PG 18Christian Heinrich Georg Rettberg
Christian Heinrich Georg Rettberg: Prefaceapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1301–1302page 1 of 4
PG 18:1301μαίνεσθαι ὡς ἀπολογησάμενον είχε. ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΥΙΟΥ ΥΠΟΤΑΓΗΣ Εκθεσις πίστεως πρὸς Ἀθανάσιον ὑπὸ Εὐγενίου διακόνου. Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἐπισκόπῳ ᾿Αθανοσίῳ Εὐγένιος διάκονος. 1. Οἱ μὲν κληρικοὶ καὶ οἱ λοιποὶ ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, μετὰ τοῦ Πατρὸς ἡμῶν Μαρκέλλου συν αγέμε κι, ἀπέστειλαν ἡμᾶς πρὸς τὴν σὴν θεοσέβειαν, Έχοντας παρά τε τῶν τῆς Ἑλλάδος καὶ τῆς Μακε δονίας ἐπισκόπων συστατικά. Ἐπειδὴ δὲ ἐλθόντες ἐμάθομεν διαβληθέντας ἑαυτοὺς ὡς ἑτεροδόξους· σύ τε, καλῶς ποιῶν, ἠθέλησας μαθεῖν πῶς φρονοῦμεν περὶ τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐσε Γείας· ἀναγκαίως καὶ προθύμως γράφομεν ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν· ἵνα γινώσκῃς τοὺς μὲν δια βάλλοντας ἡμᾶς μάτην εἰρηκότας καθ' ἡμῶν, ἡμᾶς δὲ ἔχοντας τὴν καθολικὴν τῆς Ἐκκλησίας πίστιν. Ημᾶς δὲ λέγομεν, συναριθμοῦντες καὶ τοὺς ἀποστεί
col. 1303–1304page 2 of 4
PG 18:1303λαντας ἡμᾶς πάντας λαού;· οὐ γὰρ ολίγοι, ἀλλ᾽ ἀν αρίθμητον πλῆθος εἰσιν. 2. Ἡμεῖς τοινυν προηγουμένως μὲν ἀναθεματίζομεν τὴν Ἀρειανὴν αἵρεσιν· πιστεύομεν δὲ, ὡς οἱ Πατέρες ἡμῶν ὡμολόγησαν ἐν τῇ κατὰ Νίκαιαν γε νομένη συνόδῳ· ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν καὶ ὁμοούσιον τῷ Πατρὶ, καὶ μήτε κτίσμα μήτε ποίημα εἶναι αὐτόν· ἀλλὰ δι' αὐτοῦ πάντα τὰ γενητά γεγενῆσθαι. Οὐ γὰρ ἄλλον τὸν Υἱὸν καὶ ἄλλον τὸν Λόγον φρονοῦμεν, ὥς τινες ἡμᾶς διέβαλον, ἀλλὰ τὸν Λόγον εἶναι Υἱόν, σοφίαν, δύναμιν τοῦ Πατρὸς, ἐν ᾗ τὰ πάντα, ὡς ἐδίδαξεν ὁ ᾿Απόστολος, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, είτε ἀρχαί, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτ τὸν ἐκτίσθαι. Οὕτω δὲ φρονοῦντες ἀναθεματίζομεν καὶ ἐξ ὀνόματος τὸν ἀσεβέστατον Σαβέλλιον, καὶ μετ' αὐτοῦ τοὺς τὰ ἐκείνου φρονοῦντας, καὶ λέγοντας αὐτ τὸν τὸν Πατέρα εἶναι Υἱόν· καὶ ὅτε μὲν γίνεται Υἱὸς, μὴ εἶναι τότε αὐτὸν Πατέρα· ὅτε δὲ γίνεται Πατήρ, μὴ εἶναι τότε Υιόν. Ἡμεῖς γὰρ ὁμολογοῦμεν Πατέρα ἀΐδιον, Υἱοῦ ἀϊδίου ὄντος καὶ ὑφεστῶτος· καὶ Πνεῦμα ἅγιον ἀϊδίως ὂν καὶ ὑφεστός. Οὐ γὰρ ἀνυπόστατον τὴν Τριάδα λέγομεν· ἀλλ' ἐν ὑποστάσει αὐτὴν γινώσκομεν. 3. Καὶ εἰ αὐτάρκη ταῦτα δεῖξαι τὴν πρὸς τοὺς Πα τέρας ἡμῶν ὁμοφροσύνην· ὅμως, επειδή τινες τῶν επαγγελλομένων μὴ φρονεῖν τὰ ᾿Αρείου, ὑποκρινόμενοι φρονοῦσι, λέγοντες τὸν μὲν Υἱὸν ἀνόμοιον εἶναι τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα τὸ ἅγιον κτίσμα καὶ ἐν τῶν ποιημάτων ἐστίν· ἀναθεματίζομεν, ἡμεῖς τε καὶ οἱ ἀποστείλαντες ἡμᾶς, τὰς αἱρέσεις ταύτας. Οὔτε γὰρ ἀνόμοιος ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ὁμοούσιές ἐστι τῷ Πατρὶ· οὔτε τὸ Πνεῦμα τὸ ἅγιον κτιστὸν, ἢ ἐν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ τῆς ἁγίας Τριάδος ἐστί καὶ τεθαῤῥήκαμεν, ὅτι οὐδὲν ἐπείσακτον οὐδὲ κτίσμα ἐστὶν ἐν τῇ Τριάδι. Πνεῦμα γὰρ ἁγιωσύνης ἐστίν οὐχ ἁγιαζόμενον, ἀλλ' ἐν αὐτῷ πάντων τῶν ἁγίων ἁγιαζομένων. Καὶ γὰρ ἡ τελειότης ἡμῶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δίδοται, καὶ γίνεται. Καὶ μία πίστις ἐστὶν εἰς ἕνα Θεὸν δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὑπὲρ πλείονος γοῦν μαρτυρίας, ἀναθεματίζο μεν τοὺς φρονοῦντας καὶ λέγοντας· "Ην ποτε μονάς, μὴ ὄντος Υἱοῦ· καὶ ἦν ποτε δυάς, μὴ ὄντος ἁγίου Πνεύματος· ἀΐδιον γὰρ καὶ ἀειτελείαν οἴδαμεν, καὶ ὡσαύτως ἔχουσαν τὴν ἁγίαν Τριάδα. Διὸ καὶ ἀλλο τρίοις τῆς Ἐκκλησίας ἔχομεν τοὺς φρονοῦντας καὶ λέγοντας· "Ην ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο τὸ Πνεῦμα τὸ ἅγιον.
col. 1305–1306page 3 of 4
PG 18:13054. Ἵνα δὲ μή τίς ποτε ἡμᾶς καὶ περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Σωτῆρος ἡμῶν διαβάλῃ ματαιολογῶν ἀναγκαίως καὶ περὶ τούτου γράφομεν, ὅτι ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ὁ Χριστός, οὐχ ὥσπερ εἰς τοὺς προ φήτας ἐγίνετο, οὕτως καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἦλθεν εἰς ἅγιον ἄνθρωπον. Ἀλλὰ πιστεύομεν, ὅτι κατὰ τὸν Ἰωάννην ὁ Λόγος σάρξ ἐγένετο, καὶ κατὰ τὸν Απόστολον ἐν μορφῇ Θεοῦ ὑπάρχων έλαβε δούλουμορφὴν, τὸ κατὰ σάρκα γεννηθεὶς ἐκ Μαρίας ἄνθρωπος δι' ἡμᾶς· ἵνα, ὡς εἶπεν αὐτὸς, τελειώσῃ τὸ ἔργον τοῦ Πατρός· καὶ οὕτως τὸ ἀνθρώπινον γένος ἐν αὐτῷ τελειώσας καὶ συνάψας τῇ θεότητι, εἰσαγάγῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ εἰ ταῦτα πάλιν αὐτάρκη δεῖξαι τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν· ὅμως ὑπὲρ πλείονος ἀσφαλείας ἀναλαμβάνοντες ταῦτα λέγομεν, καὶ ἀναθεματίζομεν τοὺς λέγοντας καὶ φρονοῦντας, ποτὲ τὸν Πατέρα εἶναι χωρὶς τοῦ Υἱοῦ, καὶ ποτὲ τὸν Πατέρα καὶ τὸν Υἱὸν χωρὶς τοῦ ἁγίου Πνεύματος. Πνεῦμα γὰρ Θεοῦ ἐστι, καὶ τελεία καὶ ἀϊδιός ἐστιν ἡ Τριάς. Αναθεματίζομέν τε καὶ τοὺς νῦν ἐξελθόντας, καὶ λεγομένους ᾿Ανομοίους· καὶ σὺν αὐτοῖς τὴν τοῦ Σαμοσατέως καὶ Φωτείνου παρα φροσύνην, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς. Οτι μὴ λέγουσι τὸν τοῦ Θεοῦ Λόγον ζῶντα Λόγον εἶναι καὶ ἐνεργή, δι' οὗ τὰ πάντα ἐγένετο, ἀλλὰ ὡς ἀνθρώπου λόγον προφορικὸν μόνον· καὶ ὅτι μὴ φρονοῦσι τὸν Υἱὸν τοῦ Θεοῦ αὐτὸν εἶναι τὸν λόγον· ἀλλὰ διαιροῦσιν ἀλόγων, καὶ ἀρχὴν τῷ Υἱῷ διδοῦσιν ἀπὸ τῆς ἐκ Μα ρίας κατὰ σάρκα γενέσεως, βλασφημοῦντες· ὅτι μηδὲ Θεὸν ἀληθινὸν αὐτὸν εἶναι πιστεύουσιν. 5. Ταῦτα τοιγαροῦν φρονοῦντες, καὶ ἐγγράφως ὁμολογοῦντες, διαβεβαιούμενοί τε ταῦτα φρονεῖν καὶ τοὺς ἀποστείλαντας ἡμᾶς, ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν μηκέτι πιστεύειν τοῖς καθ᾽ ἡμῶν λέγουσιν· ἀλλὰ μᾶλλον τοῖς ἀποστείλασιν ἡμᾶς ταῦτα γνωρίσαι, καὶ γράψαι καὶ οἷς ἂν γινώσκῃς ὀρθοδόξοις ἐπισκόποις ἵνα, εἰ καὶ πρὸς αὐτοὺς ἡ καθ᾿ ἡμῶν διαβολὴ ἐγένετο, μαθόντες τὴν ὁμολογίαν ἡμῶν ταύτην, καταγνῶσι τῶν θελησάντων ἡμῖν ἁπλῶς φθόνον κινῆσαι. Θεόδουλος ἐπίσκοπος Όξυρύγχου, Πλήνης ἐπίσκοπος Ερμο θιὲ, Ἰσχυρίων ἐπίσκοπος Λεοντῶ, Ἰσαὰκ ἐπίσκοπος, Αμήν.
col. 1307–1308page 4 of 4
PG 18:1307¿àλóɣɩµ05, Τὴν τῶν Εὐαγγελίων ἑρμηνείαν ὑπαγορεῦσαι, ΘΕΟΔΩΡΟΥ ΗΡΑΚΛΕΙΑΣ ΕΚ ΤΗΣ ΕΙΣ ΗΣΑΙΑΝ ΕΞΗΓΗΣΕΩΣ. Ακους. Θεοδώρου Ηρακλείας Συνεκάλει ἐπ' μάθησιν τῶν ὑπὸ τοῦ Κυρίου λελεγμένων τὰ συν
Page scan enlarged

Notebook

Full View