PG 19Eusebius of Caesarea
Testimonies of the Ancients against Eusebius
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 83–84page 1 of 8
PG 19:83ἐνεπαιδεύθησαν, τραχύτερον τῷ λέγειν χρῶνται. Καὶ ὁ τοῦ Παμφίλου Εὐσέβιος ἐκ Παλαιστίνης μεν τὸ γένος, ἀλλ᾽ ὡς αὐτός φησι, τοῖς ἐπ' Αἰγύπτου πάνυ τι χρονίως συνεφοίτησε· πολυμαθὴς ἀνὴρ, καὶ δῆλός γε πολλὰς ἐκδόσεις προενεγκών, καὶ χρώμενος οὕτω τῇ γλώττη. Ἐντυχών Ναρκίσσου τοῦ Νερωνιάδος προεστῶτος επιστολῇ, ἣν γέγραφε πρὸς Χρηστόν τινα, καὶ Εὐφρόνιον, καὶ Εὐσέβιον, ὡς Ὁσίου τοῦ ἐπισκόπου ερωτήσαντος αὐτὸν, εἰ, ὥσπερ Εὐσέβιος ὁ τῆς Παν λαιστίνης, δύο οὐσίας εἶναί φησιν, οὕτω καὶ αὐτὸς λέγοι· ἔγνων αὐτὸν ἀπὸ τῶν γραφέντων, τρεῖς εἶναι πιστεύειν οὐσίας ἀποκρινόμενον. Ποία γὰρ καὶ σύνοδος ἐπισκόπων ἦν τότε; ποῖον συνέδριον ἀληθείας ἐχόμενον; Τίς τῶν πλειόνων ἐν αὐτοῖς οὐκ ἐχθρὸς ἡμέτερος ἦν; Οὐ διὰ τὴν ᾿Αρείου μανιαν οἱ περὶ Ευσέβιον καθ᾿ ἡμῶν ὥρμησαν; οὐ τοὺς ἄλλους συμφρονοῦντας αὐτοῖς ἐπήγοντο; Οὐκ
col. 85–86page 2 of 8
PG 19:85ἀεὶ κατ' αὐτῶν ἐγράφομεν ὡς τὰ ᾿Αρείου φρονούντων; Οὐκ Εὐσέβιος ὁ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐπὶ τη θυσία κατηγορεῖτο ὑπὸ τῶν σὺν ἡμῖν ὁμολογητῶν; Ταῦτα ὁ βασιλεὺς ἀκούσας, αἴρεται μὲν θυμῷ, κελεύει δὲ συγκροτηθῆναι σύνοδον κατὰ τὴν Φοινίκην ἐν Τύρῳ τῇ πόλει· ἐκέλευσε δὲ δικάζειν Εὐσέβιον τὸν Καισαρείας καὶ ἄλλους τινάς· ἦσαν δὲ προσκεκλιμένοι οὗτοι ποσῶς μᾶλλον τῇ τῶν ᾿Αρειανῶν χυδαιολογία. Καὶ ἐκλήθησαν ἐπίσκοποι τῆς Αἰγύπτου τῆς καθολικῆς, καὶ ὑπὸ ᾿Αθανάσιον ἀκρέμονές τινες ἄν δρες καὶ μείζους, καὶ ἐν Θεῷ ἔχοντες διαφανῆ τὸν βίον· ἐν οἷς ἦν ὁ μακαρίτης Ποτάμων ὁ μέγας, ὁ τῆς Ηρακλείας ἐπίσκοπος καὶ ὁμολογητής· ἀλλὰ καὶ οἱ τῶν Μελετιανών, μάλιστα οἱ τοῦ ᾿Αθανασίου κατηγο φούντες. Ζηλωτὴς δὲ ῶν ὑπὲρ ἀληθείας καὶ ὀρθο δοξίας ὁ προειρημένος Ποτάμων ὁ μακαρίτης, ἐλευθεροστομῶν, ὃς οὐδέποτε εἴληφε πρόσωπόν τινος τὸν ὀφθαλμὸν γὰρ ἐν τῷ διωγμῷ διὰ τὴν ἀλήθειαν τυφλώθη· ἑωρακὼς τὸν Εὐσέβιον καθεζόμενον καὶ διχάζοντα, καὶ ᾿Αθανάσιον ἑστῶτα, καταπονηθείς τῇ λύπη, καὶ δακρύσας, οἷα γίνεται παρὰ τοῖς ἀλη θέαν, ἀπετείνατο φωνῇ μεγάλη Ευσεβίῳ λέγων· «Σύ καθέζῃ, Εὐσέβις, καὶ ᾿Αθανάσιος ἀθῶος ὢν παρὰ σοῦ κρίνεται· τίς ἐνέγκοι τὰ τοιαῦτα; Λέγε δέ μοι σύ, εὐ σὺν ἐμοὶ ἦσθα ἐν τῇ φυλακῇ ἐπὶ τοῦ διωγμοῦ; Εἀγὼ μὲν ὀφθαλμὸν ἀπεβαλόμην ὑπὲρ ἀληθείας· σὺ δὲ ούτε φαίνῃ λελωβημένον τι ἔχων ἐν τῷ σώματι, οὔτε ἐμαρτύρησας, ἀλλὰ ἕστηκας ζῶν, μηδὲν ἠχρω πρισμένος. Πῶς ἀνεχώρησας ἀπὸ τῆς φυλακῆς, εἰ μὴ ὅτι ὑπέσχου τοῖς τὴν ἀνάγκην τοῦ διωγμοῦ ἡμῖν ἐπενέγκατε τὸ ἀθέμιτον πρᾶξαι, ἢ ἔπραξας, ο β Καὶ γὰρ πάλιν οἴδατε, ὡς προείπομεν, ὡς ἐχθροί εἰσιν ἡμῶν, καὶ διὰ τὸ Εὐσέβιος ὁ τῆς Καισαρείας, ἐχθρὸς γέγονεν ἀπὸ πέρυσιν. Καὶ τό γε παράδοξον, Εὐσέβιος ὁ ἀπὸ Καισαρείας της Παλαιστίνης, καίτοι πρὸ μιᾶς ἀρνούμενος, ὅμως ὕστερον ὑπογράψας, ἐπέστειλε τῇ Ἐκκλησίᾳ ἑαυτοῦ, λέγων εἶναι τῆς Ἐκκλησίας τὴν πίστιν, καὶ τῶν Πατέρων τὴν παράδοσιν· πᾶσί τε φανερῶς ἔδειξεν, τι πρότερον ἐσφάλλοντο, καὶ μάτην ἐφιλονείκουν πρὸς τὴν ἀλήθειαν· εἰ γὰρ καὶ ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι, καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ Ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ ἀρνησάμενος, φανερῶς τοῦτο σημᾶνα: βούλεται, καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ ἀπολογούμενος κατηγόρησε λοιπὸν των Αρειανών, ὅτι γράψαντες, Οὐκ ἦν ὁ Υἱὸς πριν γενηθῆναι, οὐκ ἤθελον αὐτὸ εἶναι οὐδὲ πρὸ τῆς κατὰ είσαι γενέσεως.
col. 87–88page 3 of 8
PG 19:87Μάλιστα δὲ ᾿Ακάκιος τ' ἂν εἴποι πρὸς Εὐσέβιον τὸν ἑαυτοῦ διδάσκαλον; Ος οὐ μόνον ὑπέγραψεν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀλλὰ καὶ δι᾿ ἐπιστολῆς ἐδήλωσε ταῖς ὑπ' αὐτὸν λαοῖς, ταύτην εἶναι πίστιν ἀληθῆ, τὴν ὁμολογηθεῖσαν ἐν τῇ κατὰ Νίκαιαν συν όδῳ· εἰ γὰρ καὶ ὡς ἠθέλησεν ἀπελογήσατο διὰ τῆς ἐπιστολῆς, ἀλλά γε τὰς λέξεις οὐκ ἠρνήσατο· ἀλλὰ καὶ κατηγόρησε τῶν Ἀρειανῶν, ὅτι λέγοντες, Οὐκ ἦν πρὶν γενηθῆναι ὁ Υἱὸς, οὐδὲ πρὸ Μαρίας αὐτὸν ἤθελον εἶναι. Καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπί σκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ 'Αρειανικῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ, ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ ἐπιφανεὶς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρη σαμένους ὀνόματι. Ο δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης Εὐσέβιος, γράφων πρὸς Εὐφρατίωνα τὸν ἐπίσκοπον, οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν ὅτι ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς Θεός. τῆς ᾿Απολογίας Εὐσέβιος μὲν οὖν ὁ Παμφίλου φησὶν εὐθὺς μετά τὴν σύνοδον, πρὸς ἑαυτὴν στασιάζειν τὴν Αἴγυπτον, τὴν αἰτίαν μὴ προστιθείς· ἐξ ὧν καὶ διγλώσσου δόξαν ἐκτήσατο, ὅτι, τὰς αἰτίας λέγειν ἐκκλίνων, μὴ συν ευδοκεῖν τοῖς ἐν Νικαίᾳ συνέθετο. Εἰ δὲ μηδὲ τοῦτο ἱκανὸν πεῖσαι αὐτοὺς, Εὐσεβίῳ γοῦν ἐχρῆν πεισθῆναι τῷ Παλαιστινῷ, ἐν τῶν οἰκείων δογμάτων ἀποκαλοῦσι συνήγορον. Οὐκ ἔτι δὲ πρὸς τὴν τῶν δογμάτων ἀκρίβειαν φθάσαι φημὶ τὸν ἄνδρα· ὅθεν πολυμαθίας μὲν παρα χωρητέον αὐτῷ, δογμάτων δὲ γνῶσιν οὐκέτι. Ἀλλὰ καὶ πάνυ κατόπιν τοῦτον τῆς τοιαύτης ἀκριβείας γενόμενον ἐπιστάμεθα. Καὶ μετὰ βραχέα· Ὥστε δη
col. 89–90page 4 of 8
PG 19:89ένα μὴ δόξωμεν επεμβαίνειν τῷ ἀνδρὶ, περὶ οὗ οὐ Ει πρόκειται ἡμῖν ἐπὶ τοῦ παρόντος λέγειν, ἵνα, βασα μίζοντες πρὸς ἀκρίβειαν τὴν γενομένην Απολογίαν, αἱρετικοὺς ἀποδείξωμεν τοὺς ἀμφοτέρους, αὐτόν τε ἀπολογησάμενον καὶ τὸν ὑπὲρ ὅτου τὴν ἀπολογίαν συνέταξε. Καὶ μεθ᾽ ἕτερα· Τὸ γὰρ δεικνύναι σπεύδειν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὑπόβασιν ὁμοίως αὐτῷ τινὰς εἰρηκότας, πρῶτον μὲν οὐ ξενισθῶμεν· σοῦ γὰρ καὶ τῶν περὶ σὲ ἡ τοιαύτη δόξα· ὅθεν περὶ τούτου ἐπὶ τοῦ παρόντος λόγος ἡμῖν οὐδεὶς, πάλαι μὲν οἰκουμενικῇ ζητήσει ὑποβληθέντος καὶ ἀποκηρυ γλέντης. Τις γὰρ οὐκ ἔγνω τῶν πιστῶν Ἐκκλησίας, καὶ γνώσιν εἰληφότων ἀληθινῶν δογμάτων, ὅτι Εὐσέβιος ὁ Παμφίλου, εἰς ἀδόκιμον νοῦν παραδοθείς, ὁμόδοξος καὶ σύμφρων γέγονε τοῖς τὰ ᾿Αρείου θρησκεύου λ. Ευσέβιος, ὁ τοῦ Παμφίλου είτε δοῦλος, εἴτε συνή της, ὅτι μὲν ᾿Αρειανισμῷ ἑάλω, βοῶσι μὲν αὐτοῦ τὰ
col. 91–92page 5 of 8
PG 19:91βιβλία· καὶ αὐτὸς δὲ μεταμελόμενος δῆθεν καὶ ἄκων, τὴν νόσον ἀνομολογεῖ· κἂν τῇ μεταμελείᾳ δὲ μᾶλλον ἑαυτὸν δείκνυσιν ἀμεταμέλητον. Οὐ γὰρ ἑαυτὸν ἐχε στῆναι τῆς προτέρας κακοδοξίας, δι' ὧν ἔδοξε ἀπολογεῖσθαι, συνίστησιν, οὐδὲ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συμφωνῆσαι συνόδῳ· ἀλλὰ τοὺς τοῦ ὁμοουσίου πρε σβευτάς, αὐτοῦ συνελθεῖν τῷ φρονήματι καὶ συνδιατεθῆναι τῇ γνώμῃ, τερατεύεται· καὶ τοῦτο σαφώς άλλα τε πλείονα περιστῶσι, καὶ ἡ τοῖς Καισαρεῦσιν αὐτῷ γραφεῖσα ἐπιστολή. Αλλ' ὅτι μὲν ἀπαρχῆς τὰς Αρειανικὰς δόξας ὑπέθαλπε, καὶ μέχρι τέλους οὐ διέλιπε περιέπων, πολλοί τε συνεπίστανται, καὶ ῥᾷόν ἐστι λαβεῖν πολλαχόθεν· ὅτι δὲ καὶ τῆς ἁριγέ νους νόσου μετέσχεν, ἣν κατὰ τῆς κοινῆς ἡμῶν ἐκεῖ νος ἐνόσησεν ἀναστάσεως, εἰ καὶ τοὺς πολλοὺς ὑπο λανθάνει, ἀλλὰ οὖν αὐτὸς, σὺν ἐρεύνῃ τοὺς ἐκείνου λόγους ἀναλεγόμενος, οὐδὲν ἔλαττον αὐτὸν τῷ ἐλε θρίῳ τούτῳ ἀῤῥωστήματι ἢ ταῖς ᾿Αρειανικαῖς μανίαις κεκρατημένον ὄψη. Ανεγνώσθη, Ευσεβίου Ελέγχου καὶ Ἀπολογίας λόγοι δύο· καὶ ἕτεροι δύο, οἵτινες πρὸς τοὺς προτέρους δύο, ἔν τισι ῥητοῖς παραλλάσσοντες, ἐν τοῖς ἄλλοις τῇ τε λέξει καὶ τῇ διανοίᾳ οἱ αὐτοί εἰσιν. Εἰσάγει δὲ ὡς ἀπὸ τῶν Ἑλλήνων τινὰς ἀπορίας κατὰ τῆς ἀμω μήτου θρησκείας ἡμῶν. Καὶ ταύτας καλῶς, εἰ καὶ μὴ ἐν πᾶσιν, ἀπολύεται· τὴν δὲ φράσιν οὐκ ἔστιν οὐδαμοῦ οὔτε ἡδὺς οὔτε λαμπρότητι χαίρων. Πολυ μαθὴς δέ ἐστιν ὁ ἀνὴρ, εἰ καὶ τὴν ἀγχίνοιαν καὶ τὸ σταθηρὸν τοῦ ἤθους, ὡς παρὰ τὴν ἀκρίβειαν τὴν ἐν τοῖς δόγμασιν, ἐνδεέστερος. Καὶ γὰρ κἂν τούτοις ἐν πολλοῖς ἔστιν αὐτὴν ἰδεῖν τὸν Υἱὸν βλασφημοῦντα, καὶ δεύτερον αἴτιον καλοῦντα, καὶ ἀρχιστράτηγον, καὶ ἄλλα τινὰ τῆς ᾿Αρειανικῆς λύσσης βλαστήματα. Δῆλον δὲ ὡς ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου οὗτος ἤνθησε· γέγονε δὲ καὶ τῆς Παμφίλου τοῦ ἱερομάρτυρος ἀρετῆς διάπυρος εραστής· δι᾿ ἣν αἰτίαν φασί τινες αὐτὸν καὶ τῆς τοῦ Παμφίλου ἐπωνυμίας μετ' εσχηκέναι. Ανεγνώσθη Ευσεβίου τοῦ Παμφίλου ἡ εἰς Κων σταντῖνον τὸν μέγαν βασιλέα εγκωμιαστική τετράβιβλος· ἐν ᾗ περιέχεται ἤ τε τοῦ ἀνδρὸς ἄλλη πολύ τεία ἐξ αὐτῆς πρώτης ηλικίας ἀρχομένη, καὶ ὅσα πρὸς τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντελοῦσι πρά ξεις μέχρις οὗ τὸν βίον ἀπέλιπεν, εἰς ἑξηκοστὸν κα τέταρτον παραταθέντα χρόνον. Ἔστι μὲν οὖν κάν ταῦθα τὴν φράσιν ὅμοιος ἑαυτῷ, πλὴν μικρόν τι πρὸ τὸ λαμπρότερον ἐκβεβίασται αὐτῷ ὁ λόγος, καὶ λέξει εἰς τὸ ἀνθηρότερον ἐνιαχοῦ συνελήφθησαν· τῆς μέν τοι κατὰ τὴν ἑρμηνείαν ἡδονῆς καὶ χάριτος οὐδὲ μέγα, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, ἐμφαίνεται. καταστρώννυσι δὲ ἐν ταύτῃ αὐτοῦ τῇ τετραβίβλω πάμπολ να χωρία ἐξ ὁλοκλήρου της Εκκλησιαστικῆς αὐτο δεκαλόγου Ιστορίας. Λέγει μὲν οὖν καὶ αὐτὸν, ἐ Νικομηδείᾳ τὸν μέγαν Κωνσταντίνον βαπτίσασθαι μέχρι τότε τὸ λουτρὸν ἀναβαλλόμενον, ἅτε δὴ ἐ ἐπιθυμίᾳ ποιούμενον ἐν τοῖς Ἰορδάνου τὸ λουτρό
col. 93–94page 6 of 8
PG 19:93ἐπέξασθαι· εἰς δὲ ὁ βαπτίσας, οὐδὲν διασαφεῖ. Περὶ μέσαγε τῆς Ἀρειανικῆς αἱρέσεως οὐδὲν σαφὲς επαγγέλλει, οὐδ' εἰ τῆς δόξης εκείνης είχετο, οὐδ' ὅτι μεταβέβληται, ἀλλ' οὐδ᾽ ὅτι φαύλως ἢ ὀρθῶς ἐδόξαζεν Άρειος, καίπερ ἀνάγκην ἔχων ἐν μνήμη ταῦτα σμήσασθαι, ἅτε δὴ μέγα μέρος ἐπεχούσης τῆς συντ Και τῶν τοῦ μεγάλου πράξεων Κωνσταντίνου, κἀκεί. η; τίιν ἐξαπαιτούσης τὴν περὶ τούτων λεπτομε μεστάτην ἱστορίαν· ἀλλὰ στάσιν μὲν ἐμπεσεῖν μετ ταξύ Αρείου καὶ ᾿Αλεξάνδρου (τὴν αἵρεσιν δὴ οὕτω λέγων καὶ ὑποκρυπτόμενος ἀποφαίνεται), ἐπί τε τῇ πάσει λίαν ἀλγῆσαι τὸν θεοφιλῆ βασιλέα, καὶ ἀγω επισαι διά τε ἐπιστολῶν, διά τε τοῦ Ὁσίου, ὃς Καραούδης ἐπεσκόπει, εἰς φιλίαν καὶ ὁμόνοιαν συ ζεύξαι τὸ στασιάζον, τῆς πρὸς ἀλλήλους ἔριδος ἀφ εμένος καὶ τῶν τοιούτων ζητήσεων. Ὡς δ' οὐκ ἔπειθε, & τικών πανταχόθεν ἀθροῖσαι, καὶ τὴν ἐμπεσοῦσαν ἶχν εἰς εἰρήνην διαλύσασθαι. Οὐ μὴν εἰς τὸ ἀκριβές καὶ ἐπίδηλον ἀναγράφεται· οὗτος οὖν ὥσπερ αἰσχυνομένῳ ἐκχῶς, καὶ μὴ βουλομένῳ δημοσιεύειν "Αρειον, τήν τε τῆς συνόδου ἐξενηνεγμένην κατ' αὐτοῦ ψήφον, καὶ τῶν συνασεβη σάντων αὐτῷ, καὶ συνεξωσθέντων τὴν δικαίαν είσπραξιν· οὐ μὴν ἀλλ' οὐδὲ ἦν θεόθεν εἰς ὀφθαλμὸς εἶδεν ένδικον ᾿Αρείου καταστροφήν, αλενταύτων ἄγων εἰς φῶς, τήν τε περὶ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἱστορίαν παρέδραμε. Διδ καὶ πρὶ τοῦ θεσπεσίου Ευσταθίου μέλλων διηγεῖσθαι, ὡς τοῦ ὀνόματος μέμνηται, οὐδ' [. οὔθ'] ὅσα περὶ Τὴν ἐτολμήθη καὶ εἰς ἔργον ἀποβέβηκεν· ἀλλ᾽ εἰς πάσιν καὶ ταραχὴν ἀνάγων καὶ ταῦτα, γαληνίας καὶ πάλιν ἐπιλέγει ἐπισκόπων, κατὰ τὴν ᾿Αντιόχειαν συν Δείτε μηκότων σπουδῇ βασιλέως καὶ συνεργίᾳ, καὶ Η παπάζων καὶ ταραττόμενον εἰς τὸ εἰρηναῖον με πεδιλημάτων. Ομοίως δὲ καὶ ἐν οἷς ὁ πολύαθλος Ιππαρίνη, Αθανάσιος, εἰς ταῦτα τὴν ἱστορίαν αμήσις ἐπαρεῖναι, στάσεως μὲν ἐμπλησθῆναι πάλιν καὶ ταραχῆς τὴν ᾿Αλεξάνδρειαν λέγεται, καὶ ταύτην ποεινθῆναι ἐπισκόπων παρουσίᾳ, τὴν βασιλικὴν ἐχόν των συμμαχίαν· οὔτε δὲ τίς ἦν στασιάζων, οὐδ' ἥτις ἡ πάτις, ἢ τί καὶ πράξαντες τὴν ἔριν ἐπράϋναν, για έως ποιεῖται ἐπίδηλον· καὶ σχεδόν, ἐν οἷς ἐπι πέπων πρὸς ἀλλήλους φιλονεικία: περὶ δογμάτων, ή Τρίτων άλλων διαφωνίαι γεγόνασι, τὸν αὐτὸν τῆς ακρύψεως ἐν τῇ διηγήσει τύπον διαφυλάττει. ν δὲ τότε τῶν τὰ ᾿Αρείου πρεσβευόντων καὶ ὁ Παμφίλου Εὐσέβιος, τῆς ἐν Παλαιστίνη Καισαρείας τηχάνων ἐπίσκοπος· ὃς μετέπειτα λέγεται ἀποστῆ και της του Αρείου δόξης, καὶ ὁμογνωμονῆσαι τοῖς τοίκων τὸν Υἱὸν καὶ ὁμοούσιον τῷ Πατρὶ δογμα τουσι, καὶ δεχθῆναι παρὰ τῶν ἁγίων Πατέρων εἰς τωναν· μᾶλλον μέντοι ἐν τῷ πρακτικῷ τῆς πρώ Ως συνόδου καὶ ὑπερμαχῶν εἴρηται τῶν πιστῶν.
col. 95–96page 7 of 8
PG 19:95Οὕτω μὲν οὖν ταῦτα ἱστορούμενα παρά τινων εὕρη ται· ἀμφίβολα δ' ἐκεῖνος αὐτὰ, δι' ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εἴρηται συγγραψάμενος, τίθησι πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται· αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, φησὶ τὸν μὲν Πατέρα καὶ ποιητήν, ὡς ποιητὴν καὶ πανηγεμόνα νομίζεσθαι, βασιλικῷ προστάττοντα νεύ ματι· τὸν δὲ τούτου δευτερεύοντα θεῖον Λόγον, ταῖς πατρικαῖς ὑπουργοῦντα ἐπιταγαῖς. Και μετά τινα λέγει, τοῦτον ὡσανεὶ τοῦ Πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν, καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βα σιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον· καὶ αὖθις μετ' ®, ὀλίγα· Καὶ ὅτι ἔστιν οὐσία τις προκόσμιος, ζῶσα καὶ ὑφεστῶσα, ἡ τῷ Θεῷ καὶ Πατρὶ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετησαμένη. Καὶ ὁ Σολομών λέγει προσώπῳ τῆς τοῦ Θεοῦ σοφίας· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ ἑξῆς. Καὶ μεθ᾿ ἕτερα πλείονα φάσκει· καὶ ἐπὶ πᾶσι τούτοις, οἷα Θεοῦ Λό γον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένων [[.-νον] τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ Πατρὸς εἰλη φότα, προσκυνεῖσθαι ὡσὰν Θεόν. Ταῦτα καὶ ἕτερα δὲ τοῖς ᾿Αρειανίζουσι δόγμασι δεικνύουσιν ὁμόφρονα τὸν Εὐ σέβιον· εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν.
col. 97–98page 8 of 8
PG 19:97Διόδωρος. Διόδωρος μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ θάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. Οὗτος Έγραψεν, ώς φησι Θεόδωρος Αναγνώστης ἐν τῇ Ἐκκλη ειστικῇ ιστορία, διάφορα· εἰσὶ δὲ τάδε Χρονικόν, κεφθώμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περί
Page scan enlarged

Notebook

Full View