Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1013–1014page 1 of 4
Notitia
PG 161:1013Ἱερωνύμῳ και Γυρίνῳ χρώμενος διδασκάλοις, εὖ ἔχοι· οἵ τε γὰρ λόγο: ἄνδρα τῶν ἐλλογίμων σε ἀπο δείξουσιν· οἵ τε ἄνδρες αὐτοὶ σοφοί τέ εἰσι καὶ λό γιοι καὶ ἐμοὶ φίλοι. Τήρει δὲ καὶ τὴν πρὸς Λωδόβι κον συνήθειαν· ἔστι γὰρ ἡ νέος ἀγάπης ἄξιος καὶ ἐπαίνου. καὶ τιμὰς φέρει ῥᾳδίως, καὶ εὐδαίμονα τὸν ἄνξανίᾳ νῦν διατρίβεις, περί λόγους σπουδάζων, καὶ θρωπον ἀποδείκνυσι, καν γυμνός τις ἐν ἀλλοδαπῇ γένηται καὶ ἐν ἀλλοφύλοις ἀνθρώποις οἰκῇ, οἷα δὴ καὶ τὰ περὶ Ὀδυσσέα λεγόμενα· κακία δὲ τὸν ἔχοντα καὶ ζῶντα κακοδαίμονα ἀποβουκολεῖ, καὶ τι λευτήσαντα ἐν ᾅδου κολάζει. Μὴ οὖν σύγε κακὸν τὴν κακίαν τοιοῦτο αἱροῦ πρὸ τῆς ἀρετῆς· ἀλλὰ τὴν βελτίω προτιμήσας δὴ μοίραν φήμην σαυτῷ ἐξ ἀρετῆς παρασκεύασιν, ἀλλὰ μὴ ἐκ τοῦ τὰ μάλιστα κακῶς ἀνθρώπους εἰπεῖν. Οὕτω μὲν οὖν καὶ ταῦτα. Οτι δὲ καὶ ἐν τῇ Φιρ Προσαγορεύει σε Αθανάσιος ἀνὴρ εὖ μάνα τοιοῦτος οἷον εἰρηκας εἶναι, καὶ σὲ φιλεῖν ἤδη καὶ οὗτος ἄρχεται. Ερρωσο.
col. 1015–1016page 2 of 4
PG 161:1015σαρίωνα τὸν δεσπότην
col. 1017–1018page 3 of 4
Epistola ad Georgium Palæologum Disypatum
PG 161:1017ΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΑΛΛΙΣΤΟΥ ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΠΡΕΠΗ ΑΝΔΡΑ ΚΥΡΙΟΝ ΓΕΩΡΓΙΟΝ ΠΑΛΑΙΟΛΟΓΟΝ ΤΟΝ ΔΙΣΥΠΑΤΟΝ ". Μεγαλοπρεπές, άνερ, εἴης μοι ὑγιαίνων Θεοῦ βοημης, γενόμενος ὀφειλέτης χρυσίου πολλοῦ, μόλις θείᾳ ὑγιαίνοντι καὶ αὐτῷ μέχρι τοῦ νῦν. Γεώργιος ὁ Ερμώνυμος ἀνὴρ εὖ ἔχων καὶ παιδείας καὶ ἀρετῆς, καὶ φίλος ἐμὸς καὶ σαυτοῦ τὰ μάλιστα, πορευόμενος πρὸς σὲ, ᾔτησε καὶ παρ' ἐμοῦ γράμματα. Ἐγὼ δὲ, καὶ ἄλλως ἐπιθυμῶν κτήσασθαί σε φίλον, άνδρα όντα εὐγενῆ καὶ πατριώτην ἐμὸν, πολεμικαῖς δὲ καὶ πολιτικαῖς πράξεσι κεκοσμημένον, καὶ ταῦτα ἐπ' ἀλλοδαπῆς γῆς, ἐν ᾗ πλεῖστος μὲν ὁ φθόνος, ὀλίγη δὲ ἡ πρὸς τοὺς ξένους ἀγάπη, ᾠήθην δεῖν γράψαι σοι καὶ ἐμαυτῷ τε ἅμα καὶ Γεωρ γίῳ ἐξαρκέσαι. Γεώργιος οὖν ἀφίκετο μὲν ἐκ Ρώμης πεμφθεὶς ὑπὸ τοῦ μεγίστου ἀρχιερέως ἐπ᾿ ἐλευθερίᾳ τοῦ ἀρχιεπισκόπου τῆς Υόρκης σπουδάσας δὲ πολλὰ καὶ κινδυνεύσας οὐ μικρά, καὶ κατωρθωκὼς πρᾶξιν τοιαύτην οἵαν οὐδεὶς ἄλλος ἤλπισεν ἂν κατορθώσειν, καὶ ἐλευθερώσας τὸν ἀρχιεπίσκοπον, ἔτυχε μὲν δώ ῥων ἱκανῶν παρὰ τοῦ ἀρχιεπισκόπου, οὐ μὴν ἀξίων τοιαύτης τε καὶ τοσαύτης πράξεως καὶ τῶν κινδύνων οὓς ὑπέστη· τέλος δὲ, καιροῦ προϊόντος, κατηγορηθεὶς ὑπὸ τῶν ἐνταῦθα Ἰταλικῶν ἐμπόρων διὰ τὸ πεπομφέναι γράμματα πρὸς σὲ τὸν Γεώργιον καὶ ἐξαγγεῖλαι τὰ ὑπ' αὐτῶν πραττόμενα κατὰ σοῦ, καὶ ἅμα οἰομένων τῶν ἐμπόρων καὶ τὰς ἄλλας αὐτῶν πράξεις γράμμασι μηνύειν πρὸς σὲ τὸν Γεώργιον, ὥστε ῥᾳδίως ὑπὸ σοῦ κατ' αὐτῶν συμπλέκεσθαι μη χανὰς καὶ ἐνέδρας, καὶ συλλαμβάνειν αὐτούς· ἐμ βληθεὶς οὖν διὰ ταῦτα εἰς δεσμωτήριον ἐπὶ τιμήματι χιλίων λιτρῶν, καὶ καταναλώσας πάντα όσα τε παρὰ τοῦ ἀρχιεπισκόπου ἔλαβε καὶ ὅσα ἤνεγκεν ἐκ Ρώ Δισύπατος ρ. μέγιστον ἀρχιερέα 230: Ετελειώθη τὸ παρὸν ἐλευθερωθεὶς τοῦ δεσμωτηρίου, μὴ δυνάμενος ἀπο δοῦναι τὸ χρέος, ἐμοῦ γενομένου ἐγγυητοῦ, ἔρχεται ἤδη πρὸς σέ, θαῤῥῶν εἰς σὲ μετὰ Θεὸν, καὶ διὰ σοῦ εἰς τὸν γαληνότατον βασιλέα τῶν Φράγκων Σὺ οὖν, ἐλευθεριώτατε καὶ μεγαλοπρεπέστατε ἄνερ, μιμησάμενος τὸν σαυτοῦ πατέρα καὶ τοὺς ἄλο λους σου προγόνους, λαμπρούς ἅπαντας γεγονότας καὶ ἐπ' ἔργοις πάνυ διαπρέψαντας ἀγαθοῖς, οὓς αύτ τὸς μὲν ἴσως δι' ἡλικίαν οὐκ οἶσθα, ἐγὼ δὲ εὖ οἶδα πατρικούς μου φίλους γεγενημένους, λογισάμενος δὲ καὶ τὸ σαυτοῦ μεγαλοπρεπὲς ἀξίωμα, καὶ τὴν φήμην ἣν παρὰ πάντων δι᾿ εὐποιίαν καὶ ἐλευθεριότητα ἐκτήσω, σκεψάμενος δὲ καὶ ὅσα Γεώργιος ὁ φίλος έπει πόνθει διὰ σὲ καὶ τὸν γαληνότατον ῥῆγα, τρίμηνον μὲν διατρίψας ἐν δεσμωτηρίῳ, πέδαις δὲ σιδηραί; δεσμωθεὶς τοὺς πόδας, ὡς αὐτὸς πολλάκις εἰς τὸ δε σμωτήριον πορευθεὶς εἶδον, καταναλώσας δὲ πάντα ὅσα εἶχε, καὶ γενόμενος πρὸς τούτοις ὀφειλέτης πολ λοῦ χρυσίου· ταῦτα πάντα σκεψάμενος, βοήθει Γεωρ γίῳ, ἀγαθῷ τε ὄντι καὶ σὲ φιλοῦντι τὰ μάλιστα, καὶ ἐπαινοῦντι τὰς σαυτοῦ ἀρετὰς καὶ τὰ κατορθώματα βοήθει δὲ καὶ παρὰ σαυτοῦ καὶ μάλιστα παρὰ τοῦ λαμπροτάτου καὶ γαληνοτάτου βηγός. Δίκαιος δὲ ὁ βασιλεὺς βοηθῆσαι τἀνδρί· πέπεισμαι γὰρ αὐτὸν ἐλευθεριώτατον καὶ μεγαλοπρεπέστατον ὄντα, καὶ εἰωθότα πάντας εὐεργετείν τοὺς προσιόντας αὐτῷ. "Αν γοῦν τοὺς ἄλλους εὐεργετή, πολλῷ μᾶλλον εὐεργετεῖν ἄξιος τοὺς δι' αὐτὸν πολλὰ πεπονθότας δεινά. ᾿Αλλὰ δὴ καὶ τοῦ σοῦ προστεθέντος ἀξιώματος, καὶ τῆς παρρησίας ἣν ἔχεις παρὰ τῷ βιβλίον ποίησιν περιέχον Κοΐντου Καλαβροῦ, ἐπι στρέψαντός μου ἐξ ᾿Αλβιώνης της Βρεττανικῆς νή σου ἐν πόλει τοῦ Παρισίου ἐν τῇ Γαλλία, χειρὶ Γεωρ. γιου Ερμωνύμου του Σπαρτιάτου, πεμφθέντος ὑπὸ τοῦ μεγίστου ἀρχιερέως Σίξτου τετάρτου ἐπ' ἐλευθερίᾳ τοῦ ἀρχιεπισκόπου τῆς Ἰόρκης έτει ἀπὸ Χριστοῦ γεννήσεως αυοςʹ, τρίτη φθίνοντος Εκατομβαιώνος μηνὸς κατὰ ᾿Αθη ναίους, δν Ἰούνιον 'Ρωμαϊστὶ καλοῦσιν.
col. 1019–1020page 4 of 4
PG 161:1019βασιλεῖ (πυνθάνομαι γάρ σε τὰ μέγιστα παρ' αὐτῷ δυνήσομαι σὲ ἰδεῖν, φίλον καὶ οὕτως ἴσθι πατρικὴν ισχύειν), προθυμότερο; ἔσται ἐπὶ τὴν εὐεργεσίαν. Χώρει δή. μεγαλοπρεπέστατε ἄνερ, ἐπὶ τῷ βοη θῆσαι Γεωργίῳ· καὶ διὰ τὴν εἰς αὐτὸν εὐεργεσίαν βεβαίωσον τὴν φήμην ἣν παρὰ πάντων, ὡς ἔφην, ἐπ' εὐεργεσίᾳ καὶ ἐλευθεριότητι ἐκτήσω. Εἰ δέ τι καὶ τὸ ἐμὸν ἰσχύει παρὰ σοὶ (εἰκὸς δὲ Ισχύειν διὰ γῆρας, καὶ ἐπιστήμην ἣν μέ φασι πολ λοὶ κεκτῆσθαι), βοήθει καὶ δι᾿ ἐμοῦ Γεωργίῳ. Βου λοίμην γὰρ ἂν αὐτὸν τὰ μέγιστα εὐτυχεῖν, ἀγαθὸν ἄνδρα ὄντα καὶ πολλὰ καὶ εἰπόντα καὶ δεδρακότα ὑπὲρ ἐμοῦ. καὶ πάντα ἔτοιμον σοῦ χάριν ποιεῖν. Πάντες γάρ, ὅσοι τῆς ἑλληνικῆς ἀμυδρόν γοῦν ἐπαίουσι φωνῆς, πάντες σοι χάριτας τὰς μεγίστας ἐφείλουσιν, ἀνδρὶ φρονίμῳ ὄντι καὶ περὶ τὰς πολεμικὰς πράξεις κάλο λιστα ἐξησκημένῳ, καὶ τιμῶντι δι' ἀρετὴν οὐ σαν τὸν μόνον, ἀλλὰ καὶ τὸ δυστυχὲς τῶν ῾Ελλήνων για νος. Πρόσθες δὴ τοῖς ἄλλοις σου καλοῖς καὶ τὴν εἰς Γεώργιον τὸν φίλον δικαίαν εὐεργεσίαν, ἵνα δὴ μὴ μόνον ἐν πολέμοις καὶ πολιτικαῖς πράξεσιν, ἀλλὰ καὶ ἐν ταῖς εἰς τοὺς φίλους εὐεργεσίαις, κάλλιστος ἀν δρῶν εἶναι δοκῇς. Ταῦτα μὲν ὅτι οὕτω δράσεις, καὶ βοηθήσεις Γεωρ γίῳ, εἰ οἶδα. Ἐμὲ δὲ εἰ μὲν ὄψει, φίλον πατρικὸν εὖ οἶσθ᾽ ὅτι ὄψει· ἂν δέ τι διὰ γῆρας συμβῇ καὶ οὐ Α, ἐν Λουδονίᾳ. Καὶ ὁ Θεὸς ποιήσαι την μεγαλοπρέπειάν σου εύκ δαίμονα. Ἐν Λουδουνίᾳ Μουνυχιώνος τρίτῃ ἐσταμένου. ΙΙ κ
Continue reading PG 161: Novellæ Constitutiones →≣ entire volume