PG 86Timothy of Jerusalem
Dialogue between a Christian and a Jew
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 251–252page 1 of 2
PG 86:251πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Ο δὲ Κύριος ἀνακαλύπτων αὐτοῖς λοιπὸν τὴν κρυπτομένην τῆς θεότητος ἀξίαν ἐν τῇ πτωχικῇ τῆς ἐναν ? θρωπήσεως, πρὸς αὐτοὺς ἀποκρίνεται λέγων· Τί ἔτι ἐζητεῖτέ με ποῦ δὲ καὶ ἐζητεῖτέ με ἐν τῷ οὐρανῷ οὐκ ἀνήλθετε εἰς τὸ κῆτος τοῦ Ιωνα οὐ κατῳκήσατε. Τί ὅτι ἐζητεῖτέ με οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεν εἶναί με οὐκ ἠκού σατε τοῦ Συμεώνος τὴν προφητείαν Οὐχὶ Κύριον καὶ Θεὸν ὡμολόγησεν; καὶ ὑμεῖς ὡς παιδίον ζη τεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι Ένα Πατέρα κέκτημαι· ὑμᾶς ἐχρησάμην. Αλλ' ἐνταῦθα τὸν λόγον πληρώσαντες, τῇ μυστικῇ τραπέζῃ σχολάσωμεν, δι' ἧς κόσμος τ ἐστήρικται, καὶ οἰκουμένη συνέστηκεν, καὶ βασι λεία φυλάττεται, καὶ Ἐκκλησία πληθύνεται 18, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. * ὅτι. 10 εἰς τὸν ἅδην οὐ κατήλθετε. 11 τοῦ. * ήδειτε. 13 οὐκ ἠνούσατε τοῦ Σιμεών. * ἵνα πατέρα κέκτ. ἐν τῷ οὐρανῷ. δέ. 16 τῇ θείᾳ καὶ μυστικῇ. 11 καί. 1* καὶ Θεὸς ἁγιάζεται. νῦν καὶ ἀεὶ, καὶ εἰς. ΔΙΑΛΟΓΟΣ ΧΡΙΣΤΙΑΝΟΥ ΚΑΙ ΙΟΥΔΑΙΟΥ ΩΝ ΤΑ ΟΝΟΜΑΤΑ ΤΟΥ ΜΕΝ ΧΡΙΣΤΙΑΝΟΥ ΤΙΜΟΘΕΟΥ, ΤΟΥ ΔΕ ΙΟΥΔΑΙΟΥ ΑΚΥΛΑ, ΓΕΝΟΜΕΝΟΣ ΕΝ ΑΛΕΞΑΝΔΡΕΙΑ ΕΝ ΤΑΙΣ ΗΜΕΡΑΙΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΗΣ ΑΥΤΗΣ ΠΟΛΕΩΣ. Τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ γενομένης, καὶ κατὰ πᾶσαν τὴν οἰ κουμένην τῶν προφητικῶν φωνῶν πληρουμένων. Ὁ Χριστιανὸς εἶπεν· Καὶ τί σοι δοκεῖ περὶ τού των; Ὁ Ἰουδαῖος εἶπεν· Ἐπ' ἀληθείας ἔπεισάς με πάντοθεν, ὅτι αὐτός ἐστιν Θεὸς θεῶν, καὶ Κύριος τῶν κυρίων, καὶ Βασιλεὺς βασιλέων, καὶ ὅτι πλημ
col. 253–254page 2 of 2
PG 86:253μελείας ἐπλημμέλησαν οἱ πατέρες ἡμῶν ἐπενέγκαντες χεῖρας ἐπ' αὐτόν· νῦν, ὦ ἄνθρωπε τοῦ Θεοῦ, τί ποιήσας σωθῶ, ἀνάγγειλόν μοι. Ο Χριστιανός εἶπεν· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς συνέσεώς σου, ἀνάστα, βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ ἵνα ἀκούσῃς καὶ σὺ μετὰ τῶν ἀκουόντων παρὰ τοῦ ἱεροψάλτου Δαβίδ· Μακά ριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ταῦτα εἰπὼν ὁ Χριστιανὸς ἀνέστη, διὰ τὸ τὸν ὄχλον ἐπιφωνεῖν τῶν πιστῶν καὶ λέγειν Νικᾷ ἡ πίστις τῶν Χριστιανῶν, εὐφημεῖν τε τὸν βασιλέα καὶ τὸν ἰσάγγελον ἐπίσκοπον. Ο δὲ Ἰουδαῖος ἀναστὰς καὶ πεσὼν εἰς τοὺς πόδας τοῦ Χριστιανοῦ, καὶ ὑψώσας τὴν φωνὴν αὐτοῦ ἐν κλαυθμῷ ἔλεγεν τῷ Χριστιανῷ· Ἐκζητήσει Κύριος τὴν ψυχήν μου ἐκ τῶν χειρῶν σου, ἐὰν μὴ ποιήσεις με Χριστιανόν. Καὶ:..... ἀνέστησεν αὐτὸν ὁ Χριστιανὸς εἰπὼν μένειν αὐτοῦ καὶ εἰσελθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον τέκνον· τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρ πῶν μεταλαμβάνειν· σὺ κεκοπίακας, σὺ λάβε πρῶτον τὸν καρπὸν αὐτοῦ· τοῦ δὲ εἰπόντος, ὅτι οὐκ εἰμὶ ἐν κλήρῳ, δρομέως ὁ ἐπίσκοπος ἦλθεν εἰς τὸ Κυριακὸν, καὶ δοὺς εἰρήνην χειροτονεῖ αὐτὸν διάκονον καὶ πάλιν δοὺς εἰρήνην ποιεῖ αὐτὸν πρεσβύτερον, καὶ δι δωσιν αὐτῷ λοιπούς πρεσβυτέρους καὶ διακόνους πρὸς ὑπηρεσίαν τῆς λειτουργίας· καὶ διδοῦσιν αὐτῷ διφθέ ριον γεγραμμένον τὰς ἐπικλήσεις καὶ εὐχὰς τῆς ἀκο λουθίας. Καὶ ἀπελθὼν ὁ ὁσιώτατος λοιπὸν πρεσβύτερος Τιμόθεος μετὰ τῶν λοιπῶν ἱερέων καὶ διακόνων ἐν τῷ τόπῳ ἔνθα ἦν ὁ ᾿Ακύλας ἀπεκδεχόμενος, καὶ λαβὼν αὐτὸν εἰσήγαγεν ἐν τῇ ἐκκλησίᾳ· καὶ ἐποίησαν τὴν ἀκολουθίαν, καὶ ἐβάπτισαν αὐτὸν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, μετονομάσαντες αὐτὸν Θεόγνωστον· ὅς μεταλαβὼν τῶν ἀχράντων μυστηρίων ἐγένετο δοχεῖον τοῦ ἁγίου Πνεύματος, ὁ ποτὲ Ἰουδαῖος, νῦν δὲ Χριστιανὸς διὰ τοῦ Θεοῦ, ὁ ποτὲ λύκος, νῦν δὲ πρόβατον Χριστοῦ γε νόμενος. Καὶ ἔλαβεν αὐτὸν ὁ πρεσβύτερος Τιμόθεος ἐν τῷ ἰδίῳ οἴχῳ αὐτοῦ, καὶ ἦσαν διαπαντὸς ἅμα δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ᾧ πᾶσα δόξα, τιμή, κράτος, καὶ προσκύνησις νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. τῆς Σταυροπροσ τῆς Σταυροπροσκυνήσεως
Page scan enlarged

Notebook

Full View