PG 86Timothy of Jerusalem
Sermon on the Cross and the Transfiguration of Jesus Christ
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 255–256page 1 of 6
PG 86:255ΤΙΜΟΘΕΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΙΣ ΤΟΝ ΣΤΑΥΡΟΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Πολλοῖς καὶ διαφόροις όπλοις ὁ γεγυμνασμένος ὀχυροῦται στρατιώτης, ἡνίκα κατὰ τῆς βαρβαρικῆς φάλαγγος τὴν πολεμικὴν ἐξεγείρει μάχην· ὃς καὶ τῷ ἰδίῳ κατακολουθῶν Ρωμαϊκῷ βασιλεῖ πανταχόθεν τοῖς ὅπλοις σφίγγεται, ἀχείρωτον ἑαυτὸν τοῖς ὑπεναντίοις φυλάττειν σπουδάζων. Καὶ ταῦτα μὲν ὁ ὑλικὸς στρατιώτης. Ὁ δὲ πιστὸς καὶ φιλόχριστος ἄνθρωπος κατόπιν τοῦ ἐπουρανίου βασιλέως βαίνειν ἐθέλων τῇ ψυχικῇ διαθέσει, μιᾷ καὶ τῇ αὐτῇ στρα τιωτικῇ φαρέτρα ἅπαν τὸ τῶν δαιμόνων ἰσχύει κατα αργῆσαι στίφος. Εἰ δὲ τὸ τῶν δαιμόνων στίφος ή σταυρική καταργεί φαρέτρα, παντί που δῆλον, ὡς καὶ πάσης τῆς ὑπεναντίας ὑπερέχει βαρβαρικής και ταιγίδος, κατὰ τὸν προφήτην τὸν λέγοντα· Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Καὶ αὖθις· Ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψεν με. Ενθεν ὁ Δεσπότης Χριστὸς ὁ ἄναρχος καὶ ἀδιάδοχος, καὶ ἀτελεύτητος βασιλεὺς ἐν τῷ καιρῷ τῆς ἐνανθρωπήσεως αὐτοῦ τὸ σταυρικὸν ὑπο δεικνὺς ἀκαταμάχητον ὅπλον τοῖς ἐθέλουσιν αὐτῷ πειθαρχείν, ἔτι καὶ νῦν ἔλεγεν προτρεπτικῷ λόγῳ, καθὼς ἀρτίως ἤκουσας ἐν τῷ κατὰ Λουκᾶν Εὐαγ γελίῳ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τί λέγεις, ὦ φίλε; μὴ πολλῶν ὅπλων τῷ πνευματικῷ στρατιώτῃ, τῷ κατόπιν τοῦ ἐπουρανίου βασι λέως βαίνειν ἐθέλοντι τῇ ψυχικῇ διαθέσει. Εἴ τις θέλει ἐπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὢ τῶν παραδόξων πραγμάτων! οὐδέπω ὁ σταυρὸς ὑπὸ τῶν Ἰουδαίων ἐτεκτονεύετο, καὶ τὸ τοῦ σταυ ρος τρόπαιον τοῖς πιστοῖς ἐπεδείκνυτο. "Ω σταυροῦ παντότροφος ενέργεια, ἐν τῇ χάριτι μὲν τῇ ὄψει τῆς ἐράσεως ἐκριζωθεῖσα· ἐν τῷ νόμῳ δὲ τῇ πείρᾳ τῆς
col. 257–258page 2 of 6
PG 86:257βοηθείας ἐν τῷ Μωσαϊκῷ σχηματισμῷ προαναζω γραφθεῖσα! Οτι δὲ καὶ πρὸ τῆς χάριτος ἐν τῷ νόμῳ ή σταυροφόρος νικοποιὸς ἐνέργεια ἐν τῷ Μωσαϊκώ σχηματισμῷ ἐκ πολλῶν χρόνων προανεζωγράφθη, ἔστιν ἀρτιζήλῳ παραστῆσαι τὸ σημαινόμενον λόγῳ. Ἰησοῦς ὁ τοῦ Ναυή, καθὼς ὥστε σαφῶς, πρὸς τὸν ἀλλόφυλον παρατάξει πολεμικῇ ἀντιπαραταττόμενος, ὡς εἶδεν ἐν τῇ συμβολῇ τῶν ἀλλοφύλων καὶ τῶν Ἰσραηλιτῶν ὑπερέχοντα τὸν ἀλλόφυλον τοῦ Ἰσραήλ, καὶ ὑπερισχύοντα ἐν ἀγῶσιν γενόμενον, εμήνυσε τῷ Μωϋτῇ λέγων· Πρόσευξαι, θεράπων τοῦ Θεοῦ, Μωϋσῇ, ὅτι ὑπερισχύει ὁ ἐναντίος, ὑπαίρεται δ ἀλλόφυλος, προσκόμισον εὐχήν. Ισχυροτέρα γάρ βελῶν ἡ γνησίμη πρὸς Θεὸν ἱκεσία. Τί οὖν Μωϋσῆς θείου Πνεύματος δεξάμενος ἀποκάλυψιν; ποίῳ τρόπῳ καθήκει τοὺς ἐναντίους τροπώσασθαι; Ανελ- 5 θὼν ἐν τῷ τείχει οὐκ ἔκλινεν γόνυ, οὐ καθῆκεν τὴν κεφαλὴν, οὐκ ἐβόησεν φωνὴν, ἀλλὰ τὰς χεῖρας ἐξε ἐτεινεν τὴν κεφαλὴν ὕψωσεν, τοῦ σταυροῦ τὸ σχῆμα κατήρτισεν, ὅθεν τοῦ Μωϋσέως τὰς χεῖρας ἐκτείναντος καὶ τοῦ σταυροῦ τὸ σχῆμα προκαταρτίσαντος, ἐμηνύετο τοῖς παροῦσιν, ὅτι περ οὐχὶ τῶν χειλέων κρυπτή κίνησις, ἀλλ' ὁ τοῦ σταυροῦ σχηματισμός τὸ κλέος τῆς νίκης ἐδέχετο. Τί γὰρ τὸ συμβάν; Εως οὗ Μωϋσῆς ἐκτεταμένας εἶχεν τὰς χεῖρας, ὑπερ ἔσχεν Ἰησοῦς τοῦ Ναυή. Μόνον δὲ κοπωθεὶς Μωϋ σῆς, ὡς ἄνθρωπος καθῆκεν τὰς χεῖρας, υπερίσχυεν ὁ ἀλλόφυλος, ὅθεν τοῦτο γνόντες οἱ παρόντες, ὅτιπερ ὁ σχηματισμὸς ἦν ὁ τὴν νίκην λαμβάνων, ὑπεστήριζον δύο ἄνδρας ταῖς Μωσαϊκαῖς χερσὶ τὸν Ααρών καὶ τὸν Ωρ· Ααρὼν τῆς Ἰσραηλιτικῆς ἀρχῆς, καὶ *. Ὥρ τῆς βασιλικῆς. Ἔδει γὰρ τὸν σταυρὸν ὑπὸ ἱερωσύνης καὶ βασιλείας συγκρατεῖσθαι. Οθεν μετὰ τὸν σταυρικόν σχηματισμὸν τροπωθέντων τῶν ἐχθρῶν, νίκης κραταιᾶς γενομένης, ὁ Θεὸς πρὸς τὸν Μωϋσῆν Γράψον μοι τοῦτο εἰς μνημόσυνον, εἰς τὰς γενεάς Διὸ καὶ ὁ Κύριος ἐν τῇ ἐνανθρωπήσει διὰ τοῦ σταυροῦ τὸν τύραννον ἐτροπώσατο. Ὁ πρῶτος ἄν θρωπος 'Αδάμ διὰ ξύλου υγροῦ τὸν θάνατον ἐβλά στησεν. Ο Κύριος διὰ ξύλου ξηροῦ τὴν ζωὴν ἀνέθηλεν, ἀκαταμάχητον ὅπλον τοῖς πιστοῖς τὸν Σταυρὸν ἐγχειρήσας, ὅθεν ἀρτίως ἔλεγεν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ταῦτα δὲ πρὸ πάντων ὁ Κύριος ἔλεγεν τοῖς αὐτοῦ μαθηταῖς. Οἶδε γὰρ αὐτοὺς πρὸ τῆς ἀναστάσεως δειλούς, ὀλιγοψύχους, ἀνθρωπίνῳ πάθει κρατηθέντας, καὶ μόνην τὴν παροῦσαν ζωὴν ἀληθινὴν εἶναι λέγοντας, φωτός καὶ ἀπολαύσεως πεπληρωμένην, οὐχὶ δὲ παλιγγενεσίαν ἑτέραν ἀμείνω τῆς παρούσης ζωής. "Οθεν ὁ Κύ ριος δεικνὺς αὐτοῖς τὴν παλιγγενεσίαν αξιαγασοτέ ραν εἶναι τῆς παρούσης ζωῆς, ἐπ' ὄψεσιν αὐτοὺς πληροφορεί. "Ηκουσαν γὰρ αὐτοῦ ἀρτίως λέγοντες Δεῖ με ἀπελθεῖν εἰς Ἱερουσαλήμ, καὶ πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Ταῦτα οἱ ἀπόστολοι τῇ ἀκοῇ προσδεξάμενοι, ἀντ ἔβαλλον πικρῷ στόματι, πρὸς ἀλλήλους φάσκοντες Ξένα τὰ τοῦ διδασκάλου παρεγγυήματα, ἀλληγορι τὸν λόγον ἡμῖν λέγει, ὅτι δεῖ με ἀνελθεῖν εἰς Ἱερου αὐτῶν.
col. 259–260page 3 of 6
PG 86:259σαλήμ, καὶ ἀποκτανθῆναι. Ἐν τίσιν ἔσται ἡ ἡμε (Ο ἔνθεν ἔξοδον, τοῖς πιστοῖς ἀποκεκληρωμένην δόξαν, xνι, τέρα ἐλπίς; μάτην, ὡς ἔοικεν, ἀκολουθοῦμεν, και ταλελοίπαμεν τὰ πλοῖα, καὶ τὰ δίκτυα, καὶ τὴν ἐπι μέλειαν τῶν οἴκων· ὡς ἀθάνατοι διεκείμεθα, δο κοῦντες μαθητεύειν τῷ νεκροὺς ἐγείροντι, καὶ εἰς τὸ ἐναντίον περιετράπη ἡ ἐλπὶς ἡμῶν. ᾿Αλληγορών ἡμῖν λέγει, ὅτι Δεῖ με ἀποκτανθῆναι, καὶ τρίτηἡμέρα ἀναστῆναι. Εἰ μετὰ τρεῖς ἡμέρας ἐγείρεται, τί καὶ ἀποθνήσκει; Τί καὶ τοῖς ἐχθροῖς ἑαυτὸν παν ραδίδωσιν; Εἰ μετὰ τρεῖς ἡμέρας ἐγείρεται ἐκ νε κρῶν, μάταια τὰ λεγόμενά ἐστιν. Τίς ποτε ἐκ κρῶν ἀνέστη; Ηλίας ἀνελήφθη καὶ οὐκ ἐφάνη Μωϋσῆς ἀπέθανεν, ἐν ἀγνώστῳ τάφῳ κονιορτωθείς, καὶ ἔτι μένει ἐν τῷ τόπῳ. ν οὐδεὶς δραστικών τερος ἐν τῷ βίῳ ηὕρηται. Τούτων οὐδεὶς ἀνεκάλυψεν, καὶ ὁ διδάσκαλος ἡμῶν, καθὼς διαγορεύει, μέλλει παραδίδοσθαι, καὶ τοῦτο βιαίῳ θανάτῳ, καὶ μετὰ τρεῖς ἡμέρας ἐγείρεται; Πλανᾷ ἡμᾶς ὡς ἰδιώτας, οὐδὲν ἔσται τῶν παρ' αὐτοῦ λεγομένων. Διὰ ταύτην οὖν τὴν τῶν ἀποστόλων χαλεπὴν δια νόησιν, πολὺς ὢν ἐν πληροφορίᾳ ὁ Κύριος, οὐκ ἐγ καταλιμπάνει τοὺς ἑαυτοῦ μαθητὰς τῇ τρικυμία τῆς ἀπιστίας νήχεσθαι. Θᾶττον δὲ καὶ πληροφορεί, ἐπὶ γῆς ἔτι καὶ ἐν σώματι τῶν ἀποστόλων διαγόν των, υποδεικνὺς αὐτοῖς τὴν ἀβάστακτον δύναμιν σωματικοῖς ὀφθαλμοῖς θεοπρεπῆ τῆς ἀναστάσεως δύναμιν· παραστήσας ἐναντίον αὐτῶν Μωϋσῆν καὶ Ἠλίαν τοὺς νεκροὺς, κατά διάνοιαν ὑπ' αὐτῶν λογι σθέντας, ἐν ἀπροσίτῳ δόξης στολισθέντας, καὶ τὰ τῆς σταυρικῆς ἐν Ἱεροσολύμοις πραγματείας δια ηγουμένους πάθη ἐν ἰδιοφώνῳ φθογγῇ, ὅπως ὄψει καὶ ἀκοῇ στοχειωθέντα προσμένωσιν. Οτι δὲ ταῦτα οὔτ τως, ἤκουσαν ἀρτίως τοῦ Κυρίου λέγοντος πρὸς αὐτ τούς· Ἐπὶ ἀληθείας λέγω ὑμῖν (ὢ τῆς Δεσποτικῆς ἀγαθότητος! ἑπόμνυται τοῖς διστάζουσι), τοῦτ᾽ ἔστι, Μεθ' ὅρκου λέγω ὑμῖν, παρ' ὅ τοῖς λόγοις μου οὐ πιο στεύετε, νῦν ὑμᾶς πληροφορῶ· Επ' ἀληθείας λέ γω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασι λείαν τοῦ Θεοῦ. Ποίαν βασιλείαν; Τὴν μετὰ τὴν τὴν μέλλουσαν δόξαν. Τί οὖν ὁ εὐαγγελιστής; Εγένετο μετὰ τοὺς τού τους ὡς ἡμέραι οκτώ. Σύντομος ἡ τοῦ Κυρίου πληροφορίᾳ, θάττον παρέχει τὴν ἐπιπόθησιν. παραλαμβάνει ὁ Ἰησοῦς Πέτρον, καὶ Ἰάκωβον καὶ Ἰωάν νην, καὶ ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Εν δὲ τῷ προσεύξασθαι αὐτὸν, ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. Καὶ ἰδοὺ ἄνδρες δύο παρ εστήκεισαν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, Οἱ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ποίαν ἔξοδον; τὸ σταυροῦ πάθος, τὴν ἐκεῖ ὕβριν, τὰ τῶν δούλων βαπίσματα, τὴν τοῦ ἐκ δεξιῶν λῃστοῦ σωτηρίαν. Τίνι ἔλεγον; Τοῖς ἀμφιβάλλουσι, Πέτρῳ, καὶ Ια κώβῳ καὶ Ἰωάννῃ, λέγοντες πρὸς αὐτοὺς, πὰρ ὅ τῷ Δεσπότῃ οὐ πειθαρχεῖτε, κἂν ἡμῖν τοῖς δούλοις πιο
col. 261–262page 4 of 6
PG 86:261στεύσατε. ῾Ο δὲ Πέτρος, καὶ οἱ σὺν αὐτῷ, ἦσαν βεβαρημένοι ὕπνῳ. Διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας συλλαλοῦντας αὐτῷ. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Ἐπι στάτα, καλόν ἐστιν ὧδε ἡμᾶς εἶναι· ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ηλίᾳ μίαν· μὴ εἰδὼς ὁ λέγει. Ταῦτα αὐτοῦ λέ γοντας, ἐγένετο νεφέλη, καὶ ἐπεσκίασεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς ὑπὸ τὴν γουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ δ Τί λέγεις, ὦ φίλε; Εἶδες πόσην πληροφορίαν ὁ Δεσπότης Χριστὸς τοῖς ἀμφιβάλλουσιν ἐν τῇ γῇ ἔτι διάγουσιν, μετὰ ὀκτὼ ἡμέρας αὐτοπροσώπως παρ ἔσχεν, ἐμφανίσας αὐτοῖς τὸ ἀπρόσιτον αὐτοῦ τῆς θεότητος κάλλος, οὐχ ὅσον ἦν, ἀλλ' ὅσον ἠδύναντο βαστάσαι ἀνθρώπων ἀνύστακτα βλέφαρα, καὶ τὴν ἑαυτοῦ δόξαν ἀνεφάνισεν. Ομοίως δὲ Μωϋσῆν, καὶ Ηλίαν ἀνθηροτέρους τῆς προτέρας ζωῆς παρέστησεν, διηγουμένους τὰ τοῦ σταυροῦ μέλλοντα γίνεσθαι τεκμήρια· πρὸς τὸ συνειδεῖν τοὺς ἀποστόλους, ὅτι κατ' αὐτοὺς οὐδεὶς δεσπόζει τῶν δικαίων θάνατος, καὶ ἵνα μισήσωσι τὴν παροῦσαν ζωὴν κατὰ τὸ φά σκον θεῖον ῥητὸν, ὅτι Οἱ δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ ἐλπὶς αὐτῶν παρὰ Ὑψίστῳ, ὡς τὸν τῶν ἀντιπάλων ἀγῶνα νι κήσαντες. "Οθεν ὁ Πέτρος ὄψει πληροφορηθείς, λοι πὸν ἀπὸ τῆς λύπης εἰς χαρὰν μετηνέχθη, κατανοήσας τὸν Δεσπότην, καὶ τὴν ἀπρόσιτον αὐτοῦ δόξαν, μεταξὺ Μωϋσέως καὶ Ἠλία δορυφορούμενον. Καὶ πόθεν αὐτοῖς ἡ γνῶσις ὅτι Μωϋσῆς ἦν καὶ Ἠλίας; ἐκ τῶν τεκμηρίων· ὁ γὰρ Ἠλίας σὺν τῷ ἅρματι παρέστη, καὶ ὁ Μωϋσῆς τὰς πλάκας βαστάζων. Τί δὲ ἀναγκαῖον, ὅτι τοὺς τρεῖς τούτους μόνους ἀνήγαγεν, τῶν δὲ προφητῶν οὐδένα, εἰ μὴ Μωϋσῆν, καὶ Ἠλίαν, καὶ διὰ τί τούτους μὲν τοὺς τρεῖς, ἐκείνους δὲ τοὺς δύο; ἵνα πληρωθῇ τὸ Παύλου ῥητόν· Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Ἐκ τῶν κατα χθονίων ἀνήγαγεν τὸν Μωϋσῆν, ἐκ τῶν ἐπουρανίων Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην. Ενθεν ὁ Πέτρος μεταβληθεὶς ἀπὸ τῆς λύπης εἰς τὴν χαρὰν προσῆλθε τῷ Κυρίῳ, λέγων Επιστά. τα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ὧδε τρεῖς σκηνάς, μίαν σοὶ, μίαν Μωϋσῇ, μίαν Ἠλίᾳ. Εγνωμέν σου νῦν ἐκ τῶν παρόντων, τῆς βασιλείας τὴν ἀκαταμάχητον δόξαν. Τί οὖν ἐκφοβών ἡμᾶς ἔλεγες· Δεῖ μὲ ἀνελθεῖν ἐν Ἱερουσαλήμ, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι; Τι σεαυτὸν πρὸς θάνατον τοῖς ἐχθροῖς προτείνει;; καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Οὐδεὶς τολμᾷ οὐδὲ τῶν ἀρχιερέων οὐδὲ τῶν τοῦ παμπόλλου πλήθους ἀνελθεῖν ἐνταῦθα. Εἰ δὲ ἀνέλθωσι, καθ' ἑαυτῶν ἀνέρχονται. Εχεις γὰρ ἐνταῦθα τοὺς δραστικούς στρατοπεδάρχας Μωϋσῆν καὶ Ἠλίαν. Ὁ Ἠλίας πῦρ αὖθις κατ' αὐτῶν βρέξει, ὁ Μωϋσῆς Φαραωνίῳ τύπῳ πάντας αὐτοὺς πνικτῷ τάφῳ παραπέμψει. Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, μίαν σοί, μίαν Μωϋσῇ, μίαν Ηλία. νεφέλην. Καὶ ἰδοὺ ἐκ τῆς νεφέλης φωνή λέ εὐδόκησα, αὐτοῦ ἀκούετε. κατήγαγεν τὸν Ἠλίαν, ἐκ τῶν ἐπιγείων παρέστησεν
col. 263–264page 5 of 6
PG 86:263Ὁ δὲ Κύριος πρὸς αὐτόν· Τί λέγεις, Πέτρε; Τρείς σκηνὰς κατασκευάζειν διανενόησαι; Ομοιέτροπόν με καὶ ὁμοδέσποτον τοῖς δούλοις διατίθης; Αφορμήν βλασφημίας Αρείῳ καὶ Εὐνομίῳ καταλιμπάνεις, μετὰ κτισμάτων τὴν κατοίκησίν μου θέλων ποιή σασθαι. Ωδε κατοικήσω, καὶ ἔξω τῶν πατρικῶν εὑρεθήσομαι κόλπων; Μετέρχομαι μὲν γὰρ τῇ ἀν θρωπότητι, οὐ περιγράφομαι δὲ τῇ ἀνάρχῳ ἐξουσίᾳ μου. Τί δὲ ἐνοήθης, Πέτρε; ἃ μὴ μεμάθηκας μετέρχῃ; δίκτυα μεμάθηκας κατασκευάζειν, μὴ καὶ σκηνὰς περιαυλίζειν; Σοὶ πειθαρχήσω, ἢ τὸν κόσμον σώσω; "Ωδε μείνω; καὶ τίς τὸν Ἀδὰμ διυπνήσει; Τίς τὴν Εὔαν ἐλευθερώσει; Τίς τὸν κόσμον ἐξαγοράσει; σεαυτοῦ μόνον ἐπιμέλειαν ποιεῖς, οὐχὶ δὲ τοῦ σύμπαντος κόσμου; "Οθεν ὁ εὐαγγελιστής, ἀπο λογούμενος ὑπὲρ Πέτρου, ἔλεγεν· Μὴ εἰδὼς ὅ λέ γει. Καὶ συγγνώμην ἐδέξατο, ἐπειδὴ οὐκ εἰδὼς ἐλάτ λησεν. Οθεν τοῦ Κυρίου ἐπισκήψαντος τῷ Πέτρῳ, ὁ Μέ τρος, ὡς εἰκὸς, ἔφη· Διότι, Δέσποτα, ή συγκατάβασις σου τοιαύτη, κατεδέξω καὶ ἐν σκηνῇ κατοικῆσαι, καὶ πρὸ τῆς χάριτος μετριάσας, οὐχὶ ἐν τῇ σκηνῇ τοῦ ᾽Αβραὰμ ἐχώρησας; Οὐχ ὑπεδέξατό σε ὁ πατριάρχης; Οὐχὶ μόσχον παρέσχηκεν; Οὐχὶ τὰ δοκοῦντα διεπράξατο; Οὐχὶ εὐλογίαν αὐτῷ ἀντι μισθίαν ἐβράβευσας; Ο δὲ Κύριος πρὸς τὸν Πέ τρον· 'Αληθὴς ὁ λόγος, εἰσῆλθον εἰς τὴν σκηνὴν τοῦ Αβραάμ, καὶ εἰσελθὼν κατεσκήνωσα. Αλλ' δρα τὴν πίστιν καὶ τὴν γνῶσιν, καὶ τὴν νίκην τοῦ ᾿Αβραάμ. Τρίτον με κατενόησεν σὺν δυσὶν ἀγγέλοις. Μὴ τρεῖς σκηνὰς ἐπετέλεσεν; Μὴ συνέκρινε με τοῖς δούλοις; Οὐχὶ μίαν πρὸς τὴν Δεσποτικὴν δεξίωσιν Ατοίμασε τράπεζαν; Μίμησαι τὸν ᾿Αβραάμ, καὶ ποίει τὴν σκηνήν. Τί οὖν ὁ εὐαγγελιστής; Καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς. Τίνας; Μωϋ σῆν, καὶ Ἠλίαν. Διὰ τί; Πρὸς τὸ πληροφορηθῆναι καὶ τοὺς ἀποστόλους, ἐν ποίᾳ δόξῃ καθεστήκασιν. Ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους ὑπὸ τὴν νεφέλην, τὴν ὑπερβολὴν τῆς δόξης τρέμοντες ἐδέ ξαντο οἱ ἀπόστολοι. Μετὰ δὲ τὸ εἰσελθεῖν ἐκείνους, ἄνωθεν πατρώα φωνὴ ἐγένετο λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Ορᾶτε τὴν πατρώαν φωνὴν, καὶ πῶς ἀσύγχυτον αὐτὴν ἐφύλαξεν. Παρόν των γὰρ Μωϋσῆ καὶ Ἠλία, οὐκ εἶπεν· Οὗτός ἐστιν ο Υιός μου ὁ ἀγαπητὸς, ἵνα μὴ φαντασθέντες οἱ ἀπόστολοι δόξωσιν ἐκεῖνον εἶναι ἢ ἐκεῖνον· ἀλλὰ μετὰ τὸ ἐκείνους ἀφανεῖς εἶναι, τότε τὸν ἀληθῆ ἀποδεικνὺς ἔλεγεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα πητός. Παρέστωσαν Ἰουδαῖοι, παρέστωσαν ἐκ πάσης αἱρέσεως, οἱ τῆς θεότητος παραχαράκται, ἀκουσάτωσαν τῆς αὐθεντίας· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Οὗτος μόνος οὐχ ὡς οἱ Ἕλληνες ἀπατηθέντες πολλοὺς ἐνόμισαν. Οὗτος, ὃν ἐγὼ οὐρανόθεν ὑμῖν ἀποδείκνυμι· οὐχ ἂν οἱ μα ταιοφρονοῦντες Ἰουδαῖοι προσδέχονται. Οὗτος ὁ κατά πάντα ἐμοὶ τῷ Πατρὶ ὁμοούσιος, οὐχ ὡς οἱ αἱρε τικοί τινες εἰς δοῦλον ἐμείωσαν. Οὗτος σὺν ἐμοὶ πρὸ τῶν αἰώνων προϋπάρχων. Οὗτος ὁ τὸν κόσμον
col. 265–266page 6 of 6
PG 86:265πνεύματι συμπηξάμενος. Οὗτος ὁ τὸν Ἀδὰμ διαπλάτ των, ᾧ συνεβουλευόμην ποιῆσαι ἄνθρωπον. Οὗτος ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον. Οὗτος ὁ τὸν Ἐνὼν παραδόξως μεταθεὶς ἐξ ἀνθρώπων. Οὗτος ὁ ὁρώμενός τε καὶ νοούμενος. Οὗτος ὁ σὺν ἐμοὶ ὤν, καὶ ἐπὶ τὸ ὄρος ἑστώς. Οὗτος ὁ μεθ' ὑμῶν συναναστρεφόμενος, καὶ ἐκ τοῦ Γεννήτορος μὴ χω ριζόμενος. Οὗτος ὁ ἄχρονος, ὁ ἄναρχος, ὁ ἀδιάδοχος, ὁ ἀΐδιος, ὁ ἀναλλοίωτος, ὁ ἀκατάληπτος, ὁ ἄφραστος, ὁ ἀπερινόητος. Οὗτος ἔστιν, οὐκ ἐγένετο, οὐκ ἐκτί σθη. Εστι κατὰ φύσιν, οὐ κατὰ χάριν. Ἔστιν οὐ τῷ χρόνῳ τὸ εἶναι λαβών. Ἔστιν, ἦν γὰρ καὶ πρώην, καὶ ὑπῆρχεν. Οὐδὲ γὰρ ἐγὼ τῷ χρόνῳ ἐγενόμην Πατὴρ, ἀλλὰ πάντοτε υπάρχω Πατήρ. Εἰ δὲ πάντοτε ἐγὼ Πατήρ, πάντοτε καὶ οὗτος Υιός, πάντοτε καὶ τὴ Πνεῦμα τὸ ἅγιον, τὸ σὺν ἐμοὶ, καὶ τῷ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Αμήν. Τιμοθέου, ἐν τῇ Κυρίνου ἐκκλησίᾳ Κυριακῆς οὔσης, Παχών κβ', ὶνδ. ε', ἀναγνωσθέντος τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο. Τοιγαροῦν ἐπειδὴ Θεός ἐστιν ἅμα καὶ ἄνθρωπος ὁ αὐτὸς, πιστοῦται διὰ τῶν ἔργων ἀμφότερα, καὶ λαν θάνειν τοὺς ὁρῶντας οὐκ ἀνέχεται. Ὅτι μὲν γὰρ φύσει Θεός τέ ἐστι, διὰ τῶν ἔργων καὶ διὰ τῶν σημείων ἐπιδείκνυται, λεπρούς καθαίρων, φωτίζων τυφλούς, καὶ παρειμένους φωννύς, καὶ τεθνηκόσι διδοὺς ζωήν· καὶ τὸ δὴ μέγιστον (ταῦτα γὰρ ἴσως
Page scan enlarged

Notebook

Full View