Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 993–994page 1 of 52
PG 86:993ξύδιον. Τίς γὰρ αὐτὸν ἐδίδαξε τάς τῶν ἐτῶν περιόδους καὶ χιλιάδας; καὶ ὅτι χιλίων δ εληλυθύτων ἐτῶν, τότε τῶν ψυχῶν ἑκάστη εἰς τὸν ἴδιον τόπον ἀπέρχεται; τὰ δέ με ταυ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἤρμοττε λέ γειν, μή τοιγε φιλοσόφῳ τοιούτῳ. Τοῖς γὰρ τὴν ἀκραινή πολιτείαν κατωρθωκόσι, τοὺς ἀκολάστους καὶ παιδεράστας συνέζευξε, καὶ τούτους κακείνους τῶν αὐτῶν ἔφησεν ἀπολαύσεσθαι. Πυθαγόρας τοίνυν, καὶ Ηλ των, καὶ Πλωτίνος, καὶ οἱ τῆς ἐκείνων συμμορίας, ἀθανάτους εἶναι τὰς ψυχὰς συνομολογήσαντες, προϋπάρχειν ταύτας ἔφησαν τῶν σωμάτων, καὶ δῆμον εἶναι ψυχῶν, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπίπτειν, ὡς ἔφην. 1.αὶ τοὺς μὲν πικροὺς εἰς πονηγούς [ἴσ. ἐκνηρούς, εἰς ὄνους], τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλ μανεῖς εἰς ἵππους. ῾Η δὲ ἐκκλησία τοῖς θείοις ἑπομένη λόγοις, φάσκει τὴν ψυχὴν συνδημιουργηθῆναι τῷ σώματι, καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον κατὰ τὴν Ωριγένους φρενοβλάβειαν. Διὰ ταῦτα γοῦν τὰ πονηρὰ καὶ ὀλέθρια δόγματα, μᾶλλον δὲ ληρήματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς, εἰς ἕν συνηγμένους, ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγμένῃ ἐκθέσει, καὶ ἕκαστον τῶν αὐτοῦ κεφαλαίων κατακρῖναί τε, καὶ ἀναθεματίσαι μετὰ τοῦ δυσσεβοῦς Ωριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρονούντων, ή φρονησόντων εἰς τέλος. ο Ἐν ὀνόματι Θεοῦ καὶ πατρὸς, καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, καὶ τοῦ ἁγίουΠνεύματος. Αυτοκράτωρ Καίσαρ φιλόχριστος Ιουστι γιανός, ᾿Αλαμανικός, Γοτθικός, Φραγκικός, Γερμανικός, ᾿Αντικός, ᾿Αλανικός, Οὐανδαλικός, Αφρικανς, εὐσεβής, εὐτυχής, ένδοξος, κινητής, τροπαιούχος, ἀεισέβαστος, Αύγουστος. ἅπαντι τῷ πληρώματι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Εἰδότες ὡς οὐδὲν οὕτω θεραπεύει τὸν φιλάνθρωπον Θεόν, ὡς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν πάντας τοὺς Χριστιανοὺς περὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν, καὶ μὴ εἶναι σχίσματα ἐν τῇ ἁγιᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ· ἀναγκαῖον ήγη σάμεθα πᾶσαν πρόφασιν ἀναροῦντες τοῖς σκανδαλιζου μένοις, ἢ σκανδαλίζουσι τὴν τῆς ὀρθῆς πίστεως ὁμολογίων, τὴν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ κηρυττομένην, φανερὸν διὰ τοῦ παρόντος ἠδίκτου ποιήσασθαι, πρὸς τὸ καὶ τοὺς τὴν ὀρθὴν πίστιν ὁμολογοῦντας ἐν βεβαίῳ ταύτην φυλάττειν, καὶ τοὺς προς ταύτην φιλονεικοῦντας, μανθάνοντας τὴν ἀλήθειαν, σπουδάσαι ἑνωθῆναι τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκ κλησία. Ομολογοῦμεν τοίνυν πιστεύειν εἰς πατέρα, καὶ υἱὸν, καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα, ἤτοι Πρόγραμμα ἤτοι διδασκαλια καὶ ἔκδοσις ἀκριβῆς περὶ τῆς ἀν ωμή του καὶ ὀρθοδόξου πίστεως ἡμῶν τῶν χριστιανών
col. 995–996page 2 of 52
PG 86:995φίσιν καὶ οὐσίαν καὶ δύναμιν κ: ἱ ἐξουσίαν ἐν τρισὶν ὑπο στάσεσιν, ἤτοι προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ εἷς συντετάγμεθα, τις μὲν ἰδιότητας χωρίζοντες, ἐνοῦντες δὲ τὴν θείτητα. Μου νάδα γὰρ ἐν τριάδι, καὶ τριάδα ἐν μονάδι προσκυνούμεν, παράδοξον ἔχουσαν τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν· μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας ἤγουν θεότητος λόγον· τριάδα δέ κατὰ τὰς ἰδιότητας ἤγουν υποστάσεις, ήτοι πρόσωπα διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν᾿ οὕτως εἴπωμεν, καὶ συν άπτεται διηρημένως, ἐν γὰρ ἐν τρισὶν ἡ θεύτης, καὶ τὰ τρία ἕν, ἐν οἷς ἡ θεότης· ἡ τόγε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης, Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον τοῦ νοῦ χωρί ζοντος τὰ ἀχώριστα. Θεὸν τὰ τρία μετ' ἀλλήλων νεο μενα τῷ ταυτῷ τῆς ἴσ. δυνάμεως] κινήσεως καὶ τῆς φύσεως ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις κηρύττειν, ἤγουν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ οἴ τι τὴν ἔνωσιν [σ. ὁμολογοῦντες] σύγχυσιν ἐργαζόμεθα κατά Σαβέλλιον, ἐν πρόσωπον τριώ νυμον λέγοντα τὴν τριάδα, τὸν αὐτὸν πατέρα, καὶ υἱὸν, καὶ ἅγιον πνεῦμα, οὔτε διαιροῦντες [ἴσ. τὰς ἰδιότητας] ἀλλοτριοῦμεν τῆς τοῦ Θεοῦ πατρὸς οὐσίας τὸν υὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὴν ᾿Αρείο, μανίαν, εἰς τρεῖς διαφόρους οὐσίας κατατέμνοντες τὴν θεότητα. Εἷς τοίνυν Θεὶς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς υἱὸς μονογενής, δι' οὗ τὰ πάντα· καὶ ἐν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πόντα. Ομολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ, Θεὸν λόγον, τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου, καὶ τῆς ἁγίας ἐνδόξου θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστι κύριος Ἰησοῦς Χριστὸς εἰς τῆς ἁγίας τριάδος, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκί, ἀπαθὴς ὁ αὐτὸς θεότητι. Οὔτε γὰρ ἕτερός τίς ἐστι παρὰ τὸν Θεὸν λόγον ὁ τὸ πάθος καὶ τὸν θάνατον ἀναδεδεγμένος· ἀλλ' αὐτὸς ὁ ἀπαθὴς καὶ ἀἴδιος τοῦ Θεοῦ λόγος γεννήσεως σαρκὸς ἀνθρωπίνης ανασχέμε νος, τὰ πάντα πεπλήρωκε. Διὸ οὐκ ἄλλον τὸν Θεὸν λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν Χριστὸν τὸν πα θόντα ἐπιστάμεθα· ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγον σαρκωθέντα. καὶ ἐνανθρωπήσαντα, καὶ τοῦ αὐτοῦ τά τε θαύματα, καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, ὁμολογοῦμεν οἴτε γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν, ἀλλ' αὐτὸς ὁ Θεὸς λόγος τὸ ἴδιον σῶμα δέδωκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς ἡμῶν ᾖ, ἀλλ᾽ εἰς αὐτὸν τὸν Θεὸν λόγον τὴν ἡμετέραν πίστιν ἔχωμεν. Καὶ Θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον· καὶ ἄνθρωπον λέγοντες αὐτὸν, οὐκ ἀρνού μετα τὸ εἶναι αὐτὸν καὶ Θεόν. Εἰ γὰρ Θεὺς μόνον ἦν, πῶς ἔπασχε, πῶς ἐσταυροῦτο καὶ ἀπέθνησκεν; ἀλλότρια γὰρ ταῦτα Θεοῦ. Εἰ δὲ ἄνθρωπος μόνον, πῶς διὰ τοῦ πά θους ἐνίκα; πῶς ἔσωζε; πῶς ἐζωοποίει; ταῦτα γὰρ ὑπὲρ ἄνθρωπον ἦν. Νῦν δὲ ὁ αὐτὸς πάσχει, καὶ σώζει, καὶ διὰ του πάθους νιαν, ἡ αὐτὸς Θεὸς, ὁ αὐτὸς ἄνθρωπος τὸ συν
col. 997–998page 3 of 52
PG 86:997αμφότερον, οὕτως ἐν ἑκάτερον, ὡς μόνον. Ὅθεν ἐξ ἑκα τέρας φύσεως, τουτέστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἕνα Χριστὸν σύνθετον λέγοντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Καὶ ἐν ἑκατέρᾳ δὲ φύσει, τουτέστιν ἐν θεό τητι καὶ ἀνθρωπότητι, τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγον σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα γινώσκοντες, διαίρεσιν μέν τινα [ἴσ. ἀνὰ μέρος] ἀμερός, ἡ τιμὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ ὑποστάσει τὴν δὲ διαφορὰν τῶν φύσεων, ἐξ ὧν καὶ συνετέθη, σημαίνομεν, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν, ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ. Συνθέσεως γὰρ ὁμολογουμένης, καὶ τὰ μέρη ἐν τῷ ὅλῳ ὑπάρχει, καὶ τὸ ὅλον ἐν τοῖς μέρεσι γινώσκεται. Οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρωπίνην μετεβλήθη, οὔτε δὲ ἡ ἀνθρωπίνη φύσις εἰς τὴν θείαν ἐτράπη· νοουμένης δὲ μᾶλλον, καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως όρῳ τε καὶ λόγῳ πεπράχθαι φύμεν τὴν ἕνωσιν καθ᾽ ὑπόστασιν. Ἡ δὲ καθ᾽ ὑπόστασιν ἔνωσις δηλοῖ, ὅτι ὁ Θεὸς λίγος, τουτέστιν ἡ μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋ πιστάντι ἀνθρώπῳ ἀνέθη, ἀλλ' ἐν τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑπο στάσει σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ ἐστὶ φύσις ἀνθρωπίνη· ταύτην δὲ τὴν καθ᾽ ὑπόστασιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ἕνωσιν διδάσκων ἡμᾶς καὶ ὁ θεῖος ἀπόστολος, λέγει, οὓς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκίνωσε, μορφήν δούλου λαβών.» Διὰ γὰρ τοῦ εἰπεῖν, ἐς ἐν μορφῇ Θεοῦ ὑπάρχων, τὴν τοῦ λόγου ὑπόστασιν ὑπάρχουσαν ἔδειξεν ἐν οὐσίᾳ Θεοῦ. Διὰ μὲ τοῦ εἰπεῖν, μορ φανδούλου ἔλαβεν οὐσίᾳ ἀνθρώπου, καὶ οὐχ ὑποστάσει, ἤτοι προσώπῳ ἑνωθῆναι τὸν Θεὸν λόγον ἐσήμανεν. Οὔτε γὰρ εἶπε, τὸν ἐν μορφή δούλου ὑπάρχοντα ἔλαβεν, ἵνα μή προϋποστάντι ἀνθρώπῳ ἑνωθῆναι δείξῃ τὸν λόγον, καθώς Θεόδωρος καὶ Νεστόριος ἀσεβοῦντες ἐβλασφήμησαν, σχετικὴν τὴν ἕνωσιν λέγοντες. Ἡμεῖς δὲ τῇ θείᾳ γραφῇ, καὶ τοῖς ἁγίοις πατράσιν ἑπόμενοι όμ λογούμεν, ὅτι ὁ Θεὸς λόγος σὰρξ ἐγένετο, ὅπερ ἐστὶ καθ᾽ ὑπόστασιν ἑαυτῷ ἑνῶσαι φύσιν ἀνθρωπίνην. Διὸ καὶ εἶ; ὑπάρχει ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐν ἑαυτῷ ἔχων τὸ τέλειον τῆς θεϊκῆς φύσεως, καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης φύσεως καὶ ἔστι μον γενὴς μὲν καὶ λόγος ὡς ἐκ Θεοῦ πατρὸς γεν νηθείς, και πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς ὁ αὐτὸς, ἔτε γέγονεν ἄνθρωπος· ὁ γὰρ υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονε. Καὶ μείνας ὅπερ ἦν, οὐ μετέβαλεν ὅπερ γέν γονεν. Οθεν καὶ δύο γεννήσεις τοῦ αὐτοῦ μονογενοῦς Θεοῦ λόγου ὁμολογοῦμεν· τὴν μὲν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς ἀσωμάτως, τὴν δὲ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας σαρκωθέντος, καὶ ἐνανθρωπήσαντος. Ὁ γὰρ ἐκ πατρὶς ἐκλάμψας ὑπὲρ ἔννοιαν, ἐκ μητρὸς ἀνέτειλεν ὑπὲρ λόγον. Καὶ ὢν Θεὸς ἀληθὴς ἄνθρωπος γέγονεν ἀληθῶ;. Διὰ τοῦτο κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον τὴν ἁγίαν, ἔνδοξον, καὶ ἀειπάρθενον Μαρίαν ὁμολογοῦμεν. Οὐχ ὡς τοῦ Θεοῦ λόγου τὴν ἀρχὴν ἐξ αὐτῆς λαΰντος, ἀλλ' ὅτι ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὁ πρὸ τῶν αἰώνων μονογενής Θεός λόγος σαρκωθεὶς ἐξ αὐτῆς ἄτρεπτος ἐνανθρώπησε· καὶ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ, ὁρατὲς γέγονεν ἐν τοῖς παρ' ἡμῖν καὶ ἀπαθὴς ὢν Θεὸς οὐ: ἀπηξίωσε παθητὸς εἶναι ἄνθρω
col. 999–1000page 4 of 52
PG 86:999πετ, καὶ ἡ ἀθάνατος, νόμοις ὑποκεῖσθαι θανάτου. Τοῦτον τὸν ἐν Βηθλεια γεννηθέντα ἐκ σπέρματος Δαυίδ κατὰ σάρκα, ὁμοιωθέντα ἀνθρώποις, καὶ σταυρωθέντα ὑπὲρ ἡμῶν τῶν ἀνθρώπων ἐπὶ Ποντίου Πιλάτου, ἐκήρυξαν οἱ ἅγιοι ἀπόστολοι αὐτὸν εἶναι Θεὸν, αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἀνθρώπου, αὐτὸν ἐξ οὐρανοῦ, αὐτὸν ἀπὸ γῆς, αὐτὸν ἀπαθῆ, αὐτὸν παθητόν. Ο γάρ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς λόγος ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ο δίως αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ παρθένου Μαρία;, ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες, ἄνωθεν ἐκ δευτέρου γεννηθῶσι, τουτέστιν ἐκ Θεοῦ. Αὐτὸς οὖν μητέρα μόνον ἔχει ἐπὶ τῆς γῆς, καὶ ἡμεῖς πατέρα μόνον ἔχομεν ἐν οὐ ρανῷ. Λαβών γὰρ τὸν θνητὸν πατέρα τῶν ἀνθρώπων τὸν Αδάμ, ἔδωκε τοῖς ἀνθρώποις τὸν ἑαυτοῦ πατέρα ἀθάνα τον κατὰ τὸ λεγόμενον, ο Δέδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθ ι ο Οθεν καὶ θανάτου κατὰ σάρκα γεύεται ὁ υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς αὐτοῦ μεταλάξωσι διὰ τὸν κατὰ πνεῦμα αὐτῶν πατέρα τὸν Θεόν. Αὐτὸς οὖν κατὰ φύσιν υἱὸς ἐστι τοῦ Θεοῦ, ἡμεῖς κατὰ χάριν. Καὶ πόλιν αὐτὸς κατ' εἰκονομίαν καὶ δι' ἡμᾶς υἱὸς γέγονε τοῦ Ἀδαμ, ἡμεῖς δὲ κατὰ φύσιν ἐσμεν υἱοὶ τοῦ ᾿Αδάμ. Πατήρ γὰρ αὐτοῦ ἐστὶν ὁ Θεὸς κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν. Καὶ Θεὸς αὐτοῦ γίγονε κατ' οἰκονομίαν, διότι ἄνθρωπος, ἡμῶν δὲ κατά φύσιν δεσπότης ἐστὶ καὶ Θεός. καὶ διὰ τοῦτο ὁ λόγος, ὅς ἐστιν υἱὸς τοῦ Θεοῦ πατρὸς, ἑνωθεὶς σαρκὶ γέγινε σαρξ, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες τῷ πνεύ ματι, γένωνται ἐν πνεῦμα. Αὐτὸς οὖν ὁ ἀληθινὸς υἱός τοῦ Θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες ἕνα φορέσω μεν Θεόν· καὶ ἔστι καὶ μετὰ τὴν ἐνανθρώπησιν εἰς τῆς ἁγίας τριάδος ὁ μονογενής υἱὸς τοῦ Θεοῦ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, σύνθετος ἐξ ἑκατέρας ρύσεως. Σύνθετοι δὲ τὸν Χριστὸν ὁμολογοῦμεν τῇ τῶν ἁγίων πατέρων άκο λουθοῦντες διδασκαλίᾳ. Ἐπὶ γὰρ τοῦ κατὰ Χριστὸν μυστηρίου ἡ κατὰ σύνθεσιν ἔνωσις τὴν σύγχυσιν καὶ διαίρεσιν ἀποβάλλεται· καὶ φυλάττει μὲν τὴν ἑκατέρας φύσεως ἰδιό τητα, μίαν δὲ ὑπόστασιν, ἤτοι πρόσωπον τοῦ Θεοῦ λόγου καὶ μετὰ τῆς σαρκὸς δείκνυσι, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι, οὐχ ὡς δυσὶν ὑποστάσεσιν ἦτο: προσώποις, ἀλλ' ἐν θεία φύσει καὶ ἀνθρωπίνῃ γνωριζόμενος· ἵνα εἰς ἡ καθ' ἑκάτερα, τέτ λειος Θεός, καὶ τέλειος άνθρωπος, ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ εἷς τῆς ἁγίας τριάδος συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Οὔτε γὰρ τετάρτου προσ ώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Θεοῦ λόγου. Ταύτην τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν ἁγίων πατέρων εἰλή φαμεν, φυλάττομεν, ἐν ᾗ ζῶμεν καὶ πολιτευόμεθα, καὶ ἦν συνέκδημον λάβοιμεν, εἰς πατέρα, καὶ Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἅγιον πλεῦμα ὁμολογίαν. Ταῦτα οὕτως ὁμολογοῦντες πρὸς ταῖς ἄλλαις τοῦ ἐν Ἁγίοις Κυρίλλου περὶ τῆς ὀρθῆς πίστεως διδασκαλίας, καὶ
col. 1001–1002page 5 of 52
PG 86:1001τὸ εἰρημένου παρ' αὐτοῦ, μίαν φύσιν τοῦ Θεοῦ λόγου σεσαρκωμένην, δεχόμενοι ὁμολογοῦμεν, ὅτι ἐκ τῆς θείας φύσεως, καὶ τῆς ἀνθρωπίνης εἰς Χριστὸς ἀπετελέσθη, καὶ οὐ μία φύσις, καθώς τινες κακῶς τὴν λέξιν ἐκλαμβάνοντες λέγ ιν ἐπιχειροῦσιν. Αμέλει τοι καὶ αὐτὸς ὁ πατὴρ, ὁσάκις μίαν φύσιν εἶπε τοῦ λόγου σεσαρκωμένην, ἐπὶ τούτου τῷ τῆς φύσεως ὀνόματι ἀντὶ ὑποστάσεως ἐχρή σατο. Καὶ ἐν οἷς λόγοις εἶπε ταύτην τὴν λέξιν, ἐν τοῖς ἐφεξῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐπήγαγε, ποτὲ μὲν υἱὸν, ποτέ δὲ λόγον ἢ μονογενῆ· ἅπερ οὐ φύσεως, ἀλλ᾽ ὑποστάσεως ἤτοι προσώπου ἐστὶ δηλωτικά. Η τοίνυν ὑπόστασις τοῦ λόγου σαρκωθεῖσα οὐ μίαν φύσιν, ἀλλ᾽ ἕνα Χριστὸν σύνθε τον ἀπετέλεσε τὸν αὐτὸν Θεόν τε καὶ ἄνθρωπον· Θεὸν δὲ καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογοῦντας, μίαν φύσιν ἤτοι οὐσίαν ἐπ' αὐτῷ λέγειν ἀσεβές· ἀδύνατον γὰρ τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν, ἤτοι οὐσίαν, καὶ πρὸ αἰώνων εἶναι καὶ ἐν χρόνῳ, ἢ ἀπαθῆ καὶ παθητον, ὅπερ ἐπὶ τῆς μιᾶς αὐτοῦ ὑποστάσεως ἤτοι προς ὡπου ὀρθῶς ὁμολογοῦμεν. Ἐξ αὐτῶν δὲ τῶν εἰρημένων τοῦ αὐτοῦ ἐν ἁγίοις Κυρίλλου ἀποδείξομεν τὴν περὶ τῆς ε'ρημένης λέξεως σαρεστάτην αὐτοῦ διδασκαλίαν· ἐν γὰρ τῇ πρώτη πρὸς Σούκενσον ἐπιστολῇ εἰπὼν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην, εὐθὺς ἐπήγαγεν· «Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν, εἴς γε μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι, τίνα τρόπον ἐνηνθρώπηκεν ὁ μονογενής, δύο τὰς τύσεις εἶναί φαμεν τὰς ἑνωθείσας, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον τὸν τοῦ Θεοῦ πατρὸς λόγον ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον.» Διὰ τούτων δὲ ὁ πατὴρ τὸν τρόπον τῆς ἐνανθρωπήσεως παραστῆσαι βουλόμενος, καὶ τὸ ἀδιαίρετον καὶ ἀσύγχυτον φυλάττων, καὶ τὸν ἀριθμὸν τῶν συνελθουσῶν φύσεων ἔδειξε, καὶ ἕνα Χριστὸν ἐκή ρυξεν, ἀλλ' οὐχὶ μίαν φύσιν θεότητος καὶ σαρκός. Καὶ ἐν τῇ δευτέρᾳ πρὸς τὸν αὐτὸν Σούκενσον ἐπιστολῇ τὰ παρα πλήσια διδάσκων λέγει] γράφει οὕτως· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τὴν τοῦ λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγ γόντες τὸ, σε σαρκωμένην, ἀλλ᾽ οἷον ἔξω θέντες τὴν οἰκου νομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾷν, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι, ἢ τὸ, πῶς ὑφέστηκεν ἡ καθ᾿ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης, καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν, σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. Τοῦ γὰρ ἐκβάλλοντος τὴν οἰκονομίαν, καὶ ἀρνουμένου τὴν σάρκωσιν ἦν τὸ ἐγκαλεῖσθαι δικαίως ἀφαιρουμένου τὸν υἱὸν τῆς τελείας ἀνθρωπότητος. Εἰ δέ, ὡς ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν, σαφής ἔστι καὶ ἀναμφίβολος ὁμολογία τοῦ, ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν, ὡς εἰς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς, ὁ αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτέθεικε λόγου, οὐκ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ, καθὸ νοεῖται καὶ ἔστι Θεὸς, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος, ἰσχυ ριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει. Δεῖ γὰρ ἀναγ καίως αμφότερα σώζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῷ, τὸ καὶ μὴ πάσχειν θεϊκῶς, καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως. Ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ.» Καὶ ἐν τῷ τρισκαιδεκάτῳ δὲ κεφαλαίῳ τῶν σχολίων ὁ αὐτὸς ἐν ἁγίοις Κύ
col. 1003–1004page 6 of 52
PG 86:1003μελλος ὁμοίως ἀποβαλλόμενος τούς τε δύο υἱοὺς εἰσάγοντας, τούς τε μίαν φύσιν λέγοντας θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ, γράφει οὕτως· «Οὐ διοριστέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς, καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν κύ ριν φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφοράν, καὶ ἀσυγχύτως ἀλλήλαις τηροῦντες αὐτάς.» Εἰ τοίνυν, καθώς δια δάσκει ὁ ἐν ἁγίοις Κύριλλος, εἷς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τέλειος ἐν θεότητι, καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ οὐκ ἔπαθε τῇ θείᾳ φύσει, ἀλλὰ τῇ χοἰκῇ φύσει, οἶδε δὲ καὶ τὴν τῶν φύσεων διαφοράν, καὶ τὸ ἀσυγχύτους αὐτὰς ἀλλήλοις ἐν μιᾷ ὑποστάσει φυλάττεσθαι, δῆλον ὅτι τὸν αὐτὸν ἐν τῇ θείᾳ φύσει καὶ τῇ ἀν θρωπίνῃ λέγει ὁ πατὴρ γνωρίζεσθαι, καὶ ἑκατέραν φύσιν ἐν αὐτῷ εἶναι, ἐξ ὧν καὶ συνετέθη. Καὶ οὐκ ἂν τις οὕτω μανείη, ὡς ὀρθῶς νομίσαι φρονεῖν τοὺς λέγοντας μίαν β εἶναι φύσιν, ἤτοι οὐσίαν σαρκὸς καὶ θεότητος τοῦ Χριστοῦ, τὴν αὐτὴν θείαν καί χοϊκήν, παθητὴν καὶ ἀπαθῆ. Ἐπειδὴ δὲ καὶ ἑτέρωθεν κατασκευάζειν ἐπιχειροῦσί τινος τὸ μίαν εἶναι φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, τὸ τοῦ ἀνθρώπου παράδειγμα προς βαλλόμενοι, καὶ λέγοντες, ὥσπερ ἐξ ἑτεροφυῶν ψυχῆς καὶ σώματος συνεστὼς ὁ ἄνθρωπος μία φύσις λέγεται, οὕτω καὶ ἐκ δύο φύσεων, θεότητος καὶ ἀνθρωπότητος, τὸν Χριστόν λέγοντες, οφείλομεν μίαν φύσιν ἐπ' αὐτῷ λέγειν ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι ὁ μὲν ἄνθρωπος κἂν ἐκ διαφόρων συνέστηκε, τουτέστι ψυχῆς καὶ σώματος, όμως διὰ τοῦτο μία φύσις λέγεται, ἐπειδὴ κοινῶς κατὰ πασῶν τῶν ὑποστάσεων, ἤγουν προσώπων τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένων κατηγορεῖται. Εἰ καὶ τὰ μάλιστα γὰρ ἑκάστη ὑπόστασις, ἤτοι πρόσωπον, οἷον Πέτρος, καὶ Παῦλος, τοῖς ἰδιώμασιν ἀπ' ἀλλήλων διαχωρίζονται, ἀλλ' ὅμως οὐ τῇ φύσει διαιροῦνται· ἀμφότεροι γὰρ ἄνθρωποι· καὶ πάλιν οὔτε ψυχή χωρὶς σώματος, οὔτε σῶμα χωρίς ψυχῆς [ἄνθρωπος ἔστιν] άνθρωπότητος, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐκ ψυχῆς καὶ σώματος ἐδημιουργήθη. Πᾶν δὲ κτίσμα, εἰ καὶ ἐκ διαφόρων συνέστηκεν, ἀλλ᾿ οὖν μίαν ἐκείνην ἔχειν λέγεται φύσιν, καθ' ἣν παρὰ τοῦ Θεοῦ ἐδημιουργήθη. Ο δὲ Χριστὸς οὐχ οὕτως· οὔτε γὰρ μίαν φύσιν, ἤγουν οὐσίαν δηλοί κοινῶς κατὰ πολλῶν ὑποστάσεων, ἤτοι προσώπων κατηγορουμένην, ὥσπερ ὁ ἄνθρω παρ' εἰ γὰρ τοῦτο ἦν, πολλοὶ Χριστοὶ εὑρεθήσονται, καθ' ὧν τὸ κοινὸν τῆς φύσεως κατηγορῆται, ὅπερ καὶ λέγειν ἐστὶν ἀσεβές· ἀλλ᾽ οὔτε ἀπ' ἀρχῆς ἐκ θεότητος καὶ ἀν θρωπότητος, ὥσπερ ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, ὁ Χριστὸς ἐδημιουργήθη, ἵνα τοῦτο ἡ φύσις; Χριστοῦ· ἀλλὰ Θεὸς ὧν πρὸ αἰώνων ὁ λόγος, καὶ τῆς αὐτῆς φύσεως, ἤτοι εὐσίας ὑπάρχον τῷ πατρὶ, καὶ δημιουργὸς ἁπάντων, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἀνθρώπου φύσιν καθ᾽ ὑπόστασιν ἐκάσας ἑαυτῷ, γέγονεν ἄνθρωπος, μὴ ἐκστὰς τοῦ εἶναι Θεός. Ἔστιν οὖν ὁ Χριστὸς μία ὑπόστασις, ἤτοι πρόσωπον, καὶ ἔχει τὸ τέλειον ἐν ἑαυτῷ τῆς τε θείας καὶ ἀκτίστου φύσεως, καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης καὶ κτιστῆς φύ σεως. Πῶς οὖν, ἐν ᾧ δύο φύσεις γνωρίζονται, ἄκτιστος καὶ κριστή, ἐπὶ τούτου μίαν φύσιν ἤτοι οὐσίαν λέγεσθαι δυο
col. 1005–1006page 7 of 52
PG 86:1005κατόν; Εἰ γὰρ καὶ μία ὑπόστασις ἤτοι πρόσωπον ὁ Χριστός, ἀλλ' ὁμοούσιος τῷ πατρὶ Θεῷ, καὶ ὁμου στης ἡμῖν ὁ αὐτὸς, οὐ μὴν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν, ἤτοι οὐσίαν· εἰ δὲ μία φύσις ἤτοι οὐσία ἦν Χριστὸς, ἡ ἄσαρκος ὧν μόνῳ τῷ Θεῷ καὶ [πατρὶ Διεx.] πνεύματί ἐστιν ὁμοούσιος, ἐπειδὴ μία τῆς θεότ τητος οὐσία, ἤτοι φύσις· ἡ ψιλός ὧν ἄνθρωπος, μό νας ἡμῖν ἐστιν ὁμοούσιος, ἐπειδὴ μία φύσις τῆς ἀν θρωπότητος· ἡ τραπεῖσα ἑκατέρα φύσις ἑτεροφυής ἐστιν Απετέλεσε παρὰ τὰς συνελθούσας, καὶ κατ᾿ αὐτοὺς οἴτε Θεὸς ἔμεινεν, οὔτε ἄνθρωπος γέγονεν ὁ Χριστός· καὶ διὰ τοῦτο οὔτε τῷ πετρέ, οὔτε ἡμῖν ἐστιν ὁ αὐτὸς ὁμοούσιος. Τὸ δὲ οὕτω φρονεῖν πάσης πεπλήρωται άσε βείας. Καὶ ταῦτα λέγομεν οὐκ ἀγνοοῦντες, ότι καί τινες τῶν ἁγίων πατέρων τῷ τοῦ ἀνθρώπου ὑποδείγματι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ἐχρήσαντο· ἀλλ᾽ ἐκεῖνοι μὲν, ἵνα δείξωσιν, ὅτι καθάπερ ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος εἷς ἀποτελεῖται, καὶ οὐχὶ δύο ἄνθρωποι, οὕτω καὶ ὁ Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθείς εἷς ἐστι, καὶ οὐκ εἰς δύο Χριστοὺς, ἡ δύο υἱοὺς μερίζει ται. Οὗτοι δὲ τῷ τοῦ ἀνθρώπου ὑποδείγματι κέχρηνται, ἵνα μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ ἀνθρωπότητος τοῦ Χριστοῦ εἰσάγωσιν, όπερ ἀπεδείξαμεν ἀλλότριον εἶναι τῆς εὐσεβείας. ᾿Αλλὰ διὰ τοῦτο ἐλεγχόμενοι, ὡς παρὰ τὴν ὀρθὴν τῶν πατέρων διδασκαλίαν ἀναπλάττουσιν ἐν ἑαυ τοῖς μίαν φύσιν, ἤτοι οὐσίαν θεότητος καὶ σαρκὸς, ἐφ' ἕτερα μεταβαίνουσι λέγοντες, μὴ δεῖν ἀριθμὸν φύσεων ἐπὶ Χριστοῦ λέγειν, ὡς τοῦ ἀριθμοῦ διαίρεσιν εἰσάγοντος. Ιστωσαν τοίνυν ὅτι ὁ ἀριθμὸς ὅταν μὲν ἐπὶ διαφόρων προσώπων, ἡ ὑποστάσεων λέγεται, τῶν πραγμάτων αν τῶν τὴν ἀνὰ μέρος ἔχει διαίρεσιν, οἷον ὡς ἐπὶ δύο ἢ πλειόνων ἀνθρώπων· ὅταν δὲ ἐπὶ ἠνωμένων πραγμάτων, τηνικαῦτα μόνῳ λόγῳ καὶ θεωρία, οὐ μὴν αὐτῶν τῶν πραγμάτων ἔχει τὴν διαίρεσιν, οἷον ἐπὶ μιᾶς ὑποστάσεως ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος συνεστώσης· δύο γὰρ καὶ ἐνταῦθα φύσεις θεωροῦνται, ἑτέρα μὲν τῆς ψυχῆς, καὶ ἑτέρα τοῦ σώματος· καὶ ὅμως οὐ διὰ τοῦτο εἰς δύο ἀνθρώπους διαιρεῖται, ἀλλ᾽ ἕνα ἴσμεν τὸν ἄνθρωπον, καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν. Καὶ ἐπὶ τοῦ κατὰ Χριστον τοίνυν μυστηρίου τῆς ἑνώσεως γενομένης, εἰ καὶ διάφορα θεωρεῖται τὰ ἑνωθέντα, ἀλλ᾽ οὖν οὐ πραγματικῶς, καὶ ἀνὰ μέρος ἀλληλων διίστανται τὰ ἐξ ὧν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνετέθη· τὴν μέν τοι διαφοράν κατα νοοῦντες, καὶ ταύτην σημάναι βουλόμενοι, τὸν ἀριθμὸν πα ραλαμβάνομεν, καὶ δύο τὰς ἐν Χριστῷ φύσεις εἶναί φαμεν, καὶ οὐ διὰ τοῦτο ὁ εἷς Χριστὸς εἰς δύο Χριστοὺς, ἡ δύο υἱοὺς διαιρεῖται· καὶ μαρτυρεῖ τοῖς παρ' ἡμῶν ἐρωμέναις ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος ἐν τῷ πρὸς Κληδό γιον πρώτῳ λόγῳ γράφων οὕτως· «Εἴ τις εἰσύγει δύο νέους, ἕνα μὲν τὸν ἐκ τοῦ Θεοῦ καὶ πατρός, δεύτερον δὲ ἐκ τῆς μητρός, ἀλλ' οὐχὶ ἵνα καὶ τὸν αὐτόν, τῆς υἱοθεσίας ἐκπέ σοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. Φύσεις μέν γὰρ δύο, Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα υἱοὶ δὲ οὐ δύο, οὐδε θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσε· καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταυτὸν τὸ ἀόρα
col. 1007–1008page 8 of 52
PG 86:1007τον τῷ ἱρατῷ, καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνων, οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Ἰδοὺ διὰ τούτων σαφῶς διδάσκει ὁ ἐν ἁγίοις Γρηγόριος, ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ὁ μὲν ἐπὶ προτε ώπων τὸν ἀριθμὸν λέγων, ὡς ἀσεβὴς κατακρίνεται· ὁ δὲ ἐπὶ τῶν φύσεων ἐξ ὧν ὁ εἷς συνετέθη Χριστὸς, τοῦτον παραλαμβάνων ὀρθῶς ὁμολογεῖ· ὡς τὴν μὲν διαφορὰν τῶν συνελθουσών φύσεων διὰ τούτου σημαίνων, διαίρεσιν δὲ τὴν ἀνὰ μέρος κατ' οὐδένα τρόπον ποιούμενος. Ωσπερ γὰρ ἑτέρα φύσις τῆς ψυχῆς, καὶ ἑτέρα σώματος, καὶ όμως εἷς κατὰ σύνθεσιν ἄνθρωπος ἀποτελεῖται, καὶ οὐ δύο· οὕτω καὶ ἐν Χριστῷ εἰ καὶ δύο φύσεις θεωροῦνται, ἑτέρα μὲν τῆς θεότητος, ἑτέρα δὲ τῆς ἀνθρωπότητος, ἀλλ' οὐ διὰ τοῦτο δύο Χριστοί, ἢ δύο υἱοὶ εἰσάγονται. Ωστε τὸν ἀριθμὸν τῶν ἐν Χριστῷ φύσεων κατὰ τὸν εἰρη μένον τρόπον παραιτούμενοι λέγειν, δῆλοί εἰσι τὴν διαφορὰν τούτων ἀρνούμενοι, καὶ σύγχυσιν ἐπεισάγοντες τῇ οἰκονομίᾳ. Εἰ δὲ τὴν διαφορὰν ὁμολογοῦσιν, ἀνάγκη πάντ τως ἐπὶ ταύτῃ καὶ τὸν ἀριθμὸν τῶν ἀσυγχύτως συνελθουσῶν φύσεων εἰς μίαν ὑπόστασιν λέγειν αὐτούς. Όπου γὰρ διαφορά φυλάττεται, ταύτη πάντως καὶ ἀριθμὸς ἔπι ται. Εἰς σύστασιν δὲ τῶν παρ' ἡμῶν εἰρημένων τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ χρώμενοι, δείξομεν αὐτοὺς λέ γειν, ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οἱ μὲν λόγοι διαιρούνται κατὰ τὴν διαφορὰν τῶν φύσεων, θεότητος καὶ ἀνθρωπότητος, ἐξ ὧν καὶ συνετέθη, καὶ τὸν ἀριθμὸν ἐπὶ τούτου παραλαμβάνουσιν, οὐ μὴν πραγματικῶς ἀνὰ μέρος τὴν τῶν φύσεων ποιοῦνται διαίρεσιν εἰς δύο ὑποστάσεις, ἤτοι δύο πρόσωπα. Λέγει γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τοῦ Λευιτικοῦ οὕτως· ε Ολον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ αγίου βαπτίσματος καθαρισμόν. Δύο μὲν γὰρ ορνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον τε ὁμοῦ καὶ Θεὸν τις δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ π έποντα λόγον, διαιρούμενον· λόγος γὰρ ἦν ὁ ἐκ Θεοῦ πατρὸς αναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικες, πλὴν οὐ μεριζόμενος· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός.» Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ γράφει οὕτως Αλλ' ἐγνόησαν, ὅτι ὅσα κατὰ μένην τὴν θεωρίαν διαιρεῖσθαι φιλεῖ, ταῦτα οὐ πάντως καὶ εἰς ἑτερότητα τὴν ἀνὰ μέρος ὁλοτρόπως καὶ ἰδικῶς ἀποφοιτήσειεν ἂν ἀπ' ἀλ λων. ν παὶ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῷ τετάρτῳ κατ᾿ Εὐνο μίου λόγῳ ἐρμηνεύων τὸ Κύριος ἔκτισέ με, καὶ πρὸ πάνω των βουνών γεννά, με γράφει οὕτως ο Ληπτέον οὖν τὸ μὲν ἐγέννησεν, ἐπὶ τοῦ Θεοῦ υἱοῦ· τὸ δὲ ἔκτισεν, ἐπὶ τοῦ τὴν μορφὴν τοῦ δούλου λαβόντος. Ἐν πᾶσι δὲ τούτοις οὐ δύο λέγομεν, Θεὸν ἰδίᾳ, καὶ ἄνθρωπον ἰδίᾳ· εἰς γὰρ ἦν ἀλλὰ κατ' ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι.» Καὶ ὁ ἐν ἁγίοις δὲ Γρηγόριος ὁ θεολόγος ἐν τῷ περὶ υἱοῦ δευτέρῳ λόγῳ διδάσκων ἡμᾶς, ὅπως δεῖ τὰς ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ φύσει; κατ' ἐπίνοιαν διακρίνειν, γράφει οὕτως' «Ηνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συν διαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον Ινα ὁ Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴς τῆς
col. 1009–1010page 9 of 52
PG 86:1009δόξης Χριστοῦ μὲν Θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἐν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. ν· Καὶ ὁ ἐν ἁγίοις δὲ Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος ἐν τῷ κατ' Ευνομίου τετάρτῳ λόγῳ τὰ αὐτὰ ἡμᾶς διδάσκων, γράφει οὕτως· «Καὶ ὡς ἂν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι' ἑτέρων τρανότερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην, μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπου, Θεὸν καὶ ἄνθρωπον αὐτὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώπινον ἡ κατὰ τὸ πάθος οἰκονομία. Τῆς οὖν ἐπινοίας διαι ρήσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον, τῷ δὲ λόγῳ διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενον, καὶ ὑπερέχον πάντα νοῦν κηρύσσῃ, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνομάτων, ἐπὶ πάντων Θεὸν, καὶ μέγαν Θεόν, καὶ δύναμιν Θεοῦ, καὶ σοφίαν, καὶ τὰ τοιαῦτα καλῶν. Ὅταν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν περιγράφῃ τῷ λόγῳ, ἐκ τοῦ ἡμι τέρου κατονομάζει τὸ συναυφότερον, ἄνθρωπον αὐτὸν προσαγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπήν φ' σιν διὰ τῆς φωνῆς τὴν δηλούμενον, ἀλλ᾿ ὥστε περὶ ἑκάτερον τὸ εὐσε ἐς φυλαχθῆναι. Ο Τούτων οὕτως ἀποδεδειγμένων διὰ τῆς τῶν πατέρων διδασκαλίας, παυσάσθωσαν οἱ τὴν ἀριθμὸν τῶν ἐν Χρι στῷ φύσεων πρόφασιν τῆς οἰκείας πλάνης ποιούμενοι, καὶ τῷ διὰ τούτου τὴν διαφορὰν ἀρνεῖσθαι, σύγχυσιν εἰσάγειν ἐπιχειροῦντες. Πῶς γὰρ οὐκ ἀναγκαῖος ὁ ἀριθ. μὸς, ᾧ ἐπὶ σημασίᾳ τῆς διαφορᾶς τῶν ἑνωθεισῶν εἰς μίαν ὑπόστασιν φύσεων, καὶ οὐκ ἐπὶ τῇ ἀνὰ μέρος διαιρέσει αὐτῶν, οἱ πατέρες ἐχρήσαντο; Αποδεδειγμένου τοίνυν πανταχόθεν, ὡς ἀσεβές ἐστι τὸ λίγειν μίαν φύσιν, ἤτοι οὐσίαν θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ, κἀκεῖνο ἐροῦμεν, ὡς οὐδὲ καθὸ μίαν ὑπόστασιν λέγομεν τῆς θεό τητος, καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, οὕτω δυνα τὸν καὶ μίαν φύσιν λέγειν Χριστοῦ. Ἐπειδὴ μὴ ταυτὸν φύσις τε καὶ ὑπόστασις. Πάντες γὰρ οἱ ἅγιοι πατέρες συμφώνως ἡμᾶς διδάσκουσιν, ἄλλο εἶναι φύσιν ἤτοι ούτ σίαν, καὶ μορφήν, καὶ ἄλλο ὑπόστασιν ἤτοι πρόσωπον καὶ τὴν μὲν φύσιν, ἤτοι οὐσίαν καὶ μορφὴν τὸ κοινὸν ση μαίνειν, τὴν δὲ ὑπόστασιν ἤτοι πρόσωπον, τὸ ἰδικόν· εἰ δὲ φήσωσί τινες, ὅτι ὥσπερ μία ὑπόστασις σύνθετος εἶν εῖται ἐπὶ Χριστοῦ, οὕτω δεῖ καὶ μίαν φύσιν σύνθετον λέ ἀποδείξομεν καὶ τοῦτο ἀλλότριον εἶναι τῆς εὐσεβείας. Ν αν γὰρ φύσιν θεύτητος, ἤτοι οὐσίαν λέγοντες, τρεῖς ἐπ' αὐτῆς δοξάζομεν ὑποστάσεις ἐν ἑκάστῃ ὑποστάσει τὴν αὐτὴν φύσιν, ἤτοι οὐσίαν γνωρίζοντες· καὶ εὐσεβῶς ἐκ τῶν τριῶν ὑποστάσεων μίαν ὑπόστασιν τὴν τοῦ λόγου πρὸς τὴν σάρκα συντεθεῖσθαί φαμεν. Οὐδεὶς γὰρ ποτε ἐτόλμησεν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ εἰπεῖν, ὅτι ὥσπερ τρεῖς ὑποστάσεις, οὕτω καὶ τρεῖς φύσεις εἰσὶ τῆς ἁγίας τριάδος, ὥστε καὶ δύνασθαι λέγειν μίαν φύσιν ἐκ τῶν τριῶν φύσεων συντεθεῖσθαι προς σάρκα τρεῖς γὰρ φύ σεις ἐπὶ τῆς ἁγίας τριάδος μόνος "Αρειος τολμήσας εἰ πεῖν ὡς βλάσφημος κατεκρίθη. Διὰ τοῦτο τοίνυν κατὰ τὸν ὀρθὸν λόγον δύο φύσεων ένωσιν λέγομεν, καὶ μίαν ὑπόστασιν. Ἐπειδὴ ἡ τοῦ Θεοῦ τῆς κατὰ τὴν ὑπόστασιν ἔτερος γειν,
col. 1011–1012page 10 of 52
PG 86:1011ὧν παρὰ τὸν πατέρα, τῆς αὐτῆς δὲ φύσεως ἐν τῷ πατρὶ, ἐν τῇ ἰδίᾳ ὑποστάσει ἐδημιούργησεν ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ δηλοῖ ἀνθρωπίνη φύσει ἑνωθῆναι τὸν τοῦ Θεοῦ λόγον, καὶ οὐχ ὑποστάσει ἤτοι προσώπῳ τοῦδέ τινος· ἔστι τοίνυν ὁ τοῦ Θεοῦ λόγος καὶ σαρκωθείς μία ὑπόστασις ἐν ἑκατέρᾳ φύσει γνωριζόμενος, ἐν δὲ τῇ θείᾳ, ἐν ᾗ ὑπῆρχε κατὰ τὸ, Ος ἐν μορφῇ Θεοῦ ὑπάρχων, — καὶ ἐν τῇ ἀνθρωπίνῃ κατὰ τὸ, --- Εν ὁμοιώματι ἀνθρώπων γενόμενος. — Καὶ διὰ τοῦτο εὐσεβῶς εἴποι τις ἂν μίαν ὑπόστασιν τοῦ Θεοῦ λόγου σύνθετον, έπερ μίαν φύσιν σύνθετον· ἐπειδὴ ὅτε καθ᾿ ἑαυτὴν ἁπλῶς φύσις λέγεται, μὴ προσκειμένου ταύτῃ ἰδικοῦ τινος προσώπου, ἀόριστόν τι, καὶ ἀνυπόστατον δηλοῖ· τὸ δὲ ἀόριστον πρὸς οὐδὲν συντεθῆναι δύναται. Εἰ δέ τις καὶ μετὰ τοὺς τοιούτους λόγους πρὸς φιλονεικίαν μόνην ὁρῶν, ἀντιθεῖναι ἐπι χειρήσει λέγων, ότι κατὰ τὸν ἀποδοθέντα τῆς φύσεως λόγου χρὴ καὶ τὴν ἀνθρωπίνην φύσιν τοῦ Χριστοῦ ἰδίαν ὑπόστασιν, ἤτοι πρόσωπον ἴδιον ἔχειν, πρόδηλός ἐστιν ὁ τοιοῦτος, ὅτι προϋποστάντι ἀνθρώπῳ ἑνωθῆναι λέγει τὸν λόγον, καὶ σχετικών γεγενῆσθαι τὴν ἔνωσιν. Δύο γὰρ ὑπο στάσεων, ἤτοι προσώπων καθ᾽ ὑπόστασιν γενέσθαι ἔνω σιν ἀδύνατον. Ωστε ὁ ταῦτα λέγων, τὸ δυνατὸν τοῦ Θεοῦ λόγοις ἀνθρωπίνης σοφίας κενώσαι σπουδάζων, ἀγνοεῖ τὸ μέγα τῆς εὐσεβείας μυστήριον, όπερ καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτη ρίαν· οὔτε γὰρ ἡ ἀνθρωπίνη φύσις τοῦ Χριστοῦ ἁπλῶς ποτε λέγεται, ἀλλ᾽ οὔτε ἰδίαν ὑπόστασιν, ἤτοι πρόσωπον ἔσχεν, ἀλλ' ἐν τῇ ὑποστάσει τοῦ λόγου τὴν ἀρχὴν τῆς ὑπάρξεως ἔλαβεν. Οθεν αὐτὸν τὸν Θεὸν λόγον ἀτρέπτως ἄνθρωπον γεγενῆσθαι ὁμολογοῦμεν, καὶ οὐκ εἰς ἄνθρωπον τινα αὐτὸν ἐληλυθέναι· καὶ τοῦ αὐτοῦ Θεοῦ λόγου σαρχω θέντος τὴν ἐκ παρθένου γέννησιν εἶναι, καὶ διὰ τοῦτο θεο τόκον εἶναι τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν. Διὰ τοῦτο καὶ πρὸ τῆς σαρκώσεως τοῦ Θεοῦ λόγου, καὶ μετὰ τὴν αὐτοῦ σάρκωσιν τρεῖς ὑποστάσεις λέγομεν τοῦ πα τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς ἁγίας τριάδος τετάρτης υποστάσεως, ἤτοι προσώπου προσθή την μὴ ἐπιδεξαμένης. Ἐκ τούτων τοίνυν πάντων διελέγχονται οἱ λέγοντες πρὸ τῆς ἑνώσεως δύο φύσεις, ὡς προϋποστάντα λέγουσιν ἄνθρωπον, καὶ οὕτως ἐνωθῆναι τῷ Θεῷ λόγῳ, κατὰ τὴν μανίαν Θεοδώρου, καὶ Νεστορίου τῶν ἀσεβῶν· οἱ δὲ λέγοντες μὴ χρῆναι λέγειν μετὰ τὴν ἕνωσιν δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ μίαν φύσιν, σύγχυσιν, καὶ φαντασίαν εἰσάγοντες [εἰσάγουσι] κατὰ Ἀπολινάριον, καὶ Εὐτυχέα τοὺς ἀσεβεῖς. Ἀλλ᾽ οὗτοι μὲν ταῦτα. Οἱ δὲ ἅγιοι πατέρες μετὰ τὴν τοῦ λόγου ἐνανθρώπησιν θεωρήσαντες τὰ ἐξ ὧν ὁ Χριστὸς, καὶ ὅτι ἀσύγχυτοι με μενήκασιν αἱ φύσεις, ὀρθότατα τας δύο φύσεις την τε θείαν, καὶ ἀνθρωπίνην ἐν τῷ Χριστῷ εἶναι εἰρήκασιν. οὔτε γὰρ πρὸ τῆς ἐνανθρωπήσεως δύο φύσεις ἦσαν τοῦ κυρίου, οὐδὲ μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο μία γεγον σιν, εἰ καὶ ἐν μιᾷ ὑποστάσει γνωρίζονται. Ταῦτα δὲ καὶ ἐκ τῶν θείων γραφῶν, καὶ ἐκ τῆς τῶν πατέρων διδασκαλίας διδαχθέντες πρὸς ἀνατροπὴν τῶν
col. 1013–1014page 11 of 52
PG 86:1013συγχεόντων, και τεμνόντων τὸ τῆς θείας οἰκονομίας μυστήριον, εἰκότως ἐγράψαμεν, καὶ οὐ τῷ σαφηνίζειν τὰ ἐξ ὧν ἐστι, καὶ ἐν οἷς γνωρίζεται ὁ Χριστὸς, σύγχυσιν ἢ διαίρεσιν τῇ θείᾳ οἰκονομίᾳ εἰσάγομεν. Αμέλει δοξολογίαν καὶ τὸν τῆς ἑνώσεως λόγον προφέροντες, ἕνα Χριστὸν καὶ υἱν καὶ κύριον τὸν τοῦ Θεοῦ λόγον σεσαρκωμένον, καὶ ἐνανθρωπήσαντα ὁμολογοῦμέν τε, καὶ προσκυνοῦμεν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύμασι. Τούτων οὕτως ὑπὸ τῆς τοῦ Θεοῦ καθολικῆς ἐκκλησίας ὁμολογουμένων, γινώσκειν βουλόμεθα πάντας τοὺς Χριστιανούς, ότι ὥσπερ ἕνα Θεὸν καὶ κύριον ἔχομεν, οὕτω καὶ μίαν πίστιν. Εἷς γάρ ἐστιν όρος πίστεως, τὸ ὁμολογεῖν καὶ ὀρθῶς δοξάζειν πατέρα, καὶ Χριστὸν τὸν υἱὲν τοῦ Θεοῦ, καὶ ἅγιον πνεῦμα. Ταύτην τὴν ὁμολογίαν φυλάττομεν, εἰς ἦν καὶ ἐβαπτίσθημεν, δω ρηθεῖσαν μὲν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστολὰς, παρ' αὐτῶν δὲ κηρυχθεῖσαν ἐν ὅλῳ τῷ κόσμῳ. Οἱ δὲ τριακόσιοι δέκα καὶ ὀκτὼ πατέρες ἅγιοι οἱ συναχθέντες ἐν Νικαίᾳ κατὰ 'Αρείου, καὶ τοῦτον μετὰ τῆς αὐτοῦ ἀσε βείας καταδικάσαντες, τὴν αὐτὴν ὁμολογίαν, ἡ σύμβολον καὶ [ἅγιον [.] μάθημα τῆς πίστεως παραδεδώκασι τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ· καὶ μετ' ἐκείνους οἱ ἑκατὸν πεν τήκοντα ἅγιοι πατέρες οἱ συναχθέντες ἐν Κωνσταντινου πέλει κατὰ Μακεδονίου τοῦ πνευματομάχου, καὶ Μάγνου τοῦ ᾿Απολιναριστοῦ, καὶ τούτους καταδικάσαντες μετά τῆς αὐτῶν ἀσεβείας, ἀκολουθοῦντές τε κατὰ πάντα τῷ αὐτῷ ἁγίων συμβόλῳ τῷ παρὰ τῶν τριακοσίων δεκαοκτώ ἁγίων πατέρων παραδοθέντι, ἐτράνωσαν τὰ περὶ τῆς θεό τητος τοῦ ἁγίου πνεύματος. Ἔτι δὲ καὶ οἱ ἐν Ἐφέσῳ συναχθέντες τὸ πρότερον ἅγιοι πατέρες κατὰ Νεστορίου τοῦ δυσσεβοῦς, καὶ οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες κατά Εὐτυχοῦς τοῦ δυσσεβοῦς, ἀκολουθήσαντες κατά πάντα τῷ εἰρημένῳ ἁγίῳ συμβόλῳ, ἤτοι μαθήματι τῆς πίστεως, κατεδίκασαν τοὺς προειρημένους αἱρετικούς μετά τῆς αὐτῶν ἀσεβείας, καὶ τῶν ὅμοια αὐτοῖς φρονησάντων, ἢ καὶ φρονούντων. Καὶ πρὸς τούτοις ἀνεθεμάτισαν τοὺς ἕτερον ὅρον πίστεως ἦτοι σύμβολον και μάθημα παραδιδόντας τοῖς προσιούσι τῷ ἁγίῳ βαπτίσματι, ἢ ἐξ οἱασδήποτε αἱρέσεως ἐπιστρέφουσι παρὰ τὸν παραδοθέντα, ὡς εἴρηται, ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων παρ τέρων, καὶ τρανωθέντα ὑπὸ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων. Τούτων οὕτως ἐχόντων συνείδομεν καὶ κεφά λαια υποτάξαι τήν τε τῆς πίστεως ὀρθὴν ὁμολογίαν ἐν συντόμῳ, τήν τε τῶν αἱρετικῶν κατάκρισιν περιέχοντα. Εἴ τις οὐχ ὁμολογεῖ πατέρα, καὶ υἱὸν, καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα, ἤγουν φύσιν καὶ οὐσίαν, μίαν τε δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑπο στάσεσιν, ήγουν προσώποις προσκυνουμένην, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις οὐχ ὁμολογεῖ τὸν πρὸ αἰώνων, καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα Θεὸν λόγον ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν [κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ [.] σαρκωθέντα ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ ἄνθρωπον γενόμενον γεννηθέντα ἐξ αὐτῆς, καὶ διὰ τοῦτο τοῦ αὐτοῦ Θεοῦ λόγου εἶναι τὰς δύο γεννήσεις, την τε πρὸ αἰώνων ἀσωμάτως, καὶ τὴν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν κατὰ σάρκα, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις λέγει ἄλλον εἶναι τὸν Θεὸν λόγον τὸν θαυματουρ
col. 1015–1016page 12 of 52
PG 86:1015γήσαντα, καὶ ἄλλων τὸν Χριστὸν τὸν παθόντα· ἡ τὸν Θεὸν λόγον συνεῖναι τῷ Χριστῷ λέγει γενομένῳ ἐκ γυναικὸς, ἡ ἐν αὐτῷ εἶναι ὡς ἄλλον ἐν ἄλλῳ, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν α τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγου σας. κωθέντα, καὶ ἐνανθρωπήσαντα, καὶ τοῦ αὐτοῦ τὰ θαύ ματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις λέγει κατά χάριν, ἡ κατ' ἐνέργειαν, ἢ κατ' ἀξίαν, ἢ κατ' ἰσοτιμίαν, ἡ κατ' αὐθεντίαν, ἢ ἀναφορὰν, ἢ σχέσιν, ἢ δύναμιν, τὴν ἕνωσιν τοῦ Θεοῦ λόγου πρὸς ἄνε θρωπον γεγενῆσθαι, ή καθ' όμωνυμίαν, καθ᾽ ἦν οἱ Νεστοριανοί καὶ τὸν Θεὸν λόγον Χριστὸν καλοῦντες, καὶ τὸν 5 θρωπον κεχωρισμένως Χριστὸν ὀνομάζοντες κατά μόνην την προσηγορίαν ἕνα Χριστὸν λέγουσιν· ἢ εἴ τις λέγει κατ' εὐδοκίαν τὴν ἔνωσιν γεγενῆσθαι, καθώς Θεόδωρος ὁ α'με τικὸς αὐτοῖς λέξεσι λέγει, ὡς ἀρεσθέντος τοῦ θεοῦ λίγου τῷ ἀνθρώπῳ ἀπὸ τοῦ εὗ καὶ καλὰ δίξει αὐτῷ περὶ αὐτοῦ, εὐχὶ καθ᾽ ὑπόστασιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερά τὴν ἔνωσιν ὁμολογεῖ, καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν σύνθετον, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις κατὰ ἀναφορὰν, ἡ καταχρηστικῶς θεοτόκον λέγει τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν, ἡ ἀνθρωποτόκον, * Χριστοτόκον, ὡς τοῦ Χριστοῦ μὴ ὄντος Θεοῦ, ἀλλὰ μὴ κυρίως καὶ κατ' ἀλήθειαν θεοτόκον αὐτὴν ὁμολογεῖ, δια τὸ τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα Θεὸν λόγον ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐξ αὐτῆς σαρκωθῆναι καὶ γεν νηθῆναι, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις οὐχ ὁμολογεῖ τὸν ἐσταυρωμένον σαρκί Κύριονἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν εἶναι ἀληθινὸν, καὶ κύριον τῆς δόξης, καὶ ἕνα τῆς ἁγίας τριάδος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις ἐν δυσὶ φύσεσι λέγων μὴ ὡς ἐν θεότητι. καὶ ἐν ἀνθρωπότητι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ λόγου σαρκωθέντα ὁμολογεῖ, μηδὲ ἐπὶ τῷ σημα και την διαφορὰν τῶν φύσεων, ἐξ ὧν καὶ συνετέθη, ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φωνίν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ὡς κεχωρισμένας καὶ ιδιουποστάτους εἶναι τὰς φύσεις, καθώς Θεόδωρος καὶ Νεστόριος βλασφημοῦσιν, ὁ τοιοῦτος ἀνάθεμα έστω. Εἴ τις ἐπὶ τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τους ἐστι τοῦ σαρκωθέντος Θεοῦ λόγου τὸν ἀριθμὸν τῶν φύσ σεων ὁμολογῶν μὴ τῇ θεωρία τὴν διαφοράν τούτων, ἐξ ὧν καὶ συνετέθη, λαμβάνει, ὡς ταύτης οὐκ ἀνηρημένης διὰ τὴν ἕνωσιν, ἀλλ᾽ ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τῷ ἀριθμῷ κέχρηται, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. Εἴ τις λέγων, μίαν φύσιν τοῦ Θεοῦ λόγου σεσαρκωμέ την, οὐχ ούτως αὐτὸ ἐκλαμβάνει, ὡς ὅτι ἐκ τῆς θείας φύσεως, καὶ τῆς ἀνθρωπίνης εἰς Χριστὸς ἀπετελέσθη ὁμοούσιος τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοιύσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, ἀλλ' ὅτι τῆς θεότητος, καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ μία φύσις, ἤτοι οὐσία ἀπετελέσθη, κατὰ τὴν ᾿Απολιναρίου καὶ Εὐτυχούς κακο πιστίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστι.
col. 1017–1018page 13 of 52
PG 86:1017Επίσης γὰρ καὶ τοὺς ἀνὰ μέρος διαιρούντας, ἤτοι τέμνοντας, καὶ τοὺς συγχέοντας τὸ τῆς θείας οἰκονομίας μυστήριον τοῦ Χριστοῦ ἀποστρέφεται, καὶ ἀναθεματίζει ή καθολική εκκλησία. Εἴ τις μὴ ἀναθεματίζει Αρειον, Ευνόμιον, Μακεδόνιον, Απολινάριον, Νεστόριον, Εὐτυχέα, καὶ τοὺς τὰ ὅμοια τούτοις φρονοῦντας, ἡ φρονήσαντας, ἀνάθεμα ἔστω. ή Εἴ τις ἀντιποιεῖτοι Θεοδώρου τοῦ Μοψουεστίας του εἰπόντος, ἄλλον εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν Χριστίν, ὑπὸ παθῶν ψυχῆς καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ ἐκ προκοπῆς ἔργων βελτιωθέντα, καὶ βαπτισθέντα εἰς ὄνομα πατρὸς καὶ υἱοῦ, καὶ ἁγίουΠνεύματος, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίουΠνεύματος λαβεῖν, καὶ υἱοθεσίας ἀξιωθῆναι, καὶ κατ' ισότητα βασιλικῆς εἰκίνος εἰς πρόσωπον τοῦ Θεοῦ λόγου προσκυνούμενον, καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίκις, καὶ ἀναμάρτητον παντελώς γινόμενον· καὶ πάλιν εἰρηκότος τὴν ἔνωσιν τοῦ Θεοῦ λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι, οἷαν εἶπεν ὁ ἀπόστολος ἐπὶ ἀνδρὸς καὶ γυναικός • 4 Εσονται οἱ δύο εἰς σάρκα μίαν.» Καὶ πρὸς τοῖς ἄλλας ἀναριθμήτοις αὐτοῦ βλασφημίαις τολμήσαντος εἰπεῖν, ὅτι μετὰ τὴν ἀνάστ: σιν ἐμφυσήσας ὁ κύριος τοῖς μαθηταῖς, καὶ εἰπών, ο Λάβετε πνεῦμα ἅγιον,» οὐ δέδωκεν αὐτοῖς πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνεφύσησεν. Οὗτος δὲ καὶ τὴν ὁμολογίαν Θωμᾶ, τὴν ἐπὶ τῇ ψηλαφήσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς τοῦ κυρίου μετὰ τὴν ἀν στασιν, λέγων τό, «Ο κύριός μου καὶ Θεός μου,» εἶπε μὴ σ' ρῆσθαι περὶ τοῦ Χριστοῦ παρὰ τοῦ Θωμᾶ, οὐδὲ γὰρ εἶναι λέγει τὸν κύριον Θεὸν, ἀλλ' ἐπὶ τῷ παραδόξῳ τῆς ἀναστάσεως ἐκπλαγέντα τὸν Θωμᾶν ὑμνῆσαι τὸν Θεὸν τὸν ἐγείραντα τὸν Χριστόν. Τὸ δὲ χεῖρον, ὅτι καὶ ἐν τῇ τῶν πράξεων τῶν ἀποστόλων γενομένῃ παρ' αὐτοῦ δῆθεν ἑρμηνεία συγκρίνων ὁ αὐτὸς Θεόδωρος τὸν Χριστὸν Πλά των, καὶ Μανιχαίῳ, καὶ Ἐπικούρῳ, καὶ Μαρκίωνι, λέγει, ὅτι ὥσπερ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖο, δόγμα τοὺς αὐτῷ μαθητεύσαντας πεποίηκε καλεῖσθαι Πλατων κοὺς, καὶ Μανιχαίους, καὶ Ἐπικουρείους, καὶ Μαρκιωνιστές, τὸν ὅμοιον τρόπον καὶ τοῦ Χριστοῦ εὑραμένου τὸ δόγμα, ἐξ αὐτοῦ τοὺς Χριστιανούς καλεῖσθαι. Εἴ τις τοίνυν ἀντι ποιείται Θεοδώρου τοῦ τὰ τοιαῦτα βλασφημήσαντος, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὸν, καὶ τὰ αὐτοῦ συγγράμματα, καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας, ἡ φρονήσαντας, ἀνά θεμα έστω. Εἴ τις ἀντιποιεῖται τῶν συγγραμμ των Θεοδωρίτου, ἅπερ ἐξέθετο ὑπέρ Νεστορίου τοῦ αἱρετικοῦ, καὶ κατὰ τῆς ὀρθῆς πίστεως, καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνό δου, καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου, καὶ τῶν τῶν αὐτοῦ κα φαλαίων, ἐν οἷς ἀσεβέσι συγγράμμασι σχετικών λέγει τὴν ἔνωσιν τοῦ Θεοῦ λόγου προς τόν τινα ἄνθρωπον· περὶ οὗ βλασφημῶν λέγει, ὅτι ἐξηλάτησε Θωμᾶς τὸν ἀναστάντα, καὶ προσεκύνησε τὸν ἐγείραντα, καὶ διὰ τοῦτο ἀσεβεῖς καλεῖ τοὺς τῆς ἐκκλησίας διδασκάλους, τοὺς καθ' ὑπόστα σου τὴν ἔνωσιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ὁμολογοῦντας· καὶ πρὸς τούτοις θεοτόκου απαρνείται τὴν ἁγίαν ἔν δοξον ἀειπάρθενον Μαρίαν. Εἴ τις τοίνυν τὰ εἰρημένα συγγράμματα Θεοδωρίτου ἐπαινεῖ, ἀλλὰ μὴ ἀναθεμ τίζει αυτά, ἀνάθεμα ἔστω· διὰ ταύτας γὰρ τὰς βλασφημίας τῆς ἐπισκοπῆς ἐξεβλήθη, καὶ μετά τα τα ἐν τῇ ἁγίᾳ συν
col. 1019–1020page 14 of 52
PG 86:1019ὁδῳ τῇ ἐν Χαλκηδόνι συνωθήθη πάντα τὰ ἐναντία τοῖς μνημονευθείσιν αὐτοῦ συγγράμμασι ποιῆσαι, καὶ τὴν ὀρθήν πίστιν ὁμολογήσαι. Εἴ τις ἀντιποιεῖται τῆς ἀσεβοῦς ἐπιστολῆς τῆς λεγομέ της παρά "βα γεγράφθαι πρὸς Μάριν τ ν Πέρσην τὸν α ρετικών, τῆς ἀρνευμένης τὸν Θεὸν λόγον ἄνθρωπον για γενῆσθαι, καὶ λεγούσης μὴ τὸν Θεὸν λόγον ἐκ τῆς παρ θίνου σαρκωθέντα γενηθῆναι, υλιὰ ψιλὸν ἄνθρωπον ἐξ αὐτῆς γεννηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς ἄλλον εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν ἄνθρωπον· πρὸς τούτοις θε ἐνυβριζούσης τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον, ὡς χωρίς ζητήσεως καὶ κρίσεως Νεστόριον καταδικασάσης, καὶ τὸν ἐν ἁγίοις Κύριλλον αἱρετικὸν ἀποκαλούσης, καὶ ἀσεβῆ τὰ εδ' αὐτοῦ κεφάλαια· Νεστόριον δὲ καὶ Θεόδωρον μετὰ τῶν αὐτοῦ ἀσεβῶν συγγραμμάτων ἐπαινούσης, καὶ ἐκδικού σης. Εἴ τις τοίνυν τὴν εἰρημένην ἀσεβῆ ἐπιστολὴν ἐκδι κεῖ, ἡ ὀρθὴν αὐτὴν εἶναι λέγει, ἡ μέρος αὐτῆς, ἀλλὰ μὴ ἀναθεματίζει αὐτήν, ἀνάθεμα ἔστω. Τῆς τοιαύτης τοίνυν ἐπιστολῆς δικαίως ἀναθεματισθείσης διὰ τὰς περιεχομένας ἐν αὐτῇ βλασφημίας, οἱ τὰ Νεστορίου, ἡ Θεοδώρου ἀσεβῶς φρονοῦντες ἐπιχειροῦσι λέγειν. ταύτην δεδέχθαι παρὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνίδου, τοῦτο δὲ λέγουσι τὴν μὲν ἁγίαν σύνοδον συχος φαντοῦντες, τῷ δὲ ταύτης προσχήματι σπουδάζοντες τῆς ὀφειλομένη; κατακρίσεως ελευθερώσαι Θεόδωρου καὶ Νεστόριον, καὶ τὴν ἀσεβῆ ἐπιστολὴν, περὶ ἧς Ιβας πολ λάκις κατηγορηθεὶς οὐκ ἐτόλμησεν οἰκειώσασθαι διὰ τὰς περιεχομένας ἐν αὐτῇ βλασφημίας. Καὶ ταῦτα ἀποδείξου μεν ἐκ τῶν διαφόρως περὶ τούτου κεκινημένων. Ἐν γὰρ τοῖς παρὰ Φωτίου, καὶ Εὐσταθίου πεπραγμένοις ἐν Τύρῳ κατηγορουμένος ὁ προλεχθεὶς ας περὶ τῶν ὕβρεων τοῦ ἐν ἁγίοις Κυρίλλου φανερῶς κατέθετο, μετὰ τὴν ἕνωσιν τῶν ἀνατολικῶν πρὸς τὸν ἐν ἁγίοις Κύριλλον μηδέν ύβρεως ἐχόμενον ειρηκέναι περὶ αὐτοῦ· ἡ δὲ ἐπιστολὴ ἡ πεπληρωμένη τῶν εἰρημένων βλασφημιῶν, ἐφ' αἷς κατηγορεῖται βας, πολλὰς κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου περιέχουσα παρίστησ ν, ὅτι μετὰ τὴν ἕνωσιν τὴν πρὸς τοὺς ἀνατολικοὺς γέγονεν, ἐξ οὗ δείκνυται ας ἀπαρνησάμενος ταύ την. Οθεν οἱ μνημονευθέντες Φώτιος, καὶ Εὐστάθιος διὰ τὴν τῶν ἐγκαλούντων πληροφορίαν ἐγγράφως διετύπωσαν, τὸν εἰρημένον ιβαν πάντα τὰ ἐναντία τῇ ἐπιστολῇ πρᾶξαι, καθὼς ἡ περὶ τούτου δοθεῖσα παρ' αὐτῶν ἐπίκρισις δείκ ουσιν. ᾿Αλλὰ μὴ πληρώσας Ιβας τὰ παρ' ἐκείνων ἐπικριθέντα ἐξεβλήθη τῆς ἐπισκοπῆς διὰ τὰς βλασφημίας τῆς εἰρημένης ἐπιστολῆς, καὶ Νόννος ἀντ᾿ αὐτοῦ ἐχειροτονήθη, δς καὶ συνεκαθέσθη τῇ ἁγίᾳ ἐν Χαλκηδόνι συνόδῳ. Περί τῶν αὐτῶν τοίνυν καὶ ἐν Χαλκηδόνι κατηγορηθεὶς ὁ μνη μονεσθείς "Ιέας μετὰ τὴν ἀνάγνωσιν τῆς ἀσεβοῦς ἐπιστο γῆς οὐκ ἐτόλμησε ταύτην οἰκειώσασθαι, ἀλλ᾽ εὐθὺς αὐταῖς λέξεσιν ἐπήγαγεν, ὅτι ἀλλότριός είμι τῶν ἐπαγομένων μοι. Ὅθεν ἡ ἁγία σύνοδος, μὴ ἀρκεσθεῖσα τῇ ἀρνήσει Τα τῇ ἐπὶ τῇ ἀσεβεῖ ἐπιστολῇ συνώθησεν αὐτὸν τἀναντία ταύτῃ πρᾶξαι, τουτέστι τὴν ἐν αὐτῇ ἀθετουμένην πίστιν ὀρθὴν ὁμολογῆται, καὶ τὴν ἁγίαν ἐν Ἐφέσῳ πρώτην σύνοδον δέξασθαι, καὶ τὸν ἐν ἁγίοις Κύριλλον πατέρα καὶ διδάσκαλον ἐπιγράψασθαι, τὰ ἐν τῇ ἀσεβεῖ ἐπιστολῇ ὑβριζόμενα καὶ Νεστόριον καὶ τὸ ἀσεβὲς αὐτοῦ δόγμα αναθεματίσαι. Απερ ἡ ἀσεβὴς ἐπιστολὴ ἐπαινεῖ καὶ ἐκδικεῖ. Εἰ τοίνυν καὶ αὐτὸς α; διαφόρως κατηγορηθεὶς περὶ τῆς ἀτεβούς ἐπιστολῆς, οὐκ ἐτόλμησεν αὐτὴν οἰκειώσασθαι, ἀλλὰ καὶ
col. 1021–1022page 15 of 52
PG 86:1021ἡ ἁγία ἐν Χαλκηδόνι σύνοδος πάντα τὰ ἐναντία ταύτης παρεσκεύασεν αὐτὸν πρᾶξαι, πῶς εἶχεν ἡ αὐτὴ ἁγία σύνο οδος τὴν εἰρημένην ἐπιστολὴν δέξασθαι, καὶ τῷ κρίματι τῆς περιεχομένης αὐτῇ ἀσεβείας ὑποπεσεῖν, ἀφ᾽ ἧς Ιβαν ἐλευθερώσαι ἐσπούδασεν; ἐπειδὴ δὲ πάσας ὑπερβαίνοντες τὰς περιεχομένας τῇ ἐπιστολῇ βλασφημίας οἱ αἱρετικοί, τοῦτο μόνον ἐξ αὐτῆς προφέρουσι τὸ πρὸς ἀπάτην τῶν ἁπλουστέρων παρὰ τοῦ τὴν ἐπιστολὴν γράψαντος ειρημέν νον, τουτέστι δύο φύσεις, μίαν δύναμιν, ἐν πρόσωπον, ἀποδείξομεν αὐτὸν, καὶ ἐν τούτῳ τὴν ἰδίαν ἀσέβειαν παρ ραμιγνῦντα. Τίνος γὰρ ἂν λέγοι δύο φύσεις, καὶ ἐν πρόσ ωπον ὁ ἀπαρνούμενος τὸν Θεὸν λόγον σαρκωθῆναι ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ τεχθῆναι ἐξ αὐτῆς, ἀλλὰ πρόδηλον ὡς ἑκάστῃ φύσει ἴδιον πρόσωπον ἀπονέμει, καθώς Θεόδωρος καὶ Νεστόριος ἐν τοῖς ἰδίοις λόγοις βλασφημοῦντες ἐξέθεντο, οὓς καὶ ἐκδικεῖ ὁ γράψας τὴν ἐπιστολὴν μετὰ τῆς αὐτῶν ἀσεβείας. Ἐκεῖ και γὰρ φανερῶς λέγουσι δύο πρόσωπα τοῦ Θεοῦ λόγου, καὶ τοῦ Χριστοῦ, ἐν ψιλὸν ἄνθρωπον ἀποκαλοῦσι. Κατὰ σχετ κὴν δὲ συνάφειαν, καὶ τὴν αὐτὴν ἀξίαν τε καὶ τιμὴν ἐν πρόσωπον ἀναφαίνεσθαι λέγουσιν. ᾿Αλλὰ καὶ τῶν δύο φύσεων μίαν δύναμιν, ἤτοι δυναστείαν λέγων ὁ γράψας τὴν ἐπιστολὴν φανερός ἐστιν, ὡς καὶ ἐν τούτῳ ἀκολουθεῖ τοῖς εἰρημένοις αἱρετικοῖς, Θεοδώρῳ μὲν λέγοντι ἐν τοῖς περὶ ἐνανθρωπήσεως αὐτοῦ διαφόροις λόγοις ἀσεβῶς ἐχε τεθεῖσι, Νεστορίῳ δὲ ἐν πολλοῖς συγγράμμασι, μάλιστα δὲ ἐν τῇ ἐπιστολῇ τῇ γραφείσῃ πρὸς ᾿Αλέξανδρον τὸν αἱρε τικὸν Ἱεραπολίτην, ὅτι τῶν δύο φύσεων μία ἐστὶν αὐτ (εντία, καὶ μία δύναμις, ήτοι δυναστεία καὶ ἓν πρόσωπον κατὰ μίαν ἀξίαν, καὶ τὴν αὐτὴν τιμήν. Αφ᾽ ὧν ἀποδείκνυται ὁ τὴν ἐπιστολὴν γράψας κατὰ τὴν ἐκείνων κακοδοξίαν ἀντὶ προσώπων τῇ τῶν φύσεων προσηγορία χρησάμενος. Μία γὰρ αὐθεντία, καὶ μία δύναμις ἤτοι δυναστεία, καὶ μία ἀξία, καὶ ἡ αὐτὴ τιμὴ οὐκ ἐπὶ διαφόρων φύσεων, ἀλλ' ἐπὶ διαφόρων προσώπων καὶ τῆς αὐτῆς οὐσίας λέγε ται, ὑπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν. Οθεν καὶ οἱ ἅγιοι πατέρες ἀνεθεμάτισαν τοὺς κατ' αὐθεντίαν, ἢ δύο ναμε, ήτοι δυναστείαν, ἢ ἀξίαν, ἡ ἰσοτιμίαν λέγοντας τὸν Θεὸν λόγον τῷ Χριστῷ, ἐνῶσθαι, ἐν ψιλῶν ἄνθρωπον οἱ ἀπὸ Θεοδώρου και Νεστορίου καλοῦσιν, ἀλλ' οὐχὶ καθ᾽ ὑπό στασιν τὴν τοῦ λόγου πρὸς τὴν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερά την ένωσιν γεγενήσθαι ὁμολογοῦντας. Καὶ ἤρχει μὲν ταῦτα πρὸς τι διελέγξαι τὴν ἀσέβειαν τῶν ἐκδικούντων τήν μυσαρὼν ἐκείνην ἐπιστολήν. Πλὴν ὅμως καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς ὁ ταύτην γράψας τὴν ἰδιων δείκνυσι κακοδο ίαν λέγων, ὅτι δεῖ πιο στεύειν εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῷ νῷ, ἐν οἷς φανερῶς δύο εἰσάγει πρόσωπα. ᾿Αλλὰ καὶ ταύτην τὴν ἀσέβειαν ὁ γράψας τὴν ἐπιστολὴν παρὰ Θεοδώρου, καὶ Νεστορίου ἐδιδάχθη. Η μέντοι καθολικὴ ἐκκλησία την τοιαύτην κακοδοξίαν κατακρίνουσα οὐχὶ εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῷ ναῷ, ἀλλ᾽ εἰς ἕνα κριον Ιησούν Χριστὸν τὸν τοῦ Θεοῦ λόγου σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα ὁμολογεῖν, καὶ πιστεύειν παραδίδωσιν. Οὐδέν δὲ θαυμαστὸν, εἰ τῇ τῶν φύσεων ὀνομασίᾳ ἐχρήσατο ὁ τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν γράψας· ἔθος γὰρ τοῖς αἱρετικοῖς πρὸς ἀπάτην τῶν ἁπλουστέρων ταῖς παρὰ τῶν ὀρθοδό των εὐσεβῶς λεγομέναις φωναῖς κεχρήσθαι, καὶ τὴν εὐ
col. 1023–1024page 16 of 52
PG 86:1023Η τεθῆ τούτων ἔννοιάν τε καὶ ἐξήγησιν πρὸς τὴν οἰκείαν μεταφέρειν ἀσέβειαν· ἐπειδὴ ἔστιν ὅτε αἱ αὐταὶ φωναί καλῶς μὲν ἐξηγούμεναι, καὶ νοούμεναι, μετὰ τῆς εὐσε βείας εἰσὶ, κακῶς δὲ παρὰ τῶν αἱρετικῶν ἑρμηνευόμεναι, καὶ προφερόμεναι τὸ ἀσεβὲς ἔχουσιν· ἀμέλει Νεστόριον εἰπόντα μὲν δύο φύσεις καὶ ἐν πρόσωπον, μή ὁμολογοῦντα δὲ τούτων τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν, ἡ ἐν Ἐφέσῳ πρώτη ἁγία σύνοδος, ἧς ἐξῆρχον Κελεστίνος καὶ Κύριλλος οἱ ἐν ὁσίᾳ τῇ μνήμῃ, εὐ προσεδέξατο, ἀλλὰ καὶ κατεδί κασιν. Ἡμεῖς δὲ τῇ τῶν ἁγίων πατέρων διδασκαλία διὰ πάντων ἀκο ουθοῦντες, καὶ τὴν τῶν δύο φύσεων ἔνωσιν, ἐξ ὧν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἷς τῆς ἁγίας τριάδος, ὁ Θεὸς λόγος σαρκωθείς συνετέθη, καὶ τὴν τού των διαφοράν οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν ἀνωτέρω σαφέστερον ἀπεδείξαμεν. Καὶ ἤρχει μὲν τὰ παρ' ἡμῶν εἰ ρημένα πληροφο, ῆσαι τοὺς μὴ βουλομένους φιλονεικεῖν. ᾿Αλλ' ἐπειδὴ πρὸς ἀσέβειαν ἅπαξ ἐκκλίναντες καὶ ἑτέροις ἐπιχειροῦσιν, ἀναγκαίως ἡμεῖς καὶ τὰς τοιαύτας αὐτῶν προτάσεις ματαίας ἀποδείξομεν. Φασὶ γὰρ μὴ δεῖν ὑπὸ μέμψιν γενέσθαι τὴν ἀσεβὴ ἐπιστολὴν διὰ τὸ φέρεσθαι ἐν τισι βιβλίοις. ᾿Αλλ᾽ εἰ τοῦτό τις κατὰ τὴν αὐτῶν ἄνοιαν προσδέξηται, δεῖ καὶ Εὐτυχέα καὶ Νεστόριον δέχεσθαι, ἐπειδὴ πολλὰ καὶ περὶ τούτων ταῖς ἐν τῇ συνόδῳ πεπραγ μένει; ἐμφέρεται. Αλλ᾽ οὐδεὶς τῶν εὐφρονούντων τοῖς παρ' αὐτῶν λεγομένοις προσέξει τὸν νοῦν. Τὰ γὰρ περὶ τῶν αἱρετικῶν ἐν ταῖς συνόδοις προφερόμενα, καὶ μέρος τῶν ὑπομνημάτων γινόμενα οὐκ ἐπὶ τῷ ἐλευθερωτήν ι, άλλες έλεγχον αὐτῶν, καὶ ἐπὶ μείζονι κατακρίσει αὐτῶν τε, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων παραλαμβάνεται. Εἰ καὶ ὅτι τὰ τῆς ἀσεβοῦς ἐπιστολῆς φερόμενα ὑπομνήματα ἔν τισι μὲν βιβλίοις, ὡς εἴρηται, ἐντέτακται, ἐν δὲ τοῖς αὐθεντικοῖς, ἐν οἷς ὑπέγραψαν οἱ ὁσιώτατοι ἐπίσκοποι, οὐδαμῶς η ρηται. Πλήν κακείνῳ δεῖ προσέχειν τοὺς τὴν ἀλήθειαν ἐρευνῶντας· ὅτι πολλάκις τινὰ ἐν ταῖς συνόδοις παρά τι νων ἐν αὐταῖς εὑρισκομένων λέγεται ἢ κατὰ προσπάθειαν, ἡ κατ' ἐναντίωσιν, ἢ κατ᾽ ἄγνοιαν, οὐδεὶς δὲ προσέχει τοῖς κατὰ μέρος παρά τινων λεγομένοις, ἀλλὰ μόνοις τοῖς κατὰ κοινὴν συναίνεσιν παρὰ πάντων ὁριζομένοις. Εἰ γὰρ κατ' ἐκείνους βουληθείη τις προσέχειν ταῖς τοιαύταις ἐναντιώσεσιν, ἑκάστη σύνοδος εὑρίσκεται ἑαυτὴν ἀνα τρέπουσα. Διὰ ταῦτα τοίνυν ἔδει αὐτοὺς, εἴπερ ὀρθῶς ἐδέχοντο τὴν ἁγίαν σύνοδον, μὴ τοιαύτας αὐτῇ μέμψεις περιάπτειν, ἀλλὰ ἀκολουθῆσαι τοῖς διδασκάλοις τῆς καθο λικῆς ἐκκλησίας. καὶ μάλιστα τῷ ἐν ἁγίοις ᾿Αθανασίῳ τῷ γενομένῳ τῆς ᾿Αλεξανδρέων ἐκκλησίας ἐπισκόπῳ, καὶ πολ λοὺς καὶ μεγάλους ἀγῶνας ἀναδεξαμένῳ ὑπὲρ τῆς τῶν Χριστιανῶν πίστεως ὀρθῆς κατὰ πάσης αἱρέσεως, καὶ μάλιστα τῶν ἀσεβεστάτων ᾿Αρειανῶν· τῶν γὰρ αὐτῶν Αρειανών πρὸς ἀπάτην τῶν λαῶν εἰς τὴν ἑαυτῶν μερίδα ἐπισπωμένων Διονύσιον, πρὸ πολλῶν ἐτῶν τοῦ ἐν ἁγίοις ᾿Αθανασίου τῆς ᾿Αλεξανδρείας γενόμενον ἐπίσκοπον, καὶ λεγόντων, ὡς καὶ αὐτὸς ὁ Διονύσιος τὰ ὅμοια αὐτοῖς ἐφρόνησεν, Αθανάσιος ὁ μέγας τῆς ἐκκλησίας διδάσκαλος πολλοῖς τρόποις ἐγγράφως ἀπέδειξε, τὴν ὀρθὴν πίστιν Διονύσιον ἐξ ἀρχῆς κηρύξαι, καὶ μηδαμῶς ἐπικοινωνῆσαι τῇ τῶν ᾿Αρειανῶν ἀσεβεί. Οὗτοι δὲ τὰ τῶν αἱρετικῶν φρονοῦντες τὴν οἰκείων ἀσέβειαν ταύτῃ περιάπτειν σπου δάζουσιν. Ὁποῖον δέ ἐστι κατάκριμα, καὶ ποία ἐπίκειται
col. 1025–1026page 17 of 52
PG 86:1025ἀρὰ τοῖς εἰς πατέρας ἁμαρτάνουσι, διδάσκει ἡμᾶς καί ἡ Γεία γραφή. Εἰ γὰρ Χὰμ ὁ υἱὸς τοῦ Νῶς θεασάμενος γυα μνὸν τὸν ἴδιον πατέρα, καὶ μὴ καλύψας τὴν τοῦ πατρὸς σωματικήν γύμνωσιν, ἐξελθὼν ἐπήγγειλε ταύτην τοῖς ἀδελφοῖς, καὶ ἐκεῖνοι ἱματίῳ ταύτην περιεσκέπασαν, αυτ τὸς δὲ Χὰμ καὶ οἱ ἐξ αὐτοῦ γεννηθέντες ὑπὸ κατάραν γε γόνασιν, οἱ δὲ σκεπάσαντες εὐλογίας μεγάλης ἠξιώθησαν πολλῷ μᾶλλον οὗτοι μείζονος καὶ ἔτι πλείονος κατακρίσεως εἰσιν ἄξιοι, οἱ τὴν μηδαμῶς προσοῦσαν ἀτιμίαν τῇ συν όδω σπουδάζοντες διὰ τῆς ἀσεβείας τῆς ἐπιστολῆς καὶ Θεοδώρου περιάπτειν αὐτῇ. Αλλ' οὐ διὰ τοῦτο ἡ ἀσεβῆς ἐπιστολή, ἢ οἱ ταύτης ἀντιποιούμενοι ἐκτεύξονται τὴν ἐπὶ τῇ αὐτῶν ἀσεβεία κατάκρισιν. Αλλ' οὐδὲ Θεόδωρος ὁ Ελ ληνάς τε καὶ Ἰουδαίους καὶ πάντας αἱρετικοὺς τῇ ἀσε βεία υπερβαλλόμενες. Οὗτος γὰρ πρὸς ταῖς ἄλλαις αὐτοῦ βλασφημίαις οὐκ ἐς κέσθη τῷ πρὸς τὴν ἰδίαν πλάνην παρ ερμηνεῦσαι τὸ σύμβολον τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων, ἀλλὰ καὶ περιφρονήσας τούτον ἕτερον σύμβολον ἐξέθετο πάσης ἀσεβείας πεπληρωμένον, ἐν ᾧ ἀναθεματίσαι τοὺς ἑτέρως φρονοῦντας, ἢ παραδιδόντας ἐτόλμησεν· ὥστε ὅσον κατὰ τὴν ἐκείνων μανίαν πάντας τοὺς ἁγίους ἀποστόλους, καὶ πατέρας κατακεκρίσθαι τοῦτο δὲ τὸ ἀσεβές Θεοδώρου σύμβολον καὶ ἐν τῇ κατ' Εφεσον πρώτη συνόδῳ προκομισθέν, καὶ ἐν Χαλκηδόνι ἀναγνωσθέν ὑφ' ἑκατέρας συνόδου μετὰ τοῦ ἐκθεμένου καὶ τῶν δεξαμένων αὐτὸ κατεκρίθη. Ἐπειδὴ δέ τινες τὸν ὑπὲρ Θεοδώρου λόγον ποιούμενοι προφερομένων τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων διὰ τὴν ἐνοῦσαν αὐτοῖς βλασφημίαν προσποιοῦνται μὲν λέγειν, ὅτι ἀσεβῆ ταῦτα τυγχάνει, αὐτὸν δὲ τὸν τοιαύτην ἀσέ βειαν ἐξεμέσαντα παραιτοῦνται ἀναθεματίζειν, θαυμάζο μεν τὴν τούτων ἄνοιαν, ὅτι τῇ θείᾳ τολμῶσιν ἐναντιοῦσε θαι γραφῇ φανερῶς λεγούσῃ, ὅτι ε ἐν ἴσῳ μισητὰ Θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ.» Καὶ γὰρ τὸ πραχθέν σύν τῷ δράσαντι κολασθήσεται. Εἰ δὲ ὁμοίως τῇ αὐτοῦ ἀσε βείᾳ μισητὸς Θεῷ καὶ ὁ ἀσεβῶν, πρόδηλον ὡς ὁ τοιοῦτος κεχώρισται τοῦ Θεοῦ, καὶ τῷ ἀναθέματι δικαίως ὑποβάλλεται. Τὸ γὰρ ἀνάθεμα οὐδὲν ἕτερον σημαίνει, ἢ τὸν ἀπὸ τοῦ Θεοῦ χωρισμόν, ὡς ἐν τῇ παλαιᾷ καὶ καινῇ διαθήκῃ τὸ περὶ τοῦ ἀναθέματος κρίμα δηλοί. Ότι δὲ ὁ κύριος τοὺς μὴ ὄντας ἐν τῷ τῆς ἀληθείας αὐτοῦ λίγῳ, κεχωρισμένους εἶναι λέγει τῆς ἐκκλησίας, ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ πρὸς τοὺς Ἰουδαίους διαλεγόμενος οὕτω φησί Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δέ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ δὲ υἱὸς μέσ κει εἰς τὸν αἰῶνα. ο Ότι δὲ τὴν παρὰ τοῦ κυρίου ὠνομασμένην οἰκίαν ἡ θεία γραφὴ ἐκκλησίαν Θεοῦ ζῶτος καλεῖ, ὁ ἀπόστολος μαρτυρεῖ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ ἐπι στολή. Εἰ δὲ λέγουσι τινες μὴ δεῖν Θεόδωρον μετά θάνατον ἀναθεματίζεσθαι, ἵστωσαν οἱ τὸν τοιοῦτον αἱρετικὸν ἐκε δικοῦντες, ὡς πάς αἱρετικός μέχρι τέλους τῇ οἰκείᾳ πλάνῃ ἐμμείνας δικαιότερον διηνεκεῖ ἀναθεματισμῷ καὶ μετὰ θάνατον ὑποβάλλεται. Καὶ τοῦτο ἐπὶ πολλοῖς γέγο νιν αἱρετικοῖς ἀρχαιοτέροις τε καὶ τοῖς ἐγγυτέρω· τουτ έστι Βαλεντίνῳ, Βασιλείδη, Μαρκίωνι, Κηρίνθῳ, Μανιχαίῳ. Ευνομίῳ, καὶ Βονήσῳ· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ Θεο δώρῳ γέγονε καὶ ἐν ζωῇ κατηγορηθέντι, καὶ μετὰ θάνατον πιν).
col. 1027–1028page 18 of 52
PG 86:1027ἀναθεματισθέντι ὑπὸ τῶν ἁγίων πατέρων. Οἷς εἰ μὴ βού λονται πείθεσθαι ὡς αἱρετικοὶ οἱ τούτου ἀντιποιούμενοι, τῇ γοῦν παρ' αὐτῶν ἐκδικουμένη ἀσεβεῖ ἐπιστολῇ πιστευσάτωσαν, ἥτις εἰ καὶ τὰ μάλιστα Θεόδωρον ἐκδικεῖ, όμως φανερῶς λέγει, ὅτι καὶ ἐπὶ ἐκκλησίας παρ' ἁγίων πατέρων ἀνεθεματίσθη, καὶ ἐξ ἐκείνου πολλή ζήτησις γέν γονε περὶ τῶν αὐτοῦ συγγραμμάτων, ὡς ἀσεβείας δηλον ότι πεπληρωμένων· τοῦτο δὲ ἐποίουν τηνικαῦτα οἱ τῆς καθολικῆς ἐκκλησίας, ἐφ᾽ ᾧ μὴ τοὺς ἁπλουστέρους ἐντυγχάνοντας τοῖς ἐκείνου ἀσεβέσι συγγράμμασι τῆς ὀρθῆς παρατρέπεσθαι πίστεως. Οτι δὲ οἱ ἀσεβεῖς εἰ καὶ μὴ κατὰ πρόσωπον μὲν ἐν ζωῇ δέξωνται ἀναθεματισμόν, ὅμως καὶ μετὰ θάνατον ἀναθεματίζονται ὑπὸ τῆς καθολικῆς ἐκκλησίας, δείκνυται ἐκ τῶν ἁγίων συνόδων. Η μέν γὰρ ἐν Νικαίᾳ τοὺς τὸ ἀσεβές ᾿Αρείου φρόνημα προσω βεύοντας ἀνωνύμως ἀνεθεμάτισεν. Ἡ δὲ ἐν Κωνσταντινουπόλει την Μακεδονίου ἀσεβεστάτην α ρεσιν ὁμοίως ἀνεθεμάτισεν· ἀλλ' ὅμως ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία καὶ μετὰ θάνατον "Αρειον, καὶ Μακεδόνιον ὀνομαστὶ ἀναθεματίζει. Ἐκ πολλῶν δὲ τῶν ἀποδείξεων ελεγχόμενοι, ὡς ἐπεβοῦσι δ ακενῆς οἱ Θεοδώρου καὶ τῆς ἀσεβείας αὐτοῦ ἀντιποιούμενοι, ἐφ' ἑτέρων ματαίαν πρόφασιν καταφεύγουσι λέγοντες, μὴ δεῖν αὐτὸν ἀναθεματισθῆναι διὰ τὸ ἐν τῇ κοινωνίᾳ τῶν ἐκκλησιῶν τετελευτηκέναι. Εδει δὲ αὐτ τοὺς εἰδέναι, ὡς ἐκεῖνοι τελευτῶσιν ἐν τῇ κοινωνίᾳ τῶν ἐκκλησιῶν, οἱ τὸ κοινὸν τῆς εὐσεβείας δόγμα τὸ ἐπὶ τῆς καθολικῆς ἐκκλησίας κηρυττόμενον μέχρι τέλους φυλα ξάμενοι. Οὗτος δὲ τῇ οἰκείᾳ ἐντελευτήσας ἀσεβείᾳ ἀπὸ πάσης ἐκκλησίας εξεβλήθη. ᾿Αμέλει τοι καὶ πᾶν τὸ πλή ρωμα τῆς ἐν Μοΐουιστίᾳ ἐκκλησίας, ἐν ᾗ λέγεται ἐπίσκοπος γεγενήσθαι, διὰ τὰς βλασφημίας, δι' ὥσπερ Ελλησί τε, καί Ἰουδαίοις, καὶ Σοδομίταις παρὰ τῶν ἁγίων πατ τέρων συνηριθμήθη, ἀπήλειψαν ἐξ ἐκείνου τῶν ἱερῶν τῆς ἐκκλησίας διπτύχων τὴν τούτου προσηγορίαν, ὡς τὰ περὶ τούτου συστάντα κατὰ τὴν αὐτὴν πόλιν παρὰ τῷ συνόδῳ τῆς ἐπαρχίας ὑπομνήματα δείκνυσι. Θαυμάζομεν τοίνυν τοὺς ἐκδικοῦντας Θεόδωρον, οἰκειουμένους αὐτόν τε καὶ τὴν αὐτοῦ ἀσέβειαν, όπου γε ἡ ἐκκλησίᾳ, ἐν ᾗ γέ γον:ν ἐπίσκοπος, ὡς αἱρετικὸν ἐκ πολλῶν τῶν χρόνων αὐτὸν ἀπεβάλετο. Οτι δὲ ἐπὶ κατακρίσει οἰκείᾳ τὴν τοιαύ την προβάλλονται πρόφασιν οἱ Θεόδωρον ἐκδικοῦντες, ἔξεστι γνῶναι καὶ ἐξ αὐτοῦ τοῦ ἐπὶ Ἰούδα γενομένου φου βεροῦ κρίματος. Ἐκεῖνος γὰρ νομίσας λανθάνειν τὸν τὰ κρυπτὰ τῶν ἀνθρώπων γινώσκοντα, ἐκοινώνησε τῶν μυσ τηρίων τοῖς ἀποστόλους, ἀλλ' ὅμως οὐδὲν αὐτὸν ὤνησε, η καὶ ἡ μετὰ ὑποκρίσεως κοινωνία. ᾿Αλλὰ οὐδὲ καὶ τὸ μετὰ θάνατον αὐτοῦ δώδεκα ονομασθῆναι τοὺς μαθητάς, ὡς φησιν Ἰωάννης ὁ εὐαγγελιστής λέγων, ο Θωμᾶς δὲ ὁ λεγόμενος Δίδυμος, εἷς τῶν δώδεκα, οὐκ ἦν μετ᾿ αὐτῶν, ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς, ν ἡ ἐξαίρει τὸν Ἰούδαν τῆς κατακρίσεως, ἡ συναριθμεῖσθαι ποιεῖ τοῖς ἀποστόλοις. Αμέλει τοι μετά τὴν τοῦ κυρίου ἀνάληψιν οἱ ἀπόστολοι δι' οἰκείας ψήφου τὸν αὐτὸν Ἰούδαν καὶ μετὰ θάνατον κατεδίκασαν, καὶ ἕτερον ἀντεισήγαγον. Ὅτι δὲ ματαίαν πρόφασιν προβάλλονται λέγοντες, μὴ δεῖν τοὺς τελευτώντας αἱρετικούς ἀναθεματίζεσθαι, καὶ ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων ἀποδείξομεν. Τοὺς γὰρ ἀσεβεῖς καὶ ἔτι ζῶντας νεκρούς ὀνομάζει λέγων· 4 "Αφες τοὺς νεκροὺς θάψαι τοὺς κ τῶν νεα κρούς· ν ὥσπερ οὖν καὶ τοὺς δικαίους τελευτήσαντας ζων ή
col. 1029–1030page 19 of 52
PG 86:1029τὰς ἀποκαλεῖ. Λέγει γάρ περ. Αβραὸμ καὶ Ἰσαὰκ καὶ ακώς, ὅτι ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Εἰ τοίνυν κατὰ τοὺς ἐκείνων λόγου; οὐ χρὴ τοὺς αἱρετικοὺς τελευτῶντας ἀναθεματίζεσθαι, οὐδὲ ζῶντες αἱρετικοί ένα εκατισθήσονται, οὓς νεκροὺς ὁ κύριος ἀποκαλεῖ, διὰ τὸ ἀποκι χωρισμένους εἶναι, αὐτοῦ εἰπόντος, «Εγώ είμι ἡ ζωή· ν καὶ κατ᾿ αὐτοὺς λοιπὸν οὔτε ζῶντες, οὔτε τελευτῶντες αἱρετικοὶ ἀναθεματισθήσονται· καὶ μάτην κατ' ἐκείνους ἡ ἀποστολική διδασκαλία παραδέδωκεν αναθε ματίζεσαι τοὺς παραδιδόντας παρ᾽ ὁ παρελάβομεν· μά- 1) την αἱ ἅγιαι σύνοδοι τοὺς αἱρετικοὺς κατέκριναν μάτην καὶ οἱ ἄλλοι ἅγιοι πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας τοὺς αἱρετικοὺς ἀνεθεμάτισαν. Μέμψωνται δὲ καὶ Ἱερε μέα τῷ προφήτῃ λέγοντι, «Επικατάρατος ὁ ποιῶν τὰ ἔργα τοῦ κυρίου ἀμελῶς· 1 καὶ Δαυὶδ τῷ προφήτῃ εἰπόντι, «Επι κατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου· ν και συν τόμως εἰπεῖν, πάσῃ τῇ θείᾳ γραφῇ πολλαχοῦ τάς τοιαύτας κατακρίσεις ἐπαγούσῃ τοῖς ἀσεβέσιν. Εἰ δὲ οἱ ἀμελῶς ποιοῦντες τὰ ἔργα κυρίου, καὶ ἁμαρτάνοντας περὶ τὰς αὐτοῦ ἐντολὰς, τοιαύταις κατακρίσεσιν ὑποβάλλονται, πόσῳ μᾶλλον Θεόδωρος ὁ ἀσεβής, ὁ τοιαῦτα κατ' αὐτοῦ τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βλασίτι σας, δικαιότερον κατακέκριται, καὶ ἀναθεματίζεται; καὶ ἔρχει μὲν ταῦτα πρὸς ταῖς παρατεθείσαις ἀνωτέρω τε, καὶ ἐν ἑτέροις ἡμῶν λόγοις ἀποδείξεσι, περὶ τοῦ δεῖν καὶ μετὰ τελευτὴν τοὺς αἱρετικοὺς κατακρίνεσθαι, καταισχύνειν τοὺς Θεοδώρου μεταποιουμένους, καὶ παύειν τῆς τοιαύτης ἀσεβείας. Διὰ δὲ τὸ ἐμφιλονείκως τοῖς αὐτοῖς ἐπιμένειν. καὶ τὸ πλέον ἐροῦμεν, ὅτι τινὲς τῶν συναχθέν των ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ συνόδῳ, καὶ ὑπογράψαντες τῷ ἐκτεθέντι παρ' αὐτῆς ὅρῳ, ἤτοι συμβόλῳ τῆς πίστεως, ἐπειδὴ μετὰ ταῦτα ἐναντία φρονήσαντες ἐφάνησαν, οἱ μὲν ζῶντες, οἱ δὲ μετὰ θάνατον ἀν θεματίσθησαν παρὰ Δα μάσου τοῦ τῆς ὁσίας μνήμης πάπα τῆς πρεσβυτέρας Ρώμης, καὶ τῆς ἐν Σαρδικῇ συνόδου, καθὰ μαρτυρεῖ καὶ ὁ ἐν ἁγίοις ᾿Αθανάσιος. ᾿Αλλὰ καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος Δόμνν τὸν ᾿Αντιοχείας γενόμενον ἐπίσκοπον μετά θάνατον κατεδίκασε, τολμήσαντα μόνον γράψαι, δεῖν παρασιωπηθῆναι τα δώδεκα κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου. Ἐπειδὴ δὲ οἱ Θεοδώρου ἀντιποιούμενοι αἱρετικοὶ πάσης προτάσεως καὶ ἐγχειρήσεως ἐκπεπτωκότες ἐπεχείρησαν λέγειν πρὸς ἀπάτην τῶν ἀγνοούντων, ὡς ὁ τῆς ὁσίας μνήμης Κύριλλος ἔν τινι μέρει ἐπιστολῆς τοῦτον ἐπήνεσεν ἐκ πολλῶν ἀποδείκνυται, ὅτι οὐ συμβαίνει τὸ αὐτῶν ἐγχείρημα τοῖς εἰρημένοις παρὰ τοῦ ἐν ἁγίοις Κυρίλλου ἐν διαφόροις αὐτοῦ λόγοις κατὰ τοῦ δυσσεβοῦς Θεοδώρου, ἐν οἷς ἀσεβέστερον αὐτὸν πάντων τῶν ἄλλων αἱρετικῶν ἀπο δείξας εἶναι, οὐκ ἐνεγκὼν τὸ πλῆθός τε, καὶ τὸ μέγεθος τῶν αὐτοῦ βλασφημιῶν τῶν εἰρημένων κατὰ τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπεφθέγξατο οὔτ τως εἰπών· ο Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλείω σφόδρα, λέγει κύριος. Ὁ τῆς ἀποῤῥήτου σκαιότης τος, ὦ γλώσσης λαλούσης ἀδικίαν κατὰ τοῦ Θεοῦ, καὶ τὸ κέρας αἱρούσος.» Καὶ πάλιν Επίθες, ἄνθρωπε, τῇ σαυτοῦ γλώττη θύραν καὶ μοχλόν. Παῦσαι τὸ κέρας εἰς ἴψος ἐπαίρων, καὶ λαλῶν ἀδικίαν κατὰ τοῦ Θεοῦ. Μέχρι τίνος ἐπιπηδῆς ἀνεξικακοῦντι Χριστῷ; εἰς νοῦν ἔχε τὸ γεγραμ
col. 1031–1032page 20 of 52
PG 86:1031μενον παρὰ τοῦ θεσπεσίου Παύλου Οὕτω δὲ ἁμαρτάνον τις εἰς τοὺς ἀδελφοὺς, καὶ πλήττοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν εἰς Χριστὸν ἁμαρτάνετε. — Καὶ ἵνα τι καὶ ἐκ προφητικών φθέγξωμαι βιβλίων, - Εδικαιώθη Σίδημα ἐκ σου. Νενίκηκας τὰς τῶν Ἑλλήνων αθυροστομίας, ὡς ἐποιήσαντο κατά Χριστοῦ, μωρίαν ἡγούμενοι τὸν σταυ ρόν. Οὐδὲν ὄντα διέδειξας τὰ τῆς Ἰουδαϊκῆς ἀπονοίας ἐγκλήματα.» Τούτων τ ίνυν οὕτως ἐπὶ κατακρίσει τοῦ ἀσεβεῖς Θεοδώρου ὑπὸ τοῦ ἐν ἁγίοις Κυρίλλον εἰρημένων, εἰ καὶ δοίη τις κατὰ τοὺς ἐκείνων λόγους τὴν ἐν ἁγίοις Κύριλλον εἰρηκέναι τι ὑπὲρ Θεοδώρου, οὐδὲ τοῦτο ἐξαιρεῖται αὐτὸν τῆς κατακρίσεως. Ευρίσκομεν γάρ, ὡς πολλοὶ τῶν ἁγίων πατέρων τινὰς τῶν αἱρετικῶν ἀπεδέξαντο, ὥσπερ καὶ ὁ ἐν ἁγίοις Δάμασος, καὶ ᾿Αθανάσιος, καὶ Βασίλειος Ἀπολινάριον, καὶ Λέων δὲ ὁ τῆς ἁγίας μνήμης Εὐτυχέα. και όμως ἐπειδὴ φανερά γέγονεν ἡ τούτων ἀσέβεια, οὐκ ἐξέ φυγαν διὰ τὴν τοιαύτην ἀποδοχὴν αἱρετικοὶ τὴν μετά ταῦτα εἰς οἰκεῖον πρόσωπον καὶ τὴν αὐτῶν ἀσέβειαν για νομένων κατάκρισία τε καὶ ἀναθεματισμόν. Τοσαύτη δέ ἐστιν ἡ μανία τῶν Θεόδωρον ἐκδικούντων, ότι τολμώσι καταψεύδεσθαι καὶ Γρηγορίου τοῦ θεολόγου, καὶ Ἰωάννου τοῦ Κωνσταντινουπόλεως, ὡς ἐπιστολὺς πρὸς αὐτὸν Θεόδωρου ἀποστειλάντων πεπληρωμένας ἐπαίνου· ὑπερ ψεύδους ἐστὶ μεστόν. Γρηγόριος μεν γάρ, ὅτι ὑπὲρ τῆς ἀληθείας ἐν Κωνσταντινουπόλει αγωνισάμενος, καὶ τοὺς λαοὺς ἀπὸ τῆς τῶν ᾿Αρειανῶν πλάνης εἰς τὴν ὀρθόδοξον πίστιν ἐπιστρέψας εἰς τὴν οἰκείαν ἐπανῆλθε πατρίδα, τὰς παρὰ τῶν αἱρετικῶν κακούργως προφερομένας έπι στολὰς οὐ πρὸς Θεόδωρον τον Μοψουεστία; ἔγραψεν, ἀλλὰ πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων, ἥτις ἐστὶ τῆς δευτέρας Καππαδόκων μητρόπολις. Τῆς δὲ αὐτῆς χώρας ἐστὶν ή Ναζιατζός, ἧς γέγονεν ἐπίσκοπος ὁ αὐτὸς ἐν ἁγίοις Γρηγόριος, καὶ ᾿Αριανζὸς τὸ χωρίον. ὅθεν ώ μᾶτο. Τοῦτο γὰρ καὶ αὐταὶ σαφῶς δηλοῦσιν αἱ ἐπιστολαί, μεμνημέναι ἐθνῶν, καὶ συνόδων, καὶ τοῦ αὐτοῦ χωρίου ᾿Αριανζού, καὶ ἑτέρων χωρίων τῆς αὐτῆς ἐπαρχίας, καὶ μηνὸς τῇ ἐπιχωρίῳ διαλέκτω Καππαδόκων ὠνομασμένων, καὶ Βοσπορίου ἐπισκόπου ὑπ' αὐτὸν τελοῦντος Κολωνίας τῆς πόλεως, καὶ ἑτέρων ἐπισκόπων, καὶ χωρεπισκόπων, καὶ μοναστηρίων ὑπὸ τὸν αὐτὸν τελούντων Θεόδωρον μνημονεύουσαι, ὧν καὶ μέχρι νῦν σώζεται τὰ ὀνόματα. Ποία δὲ μετουσία Καππαδόκαις πρὸς τοὺς τῆς δευτέρας Κιλικίας ἡ τότε ἡ νῦν ὑπάρχει, διαμεμερισμένης τῆς τῶν ἐπαρχιῶν τούτων διοικήσεως; ή ποίους ἐπισκόπους ὑφ' ἑαυτὸν ἔχειν ἡδύνατο ὁ Μοψουεστίας ἐπίσκοπος, αὐτὸςὑπὸ τὸν τῆς αὐτῆς δευτέρας Κιλικίας μητροπολίτην τελῶν; Ἰωάννης δὲ ὁ Κωνσταντινουπόλεως ἔγραψεν ἐπιστολή, πρὸς Θεόδωρον τὸν Μοψουεστίας, οὐκ ἐπαίνων δέ, ἀλλὰ μέμψεων καὶ ἐπιτιμήσεων οὖσαν μεστήν, ὡς ἐκπεσόντες αὐτοῦ τῆς θεοσεβείας. Συνασκήσα; γὰρ αὐτῷ τὸν μονήρη βίον ἐν ἑνὶ καὶ τῷ αὐτῷ μοναστηρίῳ, τῆς ἐκεῖσε συνδιαγωγῆς ἀναμιμνήσκει αὐτόν. Καὶ ταῦτα μαρτυρεῖ σωζομένης, καὶ Ησύχιος, καὶ Σωκράτης, καὶ Θεοδώριτος ὁ πολ λοὺς ὑπέρ Θεοδώρου λόγους τε καὶ ἐπαίνους ἐκτείνας. Εἰ δὲ προφέρουσι μαρτυρίας Ιωάννου τοῦ ᾿Αντιοχείας και τῆς ὑπ' αὐτὸν ἀνατολικῆς συνόδου, ὑπὲρ Θεοδώρου καὶ τῆς αὐτοῦ ἀσεβείας γενομένης, ἀνάγκη αὐτοὺς κἀκεῖνα δέξασθαι, ἅπερ ὅσον τό γε ἐπ' αὐτοῖς εἰς κατάκρισιν τοῦ ἐν ἁγίοις Κυρίλλου, καὶ ἀθέτησιν τῆς ὀρθῆς πίστεως οἱ περὶ Ἰωάννην ἐτόλμησαν· καὶ ἅπερ ἔγραψαν, Νεστόριον
col. 1033–1034page 21 of 52
PG 86:1033καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐπὶ πλεῖστον χρόνον ἐκδικούν τῆς. Καὶ τοῦτο δείκνυται ἐκ διαφόρων αὐτῶν λόγων τε καὶ ἐπιστολῶν πρὸς Θεοδόσιον τὸν τῆς εὐσεβοῦς λήξεως, καὶ ἑτέρους διαφόρους γραφεισών. καὶ ταῦτα μὲν οὕτως· ἵνα δὲ μηδὲν τῆς ἀκριβείας παρ ραλείψωμεν, ἀναγκαῖον ἐνομίσαμεν μνησθῆναι καὶ τῶν γραφέντων παρὰ Αὐγουστίνου τοῦ τῆς ὁσίας μνήμης ἐπι σκόπου ἐν ᾿Αφρικῇ γενομένου. Ζητήσεως γάρ τινος περὶ Καικιλιανοῦ μετά θάνατον αὐτοῦ κινηθείσης, ὡς τῆς ἐκ κλησιαστικῆς παρατραπέντος παραδόσεως, καί τινων τού του χάριν χωρισάντων ἑαυτοὺς ἀπὸ τῆς καθολικῆς ἐκε κλησίας. γράφει πρὸς Βονιφάτιον ὁ αὐτὸς τῆς ὁσίας μνήμης Αὐγουστίνος, ὡς οὐκ ἔδει τινὰς διὰ τοῦτο χωρίς σαι ἑαυτοὺς τῆς καθολικῆς ἐκκλησίας. Εἰ γὰρ ἀληθῆ ὑπῆρχε τὰ ἐπαγόμενα Καικιλιανῷ, καὶ ἐφανερώθη ἐναντία φρονήσας τῆς καθολικῆς καταστάσεως, καὶ μετὰ θάνατον ἂν τοῦτον ἀναθέματι ὑπέβαλον. ᾿Αλλὰ καὶ κανὼν τῆς ἁγίας ἐν ᾿Αφρικῇ συνόδου διαγορεύει τοὺς ἐπισκόπους, τοὺς τὴν οἰκείαν ἢ ἐν διαθήκῃ, ἢ ἐξ ἀδιαθέτου αἱρετικῷ παραπέμποντας χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι. Πρὸς τούτοις δὲ ἅπασι, τίς ἁγνοεῖ τὰ ἐν τοῖς ἡμετέροις χρόνοις ἐν τῇ ἐκκλησίᾳ τῆς πρεσβυτέρας Ρώμης γενόμενα κατὰ Διοσκόρου; ὃς οὐδὲν ἐπὶ πίστιν ἡμαρτηκώς, διὰ μόνην ἐκκλησιαστικὴν κατάστασιν μετά θάνατον παρ' αὐτῆς τῆς κατὰ Ῥώμην ἁγιωτάτης ἐκκλησίας ἀνεθεματίσθη. Εἰ τοίνυν οἱ μηδὲν εἰς πίστιν πταί σαντες ἐπίσκοποι διὰ κατάστασιν ἐκκλησιαστικὴν, καὶ διὰ χρηματικὴν αἰτίαν ἀναθέματι καὶ μετὰ θάνατον ὑπο βάλλονται, πόσῳ μᾶλλον Θεόδωρος ὁ εἰς αὐτὸν τὸν Θεὸν ἀσεβήσας; ὅσον δὲ πρὸς τὴν ἄνοιαν τῶν λεγόντων, μὴ δεῖν ἀναθεματίζεσθαι μετά θάνατον τοὺς ἐν τῇ οἰκείᾳ ἀσεβείᾳ τελευτῶντας, οὐ δεῖ μηδὲ τοὺς ἀδίκως κατακριθέντας πατέρας μετά θάνατον ἀνακαλεῖσθαι, όπερ συμ βέβηκε καὶ ἐπὶ Ἰωάννῃ τῷ ἐν ὁσίᾳ τῇ μνήμῃ ἐπισκόπῳ γενομένῳ Κωνσταντινουπόλεως ὑπὸ τῆς καθολικῆς ἐκκλησίας μετά θάνατον ἀνακληθέντι· καὶ ἐπὶ Φλαυιανῷ τῷ τῆς ἱσίας μνήμης καὶ αὐτῷ Κωνσταντινουπόλεως γενομένῳ ἐπισκόπῳ, ἀδίκως μὲν ἐν ζωῇ κατακριθέντι, δικαίως δέ μετά θάνατον ανακληθέντι ὑπό τε τοῦ τῆς ὁσίας μνήμης Πάπα Λέοντος, καὶ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου. Εν τεῦθεν δὲ συμβαίνει κατὰ τοὺς ἐκείνων λόγους, τοὺς μὲν αἱρετικοὺς τοῖς ἁγίοις πατράσι συναριθμεῖσθαι, οἷα έλευ θέρους ἀφισμένους τῆς ὀφειλομένης αὐτοῖς κατακρίσεως τοὺς δὲ ἁγίους πατέρας ἀδίκως καταδικασθέντας τοῖς αἱρετικοῖς συνάπτεσθαι, οἷα μὴ λυομένης τῆς ἐπ᾿ αὐτοῖς ἀδίκου κατακρίσεως. Αξιοπιστότερος δὲ πάντων ἐστὶ δι δάσκαλος ο κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς περὶ ἑαυτοῦ λόγων «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πι στεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων εἰς αὐτὸν ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.» Καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Δαυίδ λέγει, τοὺς ἀσεβεῖς μὴ ἀναστήσεσθαι ἐν κρίσει. Τῆς οὖν τοιαύτης τοῦ κυρίου ἀποφάσεως ἐξε νεχθείσης κατὰ παντὸς ἀσεβοῦς, καὶ μηδὲν διαστελλούσης
col. 1035–1036page 22 of 52
PG 86:1035μεταξύ ζώντων καὶ νεκρῶν αἱρετικῶν, πῶς τολμῶσιν ἀντιπίπτειν τῇ τοιαύτῃ ἀποφάσει, καὶ τοὺς ἅπαξ ἀσε ήσαντας, καὶ διὰ τοῦτο ἤδη ὑπὸ τοῦ κυρίου κατακεκριμένους, λέγειν, μὴ δεῖν μετὰ θάνατον κατακρίνεσθαι; Καὶ ὁ θεῖος δὲ ἀπόστολος τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, οὐ μόνον κατὰ ἀνθρώπων, ἀλλὰ καὶ κατ' ἀγγέλων τὸν τοιαύτην ἐπήγαγεν ἀπόφασιν, εἰπὼν ἐν τῇ ἐπιστολὴ τῇ πρὸς Γαλάτας· «Αλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εκαγγελίσηται ὑμᾶς παρ' ὁ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ως προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ἡ παρελάβετε, ἀνάθεμα ἔστω. Η Καὶ τίς οὕτως ἀσεβής, ὡς τολμῆσαι εἰπεῖν, ὡς τὰ παρά Θεοδώρου ἀσεβῶς συγγραφέντα, ἢ μέρος αὐτῶν παρεδόθη ποτὲ τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, ἀλλ' οὐκ εὐθὺς ὁ τολ μήσας τι τοιοῦτον παραφθέγξασθαι ἀναθέματι καθυπε Ελήθη παρὰ τῶν ἁγίων πατέρων; Εἴ τις τοίνυν μετὰ τὴν τοιαύτην ὀρθὴν ὁμολογίαν καὶ κατάκρισιν τῶν αἱρετικῶν, τῆς εὐσεβοῦς ἐννοίας σωζο μένης, περὶ ὀνομάτων, ἡ συλλα ῶν, ἡ λέξεων ζυγομαχῶν, χωρίζει ἑαυτὸν τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, ὥσπερ ἐν ὀνόμασι μέσοις καὶ λέξεσι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ' οὐκ ἐν πράγμασιν, ὁ τοιοῦτος ὡς τοῖς σχίσμασι χαίρων λόγον ὑφέξει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν ὑπ' αὐτοῦ ἀπατωμένων, ἡ ἀπατηθησομένων τῷ μεγάλῳ Θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ ἐν ἡμέρα κρίσεως. 'Αμήν. μπε Τύπος τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὴν ἁγίαν σύν δον περὶ Θεοδώρου τοῦ Μοψουεστίας καὶ τῶν λοιπῶν. Σπουδή μέν γέγονεν ἀεὶ τοῖς ὀρθοδόξοις, καὶ εὐσε ως προς εξασίλευκόσι τοῖς ἡμετέροις πατράσι, τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις δὰ συνόδων ὁσιωτάτων ἱερέων ἐκκόπτειν, καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυτο τομένης ἐν εἰρήνῃ τὴν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν διαφυ λέττειν· διόπερ καὶ Κωνσταντίνος ὁ μέγας, ᾿Αρείου βλασ φημοῦντος καὶ λέγοντος, μὴ εἶναι τὸν υἱὸν ὁμοούσιν τῇ Θεῷ καὶ πατρὶ, ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγ νέναι, συναγαγὼν ἐν Νικνίᾳ τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ παρέ ρας, καὶ αὐτὸς ἐκεῖ παραγενόμενος, καὶ τοῦ 'Αρείου και ταδικασθέντος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ἐριό δοξον κρατῦναι πίστιν. ει' ἧς ἐμολογήσαντες οἱ θεῖοι πατέρες ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ Θεῷ καὶ πατρὶ, ἀλ ὰ μὴ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγ. νέναι. μέχρι νῦν ἔδεται [ἴσ. ᾄδονται]. καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτερος, Μακεδονίου αρνουμένου τὴν θεότητα τοῦ ἁγίου πνεύματος, καὶ ᾿Απολιναρίου τοῦ μαθητοῦ αὐτοῦ βλασφημοῦντος εἰς τὴν οἰκονομίαν τοῦ εεοῦ λόγον, καὶ φάσκοντος, νοῦν ἀνθρώπινον μή εκλεγέναι τὸν τοῦ Θεοῦ λόγου, ἀλλὰ σαρκὶ ἑναι ένας ψυχὴν δι 759 ἐχούσῃ, συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς γ' πα τέρας καὶ μετασχὼν καὶ αὐτὸς τῆς συνίδου, καὶ τῶν εἰρημένων καθαιρεθέντων, καὶ ἀναθεματισθέντος φέρετα κῶν, μετὰ καὶ τῶν ἀσεβῶν αὐτῶν δογμάτων καὶ ὁμετρό νων, παρασκεύασε τὴν ὀρθόδοξον πίστιν κηρύττεσθαι. Και Εσοδόσιος δὲ ὁ νέος, τοῦ ἀσεβούς Νεστορίου λέγοντος, ἄλλον εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν Χριστὸν, καὶ τὴν μὲν φύσει υἱὸν τοῦ Θεοῦ καὶ πατρὶς, τὸν δὲ χάριτι υἱὸν ἀσεβῶς εἰσάγοντος, καὶ τὴν ἁγίαν Μαρίνο ε είναι τήκων ἀρνουμένου, συναγαγών την προτίμαν ἐν Ἐρίτῳ στην διακοσίων ἁγίων πατέρων σύνοδον, καὶ ἀποστείλας ἄρχοντας ὀφείλοντας παρεῖναι τῇ συνέδῳ, προσέταξε καὶ τον Νεστόριον παραγενέσθαι, καὶ κρίσιν ἐπ' αὐτῷ γενέ
col. 1037–1038page 23 of 52
PG 86:1037σθαι. Καὶ δὴ γενομένης ἀκριβοῦς ἐξετάσεως κατεδίκασαν Νεστόριον, ἀναθεματίσαντες σὺν τοῖς ὁμόφροσιν αὐτο:. Τούτων δὲ οὕτω προελθόντων, ἐπαναστάντες Κυρίλλῳ τῷ πανοσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος, ἐσπούδασαν, τό γε ἐπ' αὐτοῖς, ἀνατρέψαι τὴν κατά Νεστορίου γεγενημένην κρίσιν. Ἀλλ᾿ οὖν γε Θεοδόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὄντως ὀρθῶς κατὰ Νεστορίου καὶ τῶν πονηρῶν αὐτοῦ δογμάτων κριθέντων, παρεσκεύασε κρατεῖν γενναίως οὕτως] τὴν ἐπ' αὐτῷ γεγενημένην κρίσιν. Καὶ γὰρ πρὸς τού τοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου κατα φλυαρησάντων, γράψει πρὸς τὸν βασιλέα Κύριλλος τοιαῦτα· 4 Επειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεύ, τῶν φιλολογεῖν εἰωθότων τινὰς ἀγείων σφηκῶν δίκην περ ριβομβεῖν, καὶ μοχθηρούς ερεύγεσθαι κατ᾿ ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθέν, καὶ οὐκ ἐκ τῆς ἁγίας παρ θένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέν τοι καὶ δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυάρησαν, δεῖν ᾠήθημεν ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως ῾Ω ἀνόητοι καὶ μόνον εἰδότες συκοφαντεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης, καὶ τοσαύτην νενοσήκατε μανίαν; ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συνεκεκρότητο διαβεβαιουμένοις, ότι ύπο τόκος ἐστὶν ἡ ἁγία Μαρία. 'Αλλ' ἐπείπερ ἐξ οὐρανοῦ, καὶ οὐκ ἐξ αὐτῆς γεγεννῆσθαι τὸ θεῖον σῶμα τοῦ Χριστοῦ λέ γομεν, ὥς φασι, πῶς ἂν νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ, γελάσθωσαν τοίνυν οἱ ταῦτα καὶ τὰ τοιαῦτα κατ᾿ ἐμοῦ πεφλυαρηκότες. Οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος Ησαίας· — Ιδού ή παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὁ ἐστι, μεθ᾿ ἡμῶν ὁ Θεός. — Αληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν παρθένον εἰπών· — Μὴ φοβού, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλ λέψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. — "Οταν δὲ λέγομεν, ἄνωθεν ἐξ οὐρανοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὐχ ὡς ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς ταῦτά φαμεν, ἀλλ' ὡς ἑπόμενοι τῷ ἱερῷ Παύλῳ φάσκοντι, — Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ὁ κύριος ἐξ οὐρανοῦ. Μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος, — Οὐδείς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ και ταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.· Καίτοι γεγέννηται κατὰ σάρκα, ὡς εἴρηται, ἐκ τῆς ἁγίας παρθένου, ἐπειδὴ δὲ ὁ ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσας Θεὸς λόγος κεκένωκεν ἑαυτὸν, μορφὴν δούλου λαβών, καὶ κεχρημάτικεν ἀνθρώπου υἱὸς μετὰ τοῦ μεῖναι ἡ ἦν, τουτέστι Θεός· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν· ὡς εἷς ἤδη νοού μενος μετὰ τῆς ἰδίας σαρκὸς, ἐξ οὐρανοῦ λέγεται κατελθεῖν, ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος αν ἐν θεότητι, καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστὸς, κἂν ἡ τῶν φύσεων διαφορὰ μὴ ἀγνοῆται, ἐξ ὧν τὴν ἀπόρρητον ἔνωσίν φαμεν πεπράχθαι. Τοιγαροῦν ὁμολογοῦμεν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ λόγου, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατά τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρ'
col. 1039–1040page 24 of 52
PG 86:1039εἰ θένου κατὰ τὴν ἀνθρωπότητα· ὁμοούσιον τῷ πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων ἔνωσις γέγονεν· ὅθεν ἕνα Χριστόν, ἵνα υἱὸν, ἕνα κ ριον ὁμολογοῦμεν. Καὶ τὴν ἁγίαν παρθένον ἀληθῶς θεοτόκον, διὰ τὸ τὸν Θεὸν λόγον σαρ κωθῆναι, καὶ ἐνανθρωπήσαι, καὶ ἐξ αὐτῆς συλλήψεως ἐνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Και, δοκεῖ, δεξώμεθα εἰς παράδειγμα τὴν καθ' ἡμᾶς αὐ τοὺς σύνθεσιν, καθ᾽ ἦν ἐσμεν ἄνθρωποι. Συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν φύσεις δύο, ἑτέραν μὲν τοῦ σώματος, ἑτέραν δὲ τῆς ψυχῆς. Αλλ' εἷς ἐξ ἀμφοῖν καθ' ἔνωσιν ἄνθρωπος, καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσαι, δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει. Αλλ' ἕνα τὸν ἄνθρωπον κατά σύνθεσιν, ὡς ἔφην, τὸν ἐκ ψυχῆς καὶ σώματος. Ἐὰν γὰρ ἀνέλωμεν τὸ, ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστὸς, ἀδιάσπαστος ὧν μετὰ τὴν ἔνωσιν, ἱροῦσιν οἱ δι' ἐναντίας· - Εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνην Τοὺς δὲ θρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; λέγοντας, ὅτι κράσις, ἡ σύγχυσις, ἡ φυρμὸς ἐγένετο τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σου ἡ θεισέ βεια προδήλως ἐπιστομίζειν.» Μετὰ δὲ ταῦτα Κυρίλλου τελευτήσαντος, ἐπιφύεται μοναχός τις καὶ ἀρχιμανδρίτης Εὐτυχής ὀνομαζόμενος, καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ, κυρῶν τὰ Νεστορίου καὶ τὸ αὐτοῦ πονηρόν δόγμα, φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ἡμῖν ὁμοούσιον. Καὶ δὴ πάλιν μετ' ὀλίγον διαβολικῆς ἐστ χυτάσης χειρός, ἑτέρα σύνοδος ἐν Ἐφέσῳ ληστρική καὶ οὐχ ὁσία γίνεται, παραπεμφθέντος ἐκεῖσε καὶ Φλαυια τοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Αλεξανδρείας ἔχοντος. Καὶ φονεύεται μὲν Φλαυιανὸς ὁ θεῖος ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, υπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπισκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελεν κείας. Κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ Διοσκόρου καὶ Εὐτυχούς δημοσιευομένων πονηρῶν δογμάτων, καὶ πολύ γῆς ταραχῆς γενομένης, μάλιστα ἐν τῇ ἀνατολῇ, φονεύε τοι Προτέριος ὁ μέγας ἱερεὺς, καὶ ἕτεροι πλεῖστοι. Τού των οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ Βασιλεύς, καὶ συναγαγών ἐν Χαλκηδόνι τὴν τῶν χλ' πα τέρων σύνοδον, παρόντων Διοσκέρου καὶ Εὐτυχοῦς, καὶ αὐτὸς ἐπορεύθη. Καὶ καταδικάζονται μὲν Διόσκορος καὶ Εὐτυχής, καὶ Νεστόριος πάλιν ἀναθεματίζεται. Θεοδώρι τον δέ, καὶ Ἰβάν, καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθε υπογράψαντας, καὶ τῆς ληστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης, εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι πατέρες. Τούτων δὲ τῶν τεσσάρων συνό δων οὕτω γενομένων καὶ ἐπιβεβαιωθεισῶν, καὶ κρατουσῶν ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν αὐτῶν κρατῦναι διὰ τῆς Θεοδώρου τοῦ Μοψουεστίας ἀφορμῆς, πολλῷ χείρονα του μαθητοῦ αὐτοῦ Νιστορίου βλασφημήσαντος. Ο εν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέροις πατράσι, καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι, κροτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντας, πατ᾽ αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνασθαι. Πρὸς γὰρ ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ δυσφημίαις εἰς Χριστὸν τὸν Θεὸν ἡμῶν γενομέναις, ἄλλον εἶναι τὸν Θεόν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἀπὸ τῶν τῆς ψυχῆς παθῶν, καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ
col. 1041–1042page 25 of 52
PG 86:1041τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείττονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέναι, καὶ τῇ ἀρίστη πολιτεία γενόμενον ἄμωμον. καὶ ὡς ψιλὸν ἄνθρωπον ἐν ὀνόματι πατρὸς, καὶ υἱοῦ, καὶ ἁγίου πνεύματος βαπτισθῆναι, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίουΠνεύματος ειληφέναι καὶ υἱοθεσίας ἠξιῶσθαι, καὶ καθ᾿ ἱμοίωσιν βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ Θεοῦ λόγου τὸν Χριστὸν προσκυνεῖσθαι, καὶ μετὰ τὴν ἀνάστασιν ἄ ρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον γεγενῆσθαι. Καὶ πρὸς τούτοις εἶπε, τοιαύτην γεγενῆσθαι τὴν ἔνωσιν τοῦ Θεοῦ λόγου πρὸς τὸν Χριστὸν, ὁποίαν ὁ ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· ι Εσοντα: οἱ δύο εἰς σάρκα μίαν· ο ἔτι δὲ προτρέπομαι ὑμᾶς ἐξετάσαι καὶ τὰ κακώς γραφέντα παρά Θεοδωρίτου καὶ Ἴβα κατὰ τῆς ἐν Εμέσῳ πρώτης ἁγίας συνόδου, καὶ ὁμοίως τὰ κατ' αὐτοῦ ἀποφήνασθαι. Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι πατέρες πολυπραγμονήσαντες ἀπεκρίθησαν· ἡ μὲν ἐν Χαλκηδόνι θεία σύνο οδος Θεοδωρίτου καὶ ιξα πολλὰ κατανοήσασα, οὐκ ἄλλως αὐτοὺς ἐδέξατο, εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρά συγγράμματα, καὶ Θεόδωρον καὶ Νεστόριον. «Ημεῖς δὲ κατακρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσιν ὑπὸ τῶν ερημένων ἁγίων τεσσάρων συνόδων, καὶ Θεόδωρον γενόμενον ἐπίσκοπον Μοψουεστίας, καὶ τὰ δυσσεβή συγγράμματα αὐτοῦ. Καὶ μέν τοι καὶ τὰ κακῶς ( παρά Θεοδωρίτου συγγραφέντα κατά τε τῆς ὀρθῆς πιο στεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου, καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνίδου, καὶ ὅσα ὑπέρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται Πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρά α γεγράφθαι πρὶς Μάριν τὸν Πέρ σην, τὴν ἀρνουμένην τὸν Θεὸν λόγον ἐκ τῆς ἁγίας παρθένου τῆς θεοτόκου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγενῆσε θαι, καὶ τὸν θεσπέσιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν, καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον, ὡς χωρὶς κρίσεως καὶ ζητήσεως τὸν Νεστόριον καθελοῦσαν, καὶ τὰ δώδεκα κεφάλαια τοῦ μακαρίου Κυ ριλλου διαπτύουσαν, ἐκδικοῦσαν δὲ Θεόδωρον καὶ Νεστόριον, καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγ μετα. Δι, δὴ τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων, και πάντων αθυροστόμους γλώσσας, καὶ τὰς τούτων ἀσεβεστάτας συγγραφάς, αυτούς τε τοὺς αἱρετικοὺς τοὺς μέσ χρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακοδοξίᾳ καὶ πονηρία, μετὰ τοῦ πατρὸς τοῦ ψεύδους εἰκότως διαβόλου συναριθμοῦντες ἐροῦμεν· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε. των ἐπιστολῆς ἀντιγραφείσης παρὰ τοῦ εὐσεβεστάτου καὶ χριστιανικωτάτου Βασιλέως Ιουστινιανοῦ πρός τις νας γράψαντας καὶ ἐκδικήσαντας Θεόδωρον τὸν δυσσεβι
col. 1043–1044page 26 of 52
PG 86:1043καὶ τὰ αὐτοῦ πονηρὰ δόγματα, καὶ τὴν λεγομένην *μία ἐπιστολὴν, καὶ τὰ συγγράμματα Θεοδωρίτου τὰ κατὰ τῆς ὀρθῆς πίστεως γεγραμμένα. Γράμματα ὑμῶν ἐδεξάμεθα, ἅπερ ἀναγνόντες ἐθαυμάσαμεν, ὑμᾶς μὴ ἐννοήσαντος τὴν τοῦ κυρίου διδασκαλίαν λέγοντος, «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρὸς εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, ὁ ἀλλ' εἰς τοσοῦτον ὑπερηφανείας ἀρθέντας, ὡς πάντας τοὺς ἱερεῖς τῆς τοῦ Θεοῦ ἐκκλησίας ἐξουδενῶσαι, καὶ μόνους ὑμᾶς αὐτοὺς ἐκ πάντων δικαιῶται καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς οὐδὲ τὸν τελώνην κατακρίνας εδι καιώθη· καὶ ἐν ὅσῳ ἠλπίζομεν ὑμᾶς, ὅμοια τοῖς λοιποῖς ἱερεῦσι η μονεῖν, ηὕρομεν παρ' ἐλπίδας ἐκεῖνα ὑμᾶς ἐκδι κοῦντας τὰ καὶ τῷ Θεῷ, καὶ τῇ ὀρ' ἡ πίστει ἐναντιούμενα καὶ ὅμως τοιαύτην ἀσέβειαν ἐκδικοῦντες, ἴσους ὑμᾶς αὐτοὺς εἶναι τοῖς ἀποστόλοις ὑπελάβετε λέγοντες, μὴ ὀφείλειν τινὰ ὡς ἀγροίκους ὑμᾶς ὀνειδίζειν· ἐπειδὴ καὶ ὁ Θεὸς ἀγροίκοις προσέταξεν κηρύττειν τὸ εὐαγγέλιον· καὶ ἡμεῖς μὲν εἰ καὶ ἀγροίκους, ὡς λέγεται, ὑμᾶς ἐκαλέσαμεν, διὰ τοῦτο οὕτως εἴπομεν, ἐπειδή ἀγνοοῦντες τὴν ἐκκλησιαστικὴν τάξιν τε καὶ παράδοσιν καὶ τὴν ὀρθόδοξον πίστιν, τοιαύ τὴν ἀσέξειαν ἐκδικεῖται ἐκδικεῖτε]· τοὺς ἀποστόλους δέ, οὺς ὑμεῖς ἀγροίκους καλεῖται καλεῖτε], ὁ Θεὸς ἐπελέξατο ἑαυτῷ, καὶ τοῦ ἰδίου πνεύματος καὶ χάριτος καὶ σοφίας ἐπλήρωσε, καὶ οὕτως αὐτοὺς ἀπέστειλεν, ἵνα τὰ ἔθνη τὰ τὸν Θεὸν ἀγνοοῦντα πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ὁδηγήσωσιν ὅθεν καὶ αὐτοῖς μόνοις τοῖς ἀποστόλοις εἶπεν, «'μες ἐστε τὸ φῶς τοῦ κόσμου· κ φανεροὶ τοίνυν ἐστέ, καθάπερ ὁ ἀπόστολος εἶπεν, «μὴ νοοῦντες, μήτε ἃ λέγετε, μήτε περὶ τίνων διαβεβαιοῦσθε· ν ὅτι ἐτολμήσατε καὶ τοῖς ἀπο στόλοις ἑαυτοὺς ἐξισῶσαι, καὶ τοὺς πατριάρχας καὶ πάν τας τοὺς ἱερεῖς ἐνυβρίσαι. Τοσοῦτον δὲ τὴν ἐκκλησιαστικὴν κατάστασιν οὐκ ἐφυλάξατε, ὅτι ὥστε] τὸ ἐν μηδενὶ χρόνῳ γενόμενον ὑπὸ Χριστιανῶν ἐτολμήσατε ποιῆσαι. Πάντων γὰρ τῶν μακαριωτάτων πατριαρχῶν τὴν πρὸς ἀλλήλους ἔνωσιν ἐχόντων οὐδεὶς ἑαυτὸν τῆς καθολικῆς ἐκκλησίας ἐχώρισεν, εἰ μὴ φανερῶς αἱρετική μανία και τείχετο· ὅπερ ὑμεῖς ἐπὶ τοῦ παρόντος ποιεῖν ἐσπουδάσατε· ἀλλ' εἰ καὶ τοῦτο γέγονεν παρ' ὑμῶν, ὅμως ἡμεῖς οὐ παυόμεθα πᾶν ὅ τι οὖν πρὸς ἐπανόρθωσιν ὑμετέραν καὶ ποιοῦντες καὶ γράφοντες. Ἐπειδὴ τοίνυν ἐγράψατε λέγοντες, διὰ τοῦτο ἡμᾶς σπουδήν ποιήσασθαι τὰ τρία ταῦτα κεφάλαια καταδικασθῆναι, τουτέστι Θεόδωρον μετὰ τῶν οἰκείων συγγραμμάτων, καὶ τὴν λεγομένην ιθα ἐπιστο ἦν, καὶ τὰ Θεοδωρίτου συγγράμματα, ἵνα τὸ θέλημα πληρωθῇ τῶν ἀπὸ τῆς καθολικῆς ἐκκλησίας ἑαυ τοὺς χωρισάντων, γινώσκετε ὅτι ἡμεῖς οὐ δι' ἐκείνους ἐποιήσαμεν τοῦτο, ἀλλὰ πρῶτον μὲν διὰ τὴν ἀσέβειαν τῶν προειρημένων κεφαλαίων, ἔπειτα δὲ, ὅτι τινὲς τὸ Νεστορίου ὄνομα σιωπᾷν προσποιούμενοι διὰ τῶν προειρημένων, αὐτὸν Νεστόριον καὶ τὴν κακοδοξίαν αὐτοῦ εἰσαγαγεῖν ἐπεχείρουν τὴν ἀσέβειαν τῶν κεφαλαίων τού των τῇ καθολικῇ ἐκκλησίᾳ προσάπτοντες.
col. 1045–1046page 27 of 52
PG 86:1045Διὰ τοῦτο ἡμεῖς, εἰ καὶ φανερὰ ἦν ἡ τῶν αὐτῶν κεια-A λαίων ἀσέβεια, ὅμως ἡρωτήσαμεν τοὺς ἱερεῖς τῆς τοῦ Θεοῦ ἐκκλησίας, τί περὶ τούτων φρονοῦσιν οἱ τινές δεῖξαι βουλόμενοι, ὅτι τὴν τοιαύτην ἀσέβειαν ή καθολική ἐκκλησίᾳ οὐδὲ ἔσχε ποτέ, οὐδὲ ἔχει, κατεδίκασαν καὶ αὐτοὶ τὴν τοιαυτην δυσσέβειαν, ἐξαρχῆς ὑπὸ τῶν ἁγίων πατέρων καταδεδικασμένην· οὐδὲ γὰρ οἱ τῆς καθολικῆς ἐκκλησίας κεχωρισμένο περὶ τούτων τῶν κεφαλαίων λόγον τινά ποιούνται, ειδότες ὅτι τοῦτα οὐδείς δύναται χριστιανοῦ προσηγορίαν ἔχων ἐκδικεῖν, ἀλλὰ τῷ ὅρῳ ἐναντιοῦνται τῆς ἁγίας ἐν Χαλκηδόνι συνίδου, τῷ περὶ τῆς πίστεως προενεχθέντι πρὸς κατάκρισιν Νεστορίου, καὶ Εὐτυχοῦς, καὶ τῆς αὐτῶν ἀπιστίας. Οἱ γὰρ τοῖς ὀρθοῖς τῆς ἐκκλησίας ἐναντιούμενοι δόγμασιν, ἐπιθυμοῦσιν μᾶλλον τὰ μνη μονευθέντα ἀσεβῆ κεφάλαια ἐκδικεῖν τὴν ἁγίαν τοῦ Θεοῦ ἐκε κλησίαν, ἵνα διὰ ταύτης τῆς προφάσεως τοὺς ἁπλουστέρους Η ἀπατήσωσι, καὶ τὸν Χριστιανὸν λαὸν τῆς ἐκκλησίας χωρίσωσιν. Ἐπειδὴ δὲ ἐγράψατε δύο, εἰ δὴ εἰ δεῖ ει χρή] τὴν ἀσεβῆ ἐκείνην περιέχειν ἐπιστολήν· ἐν μὲν, ὅτι ὀρθῶς, ὡς λέγεται, κατὰ Απολιναρίου ἠγωνίσατο· ἕτερον δέ, ὅτι κἂν ἔδοξεν ὁ γράψας τὴν ἐπιστολὴν τὸν ἐν ἁγίοις Κατ μελλον διασύρειν, ὅμως τοῦτον τὸν σπίλον τῆς ὕρεως ἐν τῷ τῆς ἐπιστολῆς ἀνέτρεψε τέλει, καὶ διὰ τοῦτο λέγεται, ἐφείλειν τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν ὀρθόδοξον κρίνεσθαι δῆλοι καθεστήκατε, ὅτι οὔτε τὸ ὕφος, οὔτε τὴν δύναμιν ἔγνωτε τῆς αὐτῆς ἀσεβοῦς ἐπιστολῆς, κατὰ Απολινα μίου γὰρ οὐδὲν περιέχει, ἀλλ' αὐτὸν τὸν ἐν ἁγίοις Κύριλλον Απολιναραστήν καλεῖ· καὶ οὐδὲ ἐν τῷ τέλει ἡ αὐτὴ ἀσε βῆς ἐπιστολὴ ἀνέτρεψε τὰ κατὰ τοῦ αὐτοῦ ἐν ἁγίοις ερημένα Κυρίλλου, μᾶλλον μὲν οὖν τὰ χείρονα κατ᾿ αὐτοῦ ἐν τοῖς τελευταίοις εἶπεν· προϊόντες δὲ ὅμως καὶ πᾶσαν τὴν ἀσέβειαν τῆς λεγομένης θα ἐπιστολῆς, καὶ τὴν μα ταιότητα τῶν κεφαλαίων, ὧνπερ ἐπέμψατε, ἀποδείξομεν. Πάντων γὰρ ἀναγνωσθέντων τῶν παρ' ὑμῶν γεγραμμένων, σφόδρα ἐλυπήθημεν, ὅτι εἰς τοιαύτην ἐνεπίσατε πλάνην, ἄνθρωποι ἐξ ἐκείνης ὄντες τῆς χώρας, ὅπου ἀεὶ πρὸ ὑμῶν ἡ ὀρθὴ πίστις ἀμώμητος εφυλάχθη. "Οθεν ἀναγκαῖον ἐνομίσαμεν εἶναι καὶ πρὸς τὰ ῥηθέντα ὑμῶν κεφάλαια ἀντιγράψαι, καὶ παραινέσαι ὑμῖν ταύτης τῆς ἀσεβείας, καὶ τοῦ ἀσεβοῦς ὑμῶν διδασκάλου ἀποστῆναι, τοῦ τὰ προειρημένα κεφάλαια συγγραψαμένου. Απατῆσαι γάρ θέλων ὑμᾶς ῥήματά τινα προήγαγεν ἐκ τῶν θείων γρα φῶν, * τινα νοήσας κακῶς προσαρμόσαι ῥήμασί τιτι τῆς προειρημένης ἀσεβοῦς ἐπιστολῆς ἐπεχείρησεν· ὅπερ εἱ αἱρετικοὶ πάντες ποιοῦσι, ῥήματά τινα τῶν θείων γραφών παρερμηνεύοντες, καὶ πρὸς τὴν διεστραμμένην ἑαυτῶν μεταφέροντες ἔννοιαν· καὶ δοκεῖ ἡμῖν ὁ ἀσεβὴς ὑμῶν δια δάσκαλος, ἢ μὴ ἀνεγνωκέναι τὴν ἀνώνυμον ἐκείνην ἐπι στολήν, ἡ ἀνεγνωκέναι μὲν κακούργως καὶ ῥήματά τινα ταύτης προαγαγεῖν, τὰ πλείονα δὲ καὶ χείρονα σιωπῆσαι. Λεγούσης γὰρ τῆς αὐτῆς ἐπιστολῆς περὶ τοῦ μακαρίου Κυριλίου, καὶ τοῦ ἀσεβοῦς Νεστορίου, ὅτι ἑκάτεροι κατ' ἀλλήλων βλαβερούς λόγους ἔγραψαν, καὶ ὅτι Νεστόριος μὲν ἔλεγε, τὴν μακαρίαν Μαρίαν μὴ εἶναι Θεοτόκον, ὡς κομισθῆναι τοῖς πολλοῖς ἐκ τῆς Παύλου τοῦ Σαμοσατέως αἱρέσεως εἶναι· Κύριλλος δὲ βουλόμενος τοὺς Νεστορίου ανατρέψαι λόγους, ὤλισθε καὶ ἐνέπεσεν εἰς τὸ ᾿Απολιναρίου δόγμα φανερόν ἐστιν ὅτι ὁ γράψας τὴν ἐπιστολὴν τη Νεστορίου μανία κεκρατημένος δείκνυται· ὃς αὐτὸν μὲν Νεστόριον ἀρνούμενον Θεοτόκον εἶναι τὴν ἁγίων παρθένων για
col. 1047–1048page 28 of 52
PG 86:1047Μαρίαν, μέχρι μόνης τῆς τινων ὑποψίας ἐληλυθέναι φη σίν, οὐ μὴν αἱρετικὸν ἐκ τούτου φανῆναι· τὶν ἐν ἁγίοις δὲ Κύριλλον τὸν τῆς ἐκκλησίας διδάσκαλον, εἰς τὸ ᾿Απολιναρίου δίγμα ὀλισθῆσαι δι σχυρίζεται καὶ πεσεῖν. Διότι εἶπεν αὐτὸν τὸν Θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι· καὶ ταῦτα μὲν τὰ ῥήματα παραλέλοιπεν, ὡς εἰρήκα μεν, ὁ διδάσκαλος ὑμῶν, γινώσκων ὅτι ὁ λέγων τὸν ἐν ἁγίοις Κύριλλον όλισθῆσαι καὶ πεσεῖν, καὶ αἱρετικοὺς καλῶν τοὺς τούτου λόγους, πᾶσαν καταδικάζει τὴν ἐκ κλησίαν, τὴν πατέρα καὶ διδάσκαλον εἰκότως Κύριλλον ἔχουσαν. Πῶς δὲ οὐκ ἔφριξε λέγων, ὡς ὁ ἐν ἁγίοις Κύ ριλλος αἱρετικός ἐστιν, ἐπειδὴ εἶπεν. ὅτι αὐτὸς ὁ Θεὸς λόγος ἄνθρωπος γέγονε, καὶ ὅτι οὕτω λέγων διαφορὰν τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ οὐχ ὁμολογεῖ; Διὰ τούτων γὰρ τῶν λόγων οὐ μόνον τὴν ἐν ἁγίοις Κύριλλον μέμφεται, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν τὸν λέγοντα, ότι ε ὁ λόγος σάρξ ἐγένετο, ο καὶ πάντας τοὺς προφήτας τὴν διὰ σαρκὸς ἐπιδημίαν αὐτοῦ τοῦ Θεοῦ λόγου κηρύξαντας, καὶ μαλιστα "Ιερεμίαν τὸν λέγοντα· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη 1 και πάλιν Ησαΐαν λέγοντα, 4 Τὸ παιδίον Θεὸν ἰσχυρόν (Ησαΐ. ΙΧ, 6)· ο καὶ πρὸς τούτοις τὸν ἀπόστολον Παῦλον λέγοντα ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ, «Ο καταβὰς αὐτός ἐστι, καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» καὶ γὰρ, ὡς ἐκεῖνος ὑμῶν ὁ διδάσκαλος παραφρονῶν λέγει, μέμψεως εἰσιν ἄξιοι καὶ οἱ προφῆται, καὶ οἱ εὐαγγελισταί, καὶ οἱ ἀπόστολοι λέγοντες, ὅτι αὐτὸς ὁ Θεὸς λόγος ἐνηνθρώπησεν, ὡς διὰ τούτων τῶν ῥημάτων τροπὴν τῆς θεότητος εἰς τὴν ἀνθρωπότητα λέγοντες γε γενῆσθαι· οἱ δὲ αὐτὸν τὸν Θεὸν λόγον ἐνανθρωπῆσαι μὴ ὁμολογοῦντες, φανεροί εἰσι τὸν Χριστὸν ψιλὸν ἄνθρωπον εἶναι, καὶ κατὰ χάριν υἱὸν Θεοῦ ὀνομάζεσθαι λέγοντες, ὡς ἡ κακοδοξία Νεστορίου καὶ Θεοδώρου τοῦ διδασκάλου αὐτοῦ λέγει. Δἱ γὰρ θείαι γραφαί, καὶ οἱ ἅγιοι πατέρες ταύταις ἀκολουθοῦντε;, αὐτὸν τὸν Θεὸν λόγον τὸν ἀόρατον, τὸν ἀσώματον, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν πρὸ αἰώνων, και ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα αὐτὸν κατελθεῖν, καὶ σαρκωθῆναι, καὶ ἐνανθρωπῆσαι λέγουσιν. καὶ ὁ μὲν ἐν ἁγίοις Γρηγόριος ἐν τῷ λόγῳ τῷ εἰς τὰ Θεοφάνια οὕτω λέγει· «Αὐτὸς ὁ τοῦ Θεοῦ λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχή, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας ή τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μή κινουμένη σφραγίς, ἡ ἀπαράλλακτος εἰκών, ὁ τοῦ πατρὸ; ὅρος καὶ λόγος ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχὴ νοερά διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὴ ὅμοιον ἀνακαθαίρων, καὶ πάντα γίνεται πλὴν τῆς ἁμαρ τὰς ἄνθρωπος, κυηθεὶς ἐκ τῆς παρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ πνεύματι· ἔδει γὰρ καὶ γένο πισιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆναι.» Τα πα
col. 1049–1050page 29 of 52
PG 86:1049ραπλήσια δὲ καὶ ὁ ἐν ἁγίοις ᾿Αθανάσιος ἐν τῇ περὶ τοῦ ἁγίου πνεύματος λόγῳ κατὰ Ἀρειανῶν οὕτω λέγει· «Ὁ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ τῆς παρθένου Μαρίας.» Καὶ πάλιν ὁ ἐν ἁγίοις Βασί λειος πρὸς Ἀμφιλόχιον γράφων ἐν τῷ ὀγδόν κεφαλαίῳ οὕτω; εἶπεν· «Οὐ γὰρ τοσοῦτον οὐρανὸς, καὶ γῆ, καὶ τὰ μεγέθη τῶν πελ, γῶν, καὶ τὰ ἐν ὕδασι διαιτώμενα, καὶ τὰ χερσαία τῶν ζώων, καὶ φυτά, καὶ ἀστέρες, καὶ ἀήρ, καὶ ὡραι, καὶ ἡ ποικίλη τοῦ παντός διακόσμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν, ὅσον τὸ δυνηθῆναι τὸν Θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ σαρκὸς συμπλακήναι τῷ θανάτῳ, ἵνα ἡμῖν τῷ ἰδίῳ πάθει τὴν ἀπάθειαν χαρίς σηται. ο 'Αλλὰ καὶ ὁ ἐν ἁγίοις Αὐγουστῖνος ἐπίσκοπος ἐκ τῆς τῶν ᾿Αφρῶν χώρας ἐν τῇ περὶ τοῦ συμβόλου ἐκθέ σει ταῦτα λέγει· «Εἰπὲ καὶ σύ, Αμβακούμ προφῆτα, μα τυρίαν περὶ τοῦ Χριστοῦ. Κύριε, φησίν, ε συκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην κατανοησα τὰ ἔργα σου. ὁ Θεὸς, καὶ ἐξίστην.» Ποῖα ἔργα τοῦ Θεοῦ οὗτος θαυμάσας ἐξέστη; μή τι τὴν κτίσιν τοῦ κόσμου; μὴ γένοιτο· ἀλλ᾽ ἄκουσον πρὸς τί ἐξέστη. «Εν μέσῳ, φησί, δύο ζώων γνωσθήσονται τὰ ἔργα σου· ὅτι σὺ ὁ Θεὸς λόγος σάρξ ἐγένου· ἐν μέσῳ δύο ζώων γνωσθήση. Τίς ὧν μέχρι τίνος κατέβης! Εκστῆναι με πεποίηκας, ὅτι ὁ λόγος, δι' οὗ τὰ πάντα ἐγένετο ἐν φάτνη ἐτέχθης.» Τὰ ὅμοια δὲ καὶ ὁ ἐν ἁγίοις Λέων πάπας Ρώμης ἐν τῇ πρὸς Φλαυιανὸν τὸν ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως ἐπιστολή ο τως εξα πεν· ι Ο ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄν θρωπος, καὶ ὁ ἀθάνατος νίμ ις υποκεῖσθαι θανάτου.» Καὶ ταῦτα μὲν αἱ τε θείαι γραφαί, καὶ οἱ ἅγιοι πα τέρες εἰρήκασιν· ὅσον δὲ πρὸς τοὺς ὑμετέρους λόγους κατηγορίας εἰσὶν ἄξιοι, ὡς σύγχυσιν τῆς σαρκὸς, καὶ τῆς θεότητος εἰσάγοντες, ἐπειδὴ αὐτὸν τὸν Θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι εἰρήκασιν, ὁπότε καὶ τὸν ἐν ἁγίοις Κύριλλον λέγοντα αὐτὸν τὸν Θεὸν λόγον ἄνθρωπον γενέσθαι σύγχυσιν εἰσάγειν διὰ τούτων τῶν ῥημάτων εἰρήκατε. Οτι δὲ ὁ τὴν ἐπιστολὴν γράψας τῇ Θεοδώρου κατεχόμενος μανία ηρνήσατο τὸν Θεὸν λόγον ἄνθρωπον γεγονέναι, ἐξ αὐτῶν δείξωμεν τῶν κατὰ ᾿Απολιναρίου τοῦ ἀσεβοῦς τῷ αὐτῷ αἱρετικῷ Θεοδώρῳ γραφέντων. Ἐν γὰρ τῷ τετάρτῳ λόγῳ γράφει οὕτως· «Δεδωκέναι σοί τινας τῶν ἡμετέρων εἶπα; τὰ οὐκ ἄν ποτε δοθέντα παρά τινος τῶν τῆς ἐκκλησιαστικῆς ἀντέχεσθαι δόξης ἐσπουδακότων. ἐπυνθανόμεθα γὰρ εἰ τὸν Θεὸν λόγον ὁμολογοῦσιν ἄνθρωπον γεγε νῆσθαι εἰπὼν ἐπήγαγες ἐδίδοσαν· καὶ τίς ἂν ἔχων νοῦν ἄνθρωπον εποι τὸν Θεὸν γεγενῆσθαι λόγον, ὡς ὑμεῖς σατε; εἰ μὴ ἄρα τὴν αὐτὴν ὑμῖν πρότερον νοσήσειεν ἄνοιαν. Ἡμεῖς γὰρ εἰληφέναι ἄνθρωπον τὸν Θεὸν λόγον καὶ σφόδρα φαμέν, γεγενῆσθαι δὲ ἄνθρωπον καθ' ὑμᾶς. οὐκ ἄν ποτε εἰπεῖν ἀνασχοίμεθα.» αν Αποδειχθέντος τοίνυν διὰ τῶν εἰρημένων Θεοδώρω σύμφωνον εἶναι τὴν ἀσέβειαν τῆς ἐπιστολῆς τῇ αἱρετικῇ ἐκείνου μανίᾳ, πῶς οὐ δικαίως πᾶς τὴν ἐλπίδα ἔχων εἰς τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα Θεὸν λόγον, ὁμοίως ἀπάντησιν εἰπὼν ἐπήγ. Επιτ.
col. 1051–1052page 30 of 52
PG 86:1051καὶ Θεόδωρον, καὶ τὴν εἰρημένην ἀσεβὴ ἐπιστολὴν κατα δικάσει; Ἐπειδὴ δὲ ἐπαινεῖτε τὴν ἀσεβῆ ἐπιστολὴν περιέχουσαν, ὅτι ὁ λέγων αὐτὸν τὸν Θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπίσαι τὴν διαφορὰν ἀναιρεῖ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν τῷ ναῷ, γινώσκετε ὅτι διαφορὰν μὲν τῶν τύσεων, ἐξ ὧν ὁ εἰς Χριστὸς ὁ κύριος καὶ Θεὸς ἡμῶν συνετέθη, ὀρθῶς ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία κηρύττει διαφορὰν δὲ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ, οὐδεὶς τῶν ἁγίων πατέρων ἐδίδαξεν, ἀλλὰ μόνοι οἱ ἀσεβεῖς Νε στήριος και Θεόδωρος εἰρήκασι, δύο ἐντεῦθεν πρόσωπα εἰσάγειν βουλόμενοι. Καν γὰρ αἱ θεῖαι γραφαί, καὶ οἱ ἅγιοι πατέρες τῇ τοῦ ναοῦ ὀνομασία κέχρηνται, ἀλλὰ τὸ σῶμα τοῦ μονογενοὺς υἱοῦ τοῦ Θεοῦ σημαίνοντες τοῦτο λέγουσι, καθὼς εἶπεν ὁ εὐαγγελιστής· «Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὁ Οὐδεὶς γὰρ τοῦ ἑνὸς προσή που τοῦ Χριστοῦ διαφορὰν πρὸς ἑαυτὸ εἶναί φησιν, ὡς β ἄλλον ἐν ἄλλῳ εἶναι, ἀλλὰ τῶν φύσεων μόνον, ἐξ ὧν ὁ εἷς Χριστὸς ἀσυγχύτως καὶ ἀδιαιρέτως ἀποτελέσθη. καὶ ὑμεῖς τοίνυν τὴν τῆς ἐπιστολῆς ἐκδικοῦντες ἀσέ βειαν, τῆς ἀρνουμένης αὐτὸν τὸν Θεὸν λόγον ἄνθρωπον γεγενήσθαι, πρόδηλοι καθέστηκατε δύο πρόσωπα εἰσ γον τις, καὶ ταῦτα νοοῦντες περὶ τοῦ Χριστοῦ ὡς ψιλοῦ ἀν θρώπου· ὅπερ ὁ ἀπόστολος εἶπε διὰ τοὺς πιστοὺς «ὅτι ὑμεῖς ναὸς Θεοῦ ἐστι, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. ο Ὡς κατά τὴν ὑμετέραν πλάνην μηδεμίαν εἶναι διαφορὰν μεταξύ ἡμῶν τῶν ἀνθρώπων, καὶ τοῦ Χριστοῦ, καθὰ καὶ αὐτὸς Θεόδωρος ὁ αἱρετικὸς, ὁ διδάσκαλος τοῦ γράψανε ς τὴν ἐπιστολὴν, ἐν τῷ τρίτῳ κατὰ Απολιναρίου λίγω παραφρονῶν ταῦτα ὡς ἐκ προσώπου τοῦ Χριστοῦ λέγει· ι Εγώ μέν, ὃν ἐρᾶτε δ' ναμαι μέν πο εῖν οὐδὲν κατὰ των οκείν φύσιν ἅτε ἄνθρωπος ὤν. Ἐργάζομαι δέ, ἐπειδὴ ἐν ἐμοὶ μένων ὁ πατὴρ ἅπαντα ποιεῖ. Ἐπειδὴ γὰρ ἐγώ τε, φησίν, ἐν τῷ πατρὶ, καὶ ὁ πατὴρ ἐν ἐμοὶ, Θεὸς δὲ λόγος ἐν ἐμοί ὁ τοῦ Θεοῦ μ ν γενής, δῆλον ὅτι καὶ πατέρ σὺν αὐτῷ, ἐν ἐμοί τε μένων, καὶ τὰ ἔργα ποιῶν· καὶ θαυ μαστόν γε οὐδὲν ἐπὶ τοῦ Χριστοῦ τοῦτο νομίζειν, σαφῶς αὐτοῦ περὶ τῶν λοιπῶν λέγοντος ἀνθρώπων, — Ὁ ἀγαπῶν με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτ τὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομ.ν.— Εἰ γὰρ παρ' ἑκάστῳ τῶν τοιούτων ὅτε πατὴρ καὶ ὁ υἱὸς τὴν μονὴν ποιοῦνται, τί θαυμαστὸν εἰ ἐν τῷ κατά σάρκα δεσπότη Χριστῷ ἄμφω κατὰ ταυτὸν νομί ζοιντο μένειν, τῆς κατὰ τὴν οὐσίαν κοινωνίας προσιεμένης, ὡς εἰκὸς, καὶ τὴν τῆς μονῆ κοινωνίαν; Τούτων τοίνυν οὕτω παρὰ τοῦ δυσσεβοῦς Θεοδώρου εἰρημένων, οὐ θαυμαστὶν, εἴπερ ὁ ἐκπεσὼν τοῦ Θεοῦ τῇ ἀσεβεί, συνεζευγμένην ἔχει καὶ μωρίαν, καθώς περὶ τὴν ἀτεί ῶν ὁ προφήτης Ησαΐας λέγει, «Ὁ μωρὸς μωρά λα λήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» Ο γὰρ τὸν πατέρα καὶ τὸν υἱὸν οὕτω μένειν ἐν τῷ Χριστῷ, καθώς καὶ ἐν τοῖς λοιποῖς ἀνθρώποις διισχυριζόμενες, καὶ μή ὁμολογῶν τὸν Χριστὸν εἶναι τὸν Θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, πῶς λέγει Χριστὸν κατὰ σάρκα; Οἱ γὰρ ἅγιοι πατέρες ὁμολογοῦντες τὸν Χριστὸν εἶναι τὸν Θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ὅτ' ἄν τι περὶ αὐτοῦ ταπεινὴν λέγουσιν, ὀρθῶς ἐπάγουσι τὸ κατὰ σάρκα. Αλλ' εἰ καὶ προσῆκον ἂν τοὺς Θεόδωρον ἐνδροῖν
col. 1053–1054page 31 of 52
PG 86:1053τας, καὶ ἐκ ταύτης αὐτοῦ τῆς καθ' ὑπερβολὴν βλασφημίας τὴν τούτου ἐκκλῖναι δυσσέβειαν· ἀλλ' οὖν διὰ τὴν τούτων ἀναίδειαν, καὶ ἄλλας αὐτοῦ βλασφημίας προαγάγωμεν, δι' ὧν δύο εἰσάγει πρόσωπα. Μεμφόμενος γὰρ τοὺς λέγοντας ὅτι ὁ Θεὸς λόγος, ὁ πρὸ αἰώνων, γέγονεν ἐπ' ἐσχάτων ἄνθρωπος, οὕτω λέγει ἐν τῷ κατὰ ᾿Απολιναρίου τετάρτῳ λόγῳ «Ο πρὸ αἰώνων, φησί, γέγονεν ἐπ' ἐσχάτων πίλιν ὡς τινων δεδωκότων, καὶ τοῦτο λέγων οὐδενὸς ἄν τῶν εὐσεβεῖν ἐσπουδακότων ταύτην ἑομένου νοσῆσαι τὴν ἄνοιαν, ὥστε τὸν πρὸ οἰώνων εἰπεῖν ἐπ' ἐσχάτων γεγε νῆσθαι, καὶ μεθ ἔτερα" «Οὐκοὶ ν τοῖς ὑμετέροις ἐπόμενοι νόμοις, καὶ τὴν ὑπὸ τὰς τῆς ἀγχινοίας νομοθετουμένων αντιστρος ἦν, μάλλον δὲ καταστροφὴν δεξάμενοι, φέρε δή πάντα εἰς ταυτὸν συγχέωμεν, καὶ μηδεμία λοιπὸν ἔστω διάκριτες, μὴ Θεοῦ μορφῆς, μὴ δούλου μορφῆς, μή ναοῦ ληφθέντος, μὴ τοῦ ἐνοικοῦντος ἐν τῷ ναῷ, μὴ τοῦ λιθέν τος. μὴ τοῦ ἐγείραντος, μὴ τοῦ τελειωθέντος ἐν πόλεσι, μὴ τοῦ τελειώσαντος, μὴ τοῦ μνημονευθέντος, μὴ τοῦ μνημονεύσαντος. μὴ τοῦ ἐπισκευθέντος, μὴ τοῦ ἐπισκευα μένου, μὴ τοῦ βραχύ παρ' ἀγγέλους ἐλαττωθέντος, μὴ τοῦ ἐλαττώσαντος, μὴ τοῦ δόξῃ καὶ τιμῇ στεφανωθέντος, μὴ τοῦ στεφανώσαντος, μὴ τοῦ καταστάντος ἐπὶ τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, μὴ τοῦ καταστήσαντος, μὴ τοῦ λα βόντος αὐτὰ ἐν ὑποταγῇ, μὴ τοῦ δόντος τὴν ὑποταγήν.» Ἐκ τούτων τοίνυν τῶν ἀσεβῶν Θεοδώρου ῥημάτων, καὶ τῆς οὕτως αὐτοῦ προφανούς βλασφημίας ἐρυθριάσωσιν οἱ ἀντιποιούμενοι αὐτοῦ τε καὶ τῆς ἀσεβοῦς ἐπιστολῆς. Τὸ γὰρ ἀναιδῶς καὶ πολλάκις ἄλλον εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν Χριστὸν λέγειν αὐτὸν, καὶ τὸν μὲν εὐεργετοῦντα, τὸν δὲ εὐεργετούμενον, καὶ τὸν μὲν σώσαντα, τὸν δὲ σω θέντα, φανερῶς ἀρνεῖται τὴν διὰ τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσγενομένην ἡμῖν σως τηρίαν. Ὁ γὰρ παρ' ἄλλου εὐεργεσίαν λαβών, ήτοι στ θες, ἑτέρους πῶς δύναται σώζειν; Οἱ τοίνυν τὸν ταῦτα βλασφημήσαντα ἐκδικοῦντες, τίνος οἴονται σῶμα καὶ αίμα λαμβάνειν, τοῦ εὐεργετηθέντος ἢ τοῦ εὐεργετήσαντος; ἀλλ' εἰ μὲν τοῦ εὐεργετήσαντος Θεοῦ λόγου, πῶς τοῦτο λέγουσιν μὴ ὁμολογοῦντες αὐτὸν σαρκωθῆναι, καὶ ἐνανθρωπήσαι; εἰ δὲ τοῦ εὐεργετηθέντος, ματαία αὐτῶν ἡ ἐλπὶς ἀνθρωπολατρείαν πρεσβευόντων, ὅτι ἠσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὴν κτίσαντα. νιον, ἐσχάτων πόλιν, ὥς τινων διδασκόντων τοῦτο καὶ λεγόντων, οὐδενὸς... Ευ. Ἡμεῖς δὲ πάντες οἱ τῆς καθολικῆς ἐκκλησίας τὸν Θεὸν λόγου σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, ἕνα τε ὄντα τῆς ἁγίας Τριάδος ὁμολογοῦντες, αὐτοῦ καὶ τὸ σῶμα, καὶ τὸ αἷμα δεχόμεθα εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰ καθὼς καὶ αὐτὸς ὁ κύριος λέγει· ο Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλεν με
col. 1055–1056page 32 of 52
PG 86:1055ὁ τῶν πατήρ, κἀγὼ ζῶν διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με 54). κἀκεῖνος ζήτει δι' ἐμέ. Καὶ ταῦτα μὲν οὕτω καὶ πιο στεύομεν, καὶ ὁμολογοῦμεν. Πόσου δὲ ψεύδους ἐστὶ κἀκεῖ ο μεστόν, ὅπερ τῇ μνημονευθείσῃ ἀσεβεῖ ἐπιστολῇ περιέχεται περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου; Συκοφαντεῖ γὰρ αὐ τόν, ὡς μίαν φύσιν τῆς Θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἐν τούτοις λέγοντα, καὶ διὰ τοῦτο πάσης ἀσεβείας πεπληρώσθαι τὰ αὐτὰ κεφάλαια λέγει. υπερ ὁ ὑμέτερος διδάσκαλος πανούργως ερμήνευσαι λέγων ἑρμηνεύσας λέγει], μὴ διὰ τὰ δώδεκα κεφάλαια ἐν τῇ ἐπιστολῇ εἰρῆσθαι ὅτι ταῦτα πάσης ἀσεβείας πεπλήρωνται, ἀλλ' ὅτι εἴρηται μίαν εἶναι φύσιν θεότητος καὶ ἀν θρωπότητος. Όπερ προςανές ψευδός ἐστιν. Ὁ γὰρ ἐν ἁγίοις κύριλλος οὔτε ἐν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, οὔτε ἐν τῇ ἐπιστολῇ, ᾗ τινι τὰ δώδεκα κεφάλαια ὑποτέτακται, ἀλλ' οὐδὲ ἐν αὐτοῖς τοῖς κεφα λαίοις μίαν φύσιν θεότητος καὶ ἀνθρωπότητος δείκνυται ερηκώς, ἀλλὰ μίαν ὑπόστασιν ἤτοι πρόσωπον τῆς θεό τητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ εἶναι διδάσκει. Οπερ καὶ ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία κηρύττει, και πάντες οἱ πατέρες ἐδίδαξαν, αναθεματίζον ες τούς μιαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λέγοντας. Αλλο γὰρ ἐστι φίσις, καὶ ἄλλο ὑπόστασις, ἤτοι πρόσωπον. καὶ ἡ μὲν φύσις τὸ κοινῶς καὶ γενικώς κατά πάντων προσώπων κατηγορούμενον σημαίνει, ή ὑπόστασις δὲ ἤτοι πρόσωπον τὸ ἰδικὸν δείκνυσι πρόσ ωπον γὰρ ἐν ἄλλῳ προσώπῳ οὐκ ἐπιθεωρεῖται. Οτι δὲ ἡ μυσαρὰ ἐπιστολὴ περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις κυρίλλου λέγει, ὡς πάσης ἀσεβείας πεπλήρωται, ο ἔξεστιν ὑμῖν ἐκ τῶν ἐφεξῆς τῆς αὐτῆς ἀσεβοῦς ἐπιστολῆς τοῦτο εὑρεῖν, ἐν οἷς φαν·ρῶς εἶπε τὰ αὐτὰ δώδεκα κε φάλαια ἐναντία εἶναι τῇ ὀρθῇ πίστει. Επειδή δέ μέμφεται ἡ αὐτὴ ἀσεβῶς ἐπιστολὴ ἡ λεγομένη Ιβα τὸν ἐν ἁγίοις Κύριλλον, ὡς φωνῶν διαφορὰν ἀπαρνούμενον, γινώσκετε ὅτι καὶ ἐν τούτῳ καὶ ὁ γράψας τὴν ἀσεβῆ ἐπιστολήν, καὶ ὁ ὑμέτερος διδάσκαλος ψεύδεται. Εν πάσι γὰρ τοῖς ἰδίοις λόγοι; ὁ ἐν ἁγίοις Κύριλλος, περὶ τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ διδάσκων, φωνῶν λέγει διαφοράν, καὶ τὰς μὲν ὑψηλὰς κατὰ τὴν θεότητα αὐτοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ, πάσας δὲ ὅμως ἐξ ἑνὸς, καὶ περὶ ἑνὸς, καὶ τοῦ αὐτοῦ Θεοῦ λόγου σεσαρκωμένου εἰρῆσθαι· ἀπαγορεύει δὲ ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος, ἄλλῳ καὶ ἄλλῳ προσώπῳ διανέμεσθαι ταύτας. Αλλά ἀναμφιβόλως ὑμεῖς δυο προσώποις διανέμειν θέλοντες τὰς φωνάς, διὰ τοῦτο λέγετε τὸν ἐν ἁγίοι; Κύριλλον φωνῶν διαφορὰν ἀπαρνήσασθαι. Ἐπειδὴ δὲ βουλόμενος ὑμᾶς ἁπατῆσαι καὶ ἐν τούτῳ ὁ διδάσκαλος ὑμῶν εἶπεν, τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην Ἴξα τῆς ᾿Απολι ψαρίου ἀσεβείας καταγράφειν, καὶ διὰ τοῦτο ὀφείλειν αὐτὴν ὀρθόδοξον νομίζεσθαι· εἰδέναι ὑμᾶς χρὴ ὅτι καὶ ἐν τούτῳ ἐψεύσατο· οὔτε γὰρ κατὰ ᾿Απο ιναρίου, καθάπερ ἀνωτέρω εἰρήκαμεν, γέγραπται· ὅμως δὲ εἰ καὶ καθ᾽ ὑμᾶς τοῦτο ἦν ἀληθές, οὐ διὰ τοῦτο ἠλευθεροῦτο τῆς κατακρίσεως ἡ αὐτή ἐπιστολή. Εάν γὰρ εἴ τις αἱρετικὸς κατὰ αἱρετικοῦ, οὐ διὰ τοῦτο αὐτὸς ὀρθόδοξος δείκνυται. Καὶ ῎Αρειος γὰρ κατὰ Σαβελλίου εἶπεν, καὶ ᾿Απολινάριος κατὰ ᾿Αρείου, καὶ Εὐ τυχώς κατὰ Νεστορίου. Καὶ κἂν τὰ μάλιστα διαφόρῳ πλώνῃ πάντες οὗτοι κατείχοντο, όμως οὐδεὶς αὐτῶν ἐκ
col. 1057–1058page 33 of 52
PG 86:1057τῆς τοιαύτης ἀντιῤῥήσεως ὀρθόδοξος κρίνεται, ἀλλ' ὁμοίως πάντες ἀπὸ τῆς καθολικῆς ἐκκλησίας καταδικάζονται. Καὶ ἐκ τούτου δὲ φανερός ἐστιν ὁ τὴν μνημονευθεῖσαν ἀσεβῆ γράψας ἐπιστολὴν δύο πρόσωπα εἰσάγων, ὅτι εἶπεν, «Πῶς δυνατὸν ληφθῆναι τὸν ἐν ἀρχῇ λόγον ἐπὶ τοῦ ναοῦ τοῦ ἐκ Μαρίας γεννηθέντος; ο Δι' ὧν ῥημάτων δείχνυ ται φανερῶς, ὅτι οὐ τὸν Θεὸν λόγον σαρκωθῆναι, καὶ τεχθῆναι ἐκ τῆς ἁγίας παρθένου Μαρίας λέγει, ἀλλὰ ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἐν ναὸν ἀποκαλεῖ. Οτι δὲ καὶ ταύτην τὴν ἀσέβειαν ἐκ τῆς Θεοδώρου διδασκαλίας έλαβεν ὁ τὴν μυσαρὰν ἐκείνην γράψας ἐπιστολὴν, δῆλον ἐξ ὧν ἐν τῷ τρίτῳ λόγῳ κατὰ ᾿Απολιναρίου τοῦ αἱρετικοῦ ὁ αὐτὸς ἀσεβής Θεόδωρος ἔγραψε λέγων οὕτως· ε᾿Αλλ' όγε Θεὸς καὶ ἐκ Θεοῦ καὶ ὁμοούσιος τῷ πατρὶ, τῷ μὲν ἐκ τῆς παρ θένου γεννηθέντι, ὦ θαυμάσιε, καὶ ὑπὸ τοῦ ἁγίου πνεύ ματος κατὰ τὰς θείας διαπλασθέντι γραφὰς, καὶ τήν γε σύστασιν ἐπὶ τῆς γυναικείας δεξαμένῳ γαστρὸς, ἐνῆν, ὡς εἰκὸς, ἐπειδὴ ἅμα τῷ διαπλασθῆναι, καὶ τὸ εἶναι Θεοῦ ναὸν εἰλήφει· οὐ μὴν τὸν Θεὸν γεγενῆσθαι ἡγητέον ἡμῖν ἐκ τῆς παρθένου, εἰ μὴ ἄρα ταυτὸν ἡγητέον ἡμῖν τό τε γεν νηθὲν καὶ τὸ ἐν τῷ γεννηθέντι τὸν ναὸν, καὶ τὸν ἐν τῷ ναῷ Θεὸν λόγον· οὐ μὴν οὐδὲ κατὰ τὴν σὴν φωνὴν ἀποφαντέον πάντη τὸν ἐκ τῆς παρθένου γεννηθέντα Θεὸν εἶναι ἐκ Θεοῦ ὁμοούσιον τῷ πατρί. Εἰ γὰρ οὐκ ἄνθρωπος ἐστιν, ὡς φής, ἀναληφθεὶς ὁ γεννηθεὶς ἐκ τῆς παρθένου, Θεὸς δὲ σαρκωθείς, πῶς ὁ γενηθεὶς Θεὸς ἐκ Θεοῦ, καὶ ὁμοούσιος λέγοιτο ἂν τῷ πατρὶ, τῆς σαρκὸς οὐ δυναμένης ταύτην προσίεσθαι τὴν φωνήν; Εστιν μὲν γὰρ ἀνίητον τὸ τὸν Θεὸν ἐκ τῆς παρθένου γεγεννῆσθαι λέγειν. Τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐκ σπέρματος αὐτὸν λέγειν Δαβίδ ἐκ τῆς οὐσίας τῆς παρθένου τεταγμένον, καὶ ἐν αὐτῇ διαπεπλασμένον ἐπείγε τὸ ἐκ σπέρματος Δαβίδ καὶ ἐκ τῆς οὐσίας τῆς παρθένου συστὰν ἐν τῇ μητρώα γαστρὶ, καὶ τῇ τοῦ ἁγίουΠνεύματος διαπλασθέν δυνάμει γεγεννῆσθαί φαμεν ἐκ τῆς παρθένου. Ο Ο τω τοίνυν βλασφημοῦντος Θεοδώρου, καὶ πολλάκις διαβεβαιουμένου μὴ δυνατὸν εἶναι τὸν Θεὸν καὶ ἐκ Θεοῦ καὶ ὁμοούσιον τῷ πατρὶ, σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς παρθένου, ἐπειδὴ οὐδὲ ἡ σάρξ ὁμοούσιός ἐστι τῷ πατρί, πῶς οὐκ ἐρυθριῶσιν οἱ τὸν τοιοῦτον· αἱρετικὸν ἐκδικοῦντες; ὅς τις τοῦτο μὲν ταῖς θείαις γραφαῖς, τοῦτο δὲ καὶ τοῖς ἁγίοις πατράσιν ἐναντία μυσαρῶς ἐξέθετο, ὁπότε δῆλον πᾶσι καθέστηκεν ὡς ἀπαρχῆς ἐξ οὗπερ ὁ Θεὸς τὴν ἐκκλησίαν ἐθεμελίωσεν ἐν τῇ ὀρθῇ ὁμολογία" πάντες οἱ τοῦ Θεοῦ ἱερεῖς ἐκήρυξαν τὸν Θεὸν λόγον τὸν ἐκ Θεοῦ σαρκωθῆναι ἐκ τῆς ἁγίας καί ἐνδόξου παρθένου Μαρίας σαρκὶ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ ἐνανθρωπήσαι καὶ ἐξ αὐτῆς τεχθῆναι· καὶ οὕτω διδάσκοντες, οὐδὲ τροπὴν τῆς θεότητος εἰς σάρκα εἰσήγαγον, οὐδὲ διὰ τὴν σάρκα ὁμοούσιον αὐτὸν εἶναι τῷ πατρὶ ἀπηρνήσαντο, καθώς Θεόδωρος ληρεῖ· ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, κατὰ μὲν τὴν θεότητα ὁμοούσιον εἶναι τῷ πατρὶ, κατὰ δὲ τὴν ἀνθρωπότητα τὸν αὐτὸν ὁμοούσιον ἡμῖν εἶναι ἐδίδαξαν.
col. 1059–1060page 34 of 52
PG 86:1059Πάλιν δὲ ἐν τῷ προλεχθέντι λόγῳ ὁ δυσσεβής Θεόδωρος βλασφημῶν καὶ ταῦτα λέγει· «Αλλ' οὐχ ἡ θεία φύσι; ἐκ παρθένου γεγέννηται· γεγέννηται δὲ ἐκ τῆς παρθένου ὁ ἐκ τῆς οὐσίας τῆς παρθένου συστάς· οὐχ ὁ Θεὸς λόγος ἐκ τῆς Μαρίας γεγέννηται· γεγέννηται δὲ ἐκ Μαρίας ὁ ἐκ σπέρματος Δαβίδ. Οὐχ ὁ Θεός λόγος εκ γυναικός γεγέννηται" γεγέννηται δέ ἐκ γυναικὸς ὁ τῇ τοῦ ἁγίου πνεύ ματος δυνάμει διαπλασθεὶς ἐν αὐτῇ· οὐκ ἐκ μή ρυς τέτεκται ὁ ὁμοούσιος τῷ πατρὶ, ἀμήτωρ γὰρ οὗτος κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν, ἀλλὰ ὁ ἐν ὑστέροι; καιροῖς ἐν τῇ μητρώα γαστρὶ τῇ τοῦ ἁγίου πνεύματος δυνάμει διαπλασθείς, ὅτε καὶ ἀπάτωρ διὰ τοῦτο λεγόμενος.» Καὶ ταῦτα μὲν ὁ ἀσεβής Θεόδωρος παραλογιζόμενος τὴν περὶ τούτου διδασκαλίαν τοῦ ἀποστόλου λέγοντος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ περὶ τοῦ κυρίου οὕτως Πρῶτον μὲν ἑρμηνευόμενος βασιλεύς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεύς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγατος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων.» Τοῦ γὰρ ἀποστόλου περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ εἰπόντος ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ὁ δυσσεβής Θεόδωρος ἄλλον λέγει ἀπάτορα, καὶ ἄλλον ἀμήτορα· ἀλλὰ διελέγξομεν τὴν τῶν οὕτω φρονούντα ἀσέβειαν, καὶ ἐκ τῆς τῶν ἁγίων πατέρων διδασκαλίας. Λέγει γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Ναζιανζοῦ ἐπίσκοπος ἐν τῷ περὶ τῶν θεοφανίων λόγῳ οὕτως· «Τίς οὐ προσκυνεῖ τὸν ἀπαρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον, πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ισραήλ στύλῳ φωτίζεται. Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ιδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. Τὰ ἀρχαῖα παράλε, καὶ γέγονε τὰ πάντα καινὰ, τὸ γράμμα ὑποχωρεῖς τὸ πνεῦμα παρρησιάζεται αἱ σκιαὶ παρατρέχουσαν, ἡ ἀλήθεια ἐπεισέρχεται· ὁ Μελ χισεδέκ συνάγεται· ὁ ἀμήτωρ, ἀπάτωρ γίνεται, ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως κατα λύονται, πληρωθῆναι δεῖ τὸν ἔνω κόσμου· Χριστὸς κα λεύει, μὴ ἀντιτείνωμεν. ο Πρὸς τούτοις δὲ καὶ ὁ ἐν ἁγίας Πρόκλος ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως ἐν τῷ λόγο τῷ εἰς τὴν Θεοτόκον οὕτω λέγει· ι ὁ ὢν κατὰ φύσιν ἐπα θής, γέγονε δι' οἶκτον πολυπαθής· οὐκ ἐκ προκοπῆς γέγονε Θεός, ὁ Χριστὸς, μὴ γένοιτο, ἀλλὰ δι' οἴκτον γέγονεν ἄνα. θρωπος ὁ Θεὸς, ᾧ πιστεύομεν· οὐκ ἄνθρωπον ἀποὕτως θέντα κηρύττομεν, ἀλλὰ Θεὸν σαρκωδέντα ὁμολογοῦμεν. Τὴν οἰνείαν δούλην ἐπεγράψατο μητέρα ὁ κατ' οὐτίαν ἀμήτωρ, καὶ κατ' οἰκονομίαν ἀπάτωρ' ἐπεὶ πῶς ὁ αὐτὸς κατὰ Παῦλον ἀμήτωρ καὶ ἀπάτης; Εἰ ψιλός άνθρωπος, οὐκ ἀμήτωρ, ἔχει γάρ μητέρα· νῦν δὲ ὁ αὐτὸς ἀμήτως ὡς πλάστης, ἀπάτως ὡς πλάσμα. ν καὶ ὁ ἐν ἁγίος δὲ Αὐγουστῖνος ἐν τῷ περὶ τῆς ἐκθέσεως τοῦ συμβόλου λόγῳ οὕτως λέγει: «Πιστεύομεν εἰς τὸν υἱὸν αὐτοῦ Ἰησοῦν τὸν Χριστὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου, καὶ τῆς παρθέ του Μαρίας. Διατί ταύτην τὴν γέννησιν, ὦ ἔπιστε, ἐκ πλήττεις; μὴ πίστευε εἰ μόνον ἄνθρωπος ἦν ὁ γεννηθείς εἰ δὲ Θεὸς ἄνθρωπος ἦν, ἑξῆς ἐξ ἧς] ἠθέλησεν ἐγεννήθη, ἐπειδὴ ὡς ἠθέλησεν ἐγεννήθη· ἐκεῖνο θαύμασον μᾶλλον, ὅτι ὁ λόγος ἔλαβε σάρκα, καὶ οὐκ ἐτρύπη εἰς σάρα' ὅτι μέσ των Θεός γέγονεν ἄνθρωπος· πλὴν τί θαυμάζεις ὅτι ἡ γεννήσασα, τὸν ἴδιον ἐγέννησε κτίστην, ὅτι τὸ ποίημα
col. 1061–1062page 35 of 52
PG 86:1061τὴν ποιητὴν ἐγέννησιν, οὕτως ἠβουλήθη ὁ ὕψιστος γεν νηθῆναι ταπεινὸς, ἵνα ἐν αὐτῇ τῇ ταπεινώσει ἐπιδείξηται την μεγαλειότητα. καὶ τα τα μὲν οἱ ἅγιοι πατέρες. Ότι δὲ καὶ αἱ θεῖαι γιαμαί, ως ἠκολούθησαν οἱ ἅγιοι πατέρες, αὐτὸν τὸν Θεόν λόγον σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς ἁγίας παρ θένου Μαρίας, καὶ ἐνανθρωπήσαι διδάσκουσι δῆλον ὑπάρ χει. Λέγει γὰρ πρῶτον ὁ προφήτης Ησαΐας, «Ιδού ή παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ο ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Εἶτα καὶ Δαβὶδ ὁ προφήτης λέγει ἐν τῷ ἑκατοστῷ ἔκτῳ Ψαλμῷ· «Απέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διανο ρῶν αὐτῶν. ὁ ᾿Αλλὰ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος οὕτω λέγει" ι "Οτε δε ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υ᾿ ἂν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Τούτων το νυν οὕτως ἐχόντων, τις οὕτω μαίνεται, ὥστε τολμῆται εἰπεῖν, ὅτι ἄνθρωποςἦν ἐν τοῖς οὐρανοῖς, κἀκεῖνος ἀπεστάλη ἵνα γίνεταιἐκ γυναικὸς, καὶ ὑπὸ νόμον; Οἱ ἄνθρωποι γὰρ πρὸ τῆς τοῦ λόγου σαρκώσεως ὑπὸ νόμον ἦσαν· ἀλλ' αὐτὸς ὁ Θε ς λόγος ὁ μονογενής υἱὸς τοῦ Θεοῦ, ὁ μὴ ὢν ὑπὸ νόμο, ἀλλ' αὐτὸς δεδωκὼς τὸν νόμον, ἀπεστάλη παρὰ τοῦ πατρός, καὶ ἐκ γυναικὸς γενόμενος γέγονεν ὑπὸ νόμον, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καὶ τὴν υἱοθεσίαν ἀπολο βωμεν. ἐκ Εἰ τοίνυν, ὡς ὁ γράψας τὴν ἐσεξῆ ἐκείνην ἐπιστολὴν, καὶ ὁ αἱρετικός Θεόδωρος, μαίνονται, οὐκ ἦν ἀληθῶς καὶ κυρίως υἱὸς τοῦ Θεοῦ ὁ τεχθεὶς ἐκ γυναικός, πῶς ἡλύ νατο ἡμῖν υἱοθεσίας δωρήσασθαι; Προς τούτοις περιέχεται ἐν τῇ αὐτῇ ἀσεβεῖ ἐπιστολῇ, ὅτι τὸν ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, οὐκ ἔστι δυνατὸν περὶ τῆς Θεότητος του μονογενούς ἐηθῆναι· ὅπερ καὶ ὑμεῖς, ὡς ὀρθῶς ῥηθὲν προτεθείκατε λέγοντες, ὅτι περὶ τοῦ ἀνθρώπου, καὶ οὐχὶ περὶ τοῦ Θεοῦ λόγου του σαρκωθέντος τοῦτο δύναται λέγεσθαι. Οτι δὲ καὶ τούτην τὴν ἀσέβειαν παρὰ Θεοδώρου τοῦ αἱρετικοῦ διδαχθεὶς ὁ τὴν ἐπιστολὴν γράψας τὰ τοιαῦτα ἐβλασφ ίμησε, φανερὸν ποιήσωμεν έκ τῶν τῷ αὐτῷ Θεοδώρῳ εἰρημένων ἐν τῷ τετάρτῳ λόγῳ τῷ κατὰ ἐπολιναρίου. Ἔχει δὲ οὕτως· 4 Τὸν δὲ ἄνθρωπον, περὶ οὗ ταῦτά φησιν ὁ προφήτης, σαφῶς ὁ μακάριος δηλοῖ Παῦλος, τὸν ὑπὸ τοῦ μονογενοῦς εἰλημμένον ἄνθρωπον εἶναι· εἰρηκὼς γάρ, ὅτι διεμαρτύρατο δέ πού τις λέ γων, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἡ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ηλάττωσας αὐτὸν βοος χύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν του, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, — ἐπάγει Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένο, βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένου — σαφώς δει νὺς ὅτι Ἰησοῖς ἄνθρωπος περὶ οὗ ὁ μακάριός φησι Δαβὶδ ἐκπληττόμενος ὅτι ἡ θεία φύσις ἣν ἔσχε τότε αὐτοῦ ποιήσασθαι μνήμην καὶ δὴ καὶ ἐπι σκέψεως ἀξιώσασα οἰκείας· βραχὺ μέν τι παρὰ τοὺς ἀγγέ λους αὐτὸν ἠλάττωσαι τό γε 'σασθαι ποιῆσαι θανάτου,
col. 1063–1064page 36 of 52
PG 86:1063δεξῃ δὲ αὐτὸν καὶ τιμῇ πάσῃ περιβαλεῖν· ὥστε καὶ κυ ριον ἀποφῆναι τῶν ἁπάντων διὰ τῆς πρὸς ἑαυτὸν συνα φείας.» Καὶ πάλιν ἐν τῇ ἑρμηνεία τοῦ ὀγδόου ψαλμοῦ περὶ τοῦ αὐτοῦ ῥητοῦ ὁ αὐτὸς ἀσεβής Θεόδωρος οὕτω λέγει Διὰ τοῦτο τοίνυν τὴν μὲν διαφορὰν τοῦ τε Θεοῦ λόγους, καὶ τοῦ ἀναληφθέντος ἀνθρώπου, τοσαύτην ἡμῖν δείκνυσιν ὁ ψαλμός· διηρημένα δὲ ταῦτα ἐν τῇ κοινῇ διαθήκη εὐ ρίσκεται, τοῦ μὲν κυρίου ἐφ' ἑαυτὸν λαμβάνοντος τὰ πρό τερα τοῦ ψαλμοῦ, ἐν οἷς ποιητήν τε αὐτὸν εἶναί φησι τῆς κτίσεως, καὶ ἐπηρμένην ἔχειν ὑπεράνω τῶν οὐρανῶν τὴν μεγαλοπρέπειαν, καὶ τεθαυμαστῶσθαι ἐν πάσῃ τῇ γῆς τοῦ δὲ ἀποστόλου τὰ δεύτερα τὰ περὶ τοῦ ἀνθρώπου τῆς τοσαύτης εὐεργεσίας καταξιωθέντος ἐπὶ τοῦ Ἰησοῦ λαμβάνοντος, πῶς οὐ πρόδηλον ὅτι ἕτερον μὲν ἡμᾶς ἡ θεία γραφή διδάσκει σαφῶς εἶναι τὸν Θεὸν λόγον, ἕτερον δὲ τὸν ἄνθρωπον; πολλήν τε αὐτῶν οὖσαν δείκνυσιν ἡμῖν τὴν διαφ ράν. Ὁ μὲν γὰρ μνημονεύει, ὁ δὲ τῆς μνήμης καταξιοῦται· καὶ ὁ μὲν ἐπισκέπτεται, ὁ δὲ καὶ ταύτης καταξιούμενος μακαρίζεται· καὶ ὁ μὲν εὐεργετῶν ἐλαττοί βραχύ τι παρ' ἀγγέλους. ὁ δὲ εὐεργετεῖται καὶ ἐπὶ τῇ τοιαύτῃ ἐλαττώσει· καὶ ὁ μὲν δόξῃ καὶ τιμῇ στεφανοῖ, ὁ δὲ στεφανοῦται, καὶ ἐπὶ τούτοις μακαρίζεται· καὶ ὁ μὲν κατέστησεν αὐτὸν ἐπὶ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ὁ δὲ κατηξιώθη τοῦ δεσπόζειν τούτων, ὧν πρότερον οὐκ εἶχε τὴν ἐξουσίαν. Ο Καὶ ταῦτα μὲν ὁ ἀσεβής Θεόδωρος, καὶ ἡ μυταρά ἐκείνη ἐπιστολὴ βλασφημοῦσι φανερῶς λέγοντες ἄλλον εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν Χριστὸν, οἷς καὶ ὑμεῖς ἀκολουθοῦντες γεγραφήκατε, ὅτι τὸ, ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, ο περὶ ἀνθρώπου, καὶ οὐ περὶ τοῦ σαρκωθέντος Θεοῦ λόγου εἴρηται· καί τοι ἐχρῆν ὑμᾶς νοεῖν, ὅτι πᾶς ἄνθρωπος ἐλάττων ἐστὶν τῶν ἀγγέ λων, ἀλλὰ τοῦτο εἴρηται διὰ τὸν μονογενή υἱ.ν τοῦ Θεοῦ. Θεὸς γὰρ ἂν ἠξίωσεν ἄνθρωπος γενέσθαι τῇ ἡμετέρα συγκαταβαίνων ἀσθενείᾳ· ὅπερ καὶ ὁ ἀπόστολος ἡμᾶς διδάσκει λέγων, ι τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ τιμῇ ἐστεφανωμένον.» Εἰ τοίνυν, ὡς ὑμεῖς λέγετε, ἄλλος ἐστὶν Ἰησοῦς ὁ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένος, καὶ ἄλλος ὁ τοῦ Θεοῦ λόγος ὁ μὴ ἐλαττωθείς, ἀναμφιβόλως ὁ Χριστὸς ψιλός ἐστιν ἄνθρωπος ὁ τὸ πάθος ὑπομείνας, ὥστε καθ' ὑμᾶς καὶ τὸν ἀπόστολον ψεύδεσθαι λέγοντα, «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Τίς γάρ ἐστιν ὁ κύριος τῆς δόξης, εἰ μὴ ὁ Θεὸς λόγος ὁ σαρκωθείς, ὃν οἱ Ἰουδαῖοι Θεὸν εἶναι ἀγνο οῦντες ἔλεγον, «Διατὶ σὺ ἄνθρωπος ὧν ποιεῖς σεαυτὸν Θεόν; › Οπερ καὶ ὁ ὑμέτερος διδάσκαλος διὰ τῆς πονηρᾶς ταύτης ἑρμηνείας τοῖς Ἰουδαίοις μᾶλλον ἀκολουθήσας, κατέναντι τοῦ Θεοῦ ἡμῶν ἐλάλησεν. Πρὸς δὲ βεβαίωσιν τῶν ὑμετέρων λόγων προσεθήκατε τοῖς κεφαλαίοις ὑμῶν λέγοντες τὸ εἰρημένον παρὰ τοῦ ἀποστόλου 4 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων εκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν ο συνάδειν τῇ ὑμετέρᾳ ἑρμηνεί, καὶ μὴ περὶ τοῦ Θεοῦ λόγου σαρκωθέντος, ἀλλὰ περὶ ἀν θρώπου μόνον εἰρῆσθαι. ᾿Αλλὰ εἰ καὶ ὑμεῖς τῇ τῶν αἱρε τικῶν καὶ ἐν τούτῳ ἀκολουθοῦντες πλάνη, περὶ ἀνθρώπου τὸν ἀπόστολον εἰρηκέναι διαβεβαιοῦσθαι, ὅτι ἐκένωσεν
col. 1065–1066page 37 of 52
PG 86:1065ξαυτόν, ὅμως πᾶσι τοῖς ὀρθοδόξοις δηλόν ἐστιν, ὁ ἀπό στολος αὐτὸν τὸν Θεὸν λόγον ἑαυτὸν κενῶσαί φησιν, ἐπειδὴ ἐν μορφῇ Θεοῦ ὑπάρχων, τουτέστιν ἐν τῇ θείᾳ φύσει, ἠξίωσεν μορφὴν δούλου λαβεῖν· ἡ δὲ μορφὴ τοῦ δούλου τὴν ἀνθρωπίνην φύσιν σημαίνει, ἣν ἐν τῇ γαστρί τῆς παρθένου, καὶ ἐξ αὐτῆς τῇ ἰδίᾳ ὑποστάσει ὁ Θεὸς λόγος ἤνωσεν. Καὶ οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἡνώθη, καθάπερ ἡ Νεστορίου καὶ Θεοδώρου παραδέδωκεν ἀσέβεια ταῖς ἀκολουθοῦσιν αὐτοῖς. Νεστόριος μὲν γὰρ λέγει, ὅτι ὁ Θεὸς λόγος συνῆν τῷ ἀνθρώπῳ τῷ ἐκ Μαρίας τεχθέντι. Θεόδωρος δὲ λέγει [ότι] ἐνῆν ὡς εἰκὸς τῷ τεχθέντι. Οτι δὲ περὶ τοῦ Θεοῦ λόγου τοῦ σαρκωθέντος εἴρηται τὸ, ο ἠλάττωσας αὐτὸν βραχύ τι παρ' αγγέλους, ο και 4 ἐκένωσεν ἑαυτὴν μορφὴν δούλου λαβών,» καὶ ἐξ ἄλλων ῥη μάτων τοῦ ἀποστόλου διδασκόμεθα οὕτω λέγοντος· «Για νώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκεί του πτωχεία πλουτίσωμεν.» Τις τοίνυν τολμήσει λέγειν, ὅτι ἄνθρωπος πλούσιος ἦν, καὶ ἐπτώχευσεν, ἵνα ἡμᾶς πλουτήσῃ; Ἐπειδὴ δὲ λέγετε, ὅτι εἴ τις εἴπῃ περὶ τοῦ σαρκωθέντος Θεοῦ λόγου τοῦ μονογενούς υἱοῦ τοῦ Θεοῦ, ὅτι αὐτὸς ἠλαττώθη, ἢ ἐκενώθη, τροπὴν τῆς θείας φύσεως ποιεῖ κατὰ τὴν ᾿Απολιναρίου ἀσέβειαν, ἢ παθητὴν εἰσάγει τὴν θεότητα κατὰ τὴν ᾿Αρείου μανίαν, ἁρμόζει πρὸς ὑμᾶς τὸν εὐαγγελικὸν ἐκεῖνον λόγον εἰπεῖν· «Πλανᾶσθε μή ειδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ ἐπιστάμενοι. Τί γὰρ εἰπεῖν ἔχετε περὶ τοῦ ῥηθέντος ὑπὸ τοῦ κυρίου «ὅτι οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὧν ἐν τῷ οὐρα νῷ;» Μὴ ἄνθρωπον λέγετε καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ; ἀλλὰ πρόδηλον ότι αὐτὸς ὁ Θεὸς λόγος εκένωσεν ἑαυτὸν ἐκ τῶν οὐρανῶν κατελθών, καὶ σαρκωθεὶς ἀπὸ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ ἐνανθρωπήσας, καὶ τεχθεὶς ἐξ αὐτῆς, καὶ ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβάς, καὶ αὐτοῦ λέγεται ἡ ἐλάττωσις, καὶ ἡ κένωσις διὰ τὴν κατάβασιν. Ἐπειδὴ δὲ καὶ ἐν ἄλλῳ τόπῳ εἶπεν ὁ κύριος ἐν τοῖς εὐαγγελίας, «ὅτι ὁ πατήρ μου μείζων μου ἐστι, ο μὴ ἄρα ἄνθρωπόν τινα περὶ αὐτοῦ ταῦτα εἰρηκέναι νομίζετε, καὶ οὐχὶ τὸν Θεὸν λόγον τὸν ἐνανθρωπήσαντα, ἀλλὰ φανερόν ἐστιν, ὅτι ὁ εἰπών, ε ὁ πατήρ μου μείζων μου ἐστιν, ὁ αὐτὸς εἶπεν, ο ἐγὼ καὶ ὁ πατὴρ ἐν ἐσμεν.» Αλλ' ἐν μὲν τῷ εἰπεῖν, «ἐγὼ καὶ ὁ πατὴρ ἐν ἐσμεν, ἢ τὴν ἰσότητα, ἂν αὐτὸς ἔχει πρὸς τὸν πατέρα κατὰ τὴν θείαν φύσιν δηλοῖ. Ἐν δὲ τῷ λέγειν τὸν αὐτὸν, «ὁ πατήρ μου μείζων μου ἐστιν,» τὴν δι' ἡμᾶς οἰκονομικῶς γενομένην ἐλάττωσιν δηλοῖ. Εκάτερον δέ, καὶ ἡ ἰσότης· καὶ ἡ ἐλάττωσις, περὶ ἑνὸς καὶ τοῦ αὐτ τοῦ κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν τοῦ Θεοῦ λόγου τοῦ σαρκωθέντος, λέγεται. Καὶ ᾿Αρειανοὶ μὲν πονηρᾷ διανοίᾳ ἐκ τῶν ταπεινῶν ῥημάτων ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἀρνοῦνται, καὶ διὰ τοῦτο ἐλάττονα αὐτὸν εἶναι διαβεβαιοῦνται ὑμεῖς δὲ μὴ θέλοντες περὶ τοῦ σαρκωθέντος Θεοῦ λόγου τὰ τα πεινὰ δέξασθαι, ἄλλο πρόσωπον τῇ τριάδι εἰσάγετε κατὰ τὴν Θεοδώρου καὶ Νεστορίου δυσσέβειαν. ᾿Αλλὰ ἡμεῖς καὶ
col. 1067–1068page 38 of 52
PG 86:1067τὰ ὑψηλὰ, καὶ τὰ ταπεινὰ περὶ ἑνὸς, καὶ τοῦ αὐτοῦ Θεοῦ λόγου τοῦ σαρκωθέντος, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντες, οὔτε σύγχυσιν, οὔτε διαίρεσιν τῶν φύσεων εἰσάγομεν, ἐξ ὧν τὴν μίαν σύνθετον ὑπόστασιν τοῦ κυ ρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογοῦμεν, ο τε δὲ τέταρτον πρόσωπον ἐπεισάγομεν τῇ ὁ ίᾳ τριάδι. Οτι δὲ περὶ τοῦ μονογενοῦς Θεοῦ Λόγου σαρκωθέντος καθά προείρηται τὸ, «Ηλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγ γέλους» γέγραπται, καὶ οἱ ἅγιοι πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας, οἱ τὰς ἁγίας γραφὰς ἑρμηνεύσαντες, ἐδί δαξαν ἡμᾶς. Καὶ ὁ ἐν ἁγίοις μὲν Κύριλλος ἐν τῇ πρὸς τὴν Βασιλίδα ἐπιστολῇ οὕτως εἶπεν· «Πῶς οὖν ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ' αὐτῶν προσκυνούμενος; ἀλλὰ ἔστι σαφὴς ἡ πρόφασις. Καθείκετο κατείχετο] γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις· καὶ τὸ ἀποθνήσκειν πεφυ κὸς σῶμα λαβών, ἴδιόν τε αὐτὸ ποιησάμενος, ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξας στεγανοῦται διὰ τὸ πάθος, ὡς δι' αὐτοῦ καταργήσας τὸν θάνατον, καὶ ἄπρακ τον ἀποφήνας τὴν φθοράν· ἄτε δὴ καὶ ὑπάρχων ἀφθαρσία και ζωή. Ὅτε ἂν οὖν Ἰησοῦν ὀνομάζῃ, καὶ ἡλαττῶσθαι λέγοι παρὰ τοὺς ἀγγέλους αὐτὸν, οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς, ἀλλ᾽ αὐτὸν νοοῦμεν τὸν μονογενῆ παραχωροῦντα τὸ προὔχειν οἰκονομικῶς τοῖς ἁγίοις ἀγγέλοις, ότι κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος ὁ τῆς ἐκείνων ὑπεροχῆς ἡττώμενος· τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσὶν, γεγονότος ἐν τούτοις τοῦ υἱοῦ διὰ τὴν ἑκούσιον κέ νωσιν. Αλλ' ὁ βραχὺ παρ' ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἐν ὑπεροχῇ θεότητος ὧν προσο κυνεῖται παρ' αὐτῶν, καὶ ἐνίδρυται θώκοις οὓς περίστασιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες κύριον.» Οτι δὲ καὶ ἡ κένωσις αὐτοῦ τοῦ Θεοῦ λόγου σαρκωθέντος ἐστὶν, ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τοῖς πρὸς τὰς ἀντιῤῥήσεις Θεοδωρίτου γραφεῖσιν, ἃς ἐποιήσατο ὁ αὐτὸς Θεοδώριτος κατὰ τοῦ τετάρτου αὐτοῦ κεφαλαίου οὕτως λέγει 4 "Οτι μέν σμικρὰ τῷ ἐκ τοῦ Θεοῦ φύντι λόγῳ πάντα ἐστὶ τὰ ἀνθρώπινα φαίην ἂν ὄχνου δίχα παντός. Ζητῶ δὲ τὴν κένωσιν τίνος ἂν γενέσθαι νοοῖτο· καὶ τίς ὁ τοῦτο παθὼν ἑκουσίως Εἰ μὲν γὰρ, ὡς αὐτοί φασιν, ἡ τοῦ δούλου μορφή, ἤτοι τὸ ἐκ σπέρματος Δαβίδ, πῶς ἡ τίνα κεκένωται τρόπον εἰ προσελήφθη παρὰ Θεοῦ; Εἰ δὲ αὐτὸς ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ πατρὸς ὑπάρχων λόγος, ἑαυτὸν κενῶσαι λέγεται, πῶς δὴ πάλιν ἢ τίνα τρόπον κεκένωται, εἰ παραιτοῖτο τὴν κένω σιν; κένωσις δὲ τῷ Θεῷ λόγῳ παθεῖν οὐκ εἰδότι τὴν τρο πήν, τὸ δράσαι τι καὶ εἰπεῖν τῶν ἀνθρωπίνων διὰ τὴν πρὸς σάρκα σύνοδον οἰκονομικήν. Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῷ αὐτῷ βιβλίῳ κατά Νεστοριανών οὕτω λέγει σ' Αρ' οὖν ὁ θεσπέσιος Παῦλος πεφαινάκικε τοὺς ἡγιασμένους διὰ τῆς πίστεως ἐναργέστατα λέγων περὶ τοῦ μονογενούς, ὅτι πλούσιος ὧν ἐπτώχευσεν δι' ἡμᾶς; μὴ γένοιτο· ἀληθεύει γὰρ πάντως τῆς ἀληθείας ὁ κήρυξ. Ἀλλὰ γὰρ τίς ὁ πλούσιός ἐστιν, καὶ τίνα τρόπον ἐπτώχευσιν; βασανιζέτω καὶ νῦν ὁ λόγος ἡμῖν. Εἰ μὲν γὰρ, καθὰ καὶ φρονεῖν καὶ λέγειν αὐτοὶ τεθαρσήκασιν, ἄ θρωπος ἀνελήφθη παρὰ τοῦ Θεοῦ, πῶς ἐπτώχευσεν ὁ ἀναληφθεὶς καὶ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἐκλελαμπρυσμένος; Δεδόξασται γάρ, ἢ εἰ μὴ τοῦτό ἐστιν ἀληθές, δικ
col. 1069–1070page 39 of 52
PG 86:1069βέβληται παρ' αὐτῶν ἡ ἀνάληψις ὡς κατακομίσασα πρὸς τὸ μεῖον, καὶ πρός γε τὸ δυσκλεέστερον τὸ τῆς ἀν θρωπότητος μέτρον. ᾿Αλλ᾽ ὧδε φρονεῖν ἀπηχές. Οὐκοῦνοὐκ ἐπτώχευσεν ὁ ἀναληφθείς· λείπεται τοίνυν εἰπεῖν, ὅτι γέγονεν ἐν πτωχείᾳ τῇ καθ᾽ ἡμᾶς ὁ πλούσιος ὡς Θεός. Ομοίως δὲ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐν τῷ λόγῳ τῷ περὶ τῶν θεοφανίων οὕτω λέγει· «Προελθὼν δὲ Θεός μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων σαρκὸς καὶ πνεύματος, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. 'Ω τῆς καινῆς μίξεως, ὦ τῆς παραδόξου κράσεως. Ο ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖ και δια μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ β σαρκὸς παχύτητι, καὶ ὁ πλουτίζων πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν κάθαρσιν, ἵν᾽ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα, καὶ ὁ πλήρης κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν᾽ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Ἀλλὰ καὶ ὁ ἐν ἁγίοις ᾿Αθανάσιος ἑρμηνεύων τὰ τοῦ ἀποστόλου ρητὰ λέγοντος, 4 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων εκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών,» οὕτως λέγει Τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν, ἀλλὰ μᾶλλον Θεὸς ὑπάρχων, τοῦ δούλου μορφὴν ἔλαβεν, καὶ ἐν τῷ λαβεῖν οὐκ ἐβελτιώθη, ἀλλ' ἐταπείνωσεν ἑαυτόν. Καὶ μετ' ὀλίγον * Τί δὲ τοῦτό ἐστιν, ἢ τὴν ἐν μορφῇ Θεοῦ ὄντα, καὶ εὐ γενοῦς πατρὸς υἱὸν ταπεινῶσαι ἑαυτὸν, καὶ δοῦλον ἀνθ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν γενέσθαι;» Καὶ μετ' ὀλίγον. Ο γάρ λόγος σάρξ ἐγένετο, καὶ λέγεται ὅτι ὁ τοιοῦτος ἄνθρωπος ἐξ οὐρανοῦ, καὶ ἐπουράνιος, διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τον λόγον. ᾿Αλλὰ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ ἐπίσκοπος Νύσσης κατὰ Εὐνομίου ἐν τῷ τρίτῳ λόγῳ οὕτως λέγει· «Ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστεύκαμεν· καὶ διὰ τοῦτο ὑπερυψοῦντες κατὰ τὸ ἡμέτερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολήγομεν, ὅτι ὁ μηδενὶ χωρητὸς διὰ τὴν ἄφραστον αὐτοῦ καὶ ἀπρόσιτον μεγαλειότητα, πλὴν ἑαυτῷ καὶ τῷ Πατρὶ, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτος καὶ πρὸς κοινωνίαν τῆς ἀσθενείας ἡμῶν κατελθεῖν ἠδυνήθη· οἱ δὲ ταύτην ἀπόδειξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος του Υἱοῦ πρὸς τὸν Πατέρα ποιοῦνται, τὴ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν Κύριον· ὡς τῆς μὲν τοῦ Πατρός φύσεως καθαρῶς ἐν ἀπαθείς διαμενούσης, καὶ μηδενὶ τρόπῳ τὴν πρὸς τὸ πάθος κοινωνίαν αναδέξασθαι δυνά μένης, τοῦ δὲ Υἱοῦ διὰ τὸ πρὸς τὸ ταπεινώτερον παρηλλάχθαι τὴν φύσιν, πρὸς σαρκός τι καὶ θανάτου πεῖραν οὐκ ἀδυνατοῦντος ἐλθεῖν.» Καὶ μεθ᾽ ἕτερα· «Διὰ τοῦτο γὰρ καὶ τοῦ Κυρίου τῆς δόξης ὁ σταυρὸς λέγεται, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ότι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Εἰ δὲ χρὴ καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν διελεῖν τρόπον, σκεψόμεθα τί τὸ ἀποθνῆσκον, καὶ τί τὸ καταλύον τὸν θάνατον, καὶ τί τὸ ἀνακαινούμενον, καὶ τί τὸ κινούμενον· κενοῦνται μὲν γὰρ ἡ θεότης, ἵνα χωρητή τῇ ἀνθρωπίνῃ γένηται φύσει· ἀνακαινοῦται δὲ τὸ ἀνθρώπινον διὰ τῆς πρὸς τὸ θεῖον ἀνακράσεως θεῖον γινόμενον. Ο Καὶ ταῦτα μὲν ἐκ τῆς διδασκαλίας τῶν ἁγίων πατέρων
col. 1071–1072page 40 of 52
PG 86:1071τεθείκαμεν, ἵνα ταῦτα κατανοοῦντες γνοίητε ὡς τὰ παρ' ὑμῶν προτεθειμένα, καὶ ᾿Αρειανοί, καὶ Νεστοριανοί κατὰ τοῦ κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἀσε Εῶς. Οἱ μὲν γὰρ Αρειανοί σπουδάζοντες τὸν υἱὸν κτίσμα, καὶ ἀλλότριον τῆς πατρικῆς οὐσίας ἀποδεῖξαι, καὶ τὸ πάθος, καὶ τὰ ἄλλα τὰ ταπεινὰ τῇ θεότητι αὐτοῦ μόνῃ ἐπά γουσιν, οἱ δὲ Νεστοριανοί δύο υἱοὺς εἰσάγειν βουλόμενοι, κι χωρισμένως λέγουσι τὸν Θεὸν λόγον, καὶ κεχωρισμένως τὸν Χριστὸν ψιλὸν ἄνθρωπον, καὶ μόνῳ τῷ ἀνθρώπῳ τὰ ταπεινὰ ἀπονέμουσιν. Αλλ' οὐχ οὕτως οἱ ἅγιοι πατέρες διδάσκουσιν· οὐδὲ γὰρ διὰ τὰ ταπεινὰ τροπὴν λέγουσιν τῆς τοῦ υἱοῦ θεότητος, οὐδὲ διὰ τὰ ὑψηλὰ διαιρούσι τὴν ἀνθρωπότητα τῆς θεότητος, ἀλλὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ μονογενούς Θεοῦ λόγου σεσαρκωμένου καὶ ἐνανθρωπή σύντος, καὶ τὰ ὑψηλὰ, καὶ τὰ ταπεινὰ εἶναι παραδι δίασιν. Επειδὴ δὲ καὶ τοῦτο τοῖς ὑμετέροις ἐντεθείκατε κερα λαίοις ἐκ τῆς αὐτῆς ἐπιστολῆς, ὅτι καλῶς εἶπεν δύο φο σεις, μίαν ἐξουσίαν, ἐν πρόσωπον, καὶ ἐν τούτῳ τὴν πονηρίαν τοῦ γράψαντος τὴν ἐπιστολὴν διελέγξωμεν. Ο γὰρ μὴ ὁμολογῶν, ὅτι αὐτὸς ὁ Θεὸς λόγος σαρκωθεὶς ἐκ τῆς παρθένου ἐνήνθρώπησεν, τίνος τὰς δύο φύσεις λέγει; ᾿Αλλὰ πρόδηλον, ὅτι ἀντὶ προσώπων τὰς δύο φύσεις λαμ βάνει, κατὰ Νεστόριον καὶ Θεόδωρον, οὓς ἐπαινεῖ ἡ ἀσε βὰς αὐτὴ ἐπιστολή. Εἰ γὰρ καὶ ἐν πρόσωπον, καὶ ἕνα υἱὸν δοκεῖ λέγειν ἡ ἐπιστολή, τοῦτο καὶ Θεόδωρος καὶ Νεστόριος καὶ λέγουσιν, τὸν Χριστὸν ἄνθρωπον μόνον λέγοντες ἐπέχειν τὸ πρόσωπον τοῦ Θεοῦ λόγου, ἔχειν τὴν ἀξίαν καὶ τὴν τιμὴν τοῦ Θεοῦ λόγου, καὶ τὴν χάριν τῆς υἱοθεσίας, καὶ εἰς τόπον αὐτοῦ προσκυνεῖσθαι, καὶ διὰ τοῦτο ὑποκρίνονται λέγειν ἕνα υἱὸν καὶ ἐν πρόσωπον τοῦ λόγου καὶ τοῦ Χριστοῦ, κοινωνοῦντος μόνῳ τῷ ὀνό ματι τῆς υἱότητος· τοῦτο δὲ δείκνυται φανερῶς ἐκ τοῦ λέγειν τὴν ἐπιστολὴν τῶν δύο φύσεων μίαν ἐξουσίαν, ὡς καὶ ὑμεῖς ἐγράψατε. Μία γὰρ ἐξουσία οὐκ ἐπὶ διαφόρων φύσεων, ἀλλ᾽ ἐπὶ διαφόρων λέγεται προσώπων, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν. Οθεν καὶ οἱ ἅγιοι πατέ ρες ἀνεθεμάτισαν τοὺς λέγοντας κατὰ δύναμιν, ἢ ἀξίαν, ἡ αὐθεντίαν, ἡ σχέσιν, ἢ τιμὴν ἡνῶσθαι τῷ λόγῳ τὸν ἄνθρωπον, καὶ μὴ ὁμολογοῦντας καθ' ὑπόστασιν τῶν δύο φύσεων τὴν ἔνωσιν γεγενῆσθαι. Όπως δὲ καὶ τοῦτο όρ θῶς εἰρημένον τοῖς ἁγίοις πατράσι περὶ διαφορᾶς τῶν δύο φύσεων, οἱ τὰ Νεστορίου δοξάζοντες, ὧν τῆς ἀπιστίας ἀρχηγός ἐστι Θεόδωρος, ἀσεβῶς ἐκλαμβάνουσι, τὰς φύσ σεις ἀντὶ προσώπων λέγοντες, καὶ προσώπων κατὰ σχέ σιν ἔνωσιν πρεσβεύοντες, ἐν πρόσωπον ὑποκρίνονται λέγειν, αὐτὸς ὁ ἀσεβής Θεόδωρος δείκνυσιν ἐν τῷ τετάρτῳ λόγῳ τῶν κατὰ Απολλιναρίου τοῦ αἱρετικοῦ γράφων οὕτως Αὐτάρκως δὴ τὸ διάφορον τῶν φύσεων ἡμῖν ὑποδείκνυσι διὰ τούτων· εἴ γε τὸ μὲν ἐκπλήττεται, ὡς δι᾽ ὑπερβολὴν φιλανθρωπίας ἑλόμενον, μνήμην τε καὶ ἐπίσκεψιν ποιή σασθαι τοῦ οὕτως εὐτελοῦς τὸν δὲ μακαριστὸν ἡγεῖται ὡς τοιούτων ἠξιωμένων ᾿Αλλὰ γὰρ οὕτω μέν τήν τε διαίρεσιν τῶν φύσεων ποιεῖται, καὶ μὴν καὶ τὴν διαφορὰν τῆς τε τοῦ λαβόντος φύσεως καὶ τῆς τοῦ ληφθέντος ἡμῖν ὑποδείκνυσιν ἡ θεία γραφής φροντίζουσα δὲ τοῦ καὶ τὴν ἔνωσιν ἡμῖν ὑποδεικνύναι, ἢ τῷ ληφθέντι προσγέγονεν, λέγει πολλάκις καθ᾿ ἕνωσιν τὰ ἑκάτερα τῶν φύσεων ίδια βόντως πρὸς ὄντα, ὡς ἂν τὴν πρὸς τὸν λαβόντα ἔνωσιν
col. 1073–1074page 41 of 52
PG 86:1073τοῦ ληφθέντος ἡμῖν παραδηλώσειεν, ὅσα τε τούτῳ ἐκ τῆς πρὸς ἐκεῖνον γέγονεν συναφείας.» Αποδείξαντες τοίνυν τὸν δυσσεβῆ Θεόδωρον τὰς φύσεις ἀντὶ προσώπων λέγοντα, ὅτι μείζονα προαγάγωμεν αὐτοῦ βλασφημίαν διελέγχουσαν αὐτὸν, ποίαν λέγει τὴν ἔνωσιν πρὸς κατάκρισιν τῶν ἐκδικούντων αὐτόν. Εν γὰρ τῷ περὶ ἐνανθρωπήσεως ὀγο δάῳ λόγῳ οὕτω λέγει· ο Πρόδηλον δὲ ὡς τὸ τῆς ἑνώσεως ἐφαρμόζει· διὰ γὰρ ταύτης συναχθεῖσαι αἱ φύσεις, ἐν πρόσωπον κατὰ τὴν ἕνωσιν ἀπετέλεσαν· ὡς τε ὅπερ ὁ κύριος ἐπί τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικός φησιν, ὥς τε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, εἴποιμεν ἂν καὶ ἡμεῖς εἰκότως κατὰ τὸν τῆς ἑνώσεως λόγον, ὥς τε αὐκέτι εἰσὶν δύο πρόσωπα, ἀλλ' ἐν, δηλονότι τῶν φύσεων διακεκριμένων. Ωσπερ γὰρ ἐκεῖ οὐ λυμαίνεται τῷ ἀριθμῷ τῆς δυάδος τὸ μίαν λέγεσθαι τὴν σάρκα (πρόδηλον γὰρ καθό μία λέγεται), οὕτως κἀνταῦθα οὐ λυμαίνεται τὴν τῶν φύσεων διαφορὰν τοῦ προσώπου ἡ ἕνωσις. Οταν μὲν γὰρ τὰς φύσεις διακρίνωμεν, τελείαν τὴν φύσιν τοῦ Θεοῦ λόγου φαμέν, καὶ τέλειον τὸ πρόσωπον· οὐδὲ γὰρ ἀπρόσο ωπόν ἐστιν ὑπόστασιν εἰπεῖν· τελείαν δὲ καὶ τὴν τοῦ ἀνθρώπου φύσιν, καὶ τὸ πρόσωπον ὁμοίως. Όταν μέν του ἐπὶ τὴν συνάφειαν εἴδωμεν, ἐν πρόσωπον τότε φαμέν. Ταῦτα ἡμεῖς, εἰ καὶ φρικτόν ἐστι λέγειν χριστιανοῖς, όμως διὰ τὴν μανίαν τῶν ἐκδικούντων Θεόδωρον καὶ τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν, προαγαγεῖν ἠναγκάσθημεν, ἵλεω τὸν Θεὸν ἡμῖν παρακαλοῦντες γενέσθαι· δι᾽ ὧν πάντων ἀποδέξεικται, ότι πάσης τῆς Θεοδώρου ἀσεβείας μεστή ἐστιν ἡ κατάρατος ἐκείνη ἐπιστολή. Καὶ ταῦτα μὲν ἅπαντα ἀπεκρινάμεθα πρὸς τὰ τῷ ὑμετέρῳ @ κεφαλαιογραφίῳ περιεχόμενα, δι᾽ ὧν ἐσπουδάσατε τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν ἐκδικῆται, καὶ διὰ ταύτην τὴν Θεοδώρου καί Νεστορίου κακοδοξίαν ανανεώσασθαι, ὧν τὴν ἀσέβειαν ἡ αὐτή ἐπιστολὴ ἐπαινεῖ. Ἐπειδὴ δὲ πολλὰ τῆς μνημονευθείσης ἐπιστολῆς τῆς πρὸς Μάριν τὸν αἱρετικὸν γεγραμμένης παραλελοίπατε, καὶ οὐκ ἐτολμή κατε ταῦτα τοῖς ὑμετέροις κεφαλαίοις ἐνθεῖναι, ἵνα μὴ καὶ ἐκ τούτων τὴν ἐξ ὑμῶν ἐκδικουμένην ἀσέβειαν ὁ παρ' ὑμῖν τῶν Χριστιανῶν μάθῃ λαός, ἀναγκαῖον ἐνομίσαμεν εἶναι καὶ ταῦτα διὰ βραχέων φανερῶσαι. Περιέχεται γὰρ τοῖς παρ' ὑμῶν παραλελειμμένοις ῥήμασι τῆς ἀσεβοῦς ἐπιστολῆς, ι ὅτι Κύριλλος τὰς ἀκοὺς πάντων τῶν ἐπισκόπων τῶν ἐν τῇ κατ᾿ Ἔφεσον συνόδῳ συνελθόντων, τῷ φαρμάκῳ τῷ πηροῦντι τοὺς ὀφθαλμοὺς τῶν σοφῶν κατα ἔσχεν, εὗρεν δὲ ἀφορμὴν ἐκ τοῦ κατὰ Νεστορίου μίσους, καὶ ὅτι καθεῖλε τῆς ἐπισκοπῆς Νεστόριον ἡ ἐν Ἐφέσῳ σύν οδος, κρίσεως καὶ ζητήσεως μὴ γενομένης. Καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ περιέχεται· ι ὅτι τὰ δώδεκα κεφάλαια τὰ παρὰ Κυρίλλου γραφέντα, ἐναντία ὄντα τῆς ὀρθῆς πί στεως, προέθηκαν οἱ ἐν Ἐφέσῳ συναχθέντες ἐπίσκοποι καὶ ἐξεβαίωσαν, καὶ συνήνεσαν αὐτοῖς, ὡς τῇ ὀρθῇ πί στει συνάδουσιν· καὶ ὅτι Νεστόριος ἐπειδὴ ἐμισεῖτο ἐν τῇ ἰδίᾳ πόλει, καὶ παρὰ τῶν πρώτων αὐτῆς, ὑποστρέψαι ἐκεῖ οὐκ ἠδυνήθη.» Καὶ διὰ πάντων ὁ γράψας τὴν αὐτὴν ἀσεβῆ ἐπιστολήν, οὐ μόνον τοὺς αἱρετικοὺς ἐκδικεῖ καὶ
col. 1075–1076page 42 of 52
PG 86:1075ἐπαινεῖ, ἀλλὰ καὶ τοὺς ὀρθοδόξους λέγει. Περὶ γὰρ τοῦ κακαρίου Ραββούλου τοῦ Ἐδίσης ἐπισκόπου, ἀνδρὸς ἐν ἐπισκόποις ἐπισήμου, οὗ τὸ μνῆμα θαύματα ποιεῖ μέχρι τῆς σήμερον, οὕτως φησὶν ἐν τῇ αὐτῇ ἀσεβεῖ ἐπιστολή Ότι ὁ τύραννος τῆς ἡμετέρας πόλεως, ὃν οὐδὲ αὐτὸς ἀγνοεῖς, προτάσει τῆς πίστεως οὐ μόνον τοὺς συζῶντας αὐτῷ διώκει, ἀλλὰ καὶ τοὺς ἤδη πάλαι πρὸς τὸν κύριον ἀπελθόντας ὧν εἷς ἐστιν ὁ μακάριος Θεόδωρος ὁ κήρυξ τῆς ἀληθείας, καὶ διδάσκαλος τῆς ἐκκλησίας, ὃς οὐ μόνον ἐν τῇ οἰκείᾳ ζωῇ τοὺς αἱρετικοὺς ἐκολάφισεν διὰ τῆς οἰκείας πίστεως, ἀλλὰ καὶ μετὰ θάνατον όπλα πνευματικὰ τοῖς ἰδίοις βιβλίοις τοῖς τῆς ἐκκλησίας τέκνοις κατέλειψεν, ὡς καὶ ἡ σὴ εὐλάβεια μετ' αὐτοῦ λαλήσασα γινώσκει, καὶ ἐκ τῶν παρ' αὐτοῦ συγγραφέντων ἐπίστευσε· τοῦτον ἐτόλ μησεν ὁ πάντα τολμῶν ἐπ᾿ ἐκκλησίας φανερῶς ἀναθεματίσαι.» Καὶ πάλιν περιέχεται τῇ αὐτῇ ἀσεβεῖ ἐπιστολῇ πρὸς ὕβριν τοῦ ἐν ἁγίοις Κυρίλλου. Οτι ἡ καρδία τοῦ Αίγυ πτίου ἐμαλάχθη, καὶ χωρὶς σκύλσεως τῇ ὀρθῇ πίστει συνήνεσε. Καὶ ὅτι ἀτάκτως κατὰ τῶν ζώντων καὶ τῶν τελευτησάντων ὁρμήσαντες, ἐν αἰσχύνῃ εἰσὶν ὑπὲρ τῶν ἰδίων ἀπολογούμενοι πταισμάτων, καὶ ἐναντία τῇ πρώτη αὐτῶν διδασκαλία διδάσκοντες, καὶ ὅτι χρὴ ὁμολογεῖν εἰς τὸν ναὸν, καὶ εἰς τὸν ἐνοικοῦντα ἐν αὐτῷ.» καὶ ταῦτα μὲν ἐγκείμενα τῇ μνημονευθείσῃ ἐπιστολῇ φανερὰ ὑμῖν ἐσπουδάσαμεν καταστῆσαι, ἵνα κἂν οὕτως ὀψέ ποτε τὰ ὀρθὰ ἐπιλεγόμενοι ἀναχωρέσητε ταύτης τῆς κακοδοξίας. Τοσαύτη δέ ἐστιν ἡ τῆς μυσαρᾶς ἐπιστολῆς ἀσέβεια, ὅτι οὐδὲ ὑμεῖς ἐτολμήσατε πάντα, ὡς εἴρηται, τὰ περιεχόμενα αὐτῇ τοῖς παρ' ὑμῶν πεμφθεῖσιν κεφαλαίοις ἐνθεῖναι, εἰ καί τινα ἐξ αὐτῶν διεστραμένῃ ἐννοίᾳ ἑρμηνεύειν ἐπειράθητε. Τίς γὰρ χριστιανοῖς δύναται συναριθμείσαι μὴ λέγων ἀσεβῆ τὴν ἐπιστολὴν, ἐν ἡ τοιαῦται καὶ τοσ αὗται περιέχονται βλασφημίαι; Ὁ γὰρ τὴν ἐπιστολήν ἐκδικῶν τὴν τὸν ἅγιον Κύριλλον α'ρετικόν καλούσαν, και τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἐκβάλλουσαν, φανερῶς Νεστόριον καὶ τὴν αὐτοῦ ἀσέβειαν δέχεται, ἐν ἡ αὐτὴ ἐπιστολὴ λέγει δίχα κρίσεως καὶ ζητήσεως καταδικασθῆναι, καὶ οὐ διὰ τὰ δόγματα, ἀλλὰ διὰ τὸ μίσος τῶν πολιτῶν εἰς τὴν ἐκκλησίαν μὴ ὑποστρέψαι· καὶ οὐ μόνον εἰς τοῦτο ἁμαρτάνει ὁ τὴν ἀσεβῆ ἐπιστολὴν ἐκδικῶν, ἀλλὰ καὶ Κελεστῖνον τὸν Πάπαν καταδικάζει, τὸν εἰπόντα περὶ Κυρίλλου, ὅτι ἡ πίστις Κυρίλλου, ἡμετέρα πίστις 1 ἐστίν· καὶ ὁ τὰ δώδεκα κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου, ἱναντία τῇ ὀρθῇ πίστει λέγων ὑπάρχειν, οὐ μόνον αὐτὸν τὸν ἐν ἁγίοις Κύριλλον, καὶ τὴν ἐν μακαρίᾳ τῇ μνήμῃ Κελεστίνον, καὶ τὴν πρώτην ἐν Ἐφέσῳ σύνοδον κατακρίνει, ἀλλὰ καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον καταδικάζει, την πα τέρα καὶ διδάσκαλον ἴδιον Κύριλλον ἐπιγραψαμένην ὁπότε καὶ Λέοντα τὸν ἐν ἁγίοις πάπαν Ῥώμης ὁμοίως και ταδικάζει, ὃς πρὸς τὴν ἐν Χαλκηδόνι σύνοδον γράφων, εἶπεν περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου Οἱ ὅροι οἱ προενεχθέντες κατά Νεστορίου παρὰ Κυ ρίλλου τοῦ τῆς ἁγίας μνήμης ἐν βεβαίῳ μενέτωσαν.» Πάσης δὲ ἀσεβείας πεπληρωμένη ή μυσαρὰ ἐπιστολή, ἐν μόνον τῶν ἀληθῶν αποκρύψαι οὐκ ἴσχυσεν, ὅτι ἀπὸ ὀρθοδόξων καὶ ἁγίων ἀνθρώπων Θεόδωρος ἀπ᾿ ἐκκλησίας
col. 1077–1078page 43 of 52
PG 86:1077καὶ μετὰ θάνατον ἀνθεματίσθη, ἐν ἀσε η Θεόδωρον δι δάσκαλον τῆς ἐκκλησίας, καὶ κήρυκα τῆς ἀληθείας καλεῖ ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ, τὸν ὑπέρ πάντας τοὺς αἱρετι τοὺς βλασφημήσαντα. Οὔτινος τῶν βλασφημιών μέρος ἐλάχιστον δι' ἑτέρας ὑμῖν ἐπιστολῆς ἐπ' αὐτῶν ὑμῖν τῶν ῥημάτων ἤδη εφανερώσαμεν ἀποδείξαντες, καὶ τί οἱ ἅγιοι πατέρες, Κύριλλος, καὶ Πρόκλος, καὶ ῾Ραββουλᾶς κατὰ Θεοδώρου, καὶ τῶν ἀσεβῶν αὐτοῦ λόγων ἔγραψαν, κατα κρίναντες αὐτὸν μετὰ τῆς αὐτῆς ἀσεβεία; Τοιαῦται γὰρ αἱ Θεοδώρου βλασφημίαι εἰσιν, ὅτι ὥστε] οὐδὲ ὑμεῖς ἐτυλ μήσατε ταύτας ἐκδικῆσαι, εἰ καὶ τὸν ἐκθέμενον αὐτὰς ἐκδι κῆτε φανεροῦ ὄντος ὅτι οὐδεὶς τὰ κακὰ κατακρίνων, τὸν ἐκθέμενον αὐτὰ ἐκδικεῖ, πλὴν εἰ μὴ ἐκεῖνον τὸν μετανοήταν τα, καὶ τῆς ἰδίας ἀποστάντα πλάνης, καὶ ταῦτα καταδικάσαντα. Ταῖς δὲ ἄλλαις ὕβρεσι ταῖς ἐν τῇ αὐτῇ ἐπιστολῇ κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου ῥηθείσαις πρόσκειται κἀκεῖνο, ὅτι ἀναισχύντες αὐτὸς ἐν ἁγίος Κύριλλος ἐστι, καὶ ὅτι μεταμεληθεὶς ἐναντία τῇ πρώτῃ αὐτοῦ διδασκαλία ἐξέθετο ἐξ ὧν ὁ τὴν ἐπιστολὴν ἐκε την γράψας δεί κνυται πάσης ἀνοίας μεστός. Ποῦ γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐναντία τῇ πρώτη αὐτοῦ διδασκαλίᾳ ἐξίθετο, ἡ μετε νόησεν; ἡ πῶς ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος πατέρα τοῦτον ἐπεγράφετο, εἰ μετεμελήθη, καθὰ τῇ ἐπιστολῇ περιέχεται; Ο γὰρ μετανοῶν οὐ τοῖς διδασκάλοις συνα ριθμεῖται, ἀλλ' ὡς ἀπὸ πλίνης ὑποστρέψας δεκτέος ἐστί. ή Τέλος δὲ τοῦτο αὐτῆς ὁ γράψας τὴν ἐπιστολὴν ἐποιήσατο λέγων «Ότι δεῖ ὁμολογεῖν εἰς τὸν ναὸν, καὶ εἰς τὸν ἐνοικοῦντα ἐν νῷ ναῷ. Ὁ Ἐκ τούτων δὲ ὅσον ἧκεν εἰς τὴν ἀσέβειαν τῆς ἐπιστολῆς, καὶ τοὺς ἐ δικοῦντας αὐτόν, πᾶσα ἡ ὀρθὴ πίστις ανατρέπεται. Η γάρ καθολική ἐκκλησίᾳ ἕνα κύριον Ἰησοῦν Χριστὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ ὁμολογεῖ, καὶ οὐχὶ εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῷ ναῷ πιστεύειν ἢ ὁμολογεῖν διδάσκει. Οθεν καὶ τοῖς τοῦ ἁγίου ἀξιουμένοις βαπτίσματος παραδίδοται ὁμολογεῖν καὶ πιστεύειν εἰς ἕνα πατέρα παντοκράτορα, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ τὸν μονογενή, καὶ εἰς τὸ ἅγιον πνεῦμα, οὐ μὴν εἰς δύο υἱοὺς, ἡ δύο Χριστοὺς, ὅπερ ἡ πρὸς Μάριν τὸν Πέρσην ἐπιστολὴ δηλοί, λέγουσα χρῆναι ὁμολογεῖν εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοι κοῦντα ἐν τῷ ναῷ, καὶ ἐκ τούτου τέταρτον πρόσωπον τῇ ἁγίᾳ Τριάδι ἐπεισάγουσα. Ἐκ τούτων τοίνυν ἁπάντων δέδεικται, ὅτι ἀλλότριος ἐστι τῆς ὀρθοδόξου πίστεως ὁ τὴν προειρημένην ἀσεξῆ ἐπιστολὴν ἐπαινῶν, ἡ ἐκδικῶν. Ἐπειδὴ δὲ λέγετε, ὡς ὁ ἐν ἁγίοις Κύριλλος διὰ τοῦτο παρὰ τῶν ἀνατολικῶν ἐδέχθη, ὅτι τὰ ἴδια κεφάλαια ἡρμήνευσεν, οὐ θαυμάζομεν ὑμᾶς, ὅτι καὶ ἐν τοῖς πεμφθεῖσι παρ' ὑμῶν κεφαλαίοις οὕτως ηπατήθητε, οἱ καὶ αὐτὰ τὰ ἐν τῇ κατ' Ἔφεσον πρώτη συνόδῳ γεγραμμένα ηγνοηκότες. Καὶ γὰρ καὶ ὁ ἐν ἁγίοις Κελεστίνος, καὶ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, καὶ ὁ ἐν ἁγίοις Λέων, καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος αὐτὰ καὶ αὐτὰ τὰ κεάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ ἐδέξαντο, καὶ ἐβεβαίωσαν, καὶ οὐδεμίαν τούτων ἑρμηνείαν ἐζήτησαν ἡ γὰρ ἑρμηνεία οὐ διὰ τοὺς ὀρθοδόξους ἐγένετο, ἀλλὰ διὰ τοὺς αἱρετικούς, οἱ Νεστόριον ἐκδικοῦντες, τοῖς μνημο κευθεῖσι κεφαλαίοις ἀντέλεγον. Ως γὰρ ὑμεῖς λέγετε, οὔτε
col. 1079–1080page 44 of 52
PG 86:1079τὰ ἅγια Εὐαγγέλια, οὔτε ὁ ἀπόστολος, οὔτε αἱ λοιπαὶ (εται γραφαί δεκταί εἰσιν, εἰ μὴ ὅτι οἱ ἅγιοι πατέρες ταύ τας ἡρμήνευσαν. Ἐρυθριᾷν δὲ ὀφείλετε λέγοντες, ότι οἱ ἀνατολικοί οἱ Νεστόριον ἐκδικοῦντες ἐδέξαντο τὸν ἐν ἁγίοις Κύριλλον τὰ ἴδια κεφάλαια ερμηνεύοντα. Ἐκ τοῦ ἐναντίου γὰρ ἡ ἀποστολικὴ καθέδρα Ρώμης, καὶ Κύριλλος ὁ ἐν ἁγίοις τοὺς ἀνατολικοὺς ἐπισκόπους κατακρίναντας Νεστόριον, καὶ τὴν αὐτοῦ ἀσέβειαν, εἰς κοινωνίαν ἐδέξαντο ώς καὶ ὁ ἐν ἁγίοις πάπας Ρώμης Ξύστος γράφων μετὰ τῆς ἰδίας συνόδου πρὸς τὸν ἐν ἁγίοις Κύριλλον, καὶ τοὺς και μάτους ἐπαινῶν τοὺς αὐτοῦ τοὺς ὑπὲρ τῆς ἑνώσεως γενομένους μεταξὺ ἄλλων οὕτως εἶπεν· ' Ἐπανῆλθον πρὸς ἡμᾶς οἱ ἀδελφοί, πρὸς ἡμᾶς φημι, οἳ τὴν νόσον κοινῇ σπουδῇ ἀποδιώξαντες τῆς τῶν ψυχῶν ἐφροντίσαμεν θεραπείας.» Καὶ πάλιν· «Εὐφραίνου, ἀδελφὲ ἀγαπητέ, καὶ πρὸς ἡμᾶς ἐπὶ συναχθέντων τῶν ἀδελφῶν νικητής ἀγαλλιῶ. Εζήτει ἡ ἐκκλησία οὓς ἀπέλαβεν. Εἰ γὰρ μηδένα τῶν μικρῶν ἀπολέσθαι θέλομεν, πόσῳ μᾶλλον δεν χαίρειν ἡμᾶς ἐπὶ τῇ ὑγιείᾳ τῶν ἡγουμένων; Ανέγνομεν ἀνέ γνωμεν πόσην χαρὰν παρέσχεν ἐν πρόβατον ἀνακομισθέν, καὶ τοῦτο ἐννοεῖν ὀφείλομεν, πόσον ἔπαινον ἔχει τοσούτους ποιμένας συγκαλέσασθαι. Ἐν ἑκάστῳ ἀγέλαι θεωροῦνται, οὐχ ἑνὸς ἐνταῦθα τὸ πρᾶγμα ζητεῖται, ὁσάκις πράττεται περὶ τῆς ὑγιείας τῶν πολλῶν. Ὁ Καὶ πάλιν ο Χαίρως μεν ἐπὶ τῷ καλεῖσθαι τὸν τῆς ᾿Αντιοχέων ἐκκλησίας ἱερέα παρὰ τῆς σῆς ἁγιωσύνης ἤδη νῦν εὐλαβέστατον ἄνδρα καὶ κύριον· καὶ εἰκότως καλεῖται κύριος, ἐπειδὴ τὸν κενὸν κύριον ἐπέγνω, ὃς τὸ τῆς σαρκώσεως αὐτοῦ μυστήριο ὀρθοδόξῳ φωνῇ μεθ᾿ ἡμῶν ὁμολογεῖ. Καὶ πάλιν· «Εὐκταί εἰσι διὰ παντὸς αἱ θλίψεις τῷ τὴν πίστιν κηρύσσοντι. Καὶ γὰρ τούτοις μετὰ μακαρισμοῦ πλούσιος μισθὸς ἐν τοῖς οὐρανοῖς ἡτοίμασται, οἷς ὑπὲρ τῆς δικαιοσύνης ὕβρεις, διωγμούς, καὶ πᾶν κακὸν προστέτακται ὑπομένειν. Υπέμεινας τὸ ψεῦδος, ἵνα νικῆσαι ποιήσῃς τὴν ἀλήθειαν. Καὶ διὰ τοῦτο νῦν κατεπανίστασθαι χρὴ τοῦ ψεύδους, ἐπειδὴ μηδεὶς ἀπώλετο τῇ ἀληθείᾳ. Καὶ πάλιν Ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἡ μετ᾿ ἐμοῦ ἁγία ἀδελ φότης αντέγραψεν ἀποδεχομένη τους σοὺς ἐν ἅπασι, καὶ βεβαιοῦσα καμάτους, οἱ τινες βαρεῖς, ἢ πικροὶ οὐ γεγό νασιν, ἐπειδὴ ὑπὲρ ἐκείνου κατεβλήθησαν, οὗ τινος τὸ ἐλαφρὸν φορτίον, καὶ τὸν χρηστὸν ζυγὸν βαστάζομεν. Καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Ξύστος πρὸς τὸν ἐν ἁγίοις Κύριλλον περὶ τῶν ἀνατολικῶν ἔγραψεν. Ἐπειδὴ δὲ ἀσυνέτως καὶ τοῦτο εἰρήκατε, ὅτι βλάπτει τὴν ὑπόληψιν τῆς ἁγίας ἐν Χαλκηδίνι συνόδου ή κατάκρισις τῆς ἀσε βοὺς πρὸς Μάριν ἐπιστολῆς, ἐρωτῶμεν ὑμᾶς, ποίῳ λόγῳ τοῦτο ὑπεμείνατε γράφειν. Μὴ ἄρα νομίζετε τὴν ἔκθεσιν τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, όμοιόν τι τῆς ἀσεβούς περιέχειν ἐπιστολῆς; ᾿Αλλὰ μὴ γένοιτο χριστιανὸν τοῦτο εἰπεῖν. Κατανοήσατε γὰρ, ὅτι πάντα τὰ ἐν τῇ ἀσεβεῖ ἐκείνη ἐπιστολῇ, καὶ τοῖς Θεοδώρου συγγράμμασι περιεχόμενα, ἐναντία εἰσὶ τῷ ὄρῳ τῆς κατὰ Χαλκηδόνα συνό δου τῷ περὶ τῆς πίστεως δεδομένῳ. Θεόδωρος γὰρ, καὶ ἡ ἐπιστολὴ ἄλλον λέγουσιν εἶναι τὸν Θεὸν λόγον, καὶ ἄλλον τὸν Χριστόν. Ἡ δὲ ἁγία κατὰ Χαλκηδόνα σύνοδος ένα λέγει τον κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Θεὸν λόγου σαρκωθέντα, καὶ ἀτρέπτως ἐνανθρωπήσαντα. Ἡ ἐπιστολή, καὶ Θεόδωρος οὐχ ὁμολογοῦσι τὸν Θεὸν λόγον σαρκωθῆναι ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου, καί ἀεὶ παρθένου Μαρίας, καὶ τε χθῆναι ἐξ αὐτῆς, καὶ διὰ τοῦτο ἀρνοῦνται Θεοτόκου
col. 1081–1082page 45 of 52
PG 86:1081εἶναι τὴν ἁγίαν παρθένον Μαρίαν· οἱ δὲ ἅγιοι πατέρες οἱ ἐν Χαλκηδόνι συνελθόντες συνοδικῶς, Θεοτόκον εἶναι τὴν ἁγίαν παρθένου Μαρίαν ὡμολόγησαν. Θεόδωρος ὁ ἀσεβής, καὶ ἡ ἀνώνυμος ἐπιστολὴ δύο πρόσωπα λέγοντες κατά σχετικὴν ἔνωσιν ἐν πρόσωπον ἀναπλάττουσιν. Ἡ σύνοδος δὲ τῶν δύο φύσεων τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν λέγουσα, ἐν κηρύττει πρόσωπον, ἤτοι μίαν ὑπόστασιν Χριστοῦ τοῦ μονογενούς Θεοῦ λόγου. Πάλιν ἡ ἀσεβῆς ἐκείνη ἐπιστολή καταδικάζει τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον, καὶ τὸν ἐν ἁγίοις Κύριλλον, καὶ ἀσεβῆ τὰ αὐτοῦ κεφάλαια ονομάζει. Νεστόριον δὲ καὶ Θεόδωρον ἐκδικεῖ καὶ ἐπαινεῖ· ἡ δὲ ἐν Χαλκηδόνι σύνοδος διὰ πάντων ἀκολουθεῖ τῇ αὐτῇ πρώτη ἐν Ἐφέσῳ συνόδῳ, καὶ πατέρα καὶ διδάσκαλον Κύριλλον ἐπιγράφεται, καὶ τὴν συνοδικὴν αὐτοῦ ἐπιστολὴν, ἐν ᾗ τὰ δώδεκα κεφάλαια υποτέτακται, βεβαιοί, Νεστόριον δὲ τὸν ἀσεβῆ κατακρίνει, καὶ πρὸς τούτοις τὸ Ἰουδαϊκὸν σύμβολον τὸ ὑπὸ Θεοδώρου συμπεπλασμένον, τὸ καὶ ἐν τῇ κατ' Ἔφεσον πρώτη συνόδῳ κατακριθέν, καὶ ἐν αὐτῇ τῇ ἐν Χαλκηδόνι συνάδῳ μετὰ ταῦτα προκομισθέν μετὰ τοῦ γράψαντος αὐτὸ παραπλησίως καταδικάζει. Ταῦτα δὲ ἐν τοῖς ὁρισθεῖσιν ἡ ἁγία ἐν Χαλκηδόνι σύνο δος ἐξέθετο, οὐ καινίζουσά τι περὶ τὴν ὀρθόδοξον πίστιν, ἀλλὰ διὰ πάντων ἀκολουθοῦσα τῇ ὁμολογίᾳ τῆς πίστεως, ἦν ὁ κύριος διὰ τῶν ἁγίων ἀποστόλων ἐδωρήσατο, καὶ οἱ ἅγιοι ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ τριακόσιοι δέκα καὶ ἱκτώ ἅγιοι πατέρες παραδε ώκασι τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, καὶ οἱ ἑκατὸν πεντήκοντα πατέρες εβεβαίωσαν, σαφηνίσαντες περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος. Ταύτῃ δὲ καὶ οἱ ἐν Ἐφέσῳ τὸ πρώην συναχθέντες ἅγιοι πατέρες ἠκολούθησαν. Η δὲ ἐν Χαλκηδόνι ἁγία σύνοδος καὶ ἀνεθεμάτισε τοὺς ἕτερον σύμβολον ἡ ἔκθεσιν πίστεως παραδιδόντας, παρὰ τὸ ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέ ρων παραδοθέν. Οὕτως τοίνυν τῆς ἀληθείας ἐχούσης, ὀψὲ γοῦν κατα νοήσατε, τίς ὀρθῶς τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον ἐκε δικεῖ; Πότερον ὁ δεικνύων ὅτι τοῖς εἰρημένοις ἁγίοις πατράσιν ἀκολουθήσασα πάντα ὀρθῶς ἐξέθετο, ἡ ὁ τοὺς ἀσεβεῖς τῶν αἱρετικῶν λόγους προσάπτειν σπουδάζων αὐτῇ; Τοὺς γὰρ καθαρά συνειδήσει, καὶ ὀρθῷ σκοπῷ δεχομένους τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον, καὶ τοὺς ἁγίους πατέρας Κελεστίνον, Κύριλλον, καὶ Λέοντα, καὶ τὸν ὅρον τῆς ἐν Χαλκηδόνι συνόδου, ἀδύνατόν ἐστιν δέχεσθαι μετὰ τούτων καὶ τὴν πρὸς Μάριν μυσαράν ἐπιστολὴν τὴν κατὰ πάντα τούτοις ἐναντιουμένην. Τίς γὰρ τοὺς διδασκάλους τῆς ἐκκλησίας, καὶ τοὺς τὰ ἐναντία διδάσκοντας, ἢ τοὺς ὀρθοδόξους, καὶ τοὺς αἱρετικούς, ἢ τοὺς καταδικάσαντας, καὶ τοὺς κατακριθέντας ὁμοῦ δύνα ται δέξασθαι; Ινα δὲ τελειότερον τὰ διὰ Ιβαν καὶ Θεο δώριτον κεκινημένα γνώτε, ἀναγκαῖον ἐνομίσαμεν καὶ ταῦτα ὑμῖν φανερῶσαι. Γινώσκετε τοίνυν ότι κατά διαφόρους καιροὺς διὰ τὴν ἀσέβειαν Θεοδώρου καὶ Νεστορίου τὴν τῇ αὐτῇ ἐπιστολῇ περιεχομένην, καὶ διὰ τὰς ὕβρεις τὰς κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν αὐτοῦ κεφαλαίων λεχθείσας, κατηγορηθέντος α παρὰ Θεοδοσίῳ τῷ τῆς εὐσεβοῦς λήξεως βασιλεῖ, καὶ παρὰ Πρόκλῳ τῷ ἐν ἁγίοις ἀρχιεπισκόπῳ λέξεως. Πρόκλος Κωνσταντιν. Αρχιεπ.
col. 1083–1084page 46 of 52
PG 86:1083Κωνσταντινουπόλεως, καὶ παρὰ διαφόροις Αντιοχείας ἀρχιεπισκόποις, τελευταῖον παρὰ τοῦ αὐτοῦ βασιλέως, καὶ Φλαυιανοῦ μετὰ Πρόκλον τοῦ ἐν ἁγίοις ἀρχιεπισκόπου Κωνσταντινουπόλεως γενομένου, ἀπενεμήθη ἡ κινουμένη δίκη κατὰ τοῦ αὐτοῦ Ἴβα, Φωτίῳ ἐπισκόπῳ Τύρου, καὶ Ευσταθίῳ ἐπισκόπῳ Βηρυτού, παρ' οἷς περί τε πίστεως κατηγορήθη ὁ αὐτὸς βας, καὶ περὶ ὕβρεων κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου γενομένων. Ἐκεῖνος δὲ ἀπολογούμενος ἀπεκρίνατο, μηδὲν ὑβριστὸν μετὰ τὴν ἕνωσιν τὴν γενομέ την μεταξὺ τῶν ᾿Ανατολικῶν, καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου εἰπεῖν, ἢ γράψαι κατ' αὐτοῦ. Ἡ δὲ μυσαρά αὕτη ἐπι στολὴ ἡ προκομισθεῖτα παρὰ τῶν κατηγόρων αὐτοῦ δηλοῖ ότι μετὰ τὴν ἔνωσιν γέγραπται. Δείκνυται τοίνυν Ἴβας ἐκ τῆς οἰκείας καταθέσεως τὴν μνημονευθεῖσαν ἐπιστολὴν ἀπαρνούμενος· ὅθεν οἱ προειρημένοι ἐπίσκοποι ὁρῶντες τὴν ἀσέβειαν τῆς ἐπιστολῆς, εἰ καὶ Ιβας οὐχ ὡμολόγησιν ταύτην ιδίαν εἶναι, όμως ψῆφον ἐξήνεγκαν, διὰ πάντων ἐναντίαν τῇ ἀσεβείᾳ τῇ ἐν τῇ αὐτῇ ἐπιστολῇ περιεχομένῃ. Διετύπωσαν γὰρ ὡς τε Ιβαν ἀναθεματίσαι μὲν Νεστόριον, καὶ τὰ ἀσεβῆ αὐτοῦ δόγματα, καὶ τοὺς ἐκδικοῦντας αὐτὸν, ἅπερ ἡ ἀσεβής ἐπιστολὴ ἐξεδίκει· δέξασθαι δὲ ἐπίσης τῶν τριακοσίων δεκαοκτώ ἁγίων πατέρων, καὶ τὴν ἐν Ἐφέσῳ πρώτην σύν οδον, ὡς ἀπὸ ἁγίου πνεύματος συναχθεῖσαν, καθ' ὁμοιότητα των τριακοσίων δεκαοκτώ ἁγίων πατέρων, ἤν τινα ἐν Ἐφέσῳ σύνοδον μετ᾿ αὐτοῦ τοῦ ἐν ἁγίοις Κυρίλλου και τῶν δώδεκα αὐτοῦ κεφαλαίων ἐνυβρίζει ἡ αὐτὴ ἀσεβής ἐπιστολή. Τὰ τοίνυν παρὰ τῶν δικαστῶν κεκριμένα μὴ πληρώσας Ιβας τῆς ἐπισκοπῆς καθηρέθη, καὶ μετὰ ταῦτα συν ήχθη ἡ ἐν Χαλκηδόνι μία σύνοδος, ἐν ᾗ οὐδὲ ἐκλήθη βας, οὐδὲ ὡς ἐπίσκοπος παραγέγονεν, Νόννου ἤδη εἰς τόπον αὐτοῦ χειροτονηθέντος, τοῦ καὶ κληθέντος ἐν τῇ ἁγίᾳ ἐν Χαλκηδόνι συνόδῳ. ᾿Αλλὰ μετὰ τὸν ὅριν τὴν περὶ τῆς πίστεως δεδομένον εἰσελθὼν ὁ μνημονευθείς ιβας, ᾔτησεν τὴν περὶ αὐτοῦ ὑπόθεσιν ζητηθῆναι, δι' ἣν τῆς ἐπισκοπῆς καθηρέθη, καὶ προεκόμισεν τὴν προειρημένην ψήφον Φωτίου καὶ Εὐσταθίου· ἧς ἀναγνωσθείσης, εἰσελθόντες καὶ οἱ τούτον κατήγοροι προεκόμισαν τὰ ἐν Τύρῳ πεπραγμένα, ἐν οἷς περιείχετο ἡ αὐτὴ ἀσεβὴς ἐπιστολή ἧς ἀναγνωσθείσης, εἰδὼς βας, ὡς εἰ ὁμολογήσοι ταύτην ἰδίαν εἶναι, διὰ τὴν ἀσέβειαν αὐτῆς κατεδικάζετο, ἐγκόψας τὴν τῶν πεπραγμένων ανάγνωσιν, οὕτως εἶπεν Κελεύσατε ἀναγνῶναι τὰ γράμματα τῶν κληρικῶν Ἐδέ σης, ἵνα ἐξ αὐτῶν μάθητε ὅτι ἀλλότριος εἰμι τῶν ἐπαχθέντων μοι.» Καὶ ἀναγνωσθέντων αὐτῶν κατανοήσαντες οἱ ἐπίσκοποι τὴν ψῆφον Φωτίου καὶ Εὐσταθίου, καὶ τὴν κατά α γενομένην κατηγορίαν, ἀπῄτησαν αὐτὸν τὰ παρὰ Φωτίου καὶ Εὐσταθίου κεκριμένα πληρῶσαι, καὶ δέξασθαι τὸν ὅρον, ὃν ἡ αὐτὴ ἁγία σύνοδος ἐξεφώνησεν, καὶ ὑπογράψαι ἐν αὐτῷ, δι' οὗ καὶ τὴν πρώτην ἐν Ἐφέσῳ σύνοδον, καὶ τὸν ἐν ἁγίοις Κύριλλον, καὶ τὴν αὐτοῦ δι δασκαλίαν ἐδέξατο· ἅπερ ἅπαντα, ὡς εἰρήκαμεν, ἡ μυσ σαρὰ ἐκείνη ἐνυβρίζει ἐπιστολή· δι' ὧν ἀποδείκνυται πάντα ταῦτα τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον ἐπὶ κατα κρίσει καὶ ἀνατροπῇ τῆς ἀσεβοῦς ἐκείνης επιστολῆς βαν παρασκευάσαι ποιῆσαι. Θαυμάζομεν τοίνυν ὑμᾶς, ὅτι τὴν μυσαρὰν ἐκείνην ἐπιστολὴν ἐκδικεῖτε, ἦν οὐδὲ αὐτὸς ή
col. 1085–1086page 47 of 52
PG 86:1085Ιδας, ἢ ἐν Τύρῳ, ἡ καὶ μετὰ ταῦτα ἐν τῇ ἁγίᾳ κατὰ Χαλκηδόνα συνόδῳ ἐτόλμησεν ἰδίαν εἰπεῖν, ἢ ἐκδικῆσαι, ἀλλὰ καὶ τοῖς γράμμασι τῶν κληρικῶν Ἐδέσης, καὶ τῇ ψήφω Φωτίου καὶ Εὐσταθίου ἐχρήσατο πρὸς τὸ ἀποτυ 'γεῖν τὴν περὶ τῆς ἀσεβοῦς ἐπιστολῆς κατ' αὐτοῦ γενομένην κατηγορίαν. Πρὸς δὲ τοῖς ἄλλοις ἅπασι τοῖς κακῶς παρ' ὑμῶν ἑρμηνευθεῖσι, καὶ την Γύνομιου διαλαλιὰν τὴν περὶ βα γενο μένην πρὸς ψευδῆ ἔννοιαν μεταγάγετε, διαβεβαιούμενοι τὴν διαλαλιὰν Εὐνομίου ὑπὲρ τῆς ἀσεβοῦς ἐπιστολῆς γεγενῆσθαι. Λέγεται γὰρ περιέχειν τὴν αὐτὴν διαλαλιάν, ὅτι ἐν τοῖς ἀνωτέροις τῆς ἐπιστολῆς ὑβρίσας ας τὸν ἐν ἁγίοις Κύριλλον, ἐν τοῖς τελευταίοις ἑαυτὸν ἐπανωθώ σατο· ὁπότε δῆλον ἐστι τὴν Εὐνομίου διαλαλιάν, οὐ περὶ τῆς ἀσεβοῦς ἐκείνης ἐπιστολῆς, ἀλλὰ περὶ τῆς καταθέσεως Ιβα τῆς ἐν Τύρῳ γενομένης παρὰ Φωτίῳ καὶ Εὐσταθίῳ εἰρῆσθαι. Ἐν γὰρ τοῖς παρ' αὐτοῖς πεπραγμένοις φανερῶς θας ὡμολόγησεν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, πρὸ τούτου μὲν μετὰ τῶν ἄλλων ἀνατολικῶν ἐπισκόπων ὑβρίσαι τὸν ἐν ἁγίοις Κύριλλον, ὅτε μεταξὺ αὐτῶν διχόνοια ἦν· μετά δὲ τὴν ἔνωσιν τὴν μεταξὺ αὐτῶν γενομένην, μηδὲν ὑβρι στικὸν εἰπεῖν κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου· ἐξ ἧς ὁμολογίας ευείσκων Εὐνόμιος Ιβαν πρῶτον μὲν ὑβρίσαντα τὸν ἐν ἁγίοις Κύριλλον, μετὰ ταῦτα δὲ ἀπολογούμενον, καὶ λέγοντα ὅτι μετὰ τὴν ἕνωσιν οὐδὲν ὑβριστικὸν κατὰ τοῦ ἐν ἁγίοις εἶπε Κυρίλλου, τὴν μνημονευθεῖσαν ἐποίησεν διαλαλιάν. Οτι δὲ ἡ προειρημένη ἀσεβὴς ἐπιστολή, ἡ λεγομένη βα, πάσης ἀσεβείας, καὶ τῶν κατὰ Κυρίλλου ὕβρεων ἀπ' ἀρχῆς ἕως τέλους πεπλήρωται, οὐδενὶ ἀμφιβάλλεται· ἀλλ' οὐδὲ ἔχει λόγον τὸ πιστεῦσαι ὅτι Εὐνό μιος τὰ πρῶτα μὲν διέβαλε τῆς ἐπιστολῆς, ὡς κακά, τὰ τελευταῖα δὲ χείρονα ὄντα ἐπήνεσεν. Οὐδεὶς γὰρ εὐφρονῶν ἀποδέχεται τὸν ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, ὁμοῦ τὸν αὐτὸν ἐπαινοῦντα καὶ ψέγ.ντα. Εἴ τις τοίνυν τὴν Εὐνομίου διαλαλιάν τολμήσει λέγειν μὴ τῇ ιβα κατα θέσει τῇ ἐν Τύρῳ γενομένη, ἀλλὰ τῷ ὕψει συνάδειν τῆς μνημονευθείσης ἀσεβοῦς ἐπιστολῆς, τὴν τῆς ἀληθείας ἀκολουθίαν οὐ φυλάττει, ἀλλ' ὡς αἱρετικὸς ὕβριν τοῖς πα τράσιν προσάπτειν σπουδάζει. Καὶ εἰς τοῦτο δὲ ἐθαυμάσαμεν ὅτι γράψαι ὑπεμείνατε, τὰ κεφάλαια μὲν τοῦ ἐν ἁγίοις Κυρίλλου σκοτεινὰ εἶναι τὴν δὲ ἀσεβῆ ἐπιστολὴν, ὡς τοῦ ἁγίου πνεύματος μεσά ζοντας ἀποδεχθε σαν ἐπηνέσατε· καὶ φανερόν ἐστιν ὅτι ταῦτα τὰ ῥήματα οὐκ ἐξ ἁγίου πνεύματος, ἀλλ᾽ ἐξ ἐνερ γείας τοῦ πονηροῦ πνεύματος προηγάγετε· ὅτι τοὺς μὲν πατέρας καὶ διδασκάλους τῆς ἐκκλησίας σκοτεινούς ἐκαλέσατε, τὴν δὲ κακοδοξίαν τῆς ἐπιστολῆς μετὰ βλασφης μίας ἐπηνέσατε· ὅθεν καλῶς ἁρμόζει καὶ ὑμῖν, καὶ τοῖς ἄλλοις τοῖς τὰ παραπλήσια ὑμῖν περὶ τῶν ἁγίων πατέρων φρονοῦσι, τὸ παρὰ τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου ῥηθὲν περὶ τῶν κακῶς νοούντων τὰς ἐπιστολὰς τοῦ ἁγίου Παύλου «ότι ταῦτα οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλώ σουσιν [ή στρεβλοῦσιν], ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.» Οὕτω τοίνυν καὶ ὑμῖν κακῶς
col. 1087–1088page 48 of 52
PG 86:1087νοοῦσι σκοτεινὰ εἶναι δοκεῖ τὰ παρὰ τῶν τῆς ἐκκλησίας διδασκάλων, καὶ τῶν θείων γραφῶν ἐκτεθειμένα. Καὶ ταῦτα μὲν τὰ περὶ βα, καὶ τῆς ἀσεβοῦς ἐκείνης ἐπιστολῆς οὕτω παρακολουθήσαντα ἔν τισι βιβλίοις εὑρίσκονται. Εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι τὰ πεπραγμένα, ἐν οἷς ἡ ἀσεβὴς ἐκείνη ἐπιστολὴ περιέχεται, οὐχ ὑποτέτακται τοῖς αὐθεντικοῖς, οἷς οἱ ἐπίσκοποι ὑπέγραψαν, ὧν καὶ τὰ Ισότυπα αὐθεντικά, ἔν τε τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ Ρώμης, καὶ ἐν τῇ Κωνσταντινουπόλει, καὶ ἐν τῷ θείῳ ἡμῶν πα λατίῳ παραδεδώκασιν. Ἐπεὶ τοῖν. ν δείκνυται πανταχόθεν πάσης ἀσεβείας πεπληρωμένη ἡ αὐτὴ ἀσεβὴς ἐπιστολή, καὶ ἐναντία οὖσα τοῖς ὁρισθεῖσιν ὑπὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, οἱ ταύτην λέγοντες δεδέχθαι ὑπὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, οὐ μόνον τὴν οἰκείαν κακο δοξίαν σπουδάζουσιν ἐκδικεῖν, ἀλλὰ καὶ ὕβριν τῇ αὐτῇ ἁγία συνόδῳ προσάπτειν. Τὰ γὰρ δεχθέντα καὶ βεβαιωθέντα παρὰ τῆς μνημονευθείσης ἁγίας συνόδου, ὀνομαστί ἐν τῷ παρ' αὐτῆς δεδομένῳ περὶ τῆς πίστεως ὅρῳ περι έχεται. Γινώσκειν δὲ ὑμᾶς βουλόμεθα, ὅτι καὶ Θεοδώριτος, ἐπειδὴ κατὰ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου έγραψε, Νεστόριον, καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐκδι κῶν. μετὰ τὸν ὅρον τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου συνωθήθη, πρῶτον μὲν ἀναθεματίσαι Νεστόριον καὶ τὴν ἀσέβειαν τὴν αὐτοῦ, καὶ ὁμολογῆσαι θεοτόκον τὴν ἁγαν ἔνδοξον ἀειπάρθενον Μαρίαν, καὶ οὕτως ἐδέχθη. Οθεν καὶ βας καὶ Θεοδώριτος οὐχ ὡς διδάσκαλοι καὶ πατέ ρες, ἀλλ' ὡς μετανοοῦντες, καὶ ἀναθεματίζοντες τὴν κακο δοξίαν, ὑπὲρ ἧς κατηγορήθησαν, καὶ δεξάμενοι τὸν ὅρον τῆς ἐν Χαλκηδόνι συνόδου, καὶ ὑπογράψαντες ἐν αὐτῷ, ἐδέχθησαν. Ἐπειδὴ ἔθος ἐστὶν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἅπαντας τοὺς αἱρετικοὺς τῆς οἰκείας πλάνης ἀναχωροῦντας, καὶ πρὸς τὴν ὀρθόδοξον ἐπανιόντας πίστιν, δεχθῆναι εἰς κοινωνίαν, οὐ μὴν ὡς διδασκάλους τοῖς πατράσι συναριθμεῖσθαι. "Οθεν καὶ τοὺς ἄλλους ἀνατολικοὺς ἐπι σκόπους, οι τινες Νεστόριον ἐκδικοῦντες ἀντεῖπον τῇ πρώτῃ ἐν Ἐφέσῳ συνέδῳ, καὶ τῷ ἐν ἁγίοις Κυρίλλῳ, ἐπειδὴ μετὰ ταῦτα Νεστόριον καὶ τὴν κακοδοξίαν ἀνε θεμάτισαν τὴν αὐτοῦ, ἐδέξατο ὁ κατὰ 'Ρώμην ἀποστολικὸς θρόνος, καὶ ὁ ἐν ἁγίοις Κύριλλος, καὶ διὰ τοῦτο καὶ ἡ ἁγία τοῦ Θεοῦ ἐκκλησία δέχεται αὐτούς, Καὶ τοῦτο δὲ ὑμᾶς εἰδέναι βουλόμεθα, ὅτι οὐ μόνον Ιβας καὶ Θεοδώριτος διὰ τὸ ἀντειπεῖν τοῖς δώδεκα κεφαλαίοις τοῦ ἐν ἁγίοις Κυρίλλου ἐξεβλήθησαν τῆς ἐπι σκοπῆς, ἀλλὰ καὶ Δόμνος ὁ ᾿Αντιοχείας αρχιεπίσκοπος διὰ τοῦτο κατεδικάσθη, ὡς γράψας ὀφείλειν μόνον σιωπης θῆναι τὰ αὐτὰ δώδεκα κεφάλαια· ἣν τινα κατάκρισιν κατά Δόμνου γενομένην, καὶ μετὰ θάνατον αὐτοῦ ἡ ἐν Χαλκηδόνι σύνοδος ἐδέξατό τε καὶ ἐβεβαίωσεν. Οτι δέ τοῦτο ἀληθές ἐστι, καὶ αὐτὸς Θεοδώριτος πρὸς Ἰωάννην τὸν Γερμανικίας ἐπίσκοπον μαρτυρεῖ γράφων οὕτως· «Τί δήποτε καὶ προφανῶς ψεύδονται, καί φασι μηδεμίαν γε γενῆσθαι περὶ δόγμα καινοτομίαν; διὰ ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; ὁ δεῖνα είνας μοιχείας ἐτόλ μησε; ποίους ὁ δεῖνα διώρυξε τάφους; δῆλόν ἐστι καὶ τοῖς βαρβάροις παρακαλώ ώ; δογμάτων χάριν καμὲ καὶ τοὺς ἄλλους ἐξήλασαν. Καὶ γὰρ τὸν κύριον Δόμνον, ὡς τὰ
col. 1089–1090page 49 of 52
PG 86:1089κεφάλαια μὴ δεξάμενον καθεῖλον οἱ βέλτιστοι πανεύφημα? ταῦτα καλέσαντες, καὶ ἐμμένειν τούτοις ὁμολογήσαντες. Ἐγὼ γὰρ αὐτῶν τὰς καταθέσεις ἀνέγνων, ἐμὲ δὲ ὡς τῆς αἱρέσεως ἔξαρχον ἀπεκήρυξαν. Ἐκ τούτων τοίνυν δείχνυ ται, ὅτι διὰ τὰ κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου τὰ κατὰ Νεστορίου προτεθέντα, καὶ Δόμνης, καὶ αὐτὸς Θεοδώριτος, καὶ βας, καὶ ἄλλοι τινὲς ἐξεβλήθησαν· καὶ Θεο δώριτον μέν, καὶ Ἴβαν μεταμεληθέντας, καὶ δεξαμένους τὰ μνημονευθέντα κεφάλαια, καὶ τὰ ἄλλα, δι' ἃ ἐξεβλήθησαν, ἡ ἁγία σύνοδος ἡ ἐν Χαλκηδόνι ἐδέξατο. Οἱ ἄλλοι δὲ οἱ μὴ μεταμεληθέντες οὐκ ἐδέχθησαν· ἡ δὲ Δόμνου κατάκρισις καὶ μετὰ θάνατον αὐτοῦ ἐβεβαιώθη. Ἐπειδὴ δὲ ἐγράψατε, ὅτι τὰς Θεοδώρου βλασφημίας τὰς παρ' ἡμῶν πεμφθείσας ὑμῖν ἀναθεματίζετε, εἴ τινος ἂν ὦσιν, αὐτὸν δὲ Θεόδωρον ἀμφιβάλετε ἀναθεματίσαι διὰ τὸ ἤδη προτελευτῆσαι αὐτὸν ἐν τῇ κοινωνίᾳ, ώς λέγεται, τῶν ἐκκλησιῶν, γινώσκετε ότι] οἱ λέγοντες μὴ ἐξὸν εἶναι Θεόδωρον ἀναθεματίζεσθαι, ἀλλὰ τοῖς ἐπισκόποις συναριθμεῖσθαι, ἐπειδὴ ἐν τῇ κοινωνίᾳ, καθώς εἰρήκατε, τῆς ἐκκλησίας ἐτελεύτησεν, οφείλουσιν καὶ Ἰούδαν τοῖς ἀποστόλοις συναριθμεῖν τὸν ὡς ἐνόμισεν λαθόντα τὸν γινώσκοντα τὰ κρυπτὰ τῶν ἀνθρώπων Θεὸν, καὶ μετὰ τῶν ἄλλων μαθητών κοινωνίαν δεξάμενον ἀπ' αὐτοῦ· ὅσον γὰρ ἧκεν εἰς τοὺς ταῦτα λέγοντας, μέμψεως εἰσιν ἄξιοι καὶ οἱ ἀπόστολοι οἱ μετὰ τὸν αὐτοῦ θάνατον ψήφον κατ' αὐτοῦ προαγαγόντες, κατακρίναντες αὐτὸν, καὶ εἰς τόπον αὐτοῦ ἄλλον ἀντεισαγαγόντες. Καὶ πάλιν ἐπειδὴ ἐν τοῖς ἁγίοις εὐαγγελίοις τὸ ὄνομα αὐτοῦ μεταξὺ τῶν ἄλλων ἀποστόλων ἀναγινώσεται, μὴ ἄρα ἐκ τούτου ἢ ὡς ἀπό στολος δέχεται, ἢ τῆς κατακρίσεως τοῦ ἀναθέματος ὤφειλεν ἐλευθερωθῆναι. Κατανοεῖτε τοίνυν ὅτι ἐκεῖνος τελευτῷ ἐν τῇ κοινωνίᾳ τῶν ἐκκλησιῶν, ὁ τὴν ὀρθόδοξον πίστιν μέχρι πέρατος τῆς οἰκείας ζωῆς φυλάξας. καὶ γὰρ εἰ καὶ Μανιχαῖος, ἡ ᾿Αρειανός, ή Νεστοριανός, Η Ευτυχιανιστής, ἢ ἄλλος οἷος οὖν αἱρετικός, ἡ Ἑλληνική μανία κρατούμενος λάθῃ κοινωνῶν τῇ ἐκκλησίᾳ, καὶ οὕτω τελευτήσῃ, καὶ μετὰ θάνατον ἢ ἐκ τῶν συγγραμμάτων αὐτοῦ, ἡ καθ' ἕτερον τρόπον αἱρετικὸς εἶναι φανῇ, ὅμως οὐκ ἐκ τούτου ἡ ὀρθόδοξος βλάπτεται πίστις, ἡ ἐκεῖνος ἐλευθεροῦται τῆς κατακρίσεως, εἰ ] ἐν τῇ εἰσ ρήνῃ τῶν ἐκκλησιῶν λέγεται τελευτήσαι· καὶ γενικῶς οὐδένα τῶν αἱρετικῶν θάνατος ἐκ τῆς περὶ τῆς κακοδοξίας αὐτοῦ κατακρίσεως ἐλευθεροῦ· μᾶλλον μὲν οὖν διὰ τοῦτο καταδικάζει, ὅτι ζῶν οὐ μετεμελήθη. Οτι δὲ οἱ αἱρετικοὶ οἱ ἐν τῇ ζωῇ αὐτῶν μὴ μεταμεληθέντες, καὶ μετὰ θάνατον κατεκρίθησαν, ἐκ πολλῶν δεί κνυται· καὶ Εὐνόμιος γάρ, και Απολλινάριος, καὶ Βόνωσος, καὶ ἐν τοῖς ἀρχαιοτέροις χρόνοις Ουαλεντίνος, Βασιλείδης, Μαρκίων, καὶ Κήρινθος, καὶ ἄλλοι πολλοὶ ἐν τῇ οἰκεία ζωῇ μὴ ἀναθεματισθέντες, μετά θάνατον κατεκρίθησαν, καὶ ὑπὸ τῆς καθολικῆς ἐκκλησίας ἀναθεματίζονται, ἐπειδὴ ἐν τῇ οἰκείᾳ πλάνῃ ἐτελεύτησαν ὥσπερ οἱ ἐν τῇ ἰδίᾳ ζωῇ ἀδίκως κατακριθέντες, μετά θάνατον ὑπὸ τῆς
col. 1091–1092page 50 of 52
PG 86:1091καθολικῆς ἐκκλησίας ἀνεκλήθησαν, τουτέστιν Ἰωάννης καὶ φλανιανὸς, οἱ ἐν ἁγίοις ἀρχιεπίσκοποι Κωνσταντινουπόλεως· κατὰ γὰρ τὴν ὑμετέραν ἔννοιαν χρὴ τοὺς αρε τικοὺς ἐν τῇ οἰκεία πλάνη τελευτήσαντας ἐλευθεροῦσθαι, τοὺς δὲ ὀρθοδόξους τοὺς ἀδίκως κατακριθέντας, μὴ ἀνα καλεῖσθαι μετὰ τὸν θάνατον· ὅπερ πάσης ἀσεβείας πεπλήρωται. Ὅτι δὲ ἐκκλησιαστική ἐστι παράδοσις τοὺς αἱρετικοὺς καὶ μετὰ θάνατον καταδικάζεσθαι, καὶ ἀναθεματίζεσθαι, φανερὸν μὲν ἐκ τούτων ἐποιήσαμεν· πλὴν ὅμως καὶ ἐκ τῶν διατάξεων τῶν ἁγίων ἀποστόλων τοῦτο δείκνυται λέγοντες γὰρ προσήκειν ὑπὲρ ἀναπαύσεως τῶν τελευτών των ἐλεημοσύνας παρέχεσθαι, οὕτως ἐπάγουσι· ι Ταῦτα δὲ περὶ τῶν εὐσε´ ὧν λέγομεν· περὶ δὲ τῶν ἀσεβῶν, ἐὰν τὰ τοῦ κόσμου δῷ πένησιν, οὐδὲν ὀνήσει αὐτόν· ᾧ γάρ περιίντι ἐναντίον ἦν τὸ θεῖον, δῆλον ὅτι καὶ μετασο τάντι.» Οπότε τοίνυν οἱ ἀπόστολοι περὶ τῶν εὐσε βῶν οὕτω διετύπωσαν, τίς εἴποι χρῆναι μετά θάνατον του, αἱρετικοὺς, ἡ αὐτὸν μάλιστα Θεόδωρον τῆς κατα κρίσεως τοῦ ἀναθέματος ἐλευθεροῦσθαι, όν τινα οἱ ἅγιοι πατέρες ὡς χείρονα Ἰουδαίων, καὶ Ἑλλήνων, καὶ Σοδο μετῶν, καὶ πάντων τῶν αἱρετικῶν βλασφημήσαντα, τού τοις συνηρίθμησαν, καὶ μετὰ τῆς αὐτοῦ ἀσεβείας κατέ κριναν; Οτι δὲ καὶ μετὰ θάνατον τοὺς αἱρετικούς, ώς προείπομεν ἀναθεματίζεσθαι δεῖ, καὶ ὁ ἐν ἁγίοις Αὐγουστῖνος ἐπίσκοπος ἐκ τῆς τῶν ᾿Αφρῶν χώρας οὕτω λέγει ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Βονιφάτιον γεγραμμένη· ο Οπότε καν ἀληθῆ ᾗ δυνατὸν δειχθῆναι τὰ παρ' αὐτῶν ἀντιτεθέντα Βεκιλιανῷ, καὶ ὑμῖν, καὶ ἀποθανόντα ἂν αὐτὸν ἀναθεματίζομεν· ἀλλ' ὅμως τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, ἤ τις οὐ ταῖς ἐμφιλονείκοις δ ξαι; μεταβάλλεται, ἀλλὰ ταῖς θείαις μαρτυρίαις βεβαιοῦται, δι' οἷον δήποτε ἄνθρωπον κατα λείπειν οὐκ ὀφείλομεν.» Καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Αὐγουστῖνος. Όμως οὐ μόνον τοὺς εἰς πίστιν ἁμαρτάνοντας μετά θάνατον οἱ ἅγιοι πατέρες ἀναθεματίζουσιν, ἀλλὰ καὶ τοὺς ἐπισκόπους, τοὺς ἐν τῇ τελευταίᾳ αὐτῶν βουλήσει, ἢ ἐξ ἀδια θέτου αἱρετικοῖς συγγενέσιν, ἢ ἐξωτικοῖς καταλιμπάνοντας. Τῆς γὰρ ἐν ᾿Αφρικῇ συνόδου ογδοηκοστός πρώτης κακών οὕτω λέγει· «Πάλιν ώρίσθη, εἴ τις ἐπίσκοπος κλη ρονόμους ἐξωτικούς τῆς ἰδίας συγγενείας, ή αἱρετικούς, κἂν ἰδίους συγγενεῖς, ἢ Ελληνας προτιμήσει τῆς ἐκκλησίας, καὶ μετά θάνατον ἀναθεματιζέσθω, καὶ τὸ ὄνομα αὐτοῦ μεταξὺ τῶν τοῦ Θεοῦ ἱερέων μὴ ἀναγινωσκέσω, καὶ οὐδὲ ἐξαιρεῖται τῆς κατακρίσεως, εἰ ἀδιάθετος τελευτήσει· ἐπειἓν ἐχρῆν αὐτὸν ἐπίσκοπον γενόμενον μηδαμῶς αναβαλέσθαι τὴν τῆς ἰδίας ουσίας διοίκησιν, ἁρμοδία, τῷ οἰκείῳ ἐπαγγελματι. ἡ Εἰ τοίνυν, καθὼς ὁ ἐκκλησιαστικὸς ὥρισε κανών, ὑπὲρ ἰδίας οἱ ἐπίσκοποι περιουσίας μὴ ὀρθῶς διοικηθείσης, καὶ μετὰ θάνατον ἀναθεματίζονται, πόσῳ μᾶλλον ἀναθεματίζεσθαι ὤφειλον οἱ εἰς αὐτὸν τὸν Θεὸν ἁμαρτάνοντες, τῆς ἁγίας γραφῆς λεγούσης, • Εάν ἄνθρωπος εἰς ἄνθρωπον ἁμάρτῃ, καὶ προσεύξονται περί αὐτοῦ· εἰ δὲ εἰς Θεόν τις ἁμάρτῃ, τίς προσεύξεται περί αὐτοῦ;
col. 1093–1094page 51 of 52
PG 86:1093᾿Αποδείξαντες δὲ ὅτι ἐν τοῖς προλαβοῦσι χρόνοις ὡρίσθη παρὰ τῶν ἁγίων πατέρων χρῆναι καὶ μετὰ θάνα του αναθεματίζεσθαι τοὺς εἴτε εἰς πίστιν, εἴτε εἰς κανό νας ἁμαρτήσαντας, ἀναγκαῖον εἶναι συνείδομεν καὶ τὰ ἐν τοῖς ἡμετέροις χρόνοις γενόμενα πᾶσι δῆλα καταστῆσαι πρὸς ἀναίρεσιν πάσης ἀφορμῆς τῶν τοὺς προφανεῖς αἱρε τικοὺς, καὶ τὴν τούτων ἀσέβειαν ἐκδικούντων. Λαυρέντιου γὰρ, καὶ Διόσκορον, τοὺς ἐν διαφόροις χρόνοις τὴν τοῦ ἀποστολικοῦ θρόνου ἱερωσύνην υφαρπάσαντας, εἰ καὶ μὴ εἰς πίστιν ἥμαρτον, ἀλλ᾽ οὖν ἐπειδὴ κατὰ περιδρομὴν ἐσπούδασαν τῆς ἐπισκοπῆς ἐπιλαβέσθαι, μετὰ θάνατον ὁ Αποστολικός θρόνος κατέκρινε, καὶ ἀνεθεμάτισεν. Ἐπειδὴ δὲ καὶ τοῦτο τοῖς ὑμετέροις προσεθήκατε γράμμασιν, ὅτι ἐάν τις τὸν αἱρεσιάρχην ἀναθεματίσῃ, καὶ εἴπῃ κατακρίνων, καὶ τοὺς τὰ ὅμοια φρονοῦντας αὐτῷ, συμπεριλαμβάνει πάντας τοὺς ὅτε δήποτε ταῦτα φρονήσαντας· καὶ διὰ τοῦτο ἐπειδὴ Παῦλον τὸν Σαμοσατέα, καὶ Φώτιον, καὶ Βόντσον, καὶ Νεστόριον ἀναθεματίζετε, οὐκ ἐφείλετε καὶ Θεόδωρον τὸν τὰ ὅμοια ἐκείνοις φρονήσαντα ονομαστὶ ἀναθεματίσαι. Γινώσκετε ὅτι πρῶτον μέν ἐκεῖνοι δίχα ὀνόματος ἀναθεματίζονται οἱ κατὰ πλίνην ἀκολουθήσαντες τοῖς αἱρεσιάρχαις, οὐ μὴν οἱ ἄλλους ἀπατήσαντες Τοὺς γὰρ ἀρχηγοὺς τῶν αἱρέσεων καὶ ο μαστὶ ἡ ἐκκλησία τοῦ Θεοῦ ἀναθεματίζει· Θεόδωρος δὲ οὐ μόνον διδάσκαλος ἦν τῆς Νεστορίου δυσσεβείας, ἀλλὰ καὶ πολλοὺς διὰ τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων ἠπάτησεν. Ωσπερ γὰρ οἱ ὀρθοὶ τῆς ἐκκλησίας διδάσκαλοι διὰ τῶν οἰκείων ἐκθέσεων γνωρίζονται, καὶ ἐπαινοῦνται, οὕτω καὶ ἐκ τοῦ ἐναντίου πάντες οἱ τῆς κακοδοξίας ἀρχηγοί διὰ τῶν ἰδίων ἀσεβῶν συγγραμμάτων ἐλέγχονται, καὶ ἀναθεματίζονται. Οπότε τοίνυν Θεόδωρος καὶ αἱρεσιάς χης γέγονε, καὶ ἀναριθμήτους βλασφημίας ἐν τοῖς οἰκείοις βιβλίοις ἐξήμεσεν, οὐδεμίαν ἔχετε δικαίαν ἀφορμὴν πρὸς τὸ παραιτήσασθαι τὸν κατ᾿ αὐτοῦ ἀναθεματισμόν. Περὶ δὲ τῆς ἐκθέσεως τῆς πίστεως, ἣν τοῖς ὑμετέροις γράμμασιν ἐνεθήκατε, εἰ καὶ πολλὰ εἶχομεν μέμψασθαι, ἀλλ᾽ οὖν όπως διὰ τὴν ὑμετέραν ἄγνοιαν καὶ ἁπλότητα τοῦτο παραλείπειν τέως δεῖν ἐνομίσαμεν, ἔν τισι γάρ ἀνασφαλῶς ἐγράψατε. Εν τισι ῥήματα τεθείκατε, μηδὲ ταῖς θείαις γραφαῖς, μηδὲ τοῖς ἁγίοις πατράσιν ἔγνωσα. μένα· ἐν ἄλλοις δὲ τοὺς διδασκάλους τῆς ἐκκλησίας τόγε εἰς ὑμᾶς ἧκον κατεδικάσατε. Πρὸς τούτοις δὲ καί τινα εἰς τὴν ὀρθόδοξον συντείνοντα πίστιν παρελείψατε. Οθεν χρὴ ὑμᾶς κατὰ τὴν παραίνεσιν τῶν ἁγίων πατέρων ἡ γινώσκοντας λαλεῖν, ἢ ἀγνοοῦντας σιωπᾷν, καὶ ἀπὸ τῶν ἐπισταμένων διδάσκεσθαι. Ἐπειδὴ δὲ ἐγράψατο ἡμῖν, πῶς ὀφείλομεν τοῖς Απο γυπτίοις ἀποκρίνασθαι, θαυμάζομεν ὑμᾶς, ὅτι τὴν ἀσε η ἐπιστολὴν ἐκείνην καὶ Θεόδωρον, καὶ Νεστόριον, καὶ τὴν κακοδοξίαν τὴν αὐτῶν ἐκδικοῦντες, ἡμῖν παραινεῖν ἐπιχειρεῖτε, τί ὀφείλομεν ἄλλοις ἐναντίοις τῆς ἐκκλησίας ἀποκρίνασθαι. Εἰ γάρ τις τοῖς παρ' ὑμῶν γραφεῖσι συνε νέσει οὐδὲν ἔτερον παραινέσει τοῖς Αιγυπτίοις, ἢ Θεόδωρο, καὶ Νεστόριον τοὺς αἱρετικοὺς δέξασθαι, καὶ
col. 1095–1096page 52 of 52
PG 86:1095πάντας τοὺς ἁγίους πατέρας καταδικάσαι, τοὺς κατα κρίναντας ἐκείνους τε καὶ τὴν αὐτῶν ἀπιστίαν, καὶ πρὸς τούτοις ἐξ ἑτέρας πλάνης εἰς ἄλλην ἐμπεσεῖν, ὁπότε ἡμῖν ἐγράψατε ἀποκρίνασθαι τοῖς ἐναντίοις τῆς ἐκκλησίας, καλὴν καὶ ὀρθόδοξον εἶναι τὴν μυσαρὰν ἐκείνην ἐπιστολήν. Σπουδάσατε τοίνυν πρῶτον μὲν ὑμᾶς αὐτοὺς διορθώσασθαι, καὶ οὕτως ἄλλους διδάξαι. Εἴ τις γὰρ ἡ Θεόδω μον, ἢ τὴν λεγομένην Ιβα ἐπιστολήν, ἢ τὰ Θεοδωρίτου συγγράμματα τὰ κατὰ τῆς ὀρθῆς πίστεως ἐκτεθέντα έχε δικεῖ, τοῖς αἱρετικοῖς ἑαυτὸν συναριθμῶν, ἀλλότριον ἑαυτὸν ποιεῖ τῆς καθολικῆς ἐκκλησίας, ἧς κεφαλή ἐστιν ὁ μονογενής υἱὸς τοῦ Θεοῦ ὁ κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῖς ὁ Χριστὸς, οὗ τινος ὑμᾶς αὐτοὺς χωρίζετε, τὴν ἀσεβῆ ἐπιστολὴν καὶ Θεόδωρον ἐκδικοῦντες· καὶ διὰ τοῦτο προσῆκον ἐστιν ὑμᾶς τῆς ἀσεβείας τῆς ἐπιστολῆς, καὶ τοῦ ἐκδικεῖν Θεόδωρον τὸν οὕτω προφανή αἱρετικὸν ἀπο σχέσθαι. Εἰ γὰρ ὁ ἅγιος ἀπόστολος Παύλος κωλύει, τοῦτο μὲν ἐκ τοῦ ἰδίου ὀνόματος, τοῦτο δὲ ἐκ τῶν λοιπῶν ἀποστόλων καλεῖσθαί τινα, καὶ ἐπιτιμᾷ τοῖς λέγουσιν, ἐγώ μέν..... Οὐκ ὀλίγα ἐλλείπουσι. Η ΔΙΑΤΑΞΙΣ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΤΑ ΑΝΘΙΜΟΥ, ΣΕΥΗΡΟΥ, ΠΕΤΡΟΥ ΚΑΙ ΖΩΑΡΑ. Ἐν ὀνόματι τοῦ Δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, αὐτοκράτωρ Καίσαρ, Φλάβιος Ἰουστινιανός, Αλα μανικός, Γοτθικός, Φραγγικός, Γερμανικός, Αντικός, *Αλανικός, Οὐανδαλικές, Αφρικός, Εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαιούχος, ἀεισέβαστος Αύγουστος, Μηνιά πατριάρχη.
Continue reading PG 86: Constitutio Sacra adversus Severianos →≣ entire volume