PG 18Eustathius of Antioch
Eustathius, Bishop of Antioch and Confessor
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.
PG 18:633Allocutio ad imperatorem Constantinum [Sp.] SANCTI EUSTATHII EPISCOPI ANTIOCHENI ALLOCUTIO AD IMPERATOREM CONSTANTINUM IN CONCILIO NICAENO. Εὐχαριστοῦμεν Θεῷ, κράτιστε βασιλεῦ, τῷ τὴν ἐπίγειον συνθύνοντί σοι βασιλείαν· τῷ τὴν πλάνην τῶν εἰδώλων διὰ σοῦ καταργήσαντι, καὶ τῶν πιστῶν καταστήσαντι ἐν παῤῥησίᾳ τὸν εὔθυμον. Πέπαυται κνίσσα δαιμόνων· καταλέλυται πολυθεΐας Ἑλληνικῆς τὰ σεβάσματα· τὸ τῆς ἀγνωσίας ἀπελαύνεται σκότος· τῷ τῆς θεογνωσίας φωτὶ ἡ οἰκουμένη καταυγάζεται· Πατὴρ δοξολογεῖται· Υἱὸς συμπροσκυνεῖται· τὸ Πνεῦμα τὸ ἅγιον καταγγέλλεται· Τριὰς ὁμοούσιος, μία 676 θεότης ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι κηρύττεται. Ταύτῃ τειχίζεται, βασιλεῦ, τὸ τῆς εὐσεβείας σου κράτος· ταύτην ἡμῖν ἄσυλον διαφύλαττε. Μηδεὶς αἱρετικὸς, ὑποδὺς τὴν Ἐκκλησίαν, ἕν τι τῆς Τριάδος ἀφαιρείτω, καταλιμπάνων τὸ λειπόμενον ἄτιμον. Ἄρειος ἡμῖν ὁ τῆς μανίας ἐπώνυμος τοῦ λόγου καὶ τῆς συνελεύσεως αἴτιος· ὃς, ὡς οὐκ ἴσμεν ὅπως, τῷ πρεσβυτερίῳ τῆς Ἀλεξανδρέων ἐγκαταλεγεὶς Ἐκκλησίας, ἐλάνθανεν ἡμᾶς, τῆς τῶν τρισμακαρίων προφητῶν καὶ ἀποστόλων διδασκαλίας ὑπάρχων ἀλλότριος.
Τὸν γὰρ μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς ἀποστερεῖν τῆς ὁμοουσιότητος τοῦ Πατρὸς οὐκ ἐντρέπεται, καὶ τῇ κτίσει τὸν κτίστην ὁ κτιστολάτρης συναριθμεῖν ἐπείγεται. Τοῦτον ἂν πείσειας, αὐτοκράτωρ, μεταφρονοῦντα, τοῖς ἀποστολικοῖς μὴ ἀντιτείνειν διδάγμασιν· ἢ τοῖς ἐν οἷς ἑάλω κακοδοξίας ἐγκείμενον ἀσεβήμασιν, ἄρδην τῆς Χριστοῦ καὶ ἡμῶν ἀφανίσειας ἐπαύλεως, ὡς ἂν μὴ τῆς θολερᾶς αὐτοῦ λογοθωπείας τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐργάσηται θέραμα.
Commentarius in Psalmum [Sp.] (fragmenta) ̓Εκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ· Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφέστηκε. Λογικὴ ἄρα, καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει, ἐκ τῆς Μαρίας προελθοῦσα. Εὐσταθίου Ἀντιοχείας ἐξ ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ· Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός· οὐ γενομένους, ἀλλὰ γενόμενον· μοναδικὸν γὰρ τὸ πρόσωπον· οὐκ εἶπον μοναδικὴν τὴν φύσιν· ἄπαγε, μὴ γένοιτο· οὐδὲ τὴν αὐτὴν οὐσίαν σαρκὸς καὶ θεότητος, ἀλλ' εἶπον ἕνα Κύριον Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα, ἐν τῷ διαφόρῳ τῶν φύσεων, γνωριζόμενον κατὰ πάντα.
Commentarius in Psalmum 92 (fragmenta) ΕΡΜΗΝΕΙΑ ΤΟΥ 92 ΨΑΛΜΟΥ 35 Πρόδηλον οὖν εἴπερ ὁ χρίων ἀποδεικνύει Θεὸν οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει Θεὸς ἐκ Θεοῦ γεννηθεὶς ὁ χρίσας, ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετὴν ἐκκρίτῳ ναουργίᾳ κοσμηθεὶς ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος. 36 Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ, τό· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν οὔτε εἶδος οὔτε κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἶτα διαρρήδην ἐκφαίνων ὡς εἰς τὸν ἄνθρωπον ἀλλ' οὐκ εἰς τὸ θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη παραυτίκα πάλιν ἐπάγει προσθείς· Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν. 37 Αὖθις ἄρ' οὗτός ἐστιν ὁ μετὰ τὰς ὕβρεις ἀειδὴς, ἄμορφος ὁραθεὶς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν ἐν αὐτῷ Θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν.
PG 18:651Commentarius in evangelium secundum Joannem [Sp.] (fragmentum) ΛΟΓΟΣ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 82 Ὑποτάττει καὶ μᾶλλον κυροῖ ὑπὲρ τὸ ἑαυτοῦ ὁ Χριστὸς τὸ τοῦ Πατρὸς θέλημα, ἐν διαφόροις τόποις· οὐχ ὅτι θέλημα ἦν ἐν αὐτῷ δεόμενον καταλύσεως οὔτε θεϊκὸν οὔτε μὴν τὸ τῆς αὐτοῦ ἀνθρωπήσεως (καθάπερ ἂν γὰρ τὴν φύσιν καὶ τὰ τῆς φύσεως ἀπειργάσατο)· ἀλλὰ πρὸς Ἰουδαίους λαλῶν τοὺς νομίζοντας αὐτὸν ἀντίθεον τοῦ Πατρὸς εἶναι, οἰκονομικῶς ταῦτα ἔφασκε λέγων ὅτι· οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
PG 18:679Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀρὰμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδὰβ, Ἀμινδὰβ δὲ ἐγέννησε τὸν Ναασσὼν, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμὼν, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥοὺθ, Ὀβὴδ δεἐγέννησε τὸν Ἰεσσαὶ, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα· Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοὰμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιὰ,Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσὰ, Ἀσὰ δὲ ἐγέννησετὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωρὰμ,Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησετὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμμὼν, Ἀμμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶτοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος· μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιὴλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε 772 τὸν Ἀβιοὺδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακεὶμ,Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζὼρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδὼκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχεὶμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιοὺδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθὰν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι νῦν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Ζητητέον δὲ ἡμῖν κατὰ ποῖον λόγον ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐν τῇ γενεαλογίᾳ διαφωνοῦσι τοῦ Ἰωσήφ· ὁ μὲν υἱὸν Ἰακὼβ γράφων αὐτὸν υἱοῦ Ματθὰν, ὁ δὲ Λουκᾶς υἱὸν Ἡλεὶ τοῦ Μελχεί· καὶ πῶς οὗτοι, διαφόρων γενῶν ὑπάρχοντες, ὅ τε Μελχεὶ καὶ ὁ Ματθὰν, πάπποι τοῦ Ἰωσὴφ ἀναφαίνονται. Ἔστιν οὖν τοῦτο σαφηνιζόμενον. Πρῶτος γὰρ Ματθὰν, ὁ ἐκ γένους Σολομῶντος, ἄγεται γυναῖκα Αἰθὰν ὀνόματι, καὶ ἐκ ταύτης γεννᾷ τὸν Ἰακὼβ, καὶ ἀποθνήσκει. Καὶ ἄγεται αὐτὴν ὁ Μελχεὶ ὁ ἐκ γένους Ματθὰν, ἐκποιεῖ ἐξ αὐτῆς τὸν Ἡλεί. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχεὶ, τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, δύο ὁμομητρίους ἐπαιδοποιήσαντο ἀδελφοὺς, διὸ καὶ ἐκ διαφόρων δύο γενῶν εὑρίσκομεν τὸν Ἰακὼβ καὶ τὸν Ἡλεί. Ἡλεὶ δὲ, λαβὼν γυναῖκα, ἄπαις ἐτελεύτησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰακὼβ ἔλαβε τὴν γυναῖκα αὐτοῦ, ὅπως κατὰ τὸν νόμον ἐγείρῃ τέκνα τῷ ἀδελφῷ, καὶ γεννᾷ ἐξ αὐτῆς τὸν Ἰωσήφ. Ὥστε οὖν κατὰ φύσιν μὲν ἦν υἱὸς τοῦ Ἰακὼβ ὁ Ἰωσὴφ, κατὰ νόμον δὲ τοῦ Ἡλεί. Ἄξιον δὲ καὶ τὴν ἱστορίαν, ἣν διέξεισι περὶ τῆς ἁγίας Μαρίας Ἰάκωβός τις, ἐπελθεῖν. Φάσκει γὰρ, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἄνδρα πλούσιον γεγενῆσθαι ὀνόματι Ἰωακεὶμ, ὃς καθ' ἑορτὴν διπλάσιον τῶν ἅλλων δῶρα τῷ Θεῷ προσεκόμιζεν, οὕτω λέγων· Τὸ τῆς περιουσίας ἐν παντὶ τῷ λαῷ, καὶ τὸ τῆς ἀφέσεως εἰς ἱλασμὸν ἐμοὶ Κυρίῳ τῷ Θεῷ. Ἐνστάσης οὖν τῆς μεγίστης τοῦ Κυρίου ἑορτῆς, καὶ πάντων κατὰ τὸ εἰωθὸς τὰ δῶρα τῷ Θεῷ προσκομιζόντων, προσενεγκεῖν πρῶτος αὐτὸς ὥρμησεν. Καὶ Ῥουβίν τις διεκώλυσεν αὐτὸν προσοῖσαι πρῶτον, λέγων, μὴ ἐξεῖναι αὐτῷ, καθότι ἄτεκνος ἐν τῷ Ἰσραὴλ καθέστηκε. Καὶ λυπηθεὶς ἐπὶ τοῦτο, εἰς τὴν ἔρημον ἀφίκετο, κἀκεῖ πήξας σκηνὴν ἱκέτευε τὸν Θεὸν παρασχεῖν καὶ αὐτῷ, ὥσπερ τῷ Ἀβραὰμ γνησίου παιδὸς σποράν· μόνον γὰρ ἐγνώκει ἑαυτὸν ὑπάρχειν ἐν τῷ Ἰσραήλ· ἄχρις ἡμερῶν νηστεύων τεσσαράκοντα ἱκέτευε τὸν Θεόν. Ὁμοίως δὲ καὶ ἡ ὁμόζυγος αὐτοῦ, περιθεμένη ἐσθῆτα εὐτελῆ, ἐδεῖτο τοῦ Θεοῦ τυχεῖν γονῆς. Ἐπιστάσης δὲ τῆς μεγίστης ἡμέρας τοῦ Θεοῦ, λαμπρὰν στολὴν ἀμφιέννυται· οὐ γὰρ ἦν θεμιτὸν ἐν ταύτῃ τῇ ἑορτῇ πένθιμον ἠμφιέσθαι στολήν. Περὶ γοῦν τὴν ἐννάτην ὥραν τῆς ἡμέρας ὑπό τι δένδρον ἐν τῷ
PG 18:687De Melchisedech (fragmenta) Ἀμήτορά που καὶ ἀπάτορα τὸν Μελχισεδὲκ ἐξέφρασεν ὁ Παῦλος. Ὅτι μὲν τοίνυν ἐκ γῆς οὐκ ἀνέτειλεν ὁ μέγιστος τῶν ἱερέων Μελχισεδέκ, οὐδεὶς ἀντειπεῖν ἔχοι· οὐδὲ γὰρ ἐκ δρυὸς οὐδ' ἀπὸ πέτρας ἔφυ, οὐδ' ἐκ γῆς ληφθεὶς πηλουργεῖται κατὰ τὸν Ἀδὰμ πλαττόμενος καὶ τῶ χεῖρε πλαστουργεῖται. Καὶ μετ' ὀλίγον τόπον· Τί οὖν ἄν τις εἴποι; ἀμήτωρ γὰρ ἡμῖν ὁ Μελχισεδὲκ ἱστορεῖται. Καίτοι γε εἰ ἐμφερὴς τυγχάνοι τῷ Θεῷ καὶ Λόγῳ καὶ τὸ ξύμπαν ἡμῖν ἔοικεν αὐτῷ τὴν ἐκείνου φέρων εἰκόνα καὶ τὸν ἐκείνου σώζων χαρακτῆρα, οὐκ ἀμήτωρ οὐκ ἀπάτωρ ἐστίν· ἔστι γὰρ τῷ Χριστῷ καὶ μήτηρ Μαρία καὶ γένος τὸ βασιλικὸν τοῦ Δαυὶδ καὶ ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ τὸ τῆς ὅλης ἡμῖν εὐωδίας ἄνθος ἀνατέλλει καὶ γενεαλογεῖται τὸ κατὰ σάρκα γένος αὐτοῦ, τὸ δὲ τοῦ Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι θεωρεῖται. Οὐκοῦν εἴποι τις ἂν τὸν Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι διὰ τὸ μὴ εἶναι ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωσέως γενεαλογεῖσθαι πώποτε, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, δίκαιον δὲ τῶν καθ' ἑαυτὸν ἀποφανθέντα καὶ οὐκ ἐκ προγόνων ὁρμώμενον δικαίων οὐδ' ἀπό τινος δικαίας σπορᾶς.
PG 18:695Οὐ θέμις οὖν ἦν γενεαλογεῖν καὶ εἰς τὸ τοῦ Χαναὰν γένος ἀνάγειν τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα, οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπιλελημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας ἐπιλελημμένῳ γένει. Διὸ ἀπάτορα καὶ ἀμήτορά φησιν αὐτὸν εἶναι ἡ γραφή, οὐκ ἀξίους τοὺς προγόνους ἡγουμένη τῆς ἀρετῆς τοῦ δικαίου καὶ σώφρονος ἀνδρός. Ὅτι δὲ Χαναναῖος τὸ γένος δείκνυται ὁ Μελχισεδέκ, ἔστι δήπου τεκμήρασθαι καὶ ἀπ' αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων καὶ οἷς ἐπλησίαζεν· ἀστυγείτων μὲν γὰρ ἦν Σοδόμων πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρϋὶ τῇ Μαμβρῇ. Οἶμαι δὲ <ὅτι> καὶ Σαλὴμ ἐκείνης ἐτύγχανε βασιλεύς, ἥ ἐστιν ἡ πολυθρύλητος αὕτη Ἱερουσαλήμ. Καὶ μετ' ὀλίγον τόπον. Οὐκοῦν εἰ σαφῶς ἔοικεν ὁ Μελχισεδὲκ τῷ υἱῷ τοῦ Θεοῦ, οὐκ ἀπάτωρ οὐδὲ ἀμήτωρ οὐδὲ ἀγενεαλόγητος ἔσται, ἀλλὰ τὰ μὲν τῆς σαρκὸς κατὰ τὴν φύσιν τῆς σαρκὸς γενεαλογηθήσεται, θάτερον δέ τι τὸ ἀγενεαλόγητον ὀφθήσεται καθάπερ οὖν ἀμέλει καὶ ἐπὶ τοῦ Χριστοῦ· καὶ γὰρ ὁ Χριστὸς κατὰ μὲν δὴ τὸ σῶμα γενεαλογεῖται, κατὰ δὲ τὴν ἀνωτάτω τάξιν ἀδιήγητον ἔχει τὴν γενεὰν ὡς προαποδεδώκαμεν.
PG 18:7252 Τοῦ Χρυσοστόμου εἰς αὐτό· Πολλοὶ μὴ νοήσαντες τὰ περὶ τοῦ Μελχισεδὲκ εἰρημένα μείζονα τοῦ Χριστοῦ τοῦτον εἰρήκασι καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, οἳ καὶ λέγονται Μελχισεδεκιανοί. Φιλονεικοῦντες οὖν καὶ βουλόμενοι δεῖξαι ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ προφέρουσιν ἡμῖν μάρτυρα τὴν γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Πῶς γάρ, φησίν, οὐκ ἂν εἴη μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει ὁ Χριστός; Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Ἡμεῖς δὲ λέγομεν αὐτὸν εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν καὶ μήτε μείζονα Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ βαπτιστοῦ, οὔτε μὴν εἶναι αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ, εἰπάτωσαν ἡμῖν οἱ τοῦτο λέγοντες ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν; ἆρα οὐρανίου; ἆρα ἐπιγείου ἢ καταχθονίου; Εἰ μὲν οὐρανίου ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι αὐτῷ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. Εἰ οὖν κάμπτει γόνυ, ἐλάττων εἴη ὁ προσκυνῶν τοῦ προσκυνουμένου Χριστοῦ. Ἀλλ' οὔτε τὸν ἐπιόντα στίχον ἴσασιν οἱ τάλανες· τῷ ἀφομοιουμένῳ τῷ υἱῷ τοῦ Θεοῦ· ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγενόμεθα.
PG 18:757Ἀλλ' ἴσως τις ἐπερωτᾷ τῶν ἀκροατῶν καὶ λέγει· τί οὖν ἔστι τὸ ἀπάτορα αὐτὸν λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον; Πρὸς ὃν ἐροῦμεν ὅτι Ἰουδαῖοι μὲν αὐτὸν εἰρήκασιν ἐκ πόρνης γεννηθῆναι καὶ διὰ τοῦτο μὴ γενεαλογηθῆναι ὑπὸ τῆς γραφῆς. Πρὸς οὓς ἐροῦμεν ὅτι κακῶς εἴπατε. Εὑρίσκομεν γὰρ καὶ ἄλλους ἐκ πόρνης γεννηθέντας καὶ γενεαλογηθέντας· εὐθὺς ὁ Σολομῶν ἐκ τῆς τοῦ Οὐρίου, εἶτα καὶ ὁ Ἀβιμέλεχ υἱὸς Γεδεών. Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται; Ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ καὶ τούτου εἰκόνα ἔφερε, διὰ τοῦτο παρέλιπεν αὐτοῦ ἡ γραφὴ τὸν πατέρα καὶ μητέρα, ἵνα ἐν ἐκείνῳ καθάπερ εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ γὰρ ἐπὶ γῆς Χριστὸς κατὰ σάρκα, ἀμήτωρ ἐν οὐρανοῖς κατὰ πνεῦμα κατὰ τὴν θεότητα· τοιοῦτόν ἐστι καὶ τὸ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. Οὐ γὰρ ἐγενεαλόγησεν ἡ γραφὴ τὸν Μελχισεδέκ, ἀλλὰ παρέλιπεν αὐτοῦ τὴν γέννησιν καὶ τὴν τελευτήν, ἵνα, καθὰ προείπαμεν, ἐν ἐκείνῳ τοῦτον θεωρήσωμεν. Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται Μελχισεδέκ, ὅς ἐστι Χριστὸς μήτε ἀρχὴν ἡμερῶν ἕχων μήτε ζωῆς τέλος· οὔτε γὰρ ἐν ἀρχῇ ἡμερῶν ὁ Θεὸς Λόγος ἐγεννήθη, οὔτε ἔληξέ ποτε ἢ ἐτελεύτησεν, εἰς ἀεὶ γὰρ ὁ Χριστὸς διαμένει.
PG 18:773Οὕτως οὖν ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ· προφητικῷ τοίνυν πνεύματι κινούμενος τὴν μέλλουσαν ὑπὸ Χριστοῦ προσφορὰν τῷ Θεῷ προσκομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρεν μιμούμενος τὸν μέλλοντα Χριστόν. Ἐπεὶ οὖν ἐν τῇ Ἰουδαίων συναγωγῇ ἡ τάξις τοῦ Ἀαρὼν θυσίαν προσέφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνούς, ἐναίμοις θυσίαις δοξάζουσα τὸν Θεόν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν ἐβόα λέγων· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, οὐ κατὰ τὸν Ἀαρὼν τὸν ἐναίμοις θυσίαις λατρεύοντα, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές.
PG 18:775De anima contra Arianos (fragmenta) ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ 10 Τί δ' ἂν εἴποιεν εἰς τὰς τοῦ βρέφους ἀναβλέψαντες ἀνατροφὰς, ἢ τὴν τῆς ἡλικίας ἀνάδοσιν, ἢ τὴν ἐπίτασιν τῶν χρόνων, ἢ τὴν τοῦ σώματος αὔξην; Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυματουργίας, ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶν μαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὰς τετρωμένας πλευρὰς, τοὺς τῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔγχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸ σύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν. 11 Καὶ μὴν εἴ τις εἰς τὴν τοῦ σώματος γέννησιν ἀφορᾷ, προδήλως εὑρήσειεν ἂν ὡς ἐν τῇ Βηθλεὲμ τεχθεὶς ἐσπαργανώθη, κἀν τῇ Αἰγύπτῳ χρόνοις ἐτράφη τισὶν ἕνεκεν τῆς τοῦ ἀλάστορος ἐπιβουλῆς Ἡρώδου, κἂν τῇ Ναζαρὲτ ἀνδρωθεὶς ηὐξήθη. 12 Οὐ γὰρ ταὐτόν ἐστιν ἡ σκηνὴ τοῦ Λόγου καὶ Θεοῦ, δι' ἧς τὴν θείαν ἐθεώρει δόξαν ὁ μακάριος Στέφανος. 13 Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὑτοῦ προὔλεγε θάνατον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦ τρόπαιον ἀπαγγέλλων.
PG 18:787Μετὰ δὲ τὸ πάθος, τριταῖος ἐκ τῶν νεκρῶν ἀναστὰς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευρὰς, καὶ τοὺς τύπους αὐτοῦ ὑποδεικνύει τῶν ἥλων. 14 Δι' ὀλίγων δὲ ἔστιν ἐλέγξαι τὴν ἀσεβῆ συκοφαντίαν αὐτῶν· μάλιστα μὲν γὰρ εἰ μὴ τῆς τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας εἰς τὴν τοῦ θανάτου σφαγὴν τὸ ἴδιον ἑκουσίως ἐξεδίδου σῶμα. Πρῶτον μὲν πολλὴν αὐτῷ περιάπτουσιν ἀδυναμίαν, ὅτι μὴ οἷός τ' ἐγένετο τὴν τῶν πολεμίων ὁρμὴν ἐπισχεῖν. 15 Διὰ τί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνειληφέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας; Ἵνα εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες Πνεύματι, ῥᾳδίως ἀναπείσωσιν αὐτοὺς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν. 16 Σύμφωνα δὲ τούτοις διεξιὼν ὁ αὐτὸς Ἱερεμίας εἰσηγεῖται τὰς τοῦ Θεοῦ διακονούμενος φωνὰς, δι' ὧν δείκνυσιν, ὅτι μήτε τὰς τῶν δικαίων προσίεται πρεσβείας, εἰ βουληθεῖεν τῶν μιαιφόνων χάριν ἀξιῶσαι. Καὶ εἶπε Κύριος πρός με λέγων· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς.
17 Εἰ δὲ διὰ τῆς τοῦ Χριστοῦ ἐπιφανείας εἰς τὸν παράδεισον τὸ τῶν ἀνθρώπων εἰσάγει γένος, ὁπηνίκα δὲ ἐσταυρώθη τὸν λῃστὴν αὐθήμερον εἰσάξειν αὐτόθι προηγόρευσεν τοῦ σώματος ἔτι βεβλημένου τῷ μνήματι, συνέστηκεν ὅτι συνδιαιτωμένη κυρίως ἡ ψυχὴ τοῦ Χριστοῦ τῷ Λόγῳ καὶ Θεῷ, τῷ πᾶσαν ὁμοῦ τὴν τῶν γενητῶν περιέχοντι κτίσιν, τὴν ὁμογενῆ τοῦ ἀνθρώπου ψυχὴν εἰς τὸν παράδεισον εἰσήγαγεν. Οὐδὲ γάρ ἐστι γεγραμμένον ὅτι πρὸ τῆς ἀναστάσεως τοῦ ἁγίου σώματος τὸ τοῦ λῃστοῦ προηγέρθη σῶμα τὴν ἐπαγγελίαν ἀπολαβόν. Ἀκόλουθον ἄρα ἐστὶν ὑπολαμβάνειν ἐμφρόνως ὅτι ἡ ψυχὴ τὴν συγγενῆ ψυχὴν ὁδηγοῦσα φιλοφρόνως, ἅτε δὴ καὶ μείζονος ἐξουσίας ἐχομένη, τὴν μὲν ὑπόσχεσιν αὐθήμερον ἐπὶ πέρας ἦγεν, εἰς δὲ τὴν ἐξαίρετον εἰσῆγε κληρονομίαν ἀνοίγουσα τὸν παράδεισον.
De anima contra philosophos (ap. Joannem Damascenum, Sacra parallela) (fragmenta) ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΤΑ ΦΙΛΟΣΟΦΩΝ 1 Ὁ Θεὸς τὰ πάντα πληροῖ ὑπ' οὐδενὸς περιοριζόμενος· ὁ γὰρ ὑπὸ τόπου μὴ περιοριζόμενος πάντως ἐν παντὶ τόπῳ κατὰ τὴν τοῦ (Δαυῒδ) ὑμνολογίαν ἔσται· εἰ γὰρ ἔξω λέγοιτο τόπου τινός, ἀνάγκη περιορίζεσθαι αὐτὸν ὑπ' ἐκείνου οὗπερ στερίσκεται· ὅλος οὖν ἐν πᾶσι γινόμενος, οὐδαμῶς ἐξ ἑτέρων εἰς ἑτέρους μεθίσταται τόπους τὰ πάντα πληρῶν. 2 Οὐ νόμων καὶ χρόνων ῥηταῖς τὸ θεῖον ὑπόκειται περιγραφαῖς. 3 Ἀλλ' ἐπειδὴ σαφῶς ἴσασιν ἁλισκομένους ἐντεῦθεν ἑαυτοὺς, μεταβαλλόμενοι πλάττουσιν τὸ τῆς λήθης ὕδωρ, ὅ φασιν πίνοντας ἑκάστους τὰς τῶν οἰκείων βίων γεννήσεις ἀμνημονεῖν. Ὅτι δὲ ταῦτα μυθώδη καὶ πόρρω φιλοσοφίας ἐστὶν, οὐδεὶς τῶν εὖ φρονούντων ἔοικεν ἀγνοεῖν.
Τί γάρ φαμεν, ὦ Πυθαγόραι καὶ Πλάτωνες· αὐτοὶ τὸ ληθοποιὸν ὕδωρ πεπώκατε λαβόντες; ἢ τοὐναντίον ἐφύγετε λαθόντες; Εἰ μὲν οὖν ὑμεῖς οἷοί· τε ἐγένεσθε τὸ τῆς πλάνης διαδρᾶναι πόμα, πρόδηλοι πολλοί τινες· εἰ δὲ τὸν κοινὸν πᾶσιν ἀέρα σπασάμενοι, τὸ τῆς λήθης ὕδωρ ἐπίετε χανδόν, πῶς καὶ πόθεν μυθοποιεῖτε λαβόντες περὶ ψυχῶν; πόθεν ὅλως ἴστε τὸ τῶν ῥείθρων τούτων γένος; εἴτε γὰρ μὴ ἐπειράθητε τῆς χρείας αὐτῶν, ἀγνοεῖτε τὴν τῶν ὑδάτων ἀνάδοσιν· εἴτε τῆς πείρας αὐτῶν ἔσω γεγονότες, λήθῃ τὴν μνήμην τῆς χρήσεως αὐτῶν ἠφανίσατε καὶ τὴν γνῶσιν ἐξεπτύσατε. Ἀλλ' εἰς ταῦτα βαρβαρώδη δεισιδαιμονίᾳ τραπέντες ἐσφάλησαν, Αἰγυπτίοις χρησάμενοι καθηγεμόσιν. 4 Ὅτι μὲν οὔκ εἰσιν ἀγέννητοι αἱ ψυχαὶ, τοῦτο δείκνυσιν σαφέστερον ἡ τῶν ἀρτιγόνων ἡλικία βρεφῶν. Εἰ μὲν γὰρ ἅμα τῷ τεχθῆναι τὰ παιδία, τελείας ἐξῆπτο φρονήσεως, ἐξῆν ἴσως ὑποκρίνεσθαί τινας ἄνοιαν· εἰ δὲ λείπεται νοῦ καὶ λόγου καὶ συνέσεως, οὐκ ἄρα καθέστηκαν ἀγέννητοι τὴν φύσιν αἱ ψυχαί.
Σύμπαντες οὖν ἴσμεν, ὅτι τοῖς τῶν σωμάτων ὄγκοις ἡ ψυχὴ συνεκτέταται, διαρκῶς οὐ μεγέθει μόνον ἢ βραχύτητι μελῶν, ἀλλὰ καὶ ταῖς ἄλλαις τῆς γνώμης ἀλογίαις· ἐς ὅσον μὲν νεόπλαστα τυγχάνει ταῦτα τὰ βρέφη, πάσης μὲν πανταχῶς ἐννοίας ἀπορεῖ καὶ βουλῆς· ἡρέμα δὲ καὶ κατ' ὀλίγον προϊόντα νοῦν τε καὶ φρόνησιν προσλαμβάνει καὶ λόγον. Εἰ δὲ ταῦτα ἴδια μέν ἐστιν ψυχῆς, ἐκ περιουσίας δὲ τὰς κρείττους ἐπιδέχονται προσθήκας, ἆρ' οὖν ὅτι συναυξάνει μὲν τῷ σώματι, καθάπερ δὲ τοῦτο λεληθότως ὑπαναλέγεται τὰς δυνάμεις, οὕτω καὶ ἡ ψυχὴ προκόπτουσα τὸν νοῦν· ὅσοι δὲ μηδέποτε βαίνουσιν ἐπὶ τὸ ἄμεινον, ἀλλὰ μωροὶ διαμένουσιν, δῆλον ὅτι λελωβημένου τινὸς μορίου ἀτελεῖς ἔχουσι τὰς ψυχὰς, ὥσπερ οἱ τὴν φρενίτιδα ἀρρωστήσαντες νόσον.
Ἀμέλει καὶ τὸ τοῦ πρωτοπλάστου σῶμα σχηματισθὲν ἔκειτο νεκρὸν, ἄπνουν, ἀκίνητον μέλεσιν μὲν καὶ ἁρμονίᾳ ῥερυθμισμένον ἄκρως, μορφῇ τε καὶ κάλλει κεκοσμημένον ἐμπρεπῶς ἅτε δὴ καὶ παρ' αὐτοῦ πλάστου γεννηθὲν τοῦ Θεοῦ πρωτότυπον ἄγαλμα καὶ τῆς θεσπεσιωτάτης εἰκόνος ἐκτυπωθὲν ἀφομοίωμα κράτιστον, ἀναίσθητον δὲ καὶ ἄφωνον καὶ ἄπνουν· ὡς δὲ εἰς τὸ πρόσωπον αὐτοῦ δημιουργικῶς ἐνεφύσησεν ὁ Θεὸς, αὐτίκα τὴν κίνησιν εἴληφεν· ἐξ ἐκείνου δὲ βαδίζει καὶ ἀναπνεῖ καὶ φθέγγεται, ἄρχει λογίζεται πράττει διοικεῖ. 6 Κοινὸν σώματος καὶ ψυχῆς πάθος ὕπνος.
De fide contra Arianos (fragmenta) 63 Ἀρχὴ γάρ τοι τῶν καλλίστων τῆς δικαιοσύνης ὁδῶν γεγένηται ἡμῖν ὁ ἄνθρωπος τοῦ Χριστοῦ, τοῖς κρείττοσι τῶν ἐπιτηδευμάτων προσάγων ἡμᾶς. Σεμνοπρεπῶς προσαρμόττει τῷ Πνεύματι, ξεναγεῖ εἰς τὸν παράδεισον, εἰς τὴν οἰκείαν ἀποκαθίστησι νομήν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Τῷ μὲν οὖν ὀνόματι τῆς ὁδοῦ τὴν κατὰ ἄνθρωπον δηλοῖ περιβολὴν, ὅπερ ἔστι τῶν σωματικῶν καὶ τῶν ὁρατῶν· γῆς γάρ τι μόριον ἡ ὁδὸς καὶ αἰσθητὸν ἔδαφος καθέστηκε· τὸ δὲ ὄνομα τῆς ἀληθείας <καὶ> τῆς ζωῆς τὴν τοῦ Πατρὸς φύσιν· ἡ γὰρ ἀλήθεια πρᾶγμά τι νοητὸν οὔτε ὄμμασιν οὔτε ἁφῇ ὑποπίπτον.
De hebraismo (fragmenta) ΠΕΡΙ ΕΒΡΑΙΣΜΟΥ 71 Κατά τινα νομοθετικὴν ἐπίνοιαν καὶ μεταχείρησιν, εἰς πειθὼ τῶν προσταττομένων ὑπ' αὐτῶν καὶ τοῦ πολιτικοῦ συμφέροντος, ἐν ἑκάστῳ ψεύδει χρῶνται ἐν φαρμάκων εἴδει οἱ νομοθέται δῆλον.
Fragmenta varia 88 Τὸ μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεόν, καθὼς καὶ Ἱερεμίας ὁ προφήτης λέγει· οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ' αὐτῶν ἐκ παρθένου καὶ συνενηπίασε καὶ συνηυξήθη καὶ συνέφαγε καὶ συνέπιε καὶ τὰ ἄλλα; 90 Εἰ γὰρ τὰς εὐχὰς ποιεῖσθαι δεῖ, φησίν, ὑπὲρ τῆς καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴν πρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπιδείκνυσθαι δεῖ καὶ ὁμοίως ἁπασῶν κήδεσθαι καὶ μεριμνᾶν πάσας.
Homilia christologica in Lazarum, Mariam et Martham [Sp.] Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας εἰς τὸ δεῖπνον Λαζάρου καὶ εἰς Μαρίαν καὶ Μάρθαν τὰς ἀδελφὰς αὐτοῦ. 1 Ἀκούσωμεν ἀγαπητοί· καὶ εἰς δεῦρο εὐαγγελίζεται τὴν Ἐκκλησίαν τοῦ θεοῦ ἡ ἱερὰ τῶν εὐαγγελίων σάλπιγξ. Καὶ τί εἰς εὐφροσύνην τοῖς πιστοῖς προστίθησιν; Ταύτην γὰρ κορωνίδα τοῦ λόγου καὶ ὁδηγὸν ποιησώμεθα πρὸς τὰ ἑξῆς. Φησὶν Ἰωάννης, ὁ εὐαγγελιστὴς, ὁ τῆς βροντῆς υἱὸς, ὁ τὰ ἄρρητα μυστήρια ἐκ τοῦ παμφόρου τῆς σοφίας χωρίου τῆς καρδίας τοῦ Κυρίου ἀρυσάμενος· «Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον· καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος ἦν τῶν ἀνακειμένων αὐτῷ.» 2 Καλῶς ὁ τῆς ἀληθείας τρόφιμος τὸν πρὸ βραχέος εἱρκτῇ ᾅδου πεπεδημένον, ἐκπηδήσαντα καὶ τοὺς τοῦ θανάτου δεσμοὺς ταῖς τοῦ θανάτου τροπαῖς διαγελάσαντα, τῶν σπαργάνων ἀξένων ἀπολυθέντα, εἰς μέσον αὖθις παρήγαγεν καὶ πάντας τοὺς συνεσθίοντας παραδραμὼν, τοῦτον ἐξ ὀνόματος ἀπηρίθμησεν· σκοπὸς γὰρ τῷ εὐαγγελιστῇ, οὐκ ἐν προσώπων ἐνδόξων συνδιατρίβαις καὶ συνεστιάσεσι κατακαλλῦναι τὸν εὐαγγελιζόμενον δι' αὐτοῦ, οὐδὲ κεχαρισμένα διαγορεῦσαι, ἀλλ' ἐξ οἰκείων ἔργων πᾶσι γνωστὸν τὸν θαυματουργὸν καταστῆσαι θεόν. 3 Ἔργον δὲ ἄρα ἦν Χριστοῦ, καὶ ἔργων τὸ μέγιστον ἡ τοῦ ἐκλελυμένου καὶ εἰς φθορὰν κεχωνευμένου Λαζάρου ἔγερσις. Διά τοι τοῦτο καὶ συνδειπνοῦντα τῷ Κυρίῳ δείκνυσι, καὶ ἀφαντασίαστον τὸ θαῦμα δημοσιεύει τῇ οἰκουμένῃ, καὶ εὐωχίαν ποιεῖται τὸ παράδοξον τὸ τῆς λαμπρᾶς ἐκείνης εὐωχίας, ἐν ᾗ ὡς πρώϊμον ξένιον Λάζαρος προύκειτο πνευματικὴ τροφὴ τοῖς δαιτυμόσι, τὸ τοῦ παραδόξου ἐκείνου δείπνου ἐν ᾧ ἡδονὴ γαστρὸς ἐπεσχέθη καὶ εὐωχήθησαν ψυχαὶ ἀνακειμένων, τὸ τῆς παραδόξου ἐκείνης χαρμονῆς ἐν ᾗ ὁ τῇ φθορᾷ τραπεζοποιηθεὶς, ἀνθρώπων ζώντων αὖθις ἐγένετο τράπεζα θαυμάτων ἀνάπλεως. 4 Ἔπρεπε γὰρ τῷ πάντα εὐπόρῳ καὶ ἐκ θελήματος ὡς ἐκ πηγῆς ἀενάου ἀναβλύζοντι τὰ ἀγαθὰ, ὑπὸ στέγην πτωχῶν εἰσεληλυθότι, προσθεῖναι τοῖς πενιχροῖς τὰ πλούσια, καθάπερ καὶ τοῖς ἐν Κανὰ Γαλιλαίας τὴν ἀγεώργητον οἰνοχοΐαν, καὶ τὸν ἀπόλυτον ἐκεῖνον εὐκαίρως εἰς μέσον ἀγαγεῖν καὶ ὡς παράδεισον πανδαισίας εὐωχοῦντά τε καὶ εὐωχούμενον διανοῖξαι τοῖς παισίν· ἐν ᾧ οὐκ ὀσμὴ φθορᾶς ἐφαίνετο· μετέλαβεν γὰρ διὰ τῆς θείας κλήσεως τῆς ἀφθάρτου εὐωδίας· οὐδ' αὖ λώβη μελῶν ἐδείκνυτο· δημιουργὸς γὰρ ἦν ὁ παροστάξει ἀναπλάσας ἀλλ' οὐδὲ μικρόν τι ἢ μέγα ὅπερ ἀλλοίωσιν τοῖς καταβιβαζομένοις διαχαρακτηρίζει, ἀλλ' ἦν ἀκέραιον τὸ ἄγαλμα πάντοθεν ἄρτιον καὶ εὐειδὲς ἄχρι τριχός. 5 Πρεπόντως τοιγαροῦν ἐκτρέφει ἐκείνην εὐφρασίαν, φημὶ δὲ ἔκ τε τῆς τῶν ὑποδεξαμένων παναρέτων ἀκραιφνοῦς ἀγαπῆς, ἔκ τε θαυμάτων τοῦ ἀνενδεῶς ὑποδειχθέντος θεοῦ. Ἤδει γὰρ ᾔδει σαφῶς ὅτι τοῦτο μάλιστα ἐφηδύνειν εἴωθεν τὸν θεῖον ὀφθαλμὸν εἰ τὸν εὐεργετούμενον σωτῆρα .., καθῶς ἀκηκόει παρ' αὐτοῦ ὅτι «ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με,» θέλημα δὲ Πατρὸς καὶ Υἱοῦ τῶν ἀνθρώπων ἡ σωτηρία. Σωτηρία μὲν τῶν ἀνθρώπων ὑπάρχει ἡ εἰς αὐτὸν τὸν ἀεὶ συνδοξαζόμενον τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἐν ὑψίστοις πίστις, ὠς ἐν εὐαγγελίοις φησί· «τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.»
6 Ἐπιποθῶν δὲ τὴν ἡμετέραν σωτηρίαν, κέκραγεν ἀλλαχοῦ λέγων· «πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν,» ὁ θελητὴς ἐλέους, ὁ διψῶν τὸ διψᾶσθαι, ὁ καθ' ἑαυτοῦ ὀμόσας «μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέφειν καὶ ζῆν αὐτόν·» πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπὶ τὴν γῆν ἣν ἰδίαις χερσὶν ἔπλασεν καὶ ἡγίασεν τῷ θείῳ ἐμφυσήματι· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ' αὐτὴν καὶ ἀναζωπυρῆσαι τὸ αὐτεξούσιον αὐτῆς ᾧ ἐτιμήθη παρ' αὐτοῦ ἐξ ἀρχῆς, ὃ ἀφεῖλεν ἐξ αὐτῆς καὶ κατεδούλωσεν ἐν πάθεσιν ἀτιμίας ὁ τῆς κακίας καὶ ἀπάτης εὑρετής· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ' αὐτὴν, πῦρ ἐκεῖνο τὸ φωτιστικὸν, τὸ ζωοποιὸν, τὸ τῆς θεογνωσίας πῦρ, τὸ τῶν ἀκανθῶν τῆς ἀσεβείας δαπανητικὸν, τὸ τῶν εὐσεβῶν σπερμάτων αὐξητικὸν, τὸ τῶν παρὰ φύσιν τμητικὸν καὶ ἐκριζωτικὸν, καὶ τῶν κατὰ φύσιν ἀγαθῶν φυτουργικὸν καὶ γεωργικὸν, ἵνα ὥσπερ ἑκουσίως τῇ ἀπάτῃ συναπήχθη καὶ τὸν προμεμαρτυρημένον ἐκ παρακοῆς θάνατον αὐθαιρέτως ἐπεσπάσατο ὁ ἄνθρωπος, οὕτως αὖθις ἐκνίψας τῆς καρώσεως ἐπιγνῷ τὸ δέον, καὶ θεῷ διὰ τῆς ἐξαγορεύσεως καὶ τῆς πρὸς αὐτὸν νεύσεως προσοικειωθῇ. 7 Τοῦτο τὸ θεῖον καὶ φωτιστικὸν πῦρ ἀνῆψεν καὶ ἀνεπύρσευσεν πρὸς τὴν τῶν Ἰουδαίων σωτηρίαν καὶ ἐν Λαζάρῳ ὁ Κύριος, ὡς ἀξίαν πίστεως αἴσθησιν παρέχων αὐτοῖς εἰς τὸ σῴζεσθαι. Τοῖς γὰρ ἀπίστοις ἀεὶ τὰ σημεῖα καὶ οὐ τοῖς πιστεύουσιν δίδοται σωτηρίας ἀφορμή. Ἀντιλεγόντων γὰρ αὐτῶν καὶ ἀντιμαχομένων τῇ ἀληθείᾳ, διὰ τῶν θεοδυνάμων ἔργων ἑαυτὸν ἐνεφάνιζεν θεὸν εἶναι ἀναντιρρήτως, ὥς που αὐτός φησιν· «εἰ ἐμὲ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κᾀγὼ ἐν τῷ Πατρί·» τοῦτ' ἔστιν ὡς ἀπαύγασμα ἡλίου ἐν ἡλίῳ καὶ ὡς ὁ ἥλιος ἐν ἀκτῖνι ἀμερίστως καὶ ἀπαραλλάκτως διὰ τὸ ὁμοούσιον καὶ αὐτοσθενές· καὶ ἑτέρωθι· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» καθάπερ ἐν τῷ καρπῷ τὸ δένδρον ἐπιγινώσκεται· καὶ ἀλλαχοῦ· «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» τὸ ἰσότιμον καὶ ἰσοδύναμον ὑπερδεικνύων· ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. 8 «Ἐποίησαν αὐτῷ, φησὶν, δεῖπνον· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ·» μεγαλοπρεπῶς ἄγαν πρὸς πίστωσιν ἀληθινὴν τῆς ἀφαντασιάστου ἀναστάσεως τοῦ σεσωσμένου· οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν σωτήριον αὐτοῦ ἀνάστασιν ἐνεφάνιζεν ἑαυτὸν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς, λαβὼν καὶ φαγὼν ἐν ὀφθαλμοῖς αὐτῶν νόμῳ φύσεως ἀνθρώπων. Διὰ τοῦτο καὶ νῦν ὁ τῷ δεσποτικῷ προστάγματι φύσεως καὶ θανάτου νόμον νικήσας, οὗτος τῷ δεσπότῃ συνεδείπνει, ὁ ἀναστὰς τῷ ἀναστήσαντι συνευφραίνετο, ὁ πηλὸς τῷ πλαστουργῷ συνανέκειτο, ὁ τὸ σκότος ἀποδράσας τῷ φωτὶ συνεώρταζεν, ὁ ἐν δεσμοῖς ἐφαλλόμενος τῷ λύοντι πεπεδημένους ἐν ἀνδρείᾳ συνέχαιρεν, ὁ ἐν αὐταῖς ταῖς ἡνίαις τοῦ θανάτου, λέγω δὴ τοῖς σπαργάνοις, τὸν ᾅδην ῥοιζήματι εὐτόνως ἀπατήσας τῷ ἐγείραντι Κυρίῳ συνειστιᾶτο. 9 Ἀλλ' ἐρῶ πρὸς σέ· διάνοιξον ἡμῖν, ὦ θεία κεφαλὴ, Ἰωάννη, τὰς ἱεράς σου πλάκας· ἀδυνατοῦμεν γὰρ περιδράξασθαι τὸ ἀχανὲς βάθος τοῦ θαύματος. Ναὶ, φησὶν, συνανέκειτο τῷ Ἰησοῦ Λάζαρος, ὁ παλαιὸς καὶ νέος ἄνθρωπος, ὃν ἐκάλεσεν ἐκ τῆς φθορᾶς διὰ λόγου ζῶντος καὶ παντοδυνάμου εἰς ζωήν· συνανέκειτο ὁ νεοπαγὴς ὡσεὶ τίτθῃ τῷ νεὰν γέννησιν ἀνθρώπων ἐν προστάγματι ἀναδείξαντι· νόμος γὰρ τοῖς Ἰουδαίων γεννήμασι ταῖς λεχοῦσι συνανακεῖσθαι ἐμπιμπλαμέναις χαρᾶς. «Ἡ γὰρ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἄνθρωπος ἐγεννήθη εἰς τὸν κόσμον.» 10 Οὕτω καὶ ὁ Κύριος ἡμῶν μέλλων ἐγείρειν ἐξ ᾅδου τὸν Λάζαρον, ἐδάκρυε μὲν ὁ φιλοικτίρμων καὶ κατεσπλαγχνίσθη, τὴν τοῦ ἀνθρώπου φύσιν φθειρομένην ὁρῶν καὶ τοῖς συνελθοῦσιν ἅμα σκυθρωπάζων, ἐνεβριμήσατο δὲ ἀοράτως τῷ
κατέχοντι θανάτῳ καὶ φωνήσας ὁρατῶς τῷ κατεχομένῳ, τὸ μέγα τῆς οἰκείας δυνάμεως ἀπεποίησε σημεῖον, τῆς καθόλου ἀναστάσεως ἐμφανίσας τὸν ἀρραβῶνα. Διὰ τοῦτο συνανεκλίθη τῷ ποιηθέντι εὐφραινόμενος, ὡς πιστοποιήσας διὰ τῶν ἔργων ὅτι αὐτός ἐστιν «ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν»· προαναπεφώνητο γάρ που παρ' αὐτοῦ καὶ τοῦτο διὰ τοῦ προφήτου· «εὐφρανθήσομαι ἐν τῷ ἀγαθοποιεῖν με αὐτοῖς.» 11 Τῷδε τῷ θαύματι καὶ τῇ ἑαυτῶν ἑορτῇ αἱ τίμιαι μαθή τριαι τοῦ Σωτῆρος καὶ τοῦ ἀναστάντος ἀδελφαὶ διηκόνουν, ἡ μὲν τὰ τῆς ὑποδοχῆς, ἡ δὲ τὰ τῆς φιλοθεΐας προσκομίζουσαι. Ἦν γάρ πως ἡ Μάρθα φιλόξενος μὲν ὡς ἀβραμιαία, φιλόπτωχος δὲ ὡς ὁ Ἰὼβ, καὶ φιλόχριστος τὴν ὁμολογίαν ὡς Πέτρος, ἠνεῳγμένην ἔχουσα τὴν τῆς φιλοξενίας ἀγαπητικὴν θύραν παντὶ ἐρχομένῳ· ὅθεν οὐ λεληθότως, οὐδὲ ἐν ἀγνοίᾳ, ὡς πάλαι ὁ Λὼτ, ἀγγέλους ἐξένισεν, ἀλλ' ἐν εἰδήσει ἀγαθῇ καὶ διαθέσει τὸν τῶν ἀγγέλων δημιουργὸν καὶ κύριον ὑπὸ τὴν ὀροφὴν εἰσεδέξατο. Καὶ ἡ μὲν Μάρθα τοιαύτη καὶ τηλικαύτη καὶ ἐν τηλικούτοις. 12 Ἡ δὲ ταύτης ἀδελφὴ Μαρία καὶ αὐτὴ «λαβοῦσα λίτραν μύρου [νάρδου] πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶν αὐτῆς ἀπέμαξεν αὐτοῦ τοὺς πόδας, ἡ δὲ οἰκία ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.» Μύρον εὐσεβείας πνέουσαι αἱ ἅγιαι, μύρου εὐωδίας καὶ τὴν οἰκίαν ἐπλήρωσαν, ἡ μὲν Μάρθα διὰ τῆς ὁμολογίας, ἡ δὲ Μαρία [διὰ] τῆς ἐργασίας. Δεύτερος Πέτρος ἡ Μάρθα· ἐπέπνευσε γὰρ καὶ ταύτῃ ἡ χάρις καὶ διὰ τοῦτο αὐτὴ τὴν τοῦ κορυφαίου ἀνώμβρησε πίστιν. 13 Ἤκουσεν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ, ζήσεται», ἐπέγνω τὸν τῆς ζωῆς χορηγὸν καὶ εὐθυβόλῳ χρησαμένη φωνῇ ἀνέκραγεν· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.» Ἔδει γὰρ τὴν γυναικείαν φύσιν ἐπιγνῶναι καὶ ὁμολογῆσαι τὸν κτίστην καὶ θεόν. Πρῶτον Πέτρος θεοδιδάκτως ὁμολογεῖ, δεύτερον Μάρθα θεομυήτως ἀναφωνεῖ, τρίτον Ἰωάννης ἐν δέλτοις θεοφρόνως καὶ μονογενῶς θεολογεῖ. Πέτρος καὶ Μάρθα· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος·» Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» 14 Πρόσεχε, ἀγαπητὲ, τῷ φωτισμῷ τῆς ἀληθείας, φεῦγε τὸ σκότος τῆς πλάνης. «Σὺ εἶ, φησὶν, ὁ Χριστός»· οὐ ψιλὸς Χριστὸς ἄνθρωπος, ἀλλ' υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σὰρξ ἄτρεπτος δι' ἡμᾶς, ὁ μόνος υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σάρξ· οὐχ εἷς τῶν Ἰουδαϊκῶν χριστῶν, οὐχ εἷς τῶν Ἰουδαϊκῶν καὶ παρεγγράπτων χριστῶν, ἀλλὰ σὺ κατὰ Παυλὸν, «ὁ εἷς Κύριος, ὁ ἐπὶ πάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·» σὺ εἶ μόνος Χριστὸς καὶ υἱὸς μονογενὴς τοῦ θεοῦ, τοῦ ζῶντος· «ἐθεασάμεθα, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας·» 15 σὺ εἶ ὁ πρωτότοκος καὶ ὁ μονογενὴς καὶ μόνος σὺν ἁγίῳ Πνεύματι ὁμοούσιός τε καὶ ὁμότιμος καὶ ἰσοδύναμος τῷ γεγεννηκότι, ἄναρχός τε καὶ συναΐδιος θεῷ Πατρί· σὺ εἶ ὁ Χριστὸς, οὐχ εἷς τῶν ὑπό σου κτισθέντων ἀοράτων καὶ λειτουργικῶν σου δυνάμεων, ἀλλὰ φυσικῶς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. «Οὐ πρέσβυς γὰρ οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, φησὶν, ὡς εἶπεν Ἡσαΐας, ἔσωσεν ἡμᾶς, ἔσωσεν αὐτούς·» ὥστε οὐκ εἰσὶν οἱ ἄγγελοι χριστοί· σὺ εἶ ὁ Χριστὸς τοῦτ' ἔστιν οὐκ ἄνθρωπος Χριστὸς, ἀλλὰ θεὸς Χριστὸς, θεὸς ἐνανθρωπήσας, οὐκ ἄνθρωπος ἀποθεωθεὶς, ἀλλὰ χρίσας τὴν οἰκείαν καὶ ἑκούσιον σάρκωσιν τῇ οἰκείᾳ θεότητι δι' ὃ καὶ εἴρηται· «μῦρον ἐκκενωθὲν ὄνομά σου,» καὶ «εἰς ὀσμὴν μύρων σου ἐκδραμούμεθα·» σὺ εἶ ὁ Χριστὸς ὁ παρὰ πάσης κτίσεως προσκυνούμενος, ὡς εἷς Κύριος καὶ θεὸς, ὡς εἷς Υἱὸς, ὡς εἷς Δεσπότης σὺν Πατρὶ [καὶ] τῷ ἁγίῳ Πνεύματι. 16 Πάλιν ἐπανάξωμεν τὸν λόγον ἐπὶ τὴν καλλίστην ἀδελφότητα τῶν εὐσεβῶν καὶ πιστῶν ἀδελφῶν. Ὦ συμπνοίας τῶν φίλων καὶ θεραπόντων γνησίων
Χριστοῦ Ἰησοῦ ἑνὸς τῆς ἀκτίστου καὶ ὁμοουσίου Τριάδος. Βαβαὶ τῆς ἐντρίτου ἀγαπῆς τὸ ἀρραγὲς σπαρτίον· οὐδὲν τούτους τῆς τοῦ διδασκάλου καὶ δεσπότου ἀγαπῆς ἀπέρρηξεν, οὐκ ἀπιστία Ἰουδαίων, οὐκ ἀπείθεια Φαρισαίων, οὐ Σαδδουκαίων ὑλακὴ, οὐ σκάνδαλα ἱερέων ἀλλ' ἐγκεντρισθέντες ἅπαξ τὴν καλλιέλαιον τῇ πίστει, ἔμειναν ἔγκαρποι, πάσῃ προσβόλῃ ἄσειστοι καὶ ἀτίνακτοι, θεὸν γνωρίζοντες τὸν Χριστὸν, θεὸν καὶ ἄνθρωπον ἀδιαιρέτως καὶ ἀσυγχύτως ὁμολογοῦντες τὸν τοῦ θεοῦ υἱὸν, κηρύσσοντες τὸν Ἐμμανουήλ· 17 καὶ τότε ἔφη πρὸς αὐτὸν ἡ Μάρθα· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.» Τοῦτο Λάζαρος ἐν ἑαυτῷ ἐβεβαίωσεν, ταύτῃ συνταφεὶς τῇ πίστει καὶ ἐλπίδι· ἔτι γὰρ αὐτοῦ ζῶντος καὶ συνικετεύοντος τὸν πανταχοῦ παρόντα αἱ ἀδελφαὶ αὐτοῦ ἐδεήθησαν ὑπὲρ αὐτοῦ λέγουσαι· «Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.» Μαρία δὲ δι' ὦν ἔπραττεν τῇ τε τῆς ἀδελφῆς ὁμολογίᾳ καὶ τῇ τοῦ ἀδελφοῦ πίστει σύμφωνον ἐνεφάνιζεν καὶ τὴν οἰκείαν εὐσέβειαν. 18 Λαβοῦσα γὰρ τὸ μῦρον, οὐ λίθον ἄψυχον εἰς οἶκον θεοῦ ἔχρισεν καθάπερ Ἰακὼβ τῷ ὀφθέντι αὐτῷ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν τὸν Ἠσαῦ, ἀλλὰ τὸν ἐκ τῆς θεοτόκου παρθένου ἑνωθέντα ἔμψυχον ναὸν τῷ ἀκτίστῳ καὶ δημιουργῷ τῶν ἁπάντων θεῷ ἤλειψεν, οὐ μίμημα μόνον ἀποσῴζουσα τῆς πρὸς τὸν Ἰακὼβ ἐν τοῖς οὕτω οἰκειότητος, ὡς ἀψευδὴς θυγάτηρ, ἀλλὰ καὶ ὑπερβαίνουσα πολλῷ πλέω τῇ πίστει καὶ ἐργασίᾳ τὸν πατριάρχην. Καθόσον ὁ μὲν τὴν σκιὰν ἐτύπου, ἡ δὲ τὴν ἀλήθειαν αὐτὴν ἐψηλάφα καὶ προσεκύνει. 19 Φαίνεται γοῦν δὶς τοῦτο ποιήσας ὁ Ἰακὼβ ἔν τε τῷ ἀποδιδράσκειν τὸν πρὸς φόνον ἐξηρτυμένον φθόνον, ἔν τε τῷ ἐπαναλύειν μετὰ τὴν θείαν ἐν Βεθὴλ ὀπτασίαν. Ἀλλ' οὐδ' οὕτως ἐξισοῦται τῇ τῆς θυγατρὸς εὐσεβείᾳ ἐν τούτῳ τῷ μέρει· πλεὸν γὰρ οὐδὲν ἢ λίθον ἀλείφειν εἰς τύπον τοῦ ἀκρογωνιαίου μεμάθηκε λίθου, αὕτη δὲ οὐ μόνον τὸν ἅγιον καὶ ἔμψυχον καὶ θεόκτιστον τοῦ ἀκτίστου καὶ ἀϊδίου θεοῦ ναὸν ἐψηλάφα καὶ ἤλειφεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ ἀμερίστως ὄντα θεὸν σὺν αὐτῷ καὶ δι' αὐτοῦ προσκυνοῦσα, ἕνα Κύριον ἀδιαίρετον ὡμολόγει ἐν τῇ ὁρωμένῃ εὐπρεπείᾳ τὴν ἀόρατον κατανοοῦσα δόξαν, καὶ ἐν ψηλαφωμένῃ σαρκὶ τὸν ἀναφῆ καὶ ἀψηλάφητον καταμανθάνουσα θεὸν Λόγον. 20 Οὐ γὰρ ἐσμίκρυνεν ἐν ὀφθαλμοῖς αὐτῶν τοῦ ἀοράτου θεοῦ τὴν δόξαν ὁ πρὸς ἡμᾶς συσχηματισμὸς αὐτοῦ, οὐκ ἐνύβρισεν ἐν ὀφθαλμοῖς αὐτῶν τὴν μεγαλοπρεπῆ τοῦ θεοῦ ἐξουσίαν τὸ τῆς συνανακλίσεως αὐτοῦ ταπεινὸν, οὐκ ἐμείωσεν τὸ τῆς διανοίας αὐτῶν κριτήριον [πρὸς] τὴν τοῦ ἀπροσίτου ὑπεροχὴν τὸ τῆς σαρκὸς ἀσθενὲς περιβόλαιον, οὐκ ἤμβλυνεν τὸν φόβον καὶ τρόμον τῆς ἀστέκτου δυνάμεως ἡ πρὸς τὴν συγκατάβασιν αὐτοῦ πεπαρρησιασμένη αὐτῶν ἀγάπη, ἀλλ' ἐκ τῶν φαινομένων σημείων ἐπὶ τὸ ἀόρατον ποδηγούμενοι κράτος, περισσῶς ἐθαύμαζον τῆς ἑκουσίου πτωχείας τὸ παράδοξον 21 , καὶ ἐκ τῶν ἐπιτελουμένων λόγων ὑπὲρ λόγον θαυμάτων φωτιζόμενοι τὴν διάνοιαν, καὶ τὸ τῆς κυριότητος ἐξουσιαστικὸν παιδευόμενοι, σφοδρώτερον τὴν φιλάνθρωπον ἐνανθρώπησιν ὑπέφριττον, καὶ τὴν δι' ἁφῆς τῶν κρασπέδων ἐπιδιδομένην τῶν ἰαμάτων φορὰν ἐνο ρῶντες, τὸν ἀνεμποδίστως ἐνεργοῦντα καὶ ἐμβλύζοντα ἐκ τοῦ ἰδίου θησαυροῦ τὰς ἐπικουρίας προσεκύνουν θεὸν, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν κατανοοῦντες τὴν μετὰ τῶν θνητῶν συνδιατριβὴν τοῦ θανάτου ὑπερβαλλόντως ἐξεπλήττοντο. 22 Ὅθεν στοργῇ τὸν φόβον κεράσασαι, εἴχοντο τοῦ ἀκορέστου πόθου, καὶ τὴν διακονίαν τοῦ ἑνὸς καὶ αὐτοῦ ἑνώσει θεοῦ [καὶ] τελείου ἀνθρώπου διειλημμέναι εἰς ἑαυτὰς αἱ ὁμόψυχοι καὶ ὁμόπιστοι, ἡ μὲν τὰ ἀνθρώπινα διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐλειτούργει, ἡ δὲ τὴν θεοτερπῆ καὶ εὐωδεστάτην ὡς κάρπωμα προσῆγεν σπουδὴν, μύρον ἐπιχέουσα ὡς ἐπὶ θυσιαστηρίῳ τῷ ζωηφόρῳ αὐτοῦ ναῷ. Καὶ τοῦτο οὐ παρέργως ἀλλ' ἐπιμελῶς καταφιλοῦσα, καὶ τῷ ἐκ φύσεως περιβολαίῳ
ἐκμάσσουσα τὸ ἁγίασμα, στέφανον δόξης τῇ οἰκείᾳ περιέθηκεν κεφαλῇ, οὐκ ἐξ ὑλῆς φθαρτῆς καὶ γεώδους συγκείμενον, ἀλλὰ τῆς θεϊκῆς λαμπρότητος τὰς μαρμαρυγὰς ἀπαστράπτοντα. 23 Εἰ τοίνυν κατὰ Μωϋσέα «πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται,» τί ἄν τις εἴποι περὶ τῆς ἁψαμένης αὐτοῦ τοῦ Κυρίου τοῦ θυσιαστηρίου, ποίοις λόγοις κατακοσμήσομεν τῶν ἀδελφῶν τούτων τὴν ὁμόπνοιαν; Ναὶ, τούτων τὰ ἔργα νικᾷ πάντα ἐπαινόν. Ἀρκεῖ σοι, Μάρθα, ἡ τοῦ Χριστοῦ ὁμολογία εἰς στέφανον δόξης· ἀρκεῖ σοι, Λάζαρε, τὸ φίλον Χριστοῦ κληθῆναι εἰς περιουσίαν δόξης· ἐξαρκεῖ σοι, Μαρία, ἡ παρὰ θεοῦ ψῆφος. «Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἐξ αὐτῆς·» 24 Μαρία ἡ φιλήσυχος, ἡ ἰδιότροπος μέλισσα, ἡ παρὰ τοὺς λειμῶνας τῶν θείων θεωρημάτων διϊπτα μένη, ἡ μέτοικος καὶ μετανάστις ἀπὸ τοῦ πεφυρμένου βίου γενομένη καὶ πρὸς τὸν ἀτάραχον καὶ εἰρηνικοῖς πρέποντα βίον θεῖον καταντήσασα. «Ἔνθα αὔρα λεπτὴ καὶ ἐκεῖ Κύριος» κατὰ τὸν χρησμὸν Ἡλίου· ἐξ οὗ πηγάζει γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καθὼς γέγραπται ὅτι «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·» ἡ ἀκέραιος περιστερὰ, ἡ ἀναλαβοῦσα ἠρέμα τὰς πτέρυγας καὶ πρὸς τὸν ἤρεμον καὶ εὐδαίμονα τῆς γαλήνης λιμένα καταπαύσασα, δι' ἧς ἐμυήθη τὰ προφήταις καὶ δικαίοις ἐπιθύμητα. Ἰακὼβ ἀποδράσας λόγχην εὐτάραχον ἐν εὐκαιρίᾳ θεοῦ ἐπέτυχεν, καὶ στήλην μνημοσύνου, ὡς πολλάκις εἴρηται, ἤλειψεν· καὶ Μαρία πορρωτάτω διαζευχθεῖσα μιγάδων λογισμῶν καὶ συγκλύδων ἀποδρομῆς τραχυνόντων πως [τὸ] διανοίας τε καὶ νοῦ διειδέστατον κέλλιον, ἀθόλωτος θεοῦ μακαρισμῶν ἤκουσεν, καὶ τὸν ἀκράτητον κρατῆσαι διὰ σαρκὸς ἠξιώθη. 25 Ἀλλ' ἐπιπηδᾷ τῷ λόγῳ ὁ ἐν τυφλώσει Ἰουδαῖος καί φησι· μὴ βλασφήμει, χριστιανὲ, γέγραπται γάρ· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, λέγει Κύριος.» Μενοῦν γε, ὦ ἄφρων, ἐν τῷ σῷ νόμῳ γέγραπται ὅτι εἶπεν Ἰακώβ· «εἶδον θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή·» ζωὴ γὰρ ἀνθρώπου ὅρασις. Καὶ τούτων οὕτως ἐχόντων, οὔτε τὸν σὸν ἀκυρώσω, οὔτε τὸν ἐμὸν ἀμάρτυρον ἐάσω λόγον· οὐσίαν γὰρ θεοῦ κατανοῆσαι ἀδύνατον καὶ ἀμήχανον, θεὸν [δὲ] γνωρισθῆναι ἀνθρώποις ῥᾴδιον αὐτῷ τῷ πάντα δυναμένῳ καὶ τοῖς ἀξίοις ἑαυτὸν ἐμφανίζοντι ὡς βούλεται, γέγραπται γάρ· «ἐγὼ ἐπλήθυνα ὁράσεις καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην.» 26 Εἶδεν τοιγαροῦν θεὸν ὁ Ἰακὼβ, καὶ οὐκ ἐψεύσατο, εἶδεν δὲ ὡς ὁ ὀφθεὶς ηὐδόκησεν ὀφθῆναι· οἶδεν γὰρ θεὸς ἑαυτὸν ἐμφανίζειν [ὡς] βούλεται καὶ τὸ κώλυον αὐτὸν καὶ διεῖργον τὸ κατὰ γνώμην οὐκ ἔστιν, κἂν μὴ χωροῦσιν οὔτε οἱ ἀνώτατοι φέρειν αὐτοῦ τὴν εἰς ἄκρον δόξαν· οὕτω καὶ Μαρία εἶδεν θεὸν ἐνανθρωπήσαντα ἀτρέπτως καὶ ἐπὶ τὸν ἅγιον καὶ συμπροσκύνητον αὐτοῦ ναὸν σπονδὴν εὐωδίας ἔσπεισεν τουτ' ἔστιν αὐτὸ ἐφ' ἑαυτῷ, ἀμέριστος γὰρ ἡ ἕνωσις καὶ ἀσύγχυτον τὸ τῆς εὐσεβείας μυστήριον καὶ ἀδιαίρετος ἡ εἰς τὸν ἕνα τῆς Τριάδος Κύριον Ἰησοῦν Χριστὸν ὁμολογία. 27 Σὺ δὲ, ὦ ἀγαπητὲ, μὴ ξενίζου ἀκούων ξένον τι καὶ ἀπηχὲς παρὰ τῶν ξένων τῆς ἀληθείας· ἀδελφοὶ γάρ εἰσι τοῦ τυφλοῦ καὶ προδότου Ἰοῦδα, ἐπιμεμψαμένου ἀφρόνως τὴν θεά ρεστον τοιαύτην πρόθεσιν ἐν τῷ δείπνῳ. Ἀλλὰ τί πρὸς τοῦτον ἡ ἀδέκαστος ψῆφος; Τὸν μὲν Ἰοῦδαν ἐξελέγχει ὡς κλέπτην, τὴν δὲ ἀποδέχεται ὡς φιλόθεον, καὶ εὐεργεσίαν τὸ τελούμενον ἀναγορεύει καὶ τοῖς ἐπιφερομένοις ἀντιπαρατάττεται, καί φησι καὶ ταῦτα διὰ Ματθαίου τοῦ εὐαγγελιστοῦ· «τί κόπους παρέχετε τῇ γυναικί· ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.» Καὶ ἀντιταλαντεύω τῇ ἀγαπήσει τῆς τοιαύτης ἐργασίας τὴν αἰώνιον μνήμην· «ὅπου γὰρ ἂν κηρυχθῇ τὸ
εὐαγγέλιον τοῦτο τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.» 28 Καὶ ἄξιον τῆς σπορᾶς καὶ τὸ θέρος τῆς Μαρίας, ἐπαξία τῆς ἀγαθῆς προθέσεως καὶ ἡ ἐπικαρπία· ἐτάχυνεν πληρῶσαι τὴν γραφὴν, προκατελείφθη ὑπὸ τῆς καταστεφούσης θείας χάριτος· ἔμαθεν τὰ ἐν προφήταις ᾀδόμενα, ἐπέγνω καὶ τῆς προφητείας τὴν εὔκαιρον ἔκβασιν· ἤκουσε Σολομῶντος ᾄδοντος ὡς «οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμήν·» καὶ συνῆκεν τὸν ὑπὸ οἰκέτου βασιλέως προμηνυθέντα βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων· 29 ὅθεν μηδὲν μελλήσασα ἔργον, τὴν μάθησιν ἐξετέλεσεν, καὶ τῷ ἀνενδεεῖ τὰ προκεχρηματισμένα προσκομίσασα, τὴν εὐκλεῆ καὶ ἀπαραλόγιστον ἀπηνέγκατο ψῆφον· μεθ' ἧς γένοιτο πάντας ἡμᾶς ἕνα καὶ τὸν αὐτὸν γινώσκειν καὶ προσκυνοῦντας Κύριον πρὸ αἰώνων συναιδίως τε καὶ συνανάρχως ἀφραστῶς τε καὶ ἀρρεύστως ἐκ Πατρὸς τουτ' ἔστιν ἐκ τῆς ἀκτίστου οὐσίας γεννηθέντα, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς ἀχράντου παρθένου ἀμεταβλήτως καὶ ἀσυγχύτως ὑπὲρ ἔννοιαν καὶ λόγον σαρκωθέντα, τυχεῖν τοῦ παρ' αὐτοῦ μακαρισμοῦ ἐν ἐλέει καὶ ζωῇ τῇ ἀπεράντῳ ὅτι αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς ἀγηράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Ecclesiasten (fragmenta e catenis) 79 Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· προαίρεσις γάρ ἐστι ποία νοῦ κίνησις· καὶ ὁ Δαυῒδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· καὶ ἐν ταῖς Βασιλείαις· οὐκ ἐλύπησε, φησὶ, Δαυῒδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ. 80 Ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν· ἧς περισσεύειν εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται· παυσαμένης γὰρ τῆς ἐνεργείας, ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς ταμιεύεται. Οὐδὲ ὑπολείπεταί τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον παρελθούσης τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας.
In Genesim de creatione [Sp.] (fragmenta) 85 Καὶ γὰρ ἐκ πολλῶν τρόπων ἔστι διαγνῶναι, φησὶν ὁ Πατὴρ, τούτων τῶν ζῴων καὶ πετεινῶν τὸ διάφορόν τε καὶ ἀνόμοιον· πρῶτον διὰ τοῦ εἰπεῖν καὶ ἔπλασε κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι· οὐ γὰρ εὑρίσκομεν πλάσμα Θεοῦ εἶναι εἰ μὴ τὸν ἄνθρωπον· πάλιν καὶ διὰ τοῦ λέγειν τὸ ἔτι, δείκνυσιν ἡ γραφὴ ἔτερά τινα ἐνταῦθα ζῷα προφητεύεσθαι καὶ πετεινὰ παρὰ τὰ πρότερα οὔτε γὰρ γέγραπται τὰ πρῶτα πετεινὰ ἐκ γῆς γενόμενα, ἀλλ' ἐξ ὑδάτων· ταῦτα δὲ ἐκ γῆς ἐγένοντο, μᾶλλον δὲ ἐπλάσθησαν ἰδιοχείρως παρὰ Θεοῦ καὶ οὐ κατὰ πρόσταξιν. Ὡσαύτως καὶ διὰ τοῦ λέγειν πάντα τὰ πετεινὰ καὶ πάντα τὰ θηρία νῦν ὑπὸ Θεοῦ πλασθῆναι οὐ δίδωσι ἡμῖν χώραν τοῦ ὅλως εἰπεῖν ὅτι μὲν ἐγένοντο πρότερον, μέρος δὲ νῦν ὅθεν οὔτε περὶ σπερμοφάγου βρώσεως ἐν τούτοις τι διακελεύεται ὁ Θεός· τὰ γὰρ εἰς παράδεισον εἰσερχόμενα οὐ χόρτον ἐσθίει, ἀλλὰ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ πρό γε πάντων ἐκ τοῦ ξύλου τῆς ζωῆς Χριστοῦ τοῦ ζωοποιοῦντος καὶ ταῦτα τὰ ζῷα ἔστιν εἰπεῖν ὅτι ἔθνη εἰσὶ ταῦτα τὰ θηρία τὰ ἐν τῇ Ἐκκλησίᾳ ὑπὸ Θεοῦ συναχθέντα ἢ ὅτι ἱππὼν καὶ συβόσιον καὶ καμηλοστάσιον καὶ οἰοτρόφυον (...) σήμερον ὁ παράδεισος ὑπάρχει.
86 Οὐχ οὕτως, ὦ φιλόσοφε, ἀλλ' ἢ τὸ εἰπεῖν τὸν Θεόν· ἀρχέτωσαν πάσης τῆς γῆς, καὶ τὸ· κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ, τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπο κατ' εἰκόνα Θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς. Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἶναι τὸ κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπόν φημι. 87 Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλὰ πρὸς τίνα ἔφη· ζητήσωμεν, φιλόσοφε; ἐν τῷ γὰρ εἰπεῖν· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν γὰρ· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον, ἐπήγαγε λέγων· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρρεν καὶ θῆλυ ἐποίησε αὐτούς. Ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει.
Ὡς γὰρ Θεὸς ὁ Πατήρ ἐστιν ὁ εἰπών· ποιήσωμεν ἄνθρωπον, οὕτω Θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε εἰπόντος· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. Τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος παρίστησιν ἡ φωνή· ἡ γὰρ τοῦ Θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι, πῦρ οὖσα τῇ φύσει.
In Joseph (fragmenta) ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ 72 Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσθη σου τῆς εὐμορφίας ἡ τούτου γυνή. Θεῖος οὐ δήπου προέγραφεν νόμος φάσκων· οὐ μοιχεύσεις, πόθεν ὁρμώμενος ἐπίταγμα νόμου περιεποίεις ἄγραφον; Ἀλλὰ δεσπότην ἐδεδοίκεις, ὀνόματι καὶ τῷ δοκεῖν ἄνδρα γυναικὸς ἐπιγραφόμενον ἀσῴτου (πῶς γὰρ οἷόν τε ἦν ἀνθρώπῳ σπάδοντι γυναῖκα νομίμου γάμου συζυγίᾳ λαβεῖν; ἀλλὰ συνοικοῦσα δῆλον καὶ τῆς οἰκίας αὐτοῦ προστάτις οὖσα τοὔνομα μόνον τῆς κηδεμονίας ἐδόκει φρουρεῖν). Ἄρ' οὖν ἐταμιεύου καθαρᾷ συνειδήσει τῷ κτησαμένῳ συνεῖναι, μηδὲ τὸ λεγόμενον ὀνόματι πρᾶγμα χρᾶναι βουληθείς, ἑαυτῷ δὲ φυσικὸν ἐκδικῆσαι νόμον, ἐπειράθης ὑπερβολῇ σωφροσύνης ἀσκούμενος. 73 Ῥουβὴν καὶ Ἰούδας ἄριστα συνεβουλευσάτην, ἄλλως μέντοι, πρὸς ἄνδρας γὰρ εἶχον ἀνημέρους. Οἱ γὰρ ἀμφὶ τὸν Συμεῶνα καὶ τὸν Λευῒ, οὐ μετρίως ἀπογευσάμενοι τῆς ἀνδροφονίας, ἐν συνηθείᾳ μὲν ἤδη ποτὲ τοῦ πράγματος ἐγεγόνεισαν, ἕρπειν δὲ περὶ τὰς τοιαύτας ὠρέγοντο κνίσας ἰχνευτικῶς, οὕτω δὲ τολμηροὶ καὶ προπετεῖς ἦσαν ἄνδρες ὥστε μόνοι τοὺς Σικιμίτας ἀπέσφαζον ἐθνηδόν.
In Proverbia (fragmenta) 75 Διὰ τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦ Χριστοῦ κηρύττει μελῶν. 76 Τὸν Χριστὸν λέγει Σοφίαν, τὴν αἰσθητὴν αὐτῆς εἰκόνα, διαγράφων τὴν ὁρατὴν φρόνησιν τήν τε ἐμπορίαν αὐτῆς <πρὸ> πάντων ἀσπαστέαν σημαίνων· καὶ οὐδὲν αὐτῇ κακίας εἶδος ἢ πανουργίας ἀντιτασσόμενον ἰσχύει· τοῖς γὰρ ἐρῶσιν αὐτῆς πρόδηλον γνώρισμα παριστῶν, ἐκβοᾷ μετ' εὐφημίας· εὔγνωστός ἐστι πᾶσι, καὶ πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς. 77 Ὁ μὲν γὰρ στρατηγὸς πόλιν ἅπαξ ἑλὼν ὡς ἠβουλήθη διέθηκεν, ὁ δέ γε τῶν παθῶν ἡνίοχος ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν τῇ ζωῇ· ὁ γὰρ ἐμφύλιος πολέμιος πάντως τοῦ ἔξωθέν ἐστι χαλεπώτερος, ὡς ὅ γε πορθήσας ἀπεμερίμνησεν, ὁ δὲ πρὸς ἄπαυστον ἐχθρὸν ἔχων ἀγωνίζεται. Μέγα τοίνυν κατόρθωμα τὸ κρατεῖν ὀργῆς καὶ μέγα στρατήγημα κατὰ τοῦ πνεύματος τῆς ὀργῆς. 78 Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ περὶ πονηρᾶς ἐπιθυμίας· ὅταν γὰρ ὁ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία ὃ λέγει στόμα μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδονι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ.
In Samaritanum (fragmenta e cod. Paris. gr. 1115) ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΝ 74 Ἡμεῖς οὖν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν τοῦ Κυρίου ἐνοπτριζόμεθα παναγίαν σάρκα διὰ τῆς ἐν εἰκόνι μορφῆς. Τὸ γοῦν τῆς ψυχῆς ὄμμα ἀθόλωτον ἔχοντες, πρὸς τὸ τῆς πρωτοτυ[πωθείσης] εἰκόνος μόρφωμα προσβλέποντες, δοξάζωμεν τὸ τῆς εἰκόνος ἀρχέτυπον.
In inscriptione titulorum (fragmenta) ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΗΣ ΣΤΗΛΟΓΡΑΦΙΑΣ 7 Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν ἰδέας· οὐ γὰρ ἂν τὴν τοῦ Ἰακὼβ ἀποδεχόμενος εὐφήμως, ἐπετίμα τὰς τῶν ἐναντίων ὡς ἀσεβῶς ἱδρυμένας· ἀλλ' ἐκεῖναι μὲν εἰδωλολατρείας ἐκτυποῦσι φάσματα δαιμονιώδη κακοδόξως· ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ, οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνει πραγματείαν· ὁ γάρ τοι δίκαιος ἀνὴρ, ἐνηχηθεὶς ἁγίῳ Πνεύματι, πρῶτον μὲν αὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς, ὅπερ ἐστὶν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικηφόρον τοῦ σταυροῦ τρόπαιον, κλίμακι προσεμφερῶς ἀπεικαζόμενον, ἱστορεῖ. Τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν. Ἔστι γοῦν ἐννοοῦντας ἰδεῖν ὅπως ὀνόματι μὲν αὐτὰ τὰ τῶν πειρασμῶν πάθη κλιμακτῆρας ἔσθ' ὅτε κικλήσκουσί τινες ἀμφικρήμνους ἀναβάσεις ὑπεμφαίνοντα καὶ καταβάσεις, σχήματι δὲ τῷ σταυρῷ προσέοικεν ὀλίγως πως ἡ κλῖμαξ, ὀρθίοις τε καὶ πλαγίοις ἁρμοσθεῖσα ξύλοις.
Ὡς οὖν ἱστόρησε τὴν τοιαύτην ὀπτασίαν, τὸν λίθον ἄρας, ἐφ' ᾧ τὴν κεφαλὴν ἀνακλίνας ἡσύχασεν, ἔστησε μὲν αὐτὸν εἰς στήλην ὑπόμνημα τῆς ἱστορίας, εἰκόνα δὲ τοῦ φανέντος αὐτῷ προσώπου χαρακτηρίζων, ἐν ᾧ μνήμης ἀνανέωσιν ἵδρυσεν, οἶκον δὲ Θεοῦ προσειπὼν αὐτὸν, ᾐνίττετο τὸν τοῦ Θεοῦ Λόγου ναὸν ὡς καὶ αὐτὸς ἐξέφηνεν ὁ τοῦ Παντοκράτορος Υἱός· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἤδη δὲ καὶ πύλην ὠνόμασεν οὐρανοῦ τὸν αὐτὸν, ἐπειδὴ διὰ τῆς τοῦ Χριστοῦ ναουργίας τὸ σῶμά τε καὶ ψυχὴν καθαριζόμενοι, τῇ θείᾳ δυνάμεθα προσιέναι φύσει. Τοιγαροῦν οὐδὲ τὸ ἔλαιον ἀργῶς ἐπὶ τὸ ἄκρον ἐπέχεε τῆς στήλης· ἀλλὰ τοῦτο μὲν ἐκείνου δηλωτικὸν ἦν οὗ διεπράττετο σπουδαίως ἡ Μαρία, μύρον ἐξ ἄκρων ἐπιχέουσα τοῖς τοῦ Χριστοῦ ποσίν· αὐτὸ δὲ πάλιν ἐτύγχανεν ἐκεῖνο μήνυμα τῆς ταφῆς, ὡς αὐτὸς ἐσαφήνισεν ἀναφανδὸν ὁ Κύριος· ὁ δὲ λίθος οὗτος εἰκονίζει τὸν ἀκρογωνιαῖον ἐκεῖνον λίθον, ὃν ἀπεδοκίμασαν μὲν οἰ οἰκοδομοῦντες, εἰς γωνίας δὲ κεφαλὴν ἐγένετο. 8 Δύο ἔθνη καὶ δύο λαοὺς αἱ θεῖαι δηλοῦσι γραφαί. Καὶ τούτου μάρτυς Μωϋσῆς· ἐν τῇ κοσμοποιΐᾳ γοῦν τὸν τῆς Ῥεβέκκας διηγούμενος βίον, λέγει μὲν ὅπως ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου περὶ ὧν εἶχε συλλαβοῦσα.
Τηνικαῦτα δέ φησι· ὁ Κύριος εἶπεν αὐτῇ· δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Πολλὰ μὲν γὰρ ἔθνη καὶ πολλοὶ τυγχάνουσι λαοὶ, δύο δὲ τούτους ἐξαιρέτως ὀνομάζουσι λαοὺς, οἳ τὸ δόγμα τῆς εὐσεβείας ἐγχειρισθῆναι κατηξιώθησαν, –οὔτε δὲ σχισμάτων, οὔτε αἱρέσεων, οὔτε ἐναριθμίων μέμνηται–ἀλλὰ δύο μέν εἰσι λαοὶ πολλαχοῦ γῆς ἐκτεταμένοι, Χριστιανῶν τε καὶ Ἰουδαίων. Ὁ δὲ μείζων τοῖς χρόνοις αὐχῶν εἶναι, λειπόμενος ἀρετῇ δουλεύσει τῷ νεωτέρῳ· δουλεύσεται γὰρ ἄφρων, ἔφη, φρονίμῳ. 9 Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν τοῦ ἁγίου καθέζεσθαι, δηλῶν ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ Πνεύματι διὰ τὸν οἰκοῦντα Θεὸν ἐν αὐτῷ διηνεκῶς.
Oratio in illud: Dominus creavit me initium viarum suarum (fragmenta) Ο ΛΟΓΟΣ Ο ΕΙΣ ΤΟ· ΚΥΡΙΟΣ ΕΚΤΙΣΕ ΜΕ ΑΡΧΗΝ ΟΔΩΝ ΑΥΤΟΥ 18 Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ Λόγος, ἀφ' οὗ διὰ τῆς μητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, συνέστηκεν ὅτι γέγονεν ἐκ γυναικός. Εἰ δὲ Λόγος καὶ Θεὸς ἦν ἀνέκαθεν παρὰ τῷ Πατρὶ καὶ τὰ σύμπαντα δι' αὐτοῦ γεγενῆσθαί φαμεν, οὐκ ἄρα γέγονεν ἐκ γυναικὸς ὁ ὢν, καὶ τοῖς γεννητοῖς ἅπασιν αἴτιος ὤν· ἀλλ' ἔστι τὴν φύσιν Θεὸς αὐτάρκης, ἄπειρος, ἀπερινόητος· ἐκ γυναικὸς δὲ γέγονεν ἄνθρωπος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ Πνεύματι παγεὶς ἁγίῳ. 19 Ναὸς γὰρ κυρίως ὁ καθαρὸς καὶ ἄχραντος, ἡ κατὰ τὸν ἄνθρωπόν ἐστι περὶ τὸν Λόγον σκηνὴ, ἔνθα προφανῶς σκηνώσας ᾤκησεν ὁ Θεός. Καὶ ταῦτα οὐκ ἐκ τῶν εἰκότων φαμέν· τούτου γὰρ ὁ φύσει τοῦ Θεοῦ Υἱὸς, τὴν λύσι καὶ ἀνάστασιν προαγορεύων τοῦ νεὼ, ἀναμφιβόλως ἡμᾶς διδάσκων ἐφοδιάζει, τοῖς μιαιφόνοις φάσκων Ἰουδαίοις· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ Λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε.
21 Οὐ γὰρ εἶπεν ὁ Παῦλος συμμόρφους τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, ἄλλο μέν τι δεικνύων τὸν Υἱὸν εἶναι, ἄλλο δὲ τὴν εἰκόνα αὐτοῦ. Ὁ μὲν γὰρ Υἱὸς, τὰ θεῖα τῆς πατρῴας ἀρετῆς γνωρίσματα φέρων, εἰκών ἐστι τοῦ Παρτός· ἐπειδὴ καὶ ὅμοιοι ἐξ ὁμοίων γεννώμενοι, εἰκόνες οἱ τικτόμενοι φαίνονται τῶν γεννητόρων ἀληθεῖς. Ὁ δὲ ἄνθρωπος ὃν ἐφόρεσεν, εἰκών ἐστι τοῦ Υἱοῦ, τοῦ καὶ ἐξ ἀνομοίων κηρογραφεῖσθαι χρωμάτων εἰκόνας· καὶ τὰς μὲν εἶναι θέσει χειροτεύκτους, τὰς δὲ φύσει καὶ ὁμοιότητι γεγενημένας. Ἄλλως τε καὶ αὐτὸς ὁ τῆς ἀληθείας τοῦθ' ὑπαγορεύει θεσμός. Οὐ γὰρ τὸ ἀσώματον τῆς Σοφίας Πνεῦμα σύμμορφον τοῖς σωματικοῖς ἀνθρώποις ἐστίν, ἀλλ' ὁ τῷ Πνεύματι σωματοποιηθεὶς ἄνθρωπος χαρακτὴρ, ὁ τοῖς· ἄλλοις ἅπασι ἰσάριθμα μέλη φορῶν, καὶ τὴν ὁμοίαν ἑκάστοις περιβεβλημένος ἰδέαν. 22 Ὅτι δὲ τὸ σῶμα λέγει σύμμορφον τοῖς ἀνθρωπίνοις εἶναι, σαφέστερον ἡμᾶς διδάσκει Φιλιππησίοις ἐπιστέλλων· Ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
PG 18:789Εἰ δὲ τὸ ταπεινὸν μετασχηματίζων τῶν ἀνθρώπων σῶμα, σύμμορφον τῷ ἰδίῳ σώματι κατασκευάζει, ἕωλος πανταχόθεν ἀποδέδεικται ἡ τῶν ἐναντίων συκοφαντία. 23 Ἀλλ' ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς ὁ ἄνθρωπος ἐκ γυναικὸς λέγεται γεγονέναι, οὕτω δὴ καὶ ὑπὸ νόμον γεγενῆσθαι γράφεται τῷ διὰ τῶν νομικῶν ἔσθ' ὅτε βαδίσαι μηνυμάτων. Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λοῦκας. Εἰς δὲ τὸ ἱερὸν ἀνῆγον μετέπειτα παραστῆσαι τῷ Κυρίῳ, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφορὰς, τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Εἰ τοίνυν τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, καὶ περιτομὴν ὀκταήμερον ἐφόρει, ταύτῃ καὶ ὑπὸ νόμον αὐτὸν οὐκ ἀπεικότως γεγενῆσθαι γράφει. Οὔτε δὲ ὁ Λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζουσιν αὐτὸς ὢν ὁ νόμος, οὔτε ὁ Θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα, καὶ ἁγιάζων.
Ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε, καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθεὶς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμεινε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοῦς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς. 24 Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαριὰμ ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν ἀνθυπενέγκας ἐκφωνεῖ· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Τὸ δὲ· οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, οὐκ ὁ Λόγος ἔφασκε καὶ θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ Πατρὸς, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα Σοφία· ἀλλ' αὐτὸς ὁ ἐκ παντοδαπῶν ἡρμολογημένος μελῶν ἄνθρωπος τοῦτο ἐπέφηνεν, ὁ ἐκ τῶν νεκρῶν ἐγερθεὶς, καὶ οὐδέπω μὲν πρὸς τὸν Πατέρα μετὰ τὸν θάνατον ἀνελθὼν, ταμιευόμενος δὲ αὐτῷ τῆς προόδου τὴν ἀπαρχήν.
25 Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων· ἐπειδὴ καὶ Κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτὸν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν Κύριον ἐποίησε, καὶ οὐ τὴν Σοφίαν, οὐδὲ τὸν Λόγον, τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας. 26 Εἰ γὰρ ἀσώματός ἐστιν οὔτε ἁφῇ χειρῶν ὑποπίπτει, οὔτε αἰσθητοῖς ὄμμασι περιλαμβάνεται· οὐ τρῶσιν ὑπομένει, οὐχ ἥλοις προσηλοῦται, οὐ θανάτῳ κοινωνεῖ, οὐ κρύπτεται γῇ, οὐ τάφῳ κατακλείεται, οὐκ ἐκ μνημάτων ἀνίσταται. 27 Οὐδεὶς αἴρει τὴν ψυχὴν ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα Θεὸς, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναντιρρήτων δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστήσατο νεουργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ Πατρὶ τὰς τοῦ Υἱοῦ μεγαλουργίας.
Οὔτε γὰρ Υἱὸς ἄνευ τοῦ Πατρὸς δημιουργεῖ, κατὰ τὰς ἀρραγεῖς τῶν ἱερῶν γραμμάτων ἀποφάσεις. Τούτου γὰρ δὴ χάριν, τότε μὲν ὁ θειότατος Γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται· τότε δὲ ὁ Υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν. Εἰ οὖν ἐκ τῶν προεξητασμένων ἀπαθὲς δέδεικται τὸ θεῖον τοῦ Χριστοῦ Πνεῦμα, περιττῶς τοῖς ἀποστολικοῖς ἐπισκήπτουσιν ὅροις οἱ ἐναγεῖς. Εἰ γὰρ ὁ Παῦλος ἔφρασε τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι, σαφῶς εἰς τὸν ἄνθρωπον ἀφορῶν, οὐ παρὰ τοῦτο δεήσει πάθος τῷ θείῳ προσάπτειν. Τί οὖν τοῦτο συνάπτουσι πλέκοντες, ἐξ ἀσθενείας ἐσταυρῶσθαι λέγοντες τὸν Χριστόν; 28 Εἰ δὲ δὴ καὶ ἀσθενείας εἶδος περιάπτειν αὐτῷ προσῆκον ἦν, τῷ ἀνθρώπῳ ταῦτα προσαρτᾷν ἀκόλουθον εἶναι φαίη τις ἂν, οὔτι γε δὴ τῷ πληρώματι τῆς θεότητος, ἢ τῷ ἀξιώματι τῆς ἀνωτάτω Σοφίας, ἢ τῷ ἐπὶ πάντων κατὰ τὸν Παῦλον γραφομένῳ Θεῷ. 29 Οὗτος μὲν δὴ τῆς ἀσθενείας ὁ τρόπος, δι' ὃν εἰς θάνατον γράφεται κατὰ τὸν Παῦλον ἀφῖχθαι· Ζῇ γὰρ ἐκ δυνάμεως Θεοῦ, τῷ θείῳ Πνεύματι δηλονότι συνδιαιτώμενος ὁ ἄνθρωπος· ἐπειδὴ καὶ δύναμις ὑψίστου ὁ ἐν αὐτῷ πιστευόμενος κατὰ τοὺς φθάσαντας ὅρους ἀποδέδεικται.
30 Εἰ δὲ τῆς παρθενικῆς ἐπιβατεύσας μήτρας οὐκ ἐμείωσε τὴν ἐξουσίαν, οὐδὲ τῷ ξύλῳ τοῦ σταυροῦ προσπαγέντος τοῦ σώματος, χραίνεται τὸ Πνεῦμα. Τὸ μὲν γὰρ σῶμα μετάρσιον ἐσταυροῦτο, τὸ δὲ θεῖον τῆς Σοφίας Πνεῦμα καὶ τοῦ σώματος εἴσω διῃτᾶτο, καὶ τοῖς οὐρανίοις ἐπεβάτευε, καὶ πᾶσαν περιεῖχε τὴν γῆν, καὶ τῶν ἀβύσσων ἐκράτει, καὶ τὰς ἑκάστων ψυχὰς ἀνιχνεύων διέκρινε, καὶ πάντα ὁμοῦ συνήθως οἷα Θεὸς ἔπραττεν. Οὐ γὰρ εἴσω τῶν σωματικῶν ὄγκων ἡ ἀνωτάτω Σοφία καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι τῶν μὲν ἀγγείων εἴσω κατακλείονται, περιέχονται δὲ μᾶλλον ἢ περιέχουσι τὰς θήκας. Ἀλλὰ θεία τις οὖσα καὶ ἀνέκφραστος δύναμις, τὰ δ' ἐνδοτάτω καὶ ἐξωτάτω τοῦ νεὼ περιλαμβάνουσα κραταιοῖ, κἀντεῦθεν ἐπέκεινα διήκουσα, πάντας ὁμοῦ τοὺς ὄγκους κρατεῖ περιέχουσα. 31 Εἰ δ' ὁ ἥλιος, σῶμα ὢν ὁρατὸν, καὶ αἰσθήσει καταληπτὸν, τοσαύτας καὶ τοιαύτας πανταχοῦ γῆς ὑπομένων αἰκίας, οὐ μεταβάλλει τὴν τάξιν, οὐδὲ αἴσθηται μικρᾶς ἢ μεγάλης πληγῆς, τὴν ἀσώματον Σοφίαν οἰόμεθα χραίνεσθαι, καὶ μεταλλάττειν τὴν φύσιν, εἰ ὁ ναὸς αὐτῆς σταυρῷ προσηλοῦται, ἢ λύσιν ὑπομένει, ἢ τρῶσιν ὑφίσταται, ἢ διαφθορὰν δέχεται; Ἀλλὰ πάσχει μὲν ὁ νεὼς, ἡ δὲ ἀκηλίδωτος οὐσία παντάπασιν ἄχραντος τὴν ἀξίαν καθέστηκεν.
32 Βαδιοῦμαι δὲ ἐντεῦθεν ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα. Τί οὖν; ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων (τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐκ οἷός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον), ὡς δὲ ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς Εὐσεβίου προὐβάλλετο βλασφημίας. Ἐπὶ πάντων δὲ ἀναγνωσθὲν, αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτηκόοις προὐξένει, αἰσχύνην δὲ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν. Ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ παρανόμου γράμματος διαρραγέντος ὑπ' ὄψει πάντων ὁμοῦ τινες ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. Οἱ δ' Ἀρειομανῖται δείσαντες μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακισθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί. Τῶν δὲ προεδριῶν διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν λαμβάνειν, τότε μὲν λεληθότως, τότε δὲ προφανῶς τὰς ἀποψηφισθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις.
Βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι τοὺς ἐφόρους· καὶ ταύτῃ τοὺς τῆς εὐσεβείας κήρυκας ἐκπολέμουσιν. Οὐχ οὕτως δὲ πιστεύομεν, ὡς ἀνθρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου. Κἂν γὰρ πάλιν ἰσχύσωσι, πάλιν ἡττηθήσονται κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαΐαν.
Oratio in inscriptione psalmorum graduum (fragmenta) Ο ΛΟΓΟΣ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΑΝΑΒΑΘΜΩΝ 33 Δόξαν δὲ ἐπίκτητον ὁ Πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερινόητος ὢν, ἀπροσδεὴς κάλλους καὶ παντοίας εὐπρεπείας. Ἀλλ' οὐδὲ ὁ Λόγος αὐτοῦ, Θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, δι' οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆς ἄπειρα μεγέθη καὶ πᾶσαι συλλήβδην τῶν γενητῶν ὕλαι τε καὶ συστάσεις· ἀλλ' ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων. 34 Οἱ δὲ φθόνῳ τὸ μῖσος ἀράμενοι κατ' αὐτοῦ καὶ πεφραγμένοι πολεμίᾳ παρατάξει σκορπίζονται, τοῦ Λόγου τε καὶ Θεοῦ τὸν ἑαυτοῦ ναὸν ἀξιοπρεπῶς ἀναστήσαντος.
Orationes contra Arianos (fragmenta) ΟΙ ΛΟΓΟΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ 54 Ἀλλ' οἱ παράδοξοι τῆς Ἀρείου θυμέλης μεσόχοροι τὸ μὲν ἁμαρτίαν πεποιηκέναι τὸν Χριστὸν φράζουσι· 55 Τὸ δὲ ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, οὔτε ἐν μνήμῃ φέρουσιν οὔτε τοῖς τῆς γλώττης ὀργάνοις ἐκφωνοῦσιν. Ἀλλὰ ὥσπερ δεινοὶ συκοφάνται καὶ κατήγοροι ἀκρωτηριάσαντες τὸ χωρίον, τὸν ἀγῶνα τῆς κατηγορίας ποιοῦνται. 56 Δεῖ δὲ φιλαλήθως τοὺς ἐννόμους ἀγωνιστὰς πάντα συμπεριλαβόντας ἀπαραλείπτως, ἀλλὰ μὴ πρὸς ἀπάτην μέρος μὲν ἀποσιωπᾶν, μέρος δὲ ἀποσπῶντας προφέρειν. 57 Εἰ γὰρ κτιστὸς οὐκ ἄρα γεννητός· εἰ δὲ γεννητὸς, οὐ κτιστός· ἐπεὶ μηδὲ οἷόν τε περὶ τὴν αὐτὴν φύσιν ἑκάτερον στρέφεσθαι τὸ γένος. 58 Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἐπιδέχεται, πᾶν τὸ τέλος ἐπιδεχόμενον φθορᾶς ἐστιν δεκτικόν.
Sermo catecheticus [Sp.] (fragmentum) ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ 81 Ἐνέργεια φυσική ἐστιν ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Ἐνέργειά ἐστι φυσικὴ ἡ δηλωτικὴ πάσης οὐσίας δύναμις.
̓Εκ τοῦ πανεκκλησιαστοῦ῾φραγμεντἀ Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας ἐκ τοῦ Πανεκκλησιαστοῦ· Φανερὰν μὲν αἰσχύνης μοῖραν ὑπέστησαν ὁπηνίκα, τὰς μιαιφόνους ὁπλίσαντες χεῖρας, τὸ ἄχραντον αἷμα προύχεον. Αὐτίκα δὲ τὸ καταπέτασμα τοῦ ναοῦ διῃρέθη καὶ ἐτέμνετο διχόθεν διὰ τὰς τῶν πολυπροσώπων δραμάτων ὑποθέσεις. Ἐπτοήθησαν δὲ οἰκείως τοῖς δείμασιν ἐκπληττόμενοι καὶ παντοδαπῶν σκηπτῶν θεώμενοι συνδρομάς. Ἑάλωσαν δὲ σαφῶς ὁπότε τὸν θεῖον ἀποκτείναντες λόγον σταυρῷ προσήλωσαν.
PG 18:674
PG 18:675
PG 18:676
Page scan enlarged

Notebook

Full View