PG 86Agapetus the Deacon
Admonitory Chapters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1163–1164page 1 of 12
PG 86:1163ΕΚΘΕΣΙΣ ΚΕΦΑΛΑΙΩΝ ΠΑΡΑΙΝΕΤΙΚΩΝ, ΣΧΕΔΙΑΣΘΕΙΣΑ Παρά ΑΓΑΠΗΤΟΥ ΔΙΑΚΟΝΟΥ ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ ΤΟΥ ΘΕΟΥ ΜΕΓΑΛΗΣ ΕΚΚΛΗΣΙΑΣ, ΠΡΟΣ ΒΑΣΙΛΕΑ ΙΟΥΣΤΙΝΙΑΝΟΝ, τὴν ἡ ἀκροστιχίς ὧδέ πως ἔχει Τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ βασιλεῖ ἡμῶν Ἰουστινιανῷ, Αγαπητός ὁ ἐλάχιστος διάκονος. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Τιμῆς ἁπάσης ὑπέρτερον ἔχων ἀξίωμα, βασιλεῦ, τίμα ὑπὲρ ἅπαντας τὸν τούτου σε ἀξιώσαντα Θεόν ὅτι καὶ καθ᾽ ὁμοίωσιν τῆς ἐπουρανίου βα σιλείας ἔδωκέ σοι τὸ σκῆπτρον τῆς ἐπιγείου δυ ναστείας, ἵνα τοὺς ἀνθρώπους διδάξῃς τὴν τοῦ δικαίου Σχεδιασθεῖσα. σχεδιασθεῖσα σχε διασθεῖσα, σχέδος οι επιμερισμός σχέδος οι επι μερισμός σχεδιασθεῖσα ἂν ἡ ἀκροστιχίς, κ. τ. λ. Βασιλικὰ ὧν ἡ ἀκροστιχίς τῷ θειοτάτῳ. Ακροστιχίς ἔχοντα ἀκροστιχίδα, ᾿Αγαπητός - διάκονος. Β. Τὰ λεγόμενα βασιλικά σχέδη. 'Αξιώσ. Θεόν. Α. ἀξιώσ. τὸν Θεόν. Βασιλείας. ἐξουσίας. Ι. ΧΙ, ρ.
col. 1165–1166page 2 of 12
PG 86:1165φυλακὴν, καὶ τῶν κατ' αὐτοῦ λυσσώντων ἐκδιώ ξῃς τὴν ὑλακὴν, ὑπὸ τῶν αὐτοῦ βασιλευόμενος νόμων, καὶ τῶν ὑπὸ σὲ βασιλεύων ἐννόμως. ΚΕΦΑΛ. Β'. Ως κυβερνήτης ἀγρυπνεῖ διὰ παντὸς, ὁ τοῦ βασι λέως πολυόμματος νοῦς, διακατέχων ἀσφαλῶς τῆς εὐνομίας τοὺς οἴακας, καὶ ἀπωθούμενος ἰσχυρῶς τῆς ἀνομίας τοὺς ῥύακας, ἵνα τὸ σκάφος τῆς παγκοσμίου πολιτείας μὴ περιπίπτῃ κύμασιν ἀδικίας. ΚΕΦΑΛ. Γ'. Θεῖον μάθημα καὶ πρῶτον οἱ ἄνθρωποι, τὸ γνῶ ναί τινα ἑαυτὸν διδασκόμεθα. Ὁ γὰρ ἑαυτὸν γνούς, γνώσεται Θεόν· Θεὸν δὲ ὁ γνούς, ὁμοιωθήσεται Θεῷ· ὁμοιωθήσεται δὲ Θεῷ, ὁ ἄξιος γενόμενος Θεοῦ· ἄξιος δὲ γίνεται Θεοῦ, ὁ μηδὲν ἀνάξιον πράτ των Θεοῦ, ἀλλὰ φρονῶν μὲν τὰ αὐτοῦ, λαλῶν δὲ ἃ φρονεῖ, ποιῶν δὲ & λαλεῖ. ΚΕΦΑΛ. Δ'. Ἐπὶ προγόνων εὐγενείᾳ μηδεὶς ἐναβρυνέσθω· πη λὸν γὰρ ἔχουσι πάντες τοῦ γένους προπάτορα, καὶ οἱ ἐν πορφύρᾳ καὶ βύσσῳ καυχώμενοι, καὶ οἱ ἐν περ νίᾳ καὶ νόσῳ τρυχόμενοι καὶ οἱ διαδήματα περι κείμενοι, καὶ οἱ διὰ δόματα προκείμενοι. Μὴ τοίνυν εἰς πήλινον ἐγκαυχώμεθα γένος, ἀλλ᾽ ἐπὶ χρηστότητι σεμνυνώμεθα τρόπων. ΚΕΦΑΛ. Ε'. Ισθι, ὦ εὐσεβείας θεότευκτον ἄγαλμα, ὅτι ὅσῳ μεγάλων ἠξιώθης παρὰ Θεοῦ δωρεῶν, τοσούτῳ μεί ζονος ἀμοιβῆς ὀφειλέτης υπάρχεις αὐτῷ. Οὐκοῦν ἀπόδος τῷ εὐεργέτῃ τὸ χρέος τῆς εὐχαριστίας, τῷ λαμβάνοντι τὸ χρέος ὡς χάριν, καὶ τὴν χάριτος χά ριν ἀντιδιδόντι. Αὐτὸς γὰρ ἀεὶ καὶ χαρίτων ἄρχει, καὶ ὡς χρέος τὰς χάριτας ἀποδίδωσιν· εὐχαριστίαν δὲ ζητεῖ παρ' ἡμῶν, οὐ τὴν διὰ ῥημάτων ἀγαθῶν προφοράν, ἀλλὰ τὴν διὰ πραγμάτων εὐσεβῶν προσο φοράν. ΚΕΦΑΛ. Γ'. Οὐδὲν οὕτως εὐδόκιμον ἐργάζεται ἄνθρωπον, ὡς δύνασθαι μὲν & βούλεται πράττειν, ἀεὶ δὲ φιλάνθρωπα καὶ βούλεσθαι καὶ πράττειν. Ἐπειδὴτοίνυν ἐκ Θεοῦ σοι κεχάρισται δύναμις, ἧς ἐδεῖτο δι' ἡμᾶς ἡ ἀγαθή σου βούλησις, πάντα καὶ βούλου καὶ πρᾶττε, ὡς ἀρέσκει τῷ ταύτην σοι δεδωκότι. ΚΕΦΑΛ. Ζ'. Τῶν ἐπιγείων χρημάτων ὁ ἄστατος πλοῦτος τῶν ποταμίων ρευμάτων μιμεῖται τὸν δρόμον· πρὸς ὀλίγον μὲν ἐπιῤῥέων τοῖς ἔχειν νομίζουσι· μετ' ὀλί γον δὲ παραῤῥέων, εἰς ἄλλους ἀπέρχεται. Μόνος δὲ τῆς εὐποιίας ὁ θησαυρός, μόνιμός ἐστι τοῖς κεκτημένοις αὐτόν· τῶν γὰρ ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς ποιοῦντας ἐπαναστρέφουσιν. ΝΟΤΑ. Ὑπὸ τῶν αὐτοῦ. ὑπὸ τοῦ αὐτοῦ. Τὸ γνῶναι τινα ἑαυτόν. Τὸ γνῶναι ἑαυτούς. Τρυχόμενοι. τρυχώμενοι. Δόματα. δώματα, Ὡς δύνασθαι. ὡς τὸ δύνασθαι.
col. 1167–1168page 3 of 12
PG 86:1167ΚΕΦΑΛ. Η'. ᾿Απρόσιτος μὲν ὑπάρχεις ἀνθρώποις διὰ τὸ ὕψος τῆς κάτω βασιλείας· εὐπρόσιτος δὲ γίνῃ τοῖς δεο μένοις διὰ τὸ κράτος τῆς ἄνω ἐξουσίας· καὶ ἀνοίγεις τὰ ὦτα τοῖς ὑπὸ πενίας πολιορκουμένοις, ἵνα εύρης τὴν τοῦ Θεοῦ ἀκοὴν ἀνεῳγμένην. Οἷοι γὰρ ἂν τοῖς ἡμετέροις γενώμεθα συνδούλοις, τοιοῦτον περὶ ἡμᾶς εὑρήσομεν τὸν Δεσπότην. ΚΕΦΑΛ. Θ'. Την πολυμέριμνον τοῦ βασιλέως ψυχὴν, κατόπτρου δίκην ἀποσμήχεσθαι χρή, ἵνα ταῖς θείαις αὐταῖς ἀεὶ καταστράπτηται, καὶ τῶν πραγμάτων τὰς κρίσεις ἐκεῖθεν διδάσκηται. Οὐδὲν γὰρ οὕτω ποιεῖ τὰ δέοντα καθορᾷν, ὡς τὸ φυλάσσειν ἐκείνην διὰ παντὸς καθα ράν. ΚΕΦΑΛ. Γ'. Ὥσπερ ἐπὶ τῶν πλεόντων, ὅταν μὲν ὁ ναύτης σφαλῇ, μικρὰν φέρει τοῖς συμπλέουσι βλάβην· ὅταν δὲ αὐτὸς ὁ κυβερνήτης, παντὸς ἐργάζεται τοῦ πλοίου ἀπώλειαν, οὕτω καὶ ἐν ταῖς πόλεσιν, ἂν μέν τις τῶν ἀρχομένων ἁμάρτῃ, οὐ τὸ κοινὸν τοσοῦτον, ὅσον ἑαυτὸν ἀδικεῖ· ἂν δὲ αὐτὸς ὁ ἄρχων, πάσης έρε γάζεται τῆς πολιτείας τὴν βλάβην. Ὡς οὖν μεγάλα; ὑφέξων εὐθύνας, εἴ τι παρίδοι τῶν δεόντων, μετά πολλῆς ἀκριβείας καὶ λεγέτω πάντα καὶ πραττέτω. ΚΕΦΑΛ. ΙΑ'. Κύκλος τις τῶν ἀνθρωπίνων περιτρέχει πραγμά των, ἄλλοτε ἄλλως φέρων αὐτὰ καὶ περιφέρων· καὶ τούτοις ἀνισότης ἐστὶ, τὸ μηδὲν τῶν παρόντων ἐν ταυτότητι μένειν. Δεῖ οὖν σε, κράτιστε βασιλεῦ, ἐν τῇ τούτων ἀγχιστρόφῳ μεταβολῇ, ἀμετάβλητον ἔχειν τὸν εὐσεβῆ λογισμόν. ΚΕΦΑΛ. ΙΒ΄. Αποστρέφου τῶν κολάκων τοὺς ἀπατηλοὺς λόγους, ὥσπερ τῶν κοράκων τοὺς ἁρπακτικούς τρόπους· οἱ μὲν γὰρ τοὺς τοῦ σώματος ἐξορύττουσιν ὀφθαλμούς οἱ δὲ, τοὺς τῆς ψυχῆς ἐξαμβλύνουσι λογισμούς, μή συγχωροῦντες ὁρᾶν τὴν τῶν πραγμάτων ἀλή θειαν. Η γὰρ ἐπαινοῦσιν ἔσθ' ὅτε τὰ ψόγου άξια, η ψέγουσι πολλάκις τὰ ἐπαίνων κρείττονα· ἵνα δυοῖν θάτερον αὐτοῖς ἁμαρτάνηται, ἢ τὸ κακὸν ἐπαινούμενον, ἢ τὸ καλὸν ὑβριζόμενον. ΚΕΦΑΛ. ΙΓ'. Ἴσον εἶναι χρὴ πάντοτε τοῦ βασιλέως τὸ φρόνημα τὸ γὰρ συμμεταβάλλεσθαι ταῖς τῶν πραγμάτων μετ ταβολαῖς, διανοίας ἀβεβαίου τεκμήριον γίνεται· τὸ δὲ παγίως ἐν τοῖς καλοῖς ἐφηρεῖσθαι, ὡς τὸ εὐσεβές ὑμῶν ἐστήρικται κράτος, καὶ μήτε πρὸς ἀλαζονείαν ὑπεραίρεσθαι, μήτε πρὸς ἀθυμίαν καταφέρεσθαι, βεβηκότων ἐστὶν ἀσφαλῶς, καὶ ἀκράδαντον ἐχόντων την ψυχήν. ΚΕΦΑΛ. ΙΔ'. Εἴ τις κεκαθαρισμένον ἔχει τὸν λογισμὸν ἐκ τῆς
col. 1169–1170page 4 of 12
PG 86:1169ἀνθρωπίνης ἀπάτης, καὶ βλέπει τὸ οὐτιδανὸν τῆς ἑαυτοῦ φύσεως, τότε βραχὺ καὶ ὠκύμορον τῆς ἐνα ταῦθα ζωῆς, καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ ῥύπον, εἰς τὸν τῆς ὑπερηφανία; οὐκ ἐμπεσεῖται κρημνόν, κἂν ἐν ἀξιώματι ὑπάρχῃ ὑψηλῷ. ΚΕΦΑΛ. ΙΕ'. Ὑπὲρ πάντα τῆς βασιλείας τὰ ἔνδοξα, τῆς εὐσεβείας τὸ στέμμα τὸν βασιλέα κοσμεῖ· ὁ γὰρ πλοῦτος ἀπέρχεται, καὶ ἡ δόξα μετέρχεται· τὸ δὲ κλέος τῆς ἐνθέου πολιτείας ἀθανάτοις αἰῶσι συμ παρεκτείνεται, καὶ λήθης ἐπέκεινα τοὺς ἔχοντας ίστησι. Σφόδρα μοι δοκεῖ ἀτοπώτατον εἶναι, ὅτι πλούσιοι καὶ πένητες ἄνθρωποι ἐξ ἀνομοίων πραγμάτων βλά την πάσχουσιν ὁμοίαν. Οἱ μὲν γὰρ ὑπὸ τοῦ κόρου διαῤῥήγνυνται, οἱ δὲ ὑπὸ τοῦ λιμοῦ διαφθείρονται καὶ οἱ μὲν κατέχουσι τοῦ κόσμου τὰ πέρατα, οἱ δὲ οὐκ ἔχουσι ποῦ στῆσαι τὰ πέλματα. Ἵνα τοίνυν ἄμφω τῆς ὑγείας τύχωσιν, ἀφαιρέσει καὶ προσθέσει τούτους θεραπευτέον, καὶ πρὸς ἰσότητα τὴν ἀνισότητα μετενεκτέον. ΚΕΦΑΛ. 17'. Ἐφ' ἡμῖν ἀνεδείχθη τῆς εὐζωΐα; ὁ χρόνος, ὃν προείπέ τις τῶν παλαιῶν ἔσεσθαι, ὅταν ἢ φιλόσοφοι βασιλεύσωσιν, ἢ βασιλεῖς φιλοσοφήσωσι· καὶ γὰρ φιλοσοφοῦντες ἠξιώθητε βασιλείας, καὶ βασιλεύσαντες οὐκ ἀπέστητε φιλοσοφίας. Εἰ γὰρ τὸ φιλεῖν σου φίαν ποιεῖ φιλοσοφίαν, ἀρχὴ δὲ σοφίας ὁ τοῦ Θεοῦ φόβος, ὃν ἐν τοῖς στέρνοις ὑμῶν διαπαντὸς ἔχετε, εὔδηλον ὡς ἀληθὲς τὸ παρ' ἐμοῦ λεγόμενον. ΚΕΦΑΛ. Ι. Βασιλέα σε κατὰ ἀλήθειαν ὁρίζομαι, ὡς βασι λεύειν καὶ κρατεῖν τῶν ἡδονῶν δυνάμενον, καὶ τὸν στέφανον τῆς σωφροσύνης ἀναδησάμενον, καὶ πορ φύραν τῆς δικαιοσύνης ἀμφιασάμενον. Η μὲν γὰρ ἄλλη ἐξουσία τὸν θάνατον ἔχει διαδοχήν· ἡ δὲ τοιαύτη βασιλεία τὴν ἀθάνατον σώζει διαμονήν· καὶ ἡ μὲν ἐν τῷ αἰῶνι τούτῳ λύεται· ὁ δὲ τῆς αἰωνίου κολάσεως ῥύεται. ΚΕΦΑΛ. 10'. Εἰ τὴν ἐκ πάντων βούλει καρποῦσθαι τιμὴν, γίνου τοῖς ἅπασιν εὐεργέτης κοινός· οὐδὲν γὰρ οὕτω πρὸς εὔνοιαν ἐφέλκεται, ὡς εὐποιίας χάρις διδομένη τους χρήζουσιν. Ἡ γὰρ διὰ φόβον γινομένη θεραπεία, κατεσχηματισμένη ἐστὶ θωπεία, πεπλασμένης τιμής ὀνόματι φενακίζουσα τοὺς αὐτῇ προσανέχοντας. ΚΕΦΑΛ. Κ'. Σεπτὴ δικαίως ἐστὶν ἡ ἡμῶν βασιλεία ὅτι τοῖς πολεμίοις μὲν δεικνύει τὴν ἐξουσίαν, τοῖς ὑπηκόοις δὲ νέμει φιλανθρωπίαν· καὶ νικῶτα ἐκείνους τῇ δυνάμει τῶν ὅπλων, τῇ ἀόπλῳ ἀγάπῃ τῶν οἰκείων ἡττᾶται· ὅσον γὰρ θηρίου καὶ προβάτου τὸ μέσον, τοσοῦτον ἀμφοτέρων ἡγεῖται τὸ διάφορον.
col. 1171–1172page 5 of 12
PG 86:1171ΚΕΦΑΛ. ΚΑ'. Τῇ μὲν οὐσίᾳ τοῦ σώματος, ἴσως παντὶ ἀνθρώπιν ὁ βασιλεὺς, τῇ ἐξουσίᾳ δὲ τοῦ ἀξιώματος ὅμοιός ἐστι τῷ ἐπὶ πάντων Θεῷ· οὐκ ἔχει γὰρ ἐπὶ γῆς τὸν αὐτοῦ ὑψηλότερον. Χρή τοίνυν αὐτὸν καὶ ὡς Θεὸν μὴ ὀργίζεσθαι, καὶ ὡς θνητὸν μὴ ἐπαίρεσθαι· εἰ εἰκόνι θεϊκῇ τετίμηται, ἀλλὰ καὶ εἰκόνι χοϊκῇ συμ πέπλεκται· δι' ἧς ἐκδιδάσκεται τὴν πρὸς πάντας ισότητα. ΚΕΦΑΛ. ΚΒ'. Αποδέχου τοὺς τὰ χρηστά συμβουλεύειν ἐθέλοντας, ἀλλὰ μὴ τοὺς κολακεύειν ἑκάστοτε σπεύδοντας. Οι μὲν γὰρ τὸ συμφέρον συνορῶσιν ἐν ἀληθείᾳ· οἱ δὲ πρὸς τὰ δοκοῦντα τοῖς κρατοῦσιν ἀφορῶσι, καὶ τῶν σωμάτων τὰς σκιὰς μιμούμενοι, τοῖς παρ' αυτ τῶν λεγομένοις συνάδουσι. ΚΕΦΑΛ. ΚΓ'. Τοιοῦτος γίνου περὶ τοὺς τοὺς οἰκέτας, οἷον εὔχη σοι τὸν Δεσπότην γενέσθαι· ὡς γὰρ ἀκούομεν, ἀκου σθησόμεθα, καὶ ὡς ὁρῶμεν, ὁραθησόμεθα ὑπὸ τοῦ θείου καὶ παντεφόρου βλέμματος. Προεισενέγ χωμεν οὖν τῷ ἐλέῳ τὸν ἔλεον, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀντιλάβωμεν. ΚΕΦΑΛ. ΚΑ'. Ωσπερ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δεί κνυσι τὰς τῶν προσώπων ἐμφάσεις, οἷάπερ ἐστὶ τὰ πρωτότυπα, φαιδρὰ μὲν τῶν φαιδρυνομένων, σκυ θρωπὰ δὲ τῶν σκυθρωπαζόντων· οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις πράξεσιν ἐξομοιοῦται. Ο άπερ γὰρ ἂν ᾖ τὰ παρ' ἡμῶν εἰργασμένα, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων παρέχει. ΚΕΦΑΛ. ΚΕ'. Βουλεύου μὲν τὰ πρακτέα βραδέως, ἐκτέλει δὲ τὰ κριθέντα σπουδαίως· ἐπεὶ λίαν ἐστὶ σφαλερόν, τὸ ἐν τοῖς πράγμασιν ἀπερίσκεπτον. Εἰ γὰρ τὰ ἐξ ἀδου λίας τις ἐννοήσει κακά, τότε γνώσεται καλῶς τῆς εὐβουλίας τὰ χρήσιμα· ὡς καὶ τῆς ὑγείας τὴν χάριν, μετὰ τὴν πεῖραν τῆς νόσου. Δεῖ τοίνυν, εὐφρονέστατε βασιλεῦ, καὶ βουλῇ συνετωτέρᾳ, καὶ εὐχῇ συντονι τέρᾳ ἐξερευνᾶν ἀκριβῶς τὰ συνοίσοντα τῷ κόσμῳ. ΚΕΦΑΛ. Κα'. "Αριστα διοικήσεις τὴν ἀγαθήν σου βασιλείαν, εἰ πάντα σπουδάζεις ἐφορᾷν, καὶ μηδὲν ἀνέχῃ παρ οραν. Οὐ γὰρ μικρὸν ἐπὶ σοι, ὅπερ μικρὸν εἶναι δοκεῖ ἐν συγκρίσει τῶν σῶν· ἐπειδὴ καὶ ῥῆμα βασι λέως ψιλόν μεγάλην ἔχει παρὰ πᾶσιν ἰσχύν. ΚΕΦΑΛ. ΚΖ'. Σαυτῷ τὴν τοῦ φυλάττειν τοὺς νόμους ἐπίθες ἀνάγκην, ὡς μὴ ἔχων ἐπὶ γῆς τὸν δυνάμενον ἀναγ κάζειν· οὕτω γὰρ καὶ τῶν νόμων ἐπιδείξεις τὸ σέ σας, αὐτὸς πρὸ τῶν ἄλλων τούτους αιδούμενος και ΝΟΤΑ. Οἱ μὲν γὰρ τὸ συμφέρον. οἱ μὲν γὰρ πρὸς συμφ. Παντεφέρον. παντοφόρου.
col. 1173–1174page 6 of 12
PG 86:1173τοῖς ὑπηκόοις φανήσεται τὸ παρανομεῖν οὐκ ἀκίνδυνον. ΚΕΦΑΛ. ΚΗ'. Ἴσον τῷ πλημμελεῖν, τὸ μὴ κωλύειν τοὺς πλημ μελοῦντας λογίζου. Κἂν γάρ τις πολιτεύηται μὲν ἐνθέσμως, ἀνέχηται δὲ τῶν βιούντων αθέσμως, συνεργὸς τῶν κακῶν παρὰ Θεῷ κρίνεται· εἰ δὲ βούλει διττῶς εὐδοκιμεῖν, καὶ τοὺς τὰ κάλλιστα ποιοῦντας προτίμα, καὶ τοῖς τὰ χείριστα ὁρῶσιν ἐπιτίμα. ΚΕΦΑΛ. ΚΘ'. Λίαν συμφέρειν ὑπολαμβάνω, τὸ φεύγειν τὰς τῶν κακῶν συνδιαιτήσεις· τὸν γὰρ συνόντα πάντοτε ἀν θρώποις πονηροῖς, ἢ παθεῖν ἢ μαθεῖν ἀνάγκη τι πονη ρόν· ὁ δὲ τοῖς ἀγαθοῖς συνδιάγων, ἢ μίμησιν τῶν καλῶν ἐκδιδάσκεται, ἢ μείωσιν τῶν κακῶν ἐκπαιδεύεται. ΚΕΦΑΛ. Δ΄. Ἐγκόσμιον ὑπὸ Θεοῦ πιστευθείς βασιλείαν, μη δενὶ χρῶ τῶν πονηρῶν πρὸς τὰς τῶν πραγμάτων διοικήσεις. Τῶν γὰρ ἂν ἐκεῖνοι κακῶς διαπράξωνται, λόγον ὑφέξει Θεῷ ὁ τὴν ἰσχὺν αὐτοῖς δεδωκώς. Με τὰ πολλῆς οὖν ἐξετάσεως αἱ τῶν ἀρχόντων προβολαί γινέσθωσαν. ΚΕΦΑΛ. ΛΑ'. Ἴσον νομίζω κακὸν, καὶ τῶν ἐχθρῶν θυμοῦσθαι ταῖς κακουργίαις, καὶ τῶν φίλων θέλγεσθαι ταῖς κολακείαις. Δεῖ γὰρ πρὸς ἑκατέρους γενναίως ἀνθ ἐστασθαι, καὶ τοῦ πρέποντος μηδαμῶς ἀφίστασθαι, μήτε τὴν ἀλόγιστον εκείνων δυσμένειαν αμυνόμενον, μήτε τὴν ἐπίπλαστον τούτων εὐμένειαν ἀμειβόμενον. ΚΕΦΑΛ. ΛΒ'. Ἡγοῦ τούτους εἶναι φίλους ἀληθεστάτους, μή τοὺς ἐπαινοῦντας ἅπαντα τὰ παρὰ σοῦ λεγόμενα, ἀλλὰ τοὺς κρίσει δικαίᾳ πάντα πράττειν σπουδάζοντας, καὶ συνηδομένους μὲν ἐπὶ τοῖς χρηστοτέροις, ἐπιστυγνάζοντας δὲ ἐπὶ τοῖς ἐναντίοις. Οὗτοι γὰρ ὄντως ἀψευδεστάτης φιλίας δεικνύουσι τεκμήριον. ΚΕΦΑΛ. ΑΓ. Μὴ μεταβαλλέτω σοι τὴν μεγαλόφρονα γνώμην της ἐπιγείου ταύτης δυναστείας ὁ ὄγκος, ἀλλ' ὡς ἐπίκη τον διέπων ἀρχὴν, ἄτρεπτον ἔχει τὸν νοῦν ἐν πρά γμασι τρεπτοῖς, μήτε ἐν ταῖς εὐθυμίαις ἐξυψούμε νος, μήτε ἐν ταῖς ἀθυμίαις ταπεινούμενος. ΚΕΦΑΛ. ΛΔ'. Ὥσπερ χρυσὸς ἄλλοτε ἄλλως ὑπὸ τῆς τέχνης με τατυπούμενος, καὶ πρὸς διάφορα κοσμίων είδη μετ ταποιούμενος, ὅπερ ἐστὶ διαμένει, καὶ τροπὴν οὐχ ὑπομένει· οὕτω καὶ αὐτὸς, εὐκλεέστατε βασιλεῦ, ἄλλην ἐξ ἄλλης ἀμείβων ἀρχὴν, φθάσας δὲ καὶ αὐτ τὴν τὴν ἀνωτάτω τιμὴν, ὁ αὐτὸς διαμένεις, οὐκ ἐν τοῖς αὐτοῖς πράγματι, ἀναλλοίωτον ἔχων ἐν τῷ και λῷ τὸ φρόνημα.
col. 1175–1176page 7 of 12
PG 86:1175ΚΕΦΑΛ. ΛΕ. Νόμιζε τότε βασιλεύειν ἀσφαλῶς, ὅταν ἐχόντων ἀνάστῃς τῶν ἀνθρώπων. Τὸ γὰρ ἀκουσίως ὑποταττόμενον, στασιάζει καιροῦ λαβόμενον· τὸ δὲ τοῖς θεσμοῖς τῆς εὐνοίας κρατούμενον, βεβαίαν ἔχει πρὸς τὸ κρατοῦν τὴν εὐπείθειαν ΚΕΦΑΛ. ΑΓ. Ινα τὸ κράτος τῆς βασιλείας ποιήσῃς ἀοίδιμον, ὅσην ἔχεις κατὰ τῶν ὑπηκόων ἁμαρτανόντων ὀργὴν, τοσαύτην ἔχειν καὶ κατὰ σαυτοῦ πλημμελοῦντος ἀξίου· οὐδεὶς γὰρ ἰσχύει τὸν ἐν ἐξουσίᾳ τηλικαύτη παιδεύειν, εἰ μὴ λογισμὸς οἰκεῖος ἐξ αὐτοῦ τοῦ πλημμελοῦντος κινούμενος. ΚΕΦΑΛ. ΛΖ΄. Ο μεγάλης εξουσίας ἐπιλαβόμενος, τὸν δοτήρα τῆς ἐξουσίας μιμείσθω κατὰ δύναμιν· εἰ γὰρ τως τὴν εἰκόνα φέρει τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ δι' αὐτ τοῦ κατέχει τὴν ἐπὶ πάντων ἀρχὴν, ἐν τούτῳ τὴ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖ σθαι τοῦ ἐλεεῖν προτιμώτερον. ΚΕΦΑΛ. ΛΗ'. Ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τῆς εὐποιίας τὸν πλοῦτον ἑαυτοῖς θησαυρίσωμεν· τὸν καὶ ὧδε κατα ευφραίνοντα τῇ ἐλπίδι τῆς μελλούσης ἀπολαύσεως, κἀκεῖ καταγλυκαίνοντα τῇ πείρα τῆς ἐλπισθείσης μακαριότητος· τὰ δὲ νῦν περὶ ἡμᾶς ὡς οὐδὲν πρὸς ἡμᾶς, μὴ τερπέτω ἡμᾶς. ΚΕΦΑΛ. ΑΘ. Σπούδαζε λαμπροτέραις ἀμείβεσθαι δωρεαῖς τοὺς μετ' εὐνοίας ποιοῦντας τὰ παρὰ σοῦ προσταττόμενα τούτῳ γὰρ τῷ τρόπῳ καὶ τῶν ἀγαθῶν ἐπαυξήσεις τὴν προθυμίαν, καὶ τοὺς πονηρούς διδάξεις μετα μαθεῖν τὴν κακίαν· τὸ γὰρ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς μὴ τὰ αὐτὰ ποιοῦντας, ἄγαν ἐστὶν ἀθέμιτον. ΚΕΦΑΛ. Μ'. Τιμιώτατον πάντων ἐστὶν ἡ βασιλεία· τότε δὲ μάτ λιστα τοιοῦτόν ἐστιν, ὅταν ὁ τοῦτο περικείμενος τὸ κράτος, μὴ πρὸς αὐθάδειαν ῥέπῃ, ἀλλὰ πρὸς ἐπιείκειαν βλέπῃ· τὸ μὲν ἀπάνθρωπον, ὡς θηριώδες ἀποστρεφόμενος, τὸ δὲ φιλάνθρωπον, ὡς θεοείκελον ἐνδεικνύμενος. ΚΕΦΑΛ. ΜΑ'. Ισως πρός τε φίλους καὶ ἐχθροὺς ποιοῦ τὰς κρίσ σεις, μήτε τοῖς εὐνοοῦσι χαριζόμενος διὰ τὴν εὔνοιαν, μήτε τοῖς δυσμενέσιν ἀνθιστάμενος δι' ἀπέχθειαν ἐπειδὴ τῆς αὐτῆς ἐστιν ἀτοπίας, καὶ δικαιοῦν τὸν ἄδικον, εἰ καὶ φίλος υπάρχει, καὶ ἀδικεῖν τὸν δί καιον, εἰ καὶ ἐχθρὸς τυγχάνει· τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Πρὸς τὸ κρατοῦν τὴν εὐπεία. Β. πρὸς τὸν κρατοῦντά τι εὐπείθ, ΚΕΦΑΛ. ΜΒ. Νουνεχῶς ἀκροατία: δεῖ τοὺς τῶν πραγμάτων Ἐν μηδὲν τῷ ἡγεῖσθαι. ἓν μηδὲν ἡγεῖσθαι.
col. 1177–1178page 8 of 12
PG 86:1177κριτάς· δυσθήρατος γάρ ἐστιν ἡ τοῦ δικαίου ευρε σις, ῥᾳδίως ἐκφεύγουσα τοὺς μὴ λίαν προσέχοντας. Ἂν δὲ καὶ τὴν τῶν λεγόντων ἀφέντες δεινότητα, καὶ τὴν τῶν λεγομένων παρέντες πιθανότητα, εἰς τὸ βάθος τῶν νοημάτων ἑαυτοὺς ἐμβάλλωσιν, οὕτως ἀνιμήσονται τὸ παρ' αὐτῶν ζητούμενον, καὶ διπλήν ἁμαρτίαν ἐκφεύξονται, μήτε αὐτοὶ τὸ καλὸν προ διδόντες, μήτε ἄλλοις τοῦτο δρᾷν συγχωροῦντες. ΚΕΦΑΛ. ΜΓ. Ἰσάριθμα τοῖς ἄστροις ἂν κτήσῃ τὰ κατορθώμα τα, οὐδέποτε νικήσεις τὴν τοῦ Θεοῦ ἀγαθότητα· ὅσα γὰρ ἄν τις προσενέγκῃ Θεῷ ἐκ τῶν αὐτοῦ, τὰ αὐτοῦ προσφέρει αὐτῷ· καὶ ὡς οὐκ ἔστιν ὑπερβῆναι τὴν ἰδίαν ἐν τῷ ἡλίῳ σκιάν, προλαμβάνουσαν ἀεὶ καὶ τὸν λίαν ἐπειγόμενον· οὕτως οὐδὲ τὴν ἀνυπέρβλη του τοῦ Θεοῦ χρηστότητα ταῖς εὐποιίαις ὑπερβήσονται ἄνθρωποι. ΚΕΦΑΛ. ΜΔ'. Αδαπάνητός ἐστι τῆς εὐποιίας ὁ πλοῦτος· ἐν τῷ διδόναι γὰρ λαμβάνεται, καὶ ἐν τῷ σκορπίζειν συν ἀγεται. Τοῦτον ἔχων ἐν τῇ ψυχῇ σου, πλουσιόδωρε βασιλεῦ, δίδου πᾶσι δαψιλῶς τοῖς αἰτοῦσι παρὰ σοῦ ἀπειροπλασίας γὰρ ἕξεις τὰς ὑπὲρ τούτων ἀμοιβάς, ὅταν ἔλθῃ ὁ καιρὸς τῆς τῶν ἔργων ἀντιδόσεως. ΚΕΦΑΛ. ΜΕ. Νεύματι Θεοῦ τὴν βασιλείαν λαβὼν, μίμησαι αυτ τὸν δι' ἔργων ἀγαθῶν· ὅτι τῶν εὖ ποιεῖν δυναμένων ἐγένου, ἀλλ' οὐ τῶν εὖ παθεῖν δεομένων. Τὸ γὰρ ἕτοιμον τῆς τῶν χρημάτων δαψιλείας ανεμπόδιστόν ἐστι πρὸς τὰς τῶν πενήτων εὐποιίας. ΚΕΦΑΛ. ΜϚ'. Ὥσπερ ὀφθαλμὸς ἐμπέφυκε σώματι, οὕτω βασι λεὺς τῷ κόσμῳ ἐνήρμοσται, ὑπὸ τοῦ Θεοῦ δεδομένος εἰς συνεργίαν τῶν συμφερόντων. Χρὴ οὖν αὐτὸν, ὡς οἰκείων μελῶν, οὕτω πάντων ἀνθρώπων προ νοεῖν, ἵνα προσκόπτωσιν ἐν καλοῖς, καὶ μὴ προσ κόπτωσιν ἐν κακοῖς. ΚΕΦΑΛ. ΜΖ'. Ασφαλεστάτην ἡγοῦ τῆς σωτηρίας σου φυλακήν, τὸ μηδέποτέ τινα τῶν ὑπηκόων ἀδικεῖν· ὁ γάρ τινα μὴ ἀδικῶν, οὐχ ὑφορᾶταί τινα· εἰ δὲ τὸ μὴ ἀδικεῖν ἀσφάλειαν προξενεῖ, τὸ εὐεργετεῖν πολλῷ πλέον. Το ἀσφαλὲς γὰρ δίδωσι, καὶ τὸ προσφιλές οὐ προδίδωσι. ΚΕΦΑΛ. ΜΗ'. Γίνου τοῖς ὑπηκόοις, εὐσεβέστατε βασιλεῦ, καὶ φοβερὸς διὰ τὴν ὑπεροχήν τῆς ἐξουσίας, καὶ ποθεινὸς διὰ τὴν παροχὴν τῆς εὐποιίας· μήτε τοῦ φόβου καταφρονῶν διὰ τὸν πόθον, μήτε τοῦ πόθου παρα μελῶν διὰ τὸν φόβον· ἀλλὰ τὸ ἥμερον ἔχων ἀκαταφρόνητον, καὶ τὸ εὐκαταφρόνητον ἔχων ἀνήμερον. ΝΟΤ.Ε. Προσκύπτωσιν. προκύπτωσιν. ΒΑΝΓΚΑ
col. 1179–1180page 9 of 12
PG 86:1179ΚΕΦΑΛ. ΜΗ. "Α τοῖς ὑπηκόοις νομοθετεῖς διὰ τῶν λόγων, τα τα προλαβὼν ὑπέδειξας διὰ τῶν ἔργων· ἵνα τοῖς λό γοις οἷς πείθεις, καὶ χρηστὸς συναγωνίζηται βίος. Οὕτω γὰρ εὐδόκιμον ἀποφανῇ σου τὸ κράτος, καὶ λέγων πρακτικῶς, καὶ πράττων λογικῶς. ΚΕΦΑΛ. Ν'. Πλέον ἀγάπα, βασιλεῦ γαληνότατε, τοὺς λαμβάνειν παρὰ σοῦ χάριτας ικετεύοντας, ήπερ τοὺς σπουδάζοντας δωρεάς σοι προσφέρειν. Τοῖς μὲν γὰρ ὀφειλέτης ἀμοιβῆς καθίστασαι· οἱ δέ σοι τὸν Θεὸν ὀφειλέτην ποιοῦσι, τὸν οἰκειούμενον τὰ εἰς αὐτοὺς γινόμενα, καὶ ἀμειβόμενον ἀγαθαῖς ἀντιδόσεσι τὸν φιλόθεον, καὶ φιλάνθρωπόν σου σκοπόν. ΚΕΦΑΛ. ΝΑ. Ηλίου μὲν ἔργον ἐστί, τὸ καταλάμπειν ταῖς ἀκτί σι τὴν κτίσιν· ἄνακτος δὲ ἀρετὴ, τὸ ἐλεεῖν τοῖς δεομένοις Κακείνου δὲ φανερώτερος, ὁ εὐσεβές βασιλεύς· ὁ μὲν γὰρ ὑποχωρεῖ τῇ διαδοχῇ τῆς νυ κτός· ὁ δὲ οὐ παραχωρεῖ τῇ συναρπαγῇ τῶν κακῶν, ἀλλὰ τῷ φωτὶ τῆς ἀληθείας ἐξελέγχει τὰ κρυπτὰ τῆς ἀδικίας. ΚΕΦΑΛ. ΝΒ'. Τοὺς μὲν πρὸ σοῦ βασιλεῖς ἡ ἀρχὴ κατεκόσμησε σὺ δὲ ταύτην, κράτιστε, φαιδροτέραν ἐποίησας, ἡμε ρότητι κιρνῶν τῆς ἐξουσίας τὸν ὄγκον, καὶ χρηστότητι νικῶν τῶν προσιόντων σοι τὸν φόβον. Οθεν τῷ λιμένι τῆς σῆς γαληνότητας πάντες προσορμῶσιν οἱ ἐλέους δεόμενοι, καὶ τῶν κυμάτων τῆς πενίας ἀπαλλαττόμενοι, εὐχαριστηρίους ὕμνους σοι ἀναπέμπουσιν. ΚΕΦΑΛ. ΝΓ'. Ὅσον τῇ δυναστεία πάντων ὑπερανέχεις, τοσοῦ τον καὶ τοῖς ἔργοις ὑπερλάμπειν ἀγωνίζου· ἀναλογοῦσαν γὰρ τῷ μεγέθει τῆς δυνάμεως τὴν ἐργασίαν τῶν καλῶν ἀπαιτεῖσθαι προσδόκησον. Ἵνα τοίνυν τοι ρὰ Θεοῦ ἀνακηρυχθῇς, μετὰ τοῦ στεφάνου τῆς ἀηττήτου βασιλείας, κτῆσαι καὶ τὸ στέμμα τῆς τῶν περ νήτων εὐποιίας. ΚΕΦΑΛ. ΝΔ'. Σκέπτου πρὶν ἐπιτάττειν ἃ θέλεις, ἵνα προστάττης εμφρόνως & θέμις· εὐόλιθον γὰρ τὸ τῆς γλώττης ὄργανον, καὶ μέγιστον παρέχει τοῖς ἀμελοῦσι κίνδυνον. Εἰ δὲ τὸν εὐσεβῆ λογισμὸν ὡς μουσικὴν ἐπιστήσεις αὐτῷ, τὸ παναρμόνιον τῆς ἀρετῆς ἀνακρούσεται μέλος. ΚΕΦΑΛ. ΝΕ. Οξὺν μὲν εἶναι χρὴ περὶ πάντα τὸν ἄνακτα, καὶ μάλιστα περὶ τὰς κρίσεις τῶν δυσχερῶν πραγμάτων, βραδὺν δὲ λίαν εἰς ὀργὴν ἐπιδείκνυσθαι. Ἐπειδὴ καὶ τὸ πάντη ἀόργητον εὐκαταφρόνητον, καὶ θυμούσθω μετρίως, καὶ μὴ θυμούσθω· τὸ μὲν, ἵνα τῶν φαύλων Τὸ ἐλεεῖν τοῖς δεομένοις. τ. ε. τοὺς δεομένους.
col. 1181–1182page 10 of 12
PG 86:1181τὰς ὁρμᾶς ἀναστέλλῃ· τὸ δὲ, ἵνα τὰς ἀφορμὰς τῶν χρηστῶν ἀνιχνεύῃ. ΚΕΦΑΛ. Ἐν τῷ ἀκριβεῖ τῆς καρδίας σου βουλευτηρίῳ, ἐπιο μελῶς κατανόει τῶν συνόντων σοι τοὺς τρόπους, ἵνα γινώσκῃς ἀκριβῶς καὶ τοὺς ἐν ἀγάπῃ θεραπεύοντας, καὶ τοὺς ἐν ἁπάτῃ κολακεύοντας· πολλοὶ γὰρ εὐνοεῖν ὑποκρινόμενοι, μεγάλα τους πιστεύοντας κατα βλάπτουσι. ΚΕΦΑΛ. ΝΖ'. Λόγον ἀκούσας ὠφελῆσαι δυνάμενον, μὴ μόνον ἀκοῇ τοῦτον, ἀλλὰ καὶ πράξει διαδέχου· οὕτω γὰρ τὸ τοῦ βασιλέως ἀγλαΐζεται κράτος, ὅταν ἢ παρ' ἑαυτοῦ τὰ δέοντα συνορᾷ, ἢ παρ᾽ ἄλλου εὑρεθέντα μηδαμῶς παρορᾷ, ἀλλὰ μανθάνει μὲν ἀνεπαισχύντως, ἐπιτελεῖ δὲ ἀνυπερθέτως. ΚΕΦΑΛ. ΝΗ. Ακρόπολις μὲν ἀπορθήτοις τείχεσιν ἡσφαλισμένη καταφρονεῖ τῶν πολιορκούντων αὐτὴν πολεμίων· ἡ εὐσεβὴς δὲ βασιλεία ὑμῶν ἐλεημοσύναις τετειχισμένη, καὶ προσευχαῖς περιπυργουμένη, αήττητος γίνεται τοῖς τῶν ἐχθρῶν βέλεσιν, ἀοίδιμα κατ' αὐτῶν ἐγεί ρουσα τρόπαια. ΚΕΦΑΛ. ΝΘ'. Χρῆσαι δεόντως τῇ κάτω βασιλείᾳ, ἵνα κλίμαξ σου γένηται τῆς ἄνω εὐδοξίας· οἱ γὰρ ταύτην καλῶς διοικοῦντες, μετὰ ταύτης κἀκείνης ἀξιοῦνται. Ταύ την δὲ διοικοῦσι καλῶς, οἱ πατρικὸν τοῖς ἀρχομένοις ἐπιδεικνύοντες πόθον, καὶ ἀρχικὸν παρ' αὐτῶν ἀντιλαμβάνοντες φόβον· ἀπειλαῖς μὲν τὰ πταίσματα προαναστέλλοντες, τιμωρίαις δὲ πεῖραν αὐτοῖς οὐ προσάγοντες. ΚΕΦΑΛ. Ξ. Ιμάτιον ἀπαλαίωτόν ἐστι τὸ τῆς εὐποιίας περιβόλαιον, καὶ ἀδιάφθορος στολὴ ἡ πρὸς τοὺς πένητας στοργή. Δεῖ οὖν τὸν βουλόμενον εὐσεβῶς βασιλεύειν, τοιούτοις ἐνδύμασι τὴν ψυχὴν καλλωπίζειν· φιλοπτωχίας γὰρ ἡμφιεσμένος πορφύραν, καὶ οὐρανίου βασι λείας καταξιοῦται. ΚΕΦΑΛ. ΞΑ. Σκήπτρον βασιλείας παρὰ Θεοῦ δεξάμενος, σκέπτου πῶς ἀρέσεις τῷ ταύτην σοι δεδωκότι· καὶ ὡς πάν των ἀνθρώπων ὑπ' αὐτοῦ προτιμηθεὶς, πλέον πάντων ἐπείγου καταγεραίρειν αὐτόν. Τοῦτο δὲ γέρας ἡγεῖται μέγιστον, ἂν ὡς αὐτὸν τοὺς ὑπ' αὐτοῦ διαπλασθέντας ὁρᾷς, καὶ ὡς χρεών καταβολὴν τὰς εὐποιίας πληροῖς. ΚΕΦΑΛ. ΞΒ'. Τρέχειν μὲν εἰς τὴν ἄνω βοήθειαν πᾶς ἄνθρωπος ὀφείλει, ὁ σωτηρίας γλιχόμενος· ὁ βασιλεὺς δὲ πρὸ πάντων, ὡς μεριμνῶν ὑπὲρ πάντων. Ὑπὸ τοῦ Θεοῦ γὰρ φυλαττόμενος, καὶ τοὺς πολεμίους καταγωνίω ζεται γενναίως, καὶ τοὺς οἰκείους κατασφαλίζεται σπουδαίως
col. 1183–1184page 11 of 12
PG 86:1183ΚΕΦΑΛ. ΙΓ'. Ο Ὁ μὲν Θεὸς οὐδενὸς δεῖται· ὁ βασιλεὺς δὲ μόνου Θεοῦ. Μιμοῦ τοίνυν τὸν οὐδενὸς, δεόμενον, καὶ δαψιλεύου τοῖς αἰτοῦσι τὸν ἔλεον, μὴ ἀκριβολογούμενο, περὶ τοὺς τοὺς οἰκέτας, ἀλλὰ πᾶσι παρέχων τὰς πρὸς τὸ ζῆν αἰτήσεις. Πολὺ γὰρ κρεῖττόν ἐστι διὰ ἀξίους ἐλεεῖν καὶ τοὺς ἀναξίους, ἢ τοὺς ἀξίους ἀποστερεῖν διὰ τοὺς ἀναξίους. ΚΕΦΑΛ. Δ'. Συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν· ὅτι ἀφέσει ἀν τιδίδοται ἄφεσις, καὶ τῇ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῇ, ἡ πρὸς Θεὸν φιλία καὶ οἰκείωσις ΚΕΦΑΛ. ΞΕ'. Δεῖ τὸν ἀμέμπτως ἀνάσσειν ἐσπουδακότα, καὶ τὰς τῶν ἔξωθεν ἀδοξίας φυλάττεσθαι, καὶ ἑαυτὸν πρὸ ἐκεί νων αἰσχύνεσθαι, ἵνα καὶ τοῦ φανερῶς ἁμαρτάνειν δι' ἐκείνους ἀπέχηται, καὶ τοῦ κατ' ἰδίαν πλημμελεῖν ὑφ' ἑαυτοῦ κωλύηται. Εἰ γὰρ οἱ ὑπήκοοι αἰδοῦς ἄξιος φαίνονται, πολλῷ πλέον ὁ βασιλεὺς ἄξιος ταύτης για νεται. ΚΕΦΑΛ. ΞϚ'. Ιδιώτου μὲν εἶναι κακίαν φημί, τὸ πράττειν φαῦ λα καὶ κολάσεως ἄξια· ἄρχοντος δὲ πονηρίαν, τὸ μὴ ποιεῖν τὰ καλὰ καὶ σωτηρίας πρόξενα. Οὐ γὰρ ἡ τῶν κακῶν ἀποχὴ δικαιοῖ τὸν κρατοῦντα, ἀλλ' ἡ τῶν καλῶν παροχή στεφανοῖ τὸν τοιοῦτον. Μὴ μόνον τοίνυν που νηρίας ἀπέχεσθαι λογιζέσθω, ἀλλὰ καὶ δικαιοσύνης ἀντέχεσθαι σπουδαζέτω. ΚΕΦΑΛ. ΞΖ'. Αξιωμάτων λαμπρότητας οὐ δυσωπεῖται ὁ θάνατος κατά πάντων γὰρ ἐπιβάλλει τοὺς παμφάγους αὐτοῦ ὁδόντας. Οὐκοῦν πρὸ τῆς ἐκείνου ἀπαραιτήτου παρ ουσίας, μεταθῶμεν εἰς οὐρανὸν τὴν τῶν χρημά των περιουσίαν. Οὐδεὶς γὰρ ἅ ἐν κόσμῳ συνάγει, ἐκεῖσε ἀποδημήσας ἀπάγει, ἀλλὰ πάντα καταλιπὼν ἐπὶ γῆς, γυμνός λογοθετεῖται τὸν βίον αὐτοῦ. ΚΕΦΑΛ. ΞΗ. Κύριος μὲν πάντων ἐστὶν ὁ βασιλεὺς, δοῦλος δὲ μετά πάντων ὑπάρχει Θεοῦ. Τότε δὲ μάλιστα κλη θήσεται κύριος, ὅταν αὐτὸς ἑαυτοῦ δεσπόζη, καὶ ταῖς ἀτόποις ἡδοναῖς μὴ δουλεύῃ, ἀλλὰ σύμμαχον ἔχων τὸν εὐσεβῆ λογισμόν, τὸν αήττητον αυτο κράτορα τῶν ἀλόγων παθῶν, τοὺς πανδαμάτο ρας ἔρωτας τῇ πανοπλίᾳ τῆς σωφροσύνης καταγω νίκηται. ΚΕΦΑΛ. ΕΘ'. "Ον τρόπον αἱ σκιαὶ τοῖς σώμασιν ἔπονται, οὕτως ἁμαρτίας ταῖς ψυχαῖς ἀκολουθοῦσιν, ἐναργῶς τὰς πράξεις ἐξεικονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἐν τῇ κρίσει ἀρνήσασθαι· αὐτὰ γὰρ ἐκάστου καταμαρτυρή Καὶ οἰκείωσις. καὶ ὁμοίωσις γίνεται.
col. 1185–1186page 12 of 12
PG 86:1185ΝΟΤΙΤΙΑ. σει τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φανέντα, οἷα παρ' ἡμῶν ἐπράχθησαν. ΚΕΦΑΛ. Ο. Νηός ποντοπορούσης μιμεῖται διάβασιν ἡ βραχυτε λὴς τοῦ παρόντος βίου κατάστασις, ἡμᾶς τοὺς αὐτῆς πλωτῆρας λανθάνουσα, καὶ κατὰ μικρὸν παρασύ μουσα δρόμον, καὶ πρὸς ἴδιον ἑκάστου παραπέμπουσα τέλος. Εἰ τοίνυν ταῦθ' οὕτως ἔχει, παραδράμωμεν τὰ παρατρέχοντα τοῦ κόσμου πράγματα, καὶ προσο δράμωμεν τοῖς εἰς αἰῶνας τῶν αἰώνων μένουσιν. ΚΕΦΑΛ. ΚΑ'. Ο σοβαρὸς καὶ ὑπέροφρυς ἄνθρωπος, μὴ ὡς ταῦ ρος ὑψίκερως ἐπαιρέσθω, ἀλλ' ἐννοείτω τῆς σαρκός τὴν ὑπόστασιν, καὶ πανέτω τῆς καρδίας τὴν ἔπαρ σιν. Εἰ γὰρ καὶ γέγονεν ἄρχων ἐπὶ γῆς, μή ἀγνοείτω ὑπάρχων ἐκ τῆς γῆς, ἀπὸ χοὸς ἐπὶ θρό νον ἀναβαίνων, καὶ εἰς αὐτὸν μετὰ χρόνον κατα βαίνων. ΚΕΦΑΛ. ΟΒ'. Σπούδαζε διαπαντός, αήττητε βασιλεῦ· καὶ ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνειν ἀρξάμενοι, οὐ πρότερον ἵστανται τῆς ἐπὶ τὰ ἄνω φορᾶς, πρὶν ἂν τῆς ἄκρας ἐφίκωνται βαθμίδος· οὕτω καὶ αὐτὸς ἔχου τῆς τῶν καλῶν ἀναβάσεως, ὅπως ἂν καὶ τῆς ἄνω βασιλείας ἀπολαύσειας. "Ην σοι παράσχοι Χριστός μετὰ τῆς ὁμοζύγου, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ βασι λευομένων, εἰς τοὺς αἰῶνας. Ἀμήν. β
Page scan enlarged

Notebook

Full View