PG 16Origenes
Refutation of All Heresies
Printed pages · scan text
diplomatic · TLG-E + First1K + critical ed.
Diplomatic text · First1KGreek clean (TLG critical edition) — PG column chips mark the printed columns.
PG 16:3363Ἐπεὶ οἱ πολλοὶ τῇ τοῦ κυρίου συμβουλίᾳ μὴ χρώμενοι τὴν δοκὸν ἐν τῷ ὀφθαλμῷ ἔχοντες ὁρᾶν ἐπαγγέλλονται τυφλώττοντες, δοκεῖ ἡμῖν μηδὲ τὰ τούτων δόγματα σιωπᾶν, ὅπως κἂν διὰ τοῦ ὑφ’ ἡμῶν γινομένου ἐλέγχου πρὸς] αὐτῶν αἰδεσθέντες ἐπιγνῶσι, πῶς
συνεβούλευσεν ὁ σωτὴρ ἐξαιρεῖν τὴν δοκὸν πρῶτον, εἶτα διαβλέπειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ.
αὐτάρχως οὖν καὶ ἱκανῶς ἐκθέμενοι τὰ τῶν πλειόνων ἐν ταῖς πρὸ ταύτης βίβλοις ἑπτά, νῦν τὰ ἀκόλουθα οὐ σιωπήσομεν, τὸ ἄφθονον τῆς χάριτος τοῦ ἁγίου πνεύματος ἐπιδεικνύντες, καὶ τοὺς τῷ δοκεῖν ἀσφάλειαν λόγων †κεκτῆσθαι ἐλέγξομεν, οἵ γ’ ἑαυτοὺς Δοκητὰς ἀπεκάλεσαν, δογματίζοντες ταῦτα·
θεὸν εἶναι τὸν πρῶτον οἱονεὶ σπέρμα συκῆς, μεγέθει μὲν ἐλάχιστον παντελῶς, δυνάμει δὲ ἄπειρον μέγεθος, ἀνήριθμον ἐν πλήθει, πρὸς γένεσιν ἀπροσδεές, φοβουμένων καταφυγήν, γυμνῶν σκέπην, αἰσχύνης ἐπικάλυμμα, ζητούμενον καρπόν, ἐφ᾿ ὃν ἠλθεν ὁ ζητῶν, φησί, τρὶς καὶ οὐχ εὗρε· διὸ κατηράσατο, φησίν, τῇ συκῇ, ὅτι τὸν γλυκὺν ἐκεῖνον καρπὸν οὐχ εὗρεν ἐν αὐτῇ, καρπὸν ζητούμενον.
PG 16:3365τοιούτου δὲ ὄντος, ὡς εἰπεῖν τύπῳ, καὶ τηλικούτου, μικροῦ καὶ <παμ>μεγέθους κατ’ ἐκείνους τοῦ θεοῦ, γέγονεν ὀ κόσμος, ὡς δοκεῖ, τοιοῦτόν τινα τρόπον· ἁπαλῶν γενομένων τῶν κλάδων τῆς συκῆς προῆλθε φύλλα, ὥσπερ ἐστὶν ὁρώμενον, ἑπομένως δὲ ὁ καρπός, ἐν ᾧ τὸ ἄπειρον καὶ τὸ ἐνεξαρίθμητον θησαυριζόμενον φυλάσσεται σπέρμα συκῆς.
τρία οὖν εἶναι δοκοῦμεν τὰ πρώτως ὑπὸ τοῦ σπέρματος γενόμενα τοῦ συκίνου· πρέμνον, ὄπερ ἔστιν ἡ συκῆ, φύλλα καὶ καρπός, τὸ σῦκον, ὡς προειρήκαμεν. οὕτως, φησί, τρεῖς γεγόνασιν αἰῶνες, ἀπὸ τῆς πρώτης ἀρχῆς τῶν ὅλων ἀρχαί· καὶ τοῦτο, φησίν, οὐκ ἐσιώπησεν οὐδὲ Μωϋσῆς λέγων, ὅτι οἱ λόγοι τοῦ θεοῦ τρεῖς εἰσίν·
PG 16:3349σκότος, γνόφος, θύελλα, καὶ οὐ προσέθηκεν.« οὐδὲν γάρ, φησίν, ὁ θεὸς τοῖς τρισὶ προσέθηκεν αἰῶσιν, ἀλλ᾿ αὐτοὶ πάντα τοῖς
PG 16:3365γενητοῖς πᾶσιν ἐπήρκεσαν καὶ ἐπαρκοῦσι. μένει δὲ ὁ θεὸς αὐτὸς καθ’ ἑαυτὸν πολὺ τῶν τριῶν αἰώνων κεχωρισμένος. τούτων, φησί, τῶν αἰώνων ἀρχὴν γενέσεως λαβόντων, ὡς λέλεκται, κατ᾿ ὀλίγον ηὔξησε καὶ ἐμεγαλύνθη καὶ ἐγένετο τέλειος.
PG 16:3349τὸ δὲ τέλειον εἶναι δοκοῦσιν ἀριθμούμενον δέκα. ἴσων οὖν γεγονότων ἀριθμῷ καὶ τελειότητι τῶν αἰώνων, ὡς ἐκεῖνοι δοκοῦσι, τριάκοντα γεγόνασιν αἰῶνες οἱ πάντες, ἕκαστος αὐτῶν ἐν δεκάδι πληρούμενος. εἰσὶ δὲ ἀλλήλων διαιρετοὶ καὶ τιμὴν ἔχοντες οἱ τρεῖς πρὸς ἑαυτοὺς μίαν, θέσει μόνῃ διαφέροντες, ὅτι τὸ μέν ἐστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τούτων τρίτον. ἡ δὲ θέσις αὐτοῖς διαφορὰν δυνάμεως παρέσχεν· ὁ μὲν γὰρ ἔγγιστα τῷ πρώτῳ θεῷ, τῷ οἱονεὶ σπέρματι, θέσεως τυχὼν τῶν ἄλλων γονιμωτέραν ἔσχε δύναμιν, δεκάκις αὐτὸς αὑτὸν μεγέθει μετρήσας ὁ ἀμέτρητος· ὁ δὲ τῇ θέσει τοῦ πρώτου γενόμενος δεύτερος, ἐξάκις αὑτὸν κατέλαβεν ὁ ἀκατάληπτος· ὁ δὲ ἤδη τρίτος τῇ θέσει, εἰς ἄπειρον διάστημα διὰ τὴν αὔξησιν τῶν ἀδελφῶν γενόμενος τρὶς νοήσας ἑαυτόν, οἱονεὶ δεσμόν τινα τῆς ἑνότητος αὐτὸν ἔδησεν αἰώνιον.
Καὶ τοῦτο εἶναι δοκοῦσιν οὑτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· »ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ <τὸ> πεσὸν εἰς τὴν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει ὃ μὲν ἑκατόν, ὃ δὲ ἐξήκοντα, ὃ δὲ τριάκοντα.« καὶ διὰ τοῦτο εἴρηκε, φησίν· »ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω«, ὅτι ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα.
PG 16:3351οὗτοι πάντες οἱ αἰῶνες οἴ τε τρεῖς καὶ οἱ ἀπ᾿ αὐτῶν ἀπειράκις ἄπειροι πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλθες. αὐξηθέντες οὖν καὶ μεγαλθυνθέντες καὶ γενόμενοι οὗτοι πάντες ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος, τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος, οἱ πάντες εἰς ἕνα ὁμοῦ γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν, γέννημα κοινὸν. οἱ πάντες ἐγέννησαν ἐκ παρθένου Μαρίας, τὸν ἐν μεσότητι Μαρίας] σωτῆρα πάντων, ἰσοδύνα-
PG 16:3367μον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ, πλὴν ὅτι γενητὸς οὗτος, τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο, ὅθεν γέγονεν ἡ συκῆ, ἐστὶν ἀγένητον.
PG 16:3351κεκοσμημένων οὖν τῶν τριῶν αἰώνων ἐκείνων παναρέτως καὶ παναγίως, ὡς δοκοῦσιν οὗτοι διδάσκοντες, καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς — γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι —, κεκόσμητο μὲν ἀνενδεὴς πᾶσα ἡ νοητὴ φύσις, φῶς δὲ δὲ ἅπαντα ἐκεῖνα τὰ νοητὰ καὶ αἰώνια, φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργὸν οὐδὲ οἱονεί τινος ἐπιποιοῦντος δεόμενον· ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων τῶν ἐκεῖ πολυποικίλων, κατέλαμψεν ἄνωθεν εἰς τὸ ὑποκείμενον χάος.
τὸ δὲ φωτισθὲν ὁμοῦ καὶ μορφωθὲν ἐκείναις ἄνωθεν ταῖς πολυποικίλοις ἰδέαις πῆξιν ἔλαβε καὶ ἀνεδέξατο τὰς ιδέας τὰς ἄνωθεν ἁπάσας ἀπὸ τοῦ τρίτου αἰῶνος τοῦ τριπλασιάσαντος αὑτόν. ὁ δὲ αἰὼν οὗτος ὁ τρίτος τοὺς χαρακτῆρας βλέπων πάντας ἀθρόως τοὺς ἑαυτοῦ εἰς τὸ ὑποκείμενον κάτω σκότος κατειλημμένους, τήν τε δύναμιν τοῦ σκότους οὐκ ἀγνοῶν καὶ τὸ ἀφελὲς του φωτὸς ομου καὶ ἄφθονον, οὐκ εἴασεν ἐπὶ πολὺ τοὺς φωτεινοὺς χαρακτῆρας ἄνωθεν ὑπὸ τοῦ σκότους κάτω κατασπασθῆναι·
ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι στερέωμα οὐρανοῦ κάτωθεν »καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός, καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν, ὃ ἦν ὑπεράνω τοῦ στερεώματος, καὶ τὸ σκότος ἐκάλεσε νύκτα«.
πασῶν οὖν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων ἐν τούτῳ τῶ κατωτάτω σκότῳ, καὶ αὐτοῦ τοῦ τοιούτου αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον· ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὑ λέγει Μωϋσῆς· »ἐν ἀρχῇ
PG 16:3353ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «. τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος — βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ —, βάτον
δέ, φησίν, εἴρηκεν Μωϋσῆς, ὄτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα.
οὐδὲν δὲ ἠττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται· φωνὴ γὰρ ἐστι σημαντικὴ τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος οὐ γνωρίζεται. οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου, τουτέστιν ἀέρος, νομοθετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.
Οὗτος οὖν ὁ πυροειδὴς θεός, ὁ πῦρ ἀπὸ φωτὸς γενόμενος, πεποίηκε τὸν κόσμον οὕτως, ὥς φησι Μωϋσῆς, αὐτὸς ὢν ἀνυπόστατος, σκότος ἔχων τὴν οὐσίαν, ἐνυβρίζων ἀεὶ τοῖς κατειλημμένοις ἄνωθεν κάτω τοῦ φωτὸς αἰωνίοις χαρακτῆρσι. μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως ὑπὸ τοῦ θεοῦ τοῦ φωτὸς τοῦ πυρώδους, τοῦ δημιουργοῦ, πολλή τις ἦν πλάνη τῶν ψυχῶν — ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀποψυγεῖσαι τῶν ἄνω έν σκότει διατελοῦσι, μεταβαλλόμεναι ἐκ σωμάτων εἰς σώματα, ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα.
ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος· »καὶ ἐγὼ πλανῆτις καὶ τόπον ἐκ τόπων μεταβαίνουσα καὶ οἰκίαν ἐξ οἰκίας«, καὶ τοῦ σωτῆρος λέγοντος· »καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω« —, ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς ἄφεσιν ἁμαρτιῶν τοιοῦτόν τινα τρόπον·
PG 16:3369ὁ μονογενὴς υἱὸς ἐκεῖνος ὁ τῶν αἰώνων ἄνωθεν τὰς ἰδέας βλέπων τὰς ἄνωθεν μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι ῥύσασθαι κατελθὼν ἡθέλησεν. εἰδὼς δέ, ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων οὐδὲ οἱ αἰῶνες οἱ] ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄφεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον
ἐξικνεῖται μέχρις οὐρανοῦ καὶ τῶν ἀστέρων ἐπιψαῦσαν τῶν ἐκεῖ πάλιν ἑαυτὸ συστέλλειε ὑπὸ τοῖς βλεφάροις τῆς ὄφεως ὅτε βούλεται·
PG 16:3362καὶ τοῦτο ποιοῦν τὸ φῶς τῆς ὄψεως καὶ πανταχῇ γινόμενον καὶ πάντα, ἡμῖν ἐστιν ἀφανές, μόνον δὲ ὁρῶμεν ἡμεῖς ὄφεως βλέφαρα, κανθοὺς λευκούς, ὑμένας, ἶριν πολύπτυχον πολυκτηδύνα, χιτῶνα κερατοειδῆ, ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, κοὶ δἔ τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένη κέκρυπται·
PG 16:3355οὕτως, φησίν, ὁ μονογενὴς παῖς ἄνωθεν αἰώνιος ἐπενδυσάμενος κατὰ ἕνα ἕκαστον τοῦ τρίτου αἰῶνος αἰῶνα καὶ γενόμενος έν τριακοντάδι αἰώνων εἰσῆλθεν εἰς τόνδε τὸν κόσμον τηλικοῦτος ὤν, ἡλίκον εἴπομεν, ἀφανής, ἄγνωστος, ἄδοξος, ἀπιστούμενος.
ἴν’ οὐν, φασὶν οἱ Δοκηταί, καὶ τὸ σκότος ἐπενδύσηται τὸ ἐξώτερον, τὴν σάρκα φησίν, ἄγγελος συνοδεύσας αὐτῷ ἄνωθεν τὴν Μαριὰμ εὐηγγελίσατο, φησίν, ὡς γέγραπται. ἐγεννήθη τὸ ἐξ αὐτῆς, ὡς γέγραπται.
γεννηθὲν δὲ ἐνεδύσατο αὐτὸ ἄνωθεν ἐλθών, καὶ πάντα ἐποίησεν οὕτως, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην, ἐλούσατο δὲ τύπον κοὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου μένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿ ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα πρὸς τὸ ξύλον καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ’ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἔκτετυπωμένον σῶμα.
τοῦτό ἐστι, φησίν, ὃ λέγει ὁ σωτήρ· »ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν.« ἀπὸ τῶν τριάκοντα οὖν αἰώνων τριά-
κοντα ἰδέας ἐνεδύσατο· διὰ τοῦτο ἐπὶ τριάκοντα ἴτη ἔτη ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, ἑκάστου αἰῶνος ἰδέᾳ ἐνιαυτῷ φανερουμένος.
εἰσὶ δὲ καὶ ἀπὸ ἐκάστου τῶν τριάκοντα αἰώνων αἰώνων ἰδέαι κατειλημμέναι ψυχαί, καὶ φύσιν ἔχει τούτων ἑκάστη νοεῖν τὸν κατὰ φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι.
διὰ τοῦτο τοσαῦται αἱρέσεις ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις οἰκεῖος αὐταῖς, ἄλλῃ δὲ ἄλλος ὁρώμενος ἀπ’ ἄλλου τόπου, ἐφ᾿ ὃν ἑκάστη φέρεται, φησί, καὶ σπεύδει δοκοῦσα τοῦτον εἶναι μόνον, ὄς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης, ὅν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μόνον ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους.
PG 16:3365οἱ μὲν οὖν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ σωτῆρος ἰδεῖν οὐ δύνανται, οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς δεκάδος τῆς μέσης καὶ τῆς ὀγδοάδος τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, λέγουσιν, οὐκ ἐκ μέρους, ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.
PG 16:3370Ταῦτα μὲν οὖν αὐτάρκη νομίζω εἶναι τοῖς εὖ πεφρονηκόσι πρὸς ἐπίγνωσιν τῆς τῶν Δοκητῶν πολυπλόκου καὶ ἀσυστάτου αἱρέσεως, οἳ περὶ ὕλης μὲν ἀβάτου καὶ ἀκαταλήπτου λόγους ἐπικεχειρημένους ποιήσαντες Δοκητὰς ἑαυτοὺς προσηγόρευσαν, ὡν οὐ τὸ δοκεῖν εἶναί τινας κατανοοῦμεν ματαίζοντας, ἀλλὰ τὴν ἐκ τοσαύτης ὕλης δοκὸν ἐν ὀφθαλμῷ φερομένην διελέγχομεν, εἴ πως διαβλέψαι δυνηθῶσιν, εἰ δ᾿ οὔ, κἂν † τὸ μὴ ἑτέρους τυφλῶσαι.
PG 16:3372ὧν τὸ δόγμα πάλαι οἱ Ἑλλήνων σοφισταὶ προεσοφίσαντο κατὰ πολλά, ὡς ἔστιν ἐπι-
PG 16:3374γνῶναι τοὺς ἐντυγχάνοντας. ταῦτα μὲν οὖν τοῖς Δοκηταῖς τὰ δὸξαντα· τίνα δὲ καὶ Μονοΐμῳ δοκεῖ. οὐ σιωπήσομεν.
Μονόϊμος ὁ Ἄραψ μακρὰν τῆς τοῦ μεγαλοφώνου ποιητοῦ δόξης γεγένηται, τοιοῦτόν τινα τὸν ἄνθρωπον νομίσας, ὁποῖον ὁ ποιητὴς τὸν οὕτω οὕτω πως λέγων·
Ὠκεανὸς γένεσίς τε θεῶν γένεσίς τε ἀνθρώπων. ταῦτα ἄλλοις λόγοις μεταστήσας λέγει ἄνθρωπον εἶναι τὸ πᾶν, <ὃ> ἀρχὴ τῶν ὅλων, ἀγένητον, ἄφθαρτον, ἀίδιον, καὶ υἱὸν ἀνθρώπου τοῦ προειρημένου γενητὸν καὶ παθητόν, ἀχρόνως γενόμενον, ἀβουλήτως, ἀπροορίστως. τοιαύτη γάρ, φησίν, ἡ δύναμις ἐκείνου τοῦ ἀνθρώπου.
οὕτως ὄντος αὐτοῦ τῇ δυνάμει γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον.
καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον ἐν ταῖς γραφαῖς· ἦν καὶ ἐγένετο, ὅπερ ἐστίν· ὃ] ἠν ἄνθρωπος, καὶ ἐγένετο υἱὸς αὐτοῦ, ὥς τις εἴποι· ἠν πῦρ καὶ ἐγένετο φῶς, ἀχρόνως καὶ ἀβουλήτως καὶ ἀπροορίστως ἅμα τῷ εἶναι τὸ πῦρ.
ὀ δὲ ἄνθρωπος οὖτος μία μονάς ἐστιν ἀσύνθετος ἀδιαίρετος, συνθετὴ διαιρετή, πάντα φίλη, πάντα εἰρηνική, πάντα μαχίμη, πάντα πρὸς ἑαυτὴν πολέμιος, ἀνόμοιος ὁμοία, οἱονεί τις ἁρμονία μουσικὴ πάντα ἔουσσα ἐν ἑαυτῇ, ὅσ’ ἄν τις εἴπῃ καὶ παραλείπῃ μὴ νοήσας, πάντα ἀναδεικνύουσα, πάντα γεννῶσα. αὕτη μήτηρ, αὕτη πατήρ, τὰ δύο ἀθάνατα ὀνόματα.
ὑποδείγματος δὲ χάριν τοῦ τελείου ἀνθρώπου κατανόει, φησί, μεγίστην εἰόνα ἰῶτα ἴν, τὴν μίαν κεραίαν, ἥτις ἐστὶ κεραία μία ἀσύνθετος, ἁπλῆ, μονὰς εἰλικρινὴς ἐξ οὐδενὸς ὅλως τὴν σύνθεσιν ἔχουσα, συνθετή, πολυειδής, πολυσχιδής, πολυμερής.
ἡ ἀμερὴς ἐκείνη μία, φησίν, ἐστὶν ἡ πολυπρόσωπος καὶ μυριόμματος καὶ μυριώνυμος μία τοῦ ῑ κεραία, ἥτις ἐστὶν εἰκὼν τοῦ τελείου ἀνθρώπου ἐκείνου τοῦ ἀοράτου.
PG 16:3375Ἔστιν οὖν, φησίν, ἡ μονάς, ἡ μία κεραία, καὶ δεκάς· δύναμις γὰρ αὕτη τοῦ ῑ μιᾶς κεραίας κεραίας * * καὶ δυὰς καὶ τριὰς καὶ τετρὰς
PG 16:3359καὶ πεντὰς καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀγδοὰς καὶ ἐννεὰς μέχρι τῶν δέκα· οὗτοι γάρ, φησίν, εἰσὶν οἱ πολυσχιδεῖς ἀριθμοὶ ἐν ἐκείνῃ κατοικοῦντες τῇ ἁπλῇ καὶ ἀσυνθέτῳ τοῦ ἰῶτα κεραίᾳ μιᾷ.
PG 16:3375καὶ τοῦτό ἐστι τὸ εἰρημένον· »ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησε κατοικῆσαι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου σωματικῶς·« αἱ γὰρ τοιαῦται τῶν ἀριθμῶν συνθέσεις ἐξ ἁπλῆς καὶ ἀσυνθέτου τῆς μιᾶς κεραίας τοῦ ἰῶτα σωματικαὶ γεγόνασι, φησίν, ὑποστάσεις.
γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ τελείου ἀνθρώπου ὁ υἱὸς τοῦ ἀνθρώπου, ὃν ἔγνωκεν οὐδείς, φαντάζεται δέ, φησίν, ὡς γέννημα θηλείας ἡ κτίσις πᾶσα τὸν εἱὸν ἀγνοοῦσα, οὗ υἱοῦ ἀκτῖνες ἀμυδραὶ πάνυ ἐμπελάζουσαι τῷδε τῷ κόσμῳ συνέχουσι καὶ συγκρατοῦσι τὴν μεταβολήν, τὴν γένεσιν.
PG 16:3359τὸ δὲ κάλλος ἐκείνου τοῦ υἱοῦ τοῦ ἀνθρώπου μέχρι νῦν πᾶσίν ἐστιν ἀκατάληπτον ἀνθρώποις, ὅσοι περὶ τὸ γέννημα τῆς θηλείας εἰσὶ πεπλανημένοι. γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου οὐδὲν τῶν ἐνθάδε, οὐδὲ ἔσται πώποτε, τά δὲ γεγονότα πάντα οὐκ ἀπὸ ὅλου, ἀλλὰ ἀπὸ μέρους τινὸς γέγονε τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ἔστι γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἰῶτα ἕν, μία κεραία, ῥυεῖσα ἄνωθεν, πλήρης, ἀποπληροῦσα πάντας, ἔχουσα ἐν ἑαυτῇ ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
γέγονεν οὖν κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἕξ ἡμέραις, τουτέστιν ἐν ἓν δυνάμεσι ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· ἑβδόμη κατὰπαυσις καὶ σάββατον ἀπὸ τῆς ἑβδομάδος γέγονε τῆς ἐκεῖ * * * γῆς καὶ ὔδατος καὶ πυρὸς καὶ ἀέρος, ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς.
οἴ τε γὰρ κύβοι καὶ τά ἀκτάεδρα καὶ <αἱ> πυραμίδες καὶ πάντα τά τούτοις παραπλήσια σχήματα, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, τῶν τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου τελείου τέλειος.
PG 16:3369ὅταν οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποι-
PG 16:3374κίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον, ἄτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλληγορού<μενα> σύμβολα, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδοι, ἥτις ἐστὶν ἡ μία κεραία. διπλῆ, ποικίλη αὕτη, φησίν, ἐστὶν ἡ δεκάπληγος, ἡ κοσμικὴ κτίσις.
PG 16:3376πάντα γὰρ . πλησσόμενα γεννᾶται καὶ καρποφορεῖ, καθάπερ αἰ ἄμπελοι. »ἄνθρωπος ἐξ ἀνθρώπου ἐξέσσυται«, φησίν, »καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος«, ἵνα γένηται. κἂν εἴπῃς νόμον, ὃν ἔθηκε Μωϋσῆς παρὰ θεοῦ λαβών, κατὰ τὴν κεραίαν ἐκείνην ὁ νόμος ἐστὶ τὴν μίαν, ἡ δεκάλογος ἀλληγοροῦσα τὰ θεῖα τῶν λόγων μυστήρια.
PG 16:3378πᾶσα γὰρ, φησίν, ἡ γνῶσις τῶν ὄλωνν δεκάπληγός ἐστι καὶ δεκάλογος, ἣν οἶδεν οὐδεὶς τῶν περὶ τὸ γέννημα τῆς θηλείας πεπλανημένων. κἂν εἵπῃς πεντάτευχον ὄλον τὸν νόμον, ἔστιν ἀπὸ τῆς πεντάδος τῆς ἐν τῇ μιᾷ κατειλημμένης κεραίᾳ.
τὸ δὲ ὅλον ἐστί, φησί, τοῖς μὴ πεπηρωμένοις παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη ἑορτή, νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν, κυρίου τοῦ θεοῦ πάσχα, διατηρούμενον τοῖς δυναμένοις βλέπειν ἐναρχομένης τῆς δεκάτης, ἤτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ’ ἧς, φησίν, ἀριθμοῦσιν. ἡ γὰρ μονὰς ἕως τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ τὸ κεφάλαιον τῆς μιᾶς <κεραίας>, τελείου ἀριθμοῦ. τό τε γὰρ ἔν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστὶν ἡ μία κεραία.
ἀπὸ δὲ τῆς τεσσαρεσκαιδεκάτης, φησίν, ἔως μιᾶς καὶ εἰκάδος ἑβδομάδα λέγει ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου τὴν κτίσιν ἄζυμον ἐν τούτοις ἅπασιν. τί γὰρ δεηθείη, φησίν, ἡ μία κεραία οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς τὸ πάσχα
τοῦ κυρίου, τὴν αἰώνιον ἑορτήν, ἥτις ἐστὶν εἰς τὰς γενεὰς δεδομένη; ὅλος γὰρ ὁ κόσμος καὶ πάντα <τὰ> τῆς κτίσεως αἴτια πάσχα ἑορτὴ κυρίου.
χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς. ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾑ † τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, <ὡς> ἀδρίδας, ὅπερ ἐστὶ τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει· »πᾶσα γὰρ σὰρξ χόρτος«, φησίν.
οὐδὲν δὲ ἧττονν καὶ τὸν ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ποιεῖν καὶ ἔχειν καὶ πάσχειν.
PG 16:3379Τοιγαροῦν Μονόϊμος αὐτὸς ἐν τῇ πρὸς Θεόφραστον ἐπιστολῇ διαρρήδην γέγει· καταλιπὼν ζητεῖν θεὸν καὶ κτίσιν καὶ τὰ τούτοις παραπλήσια, ζήτησον αὑτὸν ἀπὸ ἑαυτοῦ καὶ μάθε, τίς ἐστιν ὁ πάντα ἁπαξαπλῶς ἐν σοὶ ἐξιδιοποιούμενος καὶ λέγων·
ὁ θεός μου, ὁ νοῦς μου, ἡ διάνοιά μου, ἡ ψυχή μου, τὸ σῶμά μου, καὶ μάθε, πόθεν ἐστὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν καὶ τὸ ἀγαπᾶν καὶ τὸ μισεῖν καὶ τὸ γρηγορεῖν μὴ θέλοντα καὶ τὸ νυστάζειν μὴ θέλοντα καὶ τὸ ὀργίζεσθαι μὴ θέλοντα καὶ τὸ φιλεῖν μὴ θέλοντα· κοὶ ἂν ταῦτα, φησίν, ἐπιζητήσῃς ἀκριβῶς, εὑρήσεις αὑτὸν ἐν ἑαυτῷ ὲν καὶ πολλὰ κατὰ τὴν κεραίαν ἐκείνην, αφ᾿ ἑαυτοῦ τὴν διέξοδον εὑρών.
ταῦτα μὲν οὐν ἐκεῖνοι, οἷς οὐκ ἀνάγκην ἔχομεν τὰ παρ’ Ἕλλησι προμεμεριμνημένα παρατιθέναι οὐσι προδήλοις τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις τὴν σύστασινν ἔχειν ἐκ γεωμετρικῆς τέχνης καὶ ἀριθμητικῆς, ἣν γενναιότερον οἱ
Πυθαγόρου μαθηταὶ διέθεντο, καθὼς ἔστι τοῖς ἐντυχάνουσιν ἐπιγνῶναι ἐν τοῖς τόποις, οἷς προδιηγησάμεθα περὶ πάσης σοφίας Ἑλλήνων. ἀλλ’ ἐπεὶ καὶ τὰ Μονοΐμου αὐτάρκως διελήλεγκται, ἔδωμεν τίνα καὶ οἱ λοιποὶ τεχωάζονται ἑαυτοῖς βουλόμενοι ὄνομα μάταιον ὑψοῦν.

Book IXLiber Nonus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τατιανὸς δέ, καὶ αὐτὸς γενόμενος μαθητὴς Ἰουστίνου τοῦ μάρτυρος. οὐχ ὄμοια τῷ διδασκάλῳ ἐφρόνησεν, ἀλλὰ καινά τινα ἐπιχειρήσας ἴφη αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας. γάμον δὲ φθορὰν εἶναι παραπλησίως Μαρκίωνι λέγει. τὸν δὲ Ἀδὰμ φάσκει μὴ σῴζεσθαι διὰ τὸ ἀρχηγὸν παρακοῆς γεγονέναι. καὶ ταῦτα μὲν Τατιανός·
Ἑρμογένης δέ τις καὶ αὐτὸς νομίσας τι καινὸν φρονεῖν ἴφη τὸν θεὸν ἐξ ὔλης συγχρόνου καὶ ἀγενήτου πάντα πεποιηκέναι· ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐκ ἐξ ὄντων τὰ γινόμενα ποιεῖν. εἶναι δὲ τὸν θεὸν ἀεὶ κύριον καὶ ἀεὶ ποιητήν, τὴν δὲ ἤλην ἀεὶ δούλην καὶ γινομέρνην, οὐ πᾶσαν δέ·
ἀεὶ γὰρ ἀγρίως καὶ ἀτάκτως φερομένην ἐκόσμησε τούτῳ τῷ λόγῳ· δίκην χ(εύμα)τος ὑποκαιομένου βράζουσαν ἰδὼν ἐχώρισε κατὰ μέρος, καὶ τὸ μὲν ἐκ τοῦ παντὸς λαβὼν ἡμέρωσε, τὸ δὲ εἴασεν ἀτάκτωςς φέρεσθαι, καὶ τὸ ἡμερωθὲν τοῦτο
PG 16:3381εἶναι κόσμον λέγει, τὸ δὲ ἄγριον μένειν καὶ ὕλην καλεῖσθαι ἄκοσμον· ταύτην οὐσίαν εἶναι τῶν ἁπάντων λέγει, ὡς καινὸν φέρων δόγμα τοῖς αὐτοῦ μαθηταῖς, οὐκ ἐνενόει δέ, ὅτι Σωκρατικὸς ὁ μῦθος οὗτος τυγχάνει, ὑπὸ Πλάτωνος ἐξεργασμένος βέλτιον ἢ ὑπὸ Ἑρμογένους.
τὸν δὲ Χριστὸν υἱὸν εἶναι ὀμολογεῖ τοῦ τὰ πάντα κτίσαντος θεοῦ, καὶ ἔ)τ(ι) ἐκ παρθένου γεγενῆσθαι καὶ πνεύματος συνομολογεῖ κατὰ τὴν τῶν εὐαγγελίων φωνήν· ὃν μετὰ τὸ πάθος ἐγερθέντα ἐν σώματι πεφηνέναι τοῖς μαθηταῖς, καὶ ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς ἐν τῷ ἡλίῳ τὸ σῶμα καταλελοιπέναι, αὐτὸν δὲ πρὸς τὸν πατέρα πεπορεῦσθαι.
μαρτυρίᾳ δὲ χρῆται νομίζων ὑπὸ τοῦ ῥητοῦ συνηγορεῖσθαι οὗπερ ὁ ψαλμῳδὸς Δαβὶδ λέγει· »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀλαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν«. ταῦτα μὲν οὖν καὶ Ἑρμογένης ἐπεχείρει.
Ἕτεροι δὲ τινες φιλόνεικοι τὴν φύσιν, ἰδιῶται τὴν γνῶσιν, μαχιμώτεροι τὸν τρόπον, συνιστάνουσι δεῖν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς φυλάσσειν κατὰ τὴν τοῦ νόμου διαταγήν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐμπέσῃ, ὑφορώμενοι τὸ γεγραμμένον ἐν νόμῳ ὡς], ἐπικατάρατον ἔσεσθαι τὸν μὴ φυλάξαντα οὕτως <ὡς> διαστέλλεται, προσέχοντες ὅτι Ἰουδαίιοις ἐνομοθετεῖτο τοῖς μέλλουσι τὸ ἀληθινὸν πάσχα ἀναιρεῖν, τὸ εἰς ἔθνη χωρῆσαν καὶ πίστει νοούμενον, οὐ γράμματι νῦν τηρούμενον· οἳ μιᾷ ταύτῃ προσέχοντες ἐντολῇ
οὐκ ἀφορῶσιν εἰς τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὄτι »διαμαρτύρομαι παντὶ περι-
τεμνομένῶ, ὄτι ὀφειλέτης ἐστὶ τοῦ πάντα τὸν νόμον ποιῆσαι«. ἐν δὲ τοῖς ετέροις οὗτοι συμφωνοῦσι πρὸς πάντα τὰ τῇ ἐκκλησίᾳ ὑπὸ τῶν ἀποστόλων παραδεδομένα.
Ἕτεροι δὲ καὶ αὐτοὶ αἱρετικώτεροι τὴν φύσιν, Φρύγες τὸ γένος, προληφθέντες ὑπὸ γυναίων ἀπάτηνται, Πρισκίλλης τινὸς καὶ Μαξιμίλλης καλουμένων, ἃς προφήτιδας νομίζουσιν, ἐν ταύταις τὸ παράκλητον πνεῦμα κεχωρηκέναι λέγοντες, καί τινα πρὸ αὐτῶν Μοντανὸν ὁμοίως δοξμάζουσιν ὡς προφήτην· ὧν βίβλους ἀπείρους ἔχοντες πλανῶνται, μήτε τὰ ὑπ᾿ αὐτῶν λελαλημένα λόγῳ κρίναντες μήτε τοῖς κρῖναι δυναμένοις προσέχοντες, ἀλλ᾿ ἀκρίτως τῇ πρὸς αὐτοὺς πίστει προσφέρονται, πλεῖόν τι δι᾿ αὐτῶν φάσκοντες ὡς μεμαθηκέναι ἢ ἐκ νόμου καὶ προφητῶν καὶ τῶν εὐαγγελίων.
ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα ταῦτα τἂ γύναια δοξάζουσιν, ὡς τολμᾶν πλεῖόν τι Χριστοῦ ἐν τούτοις λέγειν τινὰς αὐτῶν γεγονέναι. οὗτοι τὸν μὲν πατέρα τῶν ὅλων θεὸν καὶ πάντων κατίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῤαφανοφαγίας, φὰσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι.
PG 16:3383τινὲς δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις.
ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων f. 109r εἰρημένα κρίνομεν, δι’ ὀλίγων | τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια· οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.
Ἕτεροι δὲ ἐαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας τά μὲν περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι, περὶ δὲ πολιτείαν πεφυσιωμένοι ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων δοξάζειν νομίζοντες ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον Κυνικοὶ
ἢ Χριστιανοὶ οἱ τοιοῦτοι κρινόμενοι, οὐ προσέχοντες τοῖς διὰ τοῦ ἀποστόλου Παύλου εἰς αὐτοὺς προειρημένοις, ὃς προφητεύων τὰ μέλλοντα ὑπό τινων μάτην καινίζεσθαι οὕτως ἴφη·
»τὸ δὲ πνεῦμα ῥητῶς λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον.
ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.« ἱκανὴ μὲν οὖν αὔτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων δικαίων εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις. εἰ δὲ καὶ ἔτεραί τινες αἱρέσεις ὀνομάζονται Καϊνῶν, Ὀφιτῶν ἢ Νοχαϊτῶν καὶ ἑτέρων τοιούτων, οὐκ ἀναγκαῖον ἥγημαι τὰ ὑπ᾿ αὐτῶν λεγόμενα ἢ γινόμενα ἐκθέσθαι, ἴνα μὴ κἂν ἐν τούτῳ τινὸς αὐτοὺς ἢ] λόγου ἀξίους ἡγῶμαι.
ἀλλ᾿ ἐπεὶ καὶ τὰ περὶ τούτων οὐτάρκη δοκεῖ εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν αἵρεσιν Νοητιανῶν, τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες καὶ τὸν ἔνδον ὄντα ἰὸν εἰς φανερὸν ἐλέγξαντες παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἀπαγομένους ὑπὸ πνεύματος βιαίου δίκην χειμάρρου.
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΒΙΒΛΙΟΝ Θ'.>
Τ άδε ἔνεστιν ἐν τῇ ἐννάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου.
Τίς ἡ Νοητοῦ βλάσφημος ἀφροσύνη, καὶ ὅτι δόγμασιν Ἡρακλείπτου
PG 16:3385Καὶ πῶς Κάλλιστος μίξας τὴν Κλεομένους μαθητοῦ Νοητοῦ καὶ Θεοδότου αἵρεσιν, ἑτέραν καινοτέραν αἵρεσιν συνέστησε, καὶ τίς ὁ τούτου βίος.
Τίς ἡ καινὴ ἐπιδημία τοῦ ξένου δαίμονος Ἠλχασαΐ, καὶ ὅτι σκέπη τῶν ἰκίων σφαλμάτων τὸ δοκεῖν προσέχειν νόμῳ, τῷ δὲ ὄντι γνωστικοῖς δόγμασιν ἢ καὶ ἀστρολογικοῖς καὶ μαγείαις πρόσκειται.
PG 16:3378Τίνα τὰ <παρὰ> Ἰουδαίοις ἔθη καὶ πόσαι τούτων
PG 16:3374Πολλοῦ τοίνυν τοῦ περὶ πασῶν αἱρέσεων γενομένου ἡμὶν ἀγῶνος μηθέν γε ἀνεξέλεγκτον καταλιποῦσι, περιλείπεται νῦν ὁ μέγιστος ἀγών, ἐκδιηγήσασθαι καὶ διελέγξαι τὰς ἐφ᾿ ἡμῖν ἐπαναστάσας αἱρέσεις, δι᾿ ὠν τινες ἀμαθεῖς καὶ τολμηροὶ διασκεδαννύειν ἐπεχείργσαν τὴν ἐκκλησίαν, μέγιστον τάραχον κατὰ πάντα τὸν κόσμον ἐν πᾶσι τοῖς πιστοῖς ἐμβάλλοντες. δοκεῖ γὰρ ἐπὶ τὴν ἀρχηγὸν τῶν κακῶν γενομένην γνώμην ὀρμήσαντας διελέγξαι, τίνες αἱ ταύτης ἀρχαί, ὅπως εὔγνωστοι αἰ ἐκφυάδες αὐτῆς ἅπασι γενόμεναι καταφρονηθῶσι.
PG 16:3372| Γεγένηταί τις ὀνόματι Νοητός, τῷ γένει Σμυρναῖος. οὗτος εἰσηγήσατο αἵρεσιν ἐκ τῶν Ἡρακλείτου δογμάτων οὗ διάκονος καὶ μαθητὴς γίνεται Ἐπίγονός τις τοὔνομα, ὅς τῇ Ῥώμῃ ἐπιδημήσας ἐπέσπειρε τὴν ἄθεον γνώμην. ᾧ μαθητεύσας Κλεομένης, καὶ βίῳ καὶ τρόπῳ ἀλλότριος τῆς ἐκκλησίας, ἐκράτυνεε τὸ δόγμα, κατ᾿ ἐκεῖνο καιροῦ Ζεφυρίνου διέπειν νομίζοντος τὴν ἐκκλησίαν, ἀνδρὸς ἰδιώτου καὶ αἰσχροκερδοῦς·
PG 16:3371<ὃς> τῶ κέρδει πειθόμενος πειθόμενος τοῖς προσιοῦσι τῷ Κλεομένει μαθητεύεσθαι καὶ αὐτὸς ὑποσυρόμενος τῷ χρόνῳ ἐπὶ τὰ αὐτὰ ὥρμητο, συμβούλου καὶ συναγωνιστοῦ τῶν κακῶν ὄντος αὐτῷ Καλλίστου, οὗ τὸν βίον καὶ τὴν ἐφευρεθεῖσαν αἵρεσιν μετ᾿ οὐ πολὺ ἐκθήσομαι.
PG 16:3387τούτων κατὰ διαδοχὴν διέμεινε τὸ διδασκαλεῖον κρατυνόμενον καὶ ἐπαῦξον διὰ τὸ συναίρεσθαι αὐτοῖς τὸν Ζεφυρῖνον καὶ τὸν Κάλλιστον, καίτοι ἠμῶν μηδέποτε συγχωρησάντων, ἀλλὰ πλειστάκις ἀντικαθεστώτων πρὸς αὐτοὺς καὶ
PG 16:3371διελεγξάντων καὶ ἄκοντας βιασαμένων τὴν ἀλήθειαν ὁμολογεῖν· οἳ πρὸς μὲν ὥραν αἰδούμενοι καὶ ὑπὸ τῆς ἀληθείας συναγόμενοι ὡμολόγουν, μετ᾿ οὐ πολὺ δὲ ἐπὶ τὸν αὐτὸν βόρβορον ἀνεκυλίοντο.
PG 16:3387Ἀλλ᾿ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλόαν ἐκθέσθαι, <καὶ> πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα ἔπει<τα> καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι, τυχὸν[τες] οἱ νῦν προστάται τῆς σἱρέσεως οὐκ ἴσασιν ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ.
οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾿ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δικεῖ προσαντιπαραχθῆναι καὶ νῦν, ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου, νομίζοντες Χριστοῦ εἶναι μαθηταί, οὐκ ὄντες, ἀλλὰ τοῦ σκοτεινοῦ.
Ἡράκλειτος μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον. »οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντς ὁμολογεῖν σοφόν ἐστιν, ἓν πάντα εἶναι«, ὁ Ἡράκλειτός φησι·
καὶ ὅτι τοῦτο οὐκ ἴσασιν πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· »οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκως περ τόξου καὶ λύρης.«
ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν καὶ παντὸς παντὸς ὤν, οὕτως λέγει· »τοῦ δὲ λόγου τοῦδ᾿ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινο-
PG 16:3389μένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁποῖα ἐγὼ διηγεῦμαι, διαιρέων κατὰ φύσιν καὶ φράζων ὅπως ἔχει.«
ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι᾿ αἰῶνος αἰώνιος βασιλεὺς τῶν ὅλων οὕτως λέγει· »αἰὼν παῖς ἐστι παίζων, πεττεύων· παιδὸς ἡ βασιληίη.« ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου λέγοντος ἀκούομεν· »πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν | δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους«.
ὅτι δέ ἐστιν * * * »ἁρμονίη ὄκως περ τόξου καὶ λύρης.« ὅτι δὲ ὁ θεὸς) ἀφανὴς ὁ] ἀόρατος ἄγνωστος ἀνθρώποις, ἐν τούτοις λέγει· »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων· ἐπαινεῖ καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον αὐτοῦ καὶ ἀόρατον τῆς δυνάμεως. ὅτι δὲ ἐστιν ὁρατὸς ἀνθρώποις καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· »ὅσων ὄψις, ἀκοή, μάθησις, ταῦτα ἐγὼ προτιμέω«, φησί, τουτέστι τὰ ὁρατὰ τῶν ἀοράτων. * * * ἀπὸ τῶν τοιούτων αὐτοῦ λόγων κατανοεῖν ῥᾴδιον·
»ἐξηπάτηνται«, φησίν, »οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν κοὶ κατ]ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾿ ἐλάβομεν ταῦτα.«
Οὕτως Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον. »εστι γὰρ«, φησίν »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων«, καὶ »ὅσων ὄψις, ἀκοή, μάθησις« — τουτέστι τὰ ὄργανα —, »ταῦτα«, φησίν, »ἐγὼ προτιμέω«, οὐ τὰ ἀφανῆ προτιμήσας.
τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ αὐτό. ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν
καὶ νύκτα οἶδεν· ἡμέρα γὰρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· »διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν«.
καὶ ἀγαθὸν καὶ κακόν· »οἱ γοῦν ἰατροί«, φησὶν ὁ Ἡράκλειτος, »τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέον ται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργξόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους.« καὶ εὐθὺ δέ, φησί,
PG 16:3391καὶ στρεβλὸν τὸ αὐτό ἐστι. »γναφείῳ«, φησίν, ὁδὸς εὐθεῖα καὶ σκολιή« — ἡ τοῦ οργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέρχεται — »μία ἐστί«, φησί, καὶ ἡ αὐτή.« καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔν ἐστι καὶ τὸ αὐτό· »ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή«.
καὶ τὸ μιαρόν φησιν καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸν εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτὸ εἶναι· »θάλασσα«, φησίν, »ὕδωρ καθαρώτατον καὶ μιαρώτατον,, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.«
λέγει δὲ ὁμολογουμένως τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν ἀθάνατον διὰ τῶν τοιούτων λόγων· »ἀθάνταοι θνητοί, θνητοὶ ἀθάνταοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.« λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης <τῆς> ἐν ᾑ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· »ἔνθα δ’ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεχρῶν«.
λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι λέγων οὕτως· »τὰ δὲ πάντα οἰακίζει κεραυνός«, τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὄλων αἴτιον· καλεῖ δὲ αὐτὸ »χρησμοσύνην καὶ κόρον‘· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ᾿ αὐτόν, ἠ δὲ ἐκπύρωσις
κόρος· πάντα γάρ‘, φησί, »τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.« ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ πάντα ὁμοῦ τὸν ἴδιον νοῦν ἐξέθετο,
ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ αἱρέσεως, <ὃν> δι᾿ ὀλίγων ἐπέδειξα ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργ[ον καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτω λέγει· ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός« — τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς· — »ἀλολοιοῦται δὲ ὅκωσπερ <πῦρ>
ὁκόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου.« φανερὸν δὲ πᾶσι τοὺς <ἀ>νοήτους Νοητοῦ διαδόχους καὶ τῆς αἱρέσεως εἰ καὶ Ἡρακλείτου λέγοιεν ἑαυτοὺς μὴ γεγονέναι ἀκροατάς, ἀλλά γε τὰ Νοητῷ δόξαντα αἱρουμένους ἀναφανδὸν ταὐτὰ ὁμολογεῖν. λέγουσι γὰρ οὕτως· ἴνα καὶ τὸν αὐτὸν θεὸν εἶναι πάντων δημιουργὸν καὶ πατέρα, εὐδοκήσαντα δὲ πεφηνέναι τοῖς ἀρχῆθεν δικαίοις ὄντα ἀόρατον· ὅτε μὲν γὰρ οὐχ
ὁρᾶται ἦν ἀόρατος, <ὅτε δὲ ὀρᾶται ἀχώητος δὲ ὅτε μὴ χωρεῖσθαι θέλει, χωρητὸς δὲ ὅτε χωρεὶται· οὕτως κατὰ τὸν αὐτὸν λόγον ἀκράτητος καὶ κρατητός, ἀγένητος <καὶ γενητός> ἀθάνατος καὶ θνητός. πῶς οὐχ τοιοῦτοι δειχθήσονται μαθηταί, <εἰ καὶ> μὴ τῇδε τῇ λέξει διαφθάσας ἐφιλοσόφησεν ὁ σκοτεινός; ὅτι δὲ καὶ τὸν αὐτὸν υἱὸν εἶναι λέγει καὶ πατέρα οὐδεὶς ἀγνοεῖ.
PG 16:3393λέγει δὲ οὕτως· ὅτε μὲν οὖν μὴ <γε>γένητο ὁ πατήρ, δικαίως πατὴρ παοσηγόρευτο· ὅτε δὲ ηὐδόκησε γένεσιν ὑπομεῖναι, γενηθεὶς ὁ υἱὸς ἐγένετο αὐτὸς ἑαυτοῦ, οὐχ ἑτέρου. οὕτως γὰρ δοκεῖ μοναρχίαν συνιστᾶν, ὲν καὶ τὸ αὐτὸ φάσκων ὑπάρχειν
PG 16:3377πατέρα καὶ υἱὸν καλούμενον, οὐχ ἕτερον ἐξ ἑτέρου, ἀλλ᾿ αὐτὸν ἐξ ἑαυτοῦ, ὀνόματι μὲν πατέρα καὶ υἱὸν καλούμενον κατὰ χρόνων τροπήν, ἕνα δὲ εἶναι τοῦτον τὸν φανέντα καὶ γἐνεσιν ἐκ παρθένου ὑπομείναντα καὶ ἐν ἀνθρώποις ἄνθρωπον ἀναστραφέντα, υἱὸν μὲν ἑαυτὸν τοῖς ὁρῶσιν ὁμολογοῦντα διὰ τὴν γενομένην γὲνεσιν, πατέρα δὲ εἶναι καὶ τοῖς χωροῦσιν μὴ ἀποκρύψαντα.
PG 16:3393τοῦτον πάθει ξύλου προσπαγέντα καὶ ἑαυτῷ τὸ πνεῦμα παραδόντα, ἀποθανόντα καὶ μὴ ἀποθανόντα καὶ ἑαυτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσαντα, τὸν ἐν μνημείῳ ταφέντα καὶ λόγχῃ τρωθέντα καὶ ἥλοις καταπαγέντα, τοῦτον τὸν τῶν ὅλων θεὸν καὶ πατέρα εἶναι λέγει Κλεομένης καὶ ὁ τούτου χορός, Ἡρακλείτειον σκότος ἐπεισάγοντες πολλοῖς.
Ταύτην τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, ἀνὴρ ἐν κακίᾳ πανοῦργος καὶ ποικίλος πρὸς πλάνην, θηρώμενος τὸν τῆς ἐπισκοπῆς θρόνον. τὸν Ζεφυρῖνον, ἄνδρα ἰδώτην καὶ ἀγράμματον καὶ ἄπειρον τῶν ἐκκλησιαστικῶν ὅρων, ὄν πείθων δόμασι καὶ ἀπαιτήσεσιν ἀπειρημέναις ἦγεν εἰς ὃ <ἑ>βούλετο, ὄντα δωρολήπτην καὶ ἔπειθεν ἀεὶ στάσεις ἐμβαλεῖν ἀνὰ μέσον τῶν ἀδελφῶν, αὐτὸς τὰ ἀμφότερα μέρη ὕστερον κερκωπείοις λόγοις πρὸς ἑαυτοῦ φιλίαν κατασκευάζων, καὶ τοῖς μὲν ἀλήθειαν λέγων ὅμοια] φρονοῦσι ποτὲ κατ᾿ ἰδίαν <λέγων> τὰ ὅμοια φρονεῖν ἠπάτα, πάλιν δ᾿ αὖ τοῖς Σαβελλίου ὁμοίως· ὃν καὶ αὐτὸν ἐξέστησε δυνάμενος κατορθοῦν.
ἐν γὰρ τῷ ὑφ᾿ ἡμῶν παραινεῖσθαι οὐκ ἐσκληρύνετο, ἡνίκα δὲ σὺν τῷ Καλλίστῳ ἐμόναζεν, ὑπ’ αὐτοῦ ἀνεσείετο πρὸς τὸ δόγμα τὸ Κλεομένους ῥέπειν φάσκοντος τὰ ὅμοια φρονεῖν. ὁ δὲ τότε μὲν τὴν πανουργίαν αὐτοῦ οὐκ ἐνόει, αὖθις δὲ ἔγνω, ὡς διηγήσομαι μετ᾿ οὐ
πολύ.
αὐτὸν δὲ τὸν Ζεφυρῖνον προάγων δημοσίᾳ ἔπειθε λέγειν ἐγὼ οἶδα ἕνα θεὸν Χριστὸν Ἰησοῦν, καὶ πλὴν αὐτοῦ ἕτερον οὐδένα γενητὸν καὶ παθητόν· ποτὲ δὲ λέγων· οὐχ ὁ πατὴρ ἀπέθανεν, ἀλλὰ ὁ υἱός, οὕτως ἄπαυστον τὴν στάσιν ἐν τῷ λαῷ διετήργσεν· οὗ τὰ νοήματα γνόντες ἡμεῖς οὐ συνεχωροῦμεν, ἐλέγχοντες καὶ ἀντικαθιστάμενοι ὑπὲρ τῆς ἀληθείας· ὃς εἰς ἀπόνοιαν χωρῶν διὰ τὸ πάντας αὐτοῦ τῇ ὑποκρίσει συντρέχειν, ἡμᾶς δὲ οὔ, ἀπεκάλει ἡμᾶς διθέους, ἐξεμῶν παρὰ βίαν τὸν ἐνδομυχοῦντα αὐτῷ ἐόν.
τούτου τὸν βίον δοκεῖ ἡμῖν ἀγαπητὸν ἐκθέσθαι, ἐπεὶ κατὰ τὸν αὐτὸν χρόνον ἡμῖν ἐγεγόνει, ὅπως διὰ τοῦ φανῆναι τοῦ τοιούτου τὴν ἀναστροφὴν εὐεπίγνωστος καὶ φανερὰ τοῖς νοῦν ἔχουσιν εὐθὺς γένηται ἡ διὰ τούτου ἐπικεχειρημένη αἵρεσις. οὑτος ἐμαρτύρησεν ἐπὶ φουσκιανοῦ ἐπάρχου ὄντος Ῥώμης· ὁ δὲ τρόπος τῆς αὐτοῦ μαρτυρίας τοιόσδε ἦν·
PG 16:3395Οἰκέτης ἐτύγχανε Καρποφόρου τινὸς ἀνδρὸς πιστοῦ ὄντος ἐκ τῆς Καίσαρος οἰκίας. τούτῳ ὁ Καρποφόρος, Καρποφόρος, ἅτε ὡς πιστῷ, χρῆμα οὐκ ὀλίγον κατεπίστευσεν, ἐπαγγειλαμένῳ κέρδος προσοίσειν ἐκ πραγματείας τραπεζιτικῆς· ὃς λαβὼν τράπεζαν ἐπεχείρησεν ἐν τῇ λεγομένῃ πισκινῇ πουπλικῇ, ᾡ οὐκ ὀλίγαι παραθῆκαι τῷ χρόνῳ ἐπιστεύθησαν ὑπὸ χηρῶν καὶ ἀδελφῶν προσχήματι τοῦ Καρποφόρου· ὁ δὲ ἐξαφανίσας τὰ πάντα ἠπόρει. οὗ ταῦτα πράξαντος, οὐκ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ·
ὁ δὲ ἔφη ἀπαιτήσειν λόγους παρ αὐτοῦ. ταῦτα συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος, ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτω̣ ἕτοιμον πρὸς ἀναγωγήν, ὅπου ἐτύγχχανε πλέον ἀνέβη πλευσόμενος. ἀλλ᾿ οὐδὲ οὕτως λαθεῖν δεδύνηται οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῶ Καρποφόρῳ τὸ γεγενημένον.
ὁ δὲ ἐπιστὰς κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον ὁρμᾶν κατὰ <τὰ> μεμηνυμένα· τοῦτο δὲ ἠν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὢν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι, ἠφεί΄δησε τοῦ ζῆν, καὶ ἔσχατα ταῦτα λογισάμενος ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
οἱ δὲ ναῦται καταπηδήσαντες εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὲ]
ἀπὸ τῆς τῆς μεγάλα βοώντων· καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην, ὃν ὁ δεσπότης εἰς πίστρινον κατέθετο.
χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν δραπέτην, φάσκοντες αὐτὸν ἁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον.
ὁ δὲ Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν — πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες, ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν τῷ Καλλίστῳ, ἃ πεπιστεύκεισαν — καὶ πεισθεὶς ἐκέλευσεν ἐξαγαγεῖν αὐτόν.
PG 16:3397ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε καὶ σαββάτῳ σκηφάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας ὤρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένων καὶ στὰς κατεστασίαζεν αὐτῶν. οἱ δὲ καταστασιασθέντες ὑπ᾿ αὐτοῦ, ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσυρον ἐπὶ τὸν Φουσκιανὸν ἔπαρχον ὄντα τῆς πόλεως.
ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾶ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν | ἐκώλυε καταστασιάζν ἡμῶν, f. 114r φάσκων εἶναι Χριστιανός. τοῦ δὲ Φουσκιανοῦ πρὸ βήματος τυγχάνοντος καὶ τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα.
ὁ δὲ σπεύσας ἐπὶ τὸ βῆμα τοῦ ἐπάρχου ἐβόα· δέομαι, κύριε Φουσκιανέ, μὴ σὺ αὐτῷ πίστευε, οὐ γὰρ ἐστι Χριστιανός, ἀφορμὴν δὲ ζητεῖ θανάτου χρήματά μου πολλὰ ἀφανίσας, ὡς ἀποδείξω. τῶν δὲ Ἰουδαίων ὐποβολὴν τοῦτο νομισάντων, ὡς ζητοῦντος τοῦ Καρποφόρου ταύτῃ τῇ προφάσει ἐξελέσθαι αὐτόν, μᾶλλον ἐπιφθόνως κατεβόων τοῦ ἐπάρχου. ὁ δὲ κινηθεὶς ὑπ’ αὐτῶν, μαστιγώσας αὐτὸν ἔδωκεν εἰς μέταλλον Σαρδονίας.
μετὰ χρόνον δὲ ἐτέρων ἐκεῖ ὄντων μαρτύρων, θελήσασα ἡ Μαρκία ἔργον τι ἀγθὸν ἐργάσασθαι, οὖσα φιλόθεος παλλακὴ Κομόδου, προσκαλεσαμένη τὸν μακάριον Οὐΐκτορα, ὄντα ἐπίσκοπον τῆς ἐκκλησίας κατ᾿ ἐκεῖνο καιροῦ, ἐπηρώτα, τίνες εἶεν ἐν Σαρδονίᾳ μάρτυρες. ὁ δὲ πάντων ἀναδοὺς τὰ ὀνόματα, τὸ τοῦ Καλλίστου οὐκ ἔδωκεν, εἰδὼς τὰ <τε> παρ’ αὐτοῦ.
τυχοῦσα οὖν τῆς ἀξιώσεως ἡ Μαρκία παρὰ τοῦ Κομόδου, δίδωσι τὴν ἀπούσιμον ἐπιστολὴν Υακίνθῳ τινὶ σπάδοντι πρεσβυτέρῶ, ὃς λαβὼν
διέπλευσεν εἰς τὴν Σαρδονίαν, καὶ ἀποδοὺς τῶ κατ᾿ ἐκεῖνο καιροῦ τῆς χώρας ἐπιτροπεύοντι ἐπέλυσε τοὺς μαρτυρας πλὴν τοῦ Καλλίστου.
ὁ δὲ γονυπετῶν καὶ δακρύων ἱκέτευε καὶ αὐτὸς τυχεῖν ἀπολύσεως. δυσωπηθεὶς οὖν ὁ Ὑάκινθος ἀξιοῖ τὸν ἐπίτροπον, φάσκων θρέψας εἶναι Μαρκίας, τασσόμενος αὐτῷ τὸ ἀκίνδυνον· ὁ δὲ πεισθεὶς ἀπέλυσε καὶ τὸν Κάλλιστον.
οὗ παραγενομένου ὁ Οὐΐκτωρ πάνυ ἤχθετο ἐπὶ τῷ γεγεονότι, ἀλλ᾿ ἐπεὶ εὔσπλαγχνος ἦν, ἡσύχασε· φυλασσόμενος δὲ τὸν ὑπὸ πολλῶν ὄνειδον — οὐ γὰρ ἠν μακρὰν τὰ ὑπαὐτοῦ τετολμημένα —, ἔτι δὲ καὶ τοῦ Καρποφόρου ἀντιπίπτοντος, πέμπει αὐτὸν καταμένειν ἐν Ἀνθείῳ, ὁρίσας αὐτῷ μηνιαῖόν τι εἰς τροφάς.
PG 16:3399μεθ᾿ οὗ κοίμησιν Ζεφυρῖνος συναράμενον αὐτὸν σχὼν πρὸς τὴν κατάστασιν τοῦ κλήρου, ἐτίμησε τῷ ἰδίῳ κακῷ, καὶ τοῦτον μεταγαγὼν ἀπὸ τοῦ Ἀνθείου εἰς τὸ κοιμητήριον κατέστησεν. ᾧ ἀεὶ συνὼν καί, καθὼς φθάσας προεῖπον, ὑποκρίσει αὐτὸν θεραπεύων, ἐξηφάνισε μήτε κρῖναι τὰ λεγόμενα δυνάμενον μήτε νοοῦντα τὴν τοῦ Καλλίστου ἐπιβουλήν, πάντα αὐτῷ πρὸς ἅ ἥδετο ὁμιλοῦντος.
οὕτω μετὰ τὴν τοῦ Ζεφυρίνου τελευτὴν νομίζων τετυχηκέναι οὑ ἐθηρᾶτο, τὸν Σαβέλλιον ἀπέωσεν ὡς μὴ φρονοῦντα ὀρθῶς, δεδοικὼς ἐμὲ καὶ νομίζων οὕτω δύνασθαι ἀποτρίψασθαι τὴν πρὸς τὰς ἐκκλησίας κατηγορίαν, ὡς μὴ ἀλλοτρίως φρονῶν. ἦν οὖν γόης καὶ πανοῦργος καὶ ἐπὶ χρόνῳ συνήρπασε πολλούς.
ἔχων δὲ καὶ τὸν ἰὸν ἐγκείμενον ἐν τῇ καρδίᾶ καὶ εὐθέως μηδὲν φρονῶν, ἅμα δὲ καὶ αἰδούμενος τὰ ἀληθῆ λέγειν, διὰ τὸ δημοσίᾳ ἡμῖν ὀνειδίζοντα εἰπεῖν Δίθεοί ἐστε, ἀλλὰ καὶ διὰ τὸ ὑπὸ τοῦ Σαβελλίου συχνῶς κατηγορεῖσθαι ὡς παραβάντα τὴν πρώτην πίστιν, ἐφεῦρεν αἵρεσιν τοιάνδε, λέγων τὸν λόγον αὐτὸν εἶναι υἱόν, αὐτὸν καὶ πατέρα ὀνόματι μὲν καλούμενον, ἕν δὲ ἂν τὸ πνεῦμα ἀδιαίρετον·
οὐκ ἄλλο εἶναι πατέρα, ἄλλο δὲ υἱόν, ἓν δὲ καὶ τὸ αὐτὸ ὑπάρχειν· καὶ τὰ πάντα γέμειν τοῦ θείου πνεύματος, τά τε ἄνω καὶ κάτω· καὶ εἶναι τὸ ἐν τῇ παρθένῳ σαρκωθὲν πνεῦμα οὐχ ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ ἐν καὶ τὸ αὐτό. καὶ τοῦτο εἶναι
τὸ εἰρημένον· »οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί;« τὸ μὲν γὰρ βλεπόμενον, ὅπερ ἐστὶν ἄνθρωπος,
τοῦτο εἶναι τὸν υἱόν, τὸ δὲ ἐν τῷ υἱῷ χωρηθὲν πνεῦμα τοῦτο εἶναι τὸν ποτέρα· οὐ γάρ, φησίν. ἐρῶ δύο θεούς, πατέρα καὶ υἱόν, ἀλλ᾿ ἕνα. ὁ γὰρ ἐν αὐτῷ γενόμενος πατὴρ προσλαβόμενος τὴν σάρκα ἐθεοποίησεν ἑνώσας ἐαυτῷ καὶ ἐποίησεν ἕν, ὡς καλεῖσθαι πατέρα καὶ υἱὸν ἕνα θεόν, καὶ τοῦτο ἓν ὂν πρόσωπον μὴ δύνασθαι εἶναι δύο, καὶ οὕτως τὸν πατέρα συμπεπονθέναι τῷ υἱῷ·
οὐ γὰρ θέλει λέγειν τὸν πατέρα πεπονθέναι καὶ ὲν εἶναι πρόσωπον, <ἀλλ’> ἐκφυγεῖν τὴν εἰς τὸν βλασφημίαν ὁ ἀνόητος καὶ ποικίλος, ὁ ἄνοι κάτω σχεδιάζων βλασφημίας, ἵνα μόνον κατὰ τῆς ἀληθείας λέγειν δοκῇ, ποτὲ μὲν εἰς τὸ Σαβελλίου δόγμα ἐμπίπτων, ποτὲ δὲ εἰς τὸ Θεοδότου οὐκ αἰδεῖται.
τοιαῦτα ὁ γόης τολμήσας συνεστήσατο διδασκαλεῖιον κατὰ τῆς ἐκκλησίας οὕτως διδάξας, καὶ πρῶτος τὰ πρὸς τὰς ἡδονὰς τοῖς ἀνθρώποις συγχωρεῖν ἐπενόησε, λέγων πᾶσιν ὑπ᾿ αὐτοῦ ἀφίεσθαι ἁμαρτίας. ὁ παρ᾿ ἑτέρῳ τινὶ τινὶ συναγόμενος καὶ λεγόμενος Χριστιανὸς εἴ τι ἂν ἁμάρτῃ, φασίν, οὐ λογίζεται αὐτῷ ἡ ἁμαρτία, εἰ προσδράμοι τῇ
PG 16:3401τοῦ Καλλίστου σχολῇ. οὗ τῷ ὅρῳ ἀρεσκόμενοι πολλοὶ συνείδησιν πεπληγότες ἅμα τε καὶ ὑπὸ πολλῶν αἱρέσεων ἀποβληθέντες, τινὲς δὲ καὶ ἐπὶ καταγνώσει ἔκβλητοοι τῆς ἐκκλησίας ὑφ᾿ ἡμῶν γενόμενοι προσχωρήσαντες αὐτοῖς ἐπλήθυναν τὸ διδασκαλεῖον αὐτοῦ. οὗτος ἐδογμάτισεν ὅπως εἰ ἐπίσκοπος ἀμάρτοι τι, εἰ καὶ πρὸς θάνατον, μὴ δεῖν κατατίθεσθαι.
ἐπὶ τούτου ἤρξαντο ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι δίγαμοι καὶ τρίγαμοι καθίστασθαι κλήρους· κλήρους· εἰ δὲ καί τ·ις ἐν κλήρῳ ὢν γαμοίη, μένειν τὸν τοιοῦτον ἐν τῷ κλήρῳ ὡς
μὴ ἡμαρτηκότα, ἐπὶ τούτῳ φάσκων εἰρῆσθαι τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθέν· »σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;« ἀλλὰ καὶ παραβολὴν τῶν ζιζανίων πρὸς τοῦτο ἔφη λέγεσθαι· »ἄλφετε τὰ ζιζάνια συναύξειν τῷ σίτῳ«, τουτέστιν ἐν τῇ ἐκκλησίᾳ τοὺς ἁμαρτάνοντας.
ἀλλὰ καὶ τὴν κιβωτὸν τοῦ Νῶε εἰς ὁμοίωμα ἐκκλησίας ἴφη γεγονέναι, ἐν ᾑ καὶ κύνες καὶ λύκοι καὶ κόρακες καὶ πάντα τὰ καθαρὰ καὶ ἀκάθαρτα, οὕτω φάσκων δεῖν εἶναι ἐν ἐκκλησίᾳ ὁμοίως, καὶ πρὸς πρὸς τοῦτο δυνατὸς ἦν συνάγειν οὕτως ἡρμήνευσεν· οὗ οἱ ἀκροαταὶ ἡσθέντες τοῖς δόγμασι διαμένουσιν ἐμπαίζοντες ἑαυτοῖς τε καὶ πολλοῖς, ὧν τῷ διδασκαλείῳ συρρέουσιν ὄχλοι.
διὸ καὶ πληθύνονται, γαυριώμενοι ἐπὶ ὄχλοις ὄχλοις τὰς ἡδονάς, ἃς οὐ συνεχώρησεν ὁ Χριστός· οὗ καταφρονήσαντες οὐδέν ἁμαρτεῖν κωλύουσι, φάσκοντες αὐτὸν ἀφιέναι τοῖς εὐδοκοῦσι. καὶ γὰρ καὶ γυναιξὶν ἐπέρεψεν, εἰ ἄνανδροι εἶεν καὶ ἡλικίᾳ γέ τι καίοιντο αἱ ἐν ἀξίᾳ, εἰ ἑαυτῶν ἀξίαν [ἣν] μὴ βούλοιντο καθαιρεῖν διὰ τοῦ[το] νομίμως γαμηθῆναι, ἔχειν ἕνα ὃν ἂν αἱρήσων ται σύγκοιτον, εἴτε οἰκέτην εἴτε ἐλεύθερον, καὶ τοῦτον κρίνειν ἀντὶ ἀνδρὸς μὴ νόμῳ γεγαμημένην.
ἔνθεν ἤρξαντο ἐπιχειρεῖν πισταὶ λεγόμεναι ἀτοκίας φαρμάκοις καὶ περιδεσμεῖσθαι πρὸς τὸ τὰ συλλαμβανόμενα καταβάλλειν, διὰ τὸ μήτε ἐκ δούλου βούλεσθαι ἔχειν τέκνον μήτε ἐξ εὐτελοῦς διὰ τὴν συγγένειαν καὶ ὑπέρογκον οὐσίαν. ὁρᾶτε εἰς ὅσην ἀσέβειαν ἐχώρησεν ὁ ἄνομος μοιχείαν καὶ φόνον ἐν τῷ αὐτῷ διδάσκων· καὶ ἐπὶ τούτοις τοῖς τολμήμασιν ἑαυτ(οὺ)ς οἱ ἀπηρυθριασμένοι καθολικὴν ἐκκλησίαν ἀποκαλεῖν ἐπιχειροῦσι, καί
τινες νομίζοντες εὖ πράττειν συντρέχουσιν αὐτοῖς.
PG 16:3403ἐπὶ τούτου πρώτως τετ(όλμ)ηται δεύτερον αὐτοῖς βάπτισμα. ταῦτα μὲν οὖν ὁ θαυμασιώτατος Κάλλιστος συνεστήσατο, οὑ διαμένει τὸ διδασκαλεῖον φυλάσσον τὰ ἔθη καὶ τὴν παράδοσιν , μὴ διακρῖνον, τίσιν δεῖ κοινωνεῖν, πᾶσιν πᾶσιν προσφέρον τὴν κοινωνίαν· ἀφ᾿ οὑ καὶ τὴν τοῦ ονόματος μετέσχον ἐπίκλησιν καλεῖσθαι διὰ τὸν πρωτοστατήσαντα τῶν τοιούτων ἔργων Κάλλιστον Καλλιστιανοί.
Τούτου κατὰ πάντα τὸν κόσμον διηχηθείσης τῆς διδασκαλίας, ἐνιδὼν τὴν πραγματείαν ἀνὴρ δόλιος καὶ ἀπονοίας γέμων, Ἀλκιβιάδης τις καλούμενος, οἰκῶν ἐν Ἀπαμείᾳ τῆς Συρίας, γοργότερον ἑαυτὸν καὶ εὐφυέστερον ἐν κυβείαις κρίνας τοῦ Καλλίστου, ἐπῆλθε τῇ ῾Ρώμῃ φέρων βίβλον τινά, φάσκων ταύτην ἀπὸ Σηρῶν τῆς Παρθίας παρειληφέναι τινὰ ἄνδρα δίκαιον Ἠλχασαΐ,
ἣν παρέδωκέν τινι λεγομένῳ Σοβιαί, χρηματισθεῖσαν ὑπὸ ἀγγέλου, οὗ τὸ ὕφος σχοινίων κδ, ὃ γίνεται μίλια τὸ δὲ πλάτος αὐτοῦ σχοινίων δ, καὶ ἀπὸ ὤμου εἰς ὡμον σχοινίων ς, τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος σχοινίων γ ἡμίσους, ἃ γίνεται μίλια δεκατέσσαρα, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοινίου.
εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ᾗς τὰ μέτρα κατὰ τὰ προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι αγιον πνεῦμα. ταῦτα τερατολογῶν νομίζει ταράσσειν τοὺς μωρούς, λέγων λόγον τοῦτον·
εὐηγγελίσθαι τοῖς ἀνθρώποις καινὴν ἄφεσιν ἁμαρτιῶν ἐπὶ Τραϊανοῦ
βασιλείας τρίτῳ, καὶ βάπτισμα ὁρίζει, ὃ καὶ αὐτὸ διηγήσομαι, φάσκων τοὺς ἐν πάσῃ ἀσελγείᾳ καὶ μιασμῷ καὶ ἀνομήμασιν ἐμφυρέντας, εἰ καὶ πιστὸς εἴη, ἐπιστρέψαντα καὶ τῆς βίβλου κατακούσαντα καὶ πιστεύσαντα, ὁρίζει] βαπτίσματι λαμβάνειν ἄφεσιν ἁμαρτιῶν. ταῦτα δὲ ἐτόλμησε τεχνάσαι τὰ πανουργήματα ἀπὸ τοῦ προειρημένου δόγματος ἀφορμὴν λαβών, οὑ παρεστήσατο Κάλλιστος.
ἡδομένους γὰρ κατανοήσας πολλοὺς ἐπὶ τοιαύτῃ ἐπαγγελίᾳ εὐκαίρως ἐνόμισεν ἐπιχειρεῖν. καὶ τούτῳ δὲ ἡμεῖς ἀντιστάντες οὐκ εἰάσαμεν ἐπὶ πολὺ πλανηθῆναι πολλούς, ἐλέγξαντες εἶναι τοῦτο πνεύματος νόθου ἐνέργειαν καὶ ἐπίνοιαν πεφυσιωμένης καρδίας, καὶ τοῦτον λύκου δίκην ἐπεγηγερμένον πλανωμένοις προβάτοις πολλοῖς, <ἃ> ἀποπλανῶν
διεσκόρπισεν ὁ Κάλλιστος. ἀλλ᾿ ἐπεὶ ἠρξάμεθα, καὶ τὰ τούτου δόγματα οὐ σιωπήσομεν, εἰς φανερὸν δὲ ἀγαγόντες πρότερον τὸν βίον καὶ δείξαντες τὴν νομιζομένην ἄσκησιν προσποιητὴν ὑτάρχουσαν, αὖθις καὶ τῶν ῥητῶν κεφάλαια παραθήσομαι, ἴνα τοῖς αὐτοῦ ἐγγράφοις ὁ ἐντυγχάνων ἐνατενίσας ἐπιγνοίη, τίς καὶ ὁποία εἴη ἡ τούτῳ τετολμημένη αἵρτεσις.
PG 16:3405Οὗτος νόμου πολιτείαν προβάλλεται δελεάσματος δίκην, φάσκων δεῖν περιτέμνεσθαι καὶ κατὰ νόμον ζῆν τοὺς πεπιστευκότας, ἀποσπῶν τινα τῶν προειρημένων αἰρέσεων. τὸν Χριστὸν δὲ λέγει ἄνθρωπον κοινῶς πᾶσι γεγονέναι, τοῦτον δὲ οὐ νῦν πρώτως ἐκ παρθένου γεγεννῆσθαι, ἀλλὰ καὶ πρότερον, καὶ αὖθις πολλάκις γεννηθέντα καὶ γεννώμενον πεφηνέναι καὶ φύεσθαι, ἀλλάσσοντα γενέσεις καὶ μετενσωματούμενον, ἐκείνῳ τῷ Πυθαγορείῳ δόγματι χρώμενος.
τοσοῦτον δὲ πεφυσίωνται, ὡς καὶ προγνωστικοὺς ἑαυτοὺς λέγειν, μέτροις καὶ ἀριθμοῖς τῆς προειρημένης Πυθαγορείου
τέχνης ἀφορμαῖς χρωμένους. οὗτοι καὶ μαθηματικοῖς καὶ ἀστρολογικοῖς καὶ μαγικοῖς προσέχουσιν ὡς ἀληθιέσι, καὶ τούτοις χρώμενοι ταράσσουσι τοὺς ἄφρονας νομίζειν αὐτοὺς λόγου δυνατοῦ μετέχειν·
ἐπαοιδὰς τε καὶ ἐπιλόγους τινὰς διδάσκουσι πρός τε κυνοδήκτους καὶ δαιμονιῶντας καὶ ἑτέραις νόσοις κατεχομένους, ὧν οὐδὲ ταῦτα σιωπήσομεν. ἱκανῶς οὖν τὰς αρχὰς αὐτῶν διηγησάμενος τάς τε αἰτίας τῶν τολμημάτων, παρελεύσομαι ἐπιδιηγησόμενος τὰ ἔγγραφα, δι’ ὧν εἴσονται οἱ ἐντυγχάνοντες τόν τε λῆρον καὶ τὰ ἄθεα αὐτῶν επιχειρηματα.
Τὸ μὲν οὖν βάπτισμα τοῖς ἀπ᾿ αὐτ . . . . . . ένοις οὕτως παραδίδωσι, τοιάδε λέγων τοῖς ἀπατωμένοις· εἴ τις οὐν, τέκνα, ἐπλησίάσεν οἱῳδήποτε ζῴῳ ἢ ἄρρενι ἢ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐμοίχευσεν ἢ ἐπόρνευσε, καὶ θέλει ἄφεσιν λαβεῖν τῶν ἁμαρτιῶν, ἀφ᾿ οὑ ἂν ἀκούσῃ τῆς βίβλου ταύτης, βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι υἱοῦ αὐτοῦ, <τοῦ>
βασιλέως. <καὶ> καθαρισάτω καὶ ἁγνευσάτω καὶ ἐπιμαρτυρησάσθω αὑτῷ τοὺς τοὺς ἑπτὰ μάρτυρας γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ, τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. ταῦτα τὰ θαυμάσια μυστήρια τοῦ Ἠλχασαῒ τὰ ἀπόρρητα καὶ μεγάλα, ἃ παραδίδωσι τοῖς ἀξίοις μαθηταῖς· οἷς οὐκ ἀρκεῖται ὁ ἄνομος, ἀλλ᾿ ἐπὶ δὺο καὶ τριῶν μαρτύρων ἐνσφραγίζει τὰ ἑαυτοῦ κακά, πάλιν οὕτως λέγων·
πάλιν λέγω, ὦ μοιχοὶ καὶ μοιχαλίδες καὶ ψευδοπροφῆται, ἐὰν θέλητε ἐπιστρέψαι ἕνα ἀφεθήσωνται ὑμῖν αἱ ἁμαρτίαι, καὶ ὑμῖν εἰρήνη καὶ μέρος μετὰ τῶν δικαίων, ἀφ’ οὗ ἂν ἀκούσητε τῆς βίβλου ταύτης καὶ βαπτισθῆτε ἐκ δευτέρου σὺν τοῖς ἐνδύμασιν.
ἀλλ᾿ ἐπεὶ
PG 16:3407ἐπαοιδαῖς τούτους εἴπομεν χρῆσθαι ἐπί τε κυνοδήκτων καὶ ἑτέρων, δείξομεν· λέγει δὲ οὕτως· ἄν τιν᾿ οὐν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος, ἐν ᾧ ἐστι πνεῦμα διαφθορᾶς, δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὅπου ἐὰν ᾖ τόπος βαθύς,
βαπτισάσθω <σὺν> παντὶ τῷ φορέματι καὶ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει, καὶ τότε ἐπιμαρτυρη(σά)σθω τοὺς ἑπτὰ μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν.
τούτους τοὺς ἑπτὰ μάρτυρας μαρτύρομαι, ὅτι οὐκέτι ἁμαρτήσω, οὐ μοιχεύσω, οὐ κλέψω, οὐκ ἀδικήσω, οὐ πλεονεκτήσω, οὐ μισήσω, οὐκ ἀθετήσω οὐδὲ ἐν πᾶσι πονηροῖς εὐδοκήσω. ταῦτα οὖν εἰπὼν βαπτισάσθω σὺν παντὶ τῷ φορέματι αὐτοῦ ἐν ὀνόματι τοῦ μεγτάλου καὶ ὑψίστου θεοῦ.
Ἕτερα δὲ πλεῖστα φλυαρεῖ, ταὐτὰ καὶ ἐπὶ φθισικοῖς ἐπιλέγειν διδάσκων καὶ βαπτίζεσθαι ἐν ψυχρῷ τεσσαρακοντάκις ἐπὶ ἡμέρας ἑπτά, ὁμοίως καὶ ἐπὶ δαιμονῶντας. ὢ σοφίας ἀμιμήτου καὶ ἐπαοιδῶν δυνάμεων μεμεστωμένων. τίς οὐκ ἐκπλαγήσεται τῇ τοιαύτῃ καὶ τοσαύτῃ δυνάμει τῶν λόγων; ἀλλ᾿ ἐπειδὴ καὶ ἀστρολογικῇ πλάνῃ κεχρῆσθαι αὐτοὺς ἔφημεν, ἐξ αὐτῶν δείξομεν· φησὶ γὰρ οὕτως·
εἰσὶν ἀστέρες πονηροὶ τῆς ἀσεβείας. τοῦτο νῦν ὑμῖν εἴρηται, εὐσεβεῖς καὶ μαθηταί· φυλάσσεσθε ἀπὸ τῆς ἐξουσίας τῶν ἡμερῶν ἀρχῆς αὐτῶν καὶ μὴ ποιεῖτε τὴν καταρχὴν τῶν ἔργων ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ μὴ βαπτίζετε ἄνδρα ἢ γυναῖκα ἐν ταῖς ἡμέραις τῆς ἐξουσίας αὐτῶν, ὁπόταν διαπορεύηται ἐξ αὐτῶν ἡ σελήνη καὶ συνοδεύῃ αὐτοῖς.
αὐτὴν τὴν ἡμέραν φυλάσσεσθε, ἕως οὑ ἐκπορεύεται ἀπ᾿ αὐτῶν, καὶ τότε βαπτίζετε καὶ ἐνάρχεσθε ἐν πάσῃ ἀρχῇ τῶν ἔγων ὑμῶν. ἡμῶν. δὲ τιμήσατε τὴν ἡμέραν τοῦ σαββάτου, ἐπειδή ἐστιν ἡμέρα μία ἐξ αὐτῶν.
ἀλλὰ καὶ τὴν τρίτην σαββάτου φυλάσσεσθε μὴ κατάρχεσθαι,
ἐπειδὴ πάλιν πληρουμένων τριῶν ἐτῶν Τραϊανοῦ Καίσαρος, ἀφ᾿ ὅτε ὑπέταξεν ἑαυτοῦ τῇ ἐξουσίᾳ τοὺς Πάρθους, ὅτε ἐπληρώθη τρία ἔτη, † ἀγγρίζεται ὁ πόλεμος μεταξὺ τῶν ἀγγέλων τῆς ἀσεβείας τῶν ἄρκτων· διὰ τοῦτο ταράσσονται πᾶσαι βασιλεῖαι τῆς ἀσεβείας.
PG 16:3409Ταῦτα τοίνυν τὰ (μεγάλα) καὶ ἀπόρρητα μυστήρια ἄλογον ἡγούμενος καταπατεῖσθαι ἢ εἰς πολλοὺς παραδίδοσθαι, συμβουλεύει ὡς πολυτελεῖς μαργαρίτας φυλάσσειν οὕτω λέγων· τοῦτον δὲ τὸν λόγον μὴ ἀναγινώσκετε πᾶσιν ἀνθρώποις, καὶ ταύτας τὰς ἐντολὰς φυλάξατε ἐπιμελῶς, ὅτι οὐ πάντες ἄνδρες πιστοὶ οὐδὲ πᾶσαι γυναῖκες ὁρθαί.
ταῦτα δὲ οὐδὲ Αἰγυπτίων σοφοὶ ἐν ἀδύτοις ἐχώρησαν, οὐδὲ ὁ σοφὸς Ἑλλήνων Πυθαγόρας ἐχώρησεν. εἰ γὰρ τετυχήκει κατ᾿ ἐκεῖνο καιροῦ Ἠλχασαΐ, τίς ἀνάγκη Πυθαγόραν ἢ Θαλῆν ἢ Σόλωνα ἢ τὸν σοφὸν Πλάτωνα ἢ καὶ τοὺς λοιποὺς Ἑλλήνων σοφοὺς μαθητεύειν Αἰγυπτίων ἱερευσιν ἔχουσι τὴν τοιαύτην καὶ τοσαύτην σοφίαν παρὰ Ἀλκιβιάδῃ, [ἃ] τῷ θαυμασιωτάτῳ ἑρμηνεῖ τοῦ δυστήνου Ἠλχασαΐ;
δοκεῖ τοίνυν ἱικανὰ εἶναι πρὸς ἐπίγνωσιν τὰ εἰρημένα τῆς τούτων μανίας τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις· διὸ πλείοσι ῥητοῖς οὐκ ἔδοξε χρῆσθαι, οὖσι πλείστοις καὶ καταγελάστοις. ἀλλ᾿ ἐπεὶ μηδὲ ταῦτα παρελείπομεν τὰ ἐφ᾿ ἡμῶν ἐπεγηγερμένα τά τε πρὸ ἡμῶν οὐκ ἐσιωπήσαμεν, δοκεῖ, ἵνα διὰ πάντων ὦμεν πεπορευμένοι <καὶ> μηδὲν ἀνεκδιήγητον καταλείπωμεν, εἰπεῖν τίνα καὶ τῶν Ἰουδαίων <τὰ ἔθη> καὶ τίνες αἱ ἐν τούτοις διαφοραί·
ἔτι γὰρ ταῦτα νομίζω περιλείπεσθαι. ἃ μηδὲ αὐτὰ σιωπήσας ἐπὶ τὴν ἀπόδειξιν τοῦ περὶ ἀληθείας λόγου χωρήσω, ὅπως μετὰ τὸν πολὺν ἀγῶνα τοῦ κατὰ πασῶν αἰρέσεων λόγου ἐπὶ <τὸν> τῆς βασιλείας στέρφανον εὐσεβῶς τὰ ἀληθῆ πιστεύοντες μὴ ταρασσώμεθα.
Ἰουδαίων μὲν ἀρχῆθεν ἓν ἠν ἔθος· εἷς γὰρ ὁ τούτοις θοθεὶς παρὰ θεοῦ διδάσκαλος Μωσῆς, καὶ εἶς ὁ διὰ τούτου νόμος, μία δὲ ἔρημος χώρα καὶ ἕν ὄρος τὸ Σινᾶ· εἷς γὰρ ὁ τούτοις νομοθετήσας
θεός. αὐθις δὲ διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ τὴν δορύκτητον γῆν κλγρονομήσαντες διαφόρως τὸν τοῦ θεοῦ νόμον διέσπασαν. ἄλλος ἄλλως ἐπινοῶν τὰ εἰρημένα, καὶ οὕτως διδασκάλους ἑαυτοῖς ἐπεγείραντες, δόξας αἰρέσεων ἐφευρόντες εἰς μερισμὸν ἐχώρησαν· ὧν τὴν διαφορὰν ἐχθήσομαι.
εἰ δὲ καὶ εἰς πλεῖστα μέρη διεσπάσθησαν τῷ μακρῷ χρόνῳ, ἀλλὰ γε τὰ κεφαλαιωδέστερα αὐτῶν ἐκθήσομαι, δι᾿ ὡν καὶ τὰ λοιπὰ οἱ φιλομαθεῖς εἴσονται εὐκόλως. τρία γὰρ παραὐτοῖς εἴδη διαιρεῖται, καὶ τοῦ μὲν αἱρετισταί εἰσι Φαρισαῖοι, τοῦ δὲ Σαδδουκαῖοι, ἕτεροι δὲε ἐσσηνοί.
PG 16:3411οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι φιλάλληλοι ὄντες καὶ ἐγκρατεῖς, πάσης τε ἐπιθυμίας ἔργον ἀποστρέφονται, ἀπεχθῶς καὶ πρὸς <τὸ> τὰ τοιαῦτα ἀκοῦσαι γάμον τε ἀπαγορεύουσι, τοὺς δὲ ἀλλοτρίους παῖδας ἀναλαμβάνοντες τεκνοποιοῦνται καὶ πρὸς τὰ ἴδια ἤθη ἄγουσιν, οὕτως ἀνατρέφοντες καὶ ἐπὶ τοῖς μαθήμασι προβιβάζοντες, οὐ τὸ γαμεῖν κωλύοντες, ἀλλ αὐτοὶ γάμου ἀπεχόμενοι. γυναῖκας δὲ, εἰ καὶ τῇ αὐτῇ προαιρέσει βούλιντο προσέχειν, οὐ προσδέχονται, κατὰ μηδένα τρόπον γυναιξί τιστευοντες.
Καταφρονοῦσι δὲ πλούτου καὶ τὸ πρὸς τοὺς δεομένους κοινωνεῖν οὐκ ἀποστρέφονται, ἀλλ’ οὐδὲ τις παρ᾿ αὐτοῖς ὑπὲρ τὸν ἕτερον πλουτεῖ. νόμος γὰρ παρ᾿ αὐτοῖς τὸν προσιόντα τῇ αἱρέσει τὰ ὑπάρχοντα πωλοῦντα τῷ κοινῷ προσφέρειν, ἃ ὑποδεχόμενος
ἄρχων διανέμει ἅπασι πρὸς τὰ δέοντα. οὕτως οὐδεὶς ἐνδεὴς παρ’ αὐτοῖς. ἐλαίῳ δὲ οὐ χρῶνται, μολυσμὸν ἡγούμενοι τὸ ἀλείφεσθαι. χειροτονοῦνται δὲ οἱ ἐπιμεληταὶ οἱ πάντων <τῶν> κοινῶ(ν πάντες δὲ ἀεὶ λευχειμονοῦσι.
Μία δὲ αὐτῶν οὐκ ἔστι πόλις, ἀλλ’ ἐν ἑκάστῃ μετοικοῦσι πολλοί. καὶ εἴ τις ἀπὸ ξένης παρῇ τῶν αἱρετιστῶν, πάντα αὐτῷ κοινὰ ἡγοῦνται, καὶ οὓς οὐ πρότερον ᾔδεσαν, ὡς οἰκείους καὶ συνήθεις
προσδέχονται. περιΐασι δὲ τὴν πατρῴαν γῆν ἑκάστοτε ἀποδημοῦντες μηδὲν φέροντες πλὴν ὅπλου.
ἔχουσι δὲ καὶ κατὰ πόλεις προεστῶτα, ὃς τὰ συναγόμενα εἰς τοῦτο ἀναλίσκει, ἐσθῆτα καὶ τροφὰς αὐτοῖς παρασκευάζων. καταστολὴ δὲ αὐτῶν καὶ σχῆμα κόσμιον· χιτῶνας δὲ δύο ἢ διπλᾶς ὐποδέσεις οὐ κτῶνται· ἐπὰν δὲ τὰ παρόντα παλαιωθῇ, τότε ἕτερα προσίενται. οὐδὲν δὲ ὅλως οὔτε ἀγοράζουσιν οὔτε πωλοῦσιν, λοῦσιν, ὃ δ’ ἂν ἔχῃ τις τῷ μὴ ἔχοντι δούς, ὃ οὐκ ἔχει λαμβάνει.
Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξάμενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι· καὶ οὕτω προελθόντες ἔκαστοι ἐφ’ ὃ βούλονται πράττουσι, καὶ ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν.
ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται, καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν — οὐδεὶς δὲ ἑτεροδόξῳ σύνεισιν ἐν τῷ οἴχῳ — καὶ περὶ ἀριστοποιΐαν χωροῦσι.
PG 16:3413καθισάντων δὲ κατά τάξιν μεθ’ ἡσυχίας προσφέρονται ἄρτον, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. οὐ πρότερον δὲ γεύεταί τις αὐτῶν, εἰ μὴ ἐπεύξεται εὐλογῶν ὁ ἱερεύς. μετὰ δὲ τὸ ἄριστον ἐπευξαμένου πάλιν, ἀρχόμενοί τε καὶ πάλιν παυόμενοι ὑμνοῦσι τὸν θεόν.
ἔπειτα τὰς ἐσθῆτας, ἃς ἔν)δον συνεστιώμενοι ἀμφιέννυνται, ἀποθέμεν(οι ὡς ἱε)ράς — εἰσὶ δὲ λιναῖ — τὰς ἐν τῇ πάλιν πάλιν ἀναλαμβάνοντες ἐπὶ τὰ φίλα ἔργα ὁρμῶσιν ἕως δείλης, δειπνοῦσι δὲ ὁμοίως τοῖς προειρημένοις πάντα ποιήσαντες.
οὐδεὶς δὲ πώποτε κραυγάσει ἤ τις ἑτέρα θορυβώδης ἀκουσθήσεται φωνή, ἠρέμα δὲ ἕκαστοι λαλοῦντες, εὐσχημόνως ἕτερος τῷ ἑτέρῳ τὴν ὁμιλίαν συγχωρεῖ, ὡς τοῖς ἔξωθεν μυστήριόν τι καταφαίνεσθαι τὴν τῶν ἔνδον σιωπήν. νήφουσι δὲ πάντοτε, πάντα μέτρῳ καὶ ἐσθίοντες καὶ πίνοντες.
Πάντες μὲν οὖν τῷ προεστῶτι προσέχουσι, καὶ ὅσα κελεύσει ὡς νόμῳ πείθονται. ἐσπουδάκασι γὰρ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν
PG 16:3418τοῖς καταπονουμένοις. πρὸ δὲ πάντων ῤγῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. οὐδεὶς δὲ ὄμνυσι παρ’ αὐτοῖς, ὄσα δ᾿ ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται. εἰ δὲ ὁμόσει τις, καταγινώσκεται ὡς μὴ πιστευθείς <δίχα θεοῦ>.
PG 16:3420σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι σύνταγμα εἴη πιστῶν. πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας. φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.
PG 16:3422Τοῖς δὲ βουλομένοις τῇ αἰρέσει μαθητεύειν οὐκ εὐθέως τὰς παραδόσεις ποιοῦνται, δἰ μὴ πρότερον δοκιμάσωσιν, ἐπ᾿ ἐνιαυτὸν δὲ τὰς ὁμοίας τροφὰς παρατιθέασιν ἔξω τῆς ἑαυτῶν σ(υνό)δου οὖσιν ἐν ἑτέρῳ οικῳ, ἀξινάριόν τε καὶ τὸ λινοῦν περίζωμα καὶ λευκὴν ἐσθῆτα δόντες. ἐπειδὰν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ.
πρόσεισιν ἔγγιον τῇ διαίτῃ, καὶ καθαρωτέρως ἀπολ(ούεται) ἢ τὸ πρότερον· οὐδέπω δὲ σὺν αὐτοῖς τροφῆς μεταλαμβάνει. μετὰ γὰρ τὸ δεῖξαι εἰ ἐγκρατεύεσθαι δύναται, ἐπὶ ἔτη ἄλλα δύο δοκιμάζεται τοῦ τοιούτου γὰρ] τὸ ἦθος, καὶ φανεὶς ἄξιος οὕτως εἰς αὐτοὺς κρίνεται.
πρὶν δὲ αὐτοῖς συνεστιαθῇ, ὅρκοις φρικτοῖς ὁρκίζεται, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ κατὰ μηδένα τρόπον ἀδικήσειν τινά, μηδένα δὲ μήτε ἀδικοῦντα μήτε ἐχθρὸν μισήσειν, προσεύχεσθαι δὲ ὑπὲρ αὐτῶν, συναγωνίζεσθαι αὐτὸν τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι παρέξειν, μάλιστα τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ συμβάινειν τινὶ τὸ ἄρχειν·
κἂν αὐτὸς ἄρχῃ, μηδέποτε ὑπερηφανεύσασθαι ἐν ἐξουσίᾳ μηδὲ ἀπειὡμώσει
θήσειν ἢ τινι κόσμῳ πλεῖον τοῦ ἔθους χρήσασθαι· φιλαλήθη δὲ εἶναι, τὸν δὲ ψευδόμενον ἐλέγχειν, μηδὲ κέπτειν μηδὲ συνείδησιν ἐπὶ ἀνόμῳ κέρδει μολύνειν, μηδὲν ἀποκρύπτειν τοὺς συναιρεοιώτας, ἑτέροις δὲ μηδὲν ἐξειπεῖν, κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς τούτοις ὄμνυσι μηδενὶ μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβε.
Τοιούτοις οὖν ὅρκοις δεσμεύουσι τοὺς προσερχομένους. εἰ δέ τις ἐν ἁμαρτήματί τιν(ι καταληφθ)ῇ, ἀποβάλλεται τοῦ τάγματος, ὁ δὲ ἀποβληθεὶς δεινῷ μόρῳ ἔσθ᾿ ὄτε διαφθείρεται. τοῖο γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος οὐδὲ) τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλαμβάνειν. ἔσθ᾿ ὅτε οὖν τὸ σῶμα λιμῷ διαφθείρουσιν· ὅθ)εν ἐν ἐσχάτοις ποτὲ ἐλεοῦσι πολλοὺς ἤδη ἐκλείποντας, αὐτῶν ἱκανὴν μέχρι θανάτου ἐπιτιμίαν ἡγούμενοι.
Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάσουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ’ αὐτῶν ἀκίνητον. τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν, καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. τοῖς δὲ ἄρχουσι καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς. εἰ μὴ τοῖς ἐννέα δόξει.
καὶ τὸ πτύσαι δὲ εἰς μέσον καὶ τὸ δεξιὸν μέρος φυλάττονται· τὸ δὲ τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων. οὐ μόνον γὰρ τροφὰς αὑτοῖς παρασκευάζονται μιᾶς ἡμέρας πρὸς τὸ μὴ πῦρ ἅπτειν, ἀλλ’ οὐδὲ σκεῦος μετατιθέασιν, οὐδὲ ἀποπατίζουσι, τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται.
ταῖς δὲ ἄλλαις ἡμέραις ἐπὰν ἀποπατίσαι θέλοιεν, βόθρον ὀρύξαντες ποδιαῖον τῇ σκαλίδι — τοιοῦτον γὰρ ἐστι τὸ ἀξινάριον, ὃ τοῖς προσιοῦσι μαθητεύεσθαι πρώτως διδόασι —, καὶ περικαφιλαλήθη
λύφαντες τὸ ἱμάτιον ἱζάνουσι, φάσκοντες μὴ δεῖν ὑβρίζειν τὰς αὐγάς, ἔπειτα τὴν ἀνασκαφεῖσαν γὴν ἐπεμβάλλουσιν εἰς τὸν βόθρον, καὶ τοῦτο ποιοῦσιν ἐκλε(γό)μενοι τοὺς) ἐρημοτέρους τόπους. ἐπὰν δὲ τοῦτ(ο ποιήσωσ)ιν, εὐθὺς ἀπολούονται ὡς μιαινούσης τῆς ἐκκρίσεως.
Διῄρηνται δὲ κα)τὰ χρ)όνον καὶ οὐχ ὁμοίως τὴν ἄσκησιν φυλάττουσιν, εἰς τέσσαρα μέρη δαχωρισθέντες. ἕτεροι γὰρ αὐτῶν τὰ ὑπὲρ τὸ δέον ἀσκοῦσιν, ὡς μηδὲ νόμισμα βαστάζειν, λέγοντες μὴ δεῖ(ν εικό)να ἢ φέρειν ἢ ὁρᾶν ἢ ποιεῖν. διὸ οὐδὲ εἰς πόλιν τις αὐτῶν εἰσπορεύεται, ἵνα μὴ διὰ πύλης εἰσέλθῃ, ἐφ’ ἧς ἀνδριάντες ἔπεισιν, ἀθέμιτον τοῦτο ἡγούμενοι τὸ ὑπὸ εἰκόνας παρελθεῖν.
ἕτεροι δὲ ἐπὰν ἀκούσωσί τινος περὶ θεοῦ διαλεγομένου καὶ τῶν τούτου νόμων, εἰ ἀπερίτμητος εἴη, παραφυλάξας τὸν τοιοῦτον ἐν τόπῳ τινὶ μόνον, φονεύειν ἀπειλεῖ εἰ μὴ περιτμηθείη· ὃς εἰ μὴ βούλοιτο πείθεσθαι, οὐ φείδεται, ἀλλὰ καὶ σφάζει. ὅθεν ἐκ τοῦ συμβαίνοντος τὸ ὄνομα προσέλαβον, Ζηλωταὶ καλούμενοι, ὑπό τινων ὑπό Σικάριοι. ἕτεροι δὲ αὐτῶν οὐδένα κύριον ὀνομάζουσι πλὴν τὸν θεόν, εἰ καὶ αἰκίζοιτό τις ἢ καὶ ἀναιροῖ[το].
τοσοῦτον δὲ οἱ μετέπειτα ἐλάττους τῇ ἀσκήσει γεγένηνται, ὥστε τοὺς τοῖς ἀρχαίοις ἔθεσιν ἐμμένοντας μηδὲ προσψαύειν αὐτῶν· ὧν εἰ ψαύσαιεν. εὐθέως ἀπολούονται, ὥς τινος ἀλλοφύλου ψαύσαντες. εἰσὶ δὲ καὶ μακρόβιοι οἱ λεῖστοι, ὥστε καὶ πλέον ἑκατὸν ἔτεσι ζῆν· φασὶν οὖν εἶναι αἴτιον τό τε τῆς ἄκρας θεοσεβείας καὶ τὸ καταγνωσθῆ<ναι> ἀμέτρως προσφέρεσθαι ἐγκρατιστὰς εἶναι καὶ ἀοργήτους. θανάτου δὲ καταφρονοῦσι χαίροντες, ἡνίκα μετὰ συνειδήσεως ἀγαθῆς τελευτῶσιν· εἰ δὲ καὶ αἰκόζοιτό τις τοὺς τοιούτους, ἴνα ἢ τὸν νόμον δυσφημήσῃ ἢ εἰδωλόθυτον φάγῃ, οὐ π(οι)ήσει ὑπομένων θανεῖν καὶ βασάνους βαστάσαι, ἵνα τὸ συνειδὸς μὴ παρέλθῃ.
Ἔρρωται δὲ παρ’ αὐτοῖς καὶ ὁ τῆς ἀναστάσεως λόγος· ὁμο-
λογοῦσι γὰρ καὶ τὴν σάρκα ἀναστήσεσθαι καὶ ἔσεσθαι ἀθάνατον, ὃν τρόπον ἤδη ἀθάνατός ἐστιν ἡ ψυχή· ἣν χωρισθεῖσαν νῦν ἔστιν εἰς ἕνα χῶρον εὔπνουν καὶ φωτεινὸν ἀναπαύεσθαι ἕως κρίσεως, ὃν χῶρον Ἕλληνες ἀκούσαντες μακάρων νήσους ὠνόμασαν.
ἀλλὰ καὶ ἕτερα τούτων δόγματα πολλοὶ τῶν Ἑλλήνων σφετερισάμενοι ἰδίας δόξας συνεστήσαντο. ἔστι γὰρ ἡ κατὰ τούτους ἄσκησις περὶ τὸ θεῖον ἀρχαιοτέρα πάντων Μνῶν, ὡς δείκνυσθαι πάντας τοὺς περὶ θεοῦ εἰπεῖν τετολμηκότας ἢ περὶ τῆς τῶν ὄντων δημιουργίας μὴ ἑτέρωθεν παρειληφέναι τὰς ἀρχὰς ἢ ἀπὸ τῆς Ἰουδαϊκῆς νομοθεοίας·
ὧν μάλιστα Πυθαγόρας καὶ οἱ ἀπὸ τῆς Στοᾶς παρ᾿ Αἰγυπτίοις τούτοις μαθητευθέντες παρέλαβον. λέγουσι δὲ καὶ κρίσιν ἔσεσθαι καὶ τοῦ παντὸς ἐκπύρωσιν, καὶ τοὺς ἀδίκους κολασθήσεσθαι εἰσαεί. ἀσκεῖται δὲ ἐν αὐτοῖς τὸ προφητεύειν καὶ προλέγειν τὰ ἐσόμενα.
Ἔστι μὲν οὖν καὶ ἕτερον Ἐσσηνῶν τάγμα, τοῖς μὲν αὐτοῖς ἤθεσι καὶ διαίτῃ χρώμενοι, ἑνὶ δὲ τούτῳ ἐνδιαλλάττουσι, τ)ῷ γαμεῖν, δεινόν τι λέγοντες δρᾶν τοὺς ἀ(πο)ποιήσαντας γάμου· πρὸς τὴν ἀναίρεσιν τοῦ βίου γίνεσθαι τοῦτο, καὶ μὴ δεῖν ἐκκόπτειν τὴν τῶν τέκνων διαδοχὴν φάσκοντες· ὡς εἰ πάντες τοῦτο φρονήσειαν, ἐκκοπήσεσθαι ῥᾳδίως τὸ πᾶν γένος ἀνθρώπων.
δοκιμάζουσι μέντοι τριετίᾳ τὰς γαμετάς· ἐπὰν δὲ τρὶς καθαρθῶσιν εἰς πεῖρα)ν τοῦ δύνασθαι τίκτειν, οὕτως ἄγονται. ταῖς ἐγκύμοσιν οὐχ ὁμιλοῦσιν, ἐπιδεικνύμενοι τὸ μὴ δι᾿ ἡδονὴν γαμεῖν, ἀλλὰ διὰ τέκνων χρείαν. ὁμοίως δὲ καὶ αἱ γυναῖκες ἀπολούονται καὶ αὐταὶ ἐπένδυμα ἐνδυόμεναι λινοῦν, ὃν τρόπον οἱ ἄνδρες τὰ περιζώματα. ταῦτα μὲν οὖν <τὰ> κατὰ Ἐσσηνούς.
Ἐτεροι δὲ καὶ αὐτοὶ τῶν Ἰουδαίων Μῶν ἀσκηταὶ καὶ κατὰ γένος καὶ κατὰ νόμους Φαρισαῖοι καλούμενοι. ὧν τὸ μὲν πλεῖστον μέρος
ἐστὶ κατὰ πάντα τόπον, πάντων μὲν Ἰουδαίων καλουμένων, διὰ δὲ τὰς ἰδίως δοξαζομένας γνώμας ὀνόμασι κυρίοις ἐπικαλουμένων.
οὗτοι μὲν οὐν τὴν ἀρχαίαν παράδοσιν διακρατοῦντες, ἐπὶ τοῖς κατὰ νόμον καθαροῖς καὶ μὴ καθαροῖς ἐπιεικῶς ἐξετάζοντες διαμένουσι· τά τε τοῦ νόμου ἑρμηνεύουσι, διδασκάλους εἰς ταῦτα προβιβάζοντες.
οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν | εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης, θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰς ἀεὶ κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.
Ταῦτα μὲν οὐν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, (καὶ) τὸ(ν θεὸ)ν μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. ἀνάστασιν δὲ ἀρνοῦνται οὐ μόνον σαρκός. ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι.
τ(αύ)τ(ῃ δὲ) εἶναι μόνον τὸ ζῆν, καὶ τοῦτο δὲ εἶναι οὗ χάριν ἐγένετο ἄνθρωπος, ἐν δὲ <τού>τῳ πληροῦσθαι τῆς ἀναστάσεως λόγον, ἐν τῷ καταλείψαντας ἐπὶ γῆς τὰ τέκνα τελευτᾶν· μετὰ δὲ θάνατον μηδὲν ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν τὸν ἄνθρωπον, καθ᾿ ὃ καὶ τὰ λοιπὰ ζῷα.
ὅτι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακὸν [ἄνθρωπος] καὶ διαλάθῃ, κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅτι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ Νῷ μηδὲν τῶν κατὰ ἴνα. καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ Σαδδουκαῖοι φίλαυτοι.
αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν οὕτω ζῆν, ἳνα καλώς βιώσῃ καὶ τέκνα ἐπὶ γῆς καταλείπῃ. προφήταις δὲ οὐ προσέχουσιν,
ἀλλ᾿ οὐδὲ ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως νόμῳ, μηδὲν ἑρμηνεύοντες. ταῦτα μὲν οὖν, ἂ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.
Ἐπεὶ τοίνυν καὶ τὰς παρὰ Ἰουδαίοις διαφορὰς ἐκτεθείμεθα, εὔλογον δοκεῖ καὶ τὴν ἄσκησιν τῆς τούτων θεοσεβείας μὴ παρασιωπᾶν. ἔστι μὲν οὖν ἡ κατὰ πάντας Ἰουδαίους κατὰ τὴν θεοσέβειαν πραγματεία τετραχῆ, θεολογική, φυσική, ἠθική, ἱερουργική.
καὶ τὸν μὲν θεὸν ἕνα εἶναι λέγουσι, δημιουργόν τε τοῦ παντὸς καὶ ποιήσαντα πάντα οὐ πρότερον ὄ(ντα), οὐδὲ ἔκ τινος ὑποκειμένης συγχόνου οὐσίας, ἀ(λλὰ θ)ελήσαντα καὶ κτίσαντα, εἶναί τε ἀγγέλους, καὶ τούτους γενομένους πρὸς λειτουργίαν τῆς κτίσεως, ἀλλὰ καὶ πνεῦμα ἐξουσιαστικὸν πρὸς δόξαν καὶ αἶνον θεῶ ἀεὶ παραμένον· τὰ πάντα δὲ ἐν τῇ κτίσει αἴσθησιν ἔχειν καὶ μηδὲν εἶναι ἄψυχον.
ἤθους τε ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ τῶν νόμων ἐπιγνῶναι. ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἠν παρ᾿ ἀ<υ>τοῖς ἀρχῆθεν, <οὐ> νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους.
ἱερουργικὴ δὲ λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως καὶ παραμόνως ἐλειτούργουν. τούτων δέ τινα οἱ Σαδδουκαῖοι ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν.
οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται, τοῦ μὲν νόμου καὶ τῶν προφητῶν παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, <ὡς> ἐπιμένειν τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ περὶ τῆς παρουσίας τετελέσθαι, προσδοκᾶν δὲ ἤδη Χρ(ιστὸν) παρεσόμενον διὰ τὸ παρόντα μὴ ἐπεγνωκέναι, καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαί τε ὁμολο-
PG 16:3423γεῖν ἐλ(ηλυθέν)αι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντες ἐλεγχόμενοι ὑπ᾿ αὐτοῦ, ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν.
καὶ τὸν μὲν οὕτως ἀποσταλέντα ὑπὸ τοῦ θεοῦ Χριστὸν οὐκ εἶναι τοῦτον λέγουσιν· ἐλεύσεσθαι δὲ ἕτερον, τὸν οὐκ ὄντα, εἰς ὃν τὰ μὲν σύμβολα ἐκ μέρους, ὅσα ὁ νόμος καὶ οἱ προφῆται προέφηναν, ὁμολογοῦσι, τινὰ δὲ καὶ πλανώμενοι νομίζουσι·
γένεσιν μὲν γὰρ αὐτοῦ ἐσομένην λέγουσιν ἐκ γένους Δαβίδ, ἀλλ’ οὐκ ἐκ παρθένου καὶ ἁγίου πνεύματος, ἀλλ’ ἐκ γυναικὸς καὶ ἀνδρός, ὡς πᾶσιν ὅρος γεννᾶσθαι ἐκ σπέρματος, φάσκοντες τοῦτον ἐσόμενον βασιλέα ἐπ᾿ αὐτούς, ἄνδρα πολεμιστὴν καὶ δυνατόν, ὃς ἐπισυνάξας τὸ πᾶν ἔθνος Ἰουδαίων, πάντα τὰ ἔθνη πολεμήσας, ἀναστήσει αὐτοῖς τὴν Ἱερουσαλὴμ πόλιν βασιλίδα, εἰς ἣν ἐπισυνάξει ἅπαν τὸ ἔθνος, καὶ πάλιν ἐπὶ τὰ ἀρχαῖα ἔνη ἀποκαταστήσει βασιλεῦον καὶ ἱερατεῦον καὶ κατοικοῦν ἐν πεποιθήσει ἐν χρόνοις ἱκανοῖς·
ἔπειτα ἐπαναστῆναι κατ᾿ αὐτῶν πόλεμον ἐπισυναχθέντων· ἐν ἐκείνῳ τῷ πολέμῳ πεσεῖν τὸν Χριστὸν ἐν μαχαίρῃ, ἔπειτα μετ᾿ οὐ πολὺ τὴν συντέλειαν καὶ ἐκπύρωσιν τοῦ παντὸς ἐπιστῆναι, καὶ οὕτως τὰ περὶ τὴν ἀνάστασιν δοξαζόμενα ἐπιτελεσθῆναι, τάς τε ἀμοιβὰς ἑκάστῳ κατὰ τὰ πεπραγμένα ἀποδοθῆναι.

Book XLiber Decimus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 16:3419Δοκεῖ μὲν ἡμῖν ἱκανῶς τὰ πάντων Ἑλλήνων τε καὶ βαρβάρων δόγματα ἐκτεθεῖσθαι, μηδὲν δὲ ἀπολελοιπέναι μήτε τῶν φιλοσοφουμένων μήτε τῶν ὑπὸ αἱρετικῶν φα(σκο)μένων ἀναπόδεικτον· οἷς ἐξ αὐτῶν τῶν ἐκτεθέντων φανερὸς γεγένηται ὁ ἔλεγχος ἢ κλεψιλογησάντων ἤ τινα ἐρανισαμένων, αὐτὰ τὰ ὑπὸ Ἑλλήνων πεπονημένα παραθεμένων ὡς θεῖα.
PG 16:3417διὰ πάντων οὖν διαδραμόντες καὶ μετὰ πολλοῦ πόνου ἐν ταῖς ἐννέα βίβλοις τὰ πάντα δόγματα ἐξειπόντες, πᾶσί τε ἀνθρώποις ἐφόδιον ἐν βίῳ <οὐ> μικρὸν καταλιπόντες τοῖς παροῦσιν οὐκ ὀλίγης χαρᾶς καὶ θυμηδίας φιλομάθειαν παρασχόντες, εὔλογον ἡγούμεθα ὥσπερ κορυφὴν τοῦ παντὸς <τὸν> ἀληθείας λόγον ἐπενέγκαι, καὶ τοῦτον ἐν μιᾷ βίβλῳ τῇ δεκάτῃ περιγράψαι, ὅπως ὁ ἐντυγχάνων μὴ μόνον ἀνατροπὴν τῶν τετολμηκότων αἱρέσεις συστήσασθαι ἐπιγνοὺς καταφρονήσῃ τῶν ματαίων, ἀλλὰ καὶ τὴν τῆς ἀληθείας δύναμιν ἐπιγνοὺς ἀξίως θεῷ πιστεύσας σωθῆναι δυνηθῇ.
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΒΙΒΛΙΟΝ Ι>
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου·
Ἐπιτομὴ πάντων τῶν φιλοσόφων,
Ἐπιτομὴ πασῶν <τῶν>
Καὶ ἐπὶ πᾶσι, τίς ὁ τῆς ἀληθείας λόγος.
Τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βίᾳ διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. τότε γὰρ <τὰ> τῆς πλάνης ἔντεχνα σοφίσματα φανερωθήσεται, ἐπὰν ὁ τῆς ἀληθείας ὅρος ἐπιδειχθῇ, οὐκ ἀπὸ σοφίας Ἑλλήνων ἀρχὰς μεταλαβών, οὐδ’ Αἰγυπτίων δόγματα τὰ ἐν αὐτοῖς μετ᾿ ἀξιοπιστίας θρησκευόμενα μάταια ὡς ἄρρητα διδαχθείς, οὐδὲ Χαλδαίων ἀσυστάτῳ περιεργίᾳ σοφισθείς, οὐδὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ δι᾿ ἐν(εργεί)ας δαιμόνων καταπλαγείς, ἀλλ᾿ ᾡ ὑπάρχει τρόπῳ ὅρος ἀληθὴς ὢν ἀφύλακτός τε καὶ ἀκαλλώπιστος, <ὃς> μόνον ἐλέγξει τὴν πλάνην.
περὶ οὗ εἰ καὶ πλειστάκις ἀποδείξεις ἐποιήσαμεν καὶ ἱκανῶς τὸν τῆς | ἀληθείας κανόνα ἀφθόνως τοῖς βουλομένοις ἐπεδείξαμεν, ἀλλά γε καὶ νῦν οὐκ ἄλογον ἐκρίναμεν ἐπὶ πᾶσι τοῖς Ἐλλησι δεδοκημένοις καὶ αἱρετικοῖς ὡσεὶ κορωνίδα τῶν βίβλων ἐπενέγκαι ταύτην τὴν ἀπόδειξιν διὰ τῆς δεκάτης βίβλου.
Συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ᾿ Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βιβλίοις, τὰ δὲ τοῖς αἱρεσιάρχαις ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν α ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι τὰ πᾶσι δεδοκημένα. οἱ μὲν γὰρ τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῇ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν προσαγορεύσαντες.
PG 16:3415καὶ οἱ μὲν τὴν φυσικὴν οὗτοι γεγένηνται, οὕτως δὲ διηγήσαντο· οἱ μὲν ἐξ ἑνὸς τὰ
PG 16:3427πάντα, οἱ δὲ ἐκ πλειόνων· καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ [τοῦ] ποιοῦ· καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς·
PG 16:3415καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, <οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν> οἱ δυ(ο)ῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ ε, οἱ δὲ ἐκ ϛ· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων· καὶ πρὸς τούτοις οἱ μὲν ἐξ(ἀπα)θῶν, οἱ δὲ ἐκ παθητῶν.
PG 16:3427<ἐξ> ἀποίου μὲν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. ἀρχὴ γὰρ τῶν ὅλων κατ’ αὐτούς έστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον· <ὧν> Ἵππασος μὲν Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. »ἐκ γῆς γάρ, φησί, πάντα ἐστί, καὶ εἰς τὴν γῆν πάντα τελευτᾷ.«
Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶ ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων·
PG 16:3421Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, ποτὲ δέ·
PG 16:3418ἀλλ’ ὑμεῖς <μὲν> πάντες ὕδωρ καὶ γαῖα
PG 16:3415συμφέρεσθαι δ᾿ αὐτῷ δοκεῖ καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ· πάντες <γὰρ> γαίης <τε> καὶ
ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐπιγνῶναι ἐκ τοῦ λέγειν αὐτόν·
PG 16:3417αἰθέρα καὶ γαῖαν πάντων γενέτειραν ἀείδω. ἐκ τεσσάρων δὲ Ἐμπεδοκλῆς, οὕτως λέγων·
PG 16:3429τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀΐδωνεύς, Νῆστις δὲ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης·
PG 16:3417συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. ἐκ δὲ τῶν ϛ τὴν τῶν ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ·
PG 16:3429νεῖκός τ᾿ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ, καὶ φιλία μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε, ἓξ [καὶ] παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς, δ μὲν ὑλικάς, γῆν, πῦρ, ἀέρα, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος. ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν.
PG 16:3417ἀλλ᾿ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων <μέν>,
θητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ τριῶν· εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα.
τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν, ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.
PG 16:3419Πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένωνς ἄπορος εὑρίσκεται ὁ τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθείας παραδειγμάτων, ὡς ἔστι καὶ πεπιστεύκαμεν, ἀόκνως ἐροῦμεν, πλ(ὴν) καὶ τὰ τοῖς αἱρεσιάρχαις ἐπιτομῇ πρότερον ἐκθέμενοι, ἴνα καὶ διὰ τούτου εὔγνωστα τὰ πάντων δόγματα παραστήσαντες φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.
PG 16:3431Ἀλλ᾿ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου· τοῦτον δὲ τριχῇ διαιροῦσιν. ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν.
καλοῖσι δὲ αὐτὸν Ἀδάμαν, καὶ νομίζουσι τὴν αὐτοῦ εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ αὐτοῦ λελαληκέναι τάς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι.
τοῦ παντὸς οὗτοι φάσκουσι τρία γένη, ἀγγελικόν, ψυχικόν, χοϊκόν, καὶ τρεῖς ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν· ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος. ταῦτά ἐστι τὰ κατ᾿ αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν. ταῦτά φησιν παραδεδωκέναι τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου τῇ Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.
PG 16:3426Οἱ δὲ Περάται, Ἀδέμης ὁ Καρύστιος καὶ Εὐφράτης <ὁ> λέγουσιν ἕνα εἶναι κόσμον τινά, οὕτως καλοῦντες τοῦτον,
PG 16:3424τριχῇ διῃρημένον. ἔστι δὲ <τῆς> τριχῇ διαιρέσεως παρ᾿ αὐτοῖς μὲν ἓν μέρος οἱονεὶ μία ἀρχὴ καθάπερ πηγὴ μεγάλη, εἰς ἀπείρους τομὰς τῷ λόγῳ τμηθῆναι δυναμένη.
PG 16:3422ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ᾿ αὐτούς ἐστιν ἡ τριάς, καὶ καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν· τὸ δὲ δεύτερον μέρος τῆς τριάδος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος· τρίτον ἰδικόν· καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον <ὅπερ ἐστὶν ἀγαθόν· τὸ δὲ δεύτερον ἀγαθὸν αὐτογενές· τὸ γεννητόν>· ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, ἀνθρώπους.
PG 16:3421ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους καὶ ἀνθρώπους καὶ τὰ λοιπά. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς τοῦ κόσμου πρώτης τομῆς, ἐπὶ συντελείᾳ λοιπὸν τοῦ κόσμου καθεστηκότος, κατεληλυθέναι ἐπὶ τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα ἄνθρωπον καὶ τρισώματον καὶ τριδύναμον, καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου μερῶν ἐν αὑτῷ πάντα τὰ [τοῦ κόσμου] συγκρίματα καὶ τὰς καὶ τοῦτο εἶναι θέλουσι τὸ εἰρημένον·
PG 16:3433ἐν ᾡ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος <κῶς>. κατενεχθῆναι δὲ ἀπὸ τῶν κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογεννήτου, εἰς τοῦτον τὸν κόσμον, ἐν ᾧ ἐσμεν ἡμεῖς. παντοίων δυνάμεων σπέρματα. κατεληλυθέναι δὲ τὸν Χριστὸν ἄνωθεν ἀπὸ ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῇ διῃρημένα.
ἃ μὲν γάρ, φησίν, ἐστὶν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι᾿ αὐτοῦ, τὰ δὲ οἷον τινὰ πηγὴν εἶναι μεγάλην εἰς ἄπειρα διαιρεθῆναι τῷ λόγῳ δυνάμενον (δυναμένην?). τὴν δὲ πρώτην τομὴν τριάδα προσαγορεύουσι καὶ καλοῦσιν αὐτὴν ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. τὸ δὲ δεύτερον δυνάμεων ἀπείρων τὸ πλῆθος. τὸ δὲ τρίτον καλοῦσιν ἰδικόν. καὶ τὸ μὲν πρῶτον ἀγέννητον λέγουσι καὶ ὀνομάζουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς πρώτης τοῦ κόσμου διαιρέσεως παρ’ αὐτὴν τὴν τοῦ κόσμου συντέλειαν ἐν τοῖς Ἡρώδου χρόνοις κατεληλυθέναι τριφυῆ τινα ἄνθρωπον καὶ τρίσωμον καὶ τριδύναμον καλούμενον Χριστὸν καὶ διελθεῖν τόν τε ἀγέννητον κόσμον
PG 16:3421ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἀφίεται εἰκῆ καὶ κολασθέντα ἀποπέμπεται. δύο δὲ εἶναι μέρη τὰ σῳζόμενα λέγει, τὰ ὑπερκείμενα, ἀπαλλαγέντα τῆς φθορᾶς, τὸ δὲ τρίτον ἀπόλλυσθαι, ὃν κόσμον ἰδικὸν καλεῖ. ταῦτα καὶ οἱ Περάται.
PG 16:3433Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. ἑκάστη δὲ τῶν ἀρχῶν πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη, οἶον εἰ γένοιτο παιδίον αὐλητῇ † γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἤ τινι τέχνῃ ὁμοίως.
αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεί τις ὀσμὴ μύρου ἢ θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου λεπτὴ διοδεύσασα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ εὐωδίας.
ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς <ὡς> ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον ἡ δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ ἡ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται· τοιαύτης
δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἐστι κάτω ἡ δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ.
τὸ δὲ σκότος ὕδωρ εἶναί φασι φοβερόν, εἰς ὃ κατέσπασται <καὶ> μετενήνεκται εἰς τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον, ὅτι, ἂν ἀπαρθῇ ἀπ᾿ αὐτοῦ τὸ φῶς, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές, <οὕ>τω δὴ πάσῃ συνέσει καὶ φρονήσει βιάζεται εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.
PG 16:3435εἰκόνα τούτου ταύτην παρεισάγουσι, λέγοντες· ὥσπερ ἡ κόρη τοῦ ὀφθαλμοῦ <ὑπὸ τῶν> ὑποκειμένων ὑδάτων σκοτεινὴ φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος, ἔχει δὲ παρ’ ἑαυτῷ πάσας τὰς δυνάμεις βουλομένας ἀφίστασθαι καὶ ἀνιέναι. εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι. ἐξ ὡν τὰ πάντα τυποῦται καὶ γίνεται ἐπιμιγνυμένων δίκην σφραγίδων.
ὥσπερ γὰρ σφραγὶς ἐπικοινωνήσασα κηρῷ τὸν τύπον ἐποίησεν, αὐτὴ παρ᾿ ἑαυτῇ ἥτις ἦν μένουσα, οὕτως καὶ αἱ δυνάμεις ἐπικοινωνήσασαι τὰ πάντα ἀπεργάζονται γένη ζῴων ἄπειρα. γεγονέναι οὖν ἀπὸ τῆς πρώτης συνδρομῆς τῶν τριῶν ἀρχῶν μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν καὶ γῆν, εἶδος ἔχουσαν παραπλήσιον μήτρᾳ ὀμφαλὸν ἐχούσῃ μέσον. οὕτως δὲ καὶ γὰς λοιπὰς ἐκτυπώσεις τῶν πάντων ἐκτετυπῶσθαι ὥσπερ οὐρανὸν καὶ γῆν μήτρᾳ παραπλησίους.
ἐκ δὲ τοῦ ὕδατος γεγονέναι φασὶ πρωτόγονον ἀρχήν, ἄνεμον σφοδρὸν καὶ λάβρον καὶ πάσης γενέσεως αἴτιον, βρασμόν τινα καὶ κίνησιν ἐργαζόμενον τῷ κόσμῳ ἐκ τῆς τῶν ὑδάτων κινήσεως.
τοῦτον δὲ ἐπιτελεῖν εἶδος σύρματι ὄφεως παραπλήσιον, πτερωτόν· [ἦν] ὃ φορῶν ὁ κόσμος πρὸς γένεσιν ὀργήσας ὀργήσας ὡς μήτρα. καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν | ὅλων γένεσιν.
† τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου
λέγουσι τέλειον θεόν <ὃν> ἐκ [τῆς] τῶν ὑδάτων καὶ τῆς εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας, νοῦν· τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν [καὶ φεύγειν] ἐκφυγόντα πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι δέσιν. διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν, ὡς λέγουσι.
πᾶσα οὖν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν 〈υἱὸν〉 ποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, <ἴδιον· ὃν> ἰδόντα τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὑτὸν ἀπομορφώσαντα εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ.
καὶ τοῦτο εἶναι τὸ εἰρημένον· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.« καὶ ταύτην εἶναι τὴν <δουλικὴν> μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή(μον)ες Σηθιανοί. ταῦτα μὲν οὐν καὶ οὐτοι λέγουσιν.
Ὁ δὲ πάνσοφος Σίμων οὕτως λέγει· ἀπέραντον εἶναι δύναμιν,
PG 16:3437ταύτην ῥίζωμα τῶν ὅλων εἶναι. ἔστι δέ, φησίν, ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατ᾿ αὐτὸν ἁπλοῦν, ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ [δὲ] τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ᾿ εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δὲ φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι.
πάντα δέ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρὸς ὁρατὰ καὶ ἀόρατα φρόνησιν ἔχειν. γέγονεν οὖν, φασίν, ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησίν, οὕτως γίνεσθαι, ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών· ταύτας γὰρ ῥίζας γεγονέναι κατὰ συζυγίαν ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ Νοῦν καὶ Ἐπίνοιαν, Φωνὴν καὶ Ὄνομα, Λογισμὸν καὶ Ἐνθύμησιν.
εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ὁμοῦ τὴν ἀπέραντον δύναμιν <δυνάμει, οὐκ ἐνεργείᾳ· ἥν τινα ἀπέραντον εἶναί φησι τὸν ἑστῶτα στάντα στησόμενον. ὃς ἐὰν μὲν> ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ <ἡ> αὐτὴ τῇ ἀγεννήτῳ καὶ δυνάμει, οὐδὲν οὐδὲν ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἐπεράντου δυνάμεως·
ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ ἢ γεωμετρικὴ <ἐν> ἀνθρώπου ψυχῇ μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξοντα. αὑτὸν δὲ εἶναι ὁ λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. ταῦτα τοίνυν καὶ ὁ Σίμων.
῾Ο δὲ Οὐαλεντῖνος καὶ οἱ ἀπὸ τῆς τούτου σχολῆς εἶναι λέγουσι τὴν τοῦ παντὸς ἀρχὴν Πατέρα, καὶ ἐναντίᾳ δὲ δόξῃ προσφέρονται. οἱ μὲν γὰρ αὐτῶν μόνον εἶναι καὶ γεννητικόν, οἱ δὲ
ἀδυνάτως ἔχειν γεννᾶν ἄνευ θηλείας καὶ τούτου σύζυγον προστιθέασι Σιγήν, βυθὸν αὐτὸν ὀνομάσαντες.
PG 16:3439ἐκ τούτου τινὲς καὶ τῆς συζύγου προβολὰς γεγονέναι ἕξι Νοῦν καὶ Ἀλήθειαν, Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν, καὶ εἶναι ταύτην τὴν ὀγδοάδα τάς τε ἐντὸς τοῦ ὅρου προβολὰς γεγενημένας πάλιν καλεῖσθαι ἐντὸς πληρώματος, δεύτερα δὲ τὰ ἐκτὸς πληρώματος, καὶ τρίτα τὰ ἐκτὸς τοῦ ὅρου, ὧν ἡ γέννησις τὸ ὑστέρημα ὑπάρχει.
τὸ δὲ ἐκ τοῦ ἐν ὑστερήματι προβληθέντος αἰῶνος γεγονέναι, καὶ τοῦτον εἶναι δημιουργὸν λέγει, μὴ βουλόμενος αὐτὸν πρῶτον εἶναι θεόν, ἀλλὰ δυσφημῶν τε αὐτὸν καὶ τὰ ὑπ᾿ αὐτοῦ γεγενημένα· τὸν δὲ Χριστὸν ἐκ τοῦ ἐντὸς πληρώματος κατεληλυθέναι ἐπὶ σωτηρίᾳ τοῦ ἀποπλανηθέντος πνεύματος, ὃ κατοικεῖ ἐν τῷ ἴσω ἡμῶν ἀνθρώπῳ, ὃν σῳζόμενόν φασι τούτου χάριν τοῦ ἐνοικοῦντος.
τὴν δὲ σάρκα μὴ σῴζεσθαι θέλει δερμάτινον χιτῶνα ἀποκαλῶν καὶ ἄνθρωπον φθειρόμενον. ταῦτα ἐν ἐπιτομῇ ἐξεῖπον, πολλῆς ὕλης κατ’ αὐτοὺς τυγχανούσης καὶ διαφόρων γνωμῶν. οὕτως οὐν δοκεῖ καὶ τῇ Οὐαλεντίνου σχολῇ.
Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἰναι θεὸν οὐκ ὄντα, πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὂν καταβαλλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ἢ ὡς ᾠὸν ταοῦ ἔχον ἐν ἐαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν· καὶ τοῦτο εἶναί φασι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὑ τὰ πάντα γέγονεν.
ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἷον οὐκ ὄντα ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. ἦν οὖν, φασί, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης
τῆς υἱότητος τριχῇ διῃρημένης τὸ μέν τι ἠν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀποκαθάρσεως δεόμενον.
τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω, καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾿ ὑπερβολὴν κάλλους, ἄλλη δὲ ἄλλως.
ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη — πολὺ γὰρ ἐνδεεστέρα ἠν τῆς λεπτομεροῦς — ἀνεπτέρωσε δὲ αὑτὴν τῷ πνεύματι τῷ ἁγίῳ· τοῦτο γὰρ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται.
PG 16:3441ἡ δὲ τρίτη υἱότης ἀποκαθάρσεως δεῖται· αὕτη μεμένηκεν ἐν τῷ τῆς πανσπερμίας σωρῷ, καὶ αὐτὴ εὐεργετοῦσα καὶ εὐεργετουμένη. εἶναι δέ τι καλούμενον κόσμον, τὸ δὲ ὑπερκόσμια. διαιρεῖται γὰρ ὑπ᾿ αὐτοῦ 〈τὰ ὄντα〉 εἰς δύο τὰς πρώτας διαιρέσεις. τὸ δὲ τούτων μέσον καλεῖ μεθόριον πνεῦμα ἅγιον, ἔχον τὴν ὀσμὴν υἱότητος.
ἀπὸ τῆς πανσπερμίας τοῦ σωροῦ τοῦ κοσμικοῦ σπέρματος διέσφυξε καὶ ἐγεννήθη ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλει καὶ μεγέθει ἀνεκλαλήτῳ. οὗτος ὑψώσας ἑαυτὸν ἄχρι τοῦ στερεώματος ᾠήθη μὴ εἶναι ἑαυτοῦ ἐπάνω ἕτερον, καὶ ἐγένετο πάντων τῶν ὑποκειμένων φωτεινότερος καὶ δυνατώτερος πλὴν τῆς ὑπολελειμμένης υἱότητος, ἢν ἠγνόει οὖσαν αὐτοῦ σοφωτέραν.
οὑτος οὐν τραπεὶς ἐπὶ τὴν τοῦ κόσμου δημιουργίαν πρῶτον γεννᾷ υἱὸν αὑτῷ αὑτοῦ κρείττονα, καὶ τοῦτον ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε· καὶ ταύτην οὑτοι φάσκουσι τὴν ὀγδοάδα. αὐτὸς οὖν τὴν οὐράνιον κτίσιν ἅπασαν ἐργάζεται.
ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος, πολὺ δὲ ἐλάττων τοῦ προτέρου· ὃν καλοῦσιν ἑβδομάδα. αὐτός ἐστι πάντων τῶν ὑφ’ αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ διοικητής· καὶ οὑτος ἑαυτῷ ἐποίησεν υἱὸν φρονιμώτερον καὶ σοφώτερον.
ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος λέγουσιν, εἶναι δὲ κόσμους καὶ διαστήματα ἄπειρα. τὸν δὲ Ἰησοῦν τὸν ἐκ Μαρίας κεχω-
ρηκέναι τὴν εὐαγγελίου δύναμιν, τὴν κατελθοῦσαν καὶ φωτίσασαν τόν τε τῆς ὀγδοάδος υἱὸν καὶ <τὸν> τῆς ἑβδομάδος, ἐπὶ καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι.
καὶ αὐτοὺς εἶναι υἱούς φασιν, οἳ τούτου χάριν εἰσὶν ἐν κόσμῳ, ἵνα διδάξαντες τὰς ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω πατέρα, οὖ ἡ πρώτη ἐχώρησεν υἱότης· καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον, ἴως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι. ταῦτα δὲ καὶ Βασιλείδης τερατολογῶν οὐκ αἰσχύνεται.
Ἰουστῖνος δὲ καὶ αὐτὸς ὅμοια τούτοις τολμῶν οὕτως λέγει· τρεῖς εἶναι ἀρχὰς τῶν ὅλων ἀγεννήτους, ἀρρενικὰς δύο, θηλυκὴν μίαν. τῶν δὲ ἀρρενικῶν ἡ μέν τις ἀρχὴ καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτω λεγόμενος, προγνώστης τῶν ὅλων· ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος καὶ ἄγνωστος καὶ ἀόρατος, Ἐλωεὶμ δὲ καλεῖται, φησίν.
PG 16:3443ἡ <δὲ> θήλεια ἀπρόγνωστος, ὀργίλη, δισώματος, καθὼς ἐν τοῖς περὶ αὐτοῦ λόγοις λεπτομερῶς διηγησάμεθα· τὰ μὲν ἄνω αὐτῆς μέχρι βουβῶνος εἶναι παρθένον, ἀπὸ δὲ βουβῶνος τὰ κάτω ἔχιδναν. καλεῖται δὲ ἡ τοιαύτη Ἐδὲμ καὶ Ἰσραήλ. ταύτας φάσκει ἀρχὰς εἶναι τῶν ὅλων, ἀφ᾿ ὧν τὰ πάντα ἐγένετο.
τὸν Ἐλωεὶμ δὲ ἀπρογνώστως ἐλθεῖν εἰς ἐπιθυμίαν τῆς μιξοπαρθένου, καὶ ἐπιμιγέντα γεννῆσαι ἀγγέλους δώδεκα. τούτων τὰ ὀνόματα * * · καὶ οἱ μὲν πατρικοὶ <τῷ πατρὶ> συναίρονται, οἱ δὲ μητρικοὶ τῇ μητρί. τούτους εἶναι τοῦ * * * ἀλληγορικῶς εἰρηκότος Μωσέως τὰ ἐν τῷ νόμῳ γεγραμμένα.
πεποιῆσθαι δὲ τὰ πάντα ὑπὸ τοῦ Ἐλωεὶμ καὶ τῆς Ἐδέμ, καὶ τὰ μὲν ζῷα ἅμα τοῖς λοιποῖς ἀπὸ τοῦ θηριώδους μέρους, τὸν δὲ ἄνθρωπον ἀπὸ τῶν ἄνωθεν τοῦ βουβῶνος. καὶ τὴν μὲν Ἐδὲμ κατατεθεῖσθαι ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτῆς δύναμις ἦν, <Ἐλωεὶμ δὲ πνεῦμα>. .
τοῦτον δὲ πρὸς τὸν ἀγαθὸν καὶ καταλελοιπέναι τὴν Ἐδέμ· ἐφ᾿ ᾧ ὀργισθεῖσαν
ταύτην πᾶσαν τὴν ἐπιβουλὴν ποιεῖσθαι κατὰ τοῦ πνεύματος τοῦ Ἐλωείμ, ὅπερ κατέθετο ἐν τῷ ἀνθρώπῳ. καὶ τούτου χάριν ἀπεσταλκέναι τὸν πατέρα τὸν Βαροὺχ διαταττόμενον τοῖς προφήταις, ἵνα ῥυσθῇ τὸ πνεῦμα τοῦ Ἐλωείμ, καὶ πάντας ὑποσεσύρθαι ὑπὸ τῆς Ἐδέμ.
ἀλλὰ καὶ τὸν Ἡρακλέα φάσκει προφήτην γεγονέναι, ἡττῆσθαι δὲ αὐτὸν ὑπὸ τῆς Ὀμφάλης, τουτέστιν ὑπὸ τῆς Βάβελ, ἣν Ἀφροδίτην ὀνομάζουσιν. ὕστερον δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου γεγονέναι τὸν [δὲ] Ἰησοῦν υἱὸν Μαρίας καὶ Ἰωσήφ, ᾧ τὸν Βαροὺχ φάσκει λελαληκέναι·
καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις πειθομένων 〈τὸ μὲν πνεῦμα〉 σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.
Οἱ δὲ Δοκηταὶ τοιαῦτα λέγουσιν· εἶναι τὸν Πρῶτον θεὸν ὡς σπέρμα συκῆς, ἐκ δὲ τούτου ἐληλυθέναι τρεῖς αἰῶνας, ὡς τὸ πρέμνον καὶ τὰ φύλλα καὶ τὸν καρπόν· τούτους δὲ προβεβληκέναι λ ἕκαστον <ι>· ἡνῶσθαι δὲ αὐτοὺς κατὰ δέκα πάντας, μόνον δὲ διαφέρειν τινὰς τινῶν πρώτους . . . . . προβεβλῆσθαι δὲ ἀπειράκις ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς πάντας ἀρρενοθήλεας.
PG 16:3445τούτους δὲ βουλευσαμένους ὁμοῦ συνελθόντας ἐκ τοῦ μέσου αἰῶνος γεννῆσαι ἐκ παρθένου Μαρίας σωτῆρα τῶν πάντων, κατὰ πάντα ὅμοιον τῷ πρώτῳ σώματι ἐν σπέρματι συκίνῳ, ἐν τούτῳ δὲ ἥττονα, τῷ γεννητὸν εἶναι· τὸ γὰρ σπέρμα, ὅθεν ἡ συκῆ, ἀγέννητον.
ἦν οὖν τὸ μέγα τῶν αἰώνων φῶς ὅλον, οὐδεμίαν ἐπιδεχόμενον κόσμησιν, ἔχον έν ἑαυτῷ πόντων τῶν ζώων ἰδέας· τοῦτο ἐπιφοιτῆσαν εἰς τὸ ὑποκείμενον χάος παρεσχηκέναι αἰτίαν τοῖς γεγονόσι καὶ οὖσι, καταβάν τε ἄνωθεν ἰδεῶν αἰωνίων ἀπεμάξατο κάτω <εἰς> τὸ χάος τὰς
ὁ γὰρ τρίτος αἰών, ὁ ἑαυτὸν τριπλασιάσας,
ὁρῶν τοὺς χαρακτῆρας αὐτοῦ πάντας κατασπωμένους εἰς τὸ κάτω σκότος, οὐκ ἀγνοῶν τε τοῦ σκότους δεινότητα καὶ τὴν τοῦ φωτὸς ἀφελότητα, ἐποίησεν οὐρανὸν καὶ μέσον πήξας διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός.
πασῶν οὖν τῶν ἰδεῶν τοῦ τρίτου αἰῶνος * * * καὶ αὐτοῦ τὸ ἐκτύπωμα κρατεῖσθαί φησιν ὑπὸ τοῦ σκότους, πῦρ † ὢν αὖθις ζῶν ὑπὸ τοῦ φωτὸς γενόμενον ὑπῆρξεν, ἐξ ἧς φάσκουσι τὸν μέγαν ἄρχοντα γεγονέναι, περὶ οὑ Μωϋσῆς ὁμιλεῖ, λέγων εἶναι τοῦτον θεὸν πύρινον καὶ δημιουργόν, ὃς καὶ τὰς ἰδέας πάντων μεταβάλλει ἀεὶ εἰς σῶμα. † ταύτας τὰς ψυχάς.
οὗ χάριν φάσκουσι τὸν σωτῆρα παραγενηθῆναι, ἐπιδεικνύντα τὴν ὁδόν, δι᾿ ἡς φεύξονται αἱ κρατούμεναι ψυχαί, ἐνδεδύσθαι δὲ τὸν Ἰησοῦν τὴν δύναμιν ἐκείνην τὴν μονογενῆ· διὸ μὴ δύνασθαι θεαθῆναι ὑπό τινος διὰ τὸ μεταβαλλόμενον μέγεθος τῆς δόξης. πάντα δὲ συμβεβηκέναι αὐτῷ φασι, καθὰ ἐν τοῖς εὐαγγελίοις γέγραπται.
Οἱ δὲ κατὰ Μονόϊμον τὸν Ἄραβά φασιν εἶναι τὴν τοῦ παντὸς ἀρχὴν πρῶτον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, καὶ τὰ γενόμενα, καθὼς Μωσῆς λέγει, μὴ ὑπὸ τοῦ πρώτου ἀνθρώπου γεγονέναι, ἀλλὰ ὑπὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐχ ὅλου, ἀλλ᾿ ἐκ μέρους αὐτοῦ.
PG 16:3447εἶναι δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἰῶτα, ὅ ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ᾠ ἐστιν ἡ τοῦ παντὸς ἀριθμοῦ ὑπόστασις, δι᾿ οὗ πᾶς ἀριθμὸς συνέστηκεν καὶ ἡ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ. † τούτου δὲ ὄντος ῑ ὲν καὶ κεραία μία. τέλειον ἐκ τελείου, ῥυεῖσα κεραία ἄνωθεν,
PG 16:3403πάντα ἔχουσα [ὅσα καὶ] αὐτή, ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
PG 16:3359γεγονέναι οὖν φησι τὸν κόσμον Μωϋσῆς ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσιν, ἐξ ὡν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. οἵ τε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα [ἴσα ἦν], ἐξ συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου.
PG 16:3447ὅταν οὖν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην εἰς Αἴγυπτον, τὰ πάθη καταλέγει, τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως, οὐδὲ πλείονα τῶν δέκα παθῶν ἐσχημάτισεν.
εἰ δέ, φησί, θέλεις ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς ὁ λέγων· ἡ ψυχή μου, ἡ σάρξ μου, ὁ νοῦς μου, καὶ ἓν ἔκαστον κατιδιοποιούμενος ὡς ἔτερος αὑτῷ· τοῦτον νόει τέλειον ἐκ τελείου, πάντα ἴδια οὐκ ὄντα τὰ καλούμενα καὶ τὰ πάντα ὄντα. ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.
Τατιανὸς δὲ παραπλησίως τῷ Οὐαλεντίνῳ καὶ τοῖς ἑτέροις φησὶν αἰῶνας εἶναί τινας ἀοράτους, ἐξ ὡν ὑπό τινος κάτω τὸν κόσμον δεδημιουργῆσθαι καὶ τὰ ὄντα. κυνικωτέρῳ δὲ βίῳ ἀσκεῖται καὶ σχεδὸν οὐδὲν Μαρκίωνος ἀπεμφαίνει πρός τε τὰς δυσφημίας καὶ τὰς περὶ γάμων νομοθεσίας.
Μαρκίων δὲ ὁ Ποντικὸς καὶ Κέρδων ὁ τούτου διδάσκαλος καὶ αὐτοὶ ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς, ἀγαθόν, δίκαιον,
ὕλην· τινὲς δὲ τούτων μαθηταὶ προστιθέασι 〈τετάρτην〉 λέγοντες ἀγαθόν, δίκαιον, πονηρόν, ὕλην.
PG 16:3449οἱ δὲ πάντες τὸν μὲν ἀγαθὸν οὐδὲν ὅλως πεποιηκέναι, τὸν δὲ δίκαιον οἱ μὲν τὸν πονηρόν, οἱ δὲ μόνον δίκαιον ὀνομάζουσι, πεποιηκέναι δὲ τὰ πάντα φάσκουσιν ἐκ τῆς ὑποκειμένης ὕλης· πεποιηκέναι γὰρ οὐ καλῶς, ἀλλ᾿ ἀλόγως·
ἀνάγκη γὰρ τὰ γενόμενα ὅμοια εἶναι τῷ πεποιηκότι. διὸ καὶ ταῖς παραβολαῖς ταῖς εὐαγγελικαῖς οὕτως χρῶνται λέγοντες· οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν καὶ τὰ ἑξῆς, εἰς τοῦτο φάσκων εἰρῆσθαι τὰ ὑπ᾿ αὐτοῦ κακῶς νομιζόμενα. τὸν δὲ Χριστὸν υἱὸν εἶναι τοῦ ἀγαθοῦ καὶ ὑπ᾿ αὐτοῦ πεπέμφθαι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν, ὃν ἔσω ἄνθρωπον καλεῖ, ὡς ἄνθρωπον φανέντα λέγων οὐκ ὄντα ἄνθρωπον, καὶ ὡς ἔνσαρκον οὐκ ἔνσαρκον, δοκήσει πεφηνότα, οὔτε γένεσιν ὑπομείναντα οὔτε πάθος, ἀλλὰ τῷ δοκεῖν.
σάρκα δὲ οὐ θέλει ἀνίστασθαι, γάμον δὲ φθορὰν εἶναι λέγων κυνικωτέρῳ βίῳ προσάγει τοὺς μαθητάς, ἐν τούτοις νομίζων λυπεῖν τὸν δημιουργόν, εἰ τῶν ὑπ᾿ αὐτοῦ γεγονότων ἢ ὡρισμένων ἀπέχοιτο.
Ἀπελλῆς δὲ ὁ τούτου μαθητὴς ἀπαρεσθεὶς τοῖς ὑπὸ τοῦ διδασκάλου εἰρημένοις, καθὰ προείπομεν, ἄλλῳ λόγῳ ὑπέθετο τέσσαρας εἶναι θεούς, ὧν ἴνα φάσκει <ἀγαθόν>, ὃν οὔτε οἱ οὗ εἶναι υἱὸν τὸν Χριστόν· ἕτερον δὲ τὸν δημιουργὸν τοῦ παντός, ὃν οὐ θεὸν εἶναι θέλει, ἕτερον δὲ πύρινον τὸν φανέντα, ἕτερον δὲ πονηρόν· οὓς ἀγγέλους καλεῖ, προσθεὶς δἒ τὸν Χριστὸν καὶ πέμπτον ἐρεῖ.
προσέχει δὲ βίβλῳ, ἣν Φανερώσεις καλεῖ Φιλουμένης τινός, ἣν προφῆτιν νομίζει. τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει προσειληφέναι, ἀλλ᾿ ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας.
οὗτος κατὰ τοῦ νόμου καὶ τῶν προφητῶν συντάγματα ἐποίησε, καταλύειν αὐτοὺς ἐπιχειρῶν ὡς ψευδῆ λελαληκότας καὶ θεὸν μὴ ἐγνωκότας· σάρκας τε ἀπόλλυσθαι ὁμοίως Μαρκίωνι λέγει.
Κήρινθος δέ, ὁ ἐν τῇ Αἰγύπτῳ ἀσκηθεὶς αὐτὸς οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ τὸν κόσμον γεγονέναι ἠθέλησεν, ἀλλ᾿ ὑπὸ δυνάμεώς τινος ἀγγελικῆς, πολὺ κεχωρισμένης καὶ διεστώσης τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν.
τὸν δὲ Ἰησοῦν λέγει μὴ ἐκ παρθένου γεγεννῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ιωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις, καὶ διενηνοχέναι ἐν δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ συνέσει ὑπὲρ πάντας τοὺς λοιπούς.
PG 16:3451καὶ μετὰ τὸ βάπτισμα κατεληλυθέναι εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει τοῦ πάθους ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ· πεπονθέναι τὸν Ἰησοῦν, τὸν δὲ Χριστὸν ἀπαθῆ μεμενηκέναι, πνεῦμα κυρίου ὑπάρχοντα.
Ἐβιωναῖοι δὲ τὸν μὲν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι λέγουσι, τὸν δὲ Χριστὸν ὁμοίως Κηρίνθῳ. ζῶσι δὲ πάντα κατὰ νόμον Μωϋσοῦ, οὕτω φάσκοντες δικαιοῦσθαι.
Θεόδοτος δὲ ὁ Βυζάντιος εἰσηγήσατο αἵρεσιν τοιάνδε, φάσκων τὰ μὲν ὅλα ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὸν δὲ Χριστὸν τοῖς προειρημένοις γνωστικοῖς φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· εἶναι δὲ τὸν Χριστὸν κ(οιν)ὸν ἄνθρωπον πᾶσιν, ἐν δὲ τούτῳ διαφέρειν, ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν τῇ παρθένῳ σαρκωθέντα·
ὕστερον ἐπὶ τοῦ βαπτίσματος κατεληλυθέναι τὸν Χριστὸν ἐπὶ τὸν Ἰησοῦν ἐν εἴδει περιστερᾶς, ὅθεν φασὶ μὴ πρότερον τὰς δυνάμεις αὐτῷ ἐνεργηθῆναι. θεὸν δὲ οὐκ εἶναι τὸν Χριστὸν θέλει. καὶ τοιαῦτα Θεόδοτος.
Ἕτεροι δὲ καὶ ἐξ αὐτῶν πάντα τοῖς προειρημένοις <ὁμοίως> λέγουσι, ἓν μόνον ἐνδιαλλάξαντες ἐν τῷ τὸν Μελχισεδὲκ ὡς δύναμίν τινα ὑπειληφέναι, φάσκοντες αὐτὸν ὑπὲρ πᾶσαν δύναμιν ὑπάρχειν· οὗ κατ᾿ εἰκόνα [δὲ] εἶναι τὸν Χριστὸν.
Οἱ δὲ Φρύγες ἐκ Μοντανοῦ τινος καὶ Πρισκίλλης καὶ Μαξιμίλλης τὰς ἀρχὰς τῆς αἱρέσεως λαβόντες, προφήτιδας τὰ γύναια νομίζοντες καὶ προφήτην τὸν Μοντανόν, τὰ δὲ περὶ τῆς τοῦ παντὸς ἀρχῆς καὶ δημιουργίας ὀρθῶς [λέγειν] νομίζουσι, καὶ τὰ περὶ τὸν Χριστὸν οὐκ ἀλλοτρίως προειλήφασιν, ἐν δὲ τοῖς προειρημένοις σφάλλονται· ὡν τοῖς λόγοις ὑπὲρ τὰ εὐαγγέλια προσέχοντες πλανῶνται. νηστείας καινὰς καὶ παραδόξους ὁρίζοντες.
Ἕτεροι δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει προσκείμενοι τὰ μὲν περὶ τὰ γύναια καὶ Μοντανὸν ὁμοίως δοκοῦσι, τὰ δὲ περὶ <τὸν> τῶν ὅλων πατέρα δυσφημοῦσιν, αὐτὸν εἶναι υἱὸν καὶ λέγοντες, ὁρατὸν καὶ ἀόρατον, γεννητὸν καὶ ἀγέννητον, θνητὸν καὶ ἀθάνατον· οὗτοι τὰς ἀφορμὰς ἀπὸ Νοητοῦ τινος λαβόντες.
Ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν, ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν καὶ οὕτως ἕως νῦν ἐπὶ τοὺς διαδόχους διαμείνασαν, λέγων ἕνα τὸν πατέρα καὶ θεὸν τῶν ὅλων· τοῦτον πάντα πεποιηκότα ἀφανῆ μὲν τοῖς οὖσι γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε·
καὶ τοῦτον εἶναι ἀόρατον, ὅταν μὴ ὁρᾶται, ὁρατὸν ὅταν ὅταν ὁρᾶται· ἀγέννητον δέ, ὅταν μὴ γεννᾶται, γεννητὸν δέ, ὅταν γεννᾶται ἐκ παρθένου· ἀπαθῆ καὶ ἀθάνατον, ὅταν μὴ πάσχῃ μήτε θνῄσκῃ· ἐπὰν δὲ πάθει προσέλθῃ, πάσχειν καὶ θνῄσκειν. τοῦτον τὸν πατέρα αὐτὸν υἱὸν νομίζουσι κατὰ καιροὺς καλούμενον πρὸς τὰ συμβαίνοντα.
Τούτων τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, οὗ τὸν βίον ἐκτεθείμεθα ἀσφαλῶς, ὃς καὶ αὐτὸς αἵρεσιν ἀπεγέννησεν· ἐξ ὡν ἀφορμὰς λαβὼν καὶ αὐτὸς ὁμολογῶν ἕνα εἶναι τὸν πατέρα καὶ θεὸν τοῦτον δημιουργὸν τοῦ παντός, τοῦτον δὲ εἶναι υἱὸν ὀνόματι μὲν λεγόμενον καὶ ὀνομαζόμενον, οὐσίᾳ <ἓν> εἶναι <πνεῦμα>· πνεῦμα ὁ θεὸς οὐχ ἕτερόν ἐστι παρὰ τὸν λόγον ἢ ὁ λόγος παρὰ τὸν θεόν.
ἓν οὖν τοῦτο πρόσωπον, ὀνόματι μὲν μεριζόμενον, οὐσίᾳ δὲ οὔ. τοῦτον τὸν λόγον ἴνα εἶναι θεὸν ὀνομάζει καὶ σεσαρκῶσθαι λέγει. καὶ τὸν μὲν κατὰ σάρκα ὁρώμενον καὶ κρατούμενον υἱὸν εἶναι θέλει,
τὸν δὲ ἐνοικοῦντα πατέρα, ποτὲ μὲν τῷ Νοητοῦ δόγματι περιρρηγ(νύ)μενος, ποτὲ δὲ τῷ Θεοδότου, μηδὲν ἀσφαλὲς κρατῶν. ταῦτα τοίνυν Κάλλιστος.
Ἑρμογένης δέ τις καὶ αὐτὸς θελήσας τι λέγειν, ἴφη τὸν θεὸν ἐξ ὕλης συγχρόνου καὶ ὑποκειμένης τὰ πάντα πεποιηκέναι· ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐχὶ ἐξ ὄντων τὰ γενόμενα ποιεῖν.
Ἕτεροι δέ τινες ὡς καινόν τι παρεισάγοντες ἐκ πασῶν αἱρέσεων ἐρανισάμενοι. ξένην βίβλον σκευάσαντες Ἠλχασαΐ ἐπονομαζομένην, οὗτοι τὰς μὲν ἀρχὰς τοῦ παντὸς ὁμοίως ὁμολογοῦσιν ὑπὸ τοῦ θεοῦ γεγονέναι.
Χριστὸν δὲ δὲ ἕνα οὐχ ὁμολογοῦσιν, ἀλλ’ εἶναι τὸν μὲν ἂνω ἕνα, αὐτὸν δὲ μεταγγιζόμενον ἐν σώμασι πολλοῖς πολλάκις καὶ νῦν δὲ ἐν τῷ Ἰησοῦ, ὁμοίως (π)οτὲ μὲν ἐκ τοῦ θεοῦ γεγενῆσθαι, ποτὲ δὲ πνεῦμα γεγονέναι, ποτὲ δὲ ἐκ παρθένου, ποτὲ δὲ οἱ· καὶ τοῦτον δὲ μετέπειτα ἀεὶ ἐν σώμασι μεταγγίζεσθαι καὶ ἐν πολλοῖς κατὰ καιροὺς δείκνυσθαι.
χρῶνται δὲ ἐπα(οι)δαῖς καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. σεσόβηνται δὲ περὶ (ἀστρ)ολογίαν καὶ μαθηματικὴν καὶ μαγικήν. προγνωστικοὺς δὲ λέγουσιν.
* * * τοῦ θεοῦ μετοικεῖ ἐκ Μεσοποταμίας πόλεως Χαρρὰν εἰς τὴν νῦν μὲν Παλαιστίνην καὶ Ἰουδαίαν προσαγορευομένην χώραν, τότε δὲ Χαναανῖτιν, περὶ ἧς καὶ κατὰ τοῦτο τὸ μέρος τὸν λόγον οὐκ ἀμελῶς παρεδώκαμεν ἐν ἑτέροις λόγοις.
διὰ τούτου τοίνυν γίνεται ἡ καταρχὴ τῆς κατὰ τὴν Ἰουδαίαν αὐξήσεως, ἥτις τὴν προσηγορίαν μετέσχεν (τοῦ ὀνόματος τούτου) ἐξ Ἰούδα, παιδὸς τοῦ Ἰακὼβ τοῦ τετάρτου, οὑ καὶ (. . . . . . . . . . . . . . . .) κέκληται διὰ τὸ ἐξ αὐτοῦ τὸ βασιλικὸν γένος (γεγεννῆσθαι.
Ἁβραὰμ) μετοικεῖ τῆς Μεσοποταμίας . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἑκατοντούτης γενόμενος (γεννᾷ τὸν Ἰσαάκ· ὁ δὲ Ἰσαὰκ ἐτῶν) γενόμενος ξ τὸν Ἰακώβ· ὁ δὲ Ἰακὼβ ἐτῶν πζ γεννᾷ τὸν Λευΐ· ὁ δὲ Λευῒ ἐτῶν γεννᾷ τὸν Καάθ· ὁ δὲ Καὰθ ἐτῶν (ἐγένετο γ), ἡνίκα τῷ Ἰακὼβ εἰς Αἴγυπτον.
γίνεται τοίνυν πᾶς ὁ χρόνος, ὃν παρῴκησεν
Ἁβραὰμ καὶ πᾶν τὸ αὐτοῦ γένος κατὰ τὸν Ἰσαὰκ [τῇ] ἐν τῇ καλουμένῃ Χαναανίτιδι γῇ, ἴτη σιε. τούτου δὲ γίνεται (πατὴρ) τούτου Ναχώρ, τούτου Σερούχ, 〈τούτου Ῥαγαῦ, τούτου Φαλέγ, τούτου Ἕβερ>, ὅθεν καὶ τὸ Ἑβραίους καλεῖσθαι ἦσαν δὲ οὗτοι οβ ἔθνη,
ὧν καὶ τὰ ὀνόματα ἐκτεθείμεθα ἐν βίβλοις, μηδὲ τοῦτο παραλιπόντες κατὰ τόπον, βουλόμενοι τοῖς φιλομαθέσιν ἐπιδεικνύναι ἣν ἔχομεν στοργὴν περὶ τὸ θεῖον τήν τε ἀδίστακτον γνῶσιν, ἣν ἐν πόνοις κεκτήμεθα περὶ τὴν ἀλήθειαν.
τούτου δὲ τοῦ Ἕβερ γίνεται πατὴρ Σαλά, τούτου δὲ Καϊνάν, δὲ Ἀρφαξάδ, οὗ γίνεται Σήμ, τούτου δὲ Νῶε, ἐφ᾿ οὗ ὁ κατὰ πάντα κόσμον γίνεται κατακλυσμός, οὑ οὔτε Αἰγύπτιοι οὔτε Χαλδαῖοι οὔτε Ἕλληνες μέμνηνται, οἷς κατὰ τόπους οἵ τε ἐπὶ τοῦ Ὠγύγου καὶ Δευκαλίωνος γεγένηνται κατακλυσμοί. εἰσὶν οὖν καὶ ἐπὶ τούτου γενεαὶ ε, ἔτη υε.
οὗτος εὐσεβέστατος γενόμενος καὶ θεοφιλὴς γυναικὶ καὶ τέκνοις καὶ ταῖς τούτων τρισὶ γυναιξὶ διέφυγε τὸν γενόμενον κατακλυσμὸν ἐν κιβωτῷ διασωθείς, ἡς καὶ τὰ μέτρα καὶ τὰ λείψανα, καθὼς ἐκτεθείμεθα, ἕως νῦν ἀποδείκνυται ἐν ὄρεσιν Ἀραρὰδ καλουμένοις, οὐσι πρὸς τὴν τῶν Ἀδιαβηνῶν χώραν. ἐνιδεῖν οὗν ἔστι τοῖς φιλοπόνως ἱστορεῖν βουλομένοις, ὡς φανερῶς ἐπιδέδεικται τὸ τῶν θεοσεβῶν γένος ἀρχαιότερον <ὂν> πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων. τί δὲ καὶ τοὺς ἐπάνω τοῦ Νῶε καὶ θεοσεβεῖς
καὶ θεοῦ ὁμιλητὰς ὀνομάζειν νῦν χρή, ἱκανῆς οὔσης [τῆς] πρὸς τὸ προκείμενον ταύτης τῆς περὶ ἀρχαιότητος μαρτυρίας;
Ἀλλ᾿ ἐπεὶ οὐκ ἄλογον δοκεῖ ἐπιδεῖξαι ταῦτα τὰ περὶ σοφίαν ἠσχολημένα ἔθνη μεταγενέστερα ὄντα τῶν θεὸν σεβασάντων, εὔλογον εἰπεῖν καὶ πόθεν τὸ γένος αὐτοῖς καὶ πότε μετοικήσαντες ταύταις τοῖς χώραις, οὐ τὸ ὄνομα ἐξ αὐτῶν τῶν χωρῶν μετέσχον, ἀλλ᾿ αὐτοὶ προσεποίησαν ἐκ τῶν πρώτως ἀρξάντων καὶ κατοικησάντων.
γίνονται τῷ Νῶε τρεῖς παῖδες Σήμ, Χάμ, Ἰάφεθ· ἐκ τούτων πᾶν γένος ἀνθρώπων πεπλήθυνται καὶ πᾶσα χώρα κατοικεῖται· ῥῆμα γὰρ θεοῦ ἐπ’ αὐτοὺς ἴσχυσεν εἰπόντος· »αὐξάνεσθαε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν«. τοσοῦτον δυνηθέντος ἑνὸς ῥήματος γεννῶνται ἐκ τῶν τριῶν παῖδες κατὰ γένος οβ, ἐκ μὲν τοῦ Σὴμ κε, ἐκ δὲ Ἰάφεθ ιε, ἐκ δὲ τοῦ Χὰμ λβ.
τῷ δὲ Χὰμ γίνονται παῖδες ἐκ τῶν προειρημένων λβ οὗτοι· Χαναάν, ἐξ οὑ Χαναναῖοι, Μεστραείμ, ἐξ Αἰγύπτιοι, Χοῦς, ἐξ οὑ Αἰθίοπες, Φούδ, ἐξ οὑ Λίβυες. οὗτοι τῇ κατ αὐτοὺς φωνῇ ἕως νῦν τῇ τῶν προγόνων προσηγορίᾳ καλοῦνται· εἰς δὲ τὸ Ελληνικὸν οἷς νῦν ὀνόμασι κέκληνται ὀνομάζονται.
εἰ δὲ μηδὲ τὸ οἰκεῖσθαι τὰς τούτων χώρας πρότερον ἦν μηδὲ ἀρχὴ γένους ἀνθρώπων δείκνυται, οὑτοι δὲ υἱοὶ τοῦ Νῶε ἀνδρὸς γίνονται θεοσεβοῦς, ὃς καὶ αὐτὸς μαθητὴς γεγένηται ἀνδρῶν θεοσεβῶν, οὑ χάριν διέφυγε πολλὴν ὕδατος πρόσκαιρον ἀπειλήν, πῶς οὐ προγενέστεροι ἠσαν <οἱ> θεοσεβεῖς πάντων Χαλδαίων, Ἑλλήνων, ὧν πατὴρ ἐκ τοῦ[του] Ἰάφεθ γεννᾶται, ὄνομα Ἰωύαν, οὗ Ἕλληνες καὶ Ἴωνες;
εἰ δὲ τὰ περὶ φιλοσοφίαν ἀπασχοληθέντα ἔθνη πολλῷ μεταγενέστερα τοῦ τῶν θεοσεβῶν γένους καὶ κατακλυσμοῦ πάντως δείκνυται, πῶς οὐχὶ καὶ βάρβαρα καὶ ὅσα ἐν κόσμῳ
γνωστά τε καὶ ἄγνωστα νεώτερα τούτων φανήσεται;
τούτου τοίνυν τοῦ λόγου κρατήσαντες μάθετε Ἕλληνες, Αἰγύπτιοι, Χαλδαῖοι καὶ πᾶν γένος ἀνθρώπων, τί τὸ θεῖον καὶ <τίς> ἡ τούτου δημιουργία, παρ᾿ ἡμῶν τῶν φίλων τοῦ θεοῦ καὶ μὴ κομπολόγως τοῦτο ἠσκηκότων, ἀλλ’ ἐν ἀληθείας γνώσει καὶ ἀσκήσει σωφροσύνης εἰς ἀπόδειξιν αὐτοῦ λόγους ποιουμένων.
Θεὸς εἷς, ὁ πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς κύριος, σύγχρονον ἔσχεν οὐδέν, οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον ἢ γῆν στερράν, οὐχὶ ἀέρα πυκνόν, οὐ πῦρ θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν ὀροφήν· ἀλλ’ ἦν εἷς μόνος ἑαυτῷ, ὃς θελήσας ἐποίησε τὰ ὄντα οὐκ ὄντα πρότερον, πλὴν ὅτι ἠθέλησε ποιεῖν ὡς ἔμπειρος ὢν τῶν ἐσομένων· πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις.
διαφόρους δὲ τοῖς ἐσομένοις ἀρχὰς πρότερον πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆν, ἐξ ὧν διαφόρων τὴν ἑαυτοῦ ἐποίει, καὶ τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τά δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει.
καὶ τὰ μὲν ἐξ ἑνὸς ἀθάνατα ἠν — λύσις γὰρ οὐ παρακολουθεῖ· τὸ γὰρ ὲν οὐ λυθήσεται πώποτε —, τὰ δὲ ἐκ δύο ἢ τριῶν ἢ τεσσάρων λυτά, διὸ καὶ θνητὰ ὀνομάζεται· θάνατος γὰρ τοῦτο κέκληται, ἡ τῶν δεδεμένων λύσις.
ἱκανὸν οὖν νῦν τοῖς εὖ φρονοῦσιν ἀποκεκρίσθαι, οἵ, εἰ φιλομαθήσουσι καὶ τὰς τούτων οὐσίας καὶ τὰς αἰτίας τῆς κατὰ πάντα δημιουργίας ἐπιζητήσουσιν, εἴσονται ἐντυχόντες ἡμῶν βίβλῳ περιεχούσῃ Περὶ τῆς τοῦ παντὸς οὐσίας·
τὸ δὲ νῦν ἱκανὸν [εἶναι] ἐκθέσθαι τὰς αἰτίας, ἃς οὐ γνόντες Ελληνες κομψῷ τῷ λόγῳ τὰ μέρη τῆς κτίσεως ἐδόξασαν τὸν κτίσαντα ἀγνοήσαντες· ὧν ἀφορμὰς σχόντες οἱ αἱρεσιάρχαι ὁμοίοις
λόγοις τὰ ὑπ᾿ ἐκείνων προειρημένα μετασχηματίσαντες, αἱρέσεις καταγελάστους συνεστήσαντο.
Οὗτος οὖν μόνος καὶ κατὰ πάντων θεὸς λόγον πρῶτον ἐννοηθεὶς ἀπογεννᾷ, οὐ λόγον ὡς φωνήν, ἀλλ᾿ ἐνδιάθετον τοῦ παντὸς λογισμόν. τοῦτον μόνον ἐξ οντων ἐγέννα· το γὰρ ον αυτος ὁ πατὴρ ἠν, ἐξ οὑ τὸ γεννηθέν.
καὶ αἴτιον τοῖς γινομένοις λόγος ἦν ἐν αὑτῷ φέρων τὸ θέλειν τοῦ γεγεννηκότος, οὐκ ἄπειρος τῆς τοῦ πατρὸς ἐννοίας· ἅμα γὰρ τῷ ἐκ τοῦ γεννήσαντος προελθεῖν, πρωτότοκος τούτου γενόμενος, φωνὴν εἶχεν ἐν ἑαυτῷ τὰς ἐν τῷ πατρὶ προεννοηθείσας ἰδέας, ὅθεν κελεύοντος πατρὸς γίνεσθαι κόσμον τὸ κατὰ ἓν λόγος ἀπετέλει τὸ ἀρέσκον θεῷ.
καὶ τὰ μὲν ἐπὶ γενέσει πληθύνοντα ἄρσενα καὶ θήλεα εἰργάζετο· ὅσα δὲ πρὸς ὑπηρεσίαν λειτουργίαν, ἢ ἄρσενα [ἢ] θηλειῶν μὴ προσδεόμενα ἢ οὔτε ἄρσενα οὔτε θήλεα.
καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι ἐξ οὐκ ὄντων γενόμεναι, πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχει, <οὐδ᾿ ἐξ> ἑκάστης τούτων δύναται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεός, ἴνα λόγος ὑπουργῇ.
ἐκ πυρὸς εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω. ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος καὶ οὔτε ἄρσενας οὔτε θηλείας νενόμικα.
ἐξ ὕδατος δὲ ζῷα νηκτὰ εἶναι θέλω καὶ πτηνά, ἄρσενα καὶ θήλεα — οὕτω γὰρ ἐκέλευσεν ὁ θελήσας θεὸς γόνιμον εἶναι τὴν ὑγρὰν οὐσίαν· ὁμοίως ἐκ γῆς ἑρπετὰ καὶ θηρία καὶ παντοδαπῶν ζῴων ἄρσενα καὶ θήλεα· οὕτως γὰρ ἐνεδέχετο ἡ τῶν γεγονότων φύσις. ὅσα γὰρ ἠθέλησεν, ἐποίει ὁ θεός. ταῦτα λόγω ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα ἢ ὡς ἐγένετο.
ὅτε δὲ [ἢ] ὡς ἠθέλησε καὶ ἐποίησεν, ὀνόματι καλέσας
ἐσήμηνεν. ἐπὶ τούτοις τὸν πάντων ἄρχοντα δημιουργῶν ἐκ πασῶν συνθέτων οὐσιῶν ἐσκεύασεν· οὐ θεὸν θέλων ποιεῖν ἔσφηλε, οὐδὲ ἄγγελον — μὴ πλανῶ —, ἀλλ’ ἄνθρωπον. εἰ γὰρ θεόν σε ἠθέλησε ποιῆσαι, ἐδύνατο· ἔχεις τοῦ λόγου τὸ παράδειγμα· ἄνθρωπον θέλων, ἄνθρωπόν σε ἐποίησεν· εἰ δὲ θέλεις καὶ θεὸς γενέθαι, ὑπάκουε τῷ πεποιηκότι καὶ μὴ ἀντίβαινε νῦν, ἴνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθεὶς καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇς. τούτου ὁ λόγος μόνος ἐξ αὐτοῦ.
διὸ καὶ θεός, οὐσία ὑπάρχων θεοῦ· ὁ δὲ κόσμος ἐξ οὐδενός· διὸ οὐ θεός· οὑτος ἐπιδέχεται καὶ λύσιν, ὅτε βούλεται ὁ κτίσας. ὁ δὲ κτίσας θεὸς κακὸν οὐκ ἐποίει οὐδὲ ποιεῖ, 〈ἀλλὰ〉 καλὸν καὶ ἀγαθόν·
ἀγαθὸς γὰρ ὁ ποιῶν. ὁ δὲ γενόμενος ἄνθρωπος ζῷον αὐτεξούσιον ἠν, οὐν ἄρχον, οὐ νοῦν ἔχον, οὐκ ἐπινοίᾳ καὶ ἐξουσίᾳ καὶ δυνάμει πάντων κρατοῦν, ἀλλὰ δοῦλον καὶ πάντα ἔχον τὰ ἐναντία· ὃς τῷ αὐτεξούσιος ὑπάρχειν τὸ κακὸν ἐπιγεννᾷ, ἐκ συμβεβηκότος ἀποτελούμενον μέν, οὐδέν δὲ <δὲ ὄν>, ἐὰν μὴ ποιῇς· ἐν γὰρ τῷ θέλειν καὶ ν(ομ)ίςειν τι κακὸν τὸ κακὸν ὀνομάζεται, οὐκ ὂν ἀπ᾿ ἀρχῆς, ἀλλ᾿ ἐπιγινόμενον.
(οὗ) αὐτεξουσίου ὄντος νόμος ὑπὸ θεοῦ ὡρίζετο μάτην· εἰ γὰρ μὴ εἶχεν (ὁ ἄνθρωπ)ος τὸ θέλειν καὶ τὸ μὴ τί καὶ νόμος ὡρίζετο; ὁ νόμος γὰρ ἀλόγῳ ζῴῳ οὐχ ὁρισθήσεται, ἀλλὰ χαλινὸς καὶ μάστιξ, ἀνθρώπῳ δὲ ἐντολὴ καὶ πρόστιμον τοῦ ποιεῖν τὸ προστεταγμένον καὶ μὴ ποιεῖν. τούτῳ νόμος ὡρίσθη διὰ δικαίων ἀνδρῶν ἐπάνωθεν· ἔγγιον ἡμῶν διὰ τοῦ προειρημένου Μωϋσέως, ἀνδρὸς εὐλαβοῦς καὶ θεοφιλοῦς, νόμος ὡρίζετο πλήρης σεμνότητος καὶ δικαιοσύνης.
τὰ δὲ πάντα διοικεῖ ὁ λόγος ὁ θεοῦ, ὁ πρωτόγονος πατρὸς παῖς, ἡ πρὸ ἑωσφόρου φωσφόρος φωνή. ἔπειτα δίκαιοι ἄνδρες γεγένηνται φίλοι θεοῦ. οὗτοι προφῆται κέκληνται
διὰ τὸ προφαίνειν τὰ μέλλοντα.
οἷς οὐχ ἑνὸς καιροῦ λόγος ἐγένετο, ἀλλὰ διὰ πασῶν γενεῶν αἱ τῶν προλεγομένων φωναὶ εὐαπόδεικτοι παρίσταντο· οὐκ ἐκεῖ μόνον, ἡνίκα τοῖς παροῦσιν ἀπεκρίναντο, ἀλλὰ καὶ διὰ πασῶν γενεῶν τὰ ἐσόμενα προεφήναντο· ὅτι τὰ μέν παρῳχημένα λέγοντες ὑπεμίμνῃσκον τὴν ἀνθρωπότητα, τὰ δὲ ἐνεστῶτα δεικνύντες μὴ ῥᾳθυμεῖν ἔπειθον, τὰ δὲ μέλλοντα προλέγοντες τὸν κατὰ ἕνα ἡμῶν ὁρῶντας πρὸ πολλοῦ προειρημένα ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα.
τοιαύτη ἡ καθ᾿ ἡμᾶς πίστις, ὠ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι πειθομένων οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων οὐδὲ οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λόγοις λελαλημένοις οὐκ ἀπειθούντων. καὶ ταῦτα θεὸς ἐκέλευε λόγῳ, ὁ δὲ λόγος ἐφθέγγετο λέγων, δι αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς, οὐ βίᾳ ἀνάγκης δουλαγωγῶν, ἀλλ᾿ ἐπ᾿ ἐλευθερίαν ἑκουσίῳ προαιρέσει καλῶν.
τοῦτον τὸν λόγον ἐν ὑστέροις ἀπέστελλεν ὁ πατήρ, οὐκέτι διὰ προφήτου λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι θέλων, ἀλλ᾿ αὐτοψεὶ φανερωθῆναι τοῦτον λέγων, ἴνα κόσμος ὁρῶν δυσωπηθῇ οὐκ ἐντελλόμενον διὰ προσώπου προφητῶν οὐδὲ δι᾿ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾿ αὐτὸν παρόντα τὸν λελαληκότα.
τοῦτον τοῦτον ἐκ παρθένου σῶμα ἀνειληφότα καὶ τὸν παλαιὸν ἄνθρωπον διὰ καινῆς πλάσεως πεφορηκότα, ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρὼν καὶ δι᾿ αὑτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν ὁ θεὸς πονηρὸν καὶ ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχων τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις.
τοῦτον ἄνθρωπον ἴσμεν <ἐκ> τοῦ καθ’ ἡμᾶς φυράματος γεγονέναι· εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον. εἰ γὰρ ἐκεῖνος ὁ ἄνθρωπος ἑτέρας ἐτύγχανεν οὐσίας, τί τὰ ὅμοια κελεύει ἐμοὶ τῷ ἀσ(θενεῖ) πεφυκότι, καὶ πῶς οὗτος ἀγαθὸς καὶ δίκαιος;
ἴνα δὲ μὴ
ἕτερος παρ᾿ ἡμᾶς νομισθῇ, (καὶ) κάματον ὑπέμεινε καὶ πεινῆν καὶ διψῆν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε καὶ πάθει οὐκ ἀντεῖπε καὶ θανάτῳ ὑπήκουσε καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ’ ἄνθρωπον σεαυτὸν ὁμολογῶν προσδοκᾷς καὶ σύ, ὃ τούτῳ † παρέσχες.
Τοιοῦτος ὁ περὶ τὸ θεῖον ἀληθὴς λόγος, ὦ ἄνθρωποι Ἐλληνές τε καὶ βάρβαροι, Χαλδαῖοί τε καὶ Ἀσσύριοι, Αἰγύπτιοί τε καὶ Λίβυες, Ἰνδοί τε καὶ Αἰθίοπες, Κελτοί τε καὶ οἱ στρατηγοῦντες Λατῖνοι, πάντες τε οἱ τὴν Εὐρώπην Ἀσίαν τε καὶ Λιβύην κατοικοῦντες· οἷς σύμβουλος ἐγὼ γίνομαι, φιλανθρώπου λόγου ὑπάρχων μαθητὴς καὶ φιλάνθρωπος, ὅπως προσδραμόντες διδαχθῆτε παρ᾿ ἡμῶν,
τίς ὁ ὄντως θεὸς καὶ ἡ τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων μηδὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ᾿ ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ, δι᾿ ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλὴν καὶ Ταρτάρου ζοφεροῦ ὄμμα ἀφώτιστον ὑπὸ λόγου φωνῆς μὴ καταλαμφθὲν καὶ βρασμὸν ἀεννάου λίμνης γεέννης φλογός, καὶ τατραρούχων ἀγγέλων κολαστῶν ὄμμα ἀεὶ μένον ἐν ἀπειλῇ καὶ σκώληκα σώματος † ἀπουσίαν, ἐπιστρεφόμενον ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστροφήν.
καὶ ταῦτα μὲν ἐκφεύξῃ θεὸν τὸν ὄντα διδαχθείς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτον
ἅμα ψυχῇ, <καὶ> βασιλείαν οὐρανῶν ὀπολήψῃ, ὁ ἐν γῇ βιοὺς ἐπουράνιον βασιλέα ἐπιγνούς, ἴσῃ δὲ ὁμιλητὴς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ, οὐκ ἐπιθυμίαις ἢ πάθεσι καὶ νόσοις δουλούμενος.
γέγονας γὰρ θεός· ὅσα γὰρ ὑπέμεινας πάθη ἄνθρωπος ὤν, ταῦτα ἐδίδου, ὅτι ἄνθρωπος εἶς, ὅσα δὲ παρακολουθεῖ θεῷ, ταῦτα ἐπήγγελται θεός, ὅταν θεοποιηθῇς, ἀθάνατος γεννηθείς. τοῦτ᾿ ἔστι τὸ γνῶθι σεαυτόν, ἐπιγνοὺς τὸν πεποιηκότα θεόν. τὸ γὰρ ἐπιγνῶναι ἑαυτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ᾿ αὐτοῦ. μὴ φιλεχθρήσητε τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μηδὲ τὸ παλινδρομεῖν διστάσητε·
Χριστὸς γὰρ ἐστιν ὁ κατὰ πάντων θεός, ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον τὸν παλαιὸν ἄνθρωπον ἀποτελῶν, εἰκόνα τοῦτον καλέσας ἀπ᾿ ἀρχῆς, διὰ τύπου τὴν εἰς σὲ ἐπιδεικνύμενος στοργήν, στοργήν, οὗ προστάγμασιν ὑπακούσας σεμνοῖς καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητὴς ἴσῃ ὅμοιος ὑπ’ αὐτοῦ τιμηθείς. οὐ γὰρ πτωχεύει θεὸς καὶ σὲ θεὸν ποιήσας εἰς δόξαν αὐτοῦ.
Page scan enlarged

Notebook

Full View