φυτικῶς δι' Υἱοῦ, ἡ δὲ κτίσις δημιουργικώς. Διὰ τοῦτο καὶ ὥσπερ σπανιώτερον, τὸ γὰρ καταχρηστικώτερον τοιοῦτον, τὸ ἐξ Υἱοῦ ὑφεστάναι τὴν κτίσιν, συνεχέστερον δὲ ἅμα καὶ συνηθέστερον τοῖς ἡμετέροις ὡς κυριώτερον λεγόμενον τὸ δι' Υἱοῦ κεκτῆσθαι· οὕτω καὶ τὸ ἐξ Υἱοῦ τὸ Πνεῦμα είναι σπανιώτερον, συνηθέστερον δὲ τὸ δι' Υἱοῦ, τῆς διὰ πρὸς τὴν πρώτην ἡμᾶς ἀναπεμπού της αἰτίαν, καὶ τοῦ αἴτιον εἶναι τὸν Υἱὸν μὴ ἀποστερούσης. Διὰ τοῦτο καὶ Εὐνομίου λέγοντος, ὡς ἐχ μόνου τοῦ Υἱοῦ δημιουργικῶς τὸ Πνεῦμα, πρὸς τὴ ἐκ μόνου ἀποτείνων τὸν λόγον ὁ θεοφάντωρ οὐκ ἡρνήσατο, ὅλως εἶναι ἐκ τοῦ Υἱοῦ. Καί τι τοῦτο καὶ βραχύτατον, καὶ σαφέστατον ἦν ἂν πρὸς ἀπάντησιν. ᾿Αλλὰ τὸ μὴ μιᾶς αὐτὸν ἐξάπτειν ἀρχῆς τὰ πάντα ἐδυσχέρανε, Καὶ πᾶν τὸ διὰ Υἱοῦ γεγενῆσθαι λε γόμενον εἰς τὴν πρώτην αιτίαν τὴν ἀναφορὰν έχειν βούλεται· ἵνα καὶ τὴν διαρχίαν φύγῃ, καὶ ἐξ Υἱοῦ εἶναι τὸ Πνεῦμα μὴ ἀρνήσηται. Οθεν καὶ πρὸς τὸ, Διατί μὴ καὶ τὸ Πνεῦμα Υἱός τοῦ Υἱοῦ; ἀν τιφερόμενος ὁ αὐτὸς, οὐκ εἶπε διὰ τὸ μὴ κατ' οὐ δένα τρόπον εἶναι ἐκ τοῦ Υἱοῦ, ἀλλ' οὐ διὰ τὸ μὴ εἶναι, φησίν, ἐκ Θεοῦ δι' Υἱοῦ. Ὁρᾷς ὡς ἐπεδε βαίωσε τὸ ἐξ Υἱοῦ εἶναι; 'Αλλ' ἵνα ἡ Τριὰς μὴ νομισθῇ πλῆθος ἄπειρον, υἱοὺς ἐξ υἱῶν ὡς καὶ ἐν ἀνθρώποις ἔχειν υποπτευθεῖσα. Ούτος οίδεν ἀληθῶς ἐξ Υἱοῦ εἶναι τὸ Πνεῦμα, οὐ γεννητῶς, οὐ δημιουργικῶς, ἀλλ' ἐκπορευτῶς, ἐκ τῶν λογίων τοῦτο νοήσας, ἅπερ εἰκόνα τοῦ Υἱοῦ τὸ Πνεῦμα, καὶ ῥῆμά φασι. Τοῦτο καὶ ἐν ἄλλοις τῇ διαιρετική ἐπιστήμῃ ἀποδείκνυσι, Τὸ ἔκ τινος, λέγων, ἢ δη μιουργικῶς, ἢ γεννητικῶς, ἢ φυσικῶς ἐστιν ἐξ
col. 805–806page 19 of 30
PG 161:805αὐτοῦ· ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἢ ὡς τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ. Ἐξ Υἱοῦ δὲ τὸ Πνεῦμα, ήτοι δι' Υἱοῦ, ἀλλ' οὐ δημιουργικῶς. Τῷ ἀφθάρτῳ γὰρ καὶ ἀναλλοιώτῳ τῶν δημιουργημάτων διενήνοχεν· ἀλλ' οὐδὲ γεννητικῶς, οὐ γὰρ υἱὸς τοῦ Υἱοῦ. Φυσικῶς ἄρα ἐξ αὐτοῦ, ἢ δι' αὐτοῦ. Καὶ τοῦτο ῥητῶς πολλοῖς τῶν ἁγίων οἶδας λεγόμενον. Δι' αυτ τοῦ ἄρα, ὡς ἀπαύγασμα ἐκ τοῦ ἡλίου. ιθ'. Σὺ δέ μοι σημειοῦ, καὶ κάτεχε ἀσφαλῶς, που σαχῶς τὸ ἔκ τινος. Καιρίαν γὰρ ἐντεῦθεν την πλη γὴν κατ' ἀμφοῖν τῶν αἱρέσεων επιφέρει Γραικοῖς τὸ μὲν ὅτι τὸ φυσικῶς ἔκ τινος εἶναι ἐξ αὐτοῦ ἔστινοὗ γεννητικῶς, ἀλλ᾽ ἄλλῳ τρόπῳ ὑπάρξεως· τὸ δὲ ὅτι τῆς ἐνεργείας ἐκ τῆς θείας λεγομένης οὐσίας, καὶ οὔτε γεννητικῶς, οὐ γὰρ Υἱὸς, οὔτε φυσικῶς, οὐ γὰρ Πνεῦμα ἤδη δημιουργικῶς. Αρα εἰ ἄλλο τῆς οὐσίας ἐστὶν ἡ ἐνέργεια, ἢ οὐκ ἄλλως οὐδ᾽ ἀρκούντως ἀπέδωκε, ποσαχῶς ἐπὶ τοῖς θείοις τὸ ἔκ τινος ὁ οὐρανοφάντωρ Βασίλειος. Αλλὰ τοῦτο μὲν ἄλλου καιροῦ. Νυνὶ δὲ τὸ πρῶτον θεωρῶμεν. Εἰ γοῦν καὶ τὰ περὶ τὴν τάξιν μὴ θελήσῃ τις ἀσεβεῖν, καὶ τοὺς τῶν ἁγίων λόγους μὴ ἀθετεῖν, οἵτινες Πνεῦμα ἀλη θείας ἀκούοντες, καὶ Πνεῦμα Υἱοῦ, καὶ ὅτι ἐκ τοῦ Υἱοῦ λαμβάνει, ἴδιον εἶναι τὸ Πνεῦμα ἔγνωσαν τοῦ γιου, ὥσπερ καὶ τοῦ Πατρὸς, ὁμολογεῖν δεῖ καὶ ἐξ αὐτοῦ, ἢ δι᾽ αὐτοῦ ἐκπορεύεσθαι, ὥσπερ καὶ παρὰ τοῦ Πατρός. Εἰ δὲ τὸ τοῦ Νύσσης παράγεις, Τούτου γὰρ ἕνεκεν, λέγοντος, Πνεῦμα στόματος εἴρηκεν ὁ Δαβίδ, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πα τρὶ μόνῳ προσοῦσαν πιστώσηται· ἀλλὰ πρῶτον μὲν ἄδικον τοῖς πλείστοις τῶν ῥητῶν καὶ σαφεστέ μας μὴ ἀκολουθεῖν· ἔπειτα δὲ καὶ μωρὸν μὴ συν ιέναι, κἂν γοῦν ἐξ ὧν ἐν ἄλλοις ἐθεολόγησεν ὁ αὐτὸς, ὅτι διέφθαρται τὸ ῥητόν. Τῷ πρὶ γὰρ μόνῳ λέγον τὸ ρ ἐκ τοῦ ν παρατραπὴν ἐδέξατο. Τοῦτο δὲ δῆλον ὅτι τὴν ἐκπορευτικὴν ιδιότητα οὐδεὶς τῶν ἁγίων τῷ Πατρὶ προσνέμων εὕρηται, τῷ δὲ Πνεύματι πλεί σται. Τὸ γὰρ ἐκπορεύεσθαι ῥῆμα οὐκ ὂν ὡς τὸ προ βάλλον, καὶ τὸ προβάλλομαι, ἵνα ἐνεργητικῶς λε γόμενον καὶ παθητικῶς, ἐκείνως μὲν τῷ Πατρὶ, οὕτως δὲ προσήκει τῷ Πνεύματι, ὅπως ἂν προφέρηται τοῦ Πνεύματος μόνον ἴδιον. Τὸ δὲ ἐκπορευτῶς καὶ ἐκ πορευτικῶς ἐκ τοῦ αὐτοῦ μοναχῶς λεγομένου ῥή ματος καὶ τῷ Πνεύματι μόνον προσήκοντος παρήχθη. Διέφθαρται ἄρα τοῖς Γραικοῖς τὸ χωρίον. Ετι, εἰ τῷ Πατρὶ μόνῳ εἴρηκε, μάταιος ὁ λόγος αὐτῷ. Αλλ' οὐ μάταιος. Σοφὸς γὰρ εἴπερ τις ὁ Νυσταεύς, καὶ ἅγιος. Οὐ τῷ Πατρὶ ἄρα, ἀλλὰ τῷ Πνεύματι. Οὕτω γὰρ καὶ ὁ λόγος αὐτῷ προσχωρεῖ, καὶ τοῖς αὐτοῦ αὐτὸς οὐκ ἀντιλέγει. Τοῦτο δ' εὐκρινὲς γένοιτ' ἂν, εἰ θῶμεν εἰρήσθαι τῷ Δαυΐδ· Καὶ λόγος στόματος. Πάλιν γὰρ ἡ ἐκπορευτική ιδιότης τὸ ἐξ οὗ τούτῳ τῷ λόγῳ δηλοῦσα προσῆν ἂν μόνῳ τῷ Πατρί. Εἰ γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, ἔστι δὲ καὶ ὁ Λόγος λόγος στόματος, ἤτοι ἐκπορευόμενος ἐκ τοῦ Θεοῦ καὶ Πατρός, δύο γινομένων τῶν προβλημάτων, εἷς μόνος ἔσται πάλιν ὁ προβολεύς, καὶ αὐτῷ μόνῳ προσέσται ἡ ἐχε πορευτική ιδιότης. Μάταιος ἄρα ὁ λόγος τῷ Νυστ πρί, εκπορεύεσθαι, εκπορευτῶ;, εἰ ἐκ πορευτικῶς,
col. 807–808page 20 of 30
PG 161:807τος, ἵνα τὴν ἐκπορευτικὴν ιδιότητα τῷ Πατρὶ μόνῳ πιστώσηται. Εἰ γὰρ καὶ λόγον στόματος εξα ποις, πάλιν μόνον τῷ Πατρὶ ἡ ἐκπορευτικὴ δύνα μις, ἤτοι τὸ προβάλλειν προσέσται. Τὸ δὲ προβάλο λεσθαι οὐκ ἔσται μόνῳ τῷ Πνεύματι. Ο γὰρ λόγον στόματος λέγων, ἕνα μὲν προβολέα, δύο δὲ προς βλήματα λέγει, ὅπερ ἀναιρῶν ὁ Δαυτὸ κατὰ τὸν Νυσσαέα οὐκ εἴρηκε, Λόγον στόματος, ἵνα τὴν εκπορευτικὴν ἰδιότητα τῷ Πνεύματι μόνῳ προσ οὖσαν πιστώσηται. Διόπερ καὶ παρακατιών ὡς περ διασαφηνίζων ἐπάγει τὸ σιωπώμενον παρὰ τοῖς σοφισταῖς τῆς κακίας, ἵνα διὰ μὲν τοῦ Λόγου εἰπεῖν τὴν ὡς τοῦ Θεοῦ καὶ Πατρὶς ἀπαθεστάτην καὶ ἄῤῥητον τοῦ Υἱοῦ παραδεξώμεθα γέννησιν, διὰ δὲ τοῦ εἰρηκέναι Πνεῦμα στόματος τὴν ἁγια στικὴν καὶ οὐσιώδη δύναμιν καὶ ζωαρχικήν τοῦ Πνεύματος ὑπόστασιν ὑπολάβωμεν, τῷ τῆς ἐκπορευτικῆς ιδιότητος ὀνόματι δηλονότι παρα χαρακτηριζομένην. Ορᾷς ὅτι ἡ ἐκπορευτική ιδιο της τοῦ Πνεύματός ἐστιν ὁ παραφθείρων σὺ πάντα, καὶ οὐδενὸς φειδόμενος; σαεί· "Οτι διὰ τοῦτο οὐκ εἴρηκε λόγον στόμα η Για κ'. Ἐγὼ δὲ καὶ ἐκ τῆς περικοπῆς ταύτης κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα εἶναι νοῶ. Καὶ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ στόμα τοῦ Πατρὸς παρὰ τῆς Γραφῆς λέγεται. Τὸ γοῦν ἐκ τοῦ στόματος ἐκπορευόμενον τοῦ Θεοῦ ἀμήχανον μὴ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι ὁμολογεῖν. Πῶς δὲ οὐδὲ κἂν ἐκ τῶν πρὸς Εὐνόμιον Αντιβξητι κῶν τὴν τοῦ ἁγίου δόξαν, μᾶλλον δὲ τῆς Ἐκκλησίας δύνανται συνορᾷν, ἐν οἷς οὕτω φησὶν ὁ αὐτή;; Ο τρόπον προθεωρεῖται ἡ ὑπόστασις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ ὑποστάσεως τῷ τῆς αἰτίας λόγω, ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ Πνεύματος ἐν μόνη τῇ τάξει τῇ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν δηλαδή τὴν διαφορὰν ἔχει. Ως γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱὸς, καὶ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων, οὐχ ὑστε ρίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ νογενοῖς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος ὑποστάσεως. Οἶδας ὅτι ἐπινοίς τῇ κατ' αἰτίαν προθεωρεῖται ὁ Υἱὸς τοῦ Πνεύματος; Ενόησας μάταιον καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ τὸν τοῦ Νείλου λόγον, ἢ δόξαν, μᾶλλον δὲ ἀσέβειαν; Τῷ τῆς αἰτίας λόγῳ, φησὶ, προθεωρεῖται ὁ Μονογενὴς τοῦ Πνεύματος, ὃν ἔχει πρὸς τὸν Πατέρα, οὐ πρὸς τὸ Πνεῦμα. Διὸ καὶ εἰ προβολέα καλέσαις τὸν Πατέρα, προθεωρηθήσεται τὸ Πνεῦμα τοῦ Μονογενοῦς τῷ τῆς αἰτίας λόγῳ, ἐν ἔχει πρὸς τὸν προβολέα. Οὗτος βούλεται ἀληθῶς ψιλεῖς ἀναφοραῖς, καὶ ὀνομάτων τάξει τινὶ συνίστασθαι τὸ τῆς Τριάδος μυστήριον, καὶ λιμώττων πρὸς τὴν ἀλήθειαν, οὐ βλέπει ὅτι ὁ ἅγιος, ο "Ον τρόπον, φησὶ, προθεωρεῖται ἡ ὑπό στασις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ· ὑποστάσεως, ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ Πνεύματος.» Οὐκ εἶπεν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἵνα μὴ τόπον ἔχῃ ἡ τοῦ Νείλου κακοδοξία, ἀλλ' ὑπόστασις υποστάσεως.
col. 809–810page 21 of 30
PG 161:809Εἶτα ἐπεξηγούμενος ἑαυτὸν ἐπάγει, Οὕτως ἔχε σθαι τὸ Πνεῦμα τοῦ Μονογενούς, ὡς ὁ μονογενὴς τοῦ Πατρός, καὶ ὁ λόγος αὐτῷ ἀπ' ἀρχῆς, ὡς ὁρᾷς, οὐ περὶ ψιλῆς τῶν ὀνομάτων σχέσεως, ἀλλὰ περὶ τῆς τῶν ὑποστάσεων, ἐξ ὧν καὶ τοῖς ὀνόμασι τὸ πρὸς ἄλληλα αναφέρεσθαι. Οὐ γὰρ ὅτι τὰ ὀνόματα οὕτως ἔχει, τῶν πρός τί φαμεν τὰ πράγματα, ἀλλὰ τὴν ἐν τοῖς πράγμασι σχέσιν διὰ τῶν ὀνομάτων σημαίνομεν· καὶ εἰ μὲν τὰ ἀληθῶς ὑποκείμενα πράγματα τῆς τῶν ἀλήθειαν σημαινόντων θέσεως αἴτιά ἐστι, τῶν δὲ πλαστῶν ὀνομάτων, οἷς μὴ ὑπόκειται πράγ ματα, τὰ φανταστὰ πράγματα, φανταστὴν παραδίδωσι Γραικοίς ὁ Νεῖλος τὴν Τριάδα, οὐκ ἀληθῆ, ἐκ τῆς τῶν ὀνομάτων σημασίας, οὐκ ἐκ τῆς τῶν πραγμάτων ἀληθείας τὴν τάξιν νοῶν. Διὸ καὶ ποτὲ μὲν προτίθησι τὸν Υἱὸν τοῦ Πνεύματος, ποτὲ δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ. κα. Εἶτα καὶ ποῦ ποτε Νεῖλος μεσιτεύειν τὸ Πνεῦμα πρὸς τὴν τοῦ Μονογενοῦς γέννησιν εὗρεν; ἢ πῶς ἐπαλλάττει ἡ μεσιτεία ἡ ἐν τοῖς πράγμασι, μὴ οὐ πάντες τῷ Υἱῷ τοῦτο ἀποδιδόασιν; Αὐτίκα δ μέγας Αθανάσιος ἐν τῷ κατὰ ᾿Αρειανῶν τρίτῳ λό γῳ, Οὐ τὸ Πνεῦμα, φησί, συνάπτει τὸν Λόγον τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου τοῦτο λαμβάνει. Ακούεις, ὅτι σύνδεσμος Πατρός καὶ Πνεύματος ὁ Λόγος, ὡς μεσιτεύων, οὐ τὸ Πνεῦ μα Πατρὸς καὶ Λόγου; 'Αλλ' ἡ ἐν ψιλαῖς ἀναφοραῖς μεσιτεία καὶ τῷ Πνεύματι τοῦτο δίδωσιν, οὐκ ἔστι δὲ καὶ τῷ Πνεύματι. Πράγματι ἄρα ή μεσιτεία καὶ τῷ Υἱῷ μόνῳ. Ετι ὁ αὐτὸς ἐν ἄλλοις φησίν, "Οτι ἐν τῷ λόγῳ ἂν τὸ Πνεῦμα, ἐν τῷ Θεῷ δι' αὐτοῦ ἐστι, καὶ ὅτι τὴν αὐτὴν ἔχει πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα ἑνότητα, ἣν ὁ Υἱὸς πρὸς τὸν Πατέρα. Τοῦτο καὶ Βασίλειος βούλεται ἐν οἷς τὴν θεογνωσίαν ἀπὸ τοῦ ἑνὸς Πνεύματος διὰ τοῦ ἑνὸς Υἱοῦ ἐπὶ τὸν ἕνα Πατέρα εἶναί φησι καὶ τὸν ἁγιασμὸν ἀνάπαλιν ἐκ Πατρὸς δι' Υἱοῦ ἐπὶ τὸ Πνεῦμα διή κειν. Καὶ ὁ Δαμασκηνός, Δι' Υἱοῦ, λέγει, τὸ Πνεῦμα συνάπτεσθαι τῷ Πατρί. Καὶ τί δεῖ τἆλλα πρὸς εἰδότα σε καταριθμεῖν; Τῷ γοῦν τὴν ἐκπορευτικὴν Ιδιότητα τῷ Πατρὶ μόνῳ προσεῖναι πιστεύοντι πῶς ὁ Υἱὸς ἀληθῶς μεσιτεύσει; πῶς ἔσται σύνδεσμος; Εἰ δὲ λέγοις μέσον καλεῖσθαί ποτε, καὶ ἄλλην ἢ τοῦ Υἱοῦ ἐν τῇ Τριάδι ὑπόστασιν, ὡς ἔχει τὸ τοῦ Δαμασκηνοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον μέσον ἀγεννήτου καὶ γεννητοῦ· ἀλλ' ὅρα τὸ ἑξῆς, Δι' Υἱοῦ τῷ Πατρὶ συναπτόμενον. Ὥστε σύνδεσμον καὶ οὗτος τὸν Υἱὸν μόνον βούλεται. Εἶτα οὐ μέσον εἶπεν ἁπλῶς, ἀλλὰ μέσον ἀγεννήτου και γεννη τοῦ. Τὸ γὰρ μέσον ἢ φυσικῇ τινι τάξει μέσον, καὶ οὕτω συνδεῖται τὰ ἄκρα, ὅπερ τῷ Υἱῷ ἀποδίδωσιν ὁ Πατήρ, ἢ τῇ μεθέξει τῶν ἄκρων, ὡς τὸ φαιὸν λευκοῦ καὶ μέλανος μέσον, ἢ τῇ στερήσει, ᾧ τρόπῳ πείθομαι εἰρῆσθαι τῷ Σύρῳ μέσον τὸ Πνεῦμα, καὶ τοῦτο αὐτὸς ἐδήλωσε λέγων, μέσον ἀγεννήτου καὶ γεννητοῦ. Ταῦτα γὰρ καθ᾽ ἕξιν καὶ στέρησιν λέγε ται, ὡς μέσον τὸ Πνεῦμα, ὡς μήτε ἀγεννήτως, ήτοι ἀνάρχως δν, μήτε γεννητῶς ὡς ὁ Υἱὸς, ἀλλ᾽ ἐκπορευτῶς, ὥστε καὶ γεννητῶς εἶναι αὐτὸ, εἰ τὸ γεννητῶς τὸ οὐκ ἀνάρχως δηλοί, καὶ ἀγεννήτως· οὐ γὰρ Υιό, καὶ τούτου χάριν μέσον ἀγεννήτου και γεννητοῦ. Καὶ ταῦτα μὲν οὕτω.
col. 811–812page 22 of 30
PG 161:811κβ'. Σὺ δ᾽ ἵν᾽ εἰωθέναι μάθης παρατρέπειν τὰ ῥη τὰ τοὺς Γραικούς, καὶ μὴ μόνον τοῦ Νύσσης παρα φθαρῆναι, δρα μοι καὶ τὸ Βασιλείου ἐν τοῖς κατ' Εὐνομίου, ἐν οἷς φησιν, Αξιώματι δευτερεύειν τοῦ Υἱοῦ τὸ Πνεῦμα παραδιδόναι τὸν τῆς εὐσε βείας λόγον. Οἱ δὲ τὸ ἴσως προσθέντες, πολλὴν τοῦ ἁγίου ἄνοιαν κατηγοροῦσι, μὴ εἰδότος, ἀλλὰ διστάζοντος τὴν εὐσεβείας παράδοσιν, ἦν καὶ οἱ τυχόντες εἰδέναι ὀφείλουσι. Τό δ', Ιν'ὅλως καὶ συγχωρήσω μεν, φανερὰν ὅλως ποιεῖ τὴν παραφθοράν. ἀρνεῖται γὰρ εὐθὺς τὸ ἀμφίβολον. Οὕτω δὲ συστρέφειν καὶ συγχέειν τὰ πάντα οὐ θεολογοῦντος, ἀλλὰ παίζοντος, εἴποι τις ἄν. Πῶς δὲ καὶ οὐ νοοῦσε τὸ αὐτὸ δύνασθαι τό τε μεσιτεύειν τὸν Υἱόν, ὡς ἤδη λέλεκται, καὶ τὸ προνοεῖσθαι τοῦ Πνεύματος; Η πῶς Βασίλειος ἀμφιβόλως ἔθηκεν, ὅπερ πρότερον ᾿Αθανάσιος ἐν τῷ κατ' Αρειανῶν πρώτῳ καὶ μάλα ἐπεβεβαίωσε, Τοῖς μαθηταῖς, λέγων, ο Κύριος τὴν θεότητα καὶ μεγαλειότητα δεικνὺς τὴν ἑαυτοῦ, οὐκέτι ἐλάττονα ἑαυτὸν τοῦ Πνεύματος, ἀλλὰ μείζονα, καὶ ἴσον, ἐδίδου τὸ Πνεῦμα, καὶ ἔλεγεν Ἐγὼ αὐτὸ ἀποστέλλω. Οὐδὲ γὰρ πρὸς τὴν δευτέραν φέρεται ὁ λόγος πρόοδον. Ἐπεὶ τῆς ἐνεργείας ἀπειράκις ἀπείρως τὰ θεῖα πρόσωπα ὑπερέχειν λέγετε. Ο δ' Υἱὸς οὐ μόνον μείζων τοῦ Πνεύματος, ἀλλὰ καὶ ἴσος. Λείπεται ἄρα τὴν ὑπόστασιν νοεῖν τοῦ Πνεύ ματος. Ταύτῃ δὲ ἴσος ὁ Υἱὸς τῇ θεότητι, καὶ μείζων τῷ αἰτίῳ. Τὸ γὰρ μείζον οὐ δυνάμενον ἐν τῇ Τριάδι τῇ οὐσίᾳ λέγεσθαι, ἀνάγκη τοῖς διακριτικοῖς ἀπονέμεσθαι. Μόνῳ δὲ τῷ αἰτίῳ, καὶ τῷ αἰτιατῷ τὰ θεία πρόσωπα διακρίνεται. Μείζων ἄρα ὁ Υἱὸς τῷ Πνεύ ματι μόνῳ τῷ αἰτίῳ. Ἐκ πάντων οὖν τούτων φανε ρ.ν, ὅτι ἐξ Υἱοῦ, ἤτοι δι᾽ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω γὰρ καὶ ἡ τάξις φυλάττεται, καὶ μεσιτεύειν τῷ πράγματι ὁ Υἱὸς φαίνεται, καὶ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα ἀνωμολόγηται, καὶ τἆλλα συντηρείται, ὅσα τοῖς ἁγίοις λέλεκται, ἃ νῦν συντάττειν οὔτε και ρός, οὔτ᾽ ἀνάγκη. Οίδας γὰρ κρείττον ἐμοῦ σὺ ταῦτα. κγ'. Ἐπειδὴ δ' ἐν βραχέσιν, ὡς οἷόν τε, ή τε τάξες ἡμῖν ἀνεφάνη, καὶ ἐκ τοῦ Θεοῦ τεθεολογῆσθαι τους ἁγίοις τὸ Πνεῦμα δέδεικται, φέρε ἤδη τὰ δοκοῦντα τοῖς Γραικοῖς ἄτοπα ἔπεσθαι τῇ Ῥωμαίων ἐκκλησίᾳ θεωρῶμεν, οὐ πάντα συνείροντες, ἀλλὰ τὰ ἰσχυ ρότατα, ἵνα μὴ ἐπιδεικτικῶς λέγειν δοκῶμεν, μήτε μὴν ἐλλιπῶς. Εἰ κακ τοῦ Υἱοῦ τὸ Πνεῦμα, φασὶν, ἢ τὰ τοῖν δυοῖν κοινὰ ταῦτα οὐκ ἔσται καὶ τοῖς τρισὶν, ἢ κοινωνήσει καὶ τὸ Πνεῦμα τῆς ἐκπορεύσεως, καὶ οὕτως ἔσται καὶ ἐξ ἑαυτοῦ. Ὅπερ οὐδεὶς μὴ μαινόμενος λέξειεν ἄν. Ψευδὲς δὲ τὸ πρῶτον. Τὰ γὰρ Πατρὶ καὶ Υἱῷ κοινὰ κοινὰ καὶ τῷ Πνεύματι οἱ θεο λόγοι φασίν. Επεται ἄρα τὸ δεύτερον μανικὸν ὅν. Ψεῖδος ἄρα τὸ ἐξ οὗ ἕπεται. Τοῦτο δὲ ἡ τῶν Ἰτα λῶν θέσις. Ετι, εἰ οὐ μόνον ὁ Πατήρ, ἀλλὰ καὶ ὁ Υἱὸς θεότητος αἴτιος, ἢ ἔσται καὶ τὸ Πνεῦμα, ἡ ἐλω λιπὲς ἔσται, καὶ μόνον ἐν τῇ Τριάδι, εἰ δεῖ οὕτωςεἰπεῖν, ἄγονον, ὅπερ άτοπον. Πρὸς τούτοις, εἰ κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐ μία ἀρχὴ, ἀλλὰ δύο ἔτε
col. 813–814page 23 of 30
PG 161:813ται δέ. Ἐπειδὴ γὰρ ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα λέγεται, ἔσται ἐξ αὐτῶν, ἢ ὡς ἀπὸ ἑνὸς, ἢ ὡς ἀπὸ δυοῖν. Αλλ' εἰ μὲν ὡς ἀπὸ ἑνὸς, ἔσται καὶ ἐξ αὐτοῦ. Ο γὰρ Πατὴρ καὶ ὁ Υἱὸς τῇ θεότητι ἐν ᾗ καὶ τὸ Πνεῦμα μετ᾿ αὐτῶν ἕν. Ὡς ἐκ δυοῖν ἄρα. Καὶ οὕτω διαρχία πρεσβεύεται Ἰταλοῖς. κδ. Πρὸς μὲν οὖν τὸ πρῶτον εἰπάτωσαν ἡμῖν Γραικοί, τίς τῶν ἁγίων περὶ τῶν διακριτικῶν διαλεγόμενος, εἶπέ ποτε, ὅτι τὰ δυοῖν κοινὰ κοινὰ τοῖς τρισίν; 'Αλλ' οὐκ ἔχοιεν. Εἰ δὲ λέγοιεν ὡς ὁ θεῖος Γρηγόριος τὰ τῷ Πατρὶ καὶ Υἱῷ προσόντα τῷ Πνεύ ματι ἐνεῖναι βούλεται· μανθανέτωσαν ὡς περὶ τῆς θεότητος τῷ ἁγίῳ ὁ λόγος, κατὰ γὰρ τῶν κατὰ τοῦ Πνεύματος μαινομένων. Ἐκεῖνοι δὲ οὐ κατὰ τῶν διακριτικῶν, ἀλλὰ κατὰ τῆς θεότητος τοῦ Πνεύματος ἐμαίνοντο. Οτι δὲ ψευδὲς τὸ πρῶτον, διὰ πολ λῶν δῆλον· πρῶτον μὲν, ὅτι τὸ Πνεῦμα κοινὸν Πα τρὶ καὶ Υἱῷ. Οἷς γὰρ τὸ Πνεῦμα κοινὸν, τούτοις ἔσται πάντως καὶ τὰ τῆς οὐσίας οὐ διηρημένα, φησί Κύριλλος. Καὶ Πνεῦμα μὲν ὥσπερ Πατρίς, οὕτω λέγεται καὶ Υἱοῦ. Οὐ λέγεται δὲ Πνεύμα Πνεύματος. Ο γὰρ τοῦτο λέγων δύο Πνεύματα παρεισάγει, οὐ δυνάμενος τὸ ἓν λέγειν καὶ ἑαυτοῦ. Κοινὸν ἄρα τοῖν δυοῖν τὸ Πνεῦμα· ψευδὲς ἄρα τὸ προτεινόμενον. Ἔτι ἐπὶ τῆς μακαρίας Τριάδος τρεῖς θεωροῦνται συνδυασμοί, καὶ ἐφ' ἑκάστου κοινόν τι εὑρίσκεται τοῖς δυσί. Τοῦτο δὲ ἔσται φανερὸν, εἰ πρῶτον διασαφῶμεν τὴν λέξιν, ἵνα μὴ τῇ ομωνυμία ταραττώμεθα. Τὸ ἀγέννητον διχῶς λέγεται, τό τε ἀνάρχως εἶναι, ὡς ὅταν λέγωμεν, Ο Πατὴρ ἀγέννητος, καὶ τὸ μὴ γεννητῶς ὡς ὁ Υἱὸς, ὡς τὸ Πνεῦμα ἀγέννητον. Καὶ τὸ γεννητὸν ὁμοίως, τό τε ἀρχὴν ἔχον, καὶ τὰ φυσικῶς, ἤτοι κατ᾽ ἐκπόρευσιν ὄν, καὶ τοὐναντίον, τὸ μὴ ἀρχὴν ἔχον, καὶ τὸ μὴ κατ' ἐκπόρευσιν ὄν. Τούτων οὕτως ἐχόντων, τὸ ἀγέννητον κατὰ τὸ δεύτερον σημαινόμενον Πατρὶ καὶ Πνεύματι κοινόν· οὐ δενὶ γὰρ τούτων γεννητῶς τὸ εἶναι. Τὸ δὲ γεννητόν κατὰ τὸ πρῶτον σημαινόμενον Υἱῷ καὶ Πνεύματι κοινόν· ἄμφω γὰρ ἐξ αἰτίου. Καὶ τὸ ἀνεκπορεύ τως εἶναι πάλιν κατὰ τὸν δεύτερον τρόπον Πατρι καὶ Υἱῷ κοινόν· οὐδενὶ γὰρ τούτων τοιούτῳ τρό πῳ τὸ εἶναι. Πῶς οὖν πάντα τὰ δυσὶ κοινὰ καὶ τοῖς τρισί, φασὶν οἱ Γραικοί Εἰ μὲν πάντα τῇ φύσει προϊόντα λέγουσιν, οἷον τὴν ἁγιασμὸν, τὴν δύναμιν, καὶ τὰ τοιαῦτα, συνομολογήσομεν· εἰ δὲ τὰ διακριτικὰ ὑποστάσεων, οὐδαμῶς. Τούτων γάρ διχῶς θεωρουμένων κατά τε ἀρχὴν καὶ πέρας, εἶτα καὶ κατ᾿ ἀντίθεσιν, τὸ μὲν πρῶτον, εἰ κοινῶς τις λαμβάνει, καὶ κατ' ἄμφω δυσὶ πρόσεστι καὶ κατὰ τὴν ἀρχὴν δηλονότι καὶ κατὰ πέρας. Κοινότερον γὰρ πάντων τῶν κατὰ τὴν θείαν διάκρισιν λαμβανομένων, καὶ ὥσπερ καθόλου τὸ κατ' αἰτίαν, τοῦτο πρός μὲν τὴν ἀρχὴν αἴτιον λέγομεν, πρὸς δὲ τὸ πέρας αἰτιατόν. Καὶ ὥσπερ οὐκ ἄτοπον τὸ αἰτιατὸν ἐνεῖ ναι δυσὶν, ἀλλ' ἀληθῶς πρόσεστ ν Υἱῷ καὶ Πνεύματι, οὕτως οὐκ ἄτοπον, μᾶλλον δὲ ἀναγκαῖον τὸ αἴτιον ἐν δυσὶ θεωρεῖσθαι, ἵνα τὸ μέσον· γένηται τῷ πράγ
col. 815–816page 24 of 30
PG 161:815ματι μέσον καὶ ἀληθῆς σύνδεσμος, τὰ ἄκρα συνάπτων, διὰ τοῦ μὲν αἰτιατὸν, τοῦ δὲ αἴτιον εἶναι. Καὶ οὕτω μὲν εἰ κοινῶς τις λαμβάνει, καὶ κατ᾽ ἄμφω κατά τε ἀρχὴν καὶ πέρας ἐν δυσὶ θεωρεῖσθαι κοινῶς τὸ διακρίνον, οὐκ ἄτοπον. Εἰ δὲ κατ' ἀντίθεσιν τὸ ἐν τῆς ἀντιθέσεως μέρος δυσὶ πάντως ἐπιθεωρεῖται· οὕτω καὶ τὸ γεννητὸν καὶ ἀγέννητον, καὶ ἐκπορευτὸν καὶ ἀνεκπόρευτον δυσὶ κοινὸν ἀνεφαίνετο. Ἐπειδὴ γὰρ Τριάς έσπ τῷ πράγματι ὁ Θεὸς, εἴ τινι μία τῶν ὑποστάσεων τοῖν δυοῖν διακρίνεται, τοῦτο ἐξ ἀντιθέσεως λαμβανόμενον ἐξ ἀνάγκης δυσὶ προσέσται. Τὸ γὰρ ἀπὸ τριῶν ἐν ἀφαιροῦν δύο πάντως ἀπολείπειν, καὶ παῖ δες, καὶ γυναῖκες ὁμολογήσαιεν ἄν. Σὺ δὲ ὅρα μοι τὴν ἀκρίβειαν τῶν λόγων. Τὸ μὲν γὰρ ἀγεννήτως, ἤτοι ἀνάρχως εἶναι Υἱοῦ τε καὶ Πνεύματος τὸν Πα τέρα διακρίνει· διὰ τοῦτο κοινὸν Υἱῷ καὶ Πνεύματι τῷ γεννητῶς, ἤτοι ἐξ ἀρχῆς εἶναι· τὸ δὲ γεννητῶς εἶναι τὸ τοῦ Υἱοῦ συνίστησι πρόσωπον τοῖν δυοῖν αὐτῷ διακρίνον· καὶ τούτου χάριν τὸ τούτῳ ἀντι κείμενον Πατρὶ καὶ Πνεύματι πρόσεστιν. Ομοίως καὶ τὸ ἐκπορευτῶς εἶναι διίστησι τὸ Πνεῦμα Πατρός καὶ Υἱοῦ, καὶ διὰ τοῦτο τὸ μὴ ἐκπορευτῶς εἶναι, ὅπερ ἐκείνῳ ἀντίκειται, Υἱῷ καὶ Πατρὶ κοινὸν ἐξ ἀνάγκης. Ἐπὶ πάντων γοῦν τῶν διακριτικών, ήτοι ὑποστατικῶν, ἐὰν τὸ ἴδιον τῆς ὑποστάσεως λαμβάνῃς, ᾧ διακρίνεται τοῖς δυσί, τοῦτο ἐξ ἀντιθέσεως λαμβανόμενον, εἰ μὲν ἐπιθεωρεῖται ταῖς λοιπαῖς τῆς Τριάδος δυσὶν ὑποστάσεσιν, ϊδιόν ἐστιν οὗ λέγεται. Εἰ δὲ μή, κακῶς ἀπεδόθη τὸ τοιοῦτον ἴδιον. Διὰ τοῦτο ἰδίου ὄντος τοῦ ἀγεννήτου, ἤτοι ἀνάρχου τοῦ Πατρὸς, καὶ τοῦ γεννητῶς εἶναι τοῦ Υἱοῦ, τοῦ δὲ κατ' ἐκπόρευσιν τοῦ ἁγίου Πνεύματος, τὸ γεννητόν, καὶ ἀγέννητον, καὶ ἀνεκπόρευτον δυσὶ τοῖς ἀπολειπομένοις κοινὸν κατὰ τὸ αὐτὸ ἐξ ἀντιθέσεως σημαινόμενον. κε'. Τούτων οὕτως ἐχόντων, πῶς τοιαῦτα λίαν ἀμαθῶς, ἵνα μὴ λέγω σκαιῶς τολμῶσι, λέγειν Γραι κοί; Ναί, φησὶν, ἀλλὰ τὸ προβάλλειν ίδιόν τινες τῶν διδασκάλων τοῦ Πατρὸς λέγουσι. Τὸ δὲ ἴδιον οὐ κοι νόν. Η πῶς ἔσται κοινὸν καὶ ἴδιον; Ηδη πολλάκις εἴρηται, καὶ πάλιν λεγέσθω. Ιδιον τὸ γεν νᾶσθαι τοῦ Υἱοῦ. Διακρίνεται γὰρ τούτῳ Πατρός καὶ Πνεύματος. Διὰ τοῦτο τὸ ἀγεννήτως εἶναι ἐπιθεωρεῖται Πατρὶ καὶ Πνεύματι. Και δυνά μεθα λέγειν, τὸ ἀγεννήτως εἶναι ἤγουν μὴ κατὰ γέννησιν, ἴδιον τοῦ Πατρός. Εἰ γὰρ τῷ γεννητῶς εἶναι διακρίνεται τῶν δύο ὁ Υἱός, τῷ ἀγεννήτως εἶναι διακριθήσονται τὰ δύο τοῦ αὐτοῦ· καὶ ὥσπερ ἴδιον ἐκεῖνο τοῦ Υἱοῦ ἀληθῶς, οὕτω τῶν δύο τοῦτο ἴδιον ἀληθῶς. ᾿Αλλὰ δὴ καὶ κοινόν. Η μὲν γὰρ δύο τούτου κοινωνοῦσι, κοινὸν, ᾗ δ' ἑκάτερος τούτῳ τοῦ Υου διακρίνεται, ἴδιον. Ὥστε όταν λέγωμεν, τὸ ἀγεννήτως εἶναι κοινόν Πατρὶ καὶ Πνεύματι, τὴν
col. 817–818page 25 of 30
PG 161:817ἐν τοῖς δυσὶ τούτοις κοινωνίαν θεωροῦμεν, ᾗ ἄμφω κοινῶς διακρίνονται τοῦ Υἱοῦ. Ὅταν δὲ ἴδιον πάλιν τοῦτο Πατρὸς ἢ Πνεύματος λέγωμεν, δηλῶσαι βου λόμεθα, τούτῳ ἑκάτερον διακρίνεσθαι τοῦ Υἱοῦ, ἡ μᾶλλον εἰπεῖν διὰ τοῦ ἀντικειμένου ἀμφοτέρων τὸν Υἱόν. Οὐκ ἄρα πάντα τὰ δυσὶ κοινὰ ταῦτα καὶ τοῖς τρισί. Πολλὰ γὰρ ἀνεφάνησαν ἡμῖν κοινὰ τοῖς δυσὶν, ἅπερ καὶ ἴδια λέγειν τῶν δύο οὐκ ἄτοπον. Οἱ γὰρ πάντες οὐ κοινωνοῦσι, τοῦτο τοῖς κονωνοῦσιν ἴδιον. Καὶ τοῦτο οὐκ ἐπὶ τῆς Τριάδος μόνον, ἀλλ' ἐπὶ πάντων. Οἷον ἴδιον τῇ ἀνθρωπείᾳ φύσει τὸ γελαστικὸν, καὶ κοινὸν ἀνθρώποις πᾶσιν ἐξ ἴσου τούτου μετ ἔχουσιν, ἀλλὰ καὶ ἴδιον ἑνὸς ἑκάστου τῶν ἀνθρώπων πρὸς τἆλλα τῶν ζώων συγκρινομένου. Ότι δὲ ταῦτα καὶ τοῖς ἁγίοις δοκεῖ, ἀναγκαῖα γὰρ, ὅρα τὸν Νύσσης, Αλλ', ὥσπερ τὸ ἄνευ αἰτίας εἶναι, λέ γοντα, μόνου τοῦ Πατρὸς ὄν, τῷ Υἱῷ καὶ τῷ Πνεύματι εφαρμοσθῆναι οὐ δύναται· οὕτω τουμ παλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἰδιόν ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, τῷ Πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ἔντος τῷ Υἱῷ καὶ τῷ Πνεύματι τὸ μὴ ἀγεννήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἐστὶν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτ τῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ἴδιον μὴ συγχυθείη. Ο γὰρ μου νογενὴς Υἱὸς ἐκ τοῦ Πατρὸς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ο λόγος ἔστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον Πνεύμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. • Ει γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, φησὶν, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Ούκο οὖν τὸ μὲν Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Χρι στοῦ Πνεῦμά ἐστιν· ὁ δὲ Υἱὸς ἐκ τοῦ Θεοῦ ὢν, οὐκέτι καὶ τοῦ Πνεύματος οὔτε ἔστιν, οὔτε λέ γεται. Οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ ἀπολουθία αύτη. Ἐπίστησαν οὖν ἀκριβῶς πρῶτον μὲν, τούτου γὰρ χάριν ἐνεφιλοχώρησα τῷ ῥητῷ, ὅτι ἰδίωμα, φησὶν ὁ ἅγιος, τοῦ Πνεύματος τὸ οὐκ ἐκ μόνου τοῦ Πατρὸς εἶναι, ὡς ὁ Υἱός, ἀλλ᾽ εἶναι καὶ αὐτοῦ τοῦ Υἱοῦ, καὶ μὴ ἀντιστρέφειν την σχέσιν ταύτην. Πῶς οὖν τις διὰ τὸ ὁμοούσιον λέγεσθαι νομίσει; Έπειτα δὲ ὅτι κοινὸν Υἱῷ καὶ Πνεύματι αὐτολεξεί φάσκει τὸ μὴ ἀγεννήτως, ήγουν μὴ ἀνάρχως εἶναι· ἀλλὰ δὴ καὶ ἴδιον αὐτῶν τὸ ἐξ αἰτίας εἶναι. Καὶ ταῦτα μὲν πρὸς τὸ πρῶτον, ἐξ ὧν πάλιν ἔπεται τὸ καὶ ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα. Ωσπερ γὰρ τὸ ἀγεννήτως ὃν ἀνάγκη ἔχει τὸ γεννᾷν, εἰ μὴ προθεωρείται τῆς αὐτοῦ ὑποστάσεως, οὕτω καὶ τὸ μὴ ἐκπορευτῶς ἐν ἀνάγκη ἔχει τὸ προβάλλειν, εἰ μὴ προθεωρεῖται τῆς αὐτοῦ ὑποστάσεως. Προθεωρεῖται δὲ ὁ Υἱὸς τοῦ Πνεύματος, ὥς φασιν οἱ ἅγιοι. Προθεωρεῖται ἄρα καὶ ἡ γέννησις τῆς προβολῆς. Εἰ δὲ τοῦτο, ἄρα καὶ ὁ Υἱός τοῦ προβάλλειν προθεωρεῖται, καὶ ἔχει τὸ εἶναι μὴ ἐκπορευτῶς. Προβάλλει ἄρα. Εἰ δὲ μὴ προβάλλει, ἢ διότι προβλητικῶς αὐτὸς ἔχει τὸ εἶναι, οὐ προβάλλει, ἢ διότι οὐ προθεωρείται τῆς τοῦ Πνεύματος ὑποστάσεως. Οὐδ᾽ ἕτερον δὲ τούτων άλη θὲς, ἀλλὰ καὶ ἀδύνατον καὶ ἀσεβές. Προβάλλει ἄρα.
col. 819–820page 26 of 30
PG 161:819Ἀλλὰ ταῦτα μὲν ἴσως ἐκ τῶν ἑπομένων ἔσται σαφέστερα. κς'. Πρὸς δὲ τὸ δεύτερον θαυμάζω, πῶς οὐ συνορῶσιν οἱ λέγοντες, ὡς εἰ δοθῇ τι μὴ προσόν τῷ ἑνί, ποιήσειεν ἐλλείπειν τι τῷ ᾧ μὴ πρόσεστιν, ὅτι οὐ τὸ Πνεῦμα μόνον, ἀλλὰ καὶ Πατὴρ καὶ ὁ Υἱὸς ἀτελεῖς. Πολλὰ γὰρ ἀνεφάνη ἡμῖν ἐνεῖναι τοῖς δυσί, μὴ προσόντα τῷ ἐνί· ἐξ ὧν οὐδεὶς λέγει επε σθαι, εἰ μή που κατά Γραικούς εἴη τὴν θεολογία», ἀτελὲς εἶναί τι τῶν θείων προσώπων. Τὸ γὰρ ἀτελὲς καὶ τέλειον οὐ τοῖς διακριτικοῖς, ἀλλὰ τοῖς φυσικοῖς θεωροῦμεν. "Α μὲν γὰρ ἀνάγκη προσεῖναι τῇ φύσει, ταῦτα μὴ ὄντα ἀτελὲς ποιεῖ τὴν φύσιν τῷ ᾧ μὴ πρόσεστι· τὰ δὲ ὑποστατικὰ ταῦτα καὶ διακριτικὰ οὐκ ἄν ποτε ἀτελές τι ποιήσοι τῇ φύσει, μὴ ἀφορίζοντα φύσεις, ἀλλὰ περὶ τὴν φύσιν ἀφορε ζόμενα κατὰ τὴν θεολόγον φωνήν. Τῶν διακριτικών δὲ τὸ προβάλλειν· οὐκ ἄρα ἐλλιπές τι προσέσται τῇ φύσει τοῦ Πνεύματος τῷ μὴ προβάλλειν, ἀλλ᾽ οὐδὲ τῇ ὑποστάσει. Διακρίνεται γὰρ ἀρκούντως μᾶλλον Υἱοῦ καὶ Πατρὸς μὴ προβάλλον, ἢ μὴ ἐξ Υἱοῦ προ βαλλόμενον τοῦ Υἱοῦ. κι'. ᾿Αλλὰ ταῦτα μὲν ἀρκούντως ἂν εἶχε πρὸς ἄλ λον μοι γράφοντι· σὲ δὲ καὶ ὑψηλότερον οὐκ ἀπο κρύψομαι. Γεννᾷ ὁ Πατὴρ τὸν Υἱὸν ἀληθῶς, καὶ ἐν & τῷ γεννᾷν δίδωσιν αὐτῷ πάντα ὅσα ἔχει, πλὴν τῶν κατά τε ἀρχὴν καὶ πέρας λαμβάνεται. Λέγω δὲ πέο σύγχυσιν, τά τε προθεωρούμενα τῆς ὑποστάσεως, καὶ τὰ ἐπιθεωρούμενα, εναντία δὲ τῷ λόγῳ τῆς ὑποστάσεως. Όσα δὲ ἐπιθεωρεῖται μὲν οὐκ ἐναντιοῦται δὲ οὐ μόνον συγχύσεως πάσης ἐκτὸς, ἀλλὰ καὶ συστατικὰ τάξεως. Ἐπειδὴ οὖν τὸ ἄναρχον ἅπαξ ἔσχεν ἡ θεία φύσις ἐν τῇ τοῦ Πατρὸς ὑποστάσει, ἀδύνατον ἦν τοῦτο κοινωνῆσαι τῷ Υἱῷ. προθεωρεῖται γάρ, καὶ ἐναντίον τῷ λόγῳ τῷ υἱικῷ. Υιος γὰρ ὁ ἔχων ἀρχὴν, οὐ τὴν ἐν χρόνῳ, λέγω, ἀλλὰ τὴν ἐκ τοῦ Πατρός. 'Αλλ οὔτε μὴν τὸ γεννᾶν δυνατὸν αὐτῷ κοινωνῆσαι, ἵνα μὴ, ὡς φησὶ Βασίλειος, πλή θος ἄπειρον ἀποκαταστῇ ἡμῖν ἡ Τριάς, υἱοὺς ἐξ υἱῶν γεννῶσα. Αἴτιον δὲ καὶ τούτου, ὅτι ἡ γέννη τις ρας, εἰς ὁ ἀποπερατούται ἡ πρόοδος, ἀρχὴν δὲ ἐξ οὗ ἄρχεται, οὐ μεσιτεύοντος χρόνου, ἀλλ' ἐπινοίς μόνῃ τῆς αὐτῆς προόδου, ἐν μὲν τῷ γεννῶντι ὡς ἀρ χῆς οὔσης, ὡς πέρας δὲ ἐν τῷ γεννωμένῳ. Ἡ γέν νησις γοῦν ὡς ἀρχὴ θεωρουμένη, καθό ἐστιν ἐν τῷ Πατρί, προθεωρεῖται τοῦ ἐν αὐτῇ πέρατος. Καὶ τούτου χάριν προνοουμένη τῆς τοῦ Υἱοῦ ὑποστάσεως οὐ δύναται προσεἶναι αὐτῷ. Οὐδὲν γὰρ τῶν τιν: τῶν προσώπων ἐν τῇ θείᾳ Τριάδι προσόντων προθεωρεῖται τῆς ᾗ ἐνεστιν ὑποστάσεως· ἵνα μὴ δυοῖν θά τερον, ἢ προθεωρεῖται, τὸ αὐτὸ ἅμα καὶ ἐπιθεωρεῖται, καὶ ἐξ αὐτοῦ ᾖ, ἢ πλῆθος υἱῶν σχῶμεν. Οὐ γεννά ἄρα ὁ Υἱός. Προβάλλει δὲ καὶ ὁ λόγος κατά τὸ ἀκόλουθον ούτωσί. Προβάλλει ὁ Πατὴρ τὸ Πνεῦμα,
col. 821–822page 27 of 30
PG 161:821καὶ ἐν τῷ προβάλλειν κοινωνεῖ αὐτῷ πάντα τα μη προθεωρούμενα τῆς αὐτοῦ ὑποστάσεως, καὶ διὰ τοῦτο οὐ δυνατὸν κοινωνεῖν αὐτῷ τὸ προβάλλειν, ἢ τὸ γεννᾷν, ὥσπερ οὐδὲ τῷ Υἱῷ τὸ γεννᾷν. προθεωρεῖται γὰρ ταῦτα ἐν τῷ Πατρί. Αλλ᾽ οὐδὲ τὸ γεν νᾶσθαι, ὅπερ πέρας ἐλέγετο τῆς γεννήσεως, προσο ἐσται τῷ Πνεύματι. Προθεωρεῖται γὰρ ἡ τοῦ Υἱοῦ ὑπόστασις τῆς τοῦ Πνεύματος. Το μέντοι προβάλο λειν οὐ προθεωρούμενον τῆς τοῦ Υἱοῦ ὑποστάσεως, καὶ οὐκ ἐναντίον λόγῳ τινὶ ὑποστάσεως. Οὔτε γὰρ ὁ Πατὴρ διὰ ταῦτα Υἱὸς, ἢ πρόβλημα, οὔτε ὁ Υἱός εἰς Πατέρα μεταπίπτει, οὔτε τὸ Πνεῦμα ἐξίσταται τῶν ἰδίων αὐτοῦ. Μηδεμίαν οὖν ἐπεισφέρον σύγχυσιν τὸ προβάλλειν, τοὐναντίον δ᾽ ἅπαν, εἰ τῷ Υἱῷ πρόσεστι, καὶ τὴν τάξιν συντηροῦν, καὶ τὴν τῆς Τριάδος ἀκατάλληλον σχέσιν, κοινωνήσει πάντως τοῦτο τῷ Υἱῷ ὁ Πατήρ. Καὶ οὕτως ἔσται τὸ Πνεῦμα καὶ τοῦ Υἱοῦ, καὶ οὐκ ἐλλιπὲς τὸ Πνεῦμα μὴ προ βάλλον, ὥσπερ οὐδὲ ὁ Υἱὸς μὴ γεννῶν. Μᾶλλον γὰρ προβάλλον ἦνἂν ἐλλιπές. Η γὰρ ἑαυτὸ προὔβαλεν ἂν, ὅπερ ἀδύνατον, ἢ ἄλλο, καὶ οὕτως εἰς ἄπειρον ἡμῖν ἐξήκει ὁ λόγος, ὅπερ οὐ τελειότητος καὶ αὐτὸς εἴποις ἄν. κη'. Εἰ δὲ λέγεις ὅτι προθεωρεῖται τὸ αἴτιον τοῦ αἰτιατοῦ· αἰτιατὸς δὲ ὁ Υἱός· τὸ δὲ προβάλλειν τῆς αἰτίας· προθεωρεῖται ἄρα τῆς τοῦ Υἱοῦ ὑποστάσεως· οὐ κοινωνήσει ἄρα τοῦτο τῷ Υἱῷ ὁ Πατήρ ὡς προθεωρούμενον τοῦ Υἱοῦ, καὶ σύγχυσιν εἰσάγον, εἰ δοθείη αὐτῷ. Σοφιστικὸς ὁ λόγος. Προθεωρείται γὰρ ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ αἰτίῳ, οὐ τῷ κατ᾽ ἐκπό ρευσιν. "Αλλος δὲ τρόπος ὑπάρξεως οὗτος. Τῷ δὲ κατ' ἐκπόρευσιν καὶ προβολὴν αἰτίῳ οὔτε ἐπιθεωρεῖται ὁ Πατὴρ τοῦ Υἱοῦ. Οὐδέτερος γὰρ τούτων πρὸς τὸν ἕτερον ὡς ἀρχὴ ἢ πέρας ταυτησὶ τῆς προόδου, ἵνα μὴ πάντως Πνεῦμα τούτων ἔσται ὁ ἕτερος. Τὸ μέντοι προβάλλεσθαι ἀμφοτέρων επι θεωρεῖται. Αμφω γὰρ προθεωροῦνται τῆς τοῦ Πνεύματος ὑποστάσεως, φησὶν ὁ Νύσσης, καὶ διὰ τοῦτο ἐξ ἀμφοῖν τὸ Πνεῦμα. Εἰ δ᾽ οὐκ ἐξ ἀμφοῖν, οὐ προθεωροῦνται άμφω. Προθεωροῦνται δὲ ἐξ ἀμφοῖν ἄρα. Εἰ δὲ πάλιν λέγεις, ὅτι ἡ ἐν τῷ Πατρὶ θεότης προθεωρεῖται τῆς ἐν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, καὶ ὅμως κοινωνεί ταύτην τοῖς ἀπ' αὐτοῦ ὁ Πατήρ δόξεις μὲν ἴσως λέγειν τι τοῖς ἀμνήτοις, οὐδὲν δ' ἐπισ φέρεις τῇ ἀληθείᾳ. Ἡ γὰρ ἐν τῷ Πατρὶ θεότης, ᾗ θεότης, οὐ προθεωρεῖται τῆς τοῦ Υἱοῦ, ἡ αὐτὴ οὖσα κατὰ πάντα, και μηδεμιασοῦν σχέσεως ἀναμέσον θεωρουμένης. ᾿Αλλὰ προθεωρεῖται μὲν ἡ ἐν τῷ Πατρὶ θεότης, η γεννᾷ, ἐπιθεωρεῖται δὲ ἐν τῷ Υἱῷ, ᾗ γεννᾶται. Εἰ δὲ προστιθείης, ὅτι ταῦτα οὐδεὶς εἶπε τῶν θεολόγων, δεῖν δὲ τὰς προτάσει; ἢ ἐκ τῶν θεολογικῶν ῥητῶς λαμβάνεσθαι, ἢ ἐκεῖθεν ἔπεσθαι τοῖς συλλογιζομένοις· θαυμάζω, πῶς οὐ βλέπεις ἐκ τῶν διδασκάλων ταῦτα ληφθῆναι. Πάντες γὰρ, ὡς εἰπεῖν, προθεωρεῖσθαι τὴν τοῦ Υἱοῦ ὑπόστασιν φασι τῆς τοῦ Πνεύματος. Αλλ' οἶδα ὅτι τοῦτο δώσεις καὶ ἄκων. Τὴν δὲ λέγουσαν πρότασιν, ὅτι τὰ προθεω
col. 823–824page 28 of 30
PG 161:823ρούμενα τῆς τινὸς ὑποστάσεως οὐ πρόσεστι τῇ ἐπισ νοου μένῃ ὑποστάσει, ταύτην ἀρνήσῃ; Αλλ' ἐκπε σούμεθα τῆς Τριάδος, εἰ δοθῇ τὸ ἀντιφάσκον. Οὐκ ἐλλείπει ἄρα τι τῷ Πνεύματι ἐκ τοῦ Υἱοῦ ὄντι. "Οπερ καὶ ὁ Νύσσης κηρύττει πολλαχοῦ. Οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ κατὰ Μακεδονιανῶν λόγῳ. Ε; ὧν γάρ, φησίν, ἡ κατὰ τὸ ἀγαθὸν ἐνέργεια οὐδε μίαν ἐλάττωσιν, ἢ παραλλαγὴν ἔχει, πῶς ἐστιν εύλογον τὴν κατὰ τὸν ἀριθμὸν τάξιν ἐλαττώσεως τινος τῆς κατὰ φύσιν παραλλαγῆς οίεσθαι σημεῖον εἶναι; Ωσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διηρημένην βλέπων τὴν φλόγα, αἰτίαν δὲ τοῦ τρίτου φωτὸς ὑποθώμεθα εἶναι τὴν πρώτην φλό γα, ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξά ψασαν, ἔπειτα κατασκευάζειν ἐν τῇ πρώτῃ φλο γὶ τὴν θερμασίαν, τῇ δὲ ἐφεξῆς ὑποβεβηκέναι, καὶ πρὸς ἔλαττον ἔχειν τὴν παραλλαγήν την δὲ τρίτην μηδὲ πῦρ ἔτι λέγεσθαι, κἂν παρα πλησίως καίῃ καὶ φαίνῃ, καὶ πάντα τοῦ πυρὸς ἐργάζηται. 'Ακούεις, ὡς μωρὸς ὁ ἐλλιπές τι διὰ ταῦτα προσεἶναι νομίζων τῷ Πνεύματι; Σὺ δὲ μας κἀκεῖνο ἐν τούτοις σημειοῦ, ὅτι τὴν πρώτην φλόγα τὸ ἄκρον ἐξάψασαν ἐκ διαδόσεως διὰ τοῦ μέσου α τίαν τῆς τρίτης λέγει. 'Η δὲ διάδοσις αὕτη οὐκ ἔστιν ὡς διὰ σωλήνος, οὐδὲ τοπική, οὐ μὴν ἀλλ᾽ οὐδὲ ταῖς φιλαῖς ἀναφοραῖς δυνήσεται ὁ σὸς Νεῖλος τόπον ἐξ ευρεῖν. Εστιν ἄρα φύσει τὸ Πνεῦμα δι' Υἱοῦ, διὰ τοῦ μέσου γὰρ, ἤτοι τῆς τοῦ Υἱοῦ ὑποστάσεως προβάλλει ὁ Πατήρ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐκ ἐλλιπές κατά τι τὸ Πνεῦμα διὰ ταῦτα. πειθέσθωσαν τοιγαροῦν οἱ Γραικοὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ μὴ ἀκουέτωσαν Νείλου λέγοντος, προθεωρεῖσθαι τὸν Υἱὸν τοῦ Πνεύματος, εἰ Πατέρα τὸ πρῶτ τον καλέσειας, καὶ πάλιν τὸ Πνεῦμα τοῦ Υἱοῦ, εἰ προβολέα ὀνομάσῃς τὸ πρῶτον. "Ανθρωπε, εἰ τοῦτο ἦν, οὐκ ἂν ἦν ἀσεβὲς ἐναλλάττειν τὴν Υἱοῦ καὶ Πνεύματος τάξιν, καὶ ἦν ἂν τῶν ψευδομένων Βασίλειος, οὐδ᾽ ἐξῆπτε διὰ τοῦ μέσου τὸ πρῶτον τὴν τρίτην φλόγα ἐκ διαδόσεως. Σὺ δὲ ταῦτα λέγων, πάντα συγχέεις, καὶ ἀσεβεῖς. Καὶ ταῦτα μὲν περὶ τούτου· πολλὰ δ᾽ ἂν εὑρήσοις σὺ ἐκ τούτων τῶν ἀρχῶν. κθ'. Ἐκεῖνο δὲ πόθεν ἐπῆλθε συλλογίζεσθαι τοῖς Γραικοῖς, ὅτι διαρχία πρεσβεύεται Ἰταλοῖς; Τὸ γὰρ δι' Υιού, φησὶ Βασίλειος, εἰς τὴν πρώτην αἰτίαν τὴν ἀναφορὰν ἔχει. Πῶς οὖν ἀρχαὶ δύο τοῦ Πνεύ ματος; Ἐπεὶ δὲ δι' Υἱοῦ τὰ πάντα ἐκτίσθαι φαμέν, ἀλλὰ καὶ ἐν Πνεύματι, λεγέσθω καὶ ἡμῖν πρὸς τοὺς Γραικοὺς τὰ ὅμοια, ἢ ὡς ἀπὸ τριῶν ἔκτισε τὰ σύμ παντα, ἢ ὡς ἀπὸ ἑνός; Ως ἀπὸ ἑνός φησι Θεοῦ. Οὕτω σοι κἀγὼ λέγω, ὅτι ὡς ἀπὸ ἑνὸς Θεοῦ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Αλλ' είποις, ὅτι ἔσται ἄρα καὶ ἐξ ἑαυτοῦ Θεὸς δὲ τὸ Πνεῦμα. Τε δα!; Οὐ γεννᾶται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς ὡς ἀπὸ ἑνὸς Θεοῦ, Θεὸς δὲ καὶ αὐτός; Γεννᾶται ἄρα κατά γε τὸν σὸν λόγον καὶ ἐξ ἑαυτοῦ. Οὐδαμῶς φήσεις, οἶδα καλῶς. Διατί; Διότι ἡ ἐν τῷ Πατρὶ θεότης, οὐχ
col. 825–826page 29 of 30
PG 161:825θεύτης, Πατήρ ἐστιν, ἵνα γεννήσῃ καὶ ὁ Υἱὸς, ἀλλ' ᾗ γεννᾷ, ἔστι Πατήρ. Ομοίως και ὁ Πατήρ καὶ ὁ Υἱός, οὐχ ᾖ Θεὸς προβάλλει, ἵνα προβάλῃ καὶ τὸ Πνεῦμα ἑαυτὸ Θεὸς ὄν, ἀλλ' εἰ προβάλλει προβολεύς εἶ;. Λεγέσθω δὲ καὶ τοῦτο ἐναργέστερον. Τὸ Πνεῦμα διακρίνεται Πατρὸς καὶ Υἱοῦ τῷ ἐκπορευτῶς εἶναι. Εχει δὲ τὴν ύπαρξιν ἐκ Πατρὸς δι' Υἱοῦ, ὡς τοῖς ἁγίοις τεθεολόγηται, τῆς διὰ ὥσπερ καὶ ἐπὶ τῆς κτίσεως, καὶ τὴν αἰτίαν σημαινούσης, καὶ εἰς τὸ πρῶτον ἀποπεμπούσης, ὡς εἴρηται. Τῷ δὲ τρεπτῷ καὶ ἀλλοιωτῷ διαφερούσης ἀπὸ τοῦ Πνεύ ματος τῆς κτίσεως, καὶ ὅμως οὐ δύο ἀρχαὶ τοῦ Πνεύματος, τοῦτο μὲν ὅτι εἰς τὸν Πατέρα ἀναφέρεται πᾶν τὸ τοῦ Μονογενούς, τοῦτο δὲ ὅτι ὁ Πατήρ καὶ ὁ Υἱὸς οὐ διακρίνονται τῇ ἐκπορεύσει. Οὐ δύο ἄρα κατὰ τὸ προβάλλειν, ἀλλ' εἷς. Ἐξ ὧν πάλιν ἔπεται τὸ καὶ ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα. Οἷς γάρ τινα ἐν τῇ Τριάδι οὐ διακρίνεται, ταῦτα, εἰ μὴ σύγχυσιν εἰσάγει, κοινὰ τοῖς μη διακρινομένοις. Οὐ διακρίνονται δὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς τῇ ἐκπορεύο σει. Κοινὸν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἡ ἐκπόρευσις, ὡς ἀρχὴ, εἰ μὴ εἰσάγει σύγχυσιν. Οὐκ εἰσάγει δὲ, ἀλλὰ μᾶλλον καὶ τάξεως συντηρητικόν. Κοινὸν ἄρα. Αληθεῖς δὲ αἱ προτάσεις. Ἐν γὰρ τῇ θείᾳ φύσει ἑνότης πάντων ἀνωτέρα θεωρεῖται, ἣν δια κρἶναι οἱ θεμιτόν, εἰ μὴ τοῖς ὑποστάσεις διακρίνειν παραδεδομένοις. Ὁ γοῦν Πατὴρ καὶ ὁ Υἱὸς ἔν εἰσι κατὰ πάντα θεότητι, δυνάμει, ἁγιασμῷ, τινι ἂν εἴποις. Διακρίνονται δὲ, ὅτι ὁ μὲν ἀγέννητος καὶ γεννῶν τὸν Υἱόν, ὁ δὲ γεννητὸς παρὰ τοῦ Πατρός. Εκπορεύσει δὲ ἤτοι τῷ τρόπῳ, ᾧ τὸ Πνεῦμα ἔχει τὸ εἶναι, οὐδεὶς εἶπέ ποτε. Οὐδὲ γὰρ εἰπεῖν θεμιτόν, ὡς ταύτῃ δὴ τῇ ἐκπορεύσει ὁ Πατὴρ τοῦ Υἱοῦ, ἢ ὁ Υἱὸς τοῦ Πατρὸς διακρίνεται. Οἷς δέ τινα ἐν τῇ Τριάδι οὐ διακρίνεται, τούτοις ἐνοῦται. Ανάγκη ἄρα πᾶσα ἐν τῷ προβάλλειν ἂν εἶναι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ οὕτω προβάλλων εἶ;, καὶ προβολή μία διὰ τοῦτο, καὶ προβολεὺς εἷς, καὶ πρόβλημα ἓν τὸ Πνεῦμα τὸ ἅγιον ἐξ ἀμφοῖν, ὡς ἀπὸ ἑνὸς, μια προβολή. "Οπερ ἐν δὲ τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῇ θεότητι, διακρινόμενον δὲ τῇ προβολῇ, οὐ προβαλεῖ ἑαυτό. Ο γάρ τινος διακρίνεται, κατὰ τοῦτο ἐν εἶναι μετ' αὐτοῦ ἀδύνατον. Συνάγει γὰρ τὴν ἀντί φασιν. Οὔτε μὴν ἄλλο προβαλεί Πνεῦμα προθεω ρουμένης τῆς προβολῆς ἐν Πατρὶ καὶ Υἱῷ. Οὐκ ἄρα διαρχία, οὔτε μὴν πολυαρχία πρεσβεύεται Ἰταλοῖς, οὐδ᾽ ἔπεται τοῦτο τοῖς λόγοις αὐτῶν, τουναντίον δ᾽ ἅπαν ἀποσοβεῖται, καὶ εἴ τι ἄτοπον τοῖς Γραικῶν λόγοις επεισφέρεται. λ'. Διὰ τοῦτο ἡμεῖς μὲν τοῖς ἁγίοις ἀκολουθοῦμεν, τάξιν εἶναι ἐν τῇ Τριάδι πιστεύουσι, καὶ σύνδεσμον Πατρὸς καὶ Πνεύματος τὸν Υἱὸν, καὶ δι᾽ οὗ εἶναι τὸ Πνεῦμα· ὑμεῖς δὲ, ὦ τῆς ζημίας! ἀποστερεῖτε τῆς τάξεως τὴν Τριάδα· καὶ νῦν μὲν Πατρὸς καὶ Πνεύ ματο, τὸν Υἱὸν σύνδεσμον, νῦν δὲ τὸ Πνεῦμα Πα τρὸς καὶ Υἱοῦ νομίζετε, ὥστε εἶναι ποτὲ μὲν τὸ
col. 827–828page 30 of 30
PG 161:827Πνεῦμα ἐκ Πατρὸς δι' Υἱοῦ, ποτὲ δὲ τὸν Υἱὸν ἐκ τοῦ προβολέως διὰ τοῦ προβλήματος, πάντα συγχέοντες, καὶ εἰς ψιλὰς ἀναφορὰς πιστεύοντες· καὶ ἦν ὁ ἀνθρώπειος νοῦς οὐ προσοῦσαν τοῖς πράγμασι ψιλῇ ἐπινοίᾳ συντίθησι τάξιν, ταύτην ἐφαρμόττοντες τῇ Τριάδι. Εἶτα οὐκ αἰσχύνεσθε, τὰ θεῖα τῇ τῆς προ φορᾶς τάξει φέρεσθαι οιόμενοι, καὶ οὐ μᾶλλον δεῖν τὴν προφοράν τοῖς πράγμασιν ἕπεσθαι. Εἶτα διαι ροῦντες τὸν ἐν μιᾷ φύσει Βεὸν εἰς αἴτιον καὶ αἰτια τὸν οὐχ ὑποδιαιρεῖτε πράγματι. Σκόπει δὲ, ὅτι πᾶσα θεία ὑπόστασις πρῶτον μὲν ἰδιότητί τιν: τοῖς δυσὶν ὁμοῦ διακρίνεται, ἥτις ἐξ ἀντιθέσεως και κοινή εὑρίσκεται τοῖς δυσὶν, ὡς ἤδη λέλεκται, καὶ σχέσει τινὶ ἑκάστης τῶν λοιπῶν διακρίνεται, οὐκ ἀρκεια μένη τῷ κοινῶς διίστασθαι, ἵνα παντελῶς πᾶσαν φύγῃ ἡ Τριὰς σύγχυσιν, ὥσθ' ἑνὶ ἑκάστῳ εἶναι τῶν προσώπων ἄλλο ιδιάζον πρὸς τὰ δύο, καὶ πρὸς ἕκα στον ἄλλο, ὧν τὸ δεύτερον ἀεὶ τῶν ἐν σχέσει εἶναι ἀναγκαῖον. Αὐτίκα γὰρ ὁ μὲν Πατὴρ τῷ ἀνάρχη διακρίνεται τοῖν δυοῖν ἐξ ἀρχῆς ὄντοιν, γεννῶν δὲ τὸν Υἱὸν, καὶ προβάλλων τὸ Πνεῦμα τῇ μὲν σχέσει τῆς γεννήσεως τοῦ Υἱοῦ, τῇ δὲ τῆς προβολῆς τοῦ Πνεύματος διακρίνεται. Ομοίως δὲ καὶ ὁ Υἱὸς τῷ γεννητῶς εἶναι διενήνοχε τον δυοῖν ἀγεννήτω; Ένα τσιν, τοῦ δὲ Πατρὸς τῇ σχέσει τῆς γεννήσεως, ᾗ ἐξ αὐτοῦ γεννᾶται, τὸ δὲ Πνεῦμα τὸ ἅγιον τῷ ἐκπορευτῶς εἶναι, Υἱοῦ ἐμοῦ καὶ Πατρὸς διακρίνεται. Διὰ τοῦτο τὸ ἀνεκπορεύτως εἶναι κοινὸν Υἱῷ καὶ Πα τρὶ ἀνεφαίνετο. Τῇ προβολῇ δὲ, ᾗ παρὰ τοῦ Πατρὶς εκπορεύεται, διενήνοχε τοῦ Πατρός. Τούτων οὕτως ἐχόντων ἡ μὲν τοῦ Πατρὸς πρὸς τὰ ἐξ αὐτοῦ σχέσ σις, καὶ τῶν ἐξ αὐτοῦ πρὸς τὸν Πατέρα σώζεται καὶ Γραικοῖς, Υἱοῦ δὲ καὶ Πνεύματος οὐδεμία σχέσις εξο ρίσκεται, ὥστε αὐτοῖς συγχεῖσθαι τὰ πάντα. Ὥσπερ γὰρ τὸ ἀγέννητον, καὶ γεννητὸν, καὶ ἐκπορευτών ἴδιον ἂν ἕκαστον τοῖν δυοῖν διακρίνει, οὕτως εὑρισκομένης σχέσεως τοῦ Πατρὸς πρὸς τὰ ἐξ αὐτοῦ, καὶ τῶν ἐξ αὐτοῦ πρὸς τὸν Πατέρα εὑρίσκεσθαι δεῖ σχέσ σιν, καὶ τοῦ ἐξ αἰτίας ὄντος, ἵνα πάντοθεν ισάκις συσφίγγηται ἡ Τριάς, καὶ ἡ ἀναλογία σώζηται, εν καλῶς ὁ Νύσσης εἰδὼς, καὶ τοῦ ἐξ αἰτίας πάλιν εἶναι, φησὶν, ἄλλην διαφοράν, ὅτι τὸ μὲν προσεχῶς, τὸ δὲ διὰ τοῦ προσεχῶς, ἄλλην ὡς ἐκείνην, ἵνα τὸ κατ' αἰτίαν ἐν ἀμφοῖν ᾖ, καὶ οὕτω μήτε τὴν τάξιν ζημ ωθῶμεν, καὶ μοναρχία τηρῆται, καὶ οὐδὲν ἐλλείπῃ τῇ Τριάδι ταῖς σχέσεσι πανταχόθεν ἀδιαιρέτως διαιρουμένῃ, καὶ τῇ φύσει ἐνουμένῃ, ᾗ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View