Diplomatic text · vision-corrected transcription of the Migne scan (67% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1145–1146page 1 of 3
PG 86:1145κατὰ καιρὸν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ δια πρεψάντων, καὶ τῶν ἐν ταῖς ἁγίαις τέτρασι γε νομένων συνόδοις, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ τῶν ἐν Νικαίῳ, καὶ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν Κωνσταντινοπόλει, καὶ τῶν ἐν Ἐφέσῳ κατὰ πρώ την τάξιν συνειλεγμένων διακοσίων, καὶ τῶν ἐν Χαλ (1. κηδόνι εξακοσίων τριάκοντα, οἵτινες νόμος ὄντες τῆς Ἐκκλησίας, τοὺς κατὰ καιρὸν ἀναφθέντας αἱρε τικοὺς, καὶ τὰ ἐκείνων μυσερὰ δόγματα τῇ τοῦ ἁγίου Πνεύματος συνεργείᾳ τῆς Ἐκκλησίας ἐξέβαλον. Οἱ δὲ τῆς εὐσεβείας ἐχθροὶ, τὴν ἐπισποράν τῶν ζιζανίων τοῦ διαβόλου κατέχοντες, καὶ τοῖς ἀγαθοῖς σπέρμασιν ἀκολουθεῖν μὴ βουλόμενοι, ἀεὶ δὲ προφασιζόμενοι, παντὸς ἀποροῦντες λόγου, εἰς τοῦτο καταφεύγουσι τὸ λέγειν πατροπαράδοτον ἔχειν διδα σκαλίαν, καὶ ταύτην ἀπολιπεῖν μὴ δύνασθαι, πατέ ρας ἔχοντες, οἱ μὲν ἀπὸ Νεστορίου Παῦλόν τε, καὶ Φωτεινὸν, καὶ Μάρκελλον, καὶ τοὺς τὰ ἐκείνων φρονήσαντας· οἱ δὲ ᾿Ακέφαλοι Εὐτυχέα τε, καὶ Διόσ κορον, καὶ Τιμόθεον τὸν Αίλουρον, καὶ τοὺς τὰ ἐκεί νων φρονήσαντας· οἱ τῇ Απολιναρίου, καὶ Μανιχαίου καὶ Βαλεντίνου μανίᾳ ἠκολουθηκότες ἐδείχθησαν. Οἱ οὖν ταῦτα λέγοντες, πῶς Ἰουδαίους τε καὶ Ελ ληνας πρὸς Χριστιανισμὸν ὁδηγήσουσι, τὰ παραπλήσια τούτοις προβαλλόμενοι καὶ λέγοντες, οὐ μόνον πατροπαράδοτον, ἀλλὰ καὶ πολλῷ τούτων παλαιοτέραν κεκτῆσθαι τὴν ἀσέβειαν; Ὅθεν προτρέπομεν τὴν ὑμετέραν θεοφιλίαν διαμαρτύρασθαι πάντα ἄν θρωπον φοβούμενον τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντα, διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παρα φέρεσθαι, ἀλλὰ διδασκομένους τὴν ὀρθὴν καὶ ἀμώ. μητον πίστιν, προστρέχειν τῇ ἁγίᾳ τοῦ Θεοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἐν ᾗ συμφώνως κατὰ πᾶσαν τὴν οἰκουμένην παρὰ τῶν τοῦ Θεοῦ ἱερέων ἡ ἀποστολικὴ διδασκαλία κηρύττεται. ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΤΟΥ ΕΥΣΕΒΕΣΤΑΤΟΥ ΒΑΣΙΛΕΩΣ ΕΚ ΤΗΣ ΠΡΟΣ ΖΩΙΛΟΝ ΤΟΝ ΑΓΙΩΤΑΤΟΝ ΠΑΤΡΙΑΡΧΗΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΔΟΓΜΑΤΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ Εἷς οὖν ἐστιν ὁ Χριστὸς, οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾶς διὰ τὴν ἄφραστον ἔνωσιν, Λήμ γος νοούμενος καὶ ἄνθρωπος θεωρούμενος· οὔτε γὰρ ἡ ἔνωσις σύγχυσιν ἀπειργάσατο, οὔτε ἡ διαφορὰ τῶν ἐν αὐτῷ οὐσιῶν τομὴν εἴτουν διαίρεσιν ἐπιδέ
col. 1147–1148page 2 of 3
PG 86:1147χεται. Βλέποντες γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, κηρύττομεν αὐτοῦ τὴν θεότητα· ὁρῶντες αὐτοῦ ; τὰ πάθη, οὐκ ἀρνούμεθα αὐτοῦ τὴν ἀνθρωπότητα οὐδὲ τὰ θαύματα δίχα σαρκός, οὐδὲ τὰ πάθη χωρίς τῆς θεότητος. Καὶ ἔστι παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων, καὶ μὴ πάσχων· πάσχων μὲν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα· καὶ ἐν αὐτῷ τῷ σώματι ἦν μὴ πάσχων ὁ τῇ φύσει Θεὸς ὤν, ὁ Λόγος ἀπαθὴς ἦν. Καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώ. ματι· τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ Λόγον, ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος· ἐν εργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοι νωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος. Τοῦτο γὰρ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ λβ' λόγῳ τοῦ Θησαυροῦ διδάσκει τὴν πρὸς Ρωμαίους ἑρμηνεύων Επιστολήν Οὐδήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσ σεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον. Ὁ αὐτὸς δὲ ἅγιος Πατὴρ καὶ ἐν τοῖς πρὸς Θεοδόσιον τὰ αὐτὰ ἡμᾶς ἐκδιδάσκει λέ γων· "Ολον ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ᾿ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγου· οὐ γάρ που το ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς λόγους. Ἐπράττετο δὲ δι' ἀμφοῖν καλῶς τῆς οἰκο νομίας τὸ μυστήριον· προσεχρήσατο καθάπερ ὀργά νῳ τῇ δίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀῤῥωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν ψυχή δ' αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη· πεινῆσαι γὰρ λέγεται, πόνους τε υπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοήσεις τε, καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θά νατον. Ἐπαναγκάζοντος γὰρ οὐδενὸς ἔθηκεν ἀφ' ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· σάρκα μὲν τὴν ἰδίαν, τῆς ἁπάντων σαρκὸς ἀποτιννὺς ἀληθῶς δῶρον ἀντάξιον ψυχὴν δ᾽ ἀντὶ ψυχῆς ἀντίλυτρον τῶν ἁπάντων ποιούμενος· εἰ καὶ ἀνεβίω πάλιν ζωὴ κατὰ φύσιν ὑπάρ χων ὡς Θεός· οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύο νασθαι κρατεῖσθαι ποτὲ ἐνωθεῖσαν τῷ λόγῳ σάρκα, κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· Οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Οὐ γὰρ ἔστιν εἰπεῖν ὡς τὴν ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύ σιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς ὑπὸ χθόν να μυχῶν ἀνακεκομίσθαι φήσομεν· οὐ γὰρ ἂν ἠξιώ θη τὸ χρῆμα θαύματος, εἰ μεμένηκεν εἰς τὸν ᾄδην ὁ ἐκ Θεοῦ Λόγος τῇ τῆς θεότητος ἐνεργεία τε καὶ φύ σει παραδόξως τε καὶ ὑπὲρ λόγον πληρῶν τὰ πάντα καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Εἶτα προϊὼν τῷ λόγῳ ταῦτα πάλιν φησίν· Ανθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι· δεικνύς ἃ δι' ἀμφοῖν γνωρίζεται καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεός. Θρᾷς ὅπως ὁ σεβάσμιος οὗτος Πατήρ δου
col. 1149–1150page 3 of 3
PG 86:1149τὰς τῶν δύο φύσεων ενεργείας ἐπὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι τοῦ ἑνὸς προσώπου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν παραδίδωσι; Καὶ μετ' ὀλίγα· Εἶτα δι' ἡμᾶς ἄν θρωπος γενόμενος ὁρατὸς καὶ ψηλαφητός γέγονε καὶ διὰ τῶν θείων τε καὶ ἀνθρωπίνων ἐνεργειῶν φανερωθεὶς ὑπάρχειν ἐν θεότητι καὶ ἀνθρωπότητι, δέδωκεν ἡμῖν γινώσκειν ὅτι ἐν οἷς ἐγνώσθη, ἐξ αὐτ τῶν συνίσταται· οὕτω γὰρ καὶ οἱ ἅγιοι Πατέρες ἀμφοτέρας τὰς φωνὰς ὁμολογοῦντες, τουτέστι καὶ τὴν ἐκ θεότητος καὶ ἀνθρωπότητος δι' ἑκατέρας αὐτῶν τὸ ἀσύγχυτόν τε καὶ ἀδιαίρετον τῆς οἰκονομίας τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παραδιδόασιν. ΧΡΥΣΟΒΟΥΛΟΝ ΤΟΥ ΑΟΙΔΙΜΟΥ ΒΑΣΙΛΕΩΣ ΙΟΥΣΤΙΝΙΑΝΟΥ, Ο ΕΔΩΡΗΣΑΤΟ ΕΙΣ ΤΟΝ ΤΟΥ ΣΙΝΑ ΟΡΟΥΣ ΗΓΟΥΜΕΝΟΝ 1 Εἰ δὲ καὶ ἀνδράσι τοῖς περιδεξίοις εἰς ὑπηρεσίαν τῶν βασιλέων ' ἀρχόντων καταστρατηγήσαι ο ἢ πότ λεων διοικήσεις εγχειρισθῆναι ἡ λαοὺς ὁδηγῆσαι ἢ καὶ ἀλλ᾽ ἅττα τοιαῦτα ὁ πράττειν δεδομένοις τῷ κράτει τῆς τῶν Ῥωμαίων ἀρχῆς φαινόμενα χρήσιμα τιμὴν ἐπιμετρεῖ τὴν προσήκουσαν τῶν ὑπηκόων ὅσοι εὐγνώμονες, εἰσηγούμενοι δίκαιοι ἂν εἶεν τὰ τῆς ὑποθήκης τούτων βλέπειν τὸ πέρας ἐπιδεχόμενα ἀνδράσι σεμνοῖς καὶ βίῳ καὶ τρόπῳ καὶ Θεῷ πλησιάζουσιν ', οὐχ ὅσα τῶν κατὰ τὰ ἐκτὸς, συντεινόντων, ἀλλὰ κρείττω καὶ εἰς ψυχὴν αὐτὴν παραπέμποντα τὴν ὠφέλειαν, μᾶλλον δὲ καὶ τοῦτο κἀκεῖνο περι ποιούμενα τούτοις ἐκ τῆς ἄνωθεν δεξιᾶς προβαλλομένης τοῖς αὐτοκράτορσι· πῶς οὐκ ἂν εἴη τῶν καθ ηκόντων ἐπικλινὲς ὡτίον βραβεύειν καὶ εἰς τέλος ἄγειν ἅπερ αἰτήσαιντο. Εἰ δὲ καὶ ἄλλος τῇ δεήσει τιμᾶται τὸ εὔλογον, οὐχ ὅπως διὰ τὴν τούτων' πα ράκλησιν, ἀλλ᾽ ἤδη καὶ καθ' αὐτὸ τὸ πρᾶγμα ἀξίως Έχει * γενέσθαι, τηνικαῦτα καὶ μᾶλλον ταῖς αἰτήσεσι τούτων ἐπαινετέον τοὺς ἄνακτας καὶ παρεκτέον ἅπερ ἐθέλοιεν, ἵν' εἶεν οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ τῷ δικαίῳ κατὰ τὸ εἰκὸς χαριζόμενοι 10. Τοῦτο καὶ ἄρτι τῇ βασιλείᾳ μου πάρεστιν ἰδεῖν ἐκτελούμενον, δω ρουμένῃ τοῖς ἐν τῷ ὄρει Σινᾶ τιμὴν τὴν ὑπέρτιμον τοῦτο μὲν δι᾽ ἱκεσίαν ἣν ἐποιήσατο πρὸς ἐμὲ 11 ὁ Σίναιον. * Ορισμός τοῦ βασιλέως Ἰουστινιανοῦ, ὃν ἐποίησεν διὰ τὸ θεοβάδιστον ὄρος τὸ εἰς ὑπηρετῶν βασιλέων. καταστρατῆσαι. • ἢ ἄλλα τὰ τοιαῦτα; δεομένοις δεδομένοις. τῶν ὑπηκόων. πλησιάζουσι. Τούτων παρητέον. χαριζόν μενον. • πρός με.
Continue reading PG 86: Bulla Aurea ad Abbatem Montis Sinai →≣ entire volume