Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 86:73πίσκοπος Καισαρείας Καππαδοκίας, ὁ τὸν ἅγιον Γρηγόριον χειροτονήσας ἐπίσκοπον, διαθήκην ἀσφαλείας ἀναμέσον αὐτῶν ποιησάμενος, διωρίσατο τὸν τῆς ᾿Αρμενίας κατὰ καιρὸν ἐπίσκοπον τὴν χειροτονίαν λαμβάνειν ὑπὸ τῆς Ἐκκλησίας καὶ τοῦ ἀρχιερέως Καισαρέων, ἐξ ἧς καὶ αὐτὸς ὁ ἅγιος Γρηγόριος ἐν ἀρχῇ τὴν ἱερωσύνην ἐδέξα το· καθὼς καὶ ἐν τῷ βιβλίῳ τοῦ οἴκου " καὶ μαρ τυρίῳ τοῦ ἁγίου Γρηγορίου περὶ τούτων πάν των ἀκριβῶς διαγορεύει. Οὗτοι δὲ εἰς μυρίας αλ ρέσεις περιπεσόντες, καὶ ἐκ τῆς καθολικῆς Ἐκ κλησίας ἀλλοτριωθέντες, καὶ ἐκ τῆς Καισαρέων Εκκλησίας χειροτονίαν μὴ λαμβάνοντες, - πῶς καὶ οἱ ἐξ αὐτῶν βαπτιζόμενοι, παντελῶς ἐθνικοὶ καὶ ἀβάπτιστοι; Καὶ οἱ μὲν τοὺς ᾿Αρμενίους βαπτίζοντες, ἐντεῦθεν τὴν μαρτυρίαν λαμβάνουσι, καὶ ἑτέρας ὁμοίας εἰσφέρουσιν. Οἱ δὲ τοῦ θείου μύρου καταξιοῦντες, ταῖς τῶν συνόδων μαρτυρίαις ἀκολουθοῦσιν. Ἡμεῖς δὲ ταῦτα πάντα διασκεψάμενοι, ὀφείλομεν τῷ ἔθει κατακολουθεῖν τῷ νῦν κρατοῦντι ἐν ταῖς μητροπόλεσι καὶ τοῖς πατριαρχείοις. * βίου. Το μαρτυρίου. οὐκ εἰσὶ παντελῶς ἀνίεροι καὶ ἀχειροτόνητοι Χ,
Continue reading PG 86: Testimonia de Joanne Maxentio et de ejus operibus →≣ entire volume