Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1193–1194page 1 of 37
PG 86:1193ΛΕΟΝΤΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΒΥΖΑΝΤΙΟΥ ΣΧΟΛΙΑ ΑΠΟ ΦΩΝΗΣ ΘΕΟΔΩΡΟΥ, ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΑΒΒΑ ΚΑΙ ΣΟΦΩΤΑΤΟΥ ΦΙΛΟΣΟΦΟΥ, ΤΩΝ ΤΕ ΘΕΙΑΝ ΚΑΙ ΕΞΩΤΙΚΗΝ ΦΙΛΟΣΟΦΗΣΑΝΤΟΣ ΓΡΑΦΗΝ. ΠΡΑΞΙΣ ΠΡΩΤΗ. Αναγκαῖόν ἐστι, μέλλοντας ἡμᾶς αἱρέσεων ἐπισ μνησθῆναι, πρῶτον περὶ τεσσάρων τινῶν ἐν ταῖς τῶν Πατέρων χρήσεσι διαλαβεῖν. Εἰσὶ δὲ αὗται, οὐσία, φύσις, ὑπόστασις, πρόσωπον. Ιστέον οὖν ὅτι οὐσία καὶ φύσις ταυτόν ἐστι παρ' αὐτοῖς· καὶ πάλιν, ὑπό στασις καὶ πρόσωπον ταυτόν. Ουσία δέ ἐστιν, ἤτοι φύσις, παρ' αὐτοῖς, ὅπερ οἱ φιλόσοφοι λέγουσιν εἶ δος. Εἶδος δὲ, τὸ κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ λεγόμενον. Υπόστασιν δὲ, ἤτοι πρόσωπον καλοῦσιν, ὅπερ οἱ φιλόσοφοι ἄτομον οὐσίαν λέγουσι καλῶς δὲ προστεθείκαμεν ἄτομον οὐσίαν. Οἱ γὰρ ἐκε κλησιαστικοὶ τὰ ἄτομα τῶν συμβεβηκότων, οὔτε πρόσωπον καλοῦσιν, οὔτε ὑπόστασιν. Τούτων οὕτως προεγνωσμένων, ἡ ἡμετέρα πίστις ἐστιν, ὅτι μία ἐστὶ θεάσης ἐν τρισὶν ὑποστάσεσι νηκυμένη. Ἔστι δὲ μία ὑπόστασις ἢ τοῦ Πατρὸς, καὶ μία ἡ τοῦ Υἱοῦ,
col. 1195–1196page 2 of 37
Actio prima
PG 86:1195καὶ μία ἡ τοῦ ἁγίου Πνεύματος· ταῦτα δὲ τὰ τρία, οὐδὲν ἀλλήλων διαφέρουσιν, εἰ μὴ μόνον κατὰ τὸ Ιδιώματα· κατὰ τὸ, τὸν μὲν, εἶναι Πατέρα· τὸν δὲ, Υἱόν· τὸν δὲ, Πνεῦμα ἅγιον. Ἐπεὶ μία οὐσία ἡ τῶν τριῶν, καὶ μία δύναμις, καὶ μία βούλησις. Τοῦτο μόνον διαφέρουσιν, ὅτι ὁ μὲν Υἱὸς γεννᾶται ἐκ τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα ἐκπορεύεται ἐξ αὐτοῦ. Πῶς δὲ γεννᾶται ὁ Υἱὸς ἐξ αὐτοῦ, ἡ πῶς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, οὐ δεῖ περιεργάζεσθαι. Ιστέον δὲ, ὅτι οὐχ ὡς ἐπὶ τοῦ ἀνθρώπου δεῖ νοεῖν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα. Η γὰρ ἁγία Γραφὴ οὕτως ἁπλῶς ταῦτα ὠνόμασεν, ὡς ἂν τυπό ρησε περὶ αὐτῶν διδάξαι καὶ εἰπεῖν, καὶ ἡμεῖς δυνη θείημεν ἀκοῦσαι. Αὕτη τοίνυν ἡ ἁγία Τριάς, μία θεότης, ἐκ τοῦ μηδαμή μηδαμῶς ἔντος, ἐποίησε τα πάντα, τὰ τὰ ὁρατὰ, καὶ ἀόρατα. Εἰ δὲ τὰ ἀόρατα πρότερον ἐγένοντο, ἐν τοῖς ἐφεξῆς μαθησόμεθα. Τοῦτο δὲ δεξ γνῶναι, ὅτι ἐν ἐξ ἡμέραις ἐποίησεν ὁ Θεός τὰ πάντα· ἐν τῇ ὑστέρᾳ δὲ, ἐποίησε τὸν ἄν θρωπον· καὶ ποιήσας αὐτὸν, ἔθετο αὐτὸν ἐν τῷ πα ραδείσῳ. Τί δέ ἐστιν ὁ παράδεισος, ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. Λαβὼν δὲ ὁ Θεὸς ἐκ τῆς μιᾶς τῶν πλευ ρῶν αὐτοῦ σάρκα, ἐποίησε γυναῖκα, ἥτις ὠνομάσθη ἀπὸ τοῦ Ἀδὰμ Εὔα. Ενετείλατο δὲ αὐτοῖς ἐντολὴν, εἰπὼν, ὅτι Εἰ μὲν φυλάξητε αὐτὴν, σωθήσεσθε· εἰ δὲ μήγε, ἀποθανεῖσθε. Καὶ μὴ φυλάξαντες, ἐξεβλήθησαν ἐκ τοῦ παραδείσου καὶ ἐκατηράσατο ὁ Θεός τὸ ἀνθρώπινον γένος. Εκβληθέντων δὲ αὐτῶν ἔγνω Ἀδὰμ τὴν Εὔαν, καὶ ἐγένοντο αὐτοῖς τρεῖς υἱοί, Κάϊν, καὶ ᾿Αβελ, καὶ Σήθ. Τούτων γεννηθέντων, ἐπλεόνασε τὸ γένος τῶν ἀνθρώπων· καὶ ἤρξαντο παραπικραίνειν τὸν Κύριον· ὁ δὲ ἐργισθεὶς, ἔπεμ. ψεν αὐτοῖς τὸν κατακλυσμόν, ἐξ οὗ μόνος ἐσώθη ὁ Νῶς, καὶ ἡ γυνή, καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες αὐτῶν, οἱ πάντες ἐκτώ. Τούτων σωθέντων, πάλιν ἐπλεόνασεν ἡ ἀνθρωπίνη γενεά, καὶ ἤρξαντο πάλιν εἰδώλοις προσκυνεῖν. Καὶ τότε ἐπέβλεψεν ὁ Θεὸς εἰς τὸν ᾿Αβραάμ, ἄνδρα Χαλδαῖον, τῆς Μεσοποταμίας χώρας, καὶ εἶπεν αὐτῷ· Εξελθε ἐκ τῆς συγγενείας σου, καὶ τῆς γῆς σου, καὶ δεῦρο εἰς τὴν ἣν ἐγώ σοι δείξω. Καὶ ἐξῆλθε, καὶ ἔδειξεν αὐτῷ ὁ Θεὸς τὴν γῆν τῆς Χαναναίας, ήτοι Παλαιστίνης, εἰπὼν αὐτῷ· Ταύτης σε καταστήσω κληρονόμον. Εγέννησεν οὖν ἐν τῇ γῇ ὁ ᾿Αβραὰμ τὸν Ἰσαὰκ, ὁ δὲ Ἰσαάκ, τὸν Ἰακώβ· ὁ δὲ Ἰακὼβ ἐγέν νησε τα τέκνα, ὧν εἷς ἦν ὁ Ἰούδας. Οὗτοι ἦσαν οἱ ιβ' πατριάρχαι πατριάρχαι δὲ ἐκλήθησαν, ἐπειδὴ αἱ δώδεκα φυλαὶ ἐξ αὐτῶν ὠνομάσθησαν. Ἐκαλοῦντο ', δὲ οὗτοι Ισραηλῖται, καὶ Ἑβραῖοι, καὶ Ἰουδαῖοι καὶ Ἰσραηλῖται μὲν ἐκαλοῦντο, ὡς ἀπὸ τοῦ Ἰακώβο τούτῳ γὰρ εἶπεν ὁ Θεὸς, ὅτι οὐ κληθήσῃ Ιακώβ, ἀλλ' Ισραὴλ, τοῦτ' ἔστι, Νοῦς ὁρῶν Θεόν. Ἀπὸ τοῦ Ἰακὼβ οὖν, τοῦ ὀνομασθέντος Ἰσραὴλ, ἐλέγοντο ραηλίται· Ἑβραῖοι δὲ, ἀπὸ τοῦ ῾Εβερ τοῦ προπάτορος 'Αβραάμ. Ἰουδαῖοι δὲ ἐλέγοντο, οὐ κυρίως πάντ τες, ἀλλ' οἱ καταγόμενοι ἀπὸ τῆς φυλῆς τοῦ Ἰούδα
col. 1197–1198page 3 of 37
PG 86:1197καταχρηστικῶ; δὲ ἐλέγοντο Ἰουδαῖοι, διὰ τὸ ἐκ τῆς φυλῆς ταύτης γίνεσθαι τους βασιλεῖς· καὶ ἐκ τούτου ἐπεκράτησε τὸ ὄνομα ἐπὶ πάντων. Τούτων τῶν ιβ' ἦν ὁ Ἰωσήφ, ἂν παρεζήλουν σε ἄλλοι ἀδελφοί, ἕως οὗ ἐπώλησαν αὐτὸν ἀνθρώποις ἐπιοῦσιν εἰς Αἴγυπτον. Οὗτος ἐλθὼν εἰς Αἴγυπτον, ἔσχε χάριν ἐνώπιον Φαραὼ τοῦ βασιλέως, καὶ τῶν ἐκεῖσε· λιμοῦ δὲ γενομένου ἐν Παλαιστίνη, μετὰ τῶν υἱῶν αὐτοῦ, καὶ τῶν παίδων τῶν υἱῶν αὐτοῦ, πάντων οε', ἦλθεν ὁ Ἰακὼβ εἰς Αἴγυπτον, ἀκούσας εἶναι σἶτον πολύν· καὶ γνωρισθέντες ὑπὸ τοῦ Ίων σήφ, ἔμειναν ἐκεῖσε. Τελευτήσαντος δὲ ἐκεῖσε του Ἰακὼς καὶ τοῦ Ἰωσήφ, κατεπονοῦντο ἀπὸ τῶν Αἰ γυπτίων οἱ Ἰσραηλῖται. Καὶ τότε ἐμνήσθη ὁ Θεὸς τῆς ἐντολῆς, ἧς ἐνετείλατο τῷ ᾿Αβραάμ. Καὶ ἐξήγαγεν αὐτοὺς ἀπὸ Αἰγύπτου διὰ Μωσέως τοῦ προφή του, ὄντας χ' χιλιάδας, χωρὶς παίδων καὶ γυναικῶν. Εμειναν δὲ ἐν τῇ ἐρήμῳ ἔτη μ', ὅτε καὶ τὸν νόμον δέδωχεν αὐτοῖς ὁ Θεὸς διὰ Μωσέως· ἦσαν δὲ πάντα ποιοῦντες κατέναντι τοῦ νόμου, ὥς φησιν ἡ Γραφή. Καὶ μετὰ μ' ἔτη ἐξῆλθον ἐκ τῆς ἐρήμου εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τοῦ Μωσέως ἀποθανόντος. Ελθόν τῆς δὲ εἰς τὴν γῆν ταύτην, οὐδὲ οὕτως ἐπεστράφησαν, προφητῶν πολλῶν ἀναφαινομένων, καὶ πολλὰ αὐτοῖς παραινούντων· ἀλλ᾽ ἔμειναν οἱ αὐτοί. Καὶ τότε ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἐνοικήσας δι᾿ ἡμᾶς ἐν τῇ Θεοτόκῳ, σῶμα ενδυσάμενο; ἔμψυχον, νοερόν, λογι κὸν, καὶ ἁπλῶς εἰπεῖν ἀνθρώπινον, ηνώθη τῷ ἀνα θρωπίνῳ σώματι, ἀσυγχύτως, ἀληθινῶς, ἀδιαιρέτως ἀληθινῶς μὲν, ὅτι μία ὑπόστασις, ἐκ τοῦ Θεοῦ Λόγου καὶ τοῦ ἀνθρωπίνου σώματος ἀπετελέσθη ἀσυγχύτως δὲ, ὅτι μετὰ τὴν ἕνωσιν ἐφυλάχθη τὰ ἐνωθέντα, μηδὲν τῶν κατ᾿ οὐσίαν μεταλλαξάντων ἀδιαιρέτως δὲ, ὅτι μία ἐστὶν ἡ αὐτῶν ὑπόστασι,. Ταῦτα δὲ πάντα ἀπὸ τῆς ἁγίας Γραφῆς πιστούμεθα. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ ὡς ἀπὸ διαφόρων φύσεων λέγει ἔργα γινόμενα, ποτὲ μὲν Θεοῦ, ποτὲ δὲ ἀν θρώπου. Πάντα γὰρ, ὅσα δεῖ ἄνθρωπον ὑπομεῖναι, ὑπέμεινεν· ἐτέχθη γὰρ, καὶ ἐγαλακτοτροφήθη, καὶ ἐτράφη, καὶ ηύξησε, καὶ νενόμενος ἐτῶν λ' ἐβαπτίσθη, καὶ μετὰ τὸ βάπτισμα ἤρξατο σημεία ποιεῖν, καὶ διδάσκειν τοὺς Ἰουδαίους· καὶ τῷ λγ' ἔτει ἐσταυρώθη, καὶ σταυρωθεὶς ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς μετὰ τοῦ σώματος, καὶ νῦν καθέζεται μετ' αὐτοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ αὐτός ἐστιν ὁ μέλλων εἰς τὴν ἀνάστασιν κεῖναι ζῶντας καὶ νεκρούς. Αὕτη ἐστὶν ἡ πίστις τῶν Χρι στιανών. Τούτων οὖν οὕτως ἐχόντων, ἐν τῇ παρούσῃ θεω μία τεσσάρων αἱρέσεων ἡμεῖς ἐπιμνησθῶμεν· ὧν αἱ μὲν δύο, περὶ θεολογίας εἰσὶν, ἐκ διαμέτρου μα χόμεναι ἀλλήλαις. Σαβέλλιος γὰρ μίαν φύσιν ἔλεγε τῆς ἁγίας Τριάδος, καὶ μίαν ὑπόστασιν πολυώνυμον. Ο δὲ Ἄρειος τρεῖς ὑποστάσεις ἔλεγε, καὶ τρεῖ; φύσεις ἐκφύλου;. Ηρώτον γὰρ ἔλεγεν εἶναι τὸν α τέρα, ποιήματα δὲ αὐτοῦ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, γενόμενα ἐξ αὐτοῦ πρὸς ὑπουργίαν τῶν ἐξ αὐτοῦ κτισθησομένων. Τούτων οὕτως ἀλλήλοις μ
col. 1199–1200page 4 of 37
Actio II
PG 86:1199Σαβέλλιος μίαν φύσιν δοξάζουσα, ὥστε καὶ μίαν ὑπό στασιν δοξάζειν· οὔτε ὡς ὁ ῞Αρειος τρεῖς ὑποστάσει;, ἵνα καὶ τρεῖς δοξάσῃ φύσεις (ὁ μὲν γὰρ Σαβέλ. λιος ἀπὸ τῆς μιᾶς φύσεως πλανώμενος, καὶ μίαν ὑπόστασιν ἐδόξασεν· ὁ δὲ ῎Αρειος διὰ τὰς τρεῖς ὑποστάσεις, καὶ τρεῖς φύσεις ἔλεγε)· χορεύουσα οὖν μέσον τούτων ἡ Ἐκκλησία, μίαν φύσιν λέγει τοῦ Θεοῦ ἐν τρισὶν ὑποστάσεσι. Καὶ αὕτη ἐστὶν ἡ ἐν Τριάδι μονάς, καὶ ἡ ἐν μονάδι Τριάς. Εἶτα καὶ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ὥσπερ ἐκ δ:πο μέτρου ἐμάχοντο πρὸς ἀλλήλους, ὅ τε Νεστόριος καὶ Ευτυχής. Ὁ μὲν γὰρ Νεστόριος ἔλεγε δύο φύσεις, οὐκ ἔλεγε δὲ αὐτὰς δέξασθαι ἕνωσιν. ᾿Αλλὰ σχέσιν πολλὴν ἔχειν τὸν ἄνθρωπον ἐκεῖνον πρὸς τὸν Υἱόν, ὥστε καὶ δι' αὐτοῦ ἐνεργεῖν, ὅσα βούλεται· καὶ δι' αὐτὸ ἔλεγε καὶ τὸν ἄνθρωπον ἐκεῖνον, Υἱὸν λέγεσαι. Εἴτις δὲ εἶποι πρὸς αὐτὸν. Καὶ διατί ἕνα λέγεις Υϊόν καὶ μὴ δύο; ἀνταπεκρίνατο ἂν ὁ Νεστόριος Τοσαύτη ἦν ἡ φιλία καὶ ἡ σχέσις τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἄνθρωπον, ὅτι οἱ δύο εἷς Υἱὸς ἐλέγοντο. Ο δὲ Εὐτυ χῆς μίαν ὑπόστασιν ἔλεγεν, καὶ τοσαύτην ἔλεγε γε νέσθαι ἔνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἄνθρωπον, ὥστε καὶ μίαν φύσιν ἀποτελεσθῆναι ἐκ τῶν δύο. Πάλιν δὲ Ἐκκλησία μέσον χορεύουσα τούτων, οὔτε δύο φύσεις ἔλεγεν ὡς ὁ Νεστόριος, ὥστε μηδὲ ἔνω σιν εἰπεῖν γεγενῆσθαι· ἀλλ᾽ οὔτε τοιαύτην ἔνωσίν φησιν, ὡς ὁ Εὐτυχής, γεγενῆσθαι, ὥστε καὶ μίαν φύσιν εἰπεῖν. Ὁ μὲν γὰρ Νεστόριο; διὰ τὰς δύο φύσεις, οὐκ ἔλεγε γεγενῆσθαι ἔνωσιν· ὁ δὲ Εὐτυχής διὰ τὴν ἕνωσιν, καὶ μίαν φύσιν ἔλεγεν. Αλλά δου ξάζει ἡ Ἐκκλησία μίαν ὑπόστασιν ἐν δύο φύσεσι. Καὶ ἔστι τὸ περὶ τῆς ἐνανθρωπήσεως δίγμα αντί στροφον τῷ περὶ τῆς θεολογίας, ὥς φησιν ὁ θεῖος Γρηγόριος· Ἐκεῖ μὲν γὰρ τὸ ἐν παρέχομεν τῇ φύ σει, τὸ δὲ διάφορον ταῖς ὑποστάσεσιν· ἐνταῦθα δὲ ἐκ τοῦ ἐναντίου, τὸ μὲν ἓν, τῇ ὑποστάσει· τὸ δὲ διάφορον, ταῖς φύσεσιν. Ἐν τούτοις ἡ πρᾶξις. χομένων, ἡ Ἐκκλησία μέσον χορεύουσα, οὔτε ὡς δ ΠΡΑΞΙΣ Β'. ᾿Ακόλουθόν ἐστι μετὰ τὰ προλαβόντα, περὶ αἱρέσ σεών τινων διαλαβεῖν. Εἰσὶ δὲ αἱ πᾶσαι πδ', ἂς ἀπο αριθμεῖται Ἐπιφάνιος ὁ Κύπρου ἐπίσκοπος. Αλλά πρὸ τοῦ ἀψασθαι ἡμᾶς αὐτῶν, τέως ἀπαριθμητώ μεθα τὰ ἐκκλησιαστικά βιβλία. Τῶν τοίνυν ἐκκλησιαστικῶν βιβλίων, τὰ μὲν τῆς Παλαιᾶς εἰσι Γραφή; τὰ δὲ τῆς Νέας. Παλαιὰν δὲ λέγομεν Γραφήν, τὴν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ· Νέαν δὲ, τὴν μετὰ τὴν παρουσίαν. Τῆς μὲν οὖν Παλαιᾶς βιβλία εἰσὶν χα, ὧν τὰ μὲν εἰσιν ἱστορικά· τὰ δὲ, προφητικά· τὰ δὲ, παραινετικάτὰ δὲ, πρὸς τὸ ψάλλειν γενόμενα Εἰ δὲ καὶ ἕκαστον ἐν ἑκάστῳ εὑρίσκεται, ἀλλ᾽ οὖν ἀπὸ τοῦ πλεονάζοντος ἕκαστον κέκληται. Τὰ τοίνυν ἱστορικὰ βιβλία εἰσὶ ιβ', 'ν πρῶτόν ἐστιν ἡ Γένεσις,
col. 1201–1202page 5 of 37
PG 86:1201περιέχει δὲ τοῦτο τὸ βιβλίον τὰ ἀπὸ τῆς ποιήσεως τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἕως τῆς τελευτῆς τοῦ Ιωσήφ. Δεύτερόν ἐστιν ἡ Εξοδος· περιέχει δὲ καὶ τοῦτο ἀπὸ τῆς τελευτῆς τοῦ Ἰωσήφ, καὶ τῆς ἐξόδου τῶν Ἰσραηλιτῶν, ἕως τῶν γενομένων ἄχρι τοῦ φθά σα: αὐτοὺς τὸ ὄρος τοῦ Σινᾶ. Ταῦτα δὲ ἐστι· πῶς τὴν Ἐρυθράν θάλασσαν διεπέρασαν, καὶ τί ἐν τῷ μεταξύ γέγονε, καὶ πῶς τὸν νόμον διὰ Μωσέως Ελα ον ἀπὸ τοῦ Θεοῦ. Τρίτον ἐστὶ βιβλίον, οἱ λεγόμενοι Αριθμοί, ἐν οἷς ἀπαριθμεῖται τὰς φυλὰς τῶν Ἰσραηλιτῶν, καὶ τοὺς ἄρχοντας αὐτῶν. Τέταρτόν ἐστι τὸ Λευϊτικόν, ἐν ᾧ προστάττει, πῶς δεῖ λατρεύειν τοὺς ἱερεῖς· ὅθεν καὶ ἐκλήθη Λευϊτικόν· ἀπὸ γὰρ τῆς φυλῆς τῶν Λευϊτῶν ἐγίνοντο οἱ ἱερεῖς. Πέμπτον ἐστὶ, τὸ Δευτερονόμιον, ἐν ᾧ ὡς ἐν συνάψει διηγεῖται τὰ ἀπὸ τῆς Ἐξόδου γενόμενα, μέχρι τοῦ ὄρους τοῦ Σινᾶ, καὶ ὅτι, τὸν νόμον πλατέως ἐκτίθεται, ὅθεν καὶ Δευ τερονόμιον ἐκλήθη. "Α γὰρ ἐν τῇ Ἐξόδῳ ὡς ἐν συντόμῳ γέγραπται περὶ τοῦ νόμου, ταῦτα πλατύτερο ἐν τῷ Δευτερονομία παραδίδοται μετὰ καὶ ἑτέρων ἄλλων. Ταῦτα δὲ τὰ πέντε βιβλία, πάντες τοῦ Μωσέως μαρτυροῦσιν εἶναι· τὰ γὰρ ἐφεξῆς, οὐδεὶς οἶδε τίνος εἰσί. Λέγονται δὲ ταῦτα, ἡ Πεντάτευχος. Εκτον μετὰ τὸ Δευτερονόμιον ἐστιν, Ἰησοῦς τοῦ Ναυῆ, ἐν ᾧ λέγεται, πῶς ἐξήγαγε τοὺς Ἰσραηλίτας ἀπὸ τῆς ἐρήμου εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὁ Ἰησοῦς, μαθη της γενόμενος τοῦ Μωσέως, καὶ ἰσοδύναμος αὐτῷ. Εβδομόν ἐστιν, οἱ λεγόμενοι Κριταί. Ελθόντες γὰρ οἱ Ἰσραηλῖται εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐποίησαν ἑαυτοῖς κριτάς, ἵνα κρίνωσι τὸν λαόν. Βασιλεῖς γὰρ οὐκ εἶχον, μόνον τὸν Θεὸν βασιλέα ονομάζοντες. Ἐπειδὴ οὖν ἐν τούτῳ τῷ βιβλίῳ διηγεῖται, ὅσα ἐποίησαν οι κριταὶ μέχρι τῶν βασιλέων. Διὰ τοῦτο ἐκ λήθη, οἱ Κριταί. Ογλούν ἐστι βιβλίον ἡ Ρούθ. Ροὺς δὲ λέγεται, ἐπειδὴ ἐν αὐτῷ διηγεῖται, πῶς ἡ Ρούθ γυνὴ οὖσα Μωαβίτις, εἰς τοὺς Ἰσραηλίτας μετέστη. "Ην δὲ αὕτη γυνὴ τοῦ προπάτορος, Δαβίδ. Μετὰ ταῦτά ἐστι δύο βιβλία, καὶ περιέχει τας βασι λείας. Τέσσαρες γάρ εἰσι λόγοι τῶν βασιλειῶν, ἐν δύο 3.λίοις φερόμενοι. Ἐβασίλευσαν δὲ οἱ Ἰουδαῖοι, ἀπὸ τοιαύτης αι τίας. Ο Σαμουήλ, ὃς ἐγένετο ὕστερος τῶν κριτῶν, ἀνὴρ ἐγένετο προφήτης και μέγας, ὅστις μετὰ πάν σης δικαιοσύνης ἔκρινε τὸν λαὸν Ἰσραήλ. Οὗτος ἔσχε δύο παίδας, οἵτινες γηράσαντος τοῦ Σαμουήλ γενόμενοι κριταί, οὐκ ἔκριναν τὸν λαὸν κατὰ τὰ δικαιώματα τοῦ Πατρός· ἀλλὰ δῶρα λαμβάνοντες, προσδίδουν τὰς κρίσεις. Γέροντας οὖν ὄντος τοῦ Πα τρὸς αὐτῶν, συνήχθησαν οἱ Ἰσραηλῖται, αἰτοῦντες αὐτὸν μεταστείλαι αὐτοῖς βασιλέα. Ο δὲ εὐχόμενος τῷ Θεῷ περὶ τούτου, ἤκουσεν, ὅτι Ποίησον αὐτοῖς βασιλέα. Οὐ γὰρ σὲ ἐξουδένωσαν, ἀλλ' ἐμέ, αἰ τήσαντες ἑαυτοῖς βασιλέα. Ὁ δὲ ἀκούσας τοῦ Θεοῦ, ἐποίησεν αὐτοῖς βασιλέα τὸν Σαούλ, ἄνδρα ἐκ φυλής Βενιαμίν· ὅστις ἄρξας ἔτη μ', οὐκ ἐφύλαξε τὰς ἐντολὰς τοῦ Θεοῦ. Καὶ τότε ὁ Θεὸς ἀντ᾽ αὐτοῦ τὸν Δαβίδ ἐποίησε βασιλέα τῆς φυλῆς τοῦ Ἰούδα. Καὶ ἀπ' ἐκείνου ἔμεινεν ἡ φυλὴ τοῦ Ἰούδα βασιλεύουσα,
col. 1203–1204page 6 of 37
PG 86:1203παῖς παρά πατρός εκδεχόμενοι την βασιλείαν· ἕως (α)Μετὰ τὰ παράr. μετά των παραινετικών, οὗ Ναβουχοδονόσορ ἐλθὼν ἡνδραποδίσατο τὰ Ἱερο σόλυμα. Τὸ οὖν ἔννατον καὶ δέκατον βιβλίον περιέχει τὰς Βασιλείας. Ενδέκατόν ἐστιν, αἱ Παραλειπόμεναι. Παραλειπόμεναι δὲ ἐκλήθησαν, ἐπειδὴ ἐν αὐταῖς διεξέρχεται, ἃ παρέλιπον οἱ συγγραψάμενοι τὰς Βασιλείας. Δωδέκατον ἐστι τῶν ἱστορικῶν βιβλίων ὁ ῞Εσδρας, ἐν ᾧ ἐστι τὰ μετὰ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων γενόμενα, ἕως τῆς ἐπανόδου αὐτῶν, τῆς ἀπὸ τῶν ᾿Ασσυρίων, ἐπὶ Κύρου γενομένης. Καὶ ταῦτα μὲν ἱστορικά. Προφητικὰ δὲ εἰσι πέντε. "Ων πρῶτον ἐστιν ὁ Ησαΐας· δεύτερον ὁ Ἱερεμίας· τρίτων ὁ Ἰεζεκιήλ τέταρτον, ὁ Δανιήλ· πέμπτον, τὸ Δωδεκαπρόφητον λεγόμενον, ἐν ᾧ δώδεκα προφητῶν κεῖται προφητεία. Παραινετικά είαι βιβλία δ'. "Ων πρῶτον ὁ Ἰώβ τοῦτο δέ τινες ἐνόμισαν Ἰωσήπου εἶναι σύγγραμμα. Δεύτερόν ἐστιν, αἱ Παροιμίαι Σολομῶντος· τρίτον, ὁ Ἐκκλησιαστής· τέταρτον, τὸ ῾Ασμα τῶν ἀσμά των. Τετάχθαι δὲ νῦν μετὰ τὰ παραινετικὰ (α) τὸ Ασμα τῶν ᾀσμάτων λέγω, ἐπειδὴ ἡ τούτων θεωρία ὑψηλοτέρα ἐστίν. Εἰσὶ δὲ ταῦτα τὰ τρία βιβλία τοῦ Σολομῶντος. Μετὰ ταῦτά ἐστι τὸ Ψαλτήριον. Καλ ταῦτα μέν εἰσι τὰ κβ' βιβλία τῆς Παλαιᾶς τῆς δὲ Νέας, ἓξ εἰσι βιβλία, ὧν δύο περιέχει τους τέσσαρας εὐαγγελιστάς· τὸ μὲν γὰρ ἔχει Ματθαῖον καὶ Μάρτ κον, τὸ δὲ ἕτερον, Λουκᾶν καὶ Ἰωάννην· τρίτου ἐστὶν, αἱ Πράξεις τῶν ἀποστόλων· τέταρτον, αλ καθολικαὶ Ἐπιστολαί, οἶσαι ἑπτά· ὧν πρώτη του Ἰακώβου ἑστί· ἡ β' καὶ ἡ γ', Πέτρου· ἡ δ', καὶ ε', καὶ ς', τοῦ Ἰωάννου· ἡ δὲ ζ', τοῦ Ἰούδα. Καθολικαὶ δὲ ἐκλήθησαν, ἐπειδὴ οὐ πρὸς ἐν ἔθνος ἐγράφησαν, ὡς αἱ τοῦ Παύλου, ἀλλὰ καθόλου πρὸς πάντα. Πέμ πτον βιβλίον, αἱ ιδ' τοῦ ἁγίου Παύλου ἐπιστολαί. Ἔκτον ἐστὶν, ἡ Ἀποκάλυψις τοῦ ἁγίου Ἰωάννου. Ταῦτά ἐστι τὰ κανονιζόμενα βιβλία ἐν τῇ Ἐκκλη σίμ, καὶ παλαιὰ, καὶ νέα· ὧν τὰ παλαιὰ πάντα δέ χονται οἱ Εβραῖοι. Τούτων οὕτως ἐχόντων, ἄξιον ἐκθέσθαι πρῶτον τὰ τῶν Ἑβραίων δόγματα, καὶ πρῶτον τὰ περὶ θεο λογίας. Οι τοίνυν Εβραίοι μίαν ὑπόστασιν λέγουσε τοῦ Θεοῦ, καὶ μίαν φύσιν. Τριάδα δὲ οὐδαμοῦ δοξά ζουσιν, οὐδὲ λέγουσιν, οὔτε Πατέρα, οὔτε Υιόν, οὔτε ἅγιον Πνεῦμα· εἰ μὴ ἄρα Πατέρα εἴποιμεν, φασί, τὸν Θεὸν, ὡς πατέρα πάντων ἀνθρώπων ὄντα. Ἰσχυ ρίζονται δὲ μίαν ὑπόστασιν εἶναι τοῦ Θεοῦ, ἀπὸ τοῦ εἰπεῖν τὸν Μωσέα· Ακους, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἰς ἐστιν. Ἡμεῖς δὲ λέγομεν πρὸς αὐτοὺς, ὅτι τοῦτο εἶπεν ὁ Μωσῆς, ἀποβλέπων πρὸς τὴν οὐσίαν, οὐ πρὸς τὰς ὑποστάσεις. Καὶ ἡμεῖς γὰρ ἕνα Θεὸν λέγομεν, ἐν τρισὶν ὑποστάσεσιν. Ἐπεὶ ὅτι Τριάς ἐστιν, ἀπὸ πολλῶν ἔστι δεῖξαι. Πρῶτον ἀφ᾽ ὧν λέγει Θεὸς ἐν τῇ Γενέσει, ὅτι Ποιήσωμεν ἄνθρωπον οὐκ ἂν γὰρ ἔλεγε πληθυντικώς, Ποιήσωμεν, εἰ μὴ καὶ ἄλλοι αὐτῷ τῆς δυνάμεως ἐκοινώνουν. Δεύτερον,
col. 1205–1206page 7 of 37
PG 86:1205ἀφ᾽ ὧν πάλιν ἐν τῇ Γενέσει λέγει, ὅτι Ἰδοὺ ἐγένετο Ἀδὰμ ὡς εἰς ἐξ ἡμῶν. Ὅτι μὲν οὖν ἁγία Τριάς, ἀπὸ πολλῶν ἔστι δεῖξαι. Μετέλθωμεν δὲ νῦν, καὶ δείξωμεν, πῶς δοξάζουσι περὶ τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ. Τριῶν τοίνυν ζητουμένων περὶ τοῦ Χριστοῦ, εἰ ἔρχεται, εἰ ἤδη ἦλθε, καὶ τρίτον, εἰ Θεός ὁ ἐλθών· περὶ μὲν τοῦ πρώτου, εἰ ἔρχεται, οὐ δὲν δεῖ λέγειν. Καὶ αὐτοὶ γὰρ ὁμολογοῦσιν, ὅτι ἤξεια Περὶ δὲ τῶν ἄλλων δύο, δέον ἐστὶ δεῖξαι αὐτοὺς καὶ κῶς λέγοντας. Ἡμῶν τοίνυν λεγόντων, ὅτι ἦλθε, καὶ τοῦτο δεικνύντων ἀπὸ πολλῶν, πρῶτον μὲν ἀπὸ τῶν σημείων, ὧν ἐποίησε, δεύτερον δὲ, ἀπὸ τοῦ ἐξ αὐτοῦ καταλυθῆναι τὰ εἴδωλα (ὁ γὰρ Ησαΐας λέγει Ιδού Κύριος κάθηται ἐπὶ νεφέλης κούρης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ)· τρίτον, ἀφ' ὧν λέγει ὁ Δανιήλ· αἱ γὰρ ἐβδομήκοντα ἑβδομάδες τῶν ἐτῶν, ἃς λέγει αὐτῷ ὁ ἄγγελος, ἐφ' οὗ χρό του δεῖ καὶ ἐκβάλλειν αὐτὰς, εἰς τοὺς χρόνους τοῦ Χριστοῦ καταλήγουσιν. Ἔστι δὲ ἡ ἀρχὴ τῆς ἐκβολῆς, ἀπὸ τοῦ κδ' ἔτους Αρταξέρξου τοῦ Μακρόχειρος. Ἡμῶν οὖν ταῦτα δεικνύντων αὐτοῖς, διισχυρίζονται λέγοντες, ὅτι οὐκ ἦλθε. Λέγει γάρ, φασίν, ο ψαλο μᾶς, ὅτι Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀπιτελεῖ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης· καὶ ἕτερα τοιαῦτα παραφέρουσιν ἀπὸ τῆς ἁγίας Γραφῆς. Νῦν δὲ, φασίν, οὐδὲν τούτων ὁρῶμεν· ἀλλὰ τουναντίον, πλεονάσασαν ἀδικίαν καὶ ἁμαρτίας πολλάς γινομένας. Ἡμεῖς δὲ πρὸς τοῦτο λέγομεν, ὅτι διττή ἐστιν ἡ παρουσία τοῦ Χριστοῦ· ἡ μὲν μετά δόξης, ἦν ὁ Δανιήλ διεξέρχεται λέγων· Ἐσεῖδον ἐν δράματι τῆς νυκτός. καὶ ἰδοὺ ὡς Υἱὸς ἀνθρώπου ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος ἦν, καὶ ἄχρι τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ ἐξουσία· πάντα τὰ ἔθνη αὐτῷ δου λεύσουσι, καὶ τὰ ἑξῆς. 'Η δὲ, μετὰ ταπεινώσεως, περὶ ἧς λέγει ὁ Ἡσαΐας· Καὶ εἶδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖζον παρὰ πάντας τοὺς ἀνθρώπους. Οταν οὖν εἶπεν ὁ ψαλμός, ὅτι ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, τοῦτο λέγει ὡς πρὸς τὴν ἔνδοξον μέλλουσαν παρουσίαν. Επει ὅτι πάντως ἀνάγκη ἁμαρτίας γενέσθαι ἐπὶ τῆς πρώτ της παρουσίας τοῦ Χριστοῦ, εἴδηλον ἐντεῦθεν. Ἐρω τῷ γὰρ αὐτούς· Ἰδίῳ θανάτῳ ἀποθανεῖται ὁ ἐρχό μενος Χριστός, ἢ ἄλλοι αὐτὸν ἀποκτενοῦσιν; Απο κρίνονται δηλονότι, ὡς ἄλλοι αὐτὸν φονεύσουσι. Τί δέ; ὁ τὸν τοιοῦτον μέγαν ἄνθρωπον ἀποκτείνων, οὐ μεγάλως ἁμαρτάνει; Πάντως φήσουσιν, ὅτι Ναί. Οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, ἀνάγκη πάντως ἁμαρ τίαν γενέσθαι ἐπὶ τῆς τοῦ Χριστοῦ πρώτης παρουσίας· ὥστε ὁ ψαλμὸς λέγει, ἐπὶ τῆς δευτέρας. "Αλ λως τε καὶ ἀλλαχοῦ φησιν ὁ ψαλμός· Εἶπεν ὁ Κύ ριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου υποπόδιον τῶν ποδῶν σου. Δηλοῖ γὰρ ὅτι ἔσχεν ἐχθρούς. Οπου δὲ ἔχθρα,
col. 1207–1208page 8 of 37
PG 86:1207Χριστὸν, ὅπερ ἦν τρίτον ζητούμενον, ἰσχυρίζονται οὐκ ἔστιν εἰρήνη. Περὶ δὲ τοῦ μὴ εἶναι Θεὸν τὸν τα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις καὶ αἱ πρὸς αὐτὰ ἀντιλογίαι. ἀφ᾽ ὧν εἶπεν ὁ Μωσής· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς ἐμέ. Ιδού γάρ, φασίν, οὐ Θεὸν αὐτὸν εἶπεν, ἀλλὰ προ φήτην. Ἡμεῖς δὲ πρὸς τοῦτο λέγομεν, ὅτι πάντα ἦν ὁ Χριστός· καὶ ἄνθρωπος γὰρ ἦν, καὶ προφήτης, καὶ Θεός· ὅθενουνδήποτε ἐξῆν αὐτὸν ὀνομάσαι. Οτι γὰρ Θεὸς ἦν, δειχθέντος τοῦ, εἰ ἦλθε, ῥᾴδιον ἦν ἀπὸ τῆς Νέας Γραφῆς ἀποδεῖξαι. Πλὴν καὶ ἀπὸ τῆς Παλαιᾶς δείξομεν τοῦτο. Φησί γάρ που λέγων τοῦτο Ἱερεμίας ἀναφανδόν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξευρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἀγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦ συνανεστράφη. Ταῦτα μὲν οὖν εἰσι τὰ τῶν Εβραίων, Μετέλθωμεν δὲ καὶ ἐπὶ τὰ δόγματα τῶν Σαμαρει τῶν. Ἀλλὰ πρῶτον ἱστορίαν τινὰ μάθωμεν, πόθεν κατάγεται ἡ αἵρεσις τῶν Σαμαρειτῶν. Μετὰ οὖν τὸ βασιλεῦσαι τὸν Σαούλ ἔτη μ', κατέστησεν ἀντ' αὐτοῦ ὁ Θεὸς τὸν Δαβὶδ βασιλέα τῶν Ἰσραηλιτῶν, ἄνδρα τῆς φυλῆς Ἰούδα· καὶ ἔμεινεν ἡ γενεὰ τοῦ Δαβὶδ βασιλεύουσα, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν ἀρ χήν, μέχρι Σεδεκίου. Αποθανόντος δὲ τοῦ βασιλέως Δαβίδ, ὁ Σολομῶν ὁ υἱὸς αὐτοῦ ἐδέξατο τὴν βασι λείαν. Οὗτος μὲν οὖν πάντα μετὰ δικαιοσύνης ἔπραττεν, ὅθεν ὁ Θεὸς πολλὴν αὐτῷ σοφίαν καὶ δυναστείαν ἐχαρίσατο. Γηράσας δὲ, προσεκύνησεν εἰδώλοις, πειθόμενος ταῖς ἑαυτοῦ γυναιξίν. "Οθεν ὀργισθεὶς δ Θεός, εἶπεν Ἱεροβοάμ, τῷ δούλῳ αὐτοῦ, ὅτι Ἐν ποιήσῃς τὸ θέλημά μου, ἐπὶ δέκα σκήπτρων τοῦ δεσπότου σου καταστήσω σε βασιλέα· τὰ γὰρ ἄλλα δύο ἐάσω, διὰ τὸν Δαβίδ, τὸν πατέρα αὐτοῦ. Εσται δὲ ταῦτα μετὰ τὸ ἀποθανεῖν αὐτόν. Αποθανόντος δὲ Σολομῶντος, ήμελλε τῆς βασιλείας κληρονομεῖν ὁ υἱὸς αὐτοῦ Ροβοάμ. Καὶ συλλεγέντες οἱ Ἰσραηλῖται, εἶπον πρὸς αὐτόν· 'Ο πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν, ἀλλ' ἐλάφρυνον σὺ αὐτὸν ἀφ' ἡμῶν, καὶ δουλεύσομέν σοι. Ὁ δὲ πρὸς αὐτοὺς ἀπεκρίνατο· "Ενδοτέ μοι τρεῖς ἡμέρας, καὶ λέξω ὑμῖν τὴν βουλήν μου. Απελθὼν δὲ, πρῶτον τοῖς πρεσ σβυτέροις τῶν πατρῴων αὐτοῦ φίλων ἀνεκοινώσατο οἱ δὲ πρὸς αὐτὸν εἶπον· Θεράπευσον τὸν Ἰσραὴλ, καὶ δουλεύσει σοι. Ανέθετο δὲ καὶ παιδαρίοις. Οἱ δὲ εἶπον αὐτῷ, ὅτι Εἰπὲ πρὸς αὐτοὺς, ὅτι Η σμικρότης μου, στερεωτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου. Ἐκεῖνος ὑμᾶς μάστιξιν ἐπαίδευσεν, ἐγὼ σκορπίοις παιδεύσω. Τούτοις πεισθεὶς Ροβοάμ, ταῦτα τοῖς Ἰσραηλίταις ἀπεκρίνατο. Οἱ δὲ Ἰσραηλῖται ἀπεκρίναντο Βόσκε τὸν οἶκον σου Δαβίδ, ὁ δὲ Ἰσραὴλ ἕκαστος ἀποχωρείτω εἰς τὰ σκηνώματα αὐτοῦ. Καὶ ταῦτα εἰπόντες, ἀπεχωρίσθησαν αὐτοῦ πάντες, πλὴν δύο φυλῶν, τῆς τε Βενιαμίν. καὶ τῆς τοῦ Ἰούδα. Αὗται μὲν αἱ δύο τὰ Ἱεροσόλυμα εἶχον, καὶ τὰ πέριξ αὐτῆς· αἱ δὲ ἀποχωρισθεῖσαι δέκα, τὰ περὰ Νεά πολιν εἶχον. Ἐκαλοῦντο δὲ αἱ μὲν δέκα φυλαί, Ο
col. 1209–1210page 9 of 37
PG 86:1209Ἰσραηλῖται, ἀπὸ τοῦ πλεονάζοντος λαμβάνοντες τὸ ὄνομα· αἱ δὲ δύο, Ἰουδαῖοι. Αἱ οὖν δέκα προστησάμεναι αὐτῶν Ιεροβοάμ τὸν δοῦλον τοῦ Σολομῶντος, συνεχῶς ἐπολέμουν πρὸς Ἰουδαίους· ἐπειδὴ δὲ νόμος ἦν ἑκάστῳ· ἔτει προσκυνεῖν τοὺς Εβραίους ἐν Ἱερο σολύμοις τῇ κιβωτῷ, φοβηθεὶς ὁ Ἱεροβοάμ, μὴ από τομολήσωσι, συνεχῶς ἀπιόντες ἐκεῖ· ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπεν αὐτοῖς, ὅτι οὗτοί εἰσιν οἱ θεοὶ, οἱ ἐξαγαγόντες ὑμᾶς ἐξ Αἰγύπτου· τούτοις προσκυνεῖτε. Καὶ οἱ Ἰσραηλῖται οὖν, καὶ οἱ Ἰου δαῖοι, ἀπὸ τοῦ Ἱεροβοαμ εἰδωλολάτρουν, ἐπὶ πολύ λοὺς βασιλέας· ἕως οὗ ὁ Θεὸς ὀργισθεὶς ἤγαγεν ἐπ' αὐτοὺς τὸν βασιλέα τῶν ᾿Ασσυρίων τὸν Σαλμανασάρ καὶ ᾐχμαλώτισε τὰ; δέκα φυλὰς τῶν Ἰσραηλιτικῶν τοὺς γὰρ Ἰουδαίους οὐδὲ ἐπολέμησεν. Αιχμαλωτίσας δὲ τοὺς Ἰσραηλίτας, ἀντ᾿ αὐτῶν ἄλλους ἐκεῖσε κατ έστησε, πρὸς φυλακὴν τῆς χώρας, οἵτινες ἐκλήθησαν Σαμαρείται· ἐπειδὴ Σαμαρείτης λέγεται ὁ φύλαξ παρ' Εβραίοις. Τούτους δὲ ἀντὶ τῶν Ἰσραηλιτῶν οἰκοῦντας, λέοντες ἀπέκτεινεν πυκνῶς· ἕως οὗ ἔπεμ ψαν, λέγοντες τῷ βασιλεῖ τῶν ᾿Ασσυρίων, ὅτι Λέον τες ἡμᾶς ἀπολλύασιν, ἐπειδὴ οὐκ ἴσμεν λατρεῦσαι τῷ Θεῷ τῆς γῆς ταύτης. Ταῦτα ἀκούσας ὁ βασι λεὺς. ἔπεμψεν αὐτοῖς ἕνα τῶν αἰχμαλωτισθέντων ρέων, ἐπὶ τὸ διδάξαι αὐτοὺς, πῶς δεῖ προσκυνεῖν τῷ Θεῷ τῆς γῆς ἐκείνης. Ο δὲ ἐλθών, οὐδὲν ἄλλο ἐδίδαξεν αὐτούς, ὡς φασιν οἱ ἔξωθεν ἱστοροῦντες, εἰ μὴ μόνον τὴν Πεντάτευχον, ὅθεν καὶ μόνην αὐτὴν δέχονται οἱ Σαμαρείται. Μέχρις οὖν τῶν ἐνταῦθαλέγει ἡ Γραφή. Καὶ ἀπὸ τούτων λέγουσι γεγενῆσθαι τοὺς Σαμα ρείτας· ἡ δὲ αἵρεσις αὐτῶν τοιαύτη εστί. Περὶ μὲν τὴν θεολογίαν, τὰ αὐτὰ δοξάζουσι τοῖς Εβραίοις μίαν γὰρ ὑπόστασιν, καὶ μίαν φύσιν δοξάζουσι. Περί δὲ τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ, οὕτως ἔχουσιν. Οι πιστεύουσιν, ὅτι ἦλθεν, ἀλλ' ὅτι μέλλει ἐλθεῖν. οὐδὲ ὅτι Θεὸς, ὁ ἐρχόμενος, ἀλλὰ προφήτης. Οὔτε δὲ ἄγγελον δοξάζουσιν εἶναι, οὔτε ψυχὴν ἀθάνατον, οὔτε ἀνάστασιν. Οὐ συγκατατίθενται γὰρ τοῖς Εβραίοις, ὅτι Χριστός μέλλει κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ ὅτι μέν εἰσιν ἄγγελοι, ελέγχονται ἀπὸ τῆς Πεντατεύχου· ἐκεῖ γάρ φησιν· Ἰδοὺ ὁ ἄγγελος μου προπορεύεται πρὸ προσώπου σου. Καὶ, ὅτι Αγγελος Κυρίου ἐκάλεσε τὴν ᾿Αγαρ. Και, ὅτι Εκάλεσεν ἄγγελος Κυρίου τὸν ᾿Αβραάμ. Καὶ ὅτι Εἰσῆλθον οἱ ἄγγελοι εἰς Σόδομα, καὶ ἕτερα τοιαῦ τα. Καὶ ὅτι ἡ ψυχὴ θνητή έστι, φασὶ, καὶ οὐκ ἀθά νατος, μαρτυρεῖ ὁ Μωϋσῆς, εἰπών, Μὴ φάγεσθε αἷμα, ἀλλ' ἐκχεῖτε αὐτὸ κατὰ τῆς γῆς. Παντὸς γὰρ ζώου τὸ αἷμα, ἡ ψυχὴ αὐτοῦ. Ἡμεῖς δὲ πρὸς τοῦτο λέγομεν, ὅτι πρῶτον μὲν οὐκ ἔστι τὸ αἷμα ἡ ψυχή τῶν ζώων, ἀλλ᾽ ἐπειδὴ τοῦ αἵματος ἐκχεομένου καὶ ἡ ψυχὴ ἀπόλλυται· ἐκ τούτου περὶ τοῦ αἵματος κτηνῶν ἦν αὐτῷ ὁ λόγος, ἃ καὶ ἡμεῖς θνητὰ ὁμολογοῦμεν εἶναι· οὐ περὶ ἀνθρώπων. Καὶ ἀπὸ ἱστορίας Αη Αν,
col. 1211–1212page 10 of 37
Actio III
PG 86:1211δὲ δεικνύομεν, ὅτι καὶ ἀθάνατός ἐστιν ἡ ψυχὴ, καὶ κρίσις ἐστὶ νεκρῶν. Ὁ Κάιν καὶ ᾿Αβελ, δύο ἦσαν ἀδελφοί· καὶ ὁ μὲν ἦν γεωργός, ὁ δὲ ποιμήν· καὶ ἔθυσαν ἀμφότεροι τῷ Θεῷ· καὶ τὸν ᾿Αβελ, ὡς δίσ καιον, προσεδέξατο, τὸν δὲ Κάϊν, οὐκέτι. Ἐκεῖθεν οἷον παρεζήλου τὸν ᾿Αβελ, ἕως αὐτὸν ἀπέκτεινε. Τῶν οὖν Σαμαρειτῶν λεγόντων, ἐν τῷ νῦν βίῳ ἀπο λαμβάνειν πρὸς τὰς ἑαυτοῦ πράξεις ἕκαστον· τί ἔχομεν εἰπεῖν περὶ τοῦ ᾿Αβελ, ᾧ δικαιοσύνην ἐμαρ τύρησεν ὁ Θεός; Ὅσον γὰρ ἀπὸ τοῦ νῦν βίου, κακὰ ἀντὶ καλῶν ἀπέλαβεν. Ἐκ τούτου οὖν δῆλον, ὅτι καὶ ἡ ψυχὴ ἀθάνατός ἐστι, καὶ ἀνάστασιν δεῖ δοξάζειν εἰ μὴ γὰρ ἦν, ἐν ᾗ τῶν οἰκείων ἔμελλεν ἀπολαῦται πράξεων, οὐκ ἂν ὁ τοιοῦτος ἀδίκως ἀπέθανεν. Αὕτη ἐστὶν ἡ αἵρεσις τῶν Σαμαρειτῶν. Ιστέον δὲ, ὅτι Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ασσυρίων, ἐλθὼν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ Σεδεκίου τοῦ βασιλέως, καὶ τοὺς Ἰουδαίους ᾐχμαλώτευσε, καὶ ἔλαβεν εἰς Περ σίδα· ἐν οἷς ἦν Ανανίας, Αζαρίας, Μισαήλ, καὶ Ἰεζεκιήλ, καὶ Έσδρας. Μετὰ οὖν ο' ἔτη, ἐπὶ Κύ ρου τοῦ βασιλέως, ἐπανέλυσαν εἰς τὰ Ἱεροσόλυμα, τοῦ Κύρου αὐτοῖς συγχωρήσαντος τὴν ἐπάνοδον, διὰ τὰ πολλὰ αὐτῷ προλέγειν, ὧν ἡμελλε ποιεῖν. Ὁ δὲ Έσδρας συνεγράψατο τὴν ἐπάνοδον αὐτῶν· καὶ έλθὼν εἰς τὰ Ἱεροσόλυμα, καὶ εὑρὼν, ὅτι πάντα τὰ βιβλία ἦταν καυθέντα, ηνίκα ᾐχμαλωτίσθησαν, ἀπὸ μνήμης λέγεται συγγράψασθαι τὰ κβ' βιβλία· ἅπερ ἐν τοῖς ἄνω ἀπηριθμησάμεθα. Εν τούτοις ἡ θεωρία. ΠΡΑΞΙΣ Γ. Ἐπειδὴ περὶ Χριστιανῶν δογμάτων ὁ λόγος, ἀναγο καῖόν ἐστι τῶν χρόνων διαίρεσίν τινα ποιήσασθαι ἵνα ἐκ τούτων γνῶμεν, τίνες διδάσκαλοι, καὶ ποῖαι αἱρέσεις, ὧν ἑκάστη τοὺς μὲν πρὸ αὐτῆς δέχεται Πατέρας, τοὺς δὲ μετ' αὐτὴν οὐκέτι. Τῶν τοίνυν χρόνων, οἱ μέν εἰσι πρὸ Χριστοῦ, ὧν ἤδη ἐν τοῖς προλαβοῦσιν ἐμνήσθημεν· οἱ δὲ, μετὰ τὸν Χριστόν. Καὶ ἔστι τῶν μετὰ τὸν Χριστὸν ἡ διαίρεσις τοιαύτη. Οἱ μὲν γὰρ εἰσιν ἀπὸ τῆς γεννήσεως τοῦ Χριστοῦ, ἄχρι τῆς βασιλείας Κωνσταντίνου. Οἱ δὲ ἀπὸ τῆς ἀρχῆς τῆς βασιλείας Κωνσταντίνου, ἄχρι τοῦ νῦν. Ὑποδιαιρούνται δὲ πάλιν οἱ ἀπὸ τῆς γεννήσεως τοῦ Χριστοῦ, ἄχρι τῆς βασιλείας τοῦ Κωνσταντίνου, εἰς τρεῖς. Οἱ μὲν γὰρ εἰσιν ἀπὸ τῆς γεννήσεως του Χριστοῦ ἄχρι τῆς ἀναλήψεως αὐτοῦ· οἱ δὲ ἀπὸ τῆς ἀναλήψεως, περὶ ὧν διαλαμβάνουσιν αἱ Πράξεις τῶν ἀποστόλων οἱ δὲ ἀπὸ τῆς περιόδου καὶ τε λευτῆς τῶν ἀποστόλων, ἄχρι τῆς ἀρχῆς τῆς βα σιλείας Κωνσταντίνου. Περὶ ὧν διαλαμβάνουσί τινες ἐκκλησιαστικοί, Εὐσέβιος ὁ Παμφίλου, καὶ Θεοδώριτος, οὓς ἐξ ἀνάγκης οὐ δεχόμεθα. Μέχρι γὰρ τῶν Πράξεων τῶν ἀποστόλων κεκανόνισται δέχεσθαι ἡμᾶς. Οἱ δὲ ἀπ' ἀρχῆς τῆς βασιλείας Κωνσταντίνου ἄχρι τοῦ νῦν, διαιροῦνται οὕτως· οἱ μὲν γὰρ εἰσινἀπὸ τῆς βασιλείας Κωνσταντίνου, ἄχρι τῆς ἀρχῆς τοῦ κινήματος τῆς ἐν Χαλκηδόνι συνόδου· οἱ δὲ, ἀπὸ
col. 1213–1214page 11 of 37
PG 86:1213τοῦ κινήματος τῆς ἐν Χαλκηδόνι συνέδου, μέχρι του νῦν. Εγένοντο δὲ ἐν τοῖς χρόνοις τοῖς ἀπὸ τῆς γεννήσεως τοῦ Χριστοῦ μέχρι τῆς βασιλείας Κων σταντίνου, διδάσκαλοι καὶ πατέρες οἶδε· Ἰγνάτιος ὁ Θεοφόρος. Εἰρηναῖος, Ἰουστίνος φιλόσοφος και μάρτυς, Κλήμης καὶ Ἱππόλυτος ἐπίσκοποι Ῥώμης, Διονύσιος ὁ ᾿Αρεοπαγίτης, Μεθόδιος ἐπίσκοπος Πα τάρων, Γρηγόριος ὁ θαυματουργός, Πέτρας ὁ ᾿Αλεξανδρείας ἐπίσκοπος καὶ μάρτυς. Τούτους ἅπαντας αἱ μετ' αὐτοὺς γενόμεναι αἱρέσεις δέχονται. Αἱρέσεις δὲ ἐν τοῖς χρόνοις τούτοις ἐγένοντο μέν πολλαί, πλὴν μόνων τῶν ἐπισήμων δέον μνησθῆναι. Εγένετο τοίνυν πρώτον, ἡ τῶν Μοντανῶν, περὶ ἧς ἐν ἄλλοις διαληψόμεθα· εἶτα τῶν Μανιχαίων, ἥτις ἐξ ἑκάστης αἱρέσεως ἐκλεξαμένη τὰ χείριστα, οὐδὲν ἀγαθὸν ἔχει. Περὶ ἧς οὐ δύναταί τις εἰπεῖν ἀκρι βῶς, εἰ μὴ τῆς αὐτῶν γένηται πολιτείας. Οὐ φείδεται δὲ οὐδὲ εἰδωλολατρείας, οὐ παντὸς εἴδους κακοῦ. δὲ περὶ τὴν θεότητα ἀφειδῶς ἁμαρτάνουσι, καὶ περὶ τὴν ἀνθρωπότητα ταῦτα ἐστι. Περὶ μὲν γὰρ τὴν θεότητα, οὕτως ὑπειλήφασι δύο ἀρχάς, καὶ δύο θεοὺς λέγουσιν, ἕνα ἀγαθὸν καὶ ἕνα κακόν. Καὶ τὰ μὲν κρείττονα τῶν πραγμάτων ἀνατιθέασι τῷ ἀγαθῷ· τὰ δὲ χείρονα, τῷ κακῷ. Οἷον, τὸ μὲν φῶς ἀνατιθέασι τῷ ἀγαθῷ Θεῷ· τὸ δὲ σκότος, τῷ κακῷ. Καὶ πάλιν, ἐπὶ τῶν συνθέτων ζώων, τὴν ὕλην τῷ κακῷ θεῷ· τὸ δὲ εἶδος, τῷ ἀγαθῷ Θεῷ. Οὗτοι και τινα βιβλία τῆς Παλαιᾶς Γραφῆς τῷ κακῷ Θεῷ ἀνα τιθέασιν· ὥσπερ τὴν ἀπὸ Αἰγύπτου ἔξοδον τῶν Ἰσραηλιτῶν. Οὐκ ἔστι γάρ, φασί, τοῦ ἀγαθοῦ Θεοῦ, τὸ ἐκβαλεῖν αὐτοὺς ἀπὸ Αἰγύπτου, καὶ πολλὰ κακὰ αὐτοῖς ὕστερον ποιῆσαι. Οὗτοι καὶ βιβλία τινὰ ἑαυ τοῖς καινοτομούσι. Λέγουσι γὰρ Εὐαγγέλιον κατάθω μᾶν καὶ Φίλιππον, ἅπερ ἡμεῖς οὐκ ἴσμεν. Δι' οὓς καὶ ἐκάλεσαν οἱ ἅγιοι Πατέρες, ποῖα βιβλία δεῖ δέχε σθαι ἡμᾶς. Περὶ δὲ τὴν ἐνανθρώπησιν οὕτως δοξά ζουσιν· οὐχ ὁμολογοῦσιν ἀληθῆ γενέσθαι τὴν ἐναν θρώπησιν τοῦ Χριστοῦ, ἀλλὰ κατὰ φαντασίαν· καὶ ἐν τοῖς πάθεσιν ὅτι ἄλλον ἄνθρωπον ὑπέβαλεν ἀντ᾿ αὐτοῦ, καὶ αὐτὸς ἔφυγεν. Ἐπιστοῦντο δὲ τὸ τῆς φαντασίας, ἀπό τίνων ῥημάτων ἐν τοῖς Εὐαγγελίοις κειμένων, ἐξ ὧν λέγουσιν, ὅτι ἐν τῷ ὄρει ὢν μετα εμορφώθη και άφαντος γέγονε. Καὶ πάλιν, ἔχλου πολλοῦ περιεστηκότος, ἐξένευσεν ὁ Ἰησοῦς. Τοῦτο δὲ οὐκ ἔστιν ἱκανὸν παραστῆσαι, ὅτι κατὰ φαντασίαν γέγονεν ἡ ἐνανθρώπησις. Καὶ ἄνθρωποι γὰρ μετ εμορφώθησαν, καὶ γεγόνασιν ἄφαντοι. Μετεμορφώθη γὰρ Μωϋσῆς εἰς ἔνδοξον πρόσωπον, ὥστε μὴ δύνα σθαι τοὺς Ἰουδαίους ἀτενίσαι εἰς αὐτὸν, ἀλλὰ κεκα λυγμένος τὴν ὄψιν ἐλάλει αὐτοῖς. Η γαντώθη δὲ καὶ ὁ Φίλιππος, καὶ ἀπὸ τῆς ὀρεινῆς ἐξαίφνης ἐγένετο εἰς Αζωτον. Εγένετο δὲ καὶ ἄλλη αἵρεσις κατὰ τοὺς χρόνους τούτους, ἡ Παύλου τοῦ Σαμοσατέως· ὅστις καὶ περὶ τὴν θεότητα ἐσφάλλετο, καὶ περὶ τὴν ἐνανθρώπησιν. Περὶ μὲν γὰρ τὴν θεότητα, ὅτι Πατέρα μόνον ἔλεγε περὶ δὲ τὴν ἐνανθρώπησιν, ὅτι ψιλὸν ἄνθρωπον ἔλεγε Άνθρ. Ενανθρώπησιν,
col. 1215–1216page 12 of 37
PG 86:1215τὸν Χριστόν, γενέσθαι δὲ ἐν αὐτῷ τὸν λόγον τοῦ Θεοῦ, μὴ νομιζόμενος· καὶ μὴ δοξάζων τὰ αὐτὰ τῷ Νεστορίῳ. Ὁ μὲν γὰρ Νεστόριος, εἰ καὶ φιλὸν ἄν Ορωπον ἔλεγε τὸν Χριστὸν, ἀλλ' οὖν τὴν αὐθυπόστα τον Λόγον τοῦ Θεοῦ, καὶ Υἱὸν ἔλεγε γενέσθαι ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ. Περὶ γὰρ τὴν Τριάδα οὐχ ἡμάρτα γεν ὁ Νεστόριος. Ὁ δὲ Παῦλος ὁ Σαμοσατεὺς οὐκ ἔλεγε τὸν αὐθυπόστατον Λόγον γεγενῆσθαι ἐν τῷ Χριστῷ, ἀλλὰ Λόγον ἔλεγε τὴν κέλευσιν καὶ τὸ πρόσ ταγμα· τοῦτ' ἔστιν, ἐκέλευσεν ὁ Θεὸς δι' ἐκείνου τοῦ ἀνθρώπου, ὃ ἐβούλετο, καὶ ἐποίει. Ἀλλ᾿ οὐδὲ περὶ τὴν θεότητα τὰ αὐτὰ ἐδόξαζε τῷ Σαβελλίῳ· ὁ μὲν γὰρ Σαβέλλιος, τὸν αὐτὸν ἔλεγε Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα, καὶ τριώνυμον πράγμα ἔλεγε τὸν Θεόν· οὐκέτι Τριάδα δοξάζων. Ὁ δὲ Παύ λος, οὐ τὸν αὐτὸν ἔλεγε Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα· ἀλλὰ Πατέρα μὲν ἔλεγε τὸν Θεὸν, τὸν πάντα δημιουργήσαντα· Υἱὸν δὲ, τὸν ἄνθρωπον τὸν ψιλόν. Πνεῦμα δὲ, τὴν ἐπιφοιτήσασαν χάριν τοῖς ἀποστόλοις. Ἐν τοῖς χρόνοις δὲ τούτοις καὶ ἡ Σαβελλίου αἵρεσις ἐγένετο, περὶ ἧς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν. (α) Ιωάν. Ἐν δὲ τοῖς χρόνοις τοῖς ἀπὸ τῆς ἀρχῆς τῆς βασι λείας Κωνσταντίνου, ἄχρι τοῦ κινήματος τῆς ἐν Χαλκηδόνι συνόδου, ἐγένοντο διδάσκαλοι καὶ πατέρες οἶδε· Σίλβεστρος Ρώμης ἐπίσκοπος, Αλέξανδρος Επίσκοπος Αλεξανδρείας, Ευστάθιος Αντιοχείας, Αθανάσιος Αλεξανδρείας, Ιούλιος Ῥώμης, Αλέ ξανδρος Κωνσταντινουπόλεως, Ιλάριος Πικτάδων, πόλεως τῆς Γαλατίας, 'Αμβρόσιος Μεδιολάνων, Βα σίλειος Καισαρείας τῆς Καππαδοκίας, Γρηγόριος Νύσσης, Γρηγόριος ὁ Ναζιανζού, Αμφιλόχιος Ιχοι νίων, Αντίοχος Πτολεμαΐδος, τῆς κατὰ Φοινίκην, Γελάσιος Καισαρείας Παλαιστίνης, Νεκτάριος, Ατο τικός, Ἰωάννης Πρόκλος, καὶ Φλαβιανός. Κων σταντινουπόλεως· Σεβηριανός Γαβάλων, Επιφάνιος Κύπρου, Αὐγουστῖνος Ιππόνης πόλεως τῆς Αφρικῆς, Θεόφιλος καὶ Κύριλλος, Αλεξανδρείας. Τούτους οὖν πάντας τοὺς ἐπισκόπους αἱ μετ' αὐτοὺς αἱρέσεις δέχονται, αἱ δὲ πρὸ αὐτῶν οὐκέτι. Εγένετο δὲ εὐθέως ἐν αὐτῇ τῇ βασιλείᾳ Κωνσταντίνου, ἡ τοῦ Αρείου αἵρεσις· ἔστι; καὶ περὶ τὴν θεότητα, καὶ περὶ τὴν ἀνθρωπότητα ἐσφάλλετο. Περὶ μὲν τὴν θεότητα, ὅτι ἔλεγε κτίσμα είναι τοῦ Θεοῦ, τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα· περὶ δὲ τὴν ἐνανθρώπησιν, ὅτι τὸ σῶμα τοῦ Χριστοῦ ἔλεγεν ἄψυχον εἶναι· ἄρα χειν γὰρ ἔλεγεν ἐν αὐτῷ ἀντὶ ψυχῆς τὸν Λόγον. Τοῦτο δὲ ἔλεγεν, ἐπειδὴ συνεβάλλετο αὐτῷ εἰς δόγμα τῆς Τριάδος, ὡς ἔχομεν δείξαι. Επιστοῦτο δὲ, ὅτι κτίσματά εἰσι Θεοῦ, ἤτοι ποιήματα, ὁ γιὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἀπὸ χρήσεών τινων τῆς ἁγίας Γρα φῆς. Λέγει γάρ, ὥς φησιν, ὁ Πέτρος ἐν ταῖς Πρά ξεσι τῶν ἀποστόλων· 'Ασφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ισραήλ, ὅτι Κύριον καὶ Χριστὸν αὐτ τὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Καὶ πάλιν ὁ Ἀπόστολος ἐν τῇ πρὸς (α) Ιππόνης. Ἱππῶνος.
col. 1217–1218page 13 of 37
PG 86:1217Εβραίους Επιστολή. Ὅθεν, ἀδελωνὶ ἅγιοι, κλή σεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Απόστολον καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· Ο ἀποστείλας με Πατήρ, μείζων μου ἐστι. Τοῦτον δὲ ἀνατρέπουσιν οἱ ἅγιοι Πατέρες, καὶ πρῶτον μέν, ἐναντίας τούτων τῶν χρήσεων παραφέρουσιν· ἔπειτα δὲ καὶ ταύτας τὰς παρενεχθείσας ἐξ αὐτῶν θερα πεύοντες. Εναντίας μὲν, ὅ τι φησὶν Ἰωάννης· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ πάλιν ἐν τῇ πρὸς Εβραίους Επιστολῇ περὶ τοῦ Υἱοῦ λέγει, ὁ ᾿Από στολος· Ος ὢν απαύγασμα τῆς δόξης, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ δὲ ἦν κτί σμα, ἀλλὰ μὴ γέννημα τοῦ Θεοῦ ὁ Χριστός, οὐκ ἂν εἶχεν εἶναι χαρακτὴρ καὶ ἀπαύγασμα τοῦ Θεοῦ. Καὶ αὐτὸς δὲ ὁ Κύριός φησιν· Ἐγὼ καὶ ὁ Πατὴν ἔν ἐσμεν. Καὶ οὕτω μὲν ἀπὸ τῶν ἐναντίων χρήσεων ἀνατρέπουσι τὸν ᾿Αρειον, θεραπεύουσι δὲ τὰς ἐξ αὐ τῶν παρενεχθείσας, τοιούτῳ λόγῳ, ὅτι ὁ Υἱός τοῦ Θεοῦ πάντα ὑπομεῖναι ἀξιώσας, ὡς ἄνθρωπος, οὐκ ἀπηξίωσε καὶ μείζονα αὐτοῦ εἰπεῖν τὸν Πατέρα. Οταν μὲν οὖν ποίημα αὐτὸν καλῇ ὁ ᾿Απόστολος, οὐ πρὸς τὴν θεότητα ἀποβλέπων, οὕτως αὐτὸν καλεῖ, ἀλλὰ πρὸς τὴν ἀνθρωπότητα· καλὴ μὲν γὰρ Θεός, γέννημά ἐστι Θεοῦ, οὐ ποίημα· καθὸ δὲ ἄνθρωπος, ποίημα, καὶ ἀπόστολος, καὶ ὅσα τοιαῦτα. Καὶ ἱστέον, ὅτι τὸ δόγμα τῆς ἡμετέρας Εκκλησίας ἐστὶ, τὸ ἀνα τρέπον τὸν ᾿Αρειον. Εἰ μὴ γὰρ δύο φύσεις εἴπωμεν περί Χριστοῦ, καὶ τῇ μὲν ἀνθρωπίνῃ τὰς ταπεινὰς ταύτας φωνὰς ἀναθήσωμεν, τῇ δὲ θεότητι τὰς ἄλλας, οὐκ ἀνατρέπεται. Διὰ τοῦτο τὸ δόγμα τοῦ Αρείου, τὸ σῶμα τοῦ Χριστοῦ ἔλεγεν ἄψυχον εἶναι ἵνα τας τοιαύτας ταπεινὰς φωνὰς μηκέτι ὡς ἀνθρώπῳ ἀναθῶμεν τῷ Χριστῷ, ἀλλ' ὡς Υἱῷ τοῦ Θεοῦ· καὶ εὑρεθῇ, κατὰ τὸ δόγμα αὐτοῦ, ὁ Υἱὸς ἐλάττων τοῦ Πατρός. Οτι δὲ καὶ ψυχὴν ἔσχε τὸ σῶμα τοῦ Χριστοῦ, μαρτυρεῖ αὐτὸς ὁ Χριστὸς λέγων, ὅτι Η ψυχή μου τετάρακται· καὶ ἀπὸ ἄλλων πολλῶν. Κατὰ τούτου δὲ τοῦ ᾿Αρείου, πρεσβυτέρου ὄντος ᾿Αλεξανδρείας, ἐκροτήθη σύνοδος ἐν Νικαίᾳ, ἐπισκόπων ἐκκρί των της, βασιλεύοντος Κωνσταντίνου. Καὶ καθεῖλον αὐτὸν, καὶ σύμβολον, ἤτοι μάθημα κατ' αὐτοῦ ἐξ έθεντο, ὅπερ φέρεται, καὶ τοῖς βουλομένοις ἔξεστιν τῷ ἐντυχεῖν. Εν τούτοις ἡ πρᾶξις. ΠΡΑΞΙΣ Δ'. Μετὰ τὴν αἵρεσιν Αρείου, μᾶλλον δὲ αὐτῆς ἔτι συνισταμένης (ἐκράτησε γὰρ πολὺν χρόνον), ἀνεφύησαν καὶ ἄλλαι δύο αἱρέσεις, ή τε Μακεδονίου ἐπισκόπου ὄντος Κωνσταντινουπόλεως, καὶ ἡ τοῦ ᾿Απολιναρίου πρεσβυτέρου όντος. Ην δὲ ἡ μὲν τοῦ Μακεδονίου αίρεσις τοιαύτης Ημάρτανε περὶ τὴν θεότητα, ἐξ (ε) Περί. Επ!.
col. 1219–1220page 14 of 37
Actio IV
PG 86:1219ἡμισείας συνασεβῶν τῷ Ἀρίῳ· τὸν μὲν [δὲ] γάρ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἰ γὰρ ἦν αὐτὸ τοῖς ἀκτίστοις, ἵνα σὺν αὐτοῖς προσκυνῆται καὶ Υΐν λέγων γέννημα τοῦ Θεοῦ, τὸ Πνεῦμα ποίημα ἔλεγε. Καὶ ἰσχυρίζετο τὸ δόγμα αὐτοῦ, ἀπὸ τοῦ μή φανερῶς, φησί, κεῖσθαι ἐν τῇ ἁγία Γραφῇ, ὅτι θεὸς ἦν τὸ Πνεῦμα τὸ ἅγιον. Ελέγχεται δὲ ἀπὸ πολλῶν χρήσεων. Καὶ περὶ τοῦ Πνεύματος γὰρ τοῦ ἁγίου ὡς Θεοῦ ἐμνήσθη ἡ ἁγία Γραφή. Πρῶτον μὲν γὰρ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πρὸς Ἀνανίαν φησιν ὁ ἅγιος Πέτρος· Ανανία, ἵνα τί ἐπλήρωσεν ὁ τανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνε μα τὸ ἅγιον, καὶ νοσφίσασθαί σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον τοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ Θεῷ. Ἰδοὺ γὰρ φανερῶς Θεὸν ἐκάλεσε τὸ Πνεῦμα τὸ ἅγιον. Εἶτα πάλιν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγεται, ὅτι Νηστευόντων αὐτῶν, καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· 'Αφορίσατέ μοι τόν τε Παῦλον, καὶ τὸν Βαρνάβαν, εἰς τὸ ἔργον 8 προσκέκλημαι αὐτούς. Ἔδειξε γὰρ διὰ τοῦ ᾿Αφορίσατε, τὴν οἰκείαν ἐξου σίαν, ὅτι ὡς αὐτὸς ὢν Θεὸς διαλέγεται. Εἰ γὰρ κτί σμα ἦν Θεοῦ, καὶ ἀπ' αὐτοῦ ἀπεσταλμένον, εἶχεν ἂν εἰπεῖν, ὅτι Εἶπεν ὁ Κύριος, Αφορισατέ μοι τόν τε Παῦλον καὶ Βαρνάβαν. Οὕτω γὰρ ἡ ἁγία Γραφὴ είω θε λέγειν, ὅτε διά τινος ἐλάττονος ποιεῖται ὁ Κύριος τὸν λόγον. Καὶ ὁ Κύριος δέ φησιν ἐν τοῖς Εὐαγγελίοις Τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ὃ γέννημά ἐστι τῆς οὐσίας τοῦ Θεοῦ. Οὐδαμοῦ γὰρ ἐπὶ κτίσματος φαίνεται τοῦτο ῥῆμα λέ γουσα ἡ ἁγία Γραφή.. Πάλιν ἐν ἑτέροις λέγει ὁ Κύ μας. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν συνηριθμήθη συνδοξάζηται. Ὁ δὲ Ἀπολινάριο; περὶ μὲν τὴν θεολογίαν οὐ φαίνεται ἁμαρτάνων, πλὴν διελέγχουσι καὶ τοῦτον Γρηγόριοι περὶ ταύτην ἁμαρτάνοντα. Κτίσμα μὲν γάρ, φασίν, οὐ λέγει· ὑπόβασιν δὲ μικρὸν λέγει τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, πρὸς τὸν Πατέρα. Περὶ δὲ τὴν οἰκονομίαν φανερῶς διεσφάλλετο. Ελεγε γὰρ, τὸ σῶμα δ ἐνεδύσατο ὁ Θεὸς Λόγος, ψυχὴν μὲν ἔχειν, νοῦν δὲ οὐδαμῶς· ἀλλ᾿ ὥσπερ ἄλογον ψυχήν οὕτως ἔλεγεν ἔχειν. Διισχυρίζετο δὲ τὸ δόγμα αὐτοῦ, οὐχ ὑπὸ ῥητοῦ τινος, ἀλλ' ἀπὸ περινοίας. Ελεγε γάρ ὅτι ὁ νοῦς ἁμαρτητικόν τί ἐστιν. "Ατοπον δέ ἐστιν ὅλως, ὑπονοῆσαι περὶ τοῦ Λόγου τοῦ Θεοῦ, ὅτι συν ήφθη τινὶ ἁμαρτητικῷ. Ἡμεῖς δὲ λέγομεν, ὅτι τοῦ ναντίον τῷ ἁμαρτητικῷ δεῖ μᾶλλον αὐτὸν ὑπονοῆσας συναφθῆναι, τῷ καὶ σωτηρίας δεομένῳ. Ἐκεῖνον γὰρ ἔσωσεν, ᾧ καὶ συνήφθη. Τούτων τῶν δογμάτων κινουμένων, συνέρχεται ἡ ἐν Κωνσταντινουπόλει σύνοδος ἀνδρῶν ρν ἥτις ἄνδρας ἔσχε μεγάλους, τους Γρηγορίους, καὶ ᾿Αμφιλόχιον. Καὶ συναχθέντες, καθαιροῦσι τὸν Μακεδόνιον καὶ ᾿Απολινάριον· καὶ ἐκτίθενται ὅρον, ήτοι μάθημα πίστεως, ὅπερ λέγομεν.
col. 1221–1222page 15 of 37
PG 86:1221Περὶ δὲ τοὺς χρόνους ἐκείνους ἐγένοντο δύο ἄνδρες μεγάλοι, Διόδωρος ὁ Ταρσοῦ ἐπίσκοπος, καὶ Θεόδωρος ὁ Μοψουεστίας· οἵτινες ἀντηγωνίσαντο πρὸς 'Αρειανούς, καὶ Μακεδόνιον, καὶ ᾿Απολινάριον, καὶ τὴν ἄλλην Γραφήν ὑπεμνημάτισαν, καὶ ἐν τιμῇ ενα τες μεγάλῃ, ἀπέθανον· καὶ οὐδεὶς ἐν τῇ ζωῇ αὐτῶν ἐπελάβετό τινος αὐτῶν· ἀλλ᾽ ἐγκώμια ἔγραψαν εἰς αὐτοὺς πολλοί. Καὶ Βασίλειος γὰρ αὐτοὺς ἐγκωμιάζει, καὶ Ἰωάννης ὁ Χρυσόστομος. Ὕστερον δὲ κινουμένου τοῦ Νεστοριανού δόγματος, ἠναγκάσθη Κύριλλος, ὁ πρώην αὐτοὺς ἐπαινῶν, κατὰ τῶν συγγραμμάτων αὐτῶν γράψαι· ἐπειδὴ ἀπ' αὐτῶν ἰσχυρίζετο τὸ δόγμα αὐτοῦ ὁ Νεστόριος. Υπομνηματίσαντες γὰρ οὗτος τὴν ἁγίαν Γραφὴν, οὐκ ἔστησαν ἄχρι τοῦ δέοντος, ἀλλὰ βουληθέντες μερίσαι τὰς ἐν τῇ ἁγίᾳ Γραφῇ φωνὰς, τὰς μὲν τῇ θεότητι, τὰς δὲ τῇ ἀνθρωπότητα εὑρέθησαν δύο ὑποστάσεις του Χριστοῦ καὶ διαίρεσιν εἰσάγοντες. Καὶ δι' αὐτὸ ἠναγκάσθη ὁ Κύριλλος κατ' αὐτῶν γράψαι, ἐπεὶ ἀπ' αὐτῶν ἰσχυρίζετο τὸ δόγμα αὐτοῦ ὁ Νεστόριος. Διὰ τοῦτο δὲ ἐν τῇ ζωῇ αὐτῶν οὐδεὶς αὐτοῖς ἀντεῖπεν, ἐπειδὴ τὸ μάχεσθαι πρὸς τὰς μείζους αἱρέσεις, ἔσκεπε τὰ τοιαῦτα δόγματα. Μετά δὲ χρόνον ὀλίγον τοῦ ἀποθανεῖν Θεόδωρον καὶ Διόδω μον, ἀνέστη ἡ αἵρεσις Νεστορίου· ἦν δὲ Κωνσταντινουπόλεως αὐτὸς ὁ Νεστόριος Επίσκοπος, ᾿Αλέξαν Ερείας δὲ Κύριλλος, Αντιοχείας δὲ Ἰωάννης. Τί δὲ ἦν τὸ δίγμα τοῦ Νεστορίου, ἤδη μὲν ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν· καὶ νῦν δὲ μικρὰ διεξέλθωμεν. Οὐκ ἔλεγε γὰρ ἔνωσιν τοῦ Λόγου τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, ἀλλὰ δύο ὑποστάσεις ἔλεγε, καὶ διαίρεσιν· ὅθεν οὐδὲ τὴν ἁγίαν Μαρίαν εκάλει θεοτόκον, ἀλλὰ Χριστοτόκον. Εἰ δὲ καὶ ἄνθρωπον, καὶ Θεὸν ἀπεκάλει τὸν Χριστόν· ἀλλ' οὐκέτι ὡς ἡμεῖς, ἀλλὰ τῇ σχέσει καὶ τῇ οἰκειώσει. Ωσπερ λέγομεν περὶ δύο τινῶν φίλων, πάνυ ἀλλήλους ἀγαπώντων ὅτι οἱ δύο οὗτοι μίαν ψυχὴν ἔχουσι, κατὰ τὸ ταυτὰ ἀλλήλοις ἀρέσκειν, διὰ τὴν ὑπερβολὴν τῆς φιλίας. Τούτῳ δὲ τῷ Νεστορίῳ ἐναντίος ἦν ὁ Κύριλλος, καὶ ἔγραφεν αὐτῷ συνεχέστερον, ἀποστραφήναι ἀπὸ τοῦ δόγματος τούτου. Έγραψεν οὖν πρώτην αὐτῷ καὶ δευτέραν ἐπιστολὴν, καὶ οὐκ ἔπεισεν αὐτόν. Ὕστε μον δὲ γράφει αὐτῷ τρίτην ἐπιστολήν, ἐν ᾗ ἔγραψε δώδεκα κεφάλαια περὶ πίστεως· καὶ ὕστερον ἔγρα ψεν, ὅτι Εἰ μὲν καταδέχῃ ταῦτα, συλλειτουργὸς ἡμῶν εἶ, καὶ φίλος· εἰ δὲ μὴ, ἀνάθεμα ἔσῃ. Οὐδ' οὕτως δὲ ἔπεισε. Κινουμένης δὲ τῆς μάχης ταύτης, κελεύει ὁ βασιλεὺς (ἦν δὲ Θεοδόσιος ὁ Μικρός) γενέσθαι σύν οδον ἐν Ἐφέσῳ, καὶ κριτὴν γενέσθαι Κυρίλλου καὶ Νεστορίου Ἰωάννην τὸν Ἀντιοχείας ἐπίσκοπον. Ηλθεν οὖν ὁ Κύριλλος εἰς τὴν ὀρισθεῖσαν ἡμέραν μετὰ πάσης τῆς συνόδου αὐτοῦ εἰς τὴν Ἔφεσον, Ομοίως καὶ Νεστόριος μετὰ τῆς αὐτοῦ συνόδου. Ἐμβραδύναντος δὲ Ἰωάννου ἐλθεῖν, καὶ παραπρο θεσμήσαντος ἡμέρας ις', νομίσας ὁ Κύριλλος, ὅτι οὐκέτι ἔρχεται, συναγαγὼν τοὺς εὑρεθέντα; ἐπισκόπους, καὶ ἀνεγνωκὼς ἐπὶ αὐτῶν τὰ Νεστορίου συγ γράμματα, καὶ ὕστερον ἀπὸ τῶν ἁγίων Πατέρων χρήσεις ἐναντιουμένας αὐτοῖς, Νεστορίου με συνελ
col. 1223–1224page 16 of 37
PG 86:1223τὴν καθαίρεσιν αὐτοῦ. Μετὰ δὲ ις' ἡμέρας ἐλθὼν ὁ Ἰωάννης, καὶ εὑρὼν τὴν καθαίρεσιν Νεστορίου γε νομένην χωρὶς αὐτοῦ, ἀγανακτήσας καὶ λυπηθείς, ὅτι πρὸς ἀτιμίαν αὐτοῦ γέγονε χωρίς αὐτοῦ ἡ καθε αίρεσις Νεστορίου· εἰς τὴν ἐκκλησίαν εἰς ἣν ἀντλο θεν ὁ Κύριλλος, οὐ συνῆλθεν· εἰς ἄλλην δὲ ἀνελθών, ἐμάχετο μὲν πρὸς Κύριλλον, καὶ ἀνεθεμάτιζον ἀλλή λους· οὐκ ἀπεδέχετο δὲ Νεστόριον. θέντος, ἀλλὰ λέγοντος προσμένειν τὸν κριτὴν, ποιεῖ Εὑρέθη δὲ μετὰ Ἰωάννου Θεοδώρητος τις ἐλλόγιμος, Κύρου ἐπίσκοπος Ανατολής. Οὗτος κατά Κυ ρίλλου λέγων, ἐπιλαμβάνεται καὶ τῶν ιβ' κεφαλαίων, ὧν ἔγραψεν ἐν τῇ τρίτῃ ἐπιστολῇ τῇ πρὸς Νεστόριον, καὶ ἀνέτρεπεν αὐτὰ, λέγων ὅτι 'Αρειανός ἐστι Κύριλλος, καὶ τὰ Εὐνομίου καὶ ᾿Απολιναρίου φρο νεῖ. Ο γὰρ Κύριλλος Νεστορίῳ ἀπομαχόμενος, τῷ διαιροῦναι τὴν οἰκονομίαν, τῆς ἑνώσεω; μᾶλλον φροντίδα πεποίηται. Οθεν καὶ ἐδόκει πως τῷ Θεοδωρήτῳ ὁ Κύριλλος, ὡς μίαν φύσιν δοξάζων, ὡς οἱ Αρειανοί, καὶ οἱ περὶ τὴν Ἀπολινάριον. Πλὴν οὐδὲ Θεοδώρητος φαίνεται πώποτε τὸν Νεστόριον ἀποδεχόμενος, ἀλλὰ μόνον τὸν Κύριλλον ἀπομεμφόμενος, διὰ τὴν συμβᾶσαν εἰς Ἰωάννην ἀτιμίαν. Ιστέον δὲ, ὅτι φέρεται Ἰωάννου τοῦ ᾿Αντιοχείας ἐπισκόπου, πρὸ τῆς συνόδου ταύτης ἐπιστολὴ πρὸς Νεστόριον ἀνατρέπουσα τὸ δόγμα αὖ οῦ, ἐν ᾗ ὑπέγραψαν πάν τες οἱ τῆς αὐτοῦ συνόδου. Ιστέον δὲ καὶ τοῦτο, ὅτι φέρονταί τινες ἐπιστολαὶ Θεοδωρήτου καὶ Νεστορίου, ἐν αἷς ἀλλήλους ἀποδέχονται· πλασταὶ δέ ε!σι πλάττουσι δὲ αὐτὰ; οἱ αἱρετικοί, τοῦ μάχεσθαι δι' αὐτῶν πρὸς τὴν σύνοδον. Εἰ δὲ βούλεται τις γνῶναι, ὅτι Θεοδώρητος καὶ λίαν ἐμίσει Νεστόριον, ἀναγνώτω περὶ τῶν αἱρέσεων τὸ αὐτοῦ Θεοδωρήτου γεγραμμένον βιβλίον. Καθαιρεθέντος οὖν Νεστορίου, καὶ τούτων κινηθέντων, διαλύεται ἡ σύνοδος, ἑκάστου ἀναχωρήσαντος εἰς τὸν ἴδιον τόπον. Καὶ ὁ μὲν Κύ ριλλος εἰς Ἀλεξάνδρειαν ἦλθεν, ὁ δὲ Ἰωάννης εἰς Αντιόχειαν καὶ ἦν ἐκ τούτου μάχη τῶν Αἰγυπτίων πρὸς τοὺς Ἀνατολικούς. Καὶ ἐδοκοῦντο οἱ μὲν ᾿Ανα τολικοὶ τὰ Νεστορίου φρονεῖν· οἱ δὲ Αἰγύπτιοι τὰ Απολιναρίου. Τῆς δὲ μάχης ταύτη; ἐνισταμένης, γράφει ὁ Θεοδόσιος ὁ βασιλεὺς Κυρίλλου, ἵνα φιλια ῇ Ἰωάννῃ· καὶ Ἰωάννη, ἵνα φιλιωθῇ Κυρίλλου. Καὶ δεξάμενος ὁ Ἰωάννης τὰ γράμματα του βασι λέω;, ποιεῖ ἐπιστολὴν πρὸς Κύριλλον, περιέχουσαν πῶς δοξάζει, καὶ πέμπει διὰ Παύλου, τῆς τῶν Ἐμεσηνῶν πόλεως ἐπισκόπου. Και συναινέσαντος αὐτῇ Κυρίλλου, διαλύεται ἡ μάχη τῶν ᾿Ανατολικῶν ἐπισ σκόπων πρὸς Αἰγυπτίους. Χρόνου δὲ ὀλίγου διαδραμόντος, ἄρχεται ἡ ἐν Χαλκηδόνι σύνοδος κινεῖςθαι. Ην δὲ κατὰ τοὺς χρόνους τούτους, τῆς ἐκκλησίας Αλεξανδρέων ἐπίσκοπος Διόσκορος Κωνστα τινουπόλεως δὲ, Φλαβιανός· Ῥώμης δὲ, Λέων• Αν τιοχείας δὲ, Δόμνος. Ἐν δὲ Κωνσταντινουπόλει ἦν τῆς Εὐτυχὴς τῷ ὀνόματι, πρεσβύτερος καὶ ἀρχιμανδρίτης, ὅστις ἐδόξαζε, μὴ εἶναι μὲν τὸ σῶμα τοῦ Χριστοῦ ὁμοούσιον ἡμῖν μετὰ τὴν ἔνωσιν· διὰ γὰρ
col. 1225–1226page 17 of 37
PG 86:1225τὴν ὑπερβολὴν τῆς ἑνώσεως, καὶ τὸ μίαν φύσιν λέγειν, οὐκ ἔλεγεν ὁμοούσιον ἡμῖν μετὰ τὴν ἕνωσιν τὸ σῶμα. Τούτῳ τῷ Εὐτυχεῖ γνώριμος ἦν Ευσέβιος ὁ Δορυλέων ἐπίσκοπος. Καὶ γνοὺς ἐξ αὐτοῦ τὸ δόγ μα τοῦτο, ἀνήγγειλε Φλαβιανῷ, λέγων· Δεῖ σε ἐπι τιμῆσαι τῷ Εὐτυχεῖ, τοιοῦτο δέ, μα εἰσφέροντι, ἵνα μὴ διαστραφῇ ἡ πίστις ἡμῶν. Ὁ οὖν Φλαβιανός τούτων ἀκούσας, συνήγαγε τοὺς αὐτοῦ συνόδου ἐπισ σκόπους ὡς περὶ λ', καὶ ἠρώτησεν ἐπὶ αὐτῶν τὸν Εὐτυχῇ, λέγων, ὅτι Ὁμολογεῖς τὸ σῶμα τοῦ Χρι στοῦ ὁμοούσιον ἡμῖν, καὶ ἢ οὔ; Ὁ δὲ ἀπεκρίνατο, ὅτι Μέχρι μὲν τῆς σήμερον οὐχ ὡμολόγουν· δι' ὑμᾶς δὲ ὁμολογῶ. Τοῦτο δὲ ἔλεγεν εἰρωνεία. Απ εκρίνατο πρὸς αὐτὸν ὁ Φλαβιανός· Οὐχ ἡμεῖς ἐσμεν, εἱ ταῦτά σοι λέγοντες ὁμολογεῖν, ἀλλ' οἱ Πατέρες. Εἰ οὖν ὁμολογεῖς, ἀναθεμάτισον τοὺς μὴ οὕτω δοξά ζοντας. 'Ο δὲ εἶπε πρὸς αὐτὸν, ὅτι ὡς εἶπον, μέχρι τῆς σήμερον οὐχ ὡμολόγουν τοῦτο· δι᾽ ὑμᾶς δὲ λέγω. Οὐκ ἀναθεμάτιζέ τινα· ἐὰν γὰρ ἀναθεματίζω τινά, τοὺς πατέρας μου ἀναθεματίζω, καὶ τὴν ἁγίαν Γρα φήν. Αὕτη γάρ ἐστιν ἡ λέγουσα, ὅτι οὐκ ἔστιν ἡμῖν ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ. Ταῦτα ἀκούσας ὁ Φλαβιανός, καθεῖλεν αὐτὸν ἀπὸ τῆς πρεσβυτερείας, καὶ τοῦ εἶναι αὐτὸν ἀρχιμανδρίτην, εἰπὼν, ὅτι οὐκ ἔστι κατ' ανάγκην πίστις. Τούτου δὲ καθαιρεθέντος, γράφει ὁ Φλαβιανὸς τῷ Λέοντι Ρώμης ἐπισκόπῳ τὴν καθαίρεσιν· καὶ ἀνα τιγράφει πρὸς αὐτὸν Λέων, ὅτι καλῶς αὐτὸν καθεῖλε. Καλεῖται οὖν ἡ ἐπιστολὴ αὕτη Τόμος Λέοντος, περὶ οὗ ἀμφιβάλλουσιν οἱ διακρινόμενοι λέγοντες αὐτὴν κακῶς ἔχειν. Ὁ δὲ Εὐτυχής μετὰ τὴν καθαίρεσιν συνεχῶς ἐνετύγχανε τῷ βασιλεῖ, λέγων ήδι κῆσθαι ὑπὸ Φλαβιανοῦ. Καὶ τότε κελεύει ὁ βασι λεὺς Θεοδόσιος, γενέσθαι ἐν Ἐφέσῳ οἰκουμενικήν σύνοδον, ἵνα κρίνωσιν, εἰ καλῶς καθεῖλεν ὁ Φλαβιανὸς τὸν Εὐτυχή, ἢ οὐ. Επέτρεψε δὲ τὴν πᾶσαν κρί σιν Διοσκόρῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας. γενομένης δὲ τῆς συνόδου, πρῶτον μὲν ἄτοπον ἐποίησεν ὁ Διόσκορος. Μόνον γὰρ ἀνέγνω τὰ πεπραγμένα Φλα Γιανοῦ, οὐκ εἴασε δὲ αὐτὸν συνηγορῆσαι αὐτοῖς, ἢ ἐρωτῆσαι αὐτὸν τί ποτε, περὶ ὧν ἀμφιβάλλειν ἑνό μιζε. Δεύτερον δὲ, οὐδὲ τὸν κατήγορον Εὐτυχούς, Εὐσέβιον εἴασε παρελθεῖν εἰς τὴν κρίσιν· ἀλλὰ και ταψηφισάμενος Φλαβιανού, καθεῖλεν αὐτόν· τὸν δὲ Εὐτυχῆ ἐδέξατο, καὶ ἐποίησε πάλιν πρεσβύτερον καὶ ἀρχιμανδρίτην. Τούτου γενομένου, διελύθη ἡ σύνο οδος. Καὶ ἀποθανόντος Φλαβιανοῦ, ἀπελθόντες οἱ του ποτηρηταὶ τοῦ Ῥώμης ἐπισκόπου (αὐτὸς γὰρ οὐ δέποτε ευρίσκετο εἰς σύνοδον), ἀπήγγειλαν αὐτῷ τὰ γενόμενα. ῾Ο δὲ ἀκούσας, ἠγανάκτησε, καὶ προσέρχεται Οὐαλεντινιανῷ τῷ Ρώμης βασιλεῖ, ὑπὲρ τοῦ ἐκδίκησιν παθεῖν· τοὺς χρόνους γὰρ ἐκείνους, βασι λεὺς εἰς ἦν ἐν Ῥώμῃ, καὶ εἷς ἐν Βυζαντίῳ. Οὐαλεντινιανὸς οὖν ὀχλούμενος ὑπὸ Λέοντος τοῦ πάπα, γρά φει Θεοδοσίῳ τῷ Μικρῷ, ἵνα ἐπιτρέψῃ σύνοδον γε νέσθαι, ἐν ᾗ γνῶναι, εἰ καλῶς ἔκρινεν ὁ Διόσκορος, ἢ οὔ. 'Ο δὲ Θεοδόσιος ἀντέγραψεν αὐτῷ, λέγων, ὅτι
col. 1227–1228page 18 of 37
Actio V
PG 86:1227Οὐ ποιῶ ἄλλην σύνοδον· καλῶς γὰρ ἔκρινεν ὁ Διός κορος. Αποθανόντος δὲ Θεοδοσίου, γίνεται βασι λεὺς Μαρκιανός, καὶ ἐπιτρέπει εὐθέως γενέσθαι εί κουμενικὴν σύνοδον ἐν Χαλκηδόνι, ὀφείλουσαν κρί και τὰ πεπραγμένα παρὰ τῆς ἐν Ἐφέσῳ συνέδου, εἰ κακῶς ἔκρινε γενέσθαι τὰ γινόμενα περὶ Φλαβιανὸν ἐν Βυζαντίῳ. Ταύτης οὖν τῆς συνόδου γενο μένης, ἀνδρῶν χλ', τῇ μὲν πρώτῃ ἡμέρᾳ συνῆλθεν αὐτοῖς Διόσκορος. Εἶτα ἑσπέρας καταλαβούσης, καὶ διαλυθέντος τοῦ συνεδρίου, τῇ ἄλλῃ ἡμέρᾳ ἐλθόντες ἔπεμψαν καὶ δὶς, καὶ τρίτον, καὶ οὐκ ἠνέσχετο ἐλ θεῖν. Ὡς δὲ οὐκ ἦλθε μετασταλεὶς ἐκ τρίτου, κατὰ τους κανόνας καθαιροῦσιν αὐτὸν, καὶ ἐξορίζουσιν εἰς Γάγγρας· καὶ ἐκτίθενται μάθημα, πῶς δεῖ πι στεύειν· ὅτι ἕνα Χριστὸν ἐν δύο φύσεσιν, ἀσυγχ τως, ἀδιαιρέτως. Καὶ οὕτω διαλύεται ἡ σύνοδος. ΠΡΑΞΙΣ Ε. Διαλυθείσης δὲ τῆς συνόδου τῆς ἐν Χαλκηδόνι, καὶ Διοσκόρου ἐξορισθέντος εἰς Γάγγρας, συναπεῤῥάγη αὐτῷ πᾶς ὁ ὄχλος Αλεξανδρείας καὶ Αἰγύπτου. Καὶ γίνεται ἀντ' αὐτοῦ δεχόμενος τὸ δόγμα τῆς συνόδου Προτέριος. Τούτῳ δὲ οὐδεὶς τῶν ᾿Αλεξανδρέων έχοι νώνει, ἀλλ᾽ οὕτως αὐτὸν ἐμίσουν, ὥστε ἀναχθέντες ἔκαυσαν αὐτόν. Οἷα δὲ αὐτοῖς ἐγένετο διὰ τὸ φονεῦσαι αὐτὸν κακὰ ἀπὸ τοῦ βασιλέως Λέοντος, οὐδὲ ἔστιν εἰπεῖν νῦν. ᾿Αποθανόντος δὲ Διοσκόρου ἐν Γάγγραις, διαδέχεται αὐτὸν Τιμόθεος· καὶ ἦν ὁ μὲν Προτέριος φανερῶς ἐν ᾿Αλεξανδρείᾳ ἐπίσκοπος, ὁ δὲ Τιμόθεος κρύφα. Οὗτος δὲ ὁ Τιμόθεος ἀνεθεμάτ τιζε καὶ τὴν σύνοδον, καὶ τὸν μὲν Εὐτυχῇ, ἐπειδὴ μὴ ἔλεγεν ὁμοούσιον ἡμῖν τὸ σῶμα τοῦ Χριστοῦ τὴν δὲ ἐν Χαλκηδόνι σύνοδον, ὅτι δύο φύσεις έλεγε τοῦ Χριστοῦ. ᾿Απολογεῖτο δὲ καὶ ὑπὲρ Διοσκόρου, ὅτι ὡς λέγει, οὕτως ἐπίστευε. Καυθέντα δὲ τὸν Προ ; τέριον διαδέχεται Τιμόθεος. Καὶ ἦσαν δύο Τιμόθεοι, 1) Περί Φ.λ. Παρά Φλ ὁ μὲν φανερῶς, δεχόμενος τὸ δόγμα τῆς συνόδου ὁ δὲ κρύφα, δεχόμενος τὸν Διόσκορον. Αποθανόντων οὖν τῶν δύο τούτων, τὸν μὲν ἀπὸ Διοσκόρου διαδέχεται Πέτρος ὁ Μογγός· τὸν δὲ τῆς συνόδου, Ἰωάννης. Ἐβασίλευε δὲ κατὰ τοὺς χρόνους τούτους ὁ Ζή νων. Οὗτος θεωρῶν τὸ σχίσμα τοῦτο μέγα, βουλόμενος ἕνωσιν ποιῆσαι τῶν Ἐκκλησιῶν, γράφει ἐπι στολὴν, ἤπερ ἐκλήθη Ενωτικόν, περιέχουσαν περὶ πίστεώς τινα, ἅπερ εἶχε τὸ μάθημα τῶν ἐν Νικαία. καὶ ἄλλα τινὰ μέσα, ἅπερ ώμολόγουν κοινῶς ἑκάσ τεροι, ὀρθῶς δὲ εἰς τὰ κατὰ τῆς ἐν Χαλκηδόνι συν
col. 1229–1230page 19 of 37
PG 86:1229όπου διαβρήδην δὲ αὐτὴν οὐκ ἀνεθεμάτιζε· τοῦτο δὲ ἔγραψεν, ὅτι Εἴ τις τῶν τῆς ἐν Χαλκηδόνι συνό δου, ἢ τῶν πρότερον ἀλλαχοῦ γενομένων, μὴ καλῶς δοξάζει, ἀνάθεμα ἔστω. Τούτου τοῦ Ένω τικοῦ ἐλθόντος, δέχεται μὲν αὐτὸ Πέτρος ὁ Μογγός, φεύγει δὲ Ἰωάννης εἰς Ρώμην. Εφ' οὗ καὶ Πέτρος ὁ Κναφεὺς ἐν Ἀντιοχείς ὑπὸ Ζήνωνος προβάλλεται ἐπίσκοπος. Γενομένης δὲ τῆς ἑνώσεως, ὁ Πέτρος δηλονότι παρὰ τοῖς ᾿Αλεξανδρεῦσι προετιμᾶτο· δε ξάμενος οὖν τὸ Ενωτικὸν ὁ Πέτρος, δέχεται καὶ τὸν θρόνον ᾿Αλεξανδρείας, καὶ οὐκέτι ἦν κρύφα, ἀλλὰ φανερῶς ἐπίσκοπος. Διὰ δὲ τὴν ὑπερβολὴν τοῦ μί σους, ὅπερ εἶχον πρὸς τὴν ἐν Χαλκηδόνι σύνοδο», ἀποσχίζονται τινες ἀπὸ Πέτρου, καὶ οὐκ ἐκοινώνουν αὐτῷ, διότι δεξάμενος τὸ Ενωτικὸν, οὐ φανερῶς ἀνεθεμάτιζε τὴν σύνοδον. Καὶ ἐλέγοντο οἱ τοιοῦτοι Ακέφαλοι, διότι τῷ πατριάρχῃ αὐτῶν μὴ ἀκολουθήσαντες, καθ' ἑαυτοὺς ἑκοινώνουν. Εἶτα ὁ Πέτρες θεωρῶν τὸν δῆμον ἐπὶ πολὺ σχιζόμενον, ἀναγκάζει ται φανερῶς ἀναθεματίσαι τὴν σύνοδον, καὶ ἐδέχετο μὲν τὸ Ενωτικόν, ἀνεθεμάτιζε δὲ καὶ τὴν σύνοδον φανερῶς. Οὐδὲ οὕτως ἐκοινώνησαν αὐτῷ οἱ ᾿Ακέφα λοι, ὅτι ὅλως ἐδέξατο ἐξ ἀρχῆς τὸ Ενωτικόν, μή ἀναθεματίσας τὴν σύνοδον. Τὸν δὲ Πέτρον διεδέξατο ᾿Αθανάσιος· καὶ οὗτος δεχόμενος τὸ Ενωτικόν, ἀνεθεμάτιζε την σύνοδον. Πλὴν οὐδὲ τούτῳ ἐκοινώνησαν οἱ ᾿Ακέφαλοι, διότι τὸν Πέτρον ἐδέχετο. Μετὰ δὲ τὸν ᾿Αθανάσιον γίνε ται Ιωάννης, καὶ πάλιν Ἰωάννης, εἶτα Διόσκορος, καὶ εἶθ' οὕτω Τιμόθεος, καὶ οὗτοι δὲ πάντες, δεχό μενοι μὲν τὸ Ενωτικὸν, ἀναθεματίζοντες δὲ τὴν σύν οδον. Αποθανόντος δὲ Ζήνωνος τοῦ βασιλέως, δια δέχεται τὴν βασιλείαν ὁ ᾿Αναστάσιος, καὶ τότε πλέον κρατεῖ τὸ κατὰ τῆς συνόδου δόγμα. Τῶν γὰρ δια κρινομένων ἦν ὁ ᾿Αναστάσιος, ἐφ᾿ οὗ καὶ Σεβῆρος γίνεται ἐν ᾿Αντιοχείᾳ ἐπίσκοπος, τὰ αὐτὰ φρονῶν Τιμοθέῳ τῷ ᾿Αλεξανδρείας. Αποθανόντος δὲ Ἀνα στασίου, γίνεται βασιλεὺς Ἰουστῖνος ὁ πρῶτος, καὶ ὡς μετὰ ἕνα ἥμισυ ἐνιαυτὸν, εὐθέως Ἰουστινιανός. Τούτου δὲ βασιλεύσαντος, καὶ τῶν συνοδιτῶν ὄντος, φοβηθεὶς ὁ Σεβῆρος, φεύγει εἰς Ἀλεξάνδρεια», ἔχων μεθ' ἑαυτοῦ Ἰουλιανόν τινα ἐπίσκοπον 'Ἁλικαρνασσοῦ. Οὗτοι ἐλθόντες, ἐκαθέζοντο εἰς τὸ Εννατον Καί ποτε λόγου κινηθέντος μεταξὺ αὐτῶν, ἠμφισβήτουν περὶ φθαρτοῦ καὶ ἀφθάρτου εἰ ἄρα τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τῆς ἀναστάσεως αὐτοῦ φθαρ τὸν ἦν, ἢ ἄφθαρτον. Ὁ μὲν γὰρ Ἰουλιανὸς κατ ακολουθῶν τῇ ἀρχαίᾳ δόξῃ, ἔλεγεν ὅτι ἄφθαρτόν ἐστι τὸ σῶμα τοῦ Χριστοῦ· εἰ μὴ γὰρ εἴπωμεν αὐτὸ ἄφθαρτον, ἀλλὰ φθαρτόν, διαφορὰν εἰσάγομεν πρὸς τὸν Λόγον τοῦ Θεοῦ. Διαφορᾶς δὲ εἰσαγομένης, δύο φύσεις εὑρίσκονται ἐν τῷ Χριστῷ. Καὶ τί ἀκαίρως μαχόμεθα τῇ συνόδῳ; Πρὸς ταῦτα ἔλεγεν ὁ Σεβήρος, Εἰς τὸ ἔννατον. Περὶ φθαρτοῦ καὶ ἀφθάρτου.
col. 1231–1232page 20 of 37
PG 86:1231ὅτι δύναται καὶ ἄφθαρτον εἰπεῖν τὸ σῶμα τοῦ Χρι στοῦ, καὶ διαφορὰν εἰσαγαγεῖν, καὶ μίαν φύσιν εἰπεῖν. Ἔμειναν οὖν οὗτοι μαχόμενοι πρὸς ἀλλήλους καὶ εκτιθέμενοι. Ο δὲ Τιμόθεος, ποτὲ μὲν τούτῳ, που τὲ δὲ ἐκείνῳ συνήγορος ἦν· μέλλων δὲ ὁ Τιμόθεος συνιέναι πρὸς τὸν βασιλέα, τελευτῇ· μετεστείλατο γὰρ αὐτὸν, ὀφείλων ἢ πεῖσαι γενέσθαι συνοδίτην, ἢ καθελεῖν αὐτόν. Ησαν δὲ τότε δύο ἄνδρες, Γαία νὸς καὶ Θεοδόσιος, ὁ μὲν Γαϊανὸς ἀρχιδιάκονος Τιμοθέου, ὁ δὲ Θεοδόσιος λογογράφος. Αποθανόντος οὖν Τιμοθέου, χειροτονεῖ ὁ κλῆρος, καὶ οἱ πρῶτοι τῆς πόλεως, Θεοδόσιον ἐπίσκοπον. Τούτου χειροτονηθέντος, εἰσελθὼν ὁ δῆμος, καὶ ἑωρακὼς αὐτὸν ἐπὶ τοῦ θρόνου καθεζόμενον, οὕτως ἠγανάκτησεν (ἐμίσουν γὰρ αὐτὸν), ὥστε εὐθέως τις ἀπὸ τοῦ θρά νου έρριψεν αὐτόν. Καὶ ὁ μὲν Θεοδόσιος ἔφυγε· Γαία νὸς δὲ βίᾳ ἐγένετο ἀντ᾿ αὐτοῦ ἐπίσκοπος. Συναπο έστησαν δὲ καὶ τοῖς προσώποις, οἱ τῆς πόλεως· οἱ μὲν γὰρ μεγάλοι τῆς πόλεως ἦσαν μετὰ Θεοδοσίου, ὁ δὲ δῆμος μετὰ Γαϊανοῦ· συνέβη οὖν οὐ μόνον τοῖς προσώποις συναποῤῥαγῆναι τὴν πόλιν, ἀλλὰ καὶ τοῖς δόγμασιν. Ὁ μὲν γὰρ Γαϊανὸς τῷ δόγματι ήκου λούθει Ἰουλιανοῦ, ὁ δὲ Θεοδόσιος τῷ δόγματι Σεβή ρου. Ακούσας δὲ τὰ γινόμενα Ἰουστινιανὸς ὁ βα σιλεὺς, πέμπει τὸν Νάρσην, ὀφείλοντα μαθεῖν, τίς ἐκ τῶν δύο ὀφείλει εἶναι ἐπίσκοπος. Ο δὲ Νάρσης ἐλθὼν, καὶ ἐρωτήσας, τίς ἐκ τῶν δύο ἐστὶ πρῶτος γενόμενος, καὶ μαθών, ὅτι Θεοδόσιος· τὸν μὲν Γαῖ ανὸν ἐξώρισε (καὶ ἀφανὴς ἐγένετο ἐξ ἐκείνου μέχρι τῆς σήμερον), τὸν δὲ Θεοδόσιον ἐκάθισεν εἰς τὸν θρό νον. Χρόνου δὲ μικροῦ διαδραμόντος, πέμπει καὶ καθαιρεῖ καὶ τὸν Θεοδόσιον ὁ Ἰουστινιανὸς, καὶ φέρει αὐτὸν εἰς τὸ Βυζάντιον, ἀντ᾽ αὐτοῦ χειροτονήσας τὸν Παῦλον δεχόμενον τὸ δόγμα τῆς συνόδου. Οστις καθηρέθη, συνευδοκήσας φόνῳ. Καθαιρεθέντος δὲ Παύλου, γίνεται ἀντ᾽ αὐτοῦ Ζώιλος, ὅστις καὶ αὐτὸς καθηρέθη, ὡς ἐν τοῖς ἐφεξῆς λέξομεν. Μετὰ Ζώτον γίνεται Απολινάριος, μετὰ τὸν ᾿Απολινάριον Ἰωάν νης, μετὰ Ἰωάννην Ευλόγιος. Πάντες οὖν οὗτος ἐτὶ Παύλου συνοδῖται. Καὶ αὕτη μὲν ἡ τάξις τῶν ἐπισκόπων. Καθεζομένου δὲ ἐν Βυζαντίῳ κατ' ἰδίαν τοῦ Θεοῦ δοσίου, ἐκινήθη τὸ δόγμα τῶν Ἀγνοητῶν. Ἐπειδὴ γὰρ λέγει ὁ Κύριος, ὅτι οὐδεὶς οἶδε τὴν ὥραν τῆς κρίσεως, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος· ἐζητήθη, εἰ ἄρα ἡγνόει ὁ Χριστὸς, ὡς ἄνθρωπός που. Καὶ ὁ μὲν Θεοδόσιος ἔλεγε μὴ ἀγνοεῖν, καὶ ἔγραψε κατὰ ᾿Αγνοητῶν. Ἄλλοι δὲ ἔλεγον ἀγνοεῖν αὐτὸν, ὥσπερ καὶ πονέσαι λέγομεν αὐτόν. Καὶ ἐκ τούτου ἀπεσχίσθησαν ἀπὸ τῶν Θεοδοσιανῶν οἱ λεγόμενοι Αγνοηταί· καὶ ἐκκλησίαν ἰδίαν ποιήσαντες καθ' ἑαυτοὺς ἐκοινώνουν. Ἔτι δὲ καθεζομένου τοῦ Θεοδοσίου ἐν τῷ Βυζαντίῳ, ἐκινήθη πάλιν τὸ δόγμα τῶν Τριθεῖτῶν, οὗ αἱρεσίαρχος γέγονεν ὁ Φιλόπονος
col. 1233–1234page 21 of 37
PG 86:1233Ἐπεὶ γὰρ ἡ πόρητο τῇ Ἐκκλησίᾳ, ὅτι Ε: δύο λέγετε φύσεις ἐν τῷ Χριστῷ, ἀνάγκη ὑμᾶς καὶ δύο ὑποστάσεις εἰπεῖν. Η δὲ Ἐκκλησία ἀνταπεκρίνατο, ὅτι Εἰ μὲν ταυτόν ἐστι φύσις καὶ ὑπόστασις, ἀνάγκη ἡμᾶς ὁμολογῆσαι τὸ ἄτομον. Εἰ δὲ ἄλλο ἐστὶ φύσις, καὶ ἄλλο ὑπόστασις, τίς ἡ ἀποκλήρωσις, λέγοντας ἡμᾶς δύο φύσεις, ὁμολογῆσαι πάντως καὶ δύο υποο στάσεις; Απεκρίναντο πρὸς τὴν Ἐκκλησίαν οἱ αἱρε τικοί, ὅτι Ναί, ταυτόν ἐστι φύσις καὶ ὑπόστασις. Εἶτα πάλιν ἡ Ἐκκλησία· Εἰ ταυτόν ἐστι φύσις καὶ ὑπόστασις, οὐκοῦν λέγομεν καὶ τῆς ἁγίας Τριάδος τρεῖς φύσεις· ἐπειδὴ ὁμολογουμένως τρεῖς ὑποστάσεις ἔχει. Ἐπειδὴ ταῦτα ἔλεγεν ἡ Ἐκκλησία, ἀπὸ εκείνατο ὁ Φιλόπονος, ὅτι Καὶ ἔστω τρεῖς φύσεις λέ γειν ἡμᾶς ἐπὶ τῆς ἁγίας Τριάδος. Ἔλεγε δὲ ταῦτα, λαβὼν τὴν ἀφορμὴν ἀπὸ τῶν ᾿Αριστοτελικών. Ο γάρ Αριστοτέλης φησίν, ὅτι εἰσὶ τῶν ἀτόμων καὶ μετ ρικαὶ οὐσίαι, καὶ μία κοινή. Οὕτως οὖν καὶ ὁ Φιλό ποιος ἔλεγεν, ὅτι εἰσὶ τρεῖς μερικαὶ οὐσίαι ἐπὶ τῆς ἁγίας Τριάδος, καὶ ἔστι μία κοινή. Εν τούτοις ή θεω ρία. ΠΡΑΞΙΣ Γ'. Μετὰ τὰ εἰρημένα, φέρε καὶ περὶ ἐπιχειρημάτων τινῶν, ἅπερ κοινῶς πρὸς τὴν Ἐκκλησίαν λέγουσι πάντες οἱ διακρινόμενοι, μικρὰ διαλάβωμεν. Δια έλωμεν δὲ αὐτὰ τριχῇ, ἐπειδὴ τὰ μὲν αὐτῶν ἱστορικά εἰσιν, ἐκ τῶν πραχθέντων τῇ ἐν Χαλκηδόνι συνόδῳ λαμβανόμενα· τὰ δὲ ἀπὸ συλλογισμῶν, καὶ περι νοίας· τὰ δὲ, ἀπὸ χρήσεων. ᾿Αλλὰ πρῶτον περὶ τῶν ἱστορικῶν διαλαμβάνωμεν. Εἰσὶ δὲ ἃ μέλλομεν λέ γειν, ἐπιχειρήματα τέσσαρα, ὧν πρῶτόν ἐστι τοῦτο, ὅτι οὐ δεῖ δέχεσθαι τὴν ἐν Χαλκηδόνι σύνοδον, ἐπειδὴ οἱ ἐν αὐτῇ γενόμενοι ἄνδρες παλίμβολοι ἦσαν καὶ ἀλλόκοτοι. Οὗτος γὰρ καὶ καθεῖλον τὸν Εὐτυχῆ ἐν Βυζαντίῳ, καὶ εἰς Εφεσον ἐλθόντες, τὸν μὲν Εὐ τυχῆ ἐδέξαντο μετὰ Διοσκόρου, τὸν δὲ Φλαβιανὸν ἀπεβάλοντο. Πρὸς τοῦτο λέγομεν, ὅτι πρῶτον μὲν δέον λογίζεσθαι ἡμᾶς τὰ ἀνθρώπινα. Καὶ ἀλλαχοῦ γάρ τινες τῶν ἁγίων Πατέρων ἐγκρίτων τοῦτο φαί νονται πολλάκις πεπονθότες. Ἔπειτα δὲ, εἰ καὶ πέντε, ἢ τριάκοντα, ἢ πλείω ἀπὸ τῶν χλ' ἐκείνων εὑρεθέντες ἐν τῇ συνόδῳ ἐφάνησαν παλίμβολοι, οὐ διὰ τοῦτο χρὴ χλ᾽ ἀνδρῶν σύνοδον ἀποβάλλεσθαι. Δεύτερον δὲ ἐπιχείρημά ἐστιν ἐπὶ τοῦτο, ὅτι αὕτη ἡ ἐν Χαλκηδόνι σύνοδος, ὡς ἔστιν ἐκ τῶν πεπραγμένων αὐτῇ μαθεῖν, φαίνεται εἰποῦσα, ὅτι Οὐ διὰ πί στην καθηρέθη ὁ Διόσκορος. Αρα αὐτὸς μὲν καλῶς ἐδόξασεν, ἡ δὲ σύνοδος κακῶς αὐτὸν ἀπεβάλετο. Καὶ πῶς τὴν τοιαύτην σύνοδον ἔχομεν ἀποδέξασθαι; "Αξιον δέ ἐστιν, ἐπειδὴ καὶ ἄλλο ἄτοπον ἐκ τούτου ἡμῖν ἀναφαίνεται, εἰπεῖν τίνος κινηθέντος ἐλέχθη τὸ ῥητὸν τοῦτο. Ἱστέον οὖν, ὅτι συναχθέντων τῶν χλ' ἐν Χαλκηδόνι, καὶ καθελόντων τὸν Διόσκορον, μετὰ ταῦτα ἔδοξεν αὐτοῖς, ὥστε ὅρον πίστεως καὶ μάθημα ποιήσαι,
col. 1235–1236page 22 of 37
Actio VI
PG 86:12351.ΕΟΝΤΗ ΒΥΖΑΝΤΙΝΙ Καὶ δὴ οἱ πρῶτοι αὐτῶν καθ' ἑαυτοὺς γενόμενοι, ἐξεφώνησαν τὸν ὅρον, ὃν Ασκληπιάδης επανέγνω τη συνόδῳ. Περιείχε δὲ οὗτος ὁ ὅρος τὸ, ἐκ δύο φύ σεων· τούτου ἀναγνωσθέντος, πολλή γέγονεν ἀμφι βολία μεταξὺ τῶν ἐπισκόπων. Οἱ δὲ ἄρχοντες, οὓς ἔπεμψεν ὁ βασιλεὺς πρὸς κατάστασιν, ὁρῶντες αὐτοὺς ἀμφιβάλλοντας, εἶπον πρὸς αὐτοὺς, ὅτι ὁ Διόσκορος τὸ, ἐκ δύο φύσεων, ἔλεγεν· ὁ δὲ ἁγιώτατος Λέων, ἐν δύο φύσεσιν ἔλεγε Χριστὸν, ἀτρέπτως, ἀσυγχύτως, ἀδιαιρέτως. Τίνι ἀκολουθεῖτε; Διοσκόρῳ, ἢ Λέοντι; Αναστάντες δὲ πάντες, εἶπον, ὅτι ὡς Λέων πιστεύου μεν· ἀνάθεμα Διοσκόρῳ. Τούτων δὲ καὶ ἄλλωντινῶν λεχθέντων, ὡς ἔχει τα πεπραγμένα, Ανατόλιος ὁ πατριάρχης εἶπεν, ὅτι οὐ διὰ πίστιν καθῃρέθη ὁ Διόσκορος, ἀλλ' ὅτι ἀκοινωνησίαν ἐποίησε τῷ μα χαρίῳ Λέοντι, καὶ ὅτι ἐκ τρίτου κληθεὶς ἐκ τῆς συνόδου, οὐκ ἦλθε. Τούτων οὕτως ἐχόντων, δύο τινὰ ἀποροῦσιν οἱ Δια κρινόμενοι πρὸς τὴν Ἐκκλησίαν. Πρῶτον μὲν, ὅτι Εἰ διὰ πίστιν εἶπεν ἡ σύνοδος αὕτη μὴ καθαιρεθῆναι τὸν Διόσκορον, διὰ τί ἀποβάλλεται ἡμᾶς; ὡς ἐκεῖ νος γάρ, οὕτως πιστεύομεν. Πρὸς οὓς λέγομεν, ὅτι εἰ σκοπήσει τις τὴν ἀλήθειαν, οὐ διὰ τὴν πίστιν ἀπὸ εβλήθη ὁ Διόσκορος, οὐδὲ τοῦτο γέγονε τῆς καθαιρέσεως αὐτοῦ αἴτιον (οὐδὲ γὰρ εἰσῆλθεν εἰς τὴν σύνο οδον, ἵνα κριθῇ περὶ τούτου)· ἀλλ' ὅτι, κληθεὶς τῷ ὄντι ἐκ τρίτου, οὐκ ἠνέσχετο συνελθεῖν. Εἰ συνῆλθε δὲ, καὶ διὰ τὴν πίστιν ἀπεβάλλετο. Πλὴν πρὸς ταῦτα ἀποβλέπων ὁ ᾿Ανατόλιος εἶπεν, ὅτι οὐ διὰ πίστιν καθηρέθη ὁ Διόσκορος. Δεύτερον ἅπαρόν ἐστι, διατί ἀπεβάλετο ἡ σύνοδος τὸν ὅρον τὸν περιέχοντα, ἐκ δύο φύσεων· καίτοιγε ὁ ἅγιος Κύριλλος ἄνω καὶ κάτω ἐκ δύο φύσεων λέγει. Πρὸς τοῦτο λέγομεν, ὅτι οὐκ ἀπεβάλετο αὐτὸν, ἐπειδὴ τὸ, ἐκ δύο φύσ σεων, εἶχε (τοῦτο γὰρ καὶ ἡμεῖς, καὶ οἱ διακρινόμενοι δέχονται, καὶ ὁ Εὐτυχής)· ἀλλ' ὅτι ἐλλιπής ἦν. Οὐ γὰρ εἶχε τὸ ἀνατρέπον τὰ δόγματα Εὐτυχοῦς, ἀλλ᾽ ὅ μόνον κοινῶς ἡμῖν ἐδόξαζε. Τοσοῦτον δὲ οὐκ ἀντέστη πρὸς τὸ, ἐκ δύο φύσεων, ὅτι ἐν τῷ δευτέρῳ ὅρῳ πανταχοῦ ἀνατρέπουσα τὸν Εὐτυχη, οὐδαμοῦ ἐμνήσθη τὸ, ἐκ δύο φύσεων, ὡς δηλονότι ώς δεχομένη αὐτό. Τετάρτη ἐστὶν ἀπορία (ἡ γὰρ δευτέρα εἰς δύο διαιρεῖται), ὅτι αἱρετικοὺς ἀνθρώπους ἐδέξατο ἡ ἐν Χαλκηδόνι σύνοδος. Ἐδέξατο γὰρ Θεοδώρητον, καὶ τὸν Ἰᾶν· ὧν ὁ μὲν Θεοδώρητός ἐστιν ὁ ἀντειπών πρὸς τὰ ιβ' κεφάλαια τοῦ μακαρίου Κυρίλλου, ὡς τα Νεστορίου φρονῶν. 'Ο δὲ ᾶς καὶ αὐτὸς Νεστο μιανός, ὡς δηλοῖ ἡ γραφείσα παρ' αὐτοῦ ἐπιστολή πρὸς Μάριν τὸν Πέρσην, ἐν ᾗ ἄνω καὶ κάτω ἐπα νεῖ τὸν Θεόδωρον, ἀφ᾽ οὗ τὰ οἰκεῖα δόγματα ἰσχυ ρίζετο ὁ Νεστόριος. Λέγομεν οὖν πρὸς μὲν τὸ Θεο δωρήτου δόγμα, ὅτι οὐ πρότερον αὐτὸν ἐδέξατο ή σύνοδος, πρὶν ἀναθεματίσαι Νεστόριον καὶ τὸ φρόν νημα αὐτοῦ. Ἀλλὰ πάλιν ἐπαποροῦσιν ἡμῖν, ὅτι Καὶ διατί μὴ ἀπήτησαν αὐτὸν καὶ τὰ οἰκεῖα συγ
col. 1237–1238page 23 of 37
PG 86:1237γράμματα, ἃ ἐποίησε πρὸς τὰ ιβ' κεφάλαια τοῦ μακαρίου Κυρίλλου, ἀναθεματίσαι; Πρὸς τοῦτο λέ γομεν, ὅτι τοῦτο οὐκ ἔδει αὐτῇ τῇ συνόδῳ μᾶλ λον ἐγκαλέσαι, ἢ τῷ ἁγίῳ Κυρίλλῳ. Ἐκεῖνος γὰρ κοινωνίαν ποιήσας πρὸς τοὺς Ανατολικούς, καὶ πρὸς αὐτὸν τὸν Θεοδώρητον, οὐκ ἀπῄτησεν αὐτὸν ἀναθεματίσαι τὰ οἰκεῖα συγγράμματα, τὰ πρὸς τὰ εβ' κεφάλαια γενόμενα. Ο οὖν ὁ ἅγιος Κύριλλος οὐκ ἐποίησε, τοῦτο ἡ σύνοδος ὀφείλει ἐγκαλεῖσθαι μὴ ποιήσασα; Καίτοι 8 μὴ ἐποίησεν ὁ ἅγιος Κύριλλος, αὕτη ἐποίησεν, ἀναγκάσασα τὸν Θεοδώρητον ἐπὶ πάντων ἀπὸ στόματος αναθεματίσαι τὸν Νεστόριον. Πρὸς δὲ τὸ τοῦ 167 λέγομεν, ὅτι οὐδὲ τοῦτον ἐδέ ξατο, εἰ μὴ πρότερον τὸν Νεστόριον ἀναθεματίσῃ, καὶ τὸ φρόνημα αὐτοῦ. Ἀλλὰ πάλιν ἐπαποροῦσιν, ὅτι Καὶ διατί μὴ ἀπῄτησεν αὐτὸν ἀναθεματίσαι Θεόδωρον, ἀλλ' ἐδέξατο τὴν ἐπιστολὴν αὐτοῦ, τὴν πρὸς Μάριν, ἐν ᾗ πολλά ἐστιν ἐπαινῶν τὸν Θεόδω μου; "Οτι καὶ τοῦτο πρότερον μᾶλλον ἐγκαλέσαι τῷ ἁγίῳ Κυρίλλῳ ὄφειλον, ἤπερ τῇ συνόδῳ. Αὐτὸς οὖν ὁ ἐν ἁγίοις Κύριλλος, ζητησάντων τινῶν ἤδη ἀναθεματίσαι τὸν Θεόδωρον, φαίνεται γράφων πρὸς Πρόκλον, ὅτι οὐ δεῖ ἀναθεματίζειν. Οἱ γὰρ Ανατολικοὶ πάντες, φησί, μέγαν ἔχουσι διδάσκαλον τὸν Θεόδωρον, καὶ ἐὰν αὐτὸν ἀναθεματίσωμεν, μέγα σχίσμα ποιοῦμεν ἐν τῇ Ἐκκλησία τῶν ᾿Ανατολικῶν, ὧν εἷς καὶ Ἰᾶς, μὴ ἀνασχόμενος αὐτὸν ἀναθεματίσαι. Ο οὖν ὁ ἅγιος Κύριλλος εκώλυε, τοῦτο πῶς εἶχε ποιῆσαι ἡ σύντ οδος; Εἰ δὲ καὶ δῶμεν, ὅτι φανερῶς ἦσαν αἱρετικοί οὗτοι, οὐδὲ οὕτως ὤφειλον ἀποβάλλεσθαι τῆς συνόδου. ( Ἰδοὺ γὰρ καὶ ἡ ἐν Νικαία σύνοδος ἐδέξατο ἑπτὰ αἱρετικούς, καὶ πρὸ τούτου 'Αρειανοῦντας, καὶ μετὰ ταῦτα ἐπιμείναντας. Καὶ ὅμως οὐ διὰ τοῦτο λέγομεν τὴν σύνοδον, τια', ἀλλὰ τιη, καὶ Ἰουβενάλιος δὲ, ὁ Ἱεροσολύμων ἐπίσκοπος, καὶ ἄλλοι τινὲς τῶν γενομένων ἐν τῇ ἐν Ἐφέσῳ δευτέρα συνόδω, ἣν κατεδέχοντο, εὑρέθησαν ἐν Χαλκηδόνι. Τούτων δὲ οὕτως ἐχόντων, ἄλλη ἀπορία ἡμῖν ἀν εφύη ἀπὸ τῶν χρόνων Ἰουστινιανοῦ. Ἐπειδὴ γὰρ ὁ Ἰουστινιανός, θεωρῶν τοὺς διακρινομένους κατα Ενώντας Θεοδωρήτου καὶ Ἰβᾶ, καὶ ὥσπερ δι' αὐτοὺς ἀποστρεφομένους τὴν σύνοδον, ἀνεθεμάτισεν αὐτοὺς, ἀποροῦσιν ἡμῖν, ὅτι Διατί αὐτοὺς ἀναθεματίζετε; Η καλοὶ ἦσαν, ἢ κακοί. Καὶ εἰ μὲν καλοὶ, διατί αυτ τοὺς ἀναθεματίζετε; Εἰ δὲ κακοί, διατί αὐτοὺς ἐδέξατο ή σύνοδος; Εἰ γὰρ καὶ ὑμεῖς νῦν αὐτοὺς ἀναθεματίζετε, ὡς κακούς, τί πρὸς τὴν ἐν Χαλκηδόνι σύνοδον, τὴν δεξαμένην αὐτοὺς, ἣν ὑμεῖς κατα δέχεσθε; Πρὸς τοῦτο λέγομεν, ὅτι κατ' οικονομίαν τινὰ τοῦτο ἐποίησε Ἰουστινιανός. Ἐπειδὴ γὰρ ἑώρα, ὥσπερ είπομεν, τοὺς διακρινομένους διὰ τούτους ἀποστρεφομένους τὴν σύνοδον, ἐνόμισεν ὅτι ἐὰν ἀναθεματίσῃ αὐτοὺς, ποιεῖ δεχθῆναι τὴν σύνοδον. Ἡγήσατο οὖν δύο τινὰς ἀναθεματίσαι (εἰ καὶ μὴ ἔδει αὐτοὺς ἀναθεματισθῆναι), ἵνα πάντων ἔνωσιν ποιήσῃ. Καὶ διὰ τοῦτο ἀνεθεμάτισεν αὐτούς· καὶ ὅμως οὐδὲ οὕτως ἐδέξαντο οἱ διακρινόμενοι τὴν σύν αξον.
col. 1239–1240page 24 of 37
Actio VII
PG 86:1239ΠΡΑΞΙΣ Ζ'. Μετὰ τὰ ἀπὸ τῶν πραχθέντων ἐπιχειρήματα, μετέλθωμεν καὶ ἐπὶ ἐπιχειρήματα, ἅπερ ἡμῖν ἀπὸ συλλογισμῶν προβάλλονται. "Ων πρῶτόν ἐστι τοῦτο Εἰ δύο φύσεις, φασί, λέγετε ἐν τῷ Χριστῷ, πάντως καὶ δύο ὑποστάσεις λέγετε. Εἰ δύο ὑποστάσεις, καὶ εύο πρόσωπα, καὶ δύο Χριστούς, καὶ δύο υἱούς· καὶ εὐο ρεθήσεσθε τὰ αὐτὰ φρονοῦντες τῷ Νεστορίῳ. Ταύτην τὴν ἀπορίαν ἐπιλυόμεθα ἐνστάσει καὶ ἀντιστάσει. Ενστάσει μὲν, ὅτι κακῶς ἀπορεῖτε, καὶ τοσοῦτον, ὅτι καὶ ὑμῖν τὸ αὐτὸ συνάγεται ἄτοπον. Εἰ γὰρ ἐκ δύο φύσεων λέγετε τὸν Χριστὸν οὐκοῦν δύο ὑποστάσεις, καὶ δύο πρόσωπα καθ' ἑαυτὴ, καὶ ἰδιοπεριόρι στα· καὶ ἦν ποτε καθ' ὑμᾶς ἡ ἀνθρωπότης χωρίς τῆς θεότητος, ὅπερ ἄτοπον, καὶ οὐδὲ ὑμεῖς ἀνέχεσθε ὁμολογῆσαι· ὃ γὰρ ὑμεῖς λέγετε ἑνωθῆναι, τοῦτο λέγομεν ἡμεῖς μετὰ τὴν ἕνωσιν. Εἰ μὲν οὖν ἀνυποστάτους τὰς φύσεις λέγετε ἑνωθῆναι, καὶ ἡμεῖς τοῦτο λέγομεν· εἰ δὲ ἐνυποστάτους, άτοπον μὲν ὁμολογῆσαι, ὅμως δὲ λέγομεν, ὑμῶν δὲ προαρξαμέ νων τῆς ἀτοπίας. Ἵνα δὲ καὶ τῇ ἀντιστάσει λύσω μεν τὴν ἀπορίαν, ἑτέραν τινὰ ἐπαγαγοῦσιν ἀπορίαν, ὁμοίαν μὲν τῇ προτέρα, ἄλλως δέ πως πλεκομένην ἧς λυομένης, καὶ ἡ ἀνωτέρα λυθήσεται. Ἔστι γοῦν τοιαύτη· Εἰ δύο φύσεις λέγετε, φασίν, ἢ ἐνυπόστατοι εἰσι, ἢ ἀνυπόστατοι. Εἰ μὲν οὖν ἐνυπόστατο εἰσι, δύο πρόσωπα εἰσάγετε, καὶ δύο Χριστούς. καὶ δύο υἱούς. Εἰ δὲ ἀνυπόστατοι, οὐκ ἄρα τῶν ὄντων εἰσίν· εἰπεῖν δὲ τὰς φύσεις τοῦ Χριστοῦ μὴ εἶναι τῶν ὄντων, ἄτοπον. Πρὸς ταύτην πάλιν τὴν ἀπορίας ἐνστάσει καὶ ἀντιπεριστάσει μαχόμεθα. Ενστάσει μὲν, ὅτι κακῶς ἀπορεῖτε. Εἰ γὰρ ἐκ δύο φύσεων λέγετε τὸν Χριστὸν, αὗται αἱ φύσεις ἐνυπόστατοί εἰσιν, ἢ ἀνυπόστατοι. Εἰ μὲν οὖν ἐνυπόστατοι, δύο πρόσωπα εἰσάγετε, καὶ δύο Χριστοὺς καὶ δύο υἱούς. Εἰ δὲ ἀνυπόστατοι, ἐκ μὴ οὐσῶν φύσεων λέγετε εἶναι τὸν Χριστόν. Ἵνα δὲ μὴ ἀπόρῳ τὸ ἄπορον μείνωμεν ἐπιλυόμενοι (τοῦτο γὰρ οὐδὲν γενναῖον), φέρε ἀντιπεριστάσει χρησάμενοι, τὴν ἀπορίαν κακῶς ἔχουσαν διελέγξω μεν. Ιστέον οὖν, ὅτι τὸ ἐνυπόστατον ἤτοι ἡ ὑπό στασις δύο σημαίνει. Σημαίνει γὰρ τὸ ἁπλῶς ἄν καθ' ὅ σημαινόμενον λέγομεν καὶ τὰ συμβεβηκότα ἐνυπόστατα, εἰ καὶ ἐν ἑτέροις ἔχουσι τὸ εἶναι. Ση μαίνει καὶ τὸ καθ᾿ ἑαυτὸ ὂν, ὡς τὰ ἄτομα τῶν οὐσιῶν· ὥστε συμβαίνει τὸ καθ' ἑαυτὸ ἐνυπόστατον, διχῶς λέγεσθαι ἐνυπόστατον. Καθ' δ ὅν ἐστιν, καὶ καθ' ἑαυτὸ, τοῦτ᾽ ἔστι Πέτρος καὶ Παῦλος. ᾿Αλλὰ καὶ τὸ ἀνυπόστατον διττόν. Λέγεται γὰρ ἀνυπόστατον, καὶ τὸ μηδαμῶς ὂν, ὡς τραγέλαφος καὶ ἱπποκένταυρος. Λέγεται πάλιν ἀνυπόστατον, οὐ τὸ μὴ ὂν μὲν, τὸ ἔχον δὲ ἐν ἑτέρῳ τὴν ὑπόστασιν, καὶ μὴ καθ᾿ ἑαυτὸ
col. 1241–1242page 25 of 37
PG 86:1241ὑφιστάμενον· ὡς τὰ συμβεβηκότα. Τούτων οὕτως ἐχόντων, ὅταν ἐρωτήσωσιν ἡμᾶς, ὅτι Εἰ δύο φύσεις λέγετε τοῦ Χριστοῦ, ἐνυποστάτους αὐτὰς λέγετε, ἢ ἀνυποστάτους; ἀντερωτῶμεν αὐτοὺς, ὅτι Πῶς λέγετε ἐνταῦθα τὸ ἐνυπόστατον; Ἐὰν μὲν εἴπωσιν, ὅτι περὶ τοῦ σημαίνοντος τὸ ὂν ἁπλῶς· λέγομεν, ὅτι δύο φύσεις λέγομεν τοῦ Χριστοῦ κατὰ τοῦτο τὸ ση μαινόμενον, καὶ οὐδὲν ἄτοπον συνάγεται ἡμῖν, ὥστε καὶ δύο πρόσωπα εἰσαγαγεῖν. Οὐ γὰρ περὶ τούτου τοῦ σημαινομένου ἐλάβομεν τὴν ὑπόστασιν. Ἵνα δὲ σαφὲς εἴη τὸ λεγόμενον, μεταβαλόντες τὰ ὀνόματα, συλλογιστικώς προσαγάγωμεν τὸν λόγον, καὶ εἴπω μεν οὕτως· Εἰ δύο φύσεις τοῦ Χριστοῦ, παρέπεται τὸ ἐνυποστάτους αὐτὰς εἶναι· τὸ δὲ ἐνυπόστατον, τὸ ὂν σημαίνει. Αἱ δύο φύσεις ἄρα τοῦ Χριστοῦ, τῶν ὄντων εἰσίν. Ἐὰν δὲ εἰπωσιν, ὅτι τὸ ἐνυπόστατον λέγομεν περὶ τοῦ καθ' ἑαυτὸ ὑπάρχοντος· λίγο μεν ἡμεῖς, ὅτι κατὰ τοῦτο αἱ δύο φύ σεις τοῦ Χριστοῦ οὐκ εἰσὶν ἐνυπόστατοι, ἀλλ' άνα υπόστατοι. Καὶ οὐ συνάγεται ἡμῖν ἄτοπον· ἀνυποστάτους γὰρ λέγομεν αὐτὸς, οὐ καθδ μή εἰσιν ἀλλ' ὅτι τῶν μὴ καθ᾿ ἑαυτὰ ὄντων εἰσίν. Καὶ ἵνα πάλιν σαφές εἴη τὸ λεγόμενον, μεταβαλόντες τὰ ονόματα, συλλογιστικῶς προσαγάγωμεν τὸν λόγον. Εἰ δύο φύσεις τοῦ Χριστοῦ, παρέπεται τὸ ἀνυποστάτους αὐτὰς εἶναι. Τὸ δὲ ἀνυπόστατον σημαίνει οὐ τὸ μὴ δν, ἀλλὰ τὸ καθ' ἑαυτὸ μὴ δν. Α' δύο φύσεις ἄρα τοῦ Χριστοῦ καθ' ἑαυτὰς οὐκ εἰτί. Καὶ οὕτως δὰν εἴπωμεν, οὐ δύο πρόσωπα εἰσάγομεν, οὔτε μὴν τῶν μὴ ὄντων αὐτὰ (ᾗ ποιοῦμεν· ἀνυπόστατον γὰρ ἐλάβομεν ἐνταῦθα, τὸ σημαῖνον τὸ μὴ καθ' ἑαυτὸ, οὐκέτι τὸ μὴ ὅν. Ὅτι δὲ δύο σημαινόμενα οἶδε τῆς ὑποστάσεως ἡ ἐκκλησιαστική συνήθεια, τό τε σημαῖνον τὸ ἁπλῶς ὂν, δηλοῖ ὁ ἅγιος Κύριλλος. Καὶ πάλιν, εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑπου στάσεις, πῆ μὲν περὶ τοῦ ἁπλῶς ὄντος λέγων, τῆ δὲ ἐπὶ τοῦ καθ᾿ ἑαυτὸ, ὅτι δὴ ἀσύγχυτοι μεμενήκασι τοιγαροῦν αἱ ὑποστάσεις, ἐντεῦθεν εἰσόμεθα. "Οστις δὲ ουσὶ προσώποις, ήγουν ὑποστάσεσι, τὰς ἐν τοῖς Εὐαγγελίοις ἀπονέμοι φωνάς, ἀνάθεμα ἔστω. "Ωστε δέδεικται, ὡς ἀπὸ τῆς ὁμωνυμίας βούλονται ἡμᾶς παραλογίσασθαι Αλλην δὲ ἡμῖν ἀπορίαν ἀποροῦσι, καί ἐστι τοιαύτη ὅτι Εἰ δύο φύσεις λέγετε, διαίρεσιν εἰσάγετε· ἀριθμὸν γὰρ εἰσάγετε· ὁ δὲ ἀριθμὸς τοῦ διωρισμένου ἐστὶ που σοῦ. Πρὸς τοῦτο πάλιν τὸ ἀνωτέρω εἰρημένον ἔστιν εἰ πεῖν, ὅτι καὶ ὑμῖν τὸ αὐτὸ ἄτοπον συνάγεται. Εἰ γὰρ ἐκ δύο φύσεων λέγετε εἶναι τὸν Χριστὸν, ἐπειδὴ τὸ δύο ἀριθμὸν εἰσάγει, ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ διωρισμένον ἀνάγεται· εὑρεθήσεσθε διαίρεσιν εἰσάγοντες. Ἵνα δὲ ὥσπερ καὶ αὐτοὶ ἐμφιλοσόφως ἐπιχειρήσωμεν, δεῖ γνῶναι, ὡς οὐδὲ παντὸς τοῦ διωρισμένου ποσοῦ ἐστιν ὁ ἀριθμὸς, ἀλλὰ ἐπὶ τῶν συνεχῶν ἔστιν εὑρεῖν αὐτὸν (;) Αυτά. Αυτάς.
col. 1243–1244page 26 of 37
PG 86:1243ὥς φησιν Αριστοτέλης, ὅτι χρόνος ἐστὶν ἀριθμός κινήσεως. Αριθμὸν γὰρ ἐκάλεσε τὸν χρόνον συνεχή ὄντα ὡμολογημένον. Διττὸς οὖν ὁ ἀριθμὸς, καὶ ἐπὶ τοῦ διωρισμένου, καὶ ἐπὶ τοῦ συνεχούς λεγομένη, ποσοῦ. Εἰ δὲ δεῖ καὶ ἀκριβείας γενέσθαι, οὐ δέον ἐστὶν ἡμᾶς τὴν δυάδα ἐπὶ τοῦ συνεχούς ἀριθμοῦ λέγειν ἐπὶ τοῦ Χριστοῦ· συνεχές γάρ ἐστιν, οὗ τὰ μόρια κοινὸς ὄρος συνάπτει. Μόρια δὲ ἐννοῆσαι ἐπὶ θεύτη τος, ἵνα καὶ κοινὸς ὄρος αὐτὰ πρὸς τὸ σῶμα συν άψῃ, οὐδὲ πλάτα: ῥᾴδιον· τὸ γὰρ συνεχὲς ἐπὶ μόνων μεγεθών λέγεται. ᾿Αλλ' ἐπὶ τοῦ διωρισμένου ποσού δέον παραλαμβάνειν ἐνταῦθα τὸν ἀριθμόν. διωρισμένον γάρ ἐστιν οὐ πάντως τὸ καθάπαξ διῃρημένον, ἀλλὰ καὶ ἡνωμένον, πλὴν τὸν οἰκεῖον λόγον διακρινόμενον ἀποσώζοντα· ὥσπερ τὸ σῶμα συνεχὲς λέγο μεν, καὶ διωρισμένον· συνεχὲς μὲν, καθὸ διαστάσεις ἁπλῶς ἔχει· διωρισμένον δέ, καθὸ τρεῖς εἰσι διαστάσεις· καίτοι οὐκ εἰσὶ διεσπαρμέναι ἀπ' ἀλλήλων αἱ διαστάσεις, ἀλλὰ διὰ τοῦτο διωρισμένας αὐτὰς λέγο μεν, ἐπειδὴ ἑκάστη αὐτῶν ἴδιον λόγον ἔχει. λεγόμενον· ὥσπερ λέγομεν πεντάπηχυ ξύλον, κα!, Επειδή δέ τινες δυσχεραίνουσιν ὅλως τοῦ διωρισμένου ἀκούοντες, φέρε αὐτὴν τὴν λύσιν εὖ ἔχουσαν ἑάσαντες, ἄλλην ἐπαγάγωμεν. Ιστέον οὖν, ὅτι ὥσπερ τὸ ἓν πολλαχώς λεγόμενόν ἐστι· λέγεται γὰρ ἐν τῷ ἀριθμῷ, ὡς ὁ Σωκράτης· καὶ ἐν τῷ εἴδει, ὡς ἄνθρωπος· καὶ ἐν τῷ γένει, ὡς τὸ ζῶον. ᾿Αλλὰ καὶ τὰ δύο ὁμοίως· λέγονται γὰρ δύο τῷ ἀριθμῷ, ὡς ὁ Σωκράτης, καὶ Πλάτων· καὶ δύο τῷ εἴδει, ὡς ἄν θρωπος καὶ ἵππος· καὶ δύο τῷ γένει, ὡς οὐσία καὶ λευκόν. Τούτων οὖν οὕτως ἐχόντων, ὅταν εἴπωμεν τὰ δύο ἐπὶ τοῦ Χριστοῦ, οὐ τῷ ἀριθμῷ λέγομεν αυ τὴν δύο, ἀλλ᾽ ἕνα μὲν τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει. "Οτι δὲ δυνάμεθα οὕτως εἰπεῖν, δηλοῖ καὶ ὁ ᾿Αριστο τέλης, περὶ τῆς ὕλης καὶ τοῦ εἴδους φανερῶς εἰπὼν, ὅτι ταῦτα ἓν μὲν εἰσι τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει. Ο δὲ ἅγιος Γρηγόριος, περὶ τοῦ Χριστοῦ λέγων, ὥστε Τὸ συναμφότερον ἕν, οὐ τῇ φύσει, τῇ δὲ συν όδῳ. Πρὸς τοῦτο πάλιν ἐπαποροῦσιν ἡμῖν, ὅτι Ἐπὶ τοῦ αὐτοῦ τὸ ἐν λέγοντες, καὶ τὰ δύο ἀντίφασιν εἰσάγετε καὶ εὑρεθήσεται ἢ ὁ λέγετε, ψευδές, ἢ ἀντίφασις συναληθεύουσα. Πρὸς τοῦτο λέγομεν, ὅτι οὐ κατά τὸ αὐτὸ ἀληθεύει· ἀλλὰ κατ' ἄλλο, ἵπερ οὐκ ἄτοπον. Ἰστέον δὲ, ὅτι πᾶσαι αἱ ἀπορίαι αὗται οὐκ εἰσὶ τῶν διακρινομένων ἴδιαι, ἀλλ' ἀπὸ τῶν Νεστοριανών κλέψαντες, ἀποροῦσιν ἡμῖν αὐτάς. Ἐκεῖνοι γὰρ δύο πρόσωπα καὶ δύο Χριστούς δοξάζοντες, κοινῶς πρὸς πάντας τοὺς λέγοντας δύο φύσεις, εἴτε ἐνωθείσας, εἴτε μετὰ τὴν ἕνωσιν, ἡπόρουν αὐτὰς, ὅτι Εἰ δύο φύσεις λέγετε, και δύο πρόσωπα εἰσάγετε. Αμέλει δι' αὐτὸ καὶ τὸ ἄτοπον συνήχθη ἡμῖν τε καὶ τοῖς διακρινομένοις ἐκ τούτων τῶν ἀποριῶν. Τοῖς Νεστο ρανοῖς δὲ οὐκέτι τὸ ὅμοιον συνάγετε· ἀλλὰ καὶ τού ναντίον ἰσχυρίζεται τὰ αὐτῶν ὅσον ἀπὸ τούτων
col. 1245–1246page 27 of 37
PG 86:1245Αποροῦσι δὲ ἡμῖν καὶ ἄλλην τινὰ ἀπορίαν, ἥτις ἰδία μὲν αὐτῶν ἐστιν, εἰς Νεστοριανῶν δὲ δόγμα καταλήγει. Ἐπειδὴ γὰρ λέγει πρὸς αὐτοὺς ἡ Έχο κλησία, ὅτι Εἰ λέγετε ἀσύγχυτα τὰ ἐνωθέντα, καὶ τὸ μὲν παθητὸν, τὸ δὲ ἀπαθὲς, καὶ ὁρατὸν, καὶ ἀόρα τον, καὶ περίγραπτον, καὶ ἀπερίγραπτον, καὶ θνη τὸν, καὶ ἀθάνατον, καὶ ὅσα τοιαῦτα, ἐξ ἀνάγκης δύο φύσεις εἰσάγετε· ἀντιλέγουσι πρὸς ταῦτα, ὅτι οὐδὲν ἄτοπον, καὶ ἀσύγχυτα ὁμολογῆσαι τὰ ἑνωθέντα καὶ τὸ μὲν παθητὸν, τὸ δὲ ἀπαθὲς, καὶ μίαν φύσιν ἐπὶ αὐτῶν· καὶ λοιπὸν παραφέρουσι πρὸς πίστιν τὸ παράδειγμα τοῦ ἀνθρώπου. Ἰδοὺ γάρ, φασίν, ἡ ψυχὴ καὶ τὸ σῶμα ἀσυγχύτως ἡνώθη ἐπὶ τοῦ ἀνθρώπου. Καὶ τὸ μὲν ὁρατὴν, τὸ δὲ ἀόρατον· καὶ θνητόν, καὶ ἀθάνατον, καὶ τὰ ἄλλα· καὶ ὅμως οὐ λέγομεν δύο φύσεις, ἀλλὰ μίαν φύσιν τοῦ ἀνθρώπου. Πρὸς ταῦτα πάλιν λέγουσιν οἱ ἀπὸ τῆς συνόδου, ὅτι Ὃν τρόπον λέγετε σώζεσθαι ἐπὶ τοῦ ἀνθρώποι τὰ ἔνω θέντα μετὰ τὴν ἕνωσιν, καὶ τὸ μὲν θνητὸν, τὸ δὲ καὶ ἀθάνατον, καὶ τἄλλα πάντα· οὕτω λέγομεν ἐπὶ τοῦ Χριστοῦ ταῦτα δὲ πάντα δύο φύσεώς εἰσι γνωριστικά. Πρὸς ταῦτα οἱ μὲν ἀπὸ Γαϊανοῦ οὐδὲν εὑρίσκουσιν εἰπεῖν. Ομολογοῦντες γὰρ ἀσύγχυτα εἶναι τὰ ἑνω (έντα, οὐκ ἀνέχονται ὅλως οὐδὲ διαφοράν εἰπεῖν, οὐδ᾽ ὅλως τὸ δύο ὀνομάσαι, ἀλλ᾽ ἔν τι τὰ ἑνωθέντα μετὰ τὴν ἕνωσιν λέγουσιν. Οἱ δὲ Θεοδοσιανοί, ήτοι ἀπὸ Σεβήρου, ευρήκασιν ἑαυτοῖς ἀπολογίαν, καὶ λέ γουσιν, ὅτι Ἡμεῖς ὁμολογοῦμεν διάφορα εἶναι τὰ μέρη, τὸ δὲ ἀποτέλεσμα ἕν. Ωσπερ οὖν καὶ ἐπὶ τοῦ ἀν θρώπου διάφορά εἰσι τὰ μέρη, ἤ τε ψυχὴ καὶ τὸ σῶμα, τὸ δὲ ἀποτέλεσμα ἕν. Βούλονται γὰρ κατὰ πάντα μεθαρμόζειν τὸ παράδειγμα τοῦ ἀνθρώπου ἐπὶ τοῦ Χριστοῦ· εἶτα ἐπειδὴ συνήσθοντο ἑαυτοὺς εἰς τὸ δόγμα τῆς συνόδου ἐμπεσόντας, ἐπὶ ἕτερόν τι μεταβιβάζουσι τὸν λόγον, καί φασιν, ὅτι Διαφόρους φύσεις φαμὲν ἡμεῖς τῶν μερῶν· τοῦ δὲ ἀποτελέσματος, μίαν. Τῇ μέντοι συνόδῳ περὶ τοῦ ἀποτελέσματος ἦν ὁ λόγος. Πρὸς οὓς λέγομεν, ὅτι Ψεύδεσθε. Ην γὰρ περὶ τοῦ ἀποτελέσματος οὐχ ὁ λόγος τῇ συν όδῳ, ἀλλὰ περὶ τῶν μερῶν· καὶ τοῦτο δῆλον ἀπὸ πολλῶν ἐστι. Πρῶτον ἀπὸ τῶν Γαϊανιτῶν. Ἐκεῖνοι γὰρ τὸ ἀρχαῖον δόγμα φυλάττοντες, οὕτω μάχονται νῦν τῇ συνόδῳ, ὡς δύο λεγούσῃ τὰ μέρη· αὐτοὶ γὰρ καὶ τὰ μέρη ἔν τι βούλονται εἶναι μετὰ τὴν ἕνωσιν. Αλλ' ἴσως λέγουσι πρὸς τοῦτο οἱ Θεοδοσιανοί, ὅτι οὐχί· οὐ γὰρ οἱ Γαϊανἶταί εἰσιν οἱ φυλάττοντες τὸ ἀρχαῖον δόγμα, ἀλλὰ μᾶλλον ἡμεῖς. Ἀλλὰ πάλιν πρὸς τοῦτο λέγομεν, ὅτι Εἰ καὶ μὴ ἀπὸ τῶν Γαϊανιτῶν πιστοῦσθε τοῦτο, ἀλλ᾽ οὖν ἀπὸ τῶν Ἀκεφάλων ἀνάγ κη ὑμᾶς τοῦτο πιστώσασθαι. Ἐκεῖνοι γὰρ ἀρχαιό. τεροι ὑμῶν καὶ τῶν Γαϊανιτῶν φανερῶς ὄντες, οὕτω μάχονται τῇ συνόδῳ, ὡς δύο λεγούσῃ τὰ μέρη. Επε τα καὶ ἀπὸ Εὐτυχους πιστούμεθα τοῦτο. Πρὸς γὰρ τὸν Εὐτυχῆ ἐποιεῖτο τὸν λόγον ἡ σύνοδος, ὅστις περὶ τῶν μερῶν ἡμφισβήτει, μὴ λέγων ὑμῖν ὁμοούσιον εἶναι τὸ σῶμα. Ὡς οὖν πρὸς ἐκεῖνον ποιουμένη τον
col. 1247–1248page 28 of 37
PG 86:1247λόγον, δηλονότι καὶ αὐτὴ περὶ τῶν μερῶν ἐποιεῖτο τὸν λόγον, οὐκέτι δὲ περὶ τοῦ ἀποτελέσματος. Ετι δὲ εἰ μὴ τοῦτο δέξεσθε, πάσας τάς προειρημένας ἀπορίας ἐξ ὑμῶν ἀνατρέψετε. Οὕτω γὰρ αὐτὰς ἡμῖν ἀπορεῖτε, ὡς τὸ δύο οὐκ ἂν οἱωσδήποτε λεχθῇ μετά τὴν ἕνωσιν, εἰ μὴ διαίρεσιν εἰσάγουσιν. Αλλ' ἴσως λέγουσιν ἡμῖν καὶ αὐτοὶ πρὸς ταῦτα, ὅτι θῶμεν τῇ συνόδῳ τὸν λόγον εἶναι περὶ τῶν μερῶν. Ὑμεῖς διατί οὐ λέγετε νῦν τοῦ ἀποτελέσματος μίαν φύσιν; Λέγομεν πρὸς αὐτοὺς, ὅτι πρῶτον μὲν οὐδαμοῦ φαί νονται τοῦτο λέγοντες οἱ Πατέρες. Ἔπειτα δὲ, οὐδὲ τοῦ ἀποστελέσματος, εἴ τις ἀκριβῶς σκοπήσοι, μία ἐστὶν ἡ φύσις, ἀλλὰ δύο. Αλλ' εἴποι τις ἂν, Καὶ πῶς οὐκ ἀντίκειται ἡμῖν τὸ παράδειγμα τοῦ ἀνθρώπου, ὅστις ἐκ ψυχῆς καὶ σώματος ὤν, μίαν ἔχει τὴν φύσ σιν, οὐχ ὅτι δὲ δύο, ὡς λέγομεν ἔχειν τὸν Χριστόν; Πρὸς τοῦτο λέγομεν, ὅτι αὐτὸ γὰρ τοῦτο, ἐπειδὴ μίαν φύσιν λέγομεν τοῦ ἀνθρώπου, δύο δὲ τοῦ Χριστοῦ. “Ον γὰρ λόγον ἔχει ἡ μία φύσις ἐπὶ τῆς ὑποστάσεως τοῦ ἀνθρώπου, τὸν αὐτὸν ἔχουσιν αἱ δύο ἐπὶ τῆς ὑπο στάσεως τοῦ Χριστοῦ. Καὶ ἵνα σαφὲς εἴη λεγόμενον, ἐπαναληπτέον τὰς προλεχθείσας ἀπορίας. Τῆς Ἐκκλησίας λεγούσης, ὅτι Εἰ ἀσύγχυτα λέγετε τὰ ἑνωθέντα, καὶ σώζεσθα τὰς φύσεις αὐτῶν μετὰ τὴν ἕνωσιν, καὶ τὸ μὲν θνη τὸν, τὸ δὲ ἀθάνατον, καὶ ὅσα τοιαῦτα, ἐξ ἀνάγκης δύο φύσεις εἰσάγετε· ἀντέλεγον ἐκεῖνοι, ὅτι οὐδὲν ἄτο πον, καὶ ἀσύγχυτα λέγειν τὰ ἑνωθέντα, καὶ σώζεσθαι τὰς φύσεις αὐτῶν μετὰ τὴν ἕνωσιν, καὶ μίαν φύσιν εἰπεῖν. Ἰδοὺ γὰρ λέγομεν, φασί, μίαν φύσιν τοῦ ἀν θρώπου· καὶ ὅμως ἀσύγχυτά εἰσιν ἐπὶ αὐτοῦ τὰ ἑνω Οέντα. Πρὸς τοῦτο τὸ παράδειγμα στενοχωρούμενοι οἱ ἀπὸ τῆς συνόδου, εἶπον, ὅτι Καὶ ἐπὶ τοῦ ἀνθρώπου δύο φύσεις λέγομεν. Εἶτα οἱ Θεοδοσιανοί· Οὐκοῦν εἰ δύο φύσεις τοῦ ἀνθρώπου λέγετε, ἀναγκαῖον ἡμᾶς τοῦ Χρι στοῦ τρεῖς εἰπεῖν. Εἶτα πρὸς αὐτοὺς πάλιν οἱ συνοδί ται· Εἰ ἀναγκάζετε ἡμᾶς εἰπεῖν τὸν Χριστὸν ἐν τρισὶ φύσεσιν, οὐκοῦν καὶ ὑμεῖς ἐκ τριῶν αὐτὸν λέγετε. Λέγετε γὰρ αὐτὸν ἐξ ἀνθρωπότητος, καὶ θεότητος. Καί ἐστι μὲν τῆς ἀνθρωπότητος δύο φύσεις, καὶ τῆς θεότητος μία. Ἐπιστῆσαι δέον, ὅτι τῇ μὲν συνάδε συνάγεται, τὸ λέγειν τρεῖς φύσεις, οὐκέτι δὲ τοῖς Θεοδοσιανοῖς, ἐκ τριῶν. Ἐκεῖνοι μὲν γὰρ ἐξ ἀνθρωπότητος καὶ θεότητος Χριστὸν λέγοντες, μίαν φύσιν λέγουσι τοῦ ἀνθρώπου, ἡμεῖς δὲ δύο. Ὥστε ὑμῖν συνάγεται τὸ λέγειν τρεῖς φύσεις, οὐκ ἐκείνοις. Δύο γὰρ λέγομεν τοῦ ἀνθρώπου, καὶ μίαν τοῦ Λόγου. Απλῶς δὲ οὐ λέγομεν, ἀλλ' ὅτι μία φύσις ἐστὶ τοῦ ἀνθρώπου, δύο δὲ αἱ τοῦ Χριστοῦ· καὶ πόθεν τοῦτο, γνωστέον. Λέγομεν, ὅτι εἰσὶν ἀρχαί τινες παρὰ τῆ ἁγίᾳ Γραφῇ, παρὰ πᾶσιν ὁμολογούμεναι, ἄς και ἡμεῖς καὶ αὐτοὶ δεχόμεθα. Εξετάσωμεν οὖν ἐπὶ ταύταις ἑκάτερον δόγμα, καὶ ὃ δ' ἂν εὕρωμεν συμ φωνοῦν ταῖς ἀρχαῖς, ἐκεῖνο δηλονότι καλῶς ἔχει. Τὸ δὲ ἐναντιούμενον, ἐκεῖνο ὡς κακῶς ἔχον πρόδηλου ὡς δεῖ ἀποβάλλεσθαι. Ὁμολόγηται τοίνυν, ὅτι αὐτὸς ἦν Θεὸς καὶ ἄνθρωπος, καὶ ὅτι αὐτὸς κυρίως θελή, καὶ κυρίως ἄνθρωπος· καὶ ὅτι αὐτὸς φύσει Θεός, καὶ φύσει ἄνθρωπος· καὶ ὅτι αὐτὸς ὁμοούσιος τῷ
col. 1249–1250page 29 of 37
PG 86:1249Πατρί, καὶ ὁμοούσιος ἡμῖν· καὶ ὅτι αὐτὸς εἰς τῆς ἁγίας Τριάδος, καὶ εἰς ἐξ ἡμῶν· καὶ ὅτι Θεός Λόγος †ξίωσεν ἄνθρωπος γενέσθαι· καὶ ἄλλα πολλὰ τοιαῦτα εὑρήσομεν ἐν τῇ ἁγίᾳ Γραφῇ. Ἐξετάσωμεν οὖν ἐπὶ ταύταις ἑκάτερον δόγμα, καὶ πρῶτον ἐπὶ τῆς μιᾶς φύσεως, καὶ εἰ μὲν καλῶς ἔχῃ, δεξώμεθα· εἰ δὲ κακῶς, ἀποβαλώμεθα. Ὑπο κείσθωσαν οὖν τρία τινά, ψυχαὶ ἁπλῶς, καὶ σώματα ἁπλῶς, καὶ ἄνθρωποι ἀποτελεσθέντες· λαβόντες οὖν ἡμεῖς ἐκ τούτων μίαν ψυχήν, καὶ ἓν σῶμα, ἀποτελέσωμεν τόν τινα ἄνθρωπον, τυχὸν τὸν Πέτρον. Καὶ οὐδ᾽ ἂν εὑρεθείη ἔχων τὴν φύσιν ἐκείνων, δηλονότι ὁμοούσιον ἐστιν ἀνθρώποις. Ὁ τοίνυν Πέτρος ἀποτελεσθεὶς, οὐδὲ ταῖς ψυχαῖς ἐστιν ὁμοούσιος, οὐδὲ τοῖς σώμασιν· οὐδὲ κυρίως ψυχή, οὐδὲ κυρίως σῶμα. Οὐδὲ γὰρ ὃν ἂν λόγον ἀποδῷ τις τῆς ψυχῆς, ἢ τοῦ σώμα της, τὸν αὐτὴν ἀποδίδωσι Πέτρου· ἀλλὰ τίνι ἐστὶν ὁμοούσιος τοῖς ἀνθρώποις (ἐκείνων γὰρ τὸν ὅρον ἐπιδέχεται), καὶ ἄλλο τί ἐστι παρὰ τὴν ψυχὴν, καὶ τὸ σῶμα. Ελθωμεν ἐπὶ τοῦ Χριστοῦ· ἀναλογεῖ γὰρ παρ' αὐτοῖς ἡ μὲν θεότης τῇ ψυχῇ, ἡ δὲ ἀνθρωπότης τῷ σώματι. Οὐκοῦν ὁ Χριστὸς οὐδὲ ὁμοούσιος τῷ Πατρί, οὐδὲ ὁμοούσιος ἡμῖν· ὥσπερ οὖν καὶ ὁ Πέ. τρος οὐδὲ ὁμοούσιός ἐστι τῇ ψυχῇ, οὐδὲ ὁμοούσιος τῷ σώματι. Οὐκοῦν καὶ ὁ Χριστὸς οὐδὲ κυρίως θεός, οὐδὲ κυρίως ἄνθρωπος· οὐδὲ φύσει Θεός, οὐδὲ φύτει ἄνθρωπος· οὔτε εἰς τῆς ἁγίας Τριάδος, οὔτε εἷς ἐξ ἡμῶν· ὥσπερ οὖν καὶ ὁ Πέτρος οὐδὲ εἷς ἐστι τῶν ψυχῶν, οὐδὲ εἰς τῶν σωμάτων. Τὰ δὲ τοιαῦτα λέγειν ἐπὶ τοῦ Χριστοῦ, ἀνελεῖν ἐστιν ἃς ἔχομεν ὡμολογημένας ἀρχὰς, ὅπερ ἄτοπον. Εἰ δὲ δύο φύσεις ὑποθώμεθα ἔχειν τὸν Χριστὸν, οὐδὲν τούτων ἀναιροῦμεν τῶν ἀρχῶν, ἀλλὰ πάντα συμφωνοῦντα εὑρίσκομεν. Ὁ αὐτὸς γὰρ καὶ Θεός ἐστι, καὶ ἄνθρωπος· καὶ ὁ αὐτὸς ὁμοούσιος τῷ Πατρὶ, καὶ ὁμοούσιος ἡμῖν· καὶ κυρίως θεὸς, καὶ κυρίως ἄνθρωπος, καὶ φύσει Θεός, καὶ φύσει ἄνθρωπος· καὶ εἷς τῆς ἁγίας Τριάδος, καὶ εἷς ἐξ ἡμῶν. Ἡ αὐτὴ γὰρ ὑπόστασις τοὺς ὅρους τῶν δύο φύσεων ἐπιδέχεται· καὶ ἂν δ' ἂν λόγον ἀποδῷ τις τῆς θεότητος, τὸν αὐτὸν εὑρίσκει καὶ ἐπὶ τοῦ Χριστοῦ· καὶ ἦν δ᾽ ἂν ἀποδῷ τῆς ἀνθρωπότητος, τὸν αὐτὸν εὑρίσκει καὶ ἐπὶ τῆς οὐσίας τοῦ Χριστοῦ κατ' οὐ τίαν ἁρμόζοντα· ὥστε ἐξ ἀνάγκης δύο φύσεις εἶναι τῆς μιᾶς ὑποστάσεως τοῦ Χριστοῦ. Αποροῦσι δὲ, λέγοντες· Καὶ πῶς ἐπὶ ἑνὸς ἀτό. μου δύο ἔστιν εὑρεῖν; Πῶς, ἐπιλυόμεθα τῷ παρα δόξῳ. Οτι οὐ τὸ γεγονέναι τι παράδοξον ἐπὶ τοῦ Χριστοῦ, ἄτοπον· ἀλλὰ τὸ ψεύδεσθαι καὶ ταῖς ἀρ χαῖς ἐναντιοῦσθαι, τοῦτο ἄτοπόν ἐστιν. Ιστέον δὲ, ὅτι τοῖς μίαν φύσιν δοξάζουσιν ἐπὶ Χριστοῦ, ἐξ ἀνάγκης συνάγεται, ἢ δύο ύποστάσεις εἰπεῖν τῆς θεότητος, ἢ τέσσαρας, οὐκέτι δὲ τρεῖς, ὡς παρὰ πᾶσιν ὡμολόγηται. Εἰ γὰρ μίαν φύσιν λέγουσιν ἡμῖν ἐπὶ Χριστοῦ, ποὺ παρέχουσιν ἡμῖν τὰς τρεῖς ὑπο στάσεις τῆς Θεότητος; Εχομεν γὰρ μίαν τοῦ Πα τρὸς, καὶ μίαν τοῦ ἁγίου Πνεύματος· τὴν δὲ ἄλλην
col. 1251–1252page 30 of 37
Actio VIII
PG 86:1251οὐκέτι δύνανται εἰπεῖν, ἐπὶ τοῦ Χριστοῦ μίαν φύσιν λέγοντες. Εἰ γὰρ μία φύσις ἐστὶν, οὐκέτι φύσει Θεὸς, ὡς ἤδη δέδεικται ἡμῖν. Μὴ ὢν δὲ φύσει Θεός, πῶς λεχθείη ὑπόστασιν ἔχειν θεότητος; ὥστε δύο ὑποστάσεις αὐτοῖς συνάγεται λέγειν. Ἐὰν δ' οὕτως εἴπωσιν, ὅτι ἡ τρίτη ὑπόστασίς ἐστι τοῦ Θεοῦ Λο του· ἵνα ἡ μία μὲν τοῦ Πατρὸς, δευτέρα δὲ τοῦ ἁγίου Πνεύματος, τρίτη δὲ τοῦ Θεοῦ Λόγου· τέσσαρας ἐξ ἀνάγκης εἰσάγουσι, μίαν τοῦ Πατρὸς, καὶ μίαν τοῦ ἁγίου Πνεύματος, καὶ μίαν τοῦ Θεοῦ Λό γου, καὶ μίαν τοῦ Χριστοῦ. Πανταχόθεν δέδεικται, ὅτι δύο φύσεις δεῖ δοξάζειν, οὐ μίαν. ΠΡΑΞΙΣ Η'. Υπόλοιπόν ἐστι περὶ τῶν ἐπιχειρημάτων ὧν ἀπὸ χρήσεων τῶν ἁγίων Πατέρων παραφέρουσιν ἡμῖν, διεξελθεῖν. Τούτων δὲ, τὰ μὲν εἰσιν, ἀφ᾽ ὧν οὐκ εἶπεν ἡ σύνοδος· τὰ δὲ παραφέρουσι πρὸς πίστιν τοῦ οἰκείου δόγματος· τὰ δὲ, ἀφ᾽ ὧν εἶπεν. Αφ᾽ ὧν μὲν οὐκ εἶπεν, ἐπιλαμβάνονται αὐτῆς ἐκ τριῶν· ὅτι οὐκ εἶπεν ἡ συνόδος τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, οὐδὲ μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, οὐδὲ τὸ, ἐκ δύο φύσεων. Ταῦτα δὲ πάντα ὁ ἅγιος Κύριλλος εἶπεν. "Αξιον δὲ εἰπεῖν, διατί λέγει τὴν καθ᾽ ὑπό στασιν ἕνωσιν. Διττή τοίνυν ἐστὶν αὐτῆς ἡ ἔννοια. Τοῦ γὰρ Νεστορίου λέγοντος, ὅτι κατὰ σχέσιν γέγονεν ἡ ἕνωσις τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα, καὶ σχετικῶς λέγοντος ἐν πρόσωπον τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκός, ὁ ἅγιος Κύριλλος ἀντιλέγων πρὸς αὐτόν φη σιν, ὅτι καθ' ὑπόστασιν γέγονεν ἡ ἔνωσις, τοῦτ' ἔστι καθ' ύπαρξιν, καὶ αὐτῶν πραγμάτων· καὶ οὐκέτι λέγει κατὰ σχέσιν. Καὶ σημειωτέον πάλιν ἐνταῦθα τὴν ὑπόστασιν καὶ ἐπὶ τῶν ὄντων ἁπλῶς. Δευτέρα δὲ ἔννοιά ἐστιν, ὅτι καθ᾽ ὑπόστασιν ἔνωσιν εἶπε γε νέσθαι, τοῦτ' ἔστιν ἐν μιᾷ ὑποστάσει. Καὶ ἑκατέρα μὲν ἔννοια ἀντίκειται Νεστορίῳ, πλὴν ἀληθινωτέρα ἡ πρώτη. Λέγουσιν οὖν, Τοῦ ἁγίου Κυρίλλου ταῦτα εἰπόντος, ἡ σύνοδος ἀπεβάλετο αὐτὰ, καὶ οὐδὲν περὶ αὐτῶν εἶπεν. Ενὶ δὲ λόγῳ ταῦτα πάντα ανα τρέπομεν, ὅτι ὡς κοινὰ ὄντα καὶ ὁμολογούμενα παρ είασεν αὐτὰ ἡ σύνοδος· πρὸς Εὐτυχῆ γὰρ τὸν λό γον ἐποιεῖτο, ὅστις ἐκ διαμέτρου τῷ Νεστορίῳ μα χόμενος, δηλονότι καὶ ταῦτα ὡμολόγει. Καὶ οὐκ ἐξ ἀνάγκης δεῖ τὰ ὁμολογούμενα πάντως τιθέναι· ἀλλ᾽ ἔστιν ἐνίοτε παραλιμπάνειν. Καὶ δηλοῦσιν αἱ πρότεραι σύνοδοι, πολλὰ τῶν ὁμολογουμένων ἐν πολλοῖς παρα λείψασαι. Ἔπειτα εὑρίσκομεν ἐν πολλοῖς τόποις τὴν σύνοδον εἰποῦσαν, μίαν ὑπόστασιν, καὶ ἓν πρόσωπον ὅπερ οὐδὲν ἔτερόν ἐστιν εἰπεῖν, εἰ μὴ τὴν καθ᾽ ὑπό στασιν ἕνωσιν. Καὶ ταῦτα μέν εἰσιν, ἀφ᾽ ὧν οὐκ εἶπε. Πρὸς πίς στιν δὲ τοῦ οἰκείου δόγματος παραφέρουσι χρήσεις πολλάς· καὶ πρώτη μὲν ὅτι ὁ ἅγιος Κύριλλος φανε
col. 1253–1254page 31 of 37
PG 86:1253ρῶς εἶπε μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Πρὸς τοῦτο λέγομεν, ὅτι ὁμολογοῦμεν τὸν ἅγιον Κύ ριλλον τοῦτο εἰρηκέναι· ἀλλ᾽ οὐδὲν ἐναντιοῦται τοῦτο τῷ δόγματι. Οὐ γὰρ εἶπε τοῦ Χριστοῦ μαν φύσιν σεσαρκωμένην, ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λό γου σεσαρκωμένην, τὴν ἄλλην φύσιν δηλῶν. Καὶ ὅτι τὴν ἄλλην βούλεται δηλῶσαι φύσιν, τῷ εἰπεῖν σεσαρκωμένην· δῆλον ἀφ᾽ ὧν ἑαυτὸν ἐπεξηγεῖται ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολὴ λέγων· Εἰ μὲν γὰρ μίαν φύσιν εἰπόντες τοῦ Θεοῦ Λόγου, σεσιγήνα μεν, οὐκ ἐπενεγκόντες τὸ, σεσαρκωμένην· ἀλλ᾽ οἷς ἔξω θέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾷν, που τὸ τέλειον ἐν ἀνθρωπότητι, ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειό της, καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τὸ λέγειν σεσαρκωμένην· παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. Τοὺς γὰρ ἐκβάλλοντας τὴν οἰκονομίαν, καὶ ἀρνουμένους τὴν σάρκωσιν, ἦν τὸ ἐγκαλεῖσθαι δικαίως, ἀφαιρουμένους τὸν Υἱὸν τῆς τελείας ἀνθρωπότητος. Εἰ δὲ ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτόν, σαφής έστι καὶ ἀναμφίλογος ἡ ὁμολογία τοῦ, ὅτι γέγονεν ἄνθρωπος· οὐδὲν ἔτι κωλύει νοεῖν, ὡς εἰς ὑπάρχων καὶ μόνος ὁ Χριστὸς, αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος. Ορθότατα δὲ, καὶ πάνυ συνετῶς ἡ σὴ τε λειότης τὴν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λό γον, οὐκ αὐτὸν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, καθδ νοεῖται καὶ ἔστι Θεὸς, παθεῖν εἰς ἰδίαν φύσιν τὰ τοῦ σώματος διισχυριζομένη· παθεῖν δὲ αὐτὸν μᾶλλον τῇ χοϊκῇ φύσει. Εδει γάρ, ἔδει σαφῶς ἀμφότερα σώ ζεσθαι τῷ ἑνὶ κατ' ἀλήθειαν Υἱῷ, καὶ τὸ μὴ πά σχειν θεϊκῶς, καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ. Ἱστέον δὲ, ὅτι πρῶτος ἐν ὀρθοδόξοις τὸ, μίαν φύ σιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, εἶπεν ὁ ἅγιος Κύριλλος. Ἐν ὀρθοδόξοις δὲ εἶπομεν, ἐπειδὴ ὁ ᾿Απολινάριος πολλάκις ἔλεγε τοῦτο· ὅθεν καὶ ἐνομίσθη ὁ ἅγιος Κύριλλος παρὰ τῶν ᾿Ανατολικών Ἀπολιναριστής εἶναι, οὐκ ἦν δέ. Οὐδὲ γὰρ δέον ἐστὶ πάντα, ὅσα λέγουσιν οἱ αἱρετικοί, πάντως μὴ δέχεσθαι· τὰ δὲ κακὰ ἀποβάλλεσθαι. Παραφέρουσι δὲ καὶ ἑτέραν χρήσιν ὡς ἀπὸ τοῦ μακαρίου Ἰουλίου, κειμένην ἐν τῇ πρὸς Διονύσιον τὸν Κορίνθου ἐπίσκοπον ἐπιστολῇ, ἧς ἡ ἀρχὴ, Θαυμάζω πυνθανόμενος περί τινων. Καὶ ἔστιν ἡ χρῆσις τοιαύτη· Ανάγκη γάρ, δύο λέ γοντας αὐτοὺς φύσεις, τὴν μὲν προσκυνεῖν, τὴν δὲ μὴ προσκυνεῖν· καὶ εἰς μὲν θείαν βαπτίζεσθαι, εἰς δὲ τὴν ἀνθρωπίνην μὴ βαπτίζεσθαι· καὶ ἕτερα δὲ πολλὰ κεῖται ἐν τῇ ἐπιστολῇ ταύτῃ. Ἡμεῖς δὲ ἀπὸ πολλῶν διελέγχομεν, μὴ εἶναι τὴν ἐπιστολὴν ταύτην τοῦ μακαρίου Ἰουλίου, ἀλλὰ τοῦ ᾿Απολιναρίου. Πρῶ τον μὲν, ὅτι εἴ τις ἀκριβῶς σκοπήσοι, οὐδὲν φέρετα τοῦ μακαρίου Ἰουλίου. ᾿Αλλὰ καὶ αἱ ἑπτὰ ἐπιστολαὶ, ἃς λέγουσιν εἶναι αὐτοῦ, τοῦ ᾿Απολιναρίου εἰς σίν. Έπειτα, ὅτι μνησθεὶς ἐν αὐτῇ τῇ ἐπιστολῇ σώ
col. 1255–1256page 32 of 37
PG 86:1255ματος, οὐδαμοῦ νοερὸν εἶπεν, ἢ ἔμψυχον. Ἔτος δὲ εἶχον οἱ κατ' ἐκεῖνον τὸν καιρὸν Πατέρες, ἔνθα ἂν ο μνησθῶσι τοῦ σώματος, τὸ νοερὸν λέγειν καὶ ἔμψυ χον· καὶ τοσοῦτόν ἐστι τοῦτο ἀληθὲς, ὅτι ὑφορώμενοι τοῦτο τὸ ἔγκλημα, προσέθηκαν ὕστερον, τὸ νοερὸν καὶ τὸ ἔμψυχον· καὶ οὐκ ἔστιν εὑρεῖν τινα τῶν μεταγενεστέρων βιβλία, μὴ ἔχοντα τὴν προσθήκην τῶν παλαιῶν. "Οτι δὲ καὶ ἐκ τούτου ἐλέγχεται τοῦ ᾿Απολιναρίου οὖσα, καὶ οὐκ αὐτοῦ τοῦ μακαρίου Ιουλίου - Γρηγόριος γὰρ ὁ Νύσσης ἐν τῇ πρὸς Ἀπο λινάριον πραγματεία φαίνεται μεμνημένος πολλών τῶν ἐν τῇ ἐπιστολῇ ταύτῃ, καὶ ἀνατρέπων αὐτὰ ὡς κακῶς ἔχοντα. Ἔστι δὲ καὶ ἀπὸ ἄλλου αὐτὴν διελέγξαι μὴ οὖσαν τοῦ μακαρίου Ιουλίου. Φασὶ γὰρ κεῖ σθαι αὐτὴν ἐν τοῖς πραχθεῖσιν ἐν Ἐφέσῳ ἐπὶ τοῦ μακαρίου Κυρίλλου· καὶ ψεύδονται φανερῶς. Οὐδὲν γὰρ τοιοῦτον κεῖται ἐκεῖ, ἀλλὰ ἄλλη ἐστὶν ἡ κει μένη ἐκεῖ, ὡς ἀπὸ τοῦ Ἰουλίου, ἥτις οὐδὲ Ἰουλίου ἐστὶν, ἀλλὰ Τιμοθέου, ὡς ἔστιν ἀπὸ πολλῶν ἀντι γράφων καταμαθεῖν. Αλλ' ἐπειδὴ κατὰ μηδὲν ἡμῖν ἐναντιοῦται, εἰ καὶ Ἰουλίου ταύτην εἴπωσιν, οὐ φροντιστέον. ᾿Αλλὰ καὶ ἄλλην ἡμῖν χρήσιν παραφέρουσιν, ὡς ἀπὸ τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ, ἐκ τῆς κατὰ μέρος πίστεως. Οὐ δύο πρόσωπα, οὐ δύο φύσ σεις· οὐ δεῖ γὰρ τέσσαρα προσκυνεῖν, καὶ τὰ ἐφεξῆ Λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὅτι πρῶτον μὲν καὶ αὕτη ἀμφεβλήθη παρὰ τοῖς παλαιοτέροις, μὴ εἶναι τοῦ ἁγίου Γρηγορίου· ἔπειτα Γρηγόριος ὁ Νυσταεὺς γράφων ἐπιτάφιον εἰς τὸν θαυματουργὸν λέγει, μη δὲν σύγγραμμα φέρεσθαι αὐτοῦ, εἰ μὴ μόνην τὴν πίστιν, ἣν κατὰ ἑπτασίαν εἶδεν. Ἔτι δὲ καὶ ἄλλην παραφέρουσι χρῆσιν, ὡς ἀπὸ τοῦ ἁγίου Αθανασίου ἐκ τοῦ περὶ σαρκώσεως λόγου. Ἔστι δὲ τοιαύτη Καὶ εἶναι τὸν αὐτὸν Υἱὸν Θεοῦ κατὰ πνεῦμα, καὶ Υἱὸν ἀνθρώπου κατά σάρκα· οὐ δύο φύσεις τὸν ἕνα Υΐν, μίαν προσκυνητὴν, καὶ μίαν ἀπροσκύνητον ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σε σαρκωμένην. Πρὸς τοῦτο λέγομεν, ὅτι πρῶτον μὲν οὐδὲν ἡμῖν ἐναντιοῦται. Οὐδὲ γὰρ δοξάζομεν δύο φύσεις, τὴν μὲν προσκυνητὴν, τὴν δὲ ἀπροσκύνητην· ἀλλὰ δι ξάζομεν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Επειτα δὲ οὐδ᾽ ἔστι τοῦ ἁγίου ᾿Αθανασίου· ἐρωτώμενοι γὰρ παρ' ἡμῶν, τοῦ κεῖται· καὶ μὴ εὐπο ροῦντες δεῖξαι, στενοχωρούμενοι παραφέρουσι μικρόν τινα λόγον, ὡς δύο φύλλων, ἐν ᾧ κεῖται αὕτη ἡ χρῆσις. Δήλον δὲ πᾶσιν, ὅτι πάντα τὰ συγγράμματα τοῦ ἁγίου Αθανασίου πάνυ μεγάλα εἰσίν. ᾿Αλλὰ τί ἔχομεν εἰπεῖν, ὅτι παραφέρουσι τὸν μα χάριον Κύριλλον, παράγοντα αὐτὴν παρὰ τοῦ Θεο δώρου, ὡς ἀπὸ τοῦ ἁγίου Αθανασίου; Λέγομεν πρὸς τοῦτο, ὅτι τῷ ὄντι μὲν κεῖται ἐν τοῖς τοῦ μακαρίου Κυρίλλου κατὰ Θεοδώρου ῥηθεῖσιν, ἀλλὰ σφάλμα ἐστὶν ἀρχαῖον. Ο γὰρ Διόσκορος διάδοχος γενόμενος τοῦ μακαρίου Κυρίλλου, καὶ εὑρὼν τὰ αὐτοῦ συγ γράμματα, ἴσως οὐκ ἂν ᾤκνει τινὰ θεῖνα: ὧν ἐδεύ λετο. Μήποτε δὲ καὶ ἐπιστοχάσασθαι, ὅτι οὐ παρ
col. 1257–1258page 33 of 37
PG 86:1257ἤγαγεν αὐτὴν ὁ μακάριος Κύριλλος κατά Θεοδώρου, καὶ ἐντεῦθεν δῆλον. Θεοδώρητος γὰρ ὑπὲρ Θεοδώρου λέγων, ἀνατρέπων πάσας τὰς χρήσεις, ὅσας παρ ἤγαγε κατ' αὐτοῦ ὁ ἅγιος Κύριλλος ἀπὸ τῶν ἁγίων Πατέρων, οὐδαμοῦ ταύτης τῆς χρήσεως μέμνηται. ᾿Αλλὰ λέγουσι πρὸς τοῦτο, ὅτι κακούργως αὐτὴν παρείασεν ὁ Θεοδώρητος" μὴ δυνάμενος γὰρ πρὸς αὐτὴν ἀντιβλέψαι, ὡς πάνυ φανεράν, ἑκὼν παρέλειπεν αὐτήν. Πρὸς τοῦτο λέγομεν, ὅτι τοσοῦτον οὐ παρέδραμεν αὐτὴν κειμένην ἐκεῖ, ὅτι τοῦ μακαρίου Κυρίλλου ἐν ἄλλοις ειρηκότος, Ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, εἰ ᾔδει τὴν χρῆσιν ταύ την κειμένην παρὰ τῷ μακαρίῳ Κυρίλλῳ, ὡς ἀπὸ τοῦ ἁγίου Αθανασίου προενεχθεῖσαν, οὐκ ἂν οὕτως ἀμαθῶς ἔμελλεν εἰπεῖν· Τίς σοι τῶν Πατέρων εἶπε μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην; Αλλὰ λέγουσι πάλιν, ὅτι τοσοῦτον ᾔδει αὐτὴν εἰρημένην τῷ ἁγίῳ ᾿Αθανασίῳ, ὅτι εἶπεν· Ω; οἱ Πατέρες είν ρήκασι. Πρὸς τοῦτο λέγομεν, ὅτι ἕκαστος σπεύδει ἃ λέγει δεῖξαι τοὺς Πατέρας εἰρηκότας, εἰ καὶ μὴ αὐτολεξεί, ἀλλὰ δυνάμει. Παραφέρουσι δὲ καὶ ἄλλην χρῆσιν ἀπὸ Ἐρεχθίου, ὅστις οὐδέποτε ἠκούσθη εἰς Πατέρας, καὶ τοσοῦτον, ὅτι Τιμοθέου γράψαντος κατὰ τῆς συνόδου, καὶ παραγαγόντος χρῆσιν ἀπὸ Ερεχθίου, Κύρος ὁ οἰκεῖος πρεσβύτερος έγραψε πρὸς αὐτὸν, ὅτι "Ηθελόν σε διορθώσασθαι τοῦτο. Ο γὰρ Ερέχθιος οὐδέποτε ἠκούσθη εἰς Πατέρας. Έν τούτοις ή θεωρία. ΠΡΑΞΙΣ Θ. Ἐπειδὴ δὲ καὶ λέξεών τινων πραττόμενοι ἐκ τοῦ ὅρου τῆς συνόδου, ἐπιλαμβάνονται αὐτῆς· φέρε καὶ ταύτας ἐκθέμενοι, καὶ πῶς ἐπιλαμβάνονται αὐτῶν εἰπόντες, ὕστερον τὰς πρὸς ταύτας ἀνατροπὰς ἐπ αγάγωμεν. Τῆς συνόδου τοίνυν εἰπούσης • “Πρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσιν τὸ σου φὸν τοῦτο καὶ σωτήριον τῆς θείας χάριτος σύμβολον περί τε γὰρ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυ ρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρ ίστησιν. Εστι δὲ λίαν ὑπόψυχρος ἡ ἐπιλαβή. Πρῶτ τον μὲν γὰρ τοσοῦτον οὐ φρονεῖ τὰ Νεστορίου, ὅτι Ἰωάννης τις Αἰγεώτης πρεσβύτερος Νεστοριανός, ἐπιλαμβανόμενος τῆς συνόδου φησὶν, ὅτι αὕτη σύν οδος Κυριλλιανή ἐστι, καὶ τὰ ἐκείνου φρονεῖ. Εἰ δὲ ἦν Νεστοριανή, οὐκ ἂν τοῦτο εἶχεν ὁ Ιωάννης εἰπεῖν. Επειτα εἰ ἀπὸ τῶν τοιούτων λέξεων ἐπιλαμβάνονται τῆς συνόδου, διατί μὴ καὶ τῶν ἁγίων Πα τέρων ἐπιλαμβάνονται; Καὶ αὐτοὶ γὰρ πολλὰ το αῦτα εἰρήκασι. Φησὶ γὰρ ὁ μακάριος Κύριλλος ἐν τῷ εἰς Ζαχαρίαν τὸν προφήτην ὑπομνήματι, οὗ ἡ ἀρχή, Προφητεύει μὲν ὁ ἅγιος Ζαχαρίας, οὕτως· Δεῖ δὴ ἄρα οὖν τοιούτων ἀποφοιτᾷν, καὶ ὡς ἐκ γῆς ἄλλο τρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾷν εἰς Σιών, τοῦτ' ἔστιν εἰς τὸ ἀλη
col. 1259–1260page 34 of 37
Actio IXActio X
PG 86:1259ᾧ γεγονότες, καταψόμεθα τὸ τῷ Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα τὸν Χριστὸν, καὶ συνδέοντα πνευματικῶς εἰς ὁμοψυχίαν. Ἰδοὺ γὰρ εἰπὼν τὸ, Τῷ Θεῷ δοκοῦν, ἐπήγαγε, Καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἡμᾶς συναγείροντα τὸν Χριστόν. Καὶ ὅσον ἐξ ὧν λέγουσι, καὶ ὁ μακάριος Κύριλλος τετράδα δοξάζει. Καὶ ἄλλα δὲ τοιαῦτα πολλὰ παρὰ τοῖς ἁγίοις Πατράσιν εὑρίσκομεν, & διὰ πολυλογίαν νῦν οὐ δεῖ παραθέσθαι. Επιλαμβάνονται δὲ αὐτῆς πάλιν, ὡς εἰπούσης τὸ, Εν δύο φύσεσιν. Ὅτι δὲ καὶ τοῦτο εἶρη ται παρὰ τοῖς Πατράσι, ῥᾴδιον δείξαι ἀπὸ πολλῶν. θές· ἵνα νοῶμεν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐν ΠΡΑΞΙΣ Ι. “Αξιόν ἐστι μετὰ τὰ προρηθέντα ἅπαντα, καὶ περὶ τῆς δόξης τῶν Γαϊανιτῶν, καὶ ἄλλων τινῶν, διεξ. ελθεῖν. Οἱ τοίνυν Γαῖανῖται ὁμολογοῦσι τὸν Θεὸν Λόγον ἐνανθρωπῆσαι ἐκ τῆς Παρθένου τελείως καὶ ἀληθινῶς· ἀπὸ δὲ τῆς ἑνώσεως ἄφθαρτον ὁμολογοῦσιν εἶναι τὸ σῶμα. Πάντα μὲν γὰρ τὰ εἴδη τῶν κακῶν λέγουσιν αὐτὸν ὑπομεῖναι· καὶ ἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν· οὐ τὸν αὐτὸν δὲ τρόπον ταῦτα ἡμῖν παθεῖν. Φασὶ γὰρ, ὅτι ἡμεῖς μὲν ἐξ ἀνάγκης φυσικῆς καὶ πεινῶμεν, καὶ διψῶμεν· ὁ δὲ Χριστὸς ἑκουσίως πάντα ὑπέμεινεν. Οὐ γὰρ ἐδούλευε τοῖς τῆς φύσεως νόμοις, ἐπεὶ καὶ ἀκούσια ὁμολογοῦμεν τὰ πάθη, ὅπερ ἄτοπον. Αὕτη μὲν ἡ τῶν Γα Τανιτῶν δόξα. Ἡμεῖς δὲ πρὸς ταῦτα λέγομεν, ὅτι καὶ ἡμεῖς ἑκούσια ὁμολογοῦμεν τὰ πάθη· οὐ διὰ τοῦτο δὲ λέγομεν, ὅτι τὸν αὐτὸν τρόπον ἡμῖν ἐξ ἀνάγκης ἔπασχεν· ἀλλὰ λέγομεν, ὅτι έκουσίως εδούλευε τοῖς τῆς φύσεως νόμοις, καὶ ἑκὼν ἐδίδου τῷ σώματι παθεῖν τὰ ἴδια τὸν αὐτὸν τρόπον, ὃν καὶ ἡμεῖς πά σχομεν. Καὶ μαρτυροῦσι τούτοις οἱ Πατέρες· ὁ μὲν ἅγιος Γρηγόριος εἰπών· Τῇ φύσει ἐδίδου, ὅτε ἐβού λετο, ἐνεργεῖν τὰ ἴδια· ὁ δὲ μακάριος Κύριλλος, εἰ ρηκώς, ὅτι διὰ τῆς εἰσπορεύσεως τῶν βρωμάτων, καὶ τῆς ἐκπορεύσεως, διεκράτει τὴν ὑπόστασιν, τοῦτ' ἔστι τοῦ σώματος. Καὶ πάλιν ἐκ τοῦ διαλόγου, ὅτι εἷς ὁ Χριστὸς, ἐφιέναι αὐτὸν τῇ ἰδίᾳ σαρκὶ, διὰ τῶν τῆς ἰδίας φύσεως ιέναι νόμων. Καὶ αὖθις· Ως ἐπιτρέπει τὸ σωματικὸν κατὰ τὴν φύσιν προσόντα παθεῖν, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατ' ἀλήθεια φορέσαι σάρκα, καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς Γραφάς. Ὁ δὲ ἅγιος ᾿Αθανάσιος, ἐκ τοῦ Κατὰ Απο λιναρίου λόγου, ὅτι Διὰ τοῦτο ἔλεγεν ὁ Κύριος, Νῦν ἡ ψυχή μου τετάρακται. Τὸ δὲ νῦν τοῦτό ἐστιν, ὅτι ἠθέλησεν. Ομως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει γεναμένων τῶν λεγομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ
col. 1261–1262page 35 of 37
PG 86:1261Χ. παντα ἐγίνετο. Πάλιν ἐν ἑτέρῳ· ὅτι Κἂν μὴ ἡττή ματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ᾽ ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα. Ωστε εἰ τὸν αὐτὸν ἡμῖν τρόπον ἔπασχεν, οὐ δυ νάμεθα εἰπεῖν αὐτὸ ἄφθαρτον, ὥσπερ οὐδὲ τὸ ἡμέ τερον. Καὶ ἀποροῦμεν τοιαύτην ἀπορίαν, ὅτι Ει ἄφθαρτον λέγετε τὸ σῶμα τοῦ Χριστοῦ, οὐκ ἔστιν ἡμῖν ὁμοούσιον, εἰ τὸ μὲν τοῦ Χριστοῦ ἄφθαρτόν ἐστι, τὸ δὲ ἡμέτερον φθαρτόν. ᾿Αλλὰ πρὸς τοῦτο ἀντείποιεν ἂν καὶ αὐτοὶ, ὅτι Ον τρόπον μετὰ τὴν ἀνάστασιν ἄφθαρτον λέγοντες τὸ σῶμα τοῦ Χριστοῦ, ὁμοούσιον λέγετε αὐτὸ εἶναι, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς πρὸ τῆς ἀναστάσεως ἄφθαρτον λέγοντες, ὁμοούσιον ἡμῖν ὁμολογοῦμεν εἶναι. Ἡμεῖς δὲ λέγομεν, ὅτι Εἰ καὶ ἄφθαρτον αὐτὸ ὁμολογοῦμεν μετὰ τὴν ἀνάστασιν, οὐ τῇ φύσει λέγομεν αὐτὸ ἄφθαρτον, τῇ δὲ χάριτι. Εἰ δὲ εἴπωσιν, Ἔστω καὶ πρὸ τῆς ἀναστάσεως τῇ χάριτι ἄφθαρτον· λέγομεν, ὅτι Οὐ συγχωρεῖ τοῦτο τὰ περὶ τοῦ Χριστοῦ λεγόμενα· πρὸ μὲν γὰρ τῆς ἀναστάσεως λέγεται καὶ πεινῆσαι, καὶ διψῆσαι. Καὶ πῶς ἂν εἴη τὸ ταῦτα πεπονθός, ἄφθαρτον; Μετὰ δὲ τὴν ἀνάστασιν οὐδὲν τῶν τοιούτων ἔπαθεν· ὡς δῆλον, πρὸ μὲν τῆς ἀναστάσεως, φθαρτὸν εἶναι τὸ σῶμα, μετά δὲ τὴν ἀνάστασιν, ἄφθαρτον. Εἰ γὰρ καὶ λέγεται φαγεῖν μετὰ τὴν ἀνάστασιν, τοῦτο δι' οἰκονομίαν ἐποίησεν· οὐχ ὡς τῷ ὄντι πεινῶν, ἀλλ᾽ ἵνα δείξῃ τοῖς μαθηταῖς αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ ἀναστὰς ἐκ νεκρῶν· δν τρόπον καὶ τοὺς τύπους τῶν ὅλων λέ γεται ἐπιδεῖξαι αὐτοῖς. Καίτοι ἡμεῖς οὐδὲν τῶν πρὸ τῆς ἀναστάσεως παθῶν ἀνιστάμεθα ἔχοντες. Απαρχή δὲ τῆς ἐκ νεκρῶν ἡμῶν ἀναστάσεως ὁ Χριστός. Καὶ ὅμως αὐτὸς εὑρέθη ἔχων· ὡς δῆλον, ὅτι δι' οἰκονομίαν τοῦτο γέγονεν. ᾿Αμέλει οὐδὲ λέγει ή Γραφή, ὅτι ἐπείνησεν, ἀλλ' ὅτι ἔφαγεν. Επιστῆσαι δὲ δέον, ὅτι παραφέρουσι χρήσεις τινὰς ἀπὸ τῶν Πατέρων ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ λεγούσας· ὥσπερ καὶ τὸν μακάριον Κύριλλον εἰπόντα ὅτι οὐχ ὑπο εδέξατο φθαρτόν ἡ τοῦ Λόγου σάρξ· ὅταν δὲ τὰς τοιαύτας παραγάγωσι χρήσεις, ἐπισκέψαι, ὅτι ὁμ ὠνυμόν ἐστι τὸ τῆς φθορᾶς ὄνομα. Λέγεται γὰρ φθορά, ἡ παντελής διάλυσις τοῦ σώματος εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη· καὶ λέγεται φθορά, τὰ ἀνθρώπινα ταῦτα πάθη, τοῦτ᾽ ἔστι τὸ πεινῇν, καὶ διψῆν, καὶ ὅσα τοιαῦτα. Οταν οὖν εἴπῃ τις τῶν Πατέρων, ὅτι οὐχ ὑπέμεινε φθορὰν τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτο λέγει, ὅτι οὐ διαμπὰς ἐλύθη· ὅπερ ἀληθὲς δῆλον ἐξ ὧν ἀντιλέγουσιν. Ἐν πολλοῖς γὰρ πρὸ τῆς ἀναστάσεως φθαρτὸν αὐτὸ λέγουσι, μετὰ δὲ τὴν ἀνάστασιν, ἄφθαρτον. Καὶ τοσαῦτα μὲν περὶ Γαϊαν τῶν. Οἱ δὲ ᾿Αγνοηταὶ πάντα ὁμολογοῦντες ὡς οἱ Θεοδοσιανοὶ, εἰς τοῦτο διαφωνοῦσιν, ὅτι οἱ μὲν Θεοδοσιανοὶ οὐ λέγουσιν ἀγνοεῖν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ οἱ δὲ, ἀγνοεῖν. Κατὰ πάντα γάρ, φασὶν, ἔοικεν ἡμῖν. Εἰ δὲ ἀγνοοῦμεν ἡμεῖς, δηλονότι καὶ αὐτὸς ἡγνόει.
col. 1263–1264page 36 of 37
PG 86:1263Καὶ αὐτὸς δὲ ἐν τοῖς Εὐαγγελίοις φησίν, ὅτι Οὐδεὶς οἷός τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, οὐδὲ ὁ Υἱός, εἰ μὴ μόνος ὁ Πατήρ. Καὶ πάλιν, ο Ποῦ τεθείκατε Λάζα ρον;» Ταῦτα γὰρ πάντα τὰ προσρήματα, φασί, ἀγνοίας εἰσίν. Αλλ' ἀντιλέγουσι πρὸς αὐτοὺς, ὅτι ταῦτα εἶπεν ὁ Χριστὸς κατ' οἰκονομίαν, ἵνα ἀποτρέψῃ τοὺς μαθητὰς μαθεῖν ἐξ αὐτοῦ τὴν ὥραν τῆς συντελείας Αμέλει, φασί, μετὰ τὴν ἀνάστασιν ἐρωτώμενο πάλιν ἐξ αὐτῶν, οὐκέτι εἶπεν, ὅτι οὐδὲ ὁ Υἱὸς, ἀλλ ὅτι οὐδεὶς ὑμῶν. Ἡμεῖς δὲ λέγομεν, ὅτι οὐ δεῖ πάνω ἀκριβολογεῖν περὶ τούτων· τοιγαροῦν οὐδὲ ἡ σύν οδος τοιοῦτο ἐπολυπραγμόνησε δόγμα. Πλὴν ἰστέον, ὅτι οἱ πολλοὶ τῶν Πατέρων, σχεδὸν δὲ πάντες, φαί νονται λέγοντες αὐτὸν ἀγνοεῖν. Εἰ γὰρ κατὰ πάντα λέγεται ἡμῖν ὁμοούσιος, ἀγνοοῦμεν δὲ καὶ ἡμεῖς δηλονότι δὲ καὶ αὐτὸς ἡγνόει. Καὶ ἡ Γραφὴ δὲ λέγει περὶ αὐτοῦ, ὅτι • Προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ·» δη λονότι ἐκεῖνο μανθάνων, ὅπερ ήγνόει (). Αξιον δὲ καὶ περὶ Ὠριγένους, καὶ τῶν αὐτοῦ δογμάτων εἰπεῖν. Ο τοίνυν Ωριγένης ἀρχαῖος ἄν θρωπος ὢν τῶν πρὸ Κωνσταντίνου γενομένων, μέσ γας τε ἦν, καὶ πεπαιδευμένος εἰς τὴν ἁγίαν Γρα φήν, γραμματικός τε ἦν. Τούτου ὁ πατὴρ ἐμαρτύρησε, καὶ αὐτὸς δὲ ἤχθη ἐπὶ τὸ μαρτυρήσαι. Ήναγ κάσθη δὲ ἐπιθῦσαι ἀπὸ τοιαύτης αἰτίας· Ἐν τῷ αὐτὸν μαρτυρεῖν, παρήγαγον αὐτῷ Αιθιοπά τινα, καὶ ἠνάγκαζον ἢ μετὰ τοῦ Αἰθίοπος ἀσχημονῆσαι, ἢ τοῖς θεοῖς ἐπιθῦσαι. Ὁ δὲ μᾶλλον είλετο ἐπιθῦσαι τοῖς θεοῖς, καὶ λαβών, έρριψε τῇ θυσίᾳ· ὕστερον δὲ μεγάλως μετενόησε καὶ ἐθρήνησεν ἐπὶ τοῦτο. Περι δὲ τὰ δόγματα τοιοῦτος ἦν· Ὑπόβασιν ἔλεγε τοῦ Υἱοῦ, ὥσπερ μετὰ ταῦτα οἱ ᾿Αρειανοὶ ἀπολογοῦνται ὑπὲρ αὐτοῦ λέγοντες, ὅτι οἱ ἀρχαῖοι τῶν Πατέρων οὐκ ἐφρόντιζον ἀκριβολογίας. Μήπω γὰρ ἀναφανει σῶν τῶν αἱρέσεων, ἁπλούστερον ἐκέχρηντο ταῖς λέξεσιν. ῞Οτε δὲ ἀνεφάνησαν, τότε ήρξατο ἕκαστος τῶν Πατέρων ἑαυτὸν ἀσφαλίζεσθαι. Ἡμεῖς δὲ λέ γομεν, ὅτι οὐχ ὡς ἁπλούστερον κεχρημένος ταῖς λέ ξεσιν ὑπόβασιν ἐδόξαζεν, ἀλλὰ τῷ ὄντι ἰσχυρῶς ἀντ ελαμβάνετο τούτου τοῦ δόγματος. Φαίνεται γὰρ ἐν ἐπιστολῇ αὐτοῦ περὶ τούτου ἀγωνιζόμενος γενναίως, καὶ λέγων, ὅτι Ὁ Υἱὸς ἢ μείζων ἐστὶ τοῦ Πατρὸς, ἢ ἐλάττων, ἢ ἴσος. Εἰ οὖν δείξω, ὅτι οὐδὲ μείζων ἐστὶν, οὐδὲ ἴσος, δῆλον ὅτι ἐλάττων ἐστίν. Εἰ καὶ δοξά ζει ὑπόβασιν, ἀλλ᾽ οὖν σπεύδουσιν ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ. Ὁ δὲ φανερῶς δοξάζει, καὶ ἀπολογίαν οὐκ ἔχει. (!) Ἐκεῖνο μανθάνων, ὅπερ ήγνόει. Τὸ δὲ, περὶ τῆς προϋπάρξεώς ἐστι, καὶ ἀποκαταστάσεως. Καὶ τέως περὶ τῆς προϋπάρξεως ἐδό ξαξεν οὕτως, ὅτι πρὸ τῶν αἰώνων νόες ἦσαν πάντες Καὶ τέως, κ. τ. λ.
col. 1265–1266page 37 of 37
PG 86:1265καθαροὶ, καὶ οἱ δαίμονες, καὶ αἱ ψυχαί, καὶ οἱ ἄγγε λοι, λειτουργοῦντες τῷ Θεῷ, καὶ τὰς ἐντολὰς αὐτοῦ ποιοῦντες. 'Ο δὲ διάβολος εἷς ῶν, ἐπειδὴ τὸ αὐτο εξούσιον εἶχεν, ἠβουλήθη ἀντιστῆναι τῷ Θεῷ, καὶ ἀπώσατο αὐτὸν ὁ Θεός· συναπέστησαν δὲ αὐτῷ πα σαι αἱ ἄλλαι δυνάμεις. Καὶ οἱ μὲν πάνυ ἁμαρτήσαντες, δαίμονες ἐγένοντο· οἱ δὲ ἔτι ἔλαττον, ἄγγελοι οἱ δὲ ἔτι ἔλαττον, ἀρχάγγελοι· καὶ οὕτως ἐφεξῆς ἕκαστος πρὸς τὴν οἰκείαν ἁμαρτίαν ἀπέλαβεν. Υπ ελείποντο δὲ αἱ ψυχαί, αἵτινες οὐδὲ τοσαῦτα ἦσαν ἁμαρτήσασαι, ἵνα δαίμονες γένωνται· οὐδὲ πάλιν οὕτω κουφοτέρως, ἵνα ἄγγελοι γένωνται. Εποίησεν οὖν τὸν παρόντα κόσμον, καὶ τὴν ψυχὴν συνέδησε τῷ σώματι πρὸς κόλασιν. Οὐδὲ γάρ, φησί, προσ υπολήπτης ὁ Θεὸς, ἵνα πάντα ταῦτα μιᾶς φύσεως ὄντα (πάντα γὰρ λογικά εἰσι τὰ ἀθάνατα) τοὺς μὲν ποιήσοι δαίμονας, τοὺς δὲ, ψυχάς, τοὺς δὲ, ἀγγέλους ἀλλὰ δῆλον, ὅτι ἕκαστον πρὸς ὁ ἥμαρτε τιμωρούμε μας, τὸν μὲν ἐποίησε δαίμονα· τὸν δὲ, ψυχήν· τὸν δὲ, ἄγγελον. Εἰ μὴ γὰρ ἦν τοῦτο, καὶ προϋπῆρχον απ ψυχαί, διατί τινὰς μὲν τῶν νεωστὶ τεχθέντων εὑρί σκομεν τυφλούς μηδὲν ἁμαρτήσαντας· ἄλλους δὲ μη δὲν ἔχοντας κακὸν, τικτομένους; Ἀλλὰ δῆλον ὅτι προϋπήρχόν τινες ἁμαρτίαι ταῖς ψυχαῖς, ἀφ' ὧν ἐκά στη πρὸς τὴν ἀξίαν ἀπολαμβάνει. Περὶ δὲ τῆς ἀποκαταστάσεως οὕτω δοξάζει· ὅτι γίνεται νεκρῶν ἀνάστασις, καὶ γίνεται κόλασις, ἀλλ' οὐκ ἀπέραντος. Κολαζομένου γὰρ τοῦ σώματος κατά μικρὸν καθαίρεται ἡ ψυχὴ, καὶ οὕτως ἀποκαθίσταται εἰς τὴν ἀρχαίαν τάξιν. Καὶ τοὺς δαίμονας δὲ καὶ ἀγ γέλους λέγει ἀποκαθίστασθαι. Ανατρέπωμεν δὲ ταῦτα πάντα, καὶ πρῶτον τὸ τῆς προϋπάρξεως. Ἐπειδὴ γὰρ ἐκ τοῦ λέγειν, ὅτι οὐκ ἔστι προσωπολήπτης δ Θεός, συνάγει τὰς ψυχὰς λογικάς οὔσας καὶ ἀθανάτους, ὥσπερ καὶ οἱ ἄγγελοι, τὰς μὲν συνδῆσαι Θεὸν τῷ σώματι, τοὺς δὲ ἐᾶσαι ἐν οὐρανῷ αὐτῷ συμπολιτεύεσθαι· ἱστέον, ὅτι τὸ τοῦ λογικοῦ καὶ ἀθανάτου, ὁμώνυμόν ἐστιν. "Αλλο γάρ ἐστι τὸ λογικὸν καὶ ἀθάνατον τῶν ἀγγέλων, καὶ ὑπερβαίνον τὴν ἀνθρωπίνην φύσιν, καὶ ἄλλο τὸ ἡμέτερον· ἐπεὶ καὶ τὸν Θεὸν λογικὸν καὶ ἀθάνατον λέγομεν· καίτοι οὐ λέο γομεν αὐτὸν εἶναι τῆς ἡμῶν φύσεως. Πρὸς δὲ τὸ λέγειν, ὅτι καὶ πῶς οἱ μὲν τίκτονται τυφλοί, οἱ δὲ μηδὲν κακὸν ἔχοντες; λέγομεν, ὅτι ταῦτα κρίματά εἰσι Κυρίου, καὶ δεῖ ἡμᾶς ταῦτα μὴ ζητεῖν. Ἐπε ἀνταποροῦμεν αὐτοὺς, Διατί οἱ ἵπποι μιᾶς ὄντες φύσ σεως, οἱ μὲν μοχθοῦσιν ἐν ἀρτοκοπείοις, οἱ δὲ ἐν τρυφῇ ζῶσι παρὰ μεγάλοις ἀνθρώποις; καί τοι τὰς ψυχὰς τούτων οὐχ ὁμολογοῦσι προϋπάρχει». Οἱ δὲ Πλατωνικοὶ ἐκ ταύτης στενοχωρούμενοι τῆς ἀπο ρίας, καὶ τῶν ἀλόγων εἶπον προϋπάρχειν τὰς ψυχάς. Περὶ δὲ τοῦ λέγειν αὐτοὺς, μὴ εἶναι ἀπέραντον τήν κόλασιν (λέγουσιν γάρ, ὅτι τὸ τοῦ αἰῶνος ὄνομα ἐπὶ ὡρισμένου χρόνου λαμβάνεται, καὶ ὅταν εἴπῃ ἡ Γραφή, ὅτι αἰωνία ἐστὶν ἡ κόλασις, οὐ λέγει, εἰ μὴ ἐπὶ ὡρισμένου χρόνου), ιστέον, ὅτι τῷ ὄντι τὸ τοῦ αἰῶνος ὄνομα καὶ παρὰ τοῖς ἔξω, καὶ παρὰ τῇ Γραφή
Continue reading PG 86: Liber Tres contra Nestorianos et Eutychianos →≣ entire volume