PG 161George of Trebizond
That He Might Proceed to Italy for the Council
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 895–896page 1 of 6
PG 161:895Πρὸς τὸν ὑψηλότατον καὶ θειότατον βασιλία Ρωμαίων Ἰωάννην τὸν Παλαιολόγον προς τὸν εἰς Ἰταλίαν πλοῦν προτροπή Γεωργίου Τραπεζουντίου ἐπιστολή. Οὐχ ὅτι σε κατὰ τὴν πολλῶν δόξαν, ἄριστε βασι λεῦ, ἀμφιβαλεῖν ᾠήθην τὸ σύνολον μεθ' ὧν ὁ ἄκρος τῶν ἀρχιερέων ἔπεμψε τριήρων εἰς Ἰταλίαν πλεῦ σας, την παράκλησιν ταύτην ἐνεστησάμην, ἀλλ' ὅτι ὡς μάλιστα τῷ σῷ κράτει ἐνόμισα χαρεῖσθαι ἐκεῖνα γράψας, ἅπερ σοὶ μὲν ἡδονὴν τῷ σφόδρα τούτοις ἔχεσθαι, ἐμοὶ δὲ παραίτησιν, καὶ συγγνώμην παρέξει πόρρω που ἀπῳκισμένῳ λόγων Ελλη νικῶν, καὶ ὅμως τολμῶντα πρὸς τὸν σὸν ὕψος γρά φειν. Ἐκεῖνο μὲν γὰρ οὐδ' ἂν ἦν ὅλως νῦν ἔχοντας ἀνθρώπου, εἰ βασιλέα τοιοῦτον, ᾧ σοφίας καὶ λόγων β εἰς ἄκρον μέτεστι, πείθειν ἐπιχειροίην, μηδὲν ἔχων τῶν πείθειν δυναμένων· τοῦτο δὲ εὐγνώμονος ἴσω; ἂν δόξῃ καὶ πιστοῦ ὑπηκόου, ἀμφιδοξούντων πολλῶν τά τέ σοι ἀρεστὰ γράφειν, καὶ δόξαν σχεῖν τοῦ πεῖ σαι πάλαι σου πεπεισμένου, μᾶλλον δὲ ὁρμῶντος πολύ τοῦτο οἰκείᾳ γνώμῃ, καὶ πολλοὺς ἤδη πείσαντος. Αλλ' οἶμαι δεῖν εἰς ἀρχὴν καταστῆσαι τὸν λόγον, ἵνα μει κατὰ λόγου χωρῇ καὶ μὴ πάθω ταυτὸ τοῖς μικρὰ μὲν καὶ ὀλίγα φέρειν δυναμένοις, πολλὰ δὲ καὶ μεγάλα ἐπο φορτιζομένοις· τῷ γὰρ τῇ τῶν πραγμάτων τάξει προ βαίνειν ἴσως ἂν μου βοηθήσαι τῇ τοῦ λέγειν ἀπειρία. Ἡ ἐν τῇ λεγομένῃ Βασιλείᾳ Γερμανῶν πόλει συναχθεῖσα σύνοδος, ὦ βασιλεῦ, νόμον θεἶσα εὐθὺς κατὰ τὸ συναχθῆναι, εἰ τῷ νῦν προκαθεζομένῳ τῶν Εκκλησίας οἰάκων οἷα ἀνθρώπῳ θανεῖν συμβ συνισταμένης τῆς συνόδου, αὐτῇ μόνῃ ἐξεῖναι τὸν ἄκρον αἱρεῖσθαι ἀρχιερέα, ἔκδηλον ἐποίησεν, ὡς ἐπὶ τὸ μεταθεῖναι εἰς Γερμανοὺς ἢ Γάλλους συναχθείη τὴν τῆς Ῥώμης ἀρχὴν, καὶ νῦν ὅσα ἂν ποιῇ ἢ λέγῃ πρὸς τοῦτο ποιεῖ καὶ λέγει οὐ πᾶσα μὲν, καὶ γὰρο
col. 897–898page 2 of 6
PG 161:897κρείττους ἀρετὴν ἐκείνων, καὶ τὴν κατὰ Θεὸν πολι τείαν, συνεῖῖον ἤδη τὰ βελτίω· οἱ δὲ πονηρότεροι οι μᾶλλον φροντίζουσι τῆς τῶν Ἐκκλησιῶν ἑνώσεως, Γραικών λέγω καὶ Ἰταλῶν, ἢ τοῦ διασπᾷν τὴν Ἰταλίαν ταύτην καὶ εἰς πολλὰ κατατέμνειν ο! άθλιοι, οὗ χάριν καὶ τρ ήρεις λέγεται παρασκευάσαι αυτ τοὺς ἐν Ἀβιῶν: αἷς σὲ καὶ τὴν μετὰ σοῦ σύνοδον ἔξω τῶν Ηρακλείων στηλών και πέρα Γαδείρων ἐξάξουσι. Τοῦτο δὲ ἀληθὲς, ὥσπερ ἄδεται, ὅτι οὐ πρὸς ἔνωσιν, ἀλλὰ σύγχυσιν ὁρᾷ Ἐκκλησιῶν, παντίπου δῆλον τῷ νοῦν ἔχοντι. Οἴδασι γὰρ καλῶς ὡς οὐχ οἷόν τε βασιλέα 'Ρωμαίων μετὰ τοσούτου πλήθους ἁγίων Πατέρων πλεῖν εἰς τὰ ἔσχατα τῆς οἰκουμένης. 'Αρα οὖν εἰς τὸ ἐνῶσαι τὰς Ἐκκλησίας σε προκαλοῦνται; Καὶ τί τοὺς εἰς οὓς ῥᾴδιον ἐλθεῖν τόπους ἀφέντες, τὸν εἰς ἄν σχεδὸν ἀδύνατον προτίθενται; ᾿Αλλὰ πάντως τὴν τῶν Ἐκκλησιῶν εἰρήνην ἀπο δέχονται; Καὶ τί ῥᾴστου ὄντος ἐκείνοις εἰς Ἰταλίαν ἐλθεῖν, ὅπου καὶ ὁ ἄκρος ἀρχιερεὺς καὶ ἡ μετ' αὐτοῦ σύνοδος, ὅποι καὶ τὸ σὸν κράτος ῥᾷσθ᾽ ἅμα καὶ τάχιστα καταχθήσεται, τοῦτ' ἀφέντες τῶν δυσκόλων μὲν σφίσιν αὐτοῖς, ἀδυνάτων δὲ τῷ ἄχρῳ ἀρχιερεῖ καὶ τῷ σῷ κράτει ἐφίενται; Αλλ' ὡς ἔοικεν οὐκ ἀγνοοῦσιν ὅτι σου εἰς Ἰταλίαν πλεύσαντος, καὶ τὰς Ἐκκλησίας ἑνώσαντος, ὅπερ ἄρα τῷ μακαριωτάτῳ Εὐγενίῳ πάππῃ καὶ τῇ σῇ θειότητι ἐναπόκειται, ὡς οὐδεμία ἔτι μηχανή ἔσται τοῦ τὰ Ρώ μης πρωτεῖα εἰς μαρτυρίαν Γαλλίας κινεῖ, καὶ μετ θιστᾶν ὅρια τὰ ἤδη μὲν ὑπὸ τῶν Πατέρων παγέντα, σαλεύοντα δὲ ὅμως τῇ τε τοῦ κλύδωνος ῥύμῃ, καὶ τῷ παλαιὰ εἶναι καὶ δοκοῦντα ὑπείξειν. Ἔχουσι δὲ τοσοῦτον τοῦ καθήκοντος λογισμόν, ὡς μηδὲν συντο ριν δύνασθαι τῶν δεόντων, ἀλλ' οἴεσθαι ή κατακρατῆσαι τῆς σῆς σοφίας καὶ κατακυριεῦσαι τῆς σῆς βουλῆς καὶ ἀπάξειν βασιλέα 'Ρωμαίων εἰς τὰ ἔσχατα Ὠκεανοῦ, μακρὰν τῆς ἰδίας πόλεως, ἢ κωλύσαί σου τὸν εἰς Ἰταλίαν πλοῦν. Εκατέρω γὰρ τούτων κατα τέμνειν αὐτοῖς ἐξεῖναι τὴν Ἐκκλησίαν δοκεῖ, ἣν ἤδη κατασπάραξαν ἂν δυνηθέντες, δυνήσονται δὲ μή πλεύσαντός σου εἰς Ἰταλίαν· εἴτε γὰρ ἐκεῖσε σου νεύσαντος ἐξασθενήσει τὰ τοῦ μακαριωτάτου πάππα, εἴτε κωλυθέντος πρόφασιν ευρόντες, σχίζειν δια νοοῦνται. Οὕτω τριών προκειμένων εἰς Γαλλίαν ἢ εἰς Ἰταλίαν σε πλεῖν, ἢ μήτ' ἐκεῖτε, μήτε δεύρο, πλὴν τοῦ εἰς Ἰταλίαν σε πλεῖν, τὰ λοιπὰ δύω δι πλοῦν ἀνθ᾽ ἁπλοῦ παρεισάγει, φεῦ! τὸ τῶν ἐκκλησιῶν σχίσμα· οὐδὲ γὰρ δυνατὸν ᾧ ἡ τῆς Ρώμης συγ χυθήσεται Εκκλησία,τούτῳ τὴν τῶν Γραικών μετ αὐτῆς ἱστασθαι. Εἶτα τίς τὸ ὕπουλον αὐτῶν, καὶ σκαιὸν καὶ ὕφαλον προτιμήσει τῆς Ἰταλία;; Βίτα τῆς τῆς Ῥώμης Εκκλησίᾳ ἐξὴν ἑνωθῆναι, τοῦτ' ἀφεὶς τῇ ᾿Αξιώνος ἢ Ναρβῶνος, ἢ οὐκ οἶδα τί λέξω, ἑνωθῆναι σπουδάσει; καὶ οὐ λάβῃ κατὰ νοῦν, εἰ μὴ τὰ παλαιὰ ἐκεῖνα οἷς οἱ Γάλλοι εὑρόντες τῆς αὐτῶν γνώμης Ρώμης ἀρχιερεῖς, βασιλείαν διέσπασαν καὶ τὰς Εκκλησίας συνεξέσπασαν (συνακολουθεί γὰρ ταῦτα ἀλλήλοις), εἰ μὴ ταῦτα λάβῃ κατὰ νοῦν, ἀλλά γε τὰ νέα τὰ ἐν Λουγδούνῳ εἰ; τὸ μηδὲν προ χωρήσαντα; Οὐδὲ γὰρ οἶμαι συναρμόζειν ἐπιτηδείους
col. 899–900page 3 of 6
PG 161:899εἶναι τὰ διεστηκότα ἑνοῦν τοὺ ἀεὶ τὰ ἤνωμένα τα ράττοντας καὶ διαῤῥηγνύντας τὰ ζῶα, τά τε ἀκέ ραια σπαράττοντας ὅση δύναμις καὶ νῦν τοῦτ' αὐ τὸ σπουδάζοντας. ᾿Αλλὰ τὰ μὲν παλαιὰ ἐξαλειφθήσω τῆς μνήμης· ποῖον δὲ πρόσχημα τῆς Ἐκκλησιῶν εἰρήνης λαβόντες, θαῤῥοῦσί σε προσάξεσθαι τῇ αὐτ τῶν συνόδῳ ἧς ὥσπερ ἄρα αἱ είναι κακαὶ καὶ τὰ θεμέλια σαθρά, οὕτως ἔσται καὶ τὰ τέλη δύσφημα; Ἐγὼ δὲ ταῦτα πράττοντας τοὺς ἐν Βασιλείᾳ τῇ πό λει οὐδὲ συνόδου ἄνδρας καλώ οὐδ᾽ ἐγγὺς, ἀλλ᾽ αἰ. μάτων μᾶλλον ἄνδρας καὶ πονηρευομένων συνέ δριον. Τί; γὰρ σύνοδον ἐκείνην ἁγίαν εἰπεῖν τολ μήσῃ, ὅθεν ἄπεστι μὲν ὁ ἄκρος ἀρχιερεὺς οὐ σώματι μόνον, ἀλλὰ καὶ ψυχῇ καὶ γνώμῃ καὶ βουλή πάτη; Καὶ οὐκ ἄπεστι μήνον, ἀλλὰ καὶ πολεμεῖται παρά τινων ἐκεῖθεν καὶ δεινὰ τὰ μὲν ἔπαθε, τὰ δὲ πάσχει, ἀλγῶν ὅτι τὸ τῆς Ἐκκλησίας σκάφος κινδυνεύει ὁρᾷ τῇ ἐκείνων ἀπονοίᾳ. ᾿Αλλὰ γὰρ οἶδεν ὁ τῶν θαυμασίων Θεὸς καὶ διὰ τῆς κακίας αὐτῆς ἰᾶσθαι τὸ κακὸν, καὶ τοῦτο τῆς ἄκρας αὐτοῦ ἐστιν ἀγαθότητος. Διήγειρε τοιγαροῦν καὶ παρώξυνε πολλῷ μᾶλλον ἢ πρότερον τὸν νέον τοῦτον Μωσέα, Ευγένιον λέγω τὸν ἄκρον ἀρχιερέα, συνευδοκούντων αὐτῷ καὶ τῆς συνόδου ὅσοι σπουδαῖοι καὶ ἀγαπῶντες τἀγαθὸν, τριήρεσι μετακαλεῖσθαι τὸ σὸν κράτος εἰς Ἰταλίαν καὶ ἔστιν ἀκοῦσαι γνώμας συχνάς, οὐδενὸς μὲν, ὡς εἰπεῖν, εἰς τὰς Αβιωνός σε τριήρεις ρέπειν νομί ζοντος· τοσαύτην ἀλογίαν ἔχει ὁ παρ' ἐκείνων στον λος· πολλῶν δὲ μηδ' εἰς Ἰταλίαν ἐθελῆσαι πλεῦσαι, ὧν οἱ μὲν ἴσως τῷ λίαν ἐφίεσθαι δυσέλπιδες, οἱ δὲ τῆς σῆς γνώμης ἁμαρτάνουσι, μὴ δυνάμενοι ναῆσαι τὸ σὸν εἰς τὴν τῆς Ἐκκλησίας εἰρήνην πρόθυμον οἱ δὲ, ὅπερ ἐθέλουσι, τοῦτο καὶ δοξάζουσι· ἐθέλουσι δὲ μικρὰ εἶναι ἀεὶ τὰ ἡμέτερα· ἔσται δὲ μικρά τῷ σχίσματι. "Ωσπερ γὰρ βασιλείας διαιρεθείσης διέστη τὰ τῆς Ἐκκλησία;, οὕτως οἴονται, καὶ οὐ κακῶς οἴονται, συνελθούσης τῆς Ἐκκλησίας, ὑπερα αρθῆναι τὰ τῆς βασιλείας. Τί γὰρ ἄλλο τοῦ ταῦτα νομίζειν αἴτιον; "Οτι οἱ τῆς συνόδου πάντες οὐ συνευδοκοῦσιν, ἀλλ᾽ οἱ ἄριστοι, καὶ τὴν ψυχὴν ἂν ὑπὲρ τούτου θεῖεν, οὓς ἀγαπᾷν τε καὶ σέβεσθαι, καὶ τὴν ἐκείνων γνώμην τῶν πάντων προτιμᾷν δίκαιον δήπου, ὦ βασιλεῦ. Ἀλλ' ὅτι μετὰ τῶν τῆς συνόδου συνθήκας πεποίησαι; Οὐκοῦν ἐκείνων οἱ μὲν μετὰ τοῦ πάππε ἑστήκασιν, οἱ δὲ οὔτε τόπον, οὔτε τρόπον ετήρησαν, τὸ μὲν ὅτε ἔξω που σχεδὸν τῆς καθ' ἡμᾶς οἰκουμένη; ἐξώσειν τὸ σὸν κράτος σπουδάζουσι, τὸ δὲ ὅτι τῶν πραγμάτων κατεπειγόντων παρεῖναι τὸν μακαριώτατον πάππαν, καὶ τούτου γεγραμμένου ἐν ταῖς συνθήκαι;, οὐκ ἂν, εἰ μὴ Πηγάσους τινὰς ἱππεύσῃ Η Περσέως λάσῃ πτερά, ἀφικέσθαι δυνήσεται. Τοῦτο δ' ἀτεχνῶ; εἰς ἀφορμὴν σχίσματος αὐτοῖ; μεμηχάνηται. Ἀλλ' ὅτι εἰς σύνοδον βουλομένου σοῦ ἐλθεῖν οὐκ εἰς σύνοδον ἐλεύσῃ. Τί φής; Εἰς συστᾶσαν ἤδη σύνοδον οἰκουμενικὴν κέκληται βασιλεύς; Τίς ήκου σε τοῦτό ποτε, καὶ ταῦτα πολλῶν γενομένων συνή δων οἰκουμενικῶν ὧν τὸ κράτος ἔχει ἀεὶ μετὰ τὸν ἄκρον ἀρχιερέα ὁ τῶν Ῥωμαίων βασιλεύ;; 'Αρίθμες μαι τὰς συνόδους, καὶ διαδραμών πάσας μίαν καὶ
col. 901–902page 4 of 6
PG 161:901μόνην λέγε μοι οἰκουμενικὴν ἧς οι κατήρξε βασι λεὺς Ρωμαίων. Αλλ᾿ οὐχ ἕξεις λέγειν. Τί δέ; τὰς μὲν ἄλλας βασιλεῖ Ρωμαίων εἰς ταυτό συνελθόντι γνώμη; τῷ ἄκρῳ ἀρχιερεῖ συγκροτηθῆναι νομίζεις, ταύτην δὲ τὴν μέλλουσαν ᾿Αβεῶνάς τινας ἢ Ναρβώ νας, ἢ Λουγδίνας, ἢ οὔστινας ἂν βούλῃ συγκροτή σειν δεῖν οἴει; Καὶ τίς ταῦτα νοῦν ἔχων ἀνέξεται; μᾶλλον δὲ τίς οὐ διάρας στόμα μέγα βοήσει, ὡς οὐ σύνολο; αὕτη ἁγία οὐδὲ συνόδου ἴχνος, οὐδ᾽ ἐγγὺς κἂν σκιᾶς συνέδου, ἀλλ᾽ ἀποπλήκτων ἀνθρώπων ἐφευρέματα πονηρὰ τὴν οἰκουμένην ταράττοντα; Διὰ τί; Διότι οὐ κατὰ γνώμην τοῦ 'Ρώμης ἀρχιερέως, διότι βασιλεύς Ρωμαίων, ᾧ ταῦτα ἐφεῖται ἄνωθεν, οὐκ αὐτῆς συγκροτήσας, ἀλλ᾽ εἰς προσυγ κρατηθεῖσαν ὥσπερ τις ἰδιώτης καλεῖται. Σὺ δέ μοι, ἄριστε βασιλεῦ, βλέπε θείους, οὓς ἔθηκαν οι πατέρες σου θεσμούς, θεία δίκῃ τηρουμένους, καὶ θαύμασον. Ἐκεῖνοι μὲν πολλῶν ἐθνῶν δυναστεύοντες, τῇ τοῦ Ρώμης ἀρχιερέως γνώμῃ ήγειραν τὰς συνόδους. Τῆς τύχης δὲ μεταπεσούσης, καὶ τοῦ μὲν ἀξιώματος δια τοῦ τοῦ αὐτοῦ σοί τε καὶ τοῖς πάλαι, δέον γενέσθαι σύνοδον οἰκουμενικὴν ἐπὶ διορθώσει τῆς ἐκκλησίας, καὶ πρὸς τὸ συναχθῆναι ταύτην οὐδενὸς κατά γε τὸν τοῦ δικαίου λόγον, πλην βασιλέως Ρω μαίων καὶ χρόνον καὶ τόπον, οἶμα: δὲ καὶ τρόπου ὁρίσαι δυναμένου, ἀδυνάτων ὄντων τοι τῶν τῆς τύ χης, συνέκλεισεν ὁ Θεὸς, οἷς οἶδε κρίμασιν, εἰς τοῦτ' ἀνάγκης τὰ πράγματα, ὥστε σὲ μόνον εἶναι ὡς ἔδει κύριον καὶ τόπου, καὶ χρόνου, καὶ τρόπου καὶ τῆς ἑνώσεως αὐτῆς, οὐδενὸς ἢ ὀλίγων πάνω ἀν τιλεγόντων τανῦν, μικρῷ δ᾽ ὕστερον πάντων ἁπλῶς τὴν σὴν θειότητα πάντων τῶν καλῶν αἰτίαν ἀνακη ρυξόντων. Καὶ τοῦτο οὐ τοσοῦτον θαυμαστὸν καίτοι ὂν θαυμαστὸν, ὅσον ἐκεῖνο ὅπερ τὸ ἐπιβῆναι μόνον τῆς νηὸς, καὶ πλεῖν εἰς Ἰταλίαν κατορθώσεις, ὦ βασιλεῦ. Τόδ' οἷόν ἐστιν, ἄκουσον, καίτοι γε καὶ παρὰ σαυτοῦ εἰδὼς, καὶ παρ᾽ ἄλλων ἴσως ἀκούσας οὐ γὰρ κακὸν τὸ τὰ τοιαῦτα πολλάκις καὶ λέγειν τε καὶ ἀκούειν. Σπουδάζεις σὺ βασιλικῶς μάλα, ὦ βασιλεῦ, εἰς μίαν ποίμνην καὶ ποιμένα ένα συν ἄγειν τὸ τῶν Χριστιανῶν γένος. 'Αλγεῖ τοῦτ' αὐτὸ ἐννοῶν ὁ κοσμοκράτωρ διάβολος, καὶ σπουδάζει πρὸς τὸ κωλύσαι ᾧ σὺ σπουδάζεις, σχίσαι καὶ τὴν νῦν δοκοῦσαν μίαν Ιταλῶν Ἐκκλησίαν. Τοσοῦτον γὰρ ὁρμῶσι πρὸς τὸ οἰκεῖον ἐφετὸν Γερμανῶν καὶ Γάλλων τινὲς, [ τὸν μὲν νῦν ὄντα καθελεῖν ἀδίκως βουλόμενοι, ἄλλον δὲ ἀντεισάγειν ἀρχιερέα, Γάλλον, ἢ πάντως βάρβαρον, ὥστ᾽ ἤδη διέρρηξαν ἂν τὴν Ἐκκλησίαν Θεοῦ καὶ συνετάραξαν πάντα, εἰ μὴ ᾐδοῦντο μὴ ρέψαντός σου πρὸς Ἰταλίαν κραταιωθῇ μὲν τὰ τοῦ μακαριωτάτου πάππα, συγχυθῇ δὲ τὰ αὐτῶν· ἐξ ὧν πρόδηλον, ὡς εἰ μὴ πλεύσῃ; εἰς Ἰταλίαν, ἐνῶσαι βουληθεὶς πολλῷ μᾶλλον σχίσεις, καὶ συνάξαι σπουδάσας Χριστιανούς σκορπίσεις καὶ κακώσεις ἀν!ατα. Τῷ γοῦν βουληθής ναι καὶ μόνον δεῦρο πλεῖν ἔπαυσας τὴν στάσιν, τὴν ζάλην ἔστησας, ἔσβεσας τὴν ἀγριαινομένην· κατὰ τῆς Ἐκκλησίας φλόγα. Καὶ τοῦτο οὐκ ἐμὸς λόγο;, ἀλλὰ πάντων ἁπλῶς· οὕτω γὰρ τὰ τῆς Ἐκκλησίας ταράττεται, καὶ τοσοῦτον ἔρωτα καὶ τῶν ὧδε καὶ
col. 903–904page 5 of 6
PG 161:903τῶν ἐπέκεινα ᾿Αλπεων κατοικούντων ἀνθρώπων, ὡς ἔστιν ἀκούειν τῶν ἐρχομένων ἐκεῖθεν, εἴπερ των φροντὶς ἐρωτᾷν, πρὸς τὸ σὲν κράτος ήγειρεν ὁ Θεὸς ὥσθ' ἑνὶ στόματι καὶ μιᾷ φωνῇ πάντων βοᾷν, ὡς Εἰ μὴ ὁ τῶν Ρωμαίων βοηθήση βασιλεὺς τῇ ἐκκλησίᾳ ᾧ μόνῳ τὰ πράγματα μαρτυρεί, μόνον οὐχὶ φωνὴν ἀφιέντα ἐφεῖσθαι παρὰ Θεοῦ τά τε πάλει διερρωγότα συρράπτειν, καὶ τὰ νῦν ἡνωμένα δια τηρεῖν ἀκέραια, οἴχεται τὰ τῆς Ἐκκλησίας, διέ φθαρται τὰ τῆς βασιλείας· ὁ ἀντίπαλος πολιτεύεται δαίμων, καὶ οὐδὲν ὅμως ἔστι προσδοκῶν κατά γε ἀνθρωπίνους λογισμοὺς ὁ Χριστιανοὺς φύσεται τῶν τοιούτων κακῶν. Ἐγὼ δὲ ταῦτα ἀκούων καθ' ἡμέν ραν, ὦ βασιλεῦ, οἶδεν ὁ προορίσας καὶ ἐκλεξάμενός σε εἰς τὴν τῶν Ἐκκλησιῶν ἕνωσιν εἰς ὄνομα αἰώνιον Θεός, οὐχ οἷός τε ᾧ κατέχειν τὰ δάκρυα, ποτὲ μὲν συνορῶν οἷος τῇ Ἐκκλησίᾳ ἐπικρέμαται κίνδυνος, μὴ ἐλθόντος σου, οὐχ ὅτι τοῦτο νομίζω ω; τινες, ἀλλ' ὅτι τῷ λίαν ἐπιθυμεῖν δέος ἕπεται· ποτὲ δὲ τῇ χαρᾷ νικώμενος, καὶ δοκῶν ὁρᾷν βασιλέα Ρω μαίων οὐ μόνον ἐνοῦντα τῇ ἑαυτοῦ τῆς Ῥώμης, ἀλλὰ καὶ αὐτὴν τὴν Ῥώμης συντηροῦντα, και διαλλάττοντα καὶ φυόμενον οὕτω φανεροῦ πτώμα τις, ὥστε μηδένα εἰπεῖν δύνασθα: ὡς οὐκ ἄρα του βασιλέω Ρωμαίων το κατόρθωμα. Πῶς γάρ τις μετὰ τὸ ἐλθεῖν σε εἰς Ἰταλίαν τολμήσει μὴ σωτηρά σε καὶ πάντων τῶν καλῶν μετὰ Θεὸν αἴτιον ανα κηρύττειν, ὃν ἔτι καὶ νῦν ὅσοις τῶν τοιούτων μέσ λει, τοῖς αὐτοῖς ἀποσεμνύνουσιν ὀνόμασιν; Μέγα τοι κῦδος ὀρέξει Θεός βούλεται, ὦ βασιλεῦ, τῇ σῇ παρακληθεὶς ἀρετῇ καὶ τῷ ἐρᾷν σε τῆς ἑνώσεως χαίρων, ὥσπερ τι προοίμιον τῶν μελλόντων σοι καὶ τῷ γένει "Ρωμαίων διὰ τοῦ ἀγαθῶν, χαρίζεται τὴν γαλήνην τῆς γενησομένης τρικυμίας πάντως, εἰ μὴ σὺ τῷ ἐλθεῖν κωλύσῃς. Εἰ γοῦν βασιλικὴν καὶ τῇ αῇ φύσει πρέπον, ἵνα μὴ διασπασθῇ ἡ τῆς Ῥώμης Εκκλησία, καὶ μόνον τὸν εἰς Ἰταλίαν πλοῦν ὑπο στῆναι, τοσοῦτον νῦν χρήματος ὥσπερ ἐκ παρέργου κατορθουμένου τῇ παρουσίᾳ τοῦ κράτους σου, οὐκ επιβήσῃ ἀσμένως τῆς νης, καὶ ὅτι τάχιστα συνθή σεις τὰς Εκκλησία;; Καὶ τίς ὀρθῶς λογιζόμενος τοιούτων προκειμένων ἔργων τῷ πλεῖν, ὑπὲρ ὧν πᾶς Χριστιανός μυρίους θανάτους ὑπέμεινεν ἄν, τὸ πλεῖν ἀναβάλλοιτο; καὶ μάλισθ' ὅτι ὅσον μεγάλη ή δόξα τῷ ἐλθεῖν παῦσαι τὰ σκάνδαλα, ὦ βασιλεύ, τοσοῦτον μείζων ή δυσφημία τῷ μὴ ἐλθεῖν συγχέαι τὴν Ἐκκλησίαν, καὶ πᾶσαν, φεύ! τὴν Ευρώπην, ἐξὸν καταστῆσαι καὶ εἰρηνοποιῆσαι καλῶς, ἐκπολεμῶσαι κάκιστα; Τὸ γὰρ ὀκνεῖν κατηγορεῖ. Οὐ δεῖ δὴ τοιοῦτον ἀφείναι καιρὸν, ὦ βασιλεῦ, συμπεσόντα θεόθεν, ἀλλὰ δεῖ θαυμάσαι τῆς προνοίας τὴ θείον, καὶ εὐχαριστῆσαι ὅτι διπλὴν ἀνθ᾽ ἁπλῆς δωρεῖται σοι ζητοῦντι τὴν ἕνωσιν. Οἶδα γὰρ ὅτι πολλάκις αἰτής σεις παρά Θεοῦ ἁπλῶς ἑνωθῆναί σοι τὰς Εκκλησ σίας. Ὁ δὲ διπλῶς χαρίζεται, ἵνα προθυμότερον ἔλθῃς. Τί οὖν, ᾠπερ τὸ θεῖον μᾶλλον ἀνάπτει τον σὸν ζῆλον, καὶ ἀναῤῥιπίζει τὸν ἔρωτα, τοῦτο χρή τινας φοβείσθαι μη εμπόδιον γένηται; Τόδ' ἐστὶ παρόμοιον, ὡς εἴ τις ἐλαίῳ μὴ τρέφεσθαι άλλα ᾖ
col. 905–906page 6 of 6
PG 161:905σβέννυσθαι νομίζῃ τὸ πῦρ' ἢ εἴπερ τις διατείνηται Λ τὸν δέκα ταλάντοις ἐθέλοντά τι ποιεῖν, τοῦτ᾽ αὐτὸ μὴ βουληθῆναι ποιεῖν τῷ δὶς δέκα προσεξευρίσκειν τάλαντα. ᾿Αλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲ γὰρ ὁρῶ τι τὸ κωλυσον έξειν σε. Ηπερ πολλὰ ἐσπούδασας, πάρε στιν ἐπὶ θύραις ἡ τῶν Ἐκκλησιῶν εἰρήνη· καὶ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ ἡ τῆς Ρώμης Εκκλησία φλυκταίνει οιδαίνουσα, καὶ ἐπιβοᾶται τὴν σὴν προ στασίαν. Οἷς δὲ τῶν τοιούτων μέλει, ἀπαξάπαντες, αὐτόκρατορ, εἰς σὲ βλέπουσιν οὐχ ἧττον, ἢ εἰ κατά Κωνσταντῖνον ἐκεῖνον τὸν Μέγαν, ή Θεοδόσιον, ἢ Ιουστινιανὸν λαμπρά σοι ἐπέπνει τὰ τῆς τύχης. Καὶ τῷ ὄντι ἐλθόντος σου, ὡς ὑπὸ ἡλίου ἀστέρες τῶν πρὸ τοῦ αὐτοκρατόρων ἡ φήμη τῇ σῇ δόξῃ κρυ βήσεται· ἐκεῖνοι γὰρ πολλὰ ἂν καὶ βίᾳ κατορθώσας δόξωσι τοῖς ὀρθῶς ἐξετάζουσι· τοῖς γὰρ μεγάλοις δυνάσταις ἡ τοῦ βιαίως πολλὰ ποιεῖν ὑπόληψις ἔπεται· σὺ δὲ πρὸ πολλῶν ἤδη γενεῶν ἀντιπνευτά σης τῷ γένει τῆς τύχης, φρονήσει, δικαισούνῃ, πραότητι καὶ ταῖς ἄλλαις ἀρεταῖς αἷς σου τὸ κράτος ἐκόσμησας, τήν τε Εκκλησίαν εἰς Ἰταλίαν πλεύσας ἀκέραιον συντηρήσεις, καὶ τὰ διαιρεθέντα κακῶς συζεύξεις, καλῶς καὶ τὰ τῆς βασιλείας ἐπανορθώσεις, καὶ παρέξεις τοῖς μετὰ σὲ πολλῶν ἐθνῶν βατι λεύουσαν τὴν ἧς κρατεῖς πόλιν. "Ων τοὐναντίον ἅπαν τοῦ μὴ ἐλθεῖν σε ἕψεται· οὐ γὰρ ἔστα:, οὐκ ἔσται τοῦ λοιποῦ ἐλπὶς, ὦ βασιλεῦ, τοῦ καιροῦ τούτου παρελθόντος ἐπιχειρεῖν ἰᾶσθαι τὰ συντριβέντα πως γὰρ ὅπου καὶ τὰ δοκοῦντα εὐσθενῆ, καὶ ὡς τείχη Βαβυλώνια, τὰ τῆς Ῥώμης λέγω, σείεται, καὶ σα λεύει ἐπὶ κυμάτων ἱστάμενα; Καὶ οὐκ ἔστιν ἐκφυγεῖν τὴν ζάλην, εἰ μὴ ἐπιβάλλῃς τῷ πηδαλίῳ τὴν δεξιάν. Ἐγὼ δὲ οὐ βούλομαι μὲν τὰ κάκιστα προλέγειν· ὠθούμενος δὲ τοῖς πράγμασιν, οὐ δύναμαι κατέχειν ἐμαυτόν· εἰ μὴ πλεύσῃς εἰς Ἰταλίαν, ἴσθι ὡς ἀπώλεσας τὸ τῶν Χριστιανῶν γένος, διέφθειρας τὰ τῆς Ἐκκλησίας. "Ω τοῦ πτώματος! Οὔτ᾽ εἰ μὴ ένα θήσεται ἡ τῶν Γραικῶν, ἔσται Ρώμης Εκκλησία, καὶ ἡ τῶν Γραικών ταύτης σφαλείσης, ἐκνῶ μὲν, λέξω δὲ ὅμως, τὸ παράπαν οιχήσεται. Ο Ταῦτα, ὦ βασιλεῦ, ὦ αὐτοκρατορ, ᾧπερ ήδη τὸ κρά τος τῶν Ἐκκλησιῶν παρέχουσι θείως κινούμενοι πάν τε. οἱ τῆς Εὐρώπης, ἐνθυμηθείς, ὥσπερ σημείῳ χρή σπιτό τις μετ' οὐ πολύ σοι Θεοῦ θέλοντος δοθησομένης πολλῶν ἐθνῶν ἡγεμονίας· καὶ πρὸς τούτοις τοὺ; σους λογισμούς, οἷς ὡς παρόντα σε οἶμαι τὰ μέλο λοντα ὁρᾷν, ὥσπερ τινὲ; ἔφασαν τὸν Θεμιστοκλέα, χρῆσαι τῇ σῇ ψυχῇ, τῇ σῇ φρονήσει· ἀπόκρουσην τοὺς ἄλλοσε πη ἄγοντας ἢ παράγοντας, εἴπερ άλη θῆ τὰ λεγόμενα, καὶ κατέλθωσιν αἱ ᾿Αβιῶνος εἰς τὴν Κωνσταντίνου τριήρεις, καὶ μὴ ἐξώσοι αὐτὰς ὁ Θεός ἢ μεταβαλὼν τὰς ἐκείνων γνώμας θαυμασίως τῇ σῇ ἀρετῇ καμφθείς, καὶ ταύταις κἀκείναις ταῖς τριή ρεσιν εἰς Ἰταλίαν προπέμψοι σε. Ἐγὼ μὲν οὖν ἔγραψα οὐ τῷ λέγειν θαῤῥήσας, οἶδα γὰρ ὡς οὐ μέτω Έξο
Page scan enlarged

Notebook

Full View