PG 86Theodore Lector
Theodore the Reader (Notice)apparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 157–158page 1 of 5
PG 86:157Εκλογὴ ἀπὸ τῆς ἐκκλησιαστικῆς Ἱστορίας Θεο δώρου Αναγνώστου, ἀπὸ φωνῆς Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου.
col. 159–160page 2 of 5
NotitiaTheodorus Lector
PG 86:159Θεό δωρος ὁ ἀπὸ ἀναγνωστῶν τῆς Μεγάλης Εκκλησίας Κωνσταντινουπόλεως, ἔγραψεν Ιστορίαν ἐκκλησιαστικὴν ἀπὸ τῶν χρόνων Κωνσταντίνου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ. Διόδωρος μονάζων, Κυνήγων. Εκ τινος ψήφου ἐπιξενοῦσθαί μοι λαχόντι κατὰ τὸ ἡμέτερον Παφλαγόνων ἔθνος, ἐν μητροπόλει τούνομα Γάγγρᾳ, ἐν αὐτῇ τε ἀπολαύσαντι τῆς σῆς ἱερᾶς ὁμοῦ καὶ τιμίας μου κεφαλῆς, ἠναγκαζόμην παρ' αὐτῆς ἐξ αὐτῆς τὰς ὑποθέσεις ληψόμενος, συναγαγεῖν τῶν ἐκκλησιαστικῶν Ἱστοριῶν τοὺς ἐκθέντας, καὶ μίαν τινὰ ἐξ αὐτῶν ἁρμόσασθαι σύνταξιν· ἐπειδὴ δὲ πατρικῇ κελεύσει ἀντιλέγειν οὐχ ὅσιον, εἰ καὶ φράσεως τῆς πρε πούσης ἐλειπόμην, ἀλλ᾽ ἐπὶ τὸ τοιοῦτον ἔργον ἀμελητὶ ἦλθον ὑμετέραις εὐχαῖς τεθαῤῥηκώς. Ευσεβίου τοῦ θαυμασιωτάτου τὴν ἐπίκλην Παμφίλου κεκμηκότος περὶ τὴν συλλογὴν τῶν ἀνέκαθεν τὰς τοιαύτας ἐκκλησ σιαστικὰς ὑποθέσεις λογίων ἀνδρῶν συγγεγραφότων, οὐ μόνον λέγω τῶν παρὰ Χριστιανοῖς φιλοσοφησάντων ἀλλὰ καὶ παρ᾽ Ἑβραίοις, καὶ τήνδε τὴν ἱστορικὴν σύνταξιν ποιησαμένου ἄχρι τοῦ εἰκοστοῦ ἔτους τῆς φιλοχρίστου, καὶ ὡς ἀληθῶς ὑπὸ Θεοῦ χειροτονηθείσης βασιλείας Κωνσταντίνου τοῦ πανευφήμου καὶ μακα ριωτάτου· ὧδε καταλύσαντος, ἐπὶ τὸ τοιοῦτον τῆς ὑποθέσεως σχῆμα μετὰ πολλῆς τῆς ἀκριβείας, ὥς γε τῶν ἐκτεθέντων ἡ γραφὴ μαρτυρήσει, τὴν σπουδὴν πεποιήκεσαν θεοφιλεῖς ὁμοῦ καὶ λογιώτατοι ἄνδρες, λέγω δὴ Θεο δώρητος ὁ τῆς ὁσίας μνήμης γενόμενος ἐπίσκοπος Κύρου, Σωζόμενος, καὶ Σωκράτης, τῶν ἐπιλοίπων χρόνων ποιούμενοί τε πραγματείαν, οὐκ ἄμφω τὸν τοιοῦτον ὅμιλον θέμενοι, ἀλλ᾿ ἰδίᾳ ἕκαστος φιλοσοφήσας, καὶ τοὺς λόγους ἀναγράψας. Ἐπεὶ οὖν τινὰ μὲν τῶν κατὰ καιροὺς πραχθέντων ὑπὸ τῆς ἀκολουθίας ὠθούμενοι ἑκάτεροι ἀπεδείχθησαν φράσαντες, τινὰ δὲ ἰδιαζόντως, εύλογον ᾠήθην τὰ κοινῶς αὐτοῖς συμφωνούμενα διὰ τοῦ σαφέστερον καὶ ἀφραδέστερον διηγουμένου τῇ παρούσῃ βίβλῳ κατατάξαι, ἐν τῇ παρέψει παρασημαινόμενος, ὡς ἄμφω συμπεφωνήκασι· τὰ δὲ ἑκάστῳ πάλιν ἰδίως ἐκτεθέντα παραδηλώσω· ἄρξομαι δὲ τῆς ὑποθέσεως ἐκ τῆς Ἱστορίας τοῦ μακαριωτάτου Σωζομένου. Προσφωνητικὸν εἰς Θεοδόσιον τὸν βασιλέα Σωζομέ
col. 161–162page 3 of 5
PG 86:161Ἐκλογαὶ ἀπὸ τῆς ἐκκλησιαστικῆς Ἱστορίας ἀπὸ φωτ νῆς Νικηφόρου Καλλίστου του Ξανθοπούλου. Θεόδωρος ὁ ἀπὸ ἀναγνωστῶν τῆς Μεγάλης Εκκλησίας Κωνσταντινουπόλεως. καὶ ὁ Βυζάντιος ἀναγνώστης Θεόδωρος, Ιστοριογράφος Κωνσταντινουπόλεως παραστάσεων χρονικών Θεόδωρος χρονογράφος ἀναῤῥωσθεὶς ἀναγνώσμασιν, τὸν ἀπὸ ἀναγνωστῶν τῆς Μεγάλης Εκκλησίας Κωνσταντινουπόλεως,
col. 163–164page 4 of 5
Notitia altera
PG 86:163ἀπὸ φωνῆς Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου φωνῆς Νικηφόρου, Από φωνῆς Θεοδώρου τοῦ θεοφιλεστάτου &ά.
col. 165–166page 5 of 5
PG 86:165ΕΚΛΟΓΑΙ ΕΚ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΘΕΟΔΩΡΟΥ ΑΝΑΓΝΩΣΤΟΥ, ΑΠΟ ΦΩΝΗΣ ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΤΟΥ ΞΑΝΘΟΠΟΥΛΟΥ. ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ. α'. Θεοδόσιος ὁ νέος ἐξελθὼν εἰς κυνήγιον, εἰς Λευκὸν ποταμὸν παραχθείς ὡς λέγει, τῇ ἐπιούσῃ νυκτὶ ἐτελεύτησεν, καὶ ἐτάφη ἐν τῇ θήκῃ ᾿Αρκαδίου τοῦ πατρὸς αὐτοῦ. Λέγει δὲ ὡς καὶ ἡ βασίλισσα Εὐδοκία ἀπελθοῦσα εἰς Ἱεροσόλυμα, οὐκέτι ὑπέ στρεψε· Μαρίνα δὲ παρθενεύουσα ἐν τοῖς βασι λείοις. πρὸ τοῦ ἀδελφοῦ ἐτελεύτησε. Καὶ ὅτι Χρυσ σάφιον τὸν Τζουμᾶν ἀνεῖλεν ἡ Πουλχερία· καὶ ὅτι ἡ Εὐδοκία τῇ Πουλχερίᾳ τὴν εἰκόνα τῆς θεομήτορος (α), ἦν ὁ ἀπόστολος Λουκᾶς καθιστόρησεν, ἐξ Ἱεροσολύμων ἀπέστειλεν. β'. Μαρκιανός Ἰλλυριός τὸ γένος, τριβοῦνος ὢν, προβεβηκὼς ἐν ἡλικίᾳ, ἐν πολέμοις γενόμενος ἄρισ στος, ἀνηγορεύθη βασιλεὺς ἐν τῷ Ἑβδόμῳ, ὑπὸ Εἰς Λευκὸν ποταμὸν παραχθείς. Και Λύκον δὲ τὸν ποταμὸν ἐστοιχείωσεν, ὥστε μὴ πλημμυρήσαντα τὸ Βυζάντιον καταλυμήνασθαι, (α) Τὴν εἰκόνα τῆς Θεομήτορος.
Page scan enlarged

Notebook

Full View