PG 86Leontius of Byzantium
Three Books against the Nestorians and Eutychians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1267–1268page 1 of 66
Prologus
PG 86:1267ἐπὶ τῆς κολάσεως οὕτως οὐ δύναται ληφθῆναι. Αύ τὸς γὰρ ὁ Χριστὸς εἶπεν, ὅτι ο 'Απελεύσονται οἱ μὲν, εἰς ζωὴν αἰώνιον· οἱ δὲ, εἰς κόλασιν αἰώνιον.» Καὶ ἢ τὸ τῆς ζωῆς ὡρισμένον λαμβάνομεν, ὅπερ άτυπων ἢ ἀμφότερα ἐπὶ τοῦ ἀπεράντου. πολλάκις ἐπὶ ὡρισμένου χρόνου λαμβάνεται· πλὴν Ταῦτα πρὸς ἀπόδειξιν τῶν ὀρθοδόξων δογμάτων, καὶ ἔλεγχον τῶν κακοδόξων αἱρέσεων, ὁ τῶν ἀγαθῶν χορηγὸς ἐν ἀνοίξει τοῦ στόματος ἡμῖν ἐχορήγησε Χριστὸς ὁ Θεός· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶν νας. Αμήν. ΛΕΟΝΤΙΟΥ ΜΟΝΑΧΟΥ ΛΟΓΟΙ Γ' ΚΑΤΑ ΝΕΣΤΟΡΙΑΝΩΝ ΚΑΙ ΕΥΤΥΧΙΑΝΙΣΤΩΝ. Χ, ΠΡΟΘΕΩΡΙΑ. Ανδρες μὲν θεοφιλείς, καὶ τῶν θείων δογμάτων ἐπιθυμητικῶς ἔχοντες, τὰς εἰς τὸ κοινὸν διαλέξεις, ἃς συχνῶς πεποιήμεθα ἀποδεξάμενοι, προϋτρεψαν ἡμᾶς ἐγγράφως τῶν πολλάκις εἰρημένων ἐπαπορήσ στων καὶ λύσεων ὑποτυπώσεις τινὰς σφίσιν αὐτοῖς παραδοῦναι· ὥς που τις ἔφη, λήθης φάρμακον, καὶ μνήμης εμπόρευμα, χρόνου τε ᾧ τὰ πάντα καλύπτεται, ψυχαγωγίαν αὐτοῖς εἰσφέρειν δυνησομένας. Ἡμεῖς δὲ πολλάκις ενοχληθέντες ἀναβαλλόμεθα, καὶ δι' ἕτερα μὲν πλεῖστα, διὰ δύο δὲ μάλιστα, δι' ἂν μὲν τὸ μὴ ἱκανῶς ἔχειν πρὸς συγγραφικὴν ἕξιν, ὅτι μηδὲ τῆς ἔξω παιδείας μετεσχήκαμεν, καὶ τὴν πνευ ματικὴν δὲ διδασκαλίαν, ἣν ἡ θεία χάρις ἐπιχορηγεί τοῖς καθαροῖς τὴν καρδίαν, οὔπω κεκτήμεθα· οὐ γὰρ ἐπαισχύνομαι μικρόν τι ἐμαυτοῦ συνιες, τῶν νυνὶ
col. 1269–1270page 2 of 66
PG 86:1269σοφῶν πάντη ἑαυτοὺς παλαιοὺς τῶν ἁγίων Πατέρων πόνους ἀγνωμοσύνη, πολὺν ἔκνον ἐνεποίει τῇ δια νοίᾳ μου πρὸς τὸ πειθαρχῆσαι τῷ ἐπιτάγματι τῆς ἀγάπης. Οὓς γὰρ μὴ πέπεικεν τὰ μετὰ τοσαύτης χάριτος καὶ σοφίας Θεοῦ, ἔτι δὲ καὶ τῆς κατὰ τὴν ἔξω φιλοσοφίαν ἀκρότητος, καὶ τῆς ἄλλης παιδείας ἐκτεθέντα συντάγματα, πώς ἂν ὁ βραχὺς οὗτος, καὶ ἀπὸ μικρᾶς προφερόμενος διανοίας καὶ γλώττης πείσειεν λόγος; κατὰ τὸ αὐτοῖς δοκοῦν, μετ᾿ εὐπρεπῶν τῶν ὀνομάτων Ομως (οὐ γὰρ τοῖς κεκρατημένοις ἐγχειρεῖν, τῆς δὲ τῶν ὑγιαινόντων ἀσφαλείας ποιήσασθαι πρόνοιαν ἐπιτετάχασι) πειθαρχεῖν δὲ φιλίῳ προστάγματι, νῦν εἰ καὶ μὴ πρότερον ἔγνωμεν. Καὶ τρεῖς τοὺς πάντας λόγους συνετάξαμεν· ὧν ὁ μὲν πρῶτος, τῆς ἀντιθέτου καὶ ψευδωνύμου γνώσεως Νεστορίου τε καὶ Εὐτυ- " χοῦς ἐν ταὐτῷ τὰς ἀνθυποφορὰς καὶ τὰς ὑπαπαντή σεις κεφαλαιωδῶς περιέχει, σχεδόν τι ἐν ὀλίγοις τὰς πάσας αὐτῶν περικλείων ἐπαπορήσεις· ἐπὶ κεφα λαίων δὲ τὸν αὐτὸν πεποιήμεθα λόγον, ἑκάστου δη λαδή κεφαλαίου, τὰ ὑπ' αὐτὸ ἀναφέρεσθαι δυνάμενα περιέχοντος. Η δὲ ἐπιγραφὴ πρὸς τὸν ὑποκείμενον σκοπὸν καιρίως τέθειται, τῆς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ καὶ ἀνθρωπότητα ἐναντίας δοκήσεως Νεστορίου τε καὶ Εὐτυχοῦς, ἔλεγχος καὶ ἀνατροπή· ἐπειδὴ ὁ μὲν τὴν θεότητα δοκήσει, ὁ δὲ τὴν ἀνθρωπότητα, δογματίζουσιν. Ὁ δὲ δεύτερος πρὸς τοὺς ἐκ τῶν ἡμετέρων προσ θεμένους τῇ κατεφθαρμένῃ ἐννοίᾳ τῶν ᾿Αφθαρτοδο κητῶν ἀποτείνεται· τούτους γὰρ καὶ μάλιστα δικαίως ἄν τις ἐλέγξειεν, διαφορὰν ἐπισταμένους καὶ ἰδιό. τητας καὶ ἐνεργείας τοῦ ἑνὸς καὶ μόνου Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοὺς γὰρ πρὸς τὰς φύσεις ἀντιστατοῦντας, καὶ τὸ διάφορον αὐτῶν ἀρνουμένους μετὰ τὴν ἕνωσιν, ἰδιότητάς τε καὶ ἐνεργείας τὰς ἐν αὐταῖς ἀθέσμως συγχέοντας, οὐ μᾶλλον γελῶμεν τῆς ἀπαιδευσίας, ἢ οικτείρομεν τῆς ἀσεβείας, περὶ τοῦ τρόπου διαποροῦντας τῶν μηδὲ ὁμολογουμένων αὐτοῖς, μηδὲ κατ' αὐτοῖς ὑπο κειμένων φύσεων. Υποθέσθαι γὰρ ἔδει πρῶτον αὐτ τοῖς τὴν φύσιν τῆς θεότητος τοῦ Χριστοῦ, καὶ τὴν φύσιν τῆς κατ' αὐτὸν ἀνθρωπότητος εἶναί τε καὶ φυλάττεσθαι μετὰ τὴν ἕνωσιν, καὶ οὕτως περὶ τῆς προσάλληλα τούτων σχέσεως, καὶ τοῦ τρόπου τῆς υπάρξεως πολυπραγμονεῖν· διαλογικῷ δὲ χαρακτήρι διεσχημάτισται οὗτος ὁ λόγος, οὐδὲν, ὡς οἶμαι, τῶν λυσιτελούντων τε καὶ ὁρώντων εἰς τὴν τοῦ προκειμένου ζήτησιν καταλιπών. Ὡς ἂν δὲ μὴ συγχεθείη τὰ πρόσωπα, τὸ μὲν τοῦ διαποροῦντος πρόσωπον ἀστερίσκῳ, τὸ δὲ τοῦ τὰς λύσεις ἐπάγοντος τῷ σταυροειδεῖ κατεσημηνάμεθα τύπῳ. Καὶ τοῦτο δὲ οὐκ ὀλόγως πεπράχαμεν, ἀλλ' ἀστέρι μὲν τὴν ἀμυδράν καὶ ἀτράνωτον ἐκείνου γνῶσιν ὑπηνιξάμεθα· τὸν δὲ τῆς ἀληθείας ὑπασπιστὴν, τῷ τροπαίῳ τοῦ σταυροῦ καθωπλίσαμεν. Ἐπιγέγραπται οὖν καὶ οὗτος ὁ λόγος, Πρὸς τοὺς ἐξ ἡμῶν προσθεμένους τῇ κατεφθαρμένη γνώμη τῶν ᾿Αφθαρτοδοκητῶν διάλογος. 'Αφθαρτοδοχῆται.
col. 1271–1272page 3 of 66
PG 86:1271Ὁ δὲ τρίτος καὶ τελευταῖος τὴν ἀνατροπὴν ἔχει κατὰ τῶν ὑποκρινομένων τὴν μεγάλην καὶ οἶκοι με νικὴν σύνοδον τὴν ἐν Χαλκηδόνι, καὶ τὰ Νεστορίου πρεσβευόντων. Οὗτοι γάρ, ὥσπερ ἀμέλει καὶ οἱ λοι ποὶ τῶν αἱρέσεων μύσται, τάς τε θείας Γραφάς, και τὰς προηγησαμένας ἁγίας συνόδους προσίεσθαι δο κοῦσιν· οὐ φρονοῦντες μὲν κατ᾿ αὐτὰς, προκάλυμμα δὲ τῆς αὐτῶν ἀσεβείας ταύτας ποιούμενοι, πρὸς ἐξε απάτην τῶν ἁπλουστέρων· οἷον Απολινάριος μὲν καὶ Μακεδόνιος, τὴν ἐν Νικαία· Νεστόριος δὲ πρὸς ταύ τῇ, καὶ τὴν ἐν Κωνσταντινουπόλει· Εὐτυχῆς δὲ πρὸς ταῖς ἄλλαις, καὶ τὴν ἐν Ἐφέσῳ. Οὕτω δὲ καὶ οὗτοι τὴν ἐν Χαλκηδόνι ἁγίαν ὑποκρίνονται σύνοδον, ἅμα μὲν τὴν ἑαυτῶν ἀσέβειαν συγκαλύπτοντες τῇ ἀξιο πιστίᾳ τῶν προσώπων, ἅμα δὲ σφίσιν αὐτοῖς προοδοποιοῦντες τὴν κατὰ τῆς ἀληθείας ἐγχείρησιν. ἂν τὴν πανουργίαν, μετὰ τῆς συμπεπλεγμένης ἀσεβείας, ἀνακαλύψαι βουλόμενοι, ἐπὶ τους πρώτους αὐτῶν τῆς ἀσεβείας Πατέρας τὸν ἔλεγχον μετηγάγομεν, τὰς ἀρχὰς αὐτῶν καὶ τὰς πη γὰς τῆς ἀθεότητος εἰς τὸ ἐμφανὲς ἄγοντες· οὕτω το καθάπαξ αὐτὰς ἀποφράττειν, καὶ τῆς ἀθέου φοράς ανακόπτειν σπουδάζοντες, τῷ ἁπλῷ ἐλέγχῳ τῆς ἀλη θείας. Ταύτῃ γὰρ καὶ τὸ λοιπὸν ῥεῦμα τῆς ἀσεβείας ἀφανισθήσεται, ἐπειδὴ συνδιαφθείρεσθαι πέφυκε ταῖς ἀρχαῖς τῶν κακῶν, καὶ τὰ ἐκ τούτων ἀποτελέσματα. Τὸν δὲ λόγον τὸν ἐπὶ τῶν ἐλέγχων εἰς κεφάλαια και ταδιείλαμεν, ἀριθμὸν αὐτοῖς ἐπὶ τοῦ μετώπου παρα γράψαντες, διὰ τὸ εὐμνημόνευτον· ἐπιγέγραπται δὲ ὁ λόγος οὕτως, Τῆς ἀποῤῥήτου καὶ ἀρχοειδεστέ ρας τῶν Νεστοριανῶν ἀσεβείας, καὶ τῶν ταύτης Πατέρων, φώρα καὶ θρίαμβος. Παρακαλοῦμεν δὲ τοὺς ἐντευξομένους τῷδε τῷ μετρίῳ συντάγματι συγγνώμην ἡμῖν νέμειν, ἐν οἷς τε μὴ καιρίως τοὺς ἐναντίους βεβλήκαμεν, καὶ εἴ τι τοῦ δέοντος ἀσθενέστερον προηγωνισμένοι τῆς ἀλη θείας φανείημεν. Τῆς μὲν γὰρ ἀξίας τῶν πραγμάτ των, ὁμοίως πάντες ἀπολειπόμεθα· τῷ δὲ ζήλῳ τῆς εὐσεβείας, ἄλλος ἄλλου διενηνόναμεν. Κατὰ δὲ τὴν οἰκείαν προπαρασκευὴν ἕκαστος δηλονότι καὶ τὸ μέτρον ἕξει τῆς χάριτος. Καὶ τοῦτο δὲ ἐν ἀγάπῃ προτρέπομεν τὸν ἐντευξόμενον, ἵν' εἴ τι μὴ σαφῶς αὐτῷ τῶν παρ' ἡμῶν εἰρῆσθαι δόξειεν, ἢ διὰ τὴν τοῦ θεωρήματος βαθύτητα, ἢ διὰ τὴν ἐνίων λέξεων παρα ηλλαγμένην σημασίαν τε καὶ ἰδιότητα, τούτῳ μὴ κατὰ τὴν πρώτην έντευξιν κακίζειν. Ἐπιστήσας γὰρ δὲς ἢ καὶ πολλάκις τοῖς εἰρημένοις τὸν νοῦν, τρα νουμένην αὐτῷ εὐρήσει τῶν λεγομένων τὴν διάνοιαν. Αὐτοτελὴς δὲ μισθὸς τοῦ κατὰ τὴν ζήτησιν πόνου, τῆς ἀληθείας ἡ εὕρεσις. Χρήσεις γε μὴν τῶν συν ταγμάτων ἑκάστῳ τοῖς παρ' ἡμῶν ἐκτεθειμένοις συνηγορούσας ὑποτετάχαμεν, τὴν ἀλήθειαν τῶν εἰ ρημένων καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας πιο στούμενοι.
col. 1273–1274page 4 of 66
PG 86:1273ΛΟΓΟΣ Α'. ΤΗΣ ΚΑΤΑ ΤΗΝ ΘΕΟΤΗΤΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΑΝΘΡΩΠΟΤΗΤΑ ΕΝΑΝΤΙΑΣ ΔΟΚΗΣΕΩΣ ΝΕΣΤΟΡΙΟΥ ΚΑΙ ΕΥΤΥΧΟΥΣ, ΕΛΕΓΧΟΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ Τὸν περὶ ὑποστάσεως καὶ οὐσίας λόγον, ήγουν προσώπου καὶ φύσεως (οὐ (α) ταὐτὸν γὰρ ἄμφω), καὶ περὶ ταὐτὸν ἑκάτερα συγκεχυμένον καὶ ἀτράνωτον παρὰ τοῖς νῦν ὄντα σοφοῖς, τρανῶσαί τε καὶ διασαφῆσαι προθέμην, ἄλλα τέ τινα κεφάλαια τῆς ἀκολουθίας ἐχόμενα της πρώτης ζητήσεως ἐπιλύσασθαι, Θεοῦ συνεφαπτομένου ἡμῖν, καὶ τὸ ἀσθενές τῶν λογισμῶν ὑπερείδοντος διὰ τῶν ὑμετέρων εὐχῶν, αἷς καὶ θαῤῥῶν, εἰς τὴν τοῦδε τοῦ λόγου καθῆκα ἐμαυτὸν ἐξέτασιν. Οὐκ ἀγνοοῦμεν δὲ ὡς οἱ νῦν ἡμῖν ἐπαναστάντες, καὶ μίαν ἔχοντες τὴν πρός τε τὸ καλὸν καὶ τοὺς θεηγόρους ἄνδρας ἐναντίωσιν, ὥσπερ ἐκείνους, οὕτω δὴ καὶ ἡμᾶς τοὺς τὴν μάθησιν αὐτῶν ἐζηλωκότας καὶ προϊσχομένους διαπτύουσι, καὶ τιμῶντες ἡμᾶς ταύτῃ λελήθασι τῇ κοινωνίᾳ τῆς ἀτιμίας. Οἱ γὰρ αὐτοὶ τά τε θεῖα παίζουσι, καὶ τοὺς θεολόγους ὑβρίζουσι· καὶ τί μέγα, εἰ καὶ ἡμᾶς τοὺς μηδὲν ὄντας ἐξουθενοῦσιν; ὧν τοῦτο μόνον ἄξιόν ἐστι θαυμάζειν, ὅτι πάσης μὲν ἀρετῆς τῆς ἐν ἔργοις σπουδαίως ἀμελοῦσιν, κελεύουσι δὲ σφᾶς αὐτοὺς εἶναι σοφούς· καὶ εἰσὶν οἷον ἐξ ἐπιτάγματος συνετοί, καὶ τὸ θέλειν αὐτοὺς μόνον εὐπαιδεύτους ἀπέφηνεν, ὡς Ακροφιλοσόφους αὐτούς τις τῶν ἀστε:οτέρων χαριέντως ὠνόμακεν. Αλλ' οὐ χρὴ διὰ τὴν ἐκείνων μοχθηράν προαίρεσιν, ἡμᾶς γέ τι καθυφεῖναι ἢ τῆς παρρησίας ἢ τῶν ἀγώνων· τοὐναντίον μὲν οὖν, τοῖς τῶν μακαρίων ἀνδρῶν ἀθλήμασι πρὸς ἀνδρείαν ὡς τὰ μάλιστα παραθήγεσθαι, καὶ ταὐτὸν πάσχειν τῷ θερμοτάτῳ σιδήρῳ· ἐκεῖνός τε γὰρ στο μοῦται τῷ ψυχρῷ προσομιλήσας ὕδατι. Καὶ ἡμεῖς τοῖς τούτων, ἀγῶσι πρὸς τοὺς ἄθλους φωννύμεθα. Εἶεν δὲ οὖν τῷ τομωτάτῳ λόγῳ, ὥσπερ μαχαίρᾳ διστόμῳ, τὴν ἐφ' ἑκάτερα αὐτῶν κατὰ τῆς ἀληθείας ἔνστασιν τε καὶ ἀντιπαράταξιν διατεμόντες, ἀνατρέψωμεν τῆς ὑπο θέσεως ἐντεῦθεν ἀρχόμενοι. Οἱ τῆς Νεστορίου ἀνθρωπολατρείας, καὶ οἱ τῆς Ευτυχούς φαντασίας, μᾶλλον δὲ οἱ τῆς ἑκατέρας φαντασίας μαθηταί, καλῶς γὰρ αὐτοὺς εὐλαβὴς καὶ ἀκροφιλοσόφους, (α) Οἷον ἐξ ἐπιτάγματος συνετοί. Σ προφιλοσό τους. ο.
col. 1275–1276page 5 of 66
Liber primus
PG 86:1275ἐναντιοδοκήτας, θεῖος ἀνὴρ οὕτω κέκληκεν Εναντιοδοκήτας έκα τέρους καλέσας· οἱ μὲν γὰρ τὴν θεότητα, οἱ δὲ τὴν ἀνθρωπότητα δοκήσει λέγουσιν εἶναι ἐν τῷ Σωτῆρι, πλὴν ὅσον ἑκάτερος, ὁ μὲν τὴν εὐδοκίαν καὶ τὴν ἀξίαν, ἀντὶ τῆς κατὰ τὴν θεότητα φαντασίας· ὁ δὲ τὴν ἄῤῥητον σάρκα, ἀντὶ τῆς φύσει καὶ ἡμετέρας προσίσχονται, εὐπρεπέσιν ὀνόμασι καὶ εὐφήμες βήμασιν, ὥσπερ χρώμασιν ἐπιπλάστοις, τὸ τῆς έναντίας μὲν; ἴσης δὲ ἀσεβείας δυσειδὲς ἀποσεμνύνειν ἐπιχειροῦντες. Ὡσανεὶ τούτου ἐσπουδασμένου ἡμῖν κάλλος ἀσκεῖν ὀνομάτων, ἀλλ᾽ οὐ τὸ τῆς ἀλη θείας χρυσοῦν ὄντως πρόσωπον ἐποπτεύειν, ἷς οὐδὲν ἐρασμιώτερον, κἂν τὸ τῆς λέξεως εὐπρεπὲς καὶ φαιδρὸν μὴ προσῇ. Μηδὲ γὰρ κομμωτικῶν αὐτὴν προσδεῖσθαι καλλωπισμάτων, φυσικῷ κάλλει λελαμπρυσμένην, καὶ μηδὲν δεομένην τῆς ἐκ τῶν ῥημάτ των ὥσπερ προστριμμάτων ἀπατηλῆς ἐπιμορφώσεως. Οὗτοι δὴ οὖν ἑαυτοῖς τε καὶ τῇ ἀληθείᾳ ἀπομαχόμενοι, διὰ τῶν ἐναντίων τὸν κατ' αὐτῆς εμερίσαντο πόλεμον, ταῖς αὐταῖς προτάσσειν ἑκάτερος αὐτῶν πρὸς τὸν ἴδιον ἀποχρώμενοι σκοπόν· ὥστε τὴν διὰ τῶν ἐναντίων συμφωνίαν, ἑνὶ τῷ τῆς ἀληθείας ἐλέγχω πρὸς τῶν γνωρίμων αὐτῆς ἀνατρέπεσθαι, καὶ για νεσθαι περιουσίαν νίκης, τῆς πονηρίας τὴν συμφωνίαν. Οἷς γὰρ ἂν θάτερον τῶν κατὰ τὴν ἀσέβειαν συμπεπλεγμένων ἀνατρέψαιμεν, τούτοις συνανατέ τραπται καὶ ὁ ἕτερος. η περὶ τοῦ ἀββᾶ Νόννου φησί. Ἱστέον γὰρ, ὡς ταὐτὸν πέπονθε περὶ τὴν οἰκονομίαν Εὐτυχῆς πρὸς Νεστόριον, ὅ περὶ τὴν θεολογίαν Σαβέλλιος πρὸς τὸν "Αρειον· ἐκεῖνοί τε γὰρ διὰ τῶν ἐναντίων, εἰς τὸ ἴσον κακὸν ἐμπεπτώκασιν· ὁ μὲν διὰ τὴν οὐσίαν εἰς μίαν ὑπόστασιν συγχέων τὰς ὑποστάσεις, ὁ δὲ διὰ τὰς ὑποστάσεις συνδιαιρών ταύ ταις καὶ τὴν οὐσίαν. Καὶ οὗτοι δὲ τὸ ἀνάπαλιν, ὁ μὲν τέμνει τὰς φύσεις εἰς ὑποστάσεις, ὁ δὲ φύρει τὰς φύσεις εἰς φύσιν. Καὶ μὲν ποιεῖ τὴν ὑπόστασιν ὑποστάσεις, ὁ δὲ τὰς φύσεις εἰς φύσιν ἀναχέει. Οις γὰρ προβλήμασι διαιρουμένην ὑπὸ τῶν προτέρων ἔστιν ἰδεῖν τὴν Τριάδα, τούτοις συγχεομένην ὑπὸ τῶν ὑστέρων εὑρίσκομεν τὴν οἰκονομίαν· οἷς δὲ διαιροῦσι τὴν οἰκονομίαν οἱ νῦν, τούτοις ἐκεῖνοι συγχέουσι τὴν θεότητα. Φέρε δή οὖν τὰς προτάσεις αὐτῶν τὰς σοφιστικὰς εἰς μέσον τῷ λόγῳ παραγάγωμεν, καὶ ὥσπερ ἐν δικαστηρίῳ, χώραν αὐτοῖ; τῶν καθ᾿ ἡμῶν ἐγκλημάτων ἐνδόντες, οὕτω διαλύσαι τὰς ματαίας αὐτῶν κατὰ τῆς ἀληθείας ἐπινοίας πειρασόμεθα. Φασί γάρ· Ε! δύο φύσεις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ φατε, οὐκ ἔστι δὲ φύσις ἀνυπόστατος, δύο ἄρα ἂν εἶεν καὶ αἱ ὑποστάσεις· εἷς δέ ἐστιν ἀμφοτέροις, ὡς ἔφην, ἀγών, κἂν ὁ σκοπός ᾗ διάφορος. Οἱ μὲν γὰρ ἵνα ταῖς φύσεσι συνεισαγάγωσι τὰς ὑποστάσεις, οἱ δὲ ἵνα διὰ τῶν ὑποστάσεων καὶ τὰς φύσεις ἀνέλωσι, τῷ αὐτῷ κέχρηνται προβλήματι. Αλλ' ἀκουέτωσαν καὶ πρὸς ἡμῶν οἱ τῆς Εὐτυχοῦς μοίρας· ὁ μὲν γὰρ τις κοινὸς ἡμῖν πρὸς ἑκατέρους, ὁ δὲ ἴδιός ἐστι πρὸς
col. 1277–1278page 6 of 66
PG 86:1277τούτους ἀγών. Τί δὲ ὑμεῖς φατε; Μίαν ἁπλῶς λέγετε φύσιν; Οὔ, φασὶν, ἀλλὰ μίαν σεσαρκωμένην. Οὐδὲν δὲ κωλύει καὶ χαριέστερον ὑμῖν συμπλακήναι, τὴν μὲν δὴ μίαν ἦν φατε τοῦ Λόγου φύσιν λαβόντες ἔχομεν παρ' ὑμῶν. Περὶ δὲ τῆς ἑτέρας ἔστω ἡ δια μάχη· ἣν φύσιν μὲν ἑτέραν παρὰ τὴν τοῦ Λόγου φαμὲν ἡμεῖς, σὰρξ δὲ πρὸς ὑμῶν καλεῖσθαι φιλεῖ. Τί φατε περὶ τῆς σαρκὸς ταύτης; ἔχει φύσιν, ἢ ούτ σίαν, ή μέρος γε φύσεως; τοῦ δὲ πόσου, ὑμεῖς ἂν εἴητε κύριοι, εἴτε ήμισυ, εἴτε τρίτον, εἴτε τι ἄλλο ποστημόριον καλεῖν θέλετε. Καὶ ἵνα τῷ αὐτῷ ὑμῖν χρήσωμαι σχήματι, ἔστι σὰρξ ἀνούσιος, ἢ φύσεως ἄμοιρος; Καὶ πῶς ἂν ἀποφεύξεσθε τὴν ὑμετέραν ἀπορίαν; Εἰ μὲν γὰρ ἐστι σάρξ ἀνούσιος, ἢ φύσεως ἐκτὸς, δείξατε τίς οὖσα, καὶ πῶς ἔχουσα τυγχάνει αὕτη, καὶ ἡμεῖς στέρξεμεν. Εἰ δὲ τῆς ἐσχάτης ἐστὶν ἀμαθίας, σάρκα ὑποτίθεσθαι, οὐκ οὖσαν τοῦθ᾽ ὅπερ καὶ λέγεται, ἢ οὐ λεγομένην ὅπερ ἐστὶν, πῶς ἀπο φεύξεσθε ἐν ἡμῖν αὐτοὶ προεβάλεσθε πρότασιν; Εἰ γὰρ οὐκ ἔστι σάρξ ἀνούσιος, τουτέστι φύσιν οὐκ ἔχουσα, οὐκ ἔστι δὲ φύσις ἀνυπόστατος, σὐκ ἄρα ἔσται σὰρξ ἀνυπόστατος· ὥρα δὴ οὖν ὑμᾶς ἢ τέλεον ἀποσκευάσασθαι σαρκὸς τὴν φύσιν, ἢ δύο ὑποστάσεις διδόναι τῷ Κυρίῳ, κατὰ τὴν ὑμετέραν νομοθεσία» τὴν φάσκουσαν, Οὐκ ἔστι φύσις ἀνυπόστατος. Εἰ γὰρ οὐκ ἔστι φύσις ἀνυπόστατος, φύσιν δὲ τοῦ Λόγου λέγετε, καὶ ὑπόστασιν ἄρα τῷ λόγῳ δώσετε. Καὶ ἔστι λοιπὸν περὶ τῆς σαρκὸς τὸ ζητούμενον, εἰ μὴ καὶ αὕτη τὴν φύσιν ἔχουσα τὴν ἰδίαν, ἀξιοῦται καὶ τῆς κλήσεως· καὶ ταύτης γε τυχοῦσα, ἔχοι καὶ τὴν ὑπόστασιν· ἢ μὴ ἔχουσα, τὴν ὑπόστασιν καὶ τὴν φύσιν προσαπολέσει. Οὕτω μὲν οὖν ὑμεῖς ταῖς οἰκείαις ἀπορίαις ἐνέχεσθε, καὶ οὐδὲν παρὰ τοῦτο τὸ πανούργον ὑμᾶς ἔξω τῶν εὐθυνῶν πεποίηκεν, ὧν ἡμᾶς ἐγράψασθε. Εν ἔτι τῶν ἀπόρων ἐπιλύσαντες, πολλοῦ τινος ἄξιοι φανεῖσθε· εἰ οὐκ ἔστι φύσις ἀν υπόστατος, ἐκ δύο δὲ φύσεων ὁμολογεῖτε τὸν Κύριον, ἐκ δύο ἄρα ἔσται καὶ ὑποστάσεων· καὶ τίς λοιπὸν τῇ Νεστορίου διαιρέσει ὑπεύθυνος γεγένηται, ὑμῖν παρ ραχωρούμεν σκοπεῖν. Οὕτω μὲν οὖν ὑμᾶς, καὶ διὰ τούτων ἀπεπεμψάμεθα· τοῖς δὲ ἐκ διαμέτρου ὑμῖν ἀποσφαλεῖσι τῆς ἀληθείας, οὕτω διαλεξόμεθα Οὐ ταὐτὸν, ὦ οὗτοι, ὑπόστασις καὶ ἐνυπόστατον, ὥσπερ ἕτερον οὐσία καὶ ἐνούσιον· ἡ μὲν γὰρ ὑπόστασις τὸν τινὰ δηλοῖ, τὸ δὲ ἐνυπόστατον τὴν οὐσίαν καὶ ἡ μὲν ὑπόστασις, πρόσωπον ἀφορίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασι· τὸ δὲ ἐνυπόστατον, τὸ μή εἶναι αὐτὸ συμβεβηκός δηλοῖ, ὁ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, καὶ οὐκ ἐν ἑαυτῷ θεωρεῖται. Τοιαῦται δὲ πᾶσαι αἱ ποιότητες, αἵ τε ουσιώδεις καὶ ἐπουσιώδεις καλούμεναι, ὧν οὐδετέρα ἐστὶν οὐσία, τουτέστι πρᾶγμα ὑφεστώς, ἀλλ᾿ ὃ ἀεὶ περὶ τὴν οὐσίαν θεω ρεῖται, ὡς χρῶμα ἐν σώματι, καὶ ὡς ἐπιστήμη ἐν ψυχῇ. Ο τοίνυν λέγων, Οὐκ ἔστιν φύσις ἀνυπόστατος, ἀληθὲς μὲν λέγει· οὐ μὴν ὀρθῶς συμπεραίνει, τὸ μὴ ἀνυπόστατον συνάγων εἰς τὸ ὑπόστασιν εἶναι· ὥσπερ ἂν εἴ τις μὴ εἶναι λέγοι σῶμα ἀσχημάτιστον, ἀληθὲς λέγων· ἔπειτα συνάγοι οὐκ ὀρθῶς τὸ σχῆμα σώμα ἀνούσιος,
col. 1279–1280page 7 of 66
PG 86:1279το; μὲν οὖν φύσις, τουτέστιν οὐσία, οὐκ ἂν εἴη ποτέ. Οὐ μὴν ἡ φύσις ὑπόστασις, ὅτι μηδὲ ἀντιστρέφει· ἡ μὲν γὰρ ὑπόστασις καὶ φύσις, ἡ δὲ φύσις οὐκ ἔτι καὶ ὑπόστασις· ἡ μὲν γὰρ φύσις, τὸν τοῦ εἶναι λόγον ἐπιδέχεται· ἡ δὲ ὑπόστασις, καὶ τὸν τοῦ καθ' ἑαυτὸν εἶναι· καὶ ἡ μὲν εἴδους λόγον ἐπέχει, ἡ δὲ τοῦ τινός ἐστιν δηλωτική. Καὶ ἡ μὲν καθολικοῦ πράγ ματος χαρακτῆρα δηλοῖ, ἡ δὲ τοῦ κοινοῦ τὸ ἴδιον ἀποδιαστέλλεται. Καὶ συντόμως εἰπεῖν, φύσεως μὲν μιᾶς κυρίως λέγεται τὰ ὁμοούσια, καὶ ὧν ὁ λόγος τοῦ εἶναι κοινός· ὑποστάσεως δὲ ὄρος· ἢ τὰ κατὰ τὴν φύσιν μὲν ταὐτὰ, ἀριθμῷ δὲ διαφέροντα· ἢ τὰ ἐκ διαφόρων φύσεων συνεστῶτα, τὴν δὲ τοῦ εἶναι κοινωνίαν ἅμα τε καὶ ἐν ἀλλήλοις κεκτημένα· οὕτω γέ τοι φημι κοινωνοῦντα τοῦ εἶναι, οὐχ ὡς συμπληρωτικά τῆς ἀλλήλων οὐσία;, ὅπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν οὐσιῶν καὶ τῶν οὐσιωδῶς κατ' αὐτῶν κατηγορουμένων, ποιότητες δὲ αὗται καλοῦνται, ἀλλ' ὡς τῆς θατέρου φύσεως καὶ οὐσίας, μὴ καθ' ἑαυτὴν θεωρουμένης, ἀλλὰ μετὰ τῆς συγκειμένης καὶ συμπεφυκυίας. Οπερ ἄν τις εὕροι καὶ ἐφ' ἑτέρων μὲν πραγ μάτων, οὐχ ἥκιστα δὲ ἐπὶ ψυχῆς καὶ σώματος, ὧν κοινὴ μὲν ἡ ὑπόστασις, ἰδία δὲ ἡ φύσις, καὶ ὁ λόγος διάφορος. ; εἶναι, ἀλλ' οὐκ ἐν τῷ σώματι θεωρεῖσθαι. "Ανυπόττι Τον τοῦ εἶναι λόγον. τοῦ καθ' ἑαυτὸν εἶναι. Τῷ τι ός δηλωτική. Αλλ' ὁ ἄνθρωπος, φασὶν, εἰ καὶ ἐξ ἑτεροειδῶν συνέστηκεν, ἀλλ᾽ οὖν οὐδ' ὁπότερον αὐτῶν δίχα θατέ ρου τὸ εἶναι ἔσχηκεν. Ὁ δὲ Λόγος ἔστι καὶ πρὸ τῆς ἀνθρωπότητος· καὶ ὁ μὲν ἐξ ἀτελῶν συνέστηκε μερῶν, ὁ δὲ Χριστὸς τέλεια ἔχει τὰ μέρη· καὶ ταύτῃ οὐδὲ μέρη ἂν εἰκότως καλοῖντο. Πῶς τοίνυν τὸ τοῦ ἀνθρώπου κράμα ἐπί τε τοῦ Λόγου καὶ τῆς σαρ χώσεως λαμβάνεις μηδὲν ἐοικότα; Ταῦτά τινες, οἱ τοῦ ἐναντίου λόγου καὶ τῆς διαιρέσεως συνήγοροι. Τοῖς γὰρ ἑτέροις φίλον τὸ παράδειγμα οὐκ οἰκείως λαμβανόμενον, ἀλλὰ καὶ λίαν ἀμαθῶς, καὶ τῆς πρωτ τοτύπου συγχύσεως επαξίως, ὡς ἐναργὲς ἐκείνης ἀπεικόνισμα. Ὅτι μὲν οὖν οὐχ ἡμέτερον τοῦτο εὕρη μα, ἀλλ᾽ ἄνωθεν παῖς, ᾗ φασι, παρὰ πατρὸς διεδεξάμεθα, μαρτυρεῖ τὰ τῶν Θεοσόφων συντάγματα, ἐν οἷς ἐπὶ τῆς ἑνώσεως τῷ κατὰ τὸν ἄνθρωπον ἐχρή σαν το παραδείγματι. Οὐ μὴν τὸ παράδειγμα καλῶς γε ποιοῦσιν, ἐκβιάζοντες οὕτως ἔχειν ὡς τὸ πρωτότυπον. Οὐ γὰρ ἔτι ἂν εἴη παράδειγμα, εἰ μὴ καὶ τὸ ἀπεοικὸς ἔχοι. Ἡμεῖς γὰρ τὸν ἄνθρωπον οὔτε διὰ τὸ προϋπάρχειν ἢ συνυπάρχειν, οὔτε διὰ τὸ ἀτελὲς τῶν μερῶν· συγκεχωρείσθω γὰρ τοῖς κακοσχολοις ἀτελῆ λέγειν, καίπερ οὐκ ὄντα κατὰ τὸν τοῦ εἶναι λόγον. ὡς ὕστερον δείξομεν· ἀλλὰ πρὸς δήλωσιν ειλήφαμεν ἐνυπόστατα. Τοῦ εἶναι. "Αμπ καὶ ἐν ἀλλήλαις.lr. Συμπεφυκυίας.
col. 1281–1282page 8 of 66
PG 86:1281παράδειγμα, τοῦ αὐτῇ τῇ οὐσία τὸν Λόγον ἡνῶσθα τῷ ἐξ ἡμῶν σώματι καὶ μηδ᾽ ἄν ποτε χωρὶς αὐτοῦ τεθεωρῆσθαι, εἰ καὶ σώζει καν τῇ ἑνώσει τὸ διάφορον, ὥσπερ ἀμέλει καὶ ὁ κοινὸς ἄνθρωπος. Ἐν οὐδε ποτέρῳ γὰρ συγχυθέντα φαίνεται τὰ ἰδιώματα. Ούτε γὰρ ἐξ ἀοράτου ἢ ἀθανάτου, ὁρατὴ καὶ θνητή γέ γονεν ἡ ἡμετέρα ψυχή, οὔτε μὴν ὁ Λόγος ὁρατὸς ἢ θνητὸς, καίπερ ἐν ὁρατῷ καὶ θνητῷ σώματι τῆς τε ἡμετέρας ψυχῆς καὶ τοῦ Λόγου γεγενημένων. Σώζει γὰρ ἀνελλειπῶς τῶν εἰρημένων ἑκάτερον, ὅ τε κοινές ἄνθρωπος ὁ ἐκ ψυχῆς καὶ σώματος, ὅ τε Σωτὴρ ἐκ θεότητος καὶ ἀνθρωπότητος ὑποστάς. Οἱ δὲ οὐ καθ' δ ἔοικεν, ἀλλὰ καθ᾽ ὁ ἀπέοικε λαμβάνουσι τὸ παρά δειγμα, καὶ κακοσχολοῦσι περὶ τὰς πεύσεις· ὥσπερ ἂν εἰ καὶ τὸ ἡλιακὸν ἀπαύγασμα ἡμῶν παραλαμβανόντων ἐπὶ τοῦ Λόγου καὶ τοῦ Πατρὸς, διὰ τὸ συν αφές τε καὶ συναΐδιον, ἐπηρεάζουσιν ἡμῖν ὡς τὸ ἀνυπόστατον ταύτῃ κατασκευάζουσιν. "Οτι δὲ οὐδ᾽ ὁ ἄνθρωπος ἐξ ἀτελῶν ἐστι μερῶν, κατά γε τὸν τοῦ πῶς εἶναι θατέρου λόγον, εἰ καὶ ὡς πρὸς ὅρον τοῦ ὅλου ἀνθρώπου, τὸν τοῦ ὅλου τὰ μέρη λόγον, ὡς ὅλου οὐκ ἐπιδέχεται, ὧδε ἂν μάθοις. Τι γὰρ λείποι τῇ ψυχῇ, χωριστὴν ἐχούσῃ καὶ ἰδίαν ζωήν, πρὸς τὸ εἶναι οὐσίαν ἀσώματον αὐτοκίνητον; τοῦτο γὰρ αὐτῆ; δηλοῖ καὶ τὸ ἀθάνατον καὶ τὸ ἀνώλεθρον. Τί δὲ τῷ σώματι πρὸς τὸ εἶναι σῶμα; οὗ δὴ καὶ ἀποδιδόντες τὸν ὄρον φασί, σῶμα εἶναι τὸ τριχῇ διαστατὸν, ἢ σῶμα φυσικὸν ὀργανικὸν δυνάμει ζωὴν ἔχον· ἑκάτεροι γὰρ τῶν ὅρων ἐπὶ τοῦ ἡμετέρου σώματος οἰκείως ἁρμόσουσιν· οὐκ ἀτελῆ τοίνυν ταῦτα καθ' ἑαυτὰ λαμβανόμενα, εἰ καὶ ἀτελῆ πάλιν λέγονται, ὡς πρὸς τὴν τοῦ ὅλου ἐν ᾧ τὰ μέρη ὑπόστασιν· τούτῳ γὰρ τῷ λόγῳ, οὐκ ἂν ἁμάρτοι τις, καὶ τὸ κατὰ Χριστὸν ἑρμηνεύσας μυστήριον. Ατελές γὰρ, κἂν ὡς Θεὸς γυμνός, ἢ ἄνθρωπος ψιλός λαμβάνηται· ὡς ἐντεῦθεν διττὸν εἶναι τὸν τῆς τελειότη το; ὅρον, καὶ τὸν μὲν ἁπλῶς λέγεσθαι, τὸν δὲ ἐν σχέσει θεωρεῖσθαι, κατὰ τὸν μέγαν Γρηγόριον. Τέ λειος μὲν γὰρ ἐστιν ὁ λόγος, καὶ πλήρης, καὶ παρ εκτικός τελειότητος· τελεία δὲ καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ, ὡς πρὸς τὸν ὄρον τῆς ὑπάρξεως. Ἀλλ᾿ οὐδὲ ὁ Λόγος τέλειος Χριστὸς, κἂν τέλειος εἴη Θεὸς, μὴ τῆς ἀνθρωπότητος αὐτῷ συντεταγμένης· οὔτε ἡ ψυχὴ τέλειος ἄνθρωπος, κἂν τελείαν ἔχει οὐσίαν, μὴ τοῦ σώματος αὐτῇ συνεπινοουμένου. Καὶ τοῦτο δὲ παρασημήνασθαι χρή, ὅτι τοῖς τῶν πραγμάτων ὅροις οἱ χρόνοι οὐ συμπαραλαμβάνονται, ὥσπερ οὐδὲ οἱ τύποι. Τῶν γὰρ ὧν οὐκ ἄνευ καὶ μόνον λόγον ἐπ έχουσιν. "Ετι πᾶς ὄρος τοῦ νῦν πράγματός ἐστιν
col. 1283–1284page 9 of 66
PG 86:1283γ᾽ ἂν οὐδὲν τῶν ἐν γενέσει δέξαιτ' ἂν ὄρος τοῦ εἶναι ὅπερ ἐστὶν, ἐπεὶ μηδὲ μένει· ἀλλὰ μεταβάλλει πάντα εἰς πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ· ἀλλὰ καὶ αἱ λο γικαὶ πᾶται οὐσίαι, τὸ μᾶλλον καὶ ἧττον κατ᾿ ἀρετ τὴν ἐπιδεχόμεναι, καὶ τὸ νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως ἔχειν, ἐν κινήσει θεωροῦνται· τὸ γὰρ ἐπὶ τῶν αὐτῶν ἵστασθαι, οὐ τῆς κτιστῆς φύσεως ἴδιον εἴπερ ἐπὶ Θεοῦ καὶ μόνου τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, κυριολεκτείται. ὄρος, οὐ τοῦ ὕστερον ἐξ αὐτοῦ ἀποβησομένου. Η οὕτω ᾿Αλλ' ή ψυχή, φασὶν οἱ τῆς διαιρέσεως πρόμαχοι, περιγέγραπται ἐν τῷ σώματι, καὶ πάθη δέχεται, καὶ ἀλγηδόνας ὑπομένει· καὶ εἰ οὕτως ἥνωται ὁ Λόγος, ώρα σοι καὶ αὐτὸν τοῖς ἴσοις ὑποβάλλειν, καὶ ποιεῖν αὐτὸν παθητὸν καὶ περιγραπτόν. Τί δέ; οὐχὶ μᾶλλον ὑμεῖς ταῦτα κατασκευάζετε; εἴποιμ' ἂν, ἅπερ ἡμῖν ἐγκαλεῖτε. Δεδοίκατε γὰρ αὐτὸν σαρκί συνάπτειν καὶ ὅλῳ ἀνθρώπῳ, ὡς ἐξ ἀνάγκης περιο γραφησόμενον καὶ πεισόμενον. Εἰ μὲν οὖν φύσει παθητὸς ὁ Λόγος, ἢ τὴν ἐν τόπῳ δέχεται περιγραφὴν, ἔσται ταῦτα ἐν αὐτῷ δι' αὐτὸν, ἀλλ' οὐ διὰ τὴν πρὸς τὸ περιγραπτὸν καὶ παθητὸν σῶμα ἔνωσιν καὶ ἔσται οὕτως παθητός περιγραπτός, κἂν μὴ πέτ πονθε μηδὲ περιγέγραπται· εἰ δὲ φύσει άτρεπτός ἐστι καὶ ἀπερίγραπτος καὶ ἀπαθὴς, κἂν ἐν σώματο γένηται, σώζοι ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ ἀτρε ψίας λόγον. Καὶ γὰρ οὐδὲ κόσμον κτίζων, καὶ εἰς τόδε τὸ σχῆμα ἄγων αὐτὸν οὐκ ὄντα πρότερον, ἐπ τοῦ ὑπερκοσμίου, εἰς τὸ περικόσμιον τοῦτο ἡ ἐγκός σμιον ἐκπεπτωκώς φαίνεται, ἢ ἐκ τοῦ οἰκείου ἀπεριγράφου εἰς τὸ περιγεγράφθαι ὑπ' αὐτοῦ ἐληλυθώς οὐ τοίνυν οὔτε πρότερον ἡνίκα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα παρήγαγεν, οὔτε ὕστερον ὅτε τὸν μέγαν ἐν μικρῷ κόσμον τὸν ἄνθρωπον ἑαυτῷ περιο έπηξεν περιεγράφη. Καὶ τί θαῦμα; ὅπου γε καὶ ἡ τοῦ ἀνθρώπου ψυχή, οὐχ ἁπλῶς διὰ τὸ ἐν σώματι αὐτὴν εἶναι πάσχει ταῦτα, ἀλλὰ διὰ τὸ πεφυκέναι πάσχειν καὶ χωρὶς σώματος· ἡ οὕτω γε καὶ ἐμαθή σεται, καὶ τὰ ἑξῆς πάθοι ἂν, ὅσα τοῦ σώματος. ᾿Αλλὰ ταῦτα μὲν οὐ πέπονθεν, ἐπειδὴ οὐσιωδῶς αὐτὰ ἔχε ἐκ Θεοῦ λαβοῦσα. Πάσχει δὲ παθητικὰς δυνάμεις ἔχουσα, αἷς καὶ συναπέρχεται ἐκδημοῦσα τοῦ σώμα τος· καὶ δηλοῦσιν αἱ ἐν ᾅδου ψυχαί, καὶ τὰ τούτων δεσμά, δι' ὰ καὶ ἡ ἐκεῖσε γέγονε τοῦ Χριστοῦ παρουσία κηρύξαντος, κατὰ τὸν Πέτρον, ἐν φυλακῇ πνεύ μασιν ἄφεσιν· πρὸς δὲ καὶ οἱ ἀκάθαρτοι δαίμονες κολαζόμενοι τε καὶ κολασθησόμενοι, καίπερ σωμάτ των ἀνθρωπίνων ἀπηλλαγμένοι. ᾿Αλλὰ πάσχει μὲν ἁπλῶς ἡ ψυχὴ, παθητικὰς πρὸς τὸ αὐτῇ συμφέρον συναρμοσθείσας δυνάμεις λο βοῦσα· πάσχει δὲ καὶ σωματικὰ πάθη, παρὰ τὴν τοῦ Οὐσιωδῶς,
col. 1285–1286page 10 of 66
PG 86:1285σώματος κρᾶσιν ᾧ συνδέδεται, καὶ τῶν τόπων οἷς 3, ενδιαιτῷτο τὴν ἰδιότητα· πάσχειν γὰρ ἁπλῶς πεφυκυία, καὶ τοῦ τοιοῦδε πάθους ἐστὶ δεκτική. Καὶ περιγέγραπται μὲν τῷ λόγῳ τῆς ὑπάρξεως. Περι γράφεσθαι δὲ λέγεται δευτέρως, τὴν ἐν περιγραπτῷ σώματι ἔχουσα διαγωγήν. Πάσχει δ᾽ ἂν καὶ κατά Θεὸν τὰ θεῖα, ἥκιστα μὲν διὰ τὸ σῶμα. Πῶς γάρ; ὅ γε καὶ ἀντιτείνει πολλάκις· ἀλλὰ δι' αὐτὴν καὶ τὴν αὐτῆς φύσιν, τοῦ μὲν ἐπιθυμητικοῦ ἐρωτικῶς πρὸς τὸν Θεὸν ἀνατεταμένου· τοῦ δὲ θυμοειδοῦς ἀῤῥενωπῶς τετονωμένου, καὶ ἀκλινῶς τῷ ἐπιθυμητικῷ συντεταμένου· τοῦ δὲ λογιστικοῦ τὰς ἀΰλους ἐμφάσει; ἀσκίως δεχομένου, καὶ ἐνοειδῶς ἐλλαμπο μένου. Καὶ καλῶς εἴρηταί τιν τῶν πρὸ ἡμῶν ἀνδρὶ Θεοσόφῳ (ε)· Εἷς πίθος ἀγαθὸς καὶ αἰώνιος ὁ τῆς ἀληθοῦς γνώσεως ἐφιέμενος. Ταύτας γὰρ καὶ ῥυπῶσα τὰς δυνάμεις, ἐν κακίᾳ καὶ ἐν ἀγνωσίᾳ γίνε ται, καὶ οὐκ ἐκ τοῦ σώματος τὰς κακίας ἔχει, καν τινες αὐτῶν διὰ τοῦ σώματος ἐκτελοῦνται· ὧν οὐδὲν ὁ τοῦ Θεοῦ Λόγος δέξαιτ᾽ ἄν ποτε, ἄτρεπτος ὢν τῇ φύσει καὶ ἀναλλοίωτος. Οὐ μὲν διὰ τὸ ἀπαθὲς τῆς φύσεως, ἀνθρώπου φύσει συνάπτεσθαι οὐσιωδῶς παραιτήσεται· ἵνα μὴ μέλλοι πάθος ἀληθὲς εἶναι ἡ παραίτησις, καὶ τῷ δεδοικέναι ἐν ἐκείνοις γενέ σθαι, ἐν οἷς αἱ τῶν σπουδαίων ψυχαί αὐτὸν ἔχουσαι βοηθὸν καὶ συλλήπτορα, οὐδὲν ἐκ τοῦ σώματος εἰλή φασι βλάδος, ἀλλὰ καὶ μᾶλλον Θεῷ πεπλουτήκασι, τῷ σώματι συνεργῷ πρὸς ἀρετὴν οὐκ ἀντιπάλῳ χρη σάμεναι. Ε! τελεία, φασὶν, ἡ τοῦ Λόγου ὑπόστασις, τελεία δὲ καὶ ἡ τοῦ ἀνθρώπου ἐν ἀνέλαβεν, ἄτρεπτο; δὲ καὶ ὁ Λόγος μεμένηκεν, ἀναλλοιώτως δὲ καὶ ἡ σὰρξ διασέσωσται, πῶς οὐ δύο λέγειν ὑποστάσεις εὐσεβές, μηδ' όποτέρας συγκεχυμένης;» Ἐοίκασι δέ μοι κακουργότατα ή αμαθέστατα προσφέρειν τὰς πεύσεις. Καὶ γὰρ ὡς ἂν εἰ μὴ προδιαστειλαμένων ἡμῶν τὰ περὶ τοῦ τελείου, πῶς ἂν λέγοιτο καὶ ὅ τι διττῶς προσέτι δὲ καὶ περὶ τοῦ κυρίως σημαινομένου τῆς ὑποστάσεως, μεταβαίνουσιν ἀπὸ τῆς τοῦ Λόγου φύσεως, τῆς καὶ τὸ κοινὸν σημαινούσης τῆς φύσεως, μετὰ τοῦ ἰδίου τῆς ὑποστάσεως· Λόγου γὰρ ἔφαμεν φύσιν, οὐχ ἁπλῶς φύσιν, ἐπὶ τὸ ἴδιον αὐτοῦ σημαι. νόμενον τῆς ὑποστάσεως. Καί φασι τελείαν εἶναι τοῦ Λόγου τὴν ὑπόστασιν, οὕτω καλοῦντες τὴν τοῦ Κυρίου αυτοτελή φύσιν, τὴν οὐκ ἄλλην οὖσαν παρά τὴν τοῦ Πατρός· τῷ χαρακτηριστικῷ δὲ τῆς ἰδιότητος τῆς κατὰ τὴν γέννησιν μόνον διαφέρουσαν, τὸ ἰδίωμα κατηγοροῦντες ἀντὶ τοῦ ἐν ᾧ τὸ ἰδίωμα· καὶ τὴν σχέσιν τὴν πρὸς ἄλληλα, ἀντὶ τῶν ἐν οἷς αὐτὴ κατηγορείται. Τῶν γὰρ ὀνομάτων, τὰ μὲν τῆς φύ σεως τῶν ὑποκειμένων ἐστὶ δηλωτικά, τὰ δὲ τῆς σχέσεως τῶν πραγμάτων ἔστι γνωριστικά. Τῶν δὲ Στεροειδῶν πρὸς τὰ ὁμοειδῆ ἐπαλλάττουσαν ἔστιν Περὶ Εὐαγρίου. Διὰ τὴν κρᾶσιν του σώματος, Τικ. Υπάρξεως λόγῳ. αὐτοτελή, Αθλους εμφάσεις τὰς θεωρίας τῶν ἀοράτων, ἤτοι τῶν μὴ βλεπομένων,
col. 1287–1288page 11 of 66
PG 86:1287εὑρεῖν τὴν κοινωνίαν τῶν σχέσεων· οἷς γὰρ ἂν κοι νωνοῦσι τοῖς ἑτεροειδέσι τὰ ὁμοειδή, τούτοις διαι η ἀλληλοῦχος, ροῦνται πρὸς ἑαυτά· καὶ οἷς διαιρούνται πρὸς τὰ ἑτεροειδῆ, τούτοις συνάπτεται πρὸς ἑαυτά. Τῷ μὲν γὰρ ἀριθμῷ πρὸς ἑαυτὰ διακρινόμενα, τῷ δὲ δρῳ πρὸς ἑαυτὰ συναπτόμενα, τῶν ἑτεροειδῶν διακές κριται. Δύο οὖν σχέσεων κατὰ τὸν αὐτὸν Λόγον θεωρουμέν νων, μιᾶς μὲν καθ᾿ ἣν τὴν ταυτότητα ἔχει ὁ Υἱός πρὸς τὸν Πατέρα, ἑτέρα; δὲ καθ᾽ ἣν ὁ Υἱὸς ἀπ' αὐτοῦ διακέκριται· καὶ τῆς μὲν τῇ τῆς φύσεως προσηγορία δηλουμένης, τῆς δὲ τῇ τῆς ὑποστάσεως κλήσει γνωριζομένης, τὰς σχέσεις ἐναλλαξ ποιήσαντες, τὴν ἀπὸ τοῦ Πατρὸς διακρίνουσαν σχέσιν πρὸς τὴν σάρκα διδόασιν, ἀγνοοῦντες τὴν ὡς ὑπόστασιν, ὅτι φύσις μὲν ὅλη Θεοῦ ἡ οὐσία τοῦ Λόγου, τελείου τελεία· τὸ δὲ ἰδίωμα τῆς γεννήσεως, ὑπόστασίν τε καὶ γέλι κεκλῆσθαι πεποίηκεν· ὥσπερ αὖ ἐπὶ τοῦ Πατρὸς, τὸ ἰδίωμα τῆς ἀγεννησίας καὶ τοῦ αἰτίου, ὑπόστασίν τε καὶ Πατέρα ἀπέφηνε. Τὸ δ' αὐτὸ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἐννοεῖν χρή· οὐ γὰρ συμπληρωτικὴ ἡ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις, ὡς οὖν μᾶλλον ἐν τῷ ἑνὶ ἢ ἐν τοῖς τρισί. Καὶ τοῦτο τῇ φύσει ἡ Τριάς, ὅπερ ἂν ἔν τι τῶν ἐν Τριάδι θεω ρουμένων τυγχάνοι· ὅτι μὴ ἐξ ἀτελῶν τριῶν ἐν τέ λειον, ἀλλ' ἐκ τριῶν τελείων ἐν ὑπερτελὲς καὶ προ τέλειον, ὥς που ὁ μέγας ἔφη Διονύσιος. Εξ τοίνυν σχέσεων ἡμῖν θεωρουμένων, δυεῖν μὲν τοῦ Πατρὸς πρὸς τὸν Λόγον, καὶ τοῦ Λόγου πρὸς τὸν Πατέρα δυεῖν δὲ τοῦ Λόγου πρὸς τὴν σάρκα, καὶ τῆς σαρκὸς πρὸς τὸν Λόγον, δυεῖν δὲ τοῦ Χριστοῦ πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτὸν, τρεῖς γίνονται καθολικαὶ συν ζυγίαι. Καὶ ἡ μὲν πρώτη τῶν συζυγιῶν σχέσις οὕτως ἔχει, ὡς ἡ τρίτη μὲν ἀπὸ τῆς πρώτης, δευτέρα δὲ ἀπὸ τῆς μέσης· οἷς γὰρ ὠκείωνται αἱ ἀκρότητες πρὸς ἑαυτὰς, ἐναντίως ἔχουσαι πρὸς τὴν μέσην· ὡς ἔμπαλιν ἡ μέση. Οἷς γὰρ ἐναντίως ἔχει πρὸς ἐαυ τὴν, οἰκείως ἔχει πρὸς τὰς ἀκρότητας· καὶ πάλιν οἷς οἰκείως ἔχει πρὸς ἑαυτὴν, ἐναντίως ἔχει πρὸς τὰς ἀκρότητας. Τούτων συντόμως εἰρημένων σαφηνίσα: αὐτὰ ἐπὶ παραδείγματος πειράσομαι. Κείσθω δὲ τρία πράγ ματα, ψυχὴ ἁπλῶς, σῶμα ἁπλῶς, ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος συνεστώς· καὶ τούτων αἱ πρὸς ἀλλήλαις σχέσεις, οἷον ψυχῆς πρὸς ψυχήν, ψυχής πρὸς τὸ ἑαυτῆς σῶμα, ἀνθρώπου πρὸς τὸ ἁπλῶς ψυχήν. Ψυχὴ μὲν γὰρ πρὸ; ψυχὴν τῷ ταυτῷ τῆς οὐσίας ἡνωμένη, τῷ διαφόρῳ τῆς ὑποστάσεως δια κέκριται· τοῦτο ἡ πρώτη καὶ ἡ τελευταία σχέσις τῶν συζυγιών· ψυχὴ δὲ πρὸς τὸ αὐτῆς σῶμα, τῷ μὲν ἑτεροίῳ τῆς φύσεως διακέκριται, ήνυται δὲ τῷ λόγῳ τῆς ὑποστάσεως, ἣν ἡ ἀλληλούχος ζωὴ ἀπετέλεσε· τοῦτο ἡ δευτέρα καὶ ἡ μέση διασώζει σχέσις· ἄνθρωπος ἐὲ πρὸς τὸ ἁπλῶς σῶμα, καὶ τὴν ἁπλῶς ψυχὴν, ὅλος πάντη τούτων
col. 1289–1290page 12 of 66
PG 86:1289διακεκριμένος, διὰ τὴν πρὸς τὰ ἑαυτοῦ μέρη πρώ την σχέσιν, δευτέραν ποιεῖται πρὸς αὐτὰ κοινωνίαν. Ὥστε καὶ ὁ Χριστὸς πρὸς ἡμᾶς καὶ πρὸς τὸν Πατέ ρα, ὡς ὅλος ὢν ἐκ μερῶν, διὰ τὰ ἑαυτοῦ μέρη μεσι τεύει τοῖς ἄκροις, ὅλως μὲν ὑπόστασις ὢν πρὸς ἡμᾶς, μετὰ τῆς θεότητος διὰ τὴν ἀνθρωπότητα, ἐπαλλαττομένων τῶν κατὰ τὴν διάκρισίν τε καὶ ἕνωσιν σχέσεων, ὧν τε πρὸς ἑαυτὸν διὰ τὰ ἑαυτοῦ μέρη ἔχων γνωρίζεται, καὶ ὧν πρός τε τὸν Πατέρα καὶ ἡμᾶς, διὰ τὴν τῶν μερῶν πρὸς τὰ ἄκρα οἰκειότητα κέκτηται. Εὐγνωμόνως δὲ τῶν μερῶν ἀκουστέον οὐ γὰρ ὡς τῇ φύσει ἀτελῆ ὄντα, μέρη ταῦτά φημι, ἀλλ' ὡς συμπληρωτικά τοῦ προσώπου τῆς κατὰ Χριστὴν ὑποστάσεως. Οὕτω γὰρ Γρηγορίῳ τε καὶ Κυρίλλῳ, καὶ τὸ ὅλον οὐ μία φύσις, καὶ ἁπλῶς καὶ πρός τι, τό τε ἀτελὲς καὶ τὸ τέλειον εἴρηται. Τί οὖν φασιν; Οὐ λέγομεν μίαν φύσιν ἀνθρώπου, καίπερ διάφορα τὰ συνελθόντα γινώσκοντες; Τί δὴ οὖν λυπεῖ, ὥσπερ ὧδε οὐκ ἐπ' ἀναιρέσει τῆς ἰδιότητος τῶν μερῶν, φύσιν καλοῦμεν τὰς φύσεις, εἰ καὶ ἐπὶ Χριστοῦ τὸ ὅμοιον ποιοῦντες φαινόμεθα; Αλλά λοιδορεῖσθε ἡμῖν καὶ διασύρετε, ὡς σύγχυσιν ἐπι νοοῦσιν ἐπὶ Χριστοῦ, ἐπειδὴ τὰ μέρη τῇ τοῦ ὅλου σημαίνομεν ὀνομασία.» Εἰ μὲν τὰ μέρη τῇ τοῦ ὅλου καλεῖν ἐβούλεσθε προσηγορία, έδει πάντως ὑμᾶς καὶ τὸ ὅλον τῇ τῶν μερῶν γνωρίζειν ὀνομασίᾳ, καὶ οὕτως οὐδεὶς ἂν ἦν φθόνος ἡμῖν. Σάρκα δὲ ἢ ἀνθρώπου καλοῦντες μᾶλλον τὸν Κύριον, τὸ ὅλον ἐκ μέρους ἐσημαίνετε ἂν, ἀλλ᾽ οὐ φύσιν μίαν τὰς δύο προς αγορεύοντες. Πολλάκις γὰρ τὸ μὴ κυριολεκτεῖν, καὶ δόγματος ἐργάζεται διαφωνίαν· ὅθεν ἡμεῖς κατὰ τὰς θείας Γραφὰς, καὶ τὰς πατροπαραδότους θεωρίας, πολλάκις τὸ ὅλον ἐκ μέρους, καὶ τὰ μέρη τῇ τοῦ ὅλου κλήσει προσαγορεύομεν, Υἱὸν ἀνθρώπου τὸν Λόγον ὀνομάζοντες, καὶ Κύριον τῆς δόξης ἐσταυρῶσθαι ὁμολογοῦντες. Αλλ' οὐ παρὰ τοῦτο τῇ ἀντιδόσει τῶν ἰδιωμάτων, ἀναιροῦμεν τὸν ἴδιον λόγον τῆς θατέ δου ἐν ταυτῷ ἰδιότητος. Πρὸς δὲ καὶ διὰ κυρίων ἡμῖν ταῦτα τῶν ὀνομάτων γνωρίζεται, τὴν μὲν ἀντίδοσιν τῶν ἰδιωμάτων ἐν τῇ μιᾷ ὑποστάσει θεωροῦσι, τὴν τὰ ἰδιότητα τὴν ἐν τῇ κοινότητι ἐν τῇ διαφορᾷ τῶν φύσεων ἐπιγινώσκουσιν. Ὑμεῖς δὲ τῷ παραδείγματι κεχρημένοι τοῦ ἀνθρώπου, καὶ αὐτῷ τῷ πρωτοτύπῳ συνδιαφθείρετε το παράδειγμα. Μίαν μὲν γὰρ ἀνθρώπου φύσιν λέγομεν, οὐχ ὡς ἂν ὑμεῖς φαίητε, εἰς ταυτὸν ἄγοντες τὴν φύσιν τῆς σαρκὸς τῇ οὐσίᾳ τῆς ψυχῆς, ἢ τὸ ἀνάπαλιν· οὔτε μὴν ἐξ ἑκατέρων οὐδ᾽ ὁποτέραν ἀποτετελέσθαι φαμέν. Φύσιν δὲ ταύτην καλοῦμεν, οὐ πρὸς τὴν τῶν μετ ρῶν σχέσιν ἀποβλέποντες οὐδεὶς γάρ ἐστι λόγος δ τὸ ἑτεροφυὲς αὐτῶν καν τῇ ἑνώσει λυμαινόμενος), ἀλλὰ τὴν τοῦ καθόλου καὶ εἴδους σημασίαν, κατὰ τοῦ μερικοῦ καὶ ἰδίου κατηγοροῦμεν. Ἐπειδὴ γὰρ, καθὼς οἱ τὰ λογικὰ σκέμματα διακρίνοντες παραδιδόασι, τὰ μὲν ἐπὶ μέρους κοινωνεῖ τοῖς καθ᾽ ὅλου, τὰ δὲ καθ᾽ ὅλου κατηγορείται κατὰ τῶν ἐπὶ μέρους· καὶ τῶν μὲν ἀτόμων, κοινωνία ἐστὶ πρὸς τὸ εἶδος κατὰ
col. 1291–1292page 13 of 66
PG 86:1291κατὰ τὴν κλῆσιν· τῇ τοῦ ὅλου προσηγορίᾳ τὸ μέρος καλεῖν, ὡς ἔφην, οὐ παρητήσάμεθα τῆς γὰρ φύ σεως τῆς μιᾶς τὸ ὅλον τοῦ ἀνθρωπείου είδους παριστώσης, ἐπειδὴ τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀριθ μουμένων οὐδέν ἐστι ἑτεροούσιον, εἰκότως τῇ τοῦ κοινοῦ προσηγορία τὸ μερικὸν ἐπονομάζεται. Οὐ γὰρ ἔστιν εὑρεῖν τόν τινα ἄνθρωπον, ἑτεροειδῶς ἔχοντα πρὸς τὸν καθόλου ἄνθρωπον· ἐπὶ δὲ Χριστοῦ τοιαύτη τις τάξις σχέσεως οὐχ εὑρίσκεται· οὐ γὰρ δὴ εἴδους ὄντος Χριστῶν, ὥσπερ καὶ ἀνθρώπων, ἵνα ἐκ τούτων ὁ εἷς ὡς ἰδίως πως παρὰ τὸν καθόλου καὶ κοινὸν Χριστὸν, Χριστὸς αὐτὸς χρηματίζων, μία φύσις λέγηται πρὸς ἐκείνους τε καὶ ἀπ' ἐκείνων, ἵνα καὶ μίαν αὐτὸν καὶ δύο φύσεις καλῶμεν, τὸ μὲν ἔχοντα διὰ τὸ κοινὸν, τὸ δὲ διὰ τὰ ἑαυτοῦ μέρη " ὥσπερ ἐφ' ἡμῶν θεωρεῖται. Τῆς γὰρ αἰτίας μὴ εὑρισκομένης, καὶ ἀπ᾽ ἐκείνου τῆς ἐφ' ἡμῶν, τὸ ἐφ᾽ ἡμῶν μόνον οἰκείως λεγόμενον, ἐπ' αὐτὸν ἀναφέρειν οὐχ οἷόν τε. Δῆλον δέ ἐστιν ἐνταῦθα, κατὰ τί μία καὶ δύο φύσεις ὁ ἄνθρωπος λέγεται· τὸ μὲν γὰρ ἔχει διὰ τὴν τοῦ εἴδους κοινωνίαν, τὸ δὲ κέκτηται διὰ τὴν τῶν μερῶν ἀτρεψίαν. Ἐπὶ Χριστοῦ δὲ οὐκ ὄντος εἴδους, πῶς ἂν μία αἱ δύο λέγοιτο; τρεῖς γὰρ εὑρίσκομεν καὶ μόνους τρόπους, καθ᾽ οὓς μία φύσις λέγεται, τὸ λεγόμενον· ἡ γὰρ τὸ εἶδος εἶναι, ἢ τὸ τοῦ αὐτοῦ εἴδους μετέχειν, ἢ τὸ κατὰ σύγχυσιν ἐξ ἑτεροειδῶν ἑτεροειδὲς ἀποτετέλεσται, ὁ ἑκατέρου μετέχον, οὐδ' ὁπότερον καθαρῶς ἐστιν, ἣν καὶ νόθον καλοῦσιν οἱ περὶ ταῦτα. τὴν φύσιν· τῶν δὲ καθόλου, κοινωνία πρὸς τὰ μέρη Καὶ ἄλλως ἐπ' ἀναιρέσει τοῦ δύο λέγειν, τὰς τοιαύτας ἐπαπορήσεις προϊσχεσθε· οὐ γὰρ ἵνα καὶ δύο καὶ μίαν, ὥσπερ ἐνταῦθα, εἴπητε, ἀλλ' ἵνα μίαν μόνην· ἐντεῦθεν γὰρ καὶ μὴ βουλομένοις ὑμῖν τὸ τῆς συγχύσεως ἐπιπλεῖ πάθος. Καὶ οὔτε τὸ τῆς διαιρέσεως ὑποχωρεῖ· οὐ γὰρ ἀνάγκη την μίαν φύσιν ἐν εἶναι τῷ ἀριθμῷ· εἰ μὴ καὶ μάλιστα πολλὰ καὶ τοσαῦτα τῷ ἀριθμῷ εἴη, ὅσαι καὶ αἱ συμπληροῦσαι αὐτήν εἰσιν ὑποστάσεις· σκοπῶμεν δὲ καὶ οὕτως Τὰ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις, φασὶν, ἔστιν ἴσα. Κείσθω δὴ ἐν διαγράμματι ισόπλευρον, ὀρθογώνιον τρίγωνον· ὡς γὰρ ἔχει ἡ πρώτη πλευρὰ πρὸς τὴν δευτέραν, καὶ ἡ δευτέρα πρὸς τὴν τρίτην, οὕτως ἔχει καὶ ἡ πρώτη πρὸς τὴν τελευταίαν. Γράψον οὖν τὰς τρεῖς πλευράς, καὶ δὸς τρία πρόσωπα, ἐν ἐφ' ἑκάστῃ πλευρᾷ, καὶ εὑρήσεις ὅτι ὡς ἔχει τὸ πρῶτον πρὸς τὸ μέσον, καὶ τὸ μέσον πρὸς τὸ τελευταῖον, οὕτως ἕξει καὶ τὸ πρῶτον πρὸς τὸ τελευ Αριστοτέλους ὡς ἀπὸ Εὐκλίδου.
col. 1293–1294page 14 of 66
PG 86:1293ταῖον. Διὰ τί δὴ ταῦτά φημι; Οτι εἰ δώσεις μίαν λέγεσθαι τοῦ Λόγου καὶ τῆς σαρκὸς φύσιν, ὁμολογεῖτε δὲ μία φύσις εἶναι τοῦ Λόγου καὶ τοῦ Πατρός δώσετε ἄρα μίαν φύσιν εἶναι τῆς σαρκὸς καὶ τοῦ Πατρός. Αλλ' οὐ λέγομεν, φασί, τῷ αὐτῷ τρόπῳ μίαν ἑκατέρων εἶναι φύσιν, ἀλλ' ἐπὶ μὲν Πατρὸς καὶ Υἱοῦ, τῷ ταυτῷ τῆς φύσεως, ἐνταῦθα δὲ τῷ λόγῳ τῆς ἑνώσεως· οὐκοῦν οὐ ταυτὸν τὸ τῇ ἐνώσει ἓν λε γόμενον, καὶ τὸ τῇ φύσει ἕν.» Εἰ δὲ οὐ ταυτὸν, κατ' ἄλλο μὲν ἐκεῖνο, καθ᾿ ἕτερον δὲ τοῦτο· ἔσται τοίνυν τὸ αὐτὸ ἓν καὶ δύο, ἓν μὲν τῇ ἑνώσει, δύο δὲ ταῖς φύσεσιν. Εἰ δὲ μὴ τοῦτο, ἔσται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ὁμοούσιον, καὶ ἑτεροούσιον, καὶ μία φύσις, καὶ οὐ μία φύσις· οὗ τί αν γένοιτο ἀτοπώτερον; Οὕτως ὑμῖν ἡ μία φύσις λεγομένη, καὶ τὴν διαίρεσιν οὐκ ἐξέφυγεν, ἣν ἔχει ἡ φύσις ἐν τῷ πλήθει τῶν κοινωνούντων αὐτῇ προσώπων καὶ τὴν σύγχυσιν παρεισήγαγεν ἐν τῷ ταυτῷ τῆς συνθέτου φύσεως, τὸ οὐδ᾽ ὁπότερον τῶν ἡνωμένων μετὰ τὴν ἕνωσιν παραστήσασα· ἡμῖν δὲ ἑκάτερα, σὺν Θεῷ φᾶναι, καλῶς πεφύλακται, καὶ τὸ διάφορον τῶν ἡνωμένων, κάν τῇ ἑνώσει τῷ διττῷ τῆς φύσεως καταγγελλόμενον, καὶ τὸ ταυτὸν τοῦ προσώπου, διὰ τῆς των ἡνωμένων φύσεων εἰς μίαν ὑπόστασιν συνδρομῆς ἀνακεφαλαιούμενον. Καθώς σοι ἔδοξε προδιεστείλω ἐπὶ τοῦ καθ᾽ ἕκα στον ἀνθρώπου, δύο λέγεσθαι φύσεις καὶ μίαν· ἐξ οὗ τί ἀκολουθεῖ; Τὸ ἐπὶ Χριστοῦ μὴ δύο μόνον φύσεις ὁμολογεῖν, ἀλλὰ καὶ τρεῖς. Πῶς τοίνυν τὸ ἕτερον ὁμολογοῦντες, θάτερον ἀπαναίνεσθε; καίπερ ἡ ἀνάγκη τοῦ λόγου, τοῦτό σε λέγειν καὶ μὴ βουλόμε ναν ἐξεβιάσατο.» Τί οὖν ἡμεῖς πρὸς ταῦτα; Τί γε ἕτερον, ἢ ὅπερ καὶ ἁρμόζον ἐστὶν αὐτοῖς, ὅτι Σοφία μωροῦ ἐστιν, κατὰ τὴν Γραφήν, ἀδιεξέταστοι λέ γοι; Τοὺς γὰρ ἰδίους ὥσπερ οὐ διαμασώμενοι, καὶ διὰ τοῦτο οὐδὲ πέπτοντες λόγους, ἐκ κακῶν τῆς ἀμαθίας σιτείων ἐρυγὰς ἡμῖν καὶ ἀτμούς, πῶς ἂν ἀλύπως εἴποιμι, καὶ οὐκ εὐώδεις ἀναπεμπάζουσι. Πάσης γὰρ ζητήσεως τὸ ἀπορούμενον διασκοπούσης, κἀκ τῶν ὁμολογουμένων αὐτῷ συμπεραινούσης, οἱ δὲ (οὐδὲ γάρ εἰσι σοφοί, μὴ ὅτι τὴν ἀπαιδευσίαν) ὡς ἀμφίβολον τὸ ὁμολογούμενον εἰς διάσκεψιν προτιθέασι καὶ τὸ φανερὸν ὡς ἀφανὲς συλλογίζονται. Τῆς γὰρ ἀνθρώπου φύσεως, κατὰ τὰς κοινὰς πάντων ἐν νοίας, τὴν ψυχὴν καὶ τὸ σῶμα δηλούσης, καὶ θυσσης μαινούσης, ὡς πολλάκις ἔφην, τῷ ὅλῳ τὰ μέρη· οἱ δὲ τὸ πᾶσιν παρακεχωρηκὸς τῆς ἐννοίας, ὡς ἄπορον λαμβάνουσιν· ὡς ἂν εἴ τινος ἡμῶν ἀποφαινομένου, ὅτι διπλοῦν τι χρῆμά ἐστιν ὁ ἄνθρωπος, ἢ σῶμα μόν νον, ἢ ψυχὴ μόνον· καὶ διὰ τοῦτο ἀξιοῦσι καὶ ἐπὶ Χριστοῦ τρεῖς λέγειν φύσεις, ὡς οὐχ ἱκανῆς οὔσης τῆς ἀνθρώπου φύσεως συνεπάγεσθαι ἑαυτῇ τὰ μέρη. Δύο γὰρ φύσεις λέγομεν οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε τουτέστι τῶν ὅλων ἀνθρώπων.
col. 1295–1296page 15 of 66
PG 86:1295μὴν Θεοῦ καὶ ψυχῆς, ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου. Ούτ δὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις, ἡ τοῦ μέσ ρους φύσις. Ὥστε. ὁ εἰπὼν ἄνθρωπον ἢ φύσιν ἀνθρώπου, τὰς φύσεις ἐδήλωσεν· ὁ δὲ Χριστὸν ὀνο μάσας, οὐχ ὁμολογουμένην καὶ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτουσαν, οὔτε κλήσιν ὠνόμασεν, οὔτε πράγμα δελήλωκεν. Καὶ δηλοῦσιν αἱ διάφοροι περὶ αὐτοῦ παρὰ Χρι στιανοῖς δόξαι, πολλαί τε καὶ ποικίλαι τυγχάνουσαι, καὶ ἀλλήλαις διαμαχόμεναι· οὐκ ἂν γενόμεναι, εἰ εὐθέως ἡ τοῦ Χριστοῦ προσηγορία τὴν τοῦ ὑποκειμένου πράγματος ἀλήθειαν ἐσήμανεν. Αλλ' ἡ μὲν ἀνθρώπου προσηγορία, κοινή τίς ἐστι καὶ πᾶσι δεδημοσιευμένῃ, οὐχ ἥκιστα δὲ Χριστιανοῖς. Ἡ δὲ τοῦ Χριστοῦ τεχνικῷ καὶ ἐπιστημονικῷ προσέοικεν ὀνό ματι. Ως γὰρ ἐκεῖνα μόνοι ἴσασιν οἱ τῆς αὐτῆς μετ ειληχότες παιδείας, οὕτω μόνοις τοῖς τὰ θεῖα σο φοῖς, τετράνωται ἡ ἐν τῷ ὀνόματι κεκρυμμένη αλή θεια. Μαρτυροῦσι δὲ καὶ αὐτοὶ τῇ ἀληθείᾳ τοῦ λό γου, ἐκ δύο μὲν φύσεων ἀεὶ διαβεβαιουμένοι τὸν Χριστὸν, οὐδέ ποτε δὲ αὐτὸν ἐκ τριῶν φύσεων και λέσαντες· καίπερ καὶ ψυχὴν λογικήν, τῇ σαρκὶ τοῦ Χριστοῦ παρέχουσιν· ἐπεὶ καταρξάσθωσαν αὐτοὶ τῆς ἀπαιδευσίας, καὶ ἐκ τριῶν αὐτὸν ὁμολογήσουσι φύσεων, καὶ ἡμεῖς γε στέρξομεν· τὰ ἐξ ὧν γέγονεν ὁμολογοῦντες φυλάττεσθαι. ἐν τῷ ἐν ᾧ ταῦτα γνωρίζεται, οπότε οὐκ ἐκ τριῶν μόνον, ἀλλὰ καὶ ἐκ πλειόνων αὐτὸν λέγειν ἐκβιασθήσονται, ὡς αὖθις δείξο μεν· ὅτι τῶν πραγμάτων ἡ ἁπλῆ καὶ καθ᾿ ὅλου ἐπι βολή, ἔννοιαν ἡμῖν ολοσχερῆ καὶ ἀτράνωτον εμποιεῖ. Ἡ δὲ τούτων κατ᾽ ἐπίνοιαν διαίρεσις, εἰς ἀκριβῆ γνῶσιν ἡμᾶς ἄγει τῶν ἐξ ὧν συνεστήκασιν. Και ταύτης ἕνεκεν τὴν τοῦ ὅλου εἰς τὰ μέρη διάκρισιν ποιούμεθα· τὸ δὲ εἰς τὰ μέρη τῶν μερῶν μετὰ τὴν πρώτην διαίρεσιν πειρᾶσθαι τέμνειν, καταγέλαστον. Οὐ γὰρ μέχρι τούτου ἔστησιν, ἀλλ᾽ ἐπ' ἄπειρον ἐκτείνει την θεωρίαν. Ο δὲ λέγω τοιοῦτόν ἐστι· Μέρη ἀνθρώπου ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αὐτοῦ ἐπὶ μὲν ψυχῆς, οὐσία λογικὴ καὶ ποιήτης ἀσώματος· ὧν τὸ μὲν ἡγε μονικὸν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν· καὶ τούτων τὸ μὲν ἐννοηματικὸν καὶ διανοηματικών, μνημονευτικόν τε καὶ βουλευτικὸν καὶ δοξαστικόν, τὸ δὲ ὀρεκτικόν τε καὶ ἐκκλητικὸν, τὸ δὲ ἀμυντικόν τε καὶ δραστικὸν, καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω δὲ τὰ νῦν ζητεῖν, πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν τῇ ψυχῇ, ἢ ὡς δυνάμεις· καὶ τίνα μὲν οὕτως, τίνα δὲ ἑτέρως. Οὐ γὰρ τῆς παρούσης ἐπὶ σκέψεως· πάλιν ἡ τοῦ σώματος διαίρεσις γίνεται εἰς ὁμοιομερή τε καὶ ἀνομοιομερῆ· καὶ τούτων ἔτι εἰς τε κεφαλὴν καὶ χεῖρας καὶ πόδας· καὶ ταῦτα εἰς ὀστᾶ, καὶ σάρκας, καὶ νεῦμα· καὶ ταῦτα εἰς τὰ τέσ σαρα στοιχεία· καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. Πολλά δὲ καὶ ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ δυνά μεων φυσικῶν, ὧν τὴν μὲν ἐλκτικὴν, τὴν δὲ καθεκτικὴν, τὴν δὲ ἀλλοιωτικήν, τὴν δὲ ἀποκριτικὴν ὄνο μάζουσι. Πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαντασίας, καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργα
col. 1297–1298page 16 of 66
PG 86:1297νικοῦ πνεύματος, ἑτέρου, ὥς φασί, παρὰ τὸ λογικὸν ὑπάρχοντος. Ὥσπερ τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τοῦ σάρκα εἰπεῖν, ἢ σῶμα ἀνθρώπου, καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς, τὰ εἰς ἃ διῄρηται μέρη δηλῶσαι (οὐ γὰρ τεχνολογεῖν φίλον, οὐδὲ σύνηθες τοῖς πιστοῖς)· οὕτως ἀπόχρη ἄνθρωπον ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα παραστῆσαί τε καὶ δηλῶσαι, τὰ ἐξ ὧν συνέστηκεν ἐν οἷς καὶ γνωρίζεται. Οἱ δὲ οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀποφήνωσιν, ἀλλ᾽ ἵνα τὸν κύριον συκοφαντήσωσι, καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως· καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον, ἢ μὴ σῶον φυλάξαντα ὁ παρ' ἡμῶν ἔσχε τῆς σωτηρίας τῆς πά σης φύσεως αδιάπτωτον ἐνέχυρον, τὰ τοιαῦτα σοφί ζονται. ᾿Αλλὰ μανθανέτωσαν, ὅτι ἡ μὲν τῶν μερῶν ὁμολογία, ὡς ἔφην, γνώρισμα τυγχάνει τῆς τοῦ ὅλου σωτηρίας· ἡ δὲ τῶν μερῶν εἰς τὰ μέρη ὑποδιαίρεσις, οὐ δογματικῆς ἐστι συντομίας, οὐδὲ τοῦ συντετμημένου κατὰ τὸ Εὐαγγέλιον λόγου, ἀλλὰ σκεπτικής θεωρίας, καὶ περιττῆς τοῖς πολλοῖς καὶ δυσλήπτου τεχνολογίας. Μέρη μὲν γὰρ Χριστοῦ ἀσύγχυτα, θεότης καὶ ἀνθρωπότης. Ψυχὴ δὲ καὶ σῶμα, οὐ μέρη Χριστοῦ, ἀλλὰ μέρη τοῦ μέρους· ὧν δηλωθέν των διὰ τῆς τελείας σημασίας τῆς κατὰ τὴν φύσ σιν τῆς ἀνθρωπότητος, περιττή ἡ εἰς φύσεις τῶν μερῶν ὑποδιαίρεσις· εἰ μὴ μέλλοιεν καὶ τὴν λοιπὴν ἐπάγειν διαίρεσιν ταῖς ὑποδιαιρέσεσιν, αἷς καὶ ἐπὶ τοῦ κοινοῦ ἀνθρώπου ἐχρησάμεθα πρότερον, ὡς ἐντεῦθεν μὴ τρεῖς κατ' αὐτοὺς μόνας, ἀλλὰ καὶ πλείους καταγγέλλειν τὰς Χριστοῦ φύσεις, ὧν τί ἂν γένοιτο γελοιότερον; Ἐπειδὴ ὁ πᾶς κεκίνηται πόλεμος, τοῦ τρόπου τῆς ἑνώσεως παρὰ τοῖς πολλοῖς ἀγνοουμένου, καὶ διὰ τοῦτο παρὰ πᾶσιν ἀμφιβαλλομένου, περὶ ταύτης σε φιλοσοφῆσαι χρή, ἵνα εἰδέναι ἔχοιμεν πότερον καὶ κατ' αὐτὸν δὴ τοῦτον διαφωνούμεν, ἢ τούτου γε συμ φώνου ἡμῖν ὄντος περὶ τοῦ ἀποτελέσματος τοῦ ἐκ τῆς ἑνώσεως ἐστιν ἡμῖν ἡ ζήτησις· καὶ πότερον περὶ τῶν πραγμάτων αὐτῶν, ἢ περὶ τῶν σημαινουσῶν ταῦτα φωνῶν. Οὕτω γὰρ εὐκρινοῦς τῆς ζητήσεως γεγενημένης, καὶ τῆς τῶν πραγμάτων ἀληθείας ἀναφανείσης, ὁ ἀμαθῶς ἡ ἀσεβῶς ἀντιλέγων δειχθήη» σεται, ἢ διορθωθησόμενος, ἢ ἐν δίκῃ μεμφθησόμενος. Τὴν ἕνωσιν τῆς θεότητος πρὸς τὴν ἀνθρωπότητα οἱ μὲν κατ' οὐσίαν, οἱ δὲ κατ' ἐνέργειαν, οἱ δὲ κατὰ γνώμην γεγενῆσθαι ἀπεφήναντο. Εἰσὶ δὲ οἳ καὶ εὐ λάβειαν περιττὴν ἢ ἔχοντες ἢ ὑποκρινόμενοι, μηδ. ετέρῳ τῶν εἰρημένων προσέθεντο, ἄῤῥητον δὲ αὐτὴν καὶ ἀκατονόμαστον γεγενῆσθαι ἀπεφήναντο, εἴτε οὕτω ἔχοντες, εἴτε οῦ, τοὺς ἐλέγχους υφορώμενοι τῆς ἀσεβείας. Εωράκαμεν γὰρ καὶ νῦν τινας, οι πάνυ ῥη τήν τε καὶ πεπατημένην τὴν περὶ τῆς ἑνώσεως ενα νοιαν ἔχοντες, ἄῤῥητον αὐτὴν ἔλεγον, ἵνα μὴ μόνον τῷ ἐναντίῳ τὸ ἐναντίον κατασκευάσωσι τουτέστι τῷ ἀῤῥήτῳ τὸ ῥητὸν, ἀλλὰ καὶ τοὺς ἐλέγχους ἐκκλίνω ειν. Ωσπερ ἀμέλει καὶ ἕτεροι, ἐπὶ τῆς σαρκὸς τοῦ ἄῤῥητον,
col. 1299–1300page 17 of 66
PG 86:1299Κυρίου την φαντασίαν κρατύνειν, ἢ τὴν σύγχυσιν σπουδάζοντες, ἐσαρκώθη, φασὶν, ὡς ἠθέλησεν, καὶ ὡς μόνος οἶδεν αὐτός. Οὐ γὰρ ἵνα ταῦτα παραστήσωσιν, ἐπὶ τὴν ὄντως ἀνευλαβῆ χωροῦσιν εὐλάβειαν· ἢ γὰρ ἂν πρὸς τὸ ἑαυτῆς ἦγε φῶς τούτους ἡ ἀλήθεια, ἀλλ' ἵνα κατ' ἐξουσίαν ἀποκέχρηνται τῇ ἀσεβείᾳ ἐπὶ τὸ σεμνὰ τῶν ὀνομάτων, ὡς εἰς τι κρατερόν τε καὶ ἀνάλωτον φρούριον καταφεύγουσιν. "Αβξητος γὰρ ὄντως ἐστὶν καὶ ἀνεννόητος μόνη ἡ κατ' οὐσίαν τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος Ένωσις. Πῶς γὰρ τὰ τοσοῦτον κατὰ τὴν φύσιν παρηλλαγμένα, καὶ μακρῷ διῳκισμένα ἀλλήλοις τε συνέβη, καὶ κραθέντα οὐ συγκέχυται; ἀλλὰ καὶ ἔστιν ἓν, καὶ γνωρίζεται δύο, καὶ οὔτε τῷ μοναδικῷ τοῦ προσώπου συμπέφυρται, οὔτε διὰ τὰς ἰδιότητας τῶν φύσεων εἰς ὑποστάσεις μερίζεται. Ταῦτα πίστις χωρεί μόνη, καὶ λόγος θεῖος, ὁ μὴ ἐν προφορᾷ λέξεως, ἀλλ' ἐν τῇ κατ᾽ ἔννοιαν ἔλ λάμψει τρανῶν ταῦτα, καὶ ἀφθέγκτοις διδασκαλίαις μυσταγωγῶν τοὺς ἀξίους. Τοὺς μὲν οὖν περὶ τὴν εὐλάβειαν νοσοῦντας, ἕως ἐστὶν ὁ σκοπὸς ἄδηλος, οὐδὲ λόγου ἀξιωτέον· οἱ γὰρ μήτε τὸ φῶς παῤῥησιαζόμενοι, ἂν τούτου τύχοιεν ἔχοντες, μήτε σκότῳ συγκαλυφθῆναι αὐτῶν τὰς ψυ χὰς δυσχεραίνοντες, ὡς ἀνιάτως ἔχοντες, καὶ πρὸς ἡμῶν διαπτυέσθωσαν· περὶ δὲ τῶν ἄλλων, οὕτω διαλεξώμεθα. Οἱ τὴν ἕνωσιν μὴ κατ᾽ οὐσίαν, ἀλλὰ κατ' ενέργειαν, ἢ εὐδοκίαν, ἢ ἄλλην τινὰ τοιαύτην σχέσιν δογματίσαντες, κατ' οὐδὲν μὲν τῇ ἀληθείᾳ ἐγ " γίζουσι· τὸ δὲ ψεῦδος πολυσχιδές ἂν ἐμερίσαντο, ἄλλοις ἄλλην τινὰ μοῖραν αὐτοῦ παρασπασάμενοι, καὶ εἰς ἓν ἀλλήλοις ἐλθόντες τῇ ἀποτεύξει τῆς ἀλη θείας. Ποία γὰρ ἂν εἴη αὕτη, καὶ πῶς τοῦ τῆς ἑνώ σεως ἀξία ὀνόματος, τῆς ὑπερφυοῦς καὶ μόνης μετά τὴν μόνην καὶ πρώτην, ἢ μὴ τὰ πράγματα συνδέουσα καὶ εἰς ταὐτὸν ἄγουσα; "Οθεν καὶ θαυμάζειν ἔπεισί μοι, ὅτ' ἂν αὐτῶν τὴν τοιαύτην ἕνωσιν πρεσβευόν των, τὸ ἀσύγχυτον προσρίπτεται καὶ τὸ ἄτρεπτον ποίαν γὰρ ὑφορᾶσθαι τροπὴν αὐτοὺς δίκαιον ἐν τῇ διαιρέσει τῶν πραγμάτων, τὰς μὲν ἀξίας εἰς μίαν ἀξίαν συγχέοντας (οὐ γὰρ αἱ ἀξίαι ἀξίαι ποτ' ἂν γέ νοιντο ἀσυγχύτως, ὥσπερ οὐδὲ αἱ φύσεις μία φύσις ἀτρέπτως), τὰς δὲ οὐσίας χωρίζοντας οὐ γὰρ πρα γμάτων ἕνωσις, ἢ τῆς ἀξίας ἕνωσις. Η οὕτω γ᾽ ἂν καὶ πάντας τοὺς τῆς θείας λελογχότας ἀξίας, εἰς ταυ τὸν ἄξωμεν τῇ θείᾳ οὐσίᾳ, καὶ δύο φύσεις ἐφ' ἑκά στου τῶν ἁγίων δογματίσωμεν· τὸ γὰρ ποσὸν τῆς ἀξίας, οὐ πάντη χωρίζει τὰ κατὰ τὴν ἀξίαν διάφορα, ἀλλ᾽ ὁπόση ἂν εἴη, κατὰ τοσοῦτον συνάψει καὶ τὰς φύσεις· οὐ γὰρ δὴ πάντη αὐτὰς χωρίσει τοῦ συν άπτοντος, μὴ πάντη κεχωρισμένου. Οπόσον γὰρ μετ έχουσι τῆς ἀξίας, μετέχειν ὀφείλουσι καὶ τῆς τοῦ λόγου φύσεως. Κέχρηται δὲ καὶ τῇ λέξει της Κράσεως εύσε ῶς μέν.
col. 1301–1302page 18 of 66
PG 86:1301Εἰ δέ τινι ἑτέρῳ τῶν ἐν τῇ Τριάδι συνάψαι βού λονται, τοὺς παρὰ τὸν Χριστὸν λοιποὺς ἁγίους, τῆς ἐν ἀσεβείᾳ αὐτῶν ἔστω ἐξουσίας· κεχρηματίκασι γὰρ Θεοί τε καὶ υἱοὶ Θεοῦ καὶ πνεύματα ἅγια, κατὰ τό· Ο κολλώμενος τῷ Κυρίῳ, ἐν πνεῦμά ἐστι. Πῶς τοί νυν, πάσης τῆς λογικῆς καὶ μακαρίας κτίσεως, ὅση τε ἐν ἀγγέλοις καὶ ὅση ἐν ἀνθρώποις, τῆς θεοποιοῦ καὶ υἱοποιοῦ τοῦ Πνεύματος χάριτος πληρωθείσης, μόνοις ὁ ἐκ Παρθένου πεφηνώς Θεός τε έκλήθη καὶ Υἱὸς Θεοῦ ἐν τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, προσκυνεῖται τε παρὰ πάσης λογικής φύσεως; Εδει γὰρ τοὺς ἀθέους εἰδέναι, ὅτι εἰ καὶ τὸ ἐξαίρετον τῆς ποικίλης διανομῆς, πρόσεστι τοῖς ὑπερτέροις παρὰ τοὺς ὑφειμένους, ἀλλὰ κοινὸν τὸ ἐφάπασι τῆς ἐνεργείας χάρισμα, καὶ τῆς ἀξίας δώρημα· καὶ ἢ κακείνας μετὰ τοῦ Θεοῦ Λόγου, ἢ οὗ γε βούλονται ἑνὸς τῶν ἐν τῇ ἁγίᾳ Τριάδι θεωρουμένων, ἢ καὶ ὅλης τῆς σεβασμίου Τριάδος εἰς δύο συνάπτειν φύσεις, καὶ δύο ἢ τρεῖς ἢ τέσσαρας ὑποστάσεις διαιρεῖν. Η μηδὲ τούτων μετὰ τῆς φύσεως τοῦ Θεοῦ Λόγου συνάπτειν, καὶ εἰς ἕνα Υἱὸν ἢ συντιθέναι, ἢ ὁμωνύμως αὐτὸν ποιεῖν πρὸς τὸν πρωτότυπον Υἱὸν, καὶ μὴ φρονεῖν μὲν ἄλλα, φθέγγεσθαι δὲ ἕτερα. Μιᾶς γὰρ οὔσης τῆς φυλ σικῆς υἱότητος, ἐξ ἧς κατὰ μετοχὴν πᾶσα υἱότης, ἀνάγκη τὸν ἀποσχεδιασθέντα αὐτοῖς ἄνθρωπον ἢ τῆς φυσικῆς μετέχειν υἱότητος, ἢ τῆς ἐκ χάριτος γινομένης· καὶ ἢ πρὸς τὸν Μονογενῆ συνάπτειν αὐτὸν, ὡς τῆς ἑνώσεως τῆς κατ' οὐσίαν ἀντιδιδούσης τὰ τῇ θα τέρα φύσει προσόντα τῇ θατέρᾳ· ἢ εὐσεβεῖν μὴ ἀνεχομένους, προφανῶς αὐτὸν τοῖς λοιποῖς συντεταγμένως ἀφορίζειν. Οἱ δὲ τὴν μὲν ἀσέβειαν οὐ παρρησιάζονται (φύσει γάρ ἐστιν ἀπαῤῥησίαστον τὸ και κὸν), τὴν δὲ ἀλήθειαν οὐκ ἀγαπῶσιν, οὐδὲ τῆς δολιο λάλου γλώσσης τὰ ἐπίχειρα δεδίασιν, Ἀλλ᾿ οὗτοι μὲν ἔξω θείου χοροῦ ἀπεληλάσθωσαν, μετὰ τῶν τῆς ἀσεβείας πατέρων Νεστορίου τε, καὶ ὅσοι τούτῳ μυσταγωγοί τε καὶ μύσται γεγόνασιν. Τῆς δὲ κατ' οὐσίαν ἑνώσεως μεγαλοφώνως κηρυτο τέσθω ἡ ἀλήθεια, καὶ περὶ ταύτης φιλοσοφητέον, καθὼς αὐτῇ δοκεῖ. Κίνδυνος γὰρ οὐ μικρὸς παρα τραπέντας αὐτῆς, εἰς τὸ ἐναντίον μὲν, ἴσον δὲ κακὸν, τὴν σύγχυσίν φαμεν, ἐμπεσεῖν. Ἵνα δὲ ἡμῖν γνώ ριμος ἡ διαφορὰ γένηται, τῆς τῶν κατ' οὐσίαν ἡνω μένων, καὶ μὴ τρεπομένων πρὸς τὰ ἐκ τῆς ἑνώσεως τρέπεσθαι πεφυκότα, καὶ τί μὲν τὸ τῆς προτέρας εἶδος, τί δὲ τὸ τῆς δευτέρας ἀποτέλεσμα, ἤδη για νέσθω ἡ διαίρεσις. Πάντα τὰ ὄντα συνῆπται ἀλο λήλοις, ταῖς καθ᾽ ὅλου κοινότησι, καὶ πάλιν διῄρηται ἀπ' ἀλλήλων ταῖς εἰδοποιοῖς διαφοραῖς, καὶ οὐδὲ ταῖς ἑνώσεσι τὸ ἡνωμένον χωρίζουσιν, ἀλλ᾽ εἰ χρὴ παραδόξως εἰπεῖν καὶ κατὰ τοὺς Πατέρας, ἥνωνται διηρημένως, καὶ διακέκρινται συνημμένως. Τῶν δὲ ἐνώσεων καὶ τῶν διακρίσεων διττὸς ὁ λόγος. Τὰ μὲν γὰρ ἤνωται τοῖς εἴδεσι, διήρηται δὲ ταῖς ὑπο στάσεσι. Τὰ δὲ διήρηται τοῖς εἴδεσιν, ἤνωται δὲ
col. 1303–1304page 19 of 66
PG 86:1303ταῖς ὑποστάσεσι· καὶ τῶν ἡνωμένων μὲν τοῖς εἴδεσι, διῃρημένων δὲ ταῖς ὑποστάσεσι, τὰ μὲν ἁπλην ἔχει τὴν ἕνωσίν τε καὶ τὴν διάκρισιν, τὰ δὲ σύνο θετον. Περὶ μὲν οὖν τῶν ἁπλῆν ἐχόντων τὴν διττήν σχέσιν, τὰ νῦν λέγειν ἀφείσθω· οὐ γὰρ τῆς παρούσης σκέψεως ἡ ἐκείνων εἰς τὰ κατὰ μέρος ἐξάπλωσις, καὶ ἄλλως τὴν τῶν πολλῶν διαφεύγειν γνώ σίν τε καὶ μάθησιν. Περὶ δὲ τῶν κατὰ σύνθεσιν, ήγουν συμπλοκὴν, ἢ κρᾶσιν, ἢ ἕνωσιν, ἢ ὅπως κράσιν, ποτέ φίλον καλεῖν, τὰς οὐσιώδεις τῶν ἑτεροειδών σχέσεις λεκτέον ἡμῖν, τοῖς ὀνοματομάχοις καταλιποῦσι τὰς, ὡς αὐτοὶ νομίζουσιν, ἐμφαντικωτέρας ἢ κυριωτέρας τῶν σημασιών. Οὐ γὰρ ἐκλογῆς λέ ξεων ἡμῖν σχολὴ ἐπὶ τὸ νοεῖν ἐπειγομένοις. Τῶν τοίνυν οὐσιωδῶς ὑπαρχόντων καὶ κατ᾽ οὐσίαν ἑνουμένων, τὰ μὲν κἂν τῇ ἑνώσει σώζει τὸν ἴδιον τῆς ὑπάρξεως λόγον, τὰ δὲ συγχεῖται καὶ ἐξαφανίζει τὴν ἀκρότητα τῶν ἡνωμένων λυμαινόμενα. Τῶν οὖν προτέρων ἡ μετ' ἀλλήλων καὶ ἐν ἀλλήλοις θεωρουμένη σχέσις, ἂν μέν τι ἐξ ἀμφοτέρων ἀποτελεῖ, καὶ ὡς ἄν τις εἴποι, ἓν εἶναι τῷ ἀριθμῷ ἀποδείκνυα:, τὸ διάφορον σώζοντα τῆς ὑπάρξεως ἐν τῷ ταυτῷ τῆς ἑνότητος· καὶ τούτου παράδειγμα, ἐν μὲν ζώοις ὁ καθ' ἡμᾶς ἄνθρωπος, ἐν δὲ τοῖς ἁπλοῖς ἢ φυσικοῖς σώμασιν ἡ τῶν αὐθυποστάτων καὶ καθ' ἑαυτὰ εἶναι δυναμένων πρὸς ἄλληλα ποιά σχέσις. Οἷον ὡς ἐπὶ λαμπάδος ἔστι θεωρῆσαι· ἄλλο μὲν γάρ τί ἐστιν ἡ θρυαλλίς, ἕτερον δὲ πάλιν ἡ φλογώδης τοῦ πυρὸς οὐσία· σὺν ἀλλήλοις δὲ καὶ ἐν ἀλλήλοις ὄντα, μίαν πεποίηκεν ἀμφότερα λαμπάδα. Καὶ ὡς ἄν τις έχε διασάμενος εἴποι, πῦρ ἐστιν ἐξυλωμένον, καὶ ξύλον εμπεπρησμένον, καὶ τὸ μὲν τῆς τοῦ πυρὸς μετέσχε λαμπρότητος, τὸ δὲ τῆς κατὰ τὴν δᾄδα κεκοινώνηκε γεώδους παχύτητος, καὶ ἀντιδέδωκε θάτερον θατέρῳ τῶν ἰδιωμάτων, ἐν τῇ μονίμῳ ἑαυτῶν καὶ ἀσυγχύτῳ ιδιότητι μείναντα. Μηδεὶς δὲ κακόσχολος πάλιν λαμβανέσθω τοῦ πα ραδείγματος, εἴ τι ἀνόμοιον ἔχοι, τὸ ἔλαιον προφέρων, τὸ μεσιτεῦον τῇ τούτων ἑνώσει, ἢ τὴν ὑποκειμένην ἐλαιώδη ποιότητα, ἢ τὸ μὴ διαρκεῖν ἐπὶ χρόνον, ἀλλὰ τεφροῦσθαι, μνημονεύων ὧν ἔμπροσθεν εἰρήκαμεν περὶ παραδείγματος καὶ τοῦ κατ' αὐτοῦ ὅρου· ἡ δ' αὐτὴ ἂν εὑρεθείη καὶ πυρὸς πρὸς ἀέρα σύγκρασις, καὶ ἀέρος πρὸς ὕδωρ· ἡ γὰρ ὕδατος πρὸς τὴν μίξις, ἢ δὴ τοῦ συγχυτικοῦ τῆς ἑνώσεως ἅπτεται εἴδους, ὁδοποιοῦσα τοῖς ὑγροῖς τε καὶ λεπτομερέσι, διαφόροις δὲ κατὰ τὴν τῶν ποιοτήτων ἐξαλλαγὴν τὴν ἐκ τῆς ἀντιπεπονθήσεως γινομένην τῶν ἄκρων μεταβολὴν καὶ ἀλλοίωσιν. Παρίημι γὰρ τὰς ποιότη. τας λέγειν, αἳ καὶ τῶν οὐσιῶν κεχωρισμένων, πολύ λάκις ἐν ἀλλήλαις τε γίνονται, καὶ ἀμιγῶς συνάπτονται· ὥσπερ τῶν φωσφόρων ἄστρων αἱ μαρμαρυγαί, ἀλλήλαις τε καὶ ἀέρι κιρνάμεναι σώζουσι τὴν ἰδιό τητα τοῦ ἐν τῷ ποιῷ ποιοῦ· παρίστησι δὲ τοῦτο ἡ τέχνη, τῆς φύσεως οὖσα μιμητική. Εἰ γ' οὖν τις, κατὰ τὸν μέγαν Διονύσιον, πολλὰς ἐξάψας δάδας ἐν
col. 1305–1306page 20 of 66
PG 86:1305ἑνὶ οἴκῳ συγκλείσειεν, εἶτα μίαν ἐκ πασῶν ἀποσπάσας ἐξαγάγοι τοῦ δωματίου, συνεξοίσει ταύτῃ καὶ τὸ φῶς, οὔτε τι τοῦ ἰδίου πάλιν αὐτοῖς ἀπολιπούσης, καὶ καθ᾿ ὅλου φάναι, οὐδὲν τῶν ἑνουμένων τροπὴν ἢ σύγχυσιν ὑφίσταται, μὴ οὐχὶ ἑκατέρου τῶν ἑνουμένων παθητικὰς ἔχοντος ποιότητας. Τῶν γὰρ μὴ τοι ούτων, ἡ μὲν δραστήριος ποιήσαι ἂν, καὶ οὐ πάθος" ἡ δὲ παθητική, πάθοι ἂν, καὶ οὐ δράσειεν· ὧν δὲ κοινὸς ὁ λόγος τῆς ἀντιπεπονθήσεως, ταῦτα κατὰ τὴν ἐπικράτειαν ἢ τὴν ἰσονομίαν τῶν παθοποιῶν αἰτιῶν, τὴν ἐν θατέρῳ πάσχει τε καὶ ποιεῖ, ἐπὶ πλεῖον ἢ ἔλαττον. Ωσπερ ἔχει ἐπὶ πάντων τῶν τηκτῶν, καὶ τῶν μεταλλικῶν, καὶ ὅσα τοῖς ἰατροῖς ἢ τοῖς βαναύσοις κιρνᾶσθαι ἢ συντήκεσθαι κατὰ τὴν τέχνην μεμηχάνηται. Τούτων τοίνυν προδιεσταλμένων ἡμῖν, εἰδέναι χρὴ ὅτι τὰ μὲν ἀλλοιωτικὰ ἀλλήλων καὶ μεταβλητικά, ἐκ πολυειδῶν καὶ ἑτεροουσίων συνεστῶτα, οὐδὲν τῶν ἐν τῇ συνθέσει ἀποσώζει ἀκραιφνὲς μετὰ τὴν σύνθεσιν, ἀλλὰ τὰς πάντων ιδιότητας μίξασα καὶ συγχέουσα ἐκ πάντων παρὰ πάντα, ἑτεροῖον εἶδος πάμμικτον ἀπετέλεσε, καὶ γέγονε πολλῶν ὑποστάσεων καὶ φύ σεων κατὰ τὴν μίξιν φυρμὸς καὶ σύγχυσις, οὔτε τὸ ἰδιάζον τῆς ὑποστάσεως, οὔτε τὸ κοινὸν τῆς φύσεως φυλάξασα, ἀλλ᾽ ἕτερον ἐκ τούτων μὲν γενόμενον, οὐδενὶ δὲ ταυτὸν ἀφ᾽ ὧν γέγονεν ἀποτελέσασα. Εἰ τοίνυν θεότης καὶ ἀνθρωπότης κατ᾽ οὐσίαν ἑνωθεῖσαι μὴ φυλάττουσι κάν τῇ ἑνώσει τὴν ἑαυτῶν φυσικὴν ιδιότητα, συγκέχυται, καὶ οὔτε θεότης ἔμεινεν, οὔτε ἀνθρωπότης, ἀλλ᾽ ἕτερον οὐσίας εἶδος ἐκ τούτων γε νόμενον, καὶ οὐχὶ ταῦτα ὑπάρχον ἀποτετέλεκεν. Οὗ τί ἂν γένοιτο ἀσεβέστερον ἢ βδελυκτότερον κἂν ἐννο ῆσαι, μὴ ὅτι φρονοῦντας δογματίσαι; Λείπεται τοίνυν ἐκ τῆς ἐξετάσεως τοῦ λόγου τῆς κατ' οὐσίαν ἑνώσεως, τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος τὴν ἀσύγχυτον ιδιότητα, κατὰ τὰ πρότερα λαβεῖν ὑπου δείγματα, αμυδράν δέ τινα φαντασίαν ἐκ πάντων τῆς ὑπὲρ πάντα ἀληθείας συλλεγομένοις, ἥτις ἀπο δείκνυσιν, ἓν μέν τι τούτων εἶναι τὸ ἀποτέλεσμα, 8 εἴτε πρόσωπον, εἴτε ὑπόστασιν, εἴτε ἄτομον, εἴτε ὑποκείμενον, εἴτε τι ἄλλο φίλον καλεῖν αὐτὸ, οὐ διαφέρομαι. Τοὺς γὰρ ἀξίᾳ ἢ αὐθεντίᾳ, ή τινι τοιαύτῃ σχέσει διαιρετικῇ διὰ τοῦ συνάπτειν χωρί ζοντας, πρώην ἀποῤῥαπίσας ὁ λόγος ἀποδεδίωχεν, ὑποστάσεσι τὰς φύσεις διαιροῦντας ἐλέγξας, καὶ μηδεμίαν κοινωνίαν ἢ ἀντίδοσιν ἐχούσας ἢ ἀντι διδούσας. Τούτων εἰρημένων, κατὰ τὸ δεδομένον ἡμῖν ἐκ Θεοῦ τῆς νοήσεως μικρόν μέτρον, παραπέμπομεν τὸν ἐντυγχάνοντα εἰς τὰς τῶν θεηγόρων Πατέρων διδασκαλίας, ἀφ' ὧν καὶ ἡμεῖς ταῦτα ἡντληκότες, ὡς ἐν μικρῷ κρατῆρι, τῷ τῆς ταπεινῆς ἡμῶν διανοίας λόγῳ ποτίσαι ἐσπουδάσαμεν τοὺς τῆς ἀληθείας έρα στάς. Ὑμεῖς δὲ ἐπορεγόμενοι ὑπὸ τῆς ἀληθείας, ταῦτα μὲν ἔχοιτε λήθης φάρμακον, καὶ μετὰ τὴν τελευταίαν ἐκδημίαν ἡμῶν ἀγάπης ὑπόμνημα, ὡς ἂν μὴ τῷ χρόνῳ τὸ τῆς ἀγάπης καλὸν ἐκρυὲν οιχή
col. 1307–1308page 21 of 66
PG 86:1307σεται. Επιστομίζοιτε δὲ τοὺς θρασυτέρους, καὶ χειραγωγοῖτε τοὺς ἁπλουστέρους, ἐπὶ τὴν διὰ τού των ἀναφαινομένην ἐν τοῖς ἁγίοις Πατράσιν είλι κρινῆ καὶ καθαρὰν τῆς ἀληθείας αὐγὴν, καὶ ἡμῶν ὑπερεύχεσθε, δι' ἀγάπην, ὡς τὸ συνειδὸς μαρτυρεί, ταῦτα συγγράψαι, καὶ παρὰ προαίρεσιν ἀνασχομένων. Τῳ δὲ Θεῷ εὐχαριστία ὑπὲρ πάσης τῆς ἐν πᾶσ σιν αὐτοῦ δωρεᾶς, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΠΡΟΟΙΜΙΟΝ ΧΡΗΣΕΩΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ. Μέλλων τὰς χρήσεις παρατίθεσθαι τῶν ἁγίων Πατέρων πρὸς βεβαίωσιν τῶν ἡμετέρων λόγων, ἐπι στῆσαι τὸν νοῦν τὸν ἐντυγχάνοντα παρακαλῶ· συν ετοῦ γὰρ δεῖται ἀκροατοῦ ἡ τῶν θαυμαστῶν τοῦ Πνεύ ματος συμβούλων παίδευσις. Κάμνει γὰρ λόγος ἀκο αἷς ἐνηχῶν ἀπαιδευσίας ῥύπῳ βεβαρημέναις. Ωστ περ γὰρ ἐνώτιον χρυσοῦν, καὶ σάρδιον πολυτελὲς ἐνδέδεται, οὕτω λόγος σοφὸς εἰς οὖς εὐήκοον, ἡ σοφὴ ἀπεφθέγξατο Παροιμία. Οὐκοῦν τὸ κατὰ τὴν θείαν αἴσθησιν ἀκουστικὸν ἡμῶν, παντὸς ἐκκαθάρω μεν ἄχθους τοῦ ἐκ προλήψεως συνισταμένου, καὶ ἀποκωφοῦντος τὸν νοῦν· ἤδη δὲ τὸ τῶν μαρτύρων νέφος, ᾗ φησιν ὁ ᾿Απόστολος, ἐποίσομεν, ἂν ἄρα κάν τοῖς τηλικούτοις εἴξωσιν οἱ ἀπειθοῦντες. Καὶ γὰρ τῆς αὐτῶν πατροπαραδότου φιλονεικίας ἕνεκεν, οὔτε διλήμματον ἡ ἀμφίβολον χρῆσιν παρηγάγομεν, οὔτε μὴν ἀσημοτέρους Πατέρας έπεμαρτυράμεθα. Αὐτοὺς δὲ τοὺς φανοτάτους, καὶ μέγα ἐν τῇ οἰκουμένῃ λάμ ψαντας ἐπεβοησάμεθα, καὶ τρανωτάτας καὶ ἀναμφιλέκτους μαρτυρίας εἰσκεκομίκαμεν, πᾶσαν αὐτοῖς ἀποκλείοντες κατὰ τῆς ἀληθείας ἐπίνοιαν. Οὐ τὰς ἐξ ὧν ἢ ἀφ᾽ ὧν ἢ παρ' ὧν, καὶ πρὸ τῆς ἑνώσεως, ὡς αὐτοῖς φίλον καλεῖν, ἢ ἐν τῇ ἑνώσει, καὶ οὐχὶ καὶ μετὰ τὴν ἕνωσιν· εἴπερ ἐστὶ κατὰ τὴν αὐτῶν σου φίαν ταύτης τέλος, ἀλλὰ τὰς ἐν οἷς, καὶ δι' ὧν, ἀμφοτέρας τε καὶ δι᾽ ἀμφοῖν καὶ ἄμφω, φύσεις τε καὶ οὐσίας, οἴσας τε καὶ φυλαττομένας ἔν τε τῇ ἑνώσει, καὶ εἰς ἄπειρον ἀδιαιρέτους· ἐν τῇ κατ' οὐσίαν ὑποστατικῇ ἑνώσει, ὑπεφήναμεν τοὺς ἁγίους και ταγγείλαντας. Εἰ δέ τις τὸ τούτων πλῆθος, ἢ τῶν προσώπων τὸ ἀξιόπιστον, κατὰ τὸν ἐν τῇ Γραφῇ ἀσεβῆ οὐκ αἰδεῖται ('Ασεβὴς γὰρ, φησὶν, ὃς οὐκ ᾔδέσθη πρόσωπον ἐντίμου), ἀσήμους δὲ καὶ οὐκ ἐγνωσμένας, ὡς ἐξ αὐτῶν ἡ ἑτέ ρων, τούτοις ἐναντίας χρήσεις προκομίζοι, δειξάτω πρῶτον, ὅτι μὴ αὗται ἐκείνων οὖσαι τυγχάνουσι, καὶ οὕτως ἐκείνας δεξαίμεθα. Ἕως δ' ἂν αὗται τὸ ἰσχυ ρὸν ἔχουσι, τῇ τε τῶν συνταγμάτων λαμπρότητι, καὶ περιφανείᾳ τῇ τῶν Πατέρων, ἐκείνας ἢ οὐ παραδεξαίμεθα τὴν ἀρχὴν, κατὰ τούτων στρατευομένας ἢ δεξάμενοι, ὡς σύμφωνον τούτοις ἐχούσας διάνοιαν, καὶ κατ' οὐδὲν μαχομένας ἐκδεξώμεθα. Τὸ γὰρ εἰς ἀντίφασιν πειρᾶσθαι τοὺς θεολόγους ἄγειν, καὶ ἀσυμ φώνους σφίσιν αὐτοὺς γεγενῆσθαι λέγειν· οὐ καθ᾽ ἡμῶν ἐστι τὸ ἐγχείρημα· κατὰ δὲ τῆς ἐκείνων δό
col. 1309–1310page 22 of 66
PG 86:1309ξης, μᾶλλον δὲ τῆς τοῦ Παύλου, καὶ ἔστι τῆς τοῦ ἁγίου Πνεύματος αὐθεντίας, καὶ τοῦ ἐν αὐτῷ λα λοῦντος Χριστοῦ. Μετὰ γὰρ τοὺς ἀποστόλους καὶ τοὺς προφήτας, ἐν τῇ Ἐκκλησίᾳ τοὺς διδασκάλους, κατὰ τὴν ἀνεξιχνίαστον τοῦ Πνεύματος οἰκονομίαν, τέθεικεν ὁ Θεὸς, εἰς ἔργον διακονοίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Οὐκοῦν ὁ τοὺς Πατέρας μὴ δεχόμενος τοὺς διαφανεῖς τε καὶ ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ περιβοήτους, προφανῶς τῇ διαταγῇ τοῦ Θεοῦ ἀνθέστηκεν. Τί τοίνυν διαφέρει οὐσία ὑποστάσεως, ήγουν φύσις προσώπου, ἐκ τῶν μεγάλων φωστήρων, Βα σιλείου τε καὶ Γρηγορίου, μαθεῖν ἔξεστιν· οἵτινες ὑπὸ κανόνα καὶ ὅρον τὰ νῦν ἡμῖν ζητούμενα ἀν ήγαγον, σαφῶς διδάξαντες, τί μὲν οὐσία, τί δὲ ὑπό στασις, καὶ ὡς φύσις ταυτόν ἐστι τῇ οὐσίᾳ, ὑπόστασις τε τῷ προσώπῳ, καὶ πῶς, καὶ κατά τινων ταῦτα λέγεται, τάς τε ἀντωνυμίας αὐτῶν, καὶ τὴν ἀντεμπλοκὴν ἔμπαλιν ἐχούσης τῆς θεολογίας τῇ οἰκονομία, κατὰ τὴν τῶν ὀνομάτων τούτων ἐπίζευξιν τε καὶ ὑπαλλαγήν. Μετὰ δὲ τὴν τούτων παράθεσιν, καὶ τοὺς ἄλλους ἱερούς διδασκάλους παρ ἀξομεν εἰς μέσον· μιᾶς που ἡ δευτέρας χρήσεως, τὴν πᾶσαν ἡμῖν τῶν θεοσόφων διάνοιαν παριστώσης. Ικαναὶ γὰρ καὶ αὗται καταιδέσαι τοὺς εὐγνώμονας. Τοὺς γὰρ μὴ τοιούτους οὐδ᾽ ἂν ὁ πᾶς πείσαι τῶν ἁγίων χορὸς, καὶ εἰ τὰς πάσας αὐτῶν καὶ ἁθρόως ἐξαντλοῦντες καταχέοιμεν διδασκαλίας. Πρόκλου ἐπισκόπου Κωνσταντινουπόλεως εἰς τὸ, ο Παιδίον ἐγεννήθη ἡμῖν.» Ὁ αὐτὸς ἀληθῶς Θεὸς καὶ ἀψευδῶς ἄνθρωπος, τῷ Πατρὶ καθ' ὅ ἦν ὁμοούσιος, καὶ ἐμοὶ καθ᾽ ὅ γέν γονεν ἄνευ ἁμαρτίας ὁμόφυλος, ἡ θεία φύσις ἄκτι στος, ἡ ἐξ ἐμοῦ προσληφθεῖσα ἀνόθευτος, καὶ εἷς ἐστιν Υἱός, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωτάτης Τοῦ ἁγίου Ειρηναίου, ἐπισκόπου Λουγδούνου καὶ μάρτυρος. Ὥσπερ γὰρ ἡ κιβωτός, κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ ἦν, οὕτω καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγές· ἔσωθεν μὲν τῷ λόγῳ
col. 1311–1312page 23 of 66
PG 86:1311κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φαιδρυνόμενον - ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύ σεων ἐπιδειχθῇ. Τοῦ ἁγίου Ιππολύτου, ἐπισκόπου καὶ μάρτυρος, ἐκ τῶν εὐλογιῶν τοῦ Βαλαάμ Ἵνα δειχθῇ τὸ συναμφότερον ἔχων ἐν ἑαυτῷ τήν τε τοῦ Θεοῦ οὐσίαν καὶ τὴν ἐξ ἀνθρώπων, ὡς καὶ ὁ Απόστολος λέγει· Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστός Ἰησοῦς. Ὁ δὲ μεσίτης ἑνὸς ἀνθρώπου οὐ γίνεται, ἀλλὰ δύο. Εδει οὖν τὸν Χρι στὸν, Θεοῦ καὶ ἀνθρώπων μεσίτην γενόμενον, παρ' ἀμφοτέρων ἀῤῥαβῶνά τινα ειληφέναι, ἵνα φανῇ δύο προσώπων μεσίτης. Τοῦ ἁγίου Πέτρου, ἐπισκόπου Αλεξανδρείας καὶ μάρτυρος, ἐκ τοῦ περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας Καὶ τῷ Ἰούδα φησί· Φιλήματι τὸν Υἱὸν τοῦ άνθρώπου παραδίδως; Ταῦτα τά τε τούτοις ὅμοια, τά τε σημεία πάντα ἃ ἐποίησε, καὶ αἱ δυνάμεις, δεικνύουσιν αὐτὸν εἶναι Θεὸν ἐνανθρωπήσαντα. Τὰ συναμφότερα τοίνυν δείκνυται, ὅτι Θεὸς ἦν φύσει, καὶ γέγονεν ἄνθρωπος φύσει. Τοῦ ἁγίου Κυριακοῦ, ἐπισκόπου τῆς Πάφου καὶ ὁμολογητοῦ, ἐκ τοῦ εἰς τὰ Θεοφάνεια λόγου εἰς δὲ καὶ αὐτός ἐστι τῶν ἐν Νικαίᾳ ὺς ἐν μορφῇ Θεοῦ, φησὶν, ὑπάρχων, οὐχ άρπα γμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένω μορφὴν δούλου λαβών. Εἰ ἡ μορφή τοῦ Θεοῦ ἴση ἐστὶ τοῦ Θεοῦ, καὶ τέλειος ἐτύγχανε Θεὸς, σε καὶ ἡ μορφή τοῦ δούλου τέλειος ἄνθρωπος (τοῦτο φρουρούμενον φαιδρυνόμενον. γὰρ διδάσκει ἡ θεία Γραφή)· τέλειος ἐν ἀμφοτέραις ταῖς οὐσίαις ὁ Χριστός· ὁμοούσιος τῷ Θεῷ καὶ Πα τρὶ, καὶ ὁμοούσιος τῇ Παρθένῳ καὶ Μητρί· ἀμήτωρ ἄνω παρὰ Πατρὸς, ἀπάτωρ κάτω παρὰ Μητρός. Τοῦ ἁγίου Αμβροσίου, ἐπισκόπου Μεδιολάνου καὶ ὁμολογητοῦ, ἐκ τοῦ κατὰ Απολιναρίου Ο λόγου. Εἷς γάρ ἐστιν ἐν ἑκατέρῳ, τουτέστι, τῇ θεότητι καὶ τῷ σώματι· οὐ γὰρ ἕτερος ἐκ Πατρὸς, καὶ ἔτε ρος ἐκ Παρθένου· ἀλλ' ὁ αὐτὸς, ἕτερον μὲν ἐκ Πατρὸς, ἕτερον δὲ ἐκ Παρθένον· καὶ γεννήσει γέν νησις οὐ προκρίνει, οὐδὲ ἡ σὰρξ τῇ θεότητι
col. 1313–1314page 24 of 66
PG 86:1313Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Σαβῖνον ἐπίσκοπον λόγου Οὐκοῦν ἐν τῷ τελείῳ τῆς θεότητος ὢν ἐκένωσεν ἑαυτὸν, καὶ ἔλαβε τὸ τέλειον, τῆς κατὰ ἄνθρωπον φύσεως ὁλόκληρον· ὡς οὐδὲν ἔλιπε τῷ Θεῷ, οὕτως οὐδὲ τῷ καταρτισμῷ τῷ κατὰ ἄνθρωπον, ἵνα τέλειος ἐν ἑκατέρα φύσει τυγχάνῃ. Τοῦ ἁγίου Γελασίου, ἐπισκόπου Καισαρείας, καὶ αὐτὸς τῆς συνόδου τῶν ρν, ἐκ τῆς Ἑρμη νείας του Συμβόλου. Αλλ' οὐκ ἴσχυσεν ἀνθρωπίνη γλῶσσα μόνη τοῦτο ποιῆσαι· ἀσθενής γὰρ ἦν ἡ φύσις. Ήλθε τοίνυν εἰς ταυτὸν Θεὸς ἅμα καὶ ἄνθρωπος, ἵνα σῶμα μὲν ὑπο ηρετήσηται, Θεὸς δὲ δι' αὐτοῦ τὴν ἐνέργειαν παρά σχηται. Διπλᾶ πάντα, καὶ ἀληθῆ πάντα, και τέλεια πάντα· καὶ φιμούσθω πᾶν αἱρετικόν στόμα· μεθ' ἡμῶν ὁ Θεὸς, μεθ᾿ ἡμῶν ὁ μετὰ Πατρὸς, μεθ᾿ ἡμῶν ὁ ἐξ ἡμῶν· Σάρξ μου, φησὶν, ἐξ αὐτῶν. Ἀλλὰ τὸ μὲν ἀεὶ, τὸ δὲ δι' ἡμᾶς. Καὶ ἡ μὲν θεότης ἀεὶ, ἡ δὲ ἀνθρωπότης δι' ἡμᾶς Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμεῖς δὲ τῷ θείῳ δαδουχούμενοι Λόγῳ, ἀνύβριστον τοῦ Μονογενοῦς φυλάξωμεν τὴν εὐγένειαν, μήτε διὰ τὸ ταπεινὸν τῆς σαρκὸς ἀθετοῦντες τὸν Λόγον, μήτε διὰ τὸ ὕψος τῆς θεότητος παρορῶντες τὴν σάρκα· ἀλλὰ τὸν μὲν Λόγον ὡς Θεὸν, τὴν δὲ σάρκα ὡς ναὸν Θεοῦ τιμήσωμεν. Τοῦ μεγάλου Ἐφραὶμ, ἐκ τοῦ εἰς τὸν μαργαρίτην λόγου Τῶν δύο φύσεων μετέχει ὁ μαργαρίτης ὁ πολύτιμος, ἵνα δείξῃ Χριστόν· ὅτι λόγος ὢν Θεοῦ, ἐκ Μαρίας ἄνθρωπος γεγέννηται· οὐ μερικὴν ἔσχε τὴν φύσιν, ἐπεὶ οὐδ᾽ ἕτερον ἂν ζῶον ἐτύγχανε. Τελείαν ἔχει τὴν διπλῆν φύσιν, ἵνα μὴ ἀπολέσῃ τὰς δύο. Οὔτε ἡμίθεος ὤφθη ἐπὶ τῆς γῆς, οὔτε ἡμιάνθρωπος ἀνέβη εἰς τοὺς οὐρανούς· ἐκ τελείου τέλειος, ἐξ ἀνθρώπου ἄνθρωπος, ἐκ Θεοῦ Θεός, ἐκ Παρθένου Χριστός. Τοῦ ἁγίου Φλαβιανοῦ, ἐπισκόπου Αντιοχείας, ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον λόγου. Εδειξεν γὰρ ἑαυτὸν διὰ τοῦ σωματικοῦ νέφους, ὁ τὴν ἡμετέραν φύσιν ὑπελθών, ἵνα ἀμφοτέρας αὐτοῦ διδαχθῶμεν τὰς φύσεις, καὶ τὸν ὁρώμενον ἄνθρωπον, καὶ τὴν διὰ τοῦ σώματος ἐνεργοῦσαν θεότητα μαθήματος μαθηματικού. μάθημα σύμβολον
col. 1315–1316page 25 of 66
Liber II
PG 86:1315Ἀντιόχου ἐπισκόπου Πτολεμαϊδος ής χρήσεως ἐμνήσθη ὁ μακάριος Κύριλλος. Μὴ συγχέῃς τὰς φύσεις, καὶ οὐ ναρκήσεις περί τὴν οἰκονομίαν· κράτει τὸν Θεὸν, δίδου τὰ πρέποντα τῷ Θεῷ· δέχου τὸ ἀνθρώπινον, δίδου τὰ πρέποντα τῇ ἀνθρωπότητι. Σχόλιον Λεοντίου. Ἐπὶ πᾶσι δὲ τοῖς προηγησαμένοις, καὶ τοῦ μα καρίου Κυρίλλου βεβαιωτικὰς τῶν τε πρὸ αὐτοῦ Πατέρων, καὶ ἑρμηνευτικὰς τῆς ὅλης αὐτοῦ διανοίας παραθέσθαι ἐσπουδάσαμεν· ἵνα γνῶσιν ὅτι οὔτε αὐτὸς, οὔτε τις ἕτερος τῶν Πατέρων, τό, ἐκ δύο ἢ τὸ ἐξ ἀμφοῖν, ἐπ᾿ ἀναιρέσει τοῦ, ἐν δύο, εἰρήκασι. Πολλαχοῦ γὰρ κατὰ τῆς διαιρέσεως Νεστορίου μα χόμενος, οὐ μόνον τὰ ἐξ ὧν τέθεικεν, ἀλλὰ καὶ τῇ ἐν προθέσει ἐπ' ἀμφοτέρων ἐχρήσατο, ὡς αὐτόθεν ἐξ ὧν ὑπετάξαμεν αὐτοῦ χρήσεων, ῥᾷόν ἐστι μαθεῖν. Ἐφ᾽ ἅπασι δὲ αὐτοῦ τοῖς λόγοις τῶν χρήσεων τὰς ἀναμφιλέκτους μόνας, ἃς οὐδὲ μανέντες παρερμηνεῦσαι δυνήσονται, παραθέσθαι ἐσπουδάσαμεν. ΛΟΓΟΣ Β' ΠΡΟΣ ΤΟΥΣ ΕΚ ΤΩΝ ΗΜΕΤΕΡΩΝ ΠΡΟΣΘΕΜΕΝΟΥΣ ΤΗ ΚΑΤΕΦΘΑΡΜΕΝΗ ΤΩΝ ΑΦΘΑΡΤΟΔΟΚΗΤΩΝ. Ἐν μὲν τοῖς ἔμπροσθεν εἰρημένοις ἡμῖν, συν Θεῷ δὲ φάναι τὰς ἑνστάσεις καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, εἰς δύναμιν διαλελύκαμεν αἷς δὴ χρώμενοι καθ' ἡμῶν οἱ τῆς ἐναντίας δοκήσεως, (οὐ γὰρ μή ποτε τοῦτο καλεῖν αὐτοὺς παυσαίμην, ὅτι μηδὲ θέμις), τῆς εὐθείας ἀπάγειν τοὺς ἁπλουστέρους ὑπολαμβάνουσι. Νῦν δὲ αὖθις ἑτέρου σκέμματος καὶ προβλήματος την θεωρίαν αναπτύξαι τε καὶ διευκρινῆσαι πειράσομαι. Ηγείσθω δὲ τοῦ λόγου Χριστὸς ὁ Θεὸς καὶ Λόγος, καὶ φῶς, καὶ ζωή,
col. 1317–1318page 26 of 66
PG 86:1317καὶ ἀλήθεια, εμπνέων ἡμῖν σύνεσιν εἰς τὸ μετά χάριτος καὶ σοφίας τῆς ἄνωθεν, τὰ συντελοῦντα εἰς τὴν ὑπόθεσιν, καὶ νοῆσαι καλῶς, καὶ φράσαι δυνη θῆναι. Εἰ μὲν οὖν ἑώρων τὴν νῦν ἐν τοῖς ὑπεναντίοις ἐπαναστᾶσαν κατ᾿ ἀλλήλων ζυγομαχίαν μέχρις αὐτῶν ἐκείνων μείνασαν, ἀλλὰ μὴ καὶ εἰς ἡμᾶς διαθῆναι φιλονεικοῦσαν, τάχα που καὶ κέρδος ὑπελάμβανον τὴν τῶν ἐναντίων μάχην τε καὶ ἀντιπαράταξιν αὐτοὶ γὰρ ὑπὸ σφῶν βαλλόμενοι καὶ ἀνατρεπόμενο:, οὐδὲν ἡμῖν πρᾶγμα, ὅτι μὴ θεωρίαν ψιλὴν τοῦ πολέ μου, προϋξένουν. Ενὶ τούτων μόνον ἡμῶν ἀλγυνομένων, τῇ ἀπωλείᾳ τῶν ἀθετῆσαι μὲν εἰς τὸν οἶκον Δαβίδ, κατὰ τὸ λόγιον, τολμησάντων, ὑπερ ιδόντων δὲ καὶ τὴν πρὸς τὸν οἶκον Ιεροβοὰμ ὁμά νοιαν, καὶ μηδὲ ἐκείνην συντηρησάντων, ἀλλὰ σχι σθέντων τε καὶ διαιρεθέντων ἀπ' ἀλλήλων τε καὶ πρὸς ἀλλήλους· ὡς ἐξεῖναι τοῖς συνετωτέροις ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκειν, κατὰ τὸν Σωτήριον λόγον, διὰ τῶν πολυσχιδῶν στάσεων του ἐν αὐτοῖς ἐνεργοῦντος ταραχώδους πνεύματος τὰ μάλιστα δεικνυμένου. Συμπέφυκε γάρ πως τῇ ἀσε βείᾳ τὸ φίλεχθρόν τε καὶ πολεμοχαρές. Νῦν δὲ δὴ γέγονεν ἡμῖν πρὸς κακοῦ ἡ τῶν ἐχθρῶν πρὸς ἀλλή λους δυσμένεια. Ο τῆς ἀπαιδευσίας! καὶ τῶν ἐν κακίᾳ παρ' αὐτοῖς δευτέρων γεγόναμεν αθλιώτεροι μηδὲ ὅσον οἱ ἐχθροὶ τὰ ἡμέτερα ἐποπτεῦσαί τε καὶ φυλάξαι δυνάμενοι. Εἴπερ ὁ μὲν θατέρου μέρους τῶν σχισμάτων πατὴρ τὸ δέον ἔγνω, καὶ ἡδέσθη τὸν κατὰ τῆς ἀληθείας προφανή πόλεμον, ἡμεῖς δὲ τὴν ἐκεί νων ἐπίγνωσιν, ἀγνοίας ἐφόδιον πεποιήμεθα, καὶ γεγόναμεν καὶ τῶν ἐχθρῶν ἀσυνετώτεροι. Σευήρου γὰρ καὶ Ἰουλιανοῦ, τῶν δύο τῆς μιᾶς ἀσεβείας ἀρχῶν πρὸς ἑαυτοὺς διενεχθέντων, ἀνοήτως μὲν ὡς πρὸς τὰς οἰκείας ἀρχὰς, ἐμφρόνως δὲ ὡς πρὸς αὐτὴν τὴν ἀλήθειαν, καὶ περὶ τοῦ φθαρτοῦ ζυγομαχούντων, οἱ μὲν τῆς Σευήρου μερίδος, φιλα λήθως εἰπεῖν, τῆς τῶν ἐχθρῶν παρεκέρδαινον πονη ρίας· ἡ γὰρ οὐκ ἄν τις αὐτοὺς πρὸ τούτου εἰπεῖν ἔπεισε, ταῦτα ἡ νῦν πρὸς τοὺς οἰκείους δυσμένεια ὁμολογῆσαι ἠνάγκασεν· ἡνίκα δὲ πρὸς τὰς αὐγὰς τῆς ἀληθείας ἀνανεύειν ἤρξαντο, τὴν ἐκείνων ἀνάνευσιν ἀβλεψίας ὑπόθεσίν τινες ἔσχον τῶν ἡμε τέρων, τῇ χείρον: μοίρα προσθέμενοι, καὶ δι' ἑνὸς ῥήματος εἰς ταυτὸν ἦλθον τοῖς ἐναντίοις· καὶ δι' εὐπρέπειαν ὀνόματος, πᾶσαν σὺν ἐκείνοις ἀπεσκευάσαντο τὴν οἰκονομίαν. Εκείνων γὰρ, ὡς ἔφην, ἀνοήτως μὲν ὡς πρὸς τὰς τῆς ἀληθείας ἀφορμὰς ζητούντων, πότε μεν δεῖ φθαρτὸν καὶ παθητὸν τὸ σῶμα λέγειν, ὅπερ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν φορέσας ὁ Κύριος ἡμῶν κατ εδέξατο, Σευήρος ὀψὲ μὲν, ὅμως δ' οὖν ᾔσθετο ἑαυ τοῦ, καὶ τοῦ κατὰ τῶν οἰκείων παρεκέρδανε πολέ μου, ἀναγκασθεὶς διαφοράν τε καὶ ἰδιότητας ὁμολογῆσαι τε καὶ κηρύξαι. Τῆς αὐτοῦ δ᾽ ἂν εἴη σοφίας, καὶ τῶν ἐζηλωκότων αὐτὸν, διαφορὰν καὶ ἰδιότητας κατηγορεῖν, οὐ καθ᾽ ὑποκειμένων πραγμάτων δύο παραιτούμενον φύσεις ὁμολογεῖν, δύο λέγειν
col. 1319–1320page 27 of 66
PG 86:1319ιδιότητας φθαρτοῦ καὶ ἀφθάρτον, καὶ τὴν διαίρεσιν τῆς δυάδος, ἣν ἄνω καὶ κάτω στρέφων, καὶ τὰ πάν τα κυκῶν, ἐν τοῖς προλαβοῦσι διέβαλλεν, ἥκιστά γε τὰ νῦν εὐλαβεῖσθαι· ἢ πῶς γε μὴ ἀγάσαιτό τις αὐτ τὸν τῆς παιδεύσεως, τὴν μετοχὴν μὲν λαμπρᾷ κα ρύττοντα τῇ φωνῇ, ἐξ οὗ δὲ αὐτὴ παρήκται οὐ φυλαττόμενον μόνον, ἀλλὰ καὶ πολεμεῖν σπεύδοντα; Εἰ γὰρ φύσει μὲν παθητὸν λέγει τὸ σῶμα, καὶ φυ σικὰ πάθη δίδωσιν αὐτῷ, καὶ ταῦτα μετὰ τὴν ξω σιν, ἀποκρινάσθω δὴ οὖν ἡμῖν ὁ σοφὸς, εἰ μὴ ἐκ φύσεως τὰ φυσικὰ, ὥσπερ ἐκ τέχνης τὰ τεχνητά. ᾿Αλλὰ τὰ μὲν κατ' αὐτὸν μακροτέροις ταμιευσάμεθα λόγοις, ἢ τοῖς ἡμῶν μάλιστα σχολὴν ἄγουσιν. Τί δ' ἂν εἴποις περὶ τῶν ταῦτα λαμπρά κηρυττόντων καὶ διαπρυσίῳ ἀεὶ τῇ φωνῇ; ἐνέργειάν τε πρὸς τούτοις, ἄλλην μὲν σαρκὸς, ἑτέραν δὲ θεότητος, πάθος τε περὶ τὸ σῶμα, καὶ ἀπάθειαν περὶ τὸν λόγον ὁμολογούντων, ἀντιπεριχωρεῖν ταύτας δεδώκασι, καὶ ἀντικατηγορεῖσθαι θατέρου, διὰ τὴν ἐν θατέρῳ ταυ τοῦ ἐπαλλάττουσαν ἰδιότητα· τὰ δὲ νῦν ὥσπερ ἐξ επίτηδες τοῖς οἰκείοις περιπιπτόντων, καὶ τῷ ἀφθάρ τῳ προσθεμένων. Τὴν οὐκ οἶδα τί καὶ λέγειν χρεών, θαυμάσω τὴν στερρότητα, ἢ ἐπαινέσω τὴν κουφότητα, ἑνὶ ῥήματι εὐπρεπεῖ τῇ λίχνῳ τῆς ψυχῆς προσκλήσει, πρὸς τὸ πιθανὸν τῆς ἀπάτης παρασυρέντων. "Ο δὴ καὶ ἑτέρους πάλαι τε καὶ νῦν πε πονθότας γινώσκομεν. Ηδη γάρ τινες ἐν τοῖς ἔμ προσθεν τῇ τῶν Ἐγκρατητῶν ἀπάτῃ προσέθεντο, τῷ κομψῷ τῆς φωνῆς εἰς τὸ τοῦ Μάνεντης βάραθρον κατασυρέντες. Αλλοι δὲ τῇ τῶν Καθαρῶν οὕτω καλουμένων ἐμμολυνθέντες ἀκαθαρσίᾳ, οὐδενί γε ἑτέρῳ ἢ τῷ χαρίεντι τούτῳ ὀνόματι προσεφθάρησαν. Πολλοί τε τῶν τε νέων καὶ τῶν παλαιῶν, ὧν καὶ τὰς προσηγορίας ἀριθμεῖν ἔργωδέστατον, τῇ κατ' αὐτοὺς ἐμπαθεί συνηγορίᾳ τῆς ἀπαθείας τοῦ Λόγου, εἰς τὸ Νεστορίου βάραθρον ἐμπεπτώκασι. Και συλλήβδην εἰπεῖν, ὅλους στόλους ψυχῶν, ὥσπερ ὑπὸ Σκύλλης τινός, ἢ τῆς ἀντιθέτου Χαρύ Εδεως ηρπασμένους τε καὶ ὑποβρυχίους γεγονότας ἔγνωμεν, τοῖς ταπεινοτέροις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, διὰ τὴν πρὸς τὸ ἡμέτερον αὐτοῦ συγκατάβασιν, βήμασί τε καὶ πράγμασιν ἀπαιδεύτως προσ πταίσαντας. Τί γὰρ ἄλλο τὰ μυρία φύλα των ", εθνῶν, ἢ τὰς Ἰουδαϊκὰς ἡμῖν φάλαγγας ἐξώπλισέ τε καὶ ἐξέμηνεν, ἀλλ᾽ ἢ, ὡς ὁ Παῦλος ὠνόμακεν, ή μω ρία τοῦ κηρύγματος; Καὶ τίς ἂν μὴ θαυμάσειε τῆς παιδεύσεως τοὺς νέους δογματιστάς, εἴπερ οἷόν τε ἦν, κατὰ τοὺς αὐτῶν λήρους, πάντας μὲν τοὺς ἀοιδίμους μάρτυρας, πάντας δὲ τοὺς ὁμολογητές, καὶ βασάνων ἐκτὸς τοὺς ὑπὲρ εὐσεβείας στεφάνους ἀπολαβεῖν, διὰ δύο τουτωνὶ λέξεων, εἴ γε μεμαθηκότες αὐτὰς ἔτυχον; Οἱ δὲ τῆς οὕτω μεγάλης αὐτῶν σοφίας ἀμέτοχοι διαμείναντες, ἀπῆλθον ἀπάτης πάρ εργον, οὐκ ἀνδρείας στῆλαι τῷ βίῳ γενόμενοι· οὐ δεὶς γὰρ ἂν, ὡς οἶμαι, τῶν τε πικροτάτων καὶ δυσμενῶν διωκτῶν, δίκην τινὰ Χριστιανῶν εἰσεπράξατο,
col. 1321–1322page 28 of 66
PG 86:1321εἰ ἐπὶ τοῦ βήματος ὡμολόγουν, ἄνθρωπον αὐτὸν ἡ μόνον εἶναι τὸν γεγεννημένον ἐκ τῆς Παρθένου, καὶ ἐσταυρωμένον, καὶ τεθαμμένον, καὶ ἐγηγερμένον. Ποῖος γὰρ ἂν φθόνος αὐτοὺς ὑπεισῆλθεν, τῆς ἀνα στάσεως ἀνθρώπου καταγγελλομένης; Οι γε οὐδὲ ἐπ' ἄλλῳ τινὶ τῶν εἴτε μεμυθευμένων, εἴτε ἀληθῶς ἀναβιώναι ἱστορουμένων, ήλωσαν βασκανίᾳ πολλῶν γε ὄντων· οὔτε δὲ εἰ κατὰ τοὺς τὴν νέαν σοφίαν σοφισθέντας, καὶ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ ἀπαθές τε καὶ ἄτρεπτον, καὶ ἀναλλοίωτον τήσδε αὐτῆς ἑξου σίας ἠρτήσθω, καὶ ἀόρατον αὐτὸ βλασφημεῖν, καὶ ἀναφὲς, καὶ ἀψηλάφητον, ἄποιόν τε καὶ ἄποσον, καὶ συλλήβδην ἀσώματον· ἅπερ πάντα τῷ θαυμαστῷ τούτῳ τῆς ἀφθαρσίας συνεπινοοῦσιν ὀνόματι. Τίς γὰρ ἡ ἀποκλήρωσις, τὰ μὲν διδόναι τῶν θεοπρεπῶν ὀνομάτων αὐτῷ, τὰ δὲ ἀποστερεῖν; καὶ πολύ τι μέρος τῆς ἀξίας τε καὶ τιμῆς ὑποτέμνεσθαι τοῦ, καθάπερ αὐτοὶ ἀτίμως δοξάζουσιν, ὑπερουσίου καὶ ὑπερφυοῦς καὶ ἀσωμάτου σώματος; Τίς δ' ἂν καὶ χαλεπαίνοι τῶν ἀπίστων ἡμῖν, εἴ γε μή φύσει τὸ σῶμα τοῦ Κυρίου λέγοιμεν, ὀφθῆναί τε καὶ βρῶσιν καὶ ποτὲν προσενέγκασθαι, καί γε ὑπνῶσαι, ἢ πεπονθέναι, καὶ ὅσα πρὸς τούτοις ἀναμαρτήτως ὑπομεῖναι τὴν ἀνθρωπίνην οὐκ ἀπερυθρίασας ἀσθένειαν; Ἔστι γὰρ δή που τοῖς πᾶσι καταφανές, ὅτι πολλὰ τοιαῦτα ἤδη γεγένηται νόμῳ θαύματος, ἀλλ' οὐ λόγῳ φύσεως. Οὐ γὰρ ἂν εἰς τοῦτο μανίας ἐξοίστρησεν ὁ πολυάνθρωπος τῶν Ἰουδαίων δῆμον, εἴ τις αὐτῷ παρέστησε λόγος, μὴ ὅμοιον ἡμῖν εἶναικατὰ πάντα, καὶ ὄντως ἀνθρωπίνην φύσιν, τὸ ὑπ' αὐτῶν σταυρωθέν τε καὶ πάθος δεξάμενον σῶμα, καὶ τεθαμμένον ὑπὸ τῶν γνωρίμων. Πολλῶν γὰρ Θεοφανειῶν ἀναπεπλησμένης τῆς ἱερᾶς Γραφῆς, συνιδεῖν ἔξεστιν ὅτι γε δὴ κατὰ τὸ τοῖς οἰκονομουμένοις συμφέρον, εἰς ἀνθρώπινα σχήματά τε καὶ πράγ ματα, ενεργείας τε καὶ λόγους καθῆκεν ἑαυτὴν ἡ τοῦ Θεοῦ ἡμῶν περὶ ἡμᾶς ἀγαθὴ πρόνοια· καὶ τούτων ὅμως οὐδὲν αὐτοὺς προήγαγε τὸ ἀνθρωπίνας ὑπο λήψεις περὶ τοῦ Θείου λαβεῖν, εἰ καὶ ἀνθρωπίνως παρ' αὐτοῦ ᾠκονόμητο. Πείθει δὲ αὐτοὺς καὶ τὰ τολμήματα, ὅτι ἄνθρωπος ἐστιν πᾶσιν ὁμοιοπαθὴς δ Κύριος, εἰ καὶ μὴ πέπεικε τὰ θαύματα, ὅτι καὶ Θεὸς εἴη ὑπεροχῇ φύσεως πάντων ἀνῳκισμένος. Οὕτως ἥ τε τοῦ μονογενοῦς Λόγου, κατὰ τοῦ Χριστοῦ, τῶν ἀθέων ἀπάθεια, καὶ ἡ τῆς σαρκὸς κατὰ τῆς ἡμετέρας σωτηρίας τῶν νῦν σοφιστῶν ἀφθαρσία, ἐμπαθής ὄντως καὶ φθαρτή οὖσα γινώσκεται· ἡ μὲν οὐ ποιοῦσα μεθ᾿ ἡμῶν τὸν ὑπὲρ ἡμᾶς, ἡ δὲ οὐκ ἐῶσα μένειν τὸν μεθ' ἡμῶν καθ' ἡμᾶς, ἕως τῆς Ιατρείας ἀπαιτεῖ χρόνος, καὶ ἡ ἐν λόγῳ καὶ τάξει γινομένη τοῦ ἡμετέρου πρὸς τὸ ὑπὲρ ἡμᾶς, ἀνάδα σίς τε καὶ ἀνάστασις. Πῶς γὰρ δὴ τὸ θεομίμητον ἔξομεν, μὴ συμπαθόντες τῷ πεπονθότι; πέπονθε δὲ πῶς, μὴ καθ᾿ ἡμᾶς παθών; Οὐκ ἄρα δὲ πέπονθε καθ᾿ ἡμᾶς, εἰ μὴ μεμένηκε καθ᾿ ἡμᾶς. Δεδόξασται δὲ οὐ δαμῶς, μὴ οὐχὶ τοῦτο λαβὼν κατὰ σάρκα, ὅπερ ἀεὶ ἔχων ἦν κατὰ πνεῦμα.
col. 1323–1324page 29 of 66
PG 86:1323"Ωστε μηδεμίαν ἔχειν σοφίας ὑπερβολή». Αλλ' ἐντυχών μοί τις ἔναγχος τῶν τὰ τοιαῦτα σοφῶν, ἀρκεῖν ἔλεγε τὸ ἐνανθρωπῆσαι τὸν Κύριον, εἰς τὸ σωθῆναι ἡμᾶς. Ο. (*) Τί δὲ καὶ οὐχὶ ἡ βούλησις, πρὸς αὐτὸν ἔφην, μόνη πρὸς σωτηρίαν ἀποχρῆναι; Α. Απόχρη ἔφη. Ο. Πῶς οὖν, ἔφην, μὴ οὐχὶ τῷ βούλεσθαι μένῳ καὶ σέσωκεν; Α. Οτι μὴ τῇ ἐξουσία πρὸς ἐμὲ, ἔφη, κεχρῆσθαι, τῇ δὲ φιλανθρωπίᾳ μᾶλλον καὶ τῇ δικαιοσύνη φίλον αὐτῷ. Τὸ μὲν γὰρ ἀνάγκης δεσποτικῆς, τὸ δὲ κηδεμονίας ἐτυγχανε πατρικῆς. Καὶ τὸ μὲν ἦν μόνης τῆς βίας, τὸ δὲ καὶ τῆς ἑκουσίου συγκαταβάσεως· καὶ τὸ μὲν αὐτοῦ μόνου, τὸ δὲ καὶ ἡμέ τερον. Εἴπερ οὐ τὸ βούλεσθαι ἁπλῶς ἔπεται την Θεόν, ἀλλὰ καὶ τὸ πράττειν ἐκεῖνα, ἅπερ πείθει καὶ καταιδεῖ τὸν σωζόμενον. Ο. Εύγε, ὦ θαυμάσιε, ἦν δ' ἐγώ· διὰ ταῦτα γὰρ, ὡς γέ μοι φαίνεται, ὁ καινοπρεπὴς τῆς περὶ ἡμᾶς εὐεργεσίας εἰσήχθη τρόπος, μετὰ τὸ συχνόν τε καὶ πολυειδές, τῆς ἀνέκαθεν περὶ τὸ ἀνθρώπινον ἐνδε δειγμένης προνοίας, ὡς μόνον σωτηρίας ὑπολειπόμενον φάρμακον. Τῆς γὰρ μετὰ σαρκὸς οἰκονομίας οὐδὲν ἂν εὕροιμεν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιστροφής δραστικώτερον. Ταύτῃ γὰρ εἰς ἑαυτὸν ὁ μόνος σο φὸς τῶν ἡμετέρων ψυχῶν ἰατρὸς, τὰ πάθη τῶν ἀνθρώπων ἀναδεξάμενος ἐν ἑαυτῷ, τὴν πάντων ἐξιάσατο νόσον. Α. Οὐ θέμις τοίνυν, ἔφη, τοῖς φρονοῦσιν ἑτέρως ὁμολογεῖν, ἢ ὅτι γε δὴ πρὸς παντελῆ σωτηρίαν ἡμῖν τὸ θαυμαστὸν καὶ μέγα μυστήριον τῆς θείας έναν θρωπήσεως αὐταρκέστατον. Ο. Οὐδ' αὐτὸς, ἔφην, μὴ οὐχὶ ταῦτα οὕτως ἔχειν εἴποιμ' ἄν· τὴν δὲ τῆς σαρκώσεως τρόπον ήδιστα ἂν καταμάθοιμεν, τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πρὸς τὸ σαφέστερον ἐκκαλυπτόμενον. Α. Συνδιασκόπει, ἔφη, εἰ σοι φίλον ἐστίν. Ο. Επειδή τοίνυν, εἶπον, ἐχρῆν οὐ βουληθῆναι μόνον, ἀλλὰ καί τι πρᾶξαι τὸν Θεὸν εἰς ἡμᾶς, πάν τως που καὶ τοιοῦτον ἔδει τὸ πραττόμενον εἶναι, ὥστε μηδεμίαν ἔχειν σοφίας ὑπερβολήν. Α. Εὖ λέγεις, ἔφη, ἐπεὶ μηδὲ εἶεν ἁρμοδιώτερον ἐδέησε γὰρ ἂν ἐκείνου. καὶ οὐχὶ τούτου τοῦ τρόπου, πρὸς τελείαν τοῦ σπουδαζομένου κατόρθωσιν. Ο. Ταῦτα μὲν ὀρθῶς, ἔφην, λέγεις, ὦ φίλτατε ἀλλ' ἐκεῖνό γε πολλῆς ἐστιν διασκέψεως ἄξιον. Εἰ γὰρ σάρκα μόνην ὁ Κύριος ήνωσεν ἑαυτῷ, ἆρ᾽ οὐχὶ τῷ μεγίστῳ ἐκινδύνευε τὰ τῆς σωτηρίας ἡμῖν; Α. Πάντως. Ο. Ψυχῆς γὰρ, ἔφην ἐγώ, τὰ μάλιστα προσδεομένης καθάρσεως, ὡς ἡγοῦμαι, καὶ διὰ τοῦτο προσ ειλημμένης, διότι πρωτοπαθήσασα, πρώτη και κατακέκριτο. Η
col. 1325–1326page 30 of 66
PG 86:1325Α. Θείως, ἔφη, λέγεις. Ο. Ολον οὖν ἄνθρωπον, τὸν ἐκ σώματος λέγω και ψυχῆς λογικῆς τε καὶ νοερᾶς συγκείμενον, οὐσιωδῶς προσλαβὼν, ὅλου ἀνθρώπου την σωτηρίαν εἰργάσα το, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Α. Κάλλιστά γε, ἔφη, ταῦτα λέγεις καὶ τελεώ κατα. Ο. 'Αλλ' ἔγωγε πρὸς αὐτόν· Οὐκοῦν ὥσπερ οὖν εἰ ψυχὴν λαβὼν, οὐ τὴν ἐμὴν προσειλήφει. Εἰ δὲ καὶ τὴν ἐμὴν, εἰ μὴ κατὰ τὴν ἐμὴν διὰ πάντων οὐσιωδῶς ὑπάρχουσαν, ἄλλο τι παρὰ τὴν ἐμὴν πάντως ὑπῆρχε ψυχὴν τὸ σωζόμενον. Α. Δηλονότι, ἔφη· ἐκείνης γὰρ δὴ πάντως ὑπῆρ χεν ἡ σωτηρία, πρὸς ἦν καὶ ἀπαραλλάκτως ἔχουσα εὑρίσκετο. (). Κατὰ τὸν ἴσον δὴ τρόπον, ἔφην, εἰ καὶ σάρκα λαθὼν μὴ τὴν ἐμήν. Εἰ δὲ καὶ τὴν ἐμήν, ἀλλὰ κατά τι παρηλλαγμένην, ἔχοι δ' ἂν τὸ διάφορον εἰ μὴ καὶ ὁμοιοπαθής εἴη, καὶ κατὰ πάντα τους ἡμετέροις συμβαίνουσα, πάντως ἂν ἡ σωτηρία της σαρκὸς ἐκείνης ἐτύγχανεν οὖσα, πρὸς ἦν ἀφομοιών σαι τὴν σάρκα τὴν ἑνωθεῖσαν αὐτῷ κατηξίωσεν. Καὶ τίς, ἔφη, πρὸς τοσοῦτον μανίας ἐλήλακεν, ὅστις οὐχὶ ταῦτα ἀληθῆ τε εἶναι ὁμολογεῖ, καὶ τοὺς μὴ οὕτως ἔχοντας, τοῖς κατακρίτοις συναριθμεῖ; Ο. Ἐκεῖνοι πάντως, εἶπον, οἱ ἀπαθὲς ὑπάρχειν αὐτὸ καὶ ἄφθαρτον οριζόμενοι. Α. Οὐ κατὰ φύσιν ἀπαθές, ἔφη, τὸ σῶμα καὶ ἄφθαρ τον λέγομεν, ἀλλ᾽ ἑνώσει τῇ πρὸς τὸν Θεὸν Λόγον γενόμενον. Ο. Οὐδὲν διαφέρει, ἦν δ' ἐγώ, τοῦ προτέρου τὸ δεύτερον, ἀλλὰ τὴν ἴσην πρὸς τὸ κακὸν δύναμιν ἔχει, εἴπερ γε ὅλως τὴν πρὸς τὸ ὁμοιοπαθὲς τοῦ ἡμετέρου σώματος συγγένειαν, παρῄτηται ἡ τοῦ Κυρίου σάρξ. Α. Πῶς τοῦτο, ἔφη, λέγεις; Ο. Οτι μὴ τοῦτο, εἶπον, ἔστι τὸ σκοπούμενον, πότερον ἑνώσει ἢ κατασκευῇ φύσεως ἄφθαρτον γέ γονεν· ἀλλ' εἰ μὴ τῆς ἡμετέρας φύσεως ἀπαραλλάκτως τὰ γνωρίσματα, πλὴν τῆς ἁμαρτίας διέσωζεν, Εφη. Α. Ὅσον γε ἐπὶ τῇ πρώτῃ αὐτῆς συστάσει, καὶ τὸ τὰς ἀρχὰς ἔχειν ἐκ τῆς Θεοτόκου, ἀδελφῆς τε ἡμῶν οὔσης κατὰ τὴν φύσιν, καὶ πάσης κοινωνούσης τῆς ιδιότητος τοῦ ἀνθρωπείου συγκρίματος. Ο. Σαφεστέρας δεῖσθαι τὴν ἀπόκρισιν ἐξηγήσεως, η ἔφη, παριστώσης ἡμῖν τηλαυγέστερον τὸ ζητούμε νεν. Οὐ γὰρ ἁπλῶς οὕτως ἐξ ὧν εἴρηκας, γινώσκειν Α. Τί μήν, ἔφη, ασαφέστερον εἴρηκα; Ο. Πότερον, έφην, ἄρα τοῦ σώματος τῆς Παρθένου μεταστοιχειωθέντος, καὶ τῆς ἰδίας ἐκστάντος φύσεως, ὑπὸ τῆς τοῦ Λόγου δυνάμεως οὕτως ἐξ αὐτῆς τῆς μήτρας, ἄλλως ἔχουσαν τὴν ἡμετέραν αὐτῷ φύσιν ἡνῶσθαι λέγεις; ἢ τῆς Παρθένου μὲν ἐν τοῖς ἰδιώ μασι τῆς φύσεως μεινάσης, τῶνδε πρώτων ἀρχῶν, τῶν παρθενικῶν αἱμάτων λέγω, μεταποιηθέντων, ἄφθαρτον γεγενῆσθαι τὴν σάρκα; Λ. Τινὲς μὲν, ἔφη, καὶ τῇ προτέρα δόξῃ τῶν ἁπλουστέρων οἶμαι προστίθενται, πλέον ἢ προσῆκε Ό.
col. 1327–1328page 31 of 66
PG 86:1327τὴν Παρθένον ἀποσεμνύνοντες, καὶ τὴν ἐντεῦθεν ἀναφυομένην ἀτοπίαν οὐ προορώμενοι, καὶ ὡς εἴπερ τι τοιοῦτο τῇ Παρθένῳ συμβεβήκει, καὶ αὐτῆς ἂν τῆς πρὸς τὸ τίκτειν ἐπιτηδειότητος ἀπεστέρητο. Ο. Αληθέστατα, ἦν δ' ἐγώ, λέγεις. Τὸ γὰρ ἄφθαρτ τον καταστάν, οὐκ ἄν ποτε τοῦ κυοφορεῖν τε καὶ σαρκικῶ; ἀποτίκτειν γένοιτο δεκτικόν. Ἡ δὲ τοῦ Πνεύματος ενδημία οὐχὶ τὴν ἐπιτηδειότητα τοῦ γεν νὰν τὴν Παρθένον ἀφείλετο ἢ κεκώλυκεν. Τουναντίον μὲν οὖν ἐπὶ τὴν ἀσπόρως οἰκονομηθεῖσαν σύλληψιν, ὑπερφυῶς αὐτὴν προσηγάγετο. Κακείνο δέ μοι σκου πεῖν ἔπεισιν, ὡς εἰ κατ' ἐκείνους ἡ Παρθένος, ἄφθαρ της τῇ ἐπιφοιτήσει τοῦ Πνεύματος γέγονεν, ἐκείνη πάντως ἂν καὶ ῥίζα τῆς τοῦ γένους ἡμῶν ἀφθαρσίας ἐτύγχανεν, ἀλλ' οὐχ ὁ ἐξ αὐτῆς προελθὼν θεῖος βλα στός. Α. Κάλλιστα, ἔφη, λέγεις· οὐδὲ γὰρ ἡ λοιπὴ τῆς Παρθένου ζωὴ παραδεδέχθαι καθάπαξ ιστόρητας τῆς φυσικῆς ἕξεως μεταποίησιν· καθαρότητος μέν γὰρ ὑπῆρχεν αὐτῇ τῆς κατὰ ψυχήν, καὶ ἁγιασμού τοῦ κατὰ τὴν σάρκα πρόξενος ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, οὐ μὴν οὐσίας ἢ φύσεως ἄμειψιν ἐν αὐτῇ κατεσκεύασε, Ο. Κἀκεῖνο, ἔφην, τοῖς εἰρημένοις προστίθει· ὅτι γε δὴ τὸ Πνεῦμα, εἰ τὸ ὑπὲρ τὴν φύσιν ὑπάρξαι τῇ φύσει καρποφορῆσαι στάχυν ἀνήροτον, καὶ κλάδος παρθενικῆς ῥίζης ὑπερφυῶς ἐκφυόμενον. Α. Εὖ γε, ἔφη, ὦ βέλτιστε. Ο. Νῦν δὲ δὴ καιρός, ὦ φιλότης, ἔφην, ἀγαπητικῶς τε καὶ πραέω; τὸ ἑξῆς συνδιασκέψασθαι. Τῆς γὰρ Παρθένου συνομολογούσης ἡμῖν ὡσαύτως ἔχειν κατὰ τὴν φύσιν ἀεὶ, καὶ μὴ πρὸς ἑτέραν παρὰ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐτῇ, μεταχωρήσαι κατάστασιν, ὁ ἐξ αὐτῆς τῆς ἡμετέρας φύσεως ἀῤῥαβών, ἆρ' οὐχὶ ὁδῷ καὶ τάξει φύσεως, τοὺς χρόνους ἐγίνωσκε τῆς κυήσεως; Λ. Πάνυ μὲν οὖν, ἔφη. 4. Κατὰ βραχὺ γὰρ ἐν τῇ παρθενική μήτρα, προέκοπτε νόμῳ κυήσεως, ὡς πρὸς τὴν ἀπηρτισμένην τοῦ βρέφους τελείωσιν, ὡς καὶ τῆς εὐαγγελικής ἔστιν ἀκοῦσαι φωνῆς, Επλήσθησαν, λεγούσης, αλ ἡμέρα τοῦ τεκεῖν αὐτήν. Ενθα περὶ τὸν τόκον, ὥσπερ δὴ καὶ περὶ τὴν πρώτην σύλληψιν, καινοτομεῖται θαῦμα παράδοξον, οὔτε τοῦ τόκου τὴν παρθενίαν λύσαντος, οὔτε τῆς παρθενίας ἐμποδὼν τῇ κυοφορία γενομένης. Α. Θείως, ἔφη, λέγεις. Θ. Αλλ' ὥσπερ, ἦν δ' ἐγώ, ἡ σύλληψις ὑπὲρ ἡμᾶς γεγενημένη, τὸ καθ᾽ ἡμᾶς οὐκ ἠγνόησεν, οὕτω δὴ καὶ ἡ γέννησις τὸ παράδοξον ἔχουσα, τοῦ δι' ἡμᾶς τεχθέντος τὴν φύσιν οὐκ ἤμειψεν, ἀλλ' ἐξέφυ κλάδος τε καὶ καρπὸς, τῇ φυσάσῃ γαστρὶ παραπλήσιος. Α. Ἡμεῖς μὲν οὖν, ἔφη, τοιάδε περὶ τῆς σαρκὸς Χριστοῦ δοξάζομεν, ὅτι κατ' αὐτήν γε τῆς συλλήψεως τὴν ἀρχὴν, ἅμα τῶν παρθενικῶν ἐφῆπται σπλάγχνων,
col. 1329–1330page 32 of 66
PG 86:1329καὶ τὸ προσληφθὲν εἰς ἀφθαρσία, μετεσκευάζετο πῶς γὰρ οἷόν τε ἦν αὐτῷ, μὴ τὴν φθαρτὴν ἀποτίθεσθαι φύσιν, τῷ ἀφθάρτῳ λόγῳ προσενωθέν; Ο. Μᾶλλον ἔοικάς μοι, ὦ βέλτιστε, τῶν οἰκείων, ἔφην, λόγων ἀμνημονεῖν. Τὴν γὰρ Θεοτόκον παρθένον ἐν τοῖς πρότερον άτρεπτον διαμείναι συνωμολόγησας, καὶ ὅτι τὸν ὡρισμένον τῆς ἀνθρωπίνης συλλήψεως χρόνον, ἐν τῇ παρθενικῇ μήτρα μορφούμενος ὁ τῶν χρόνων Δημιουργός, οἰκῆσαι οὐκ ἀπηνήνατο. Πῶς τοίνυν ὁ σπλάγχνεις μητρὸς ἐνοικῆσαι καταδεξάμενος, καὶ τοὺς τῆς κυήσεως χρόνους εκτετελεκώς, κατ' οὐδὲν τῆς Παρθένου προϋχούσης ἡμῶν, πλήν γε μόνης τῆς ἁγιότητος, ὥσπερ ἐκ μεταμελείας τινός, τὴν τοῦ οἰκείου σώματος φύσιν ἀπαξιοῖ, καὶ ταῦτα τῇ γεννησαμένῃ διὰ πάντων ἀπαραλλάκτως συμβαίνοντος; Α. Τούτοις μὲν οὖν, ἐκεῖνος ἔφη, πάντες κοινῶς συνθήσονται. Τὸ δὲ, ὅτι φθαρτὸν ἐκ μήτρας λαβὼν τὸ ἐκ τῆς Παρθένου σῶμα, εὐθέως αὐτὸ πρὸς ἀφθαρσίαν μετεκεράσατο, τῶν ὀρθῶς ἡμῖν δοκούντων ἐστίν. Ο. Καὶ ποῦ ὁ τῆς συμπολιτεύσεως ὄρος καὶ χρό νος, ἔφην, οὗ μάλιστα ἐν χρείᾳ καθειστήκειμεν, ἐν ἀτόμῳ καὶ ῥιπῇ ὀφθαλμοῦ, τὴν πρὸς ἡμᾶς ὁμοιότητα, ὡς φῆς, ἐπιδειξαμένου, καὶ θᾶττον μεταθεμένου, ὁπότε οὐ τούτου μόνου προσεδεόμεθα, ἀλλὰ καὶ τοῦ συναναστραφήναι ἡμῖν τὸν Κύριον, καὶ διὰ πάντων ἐδεῦσαι, δι' ὧν ἡ ἀνθρωπεία φύσις ἀρχομένη, καὶ διὰ τῶν ἐν μέσῳ χωρήσασα, πρὸς τὸ οἰκεῖον ἔρχεται τέλος; Α. Τί γάρ, ἔφη, τὸ κωλύον ἦν, καίπερ ἀπαθὲς τῆς ἑνώσεως ποιησάσης τὸ σῶμα; Ο. Καὶ πῶς, ἔγωγε ἔφην πρὸς αὐτὸν, ἢ τοῖς ἀνθρώποις συνδιαιτῷτο τὴν ἀρχὴν, ἢ τὰ ὑπὲρ ἡμῶν κατεδέξατο πάθη, ἠρνημένος ἐκ πρώτης ἑνώσεως τὸ ὁμοιοπαθὲς ἡμῖν καὶ ἐπίκηρον; Α. Επασχε μὲν, ἐκεῖνος ἀπεκρίνατο, ἀλλ' οὐ δή που ἀνάγκῃ φύσεως, ἀλλὰ λόγῳ οἰκονομίας τοῦ Λό γου ἐφιέντος τὸ παθεῖν. Ο. Αινίγματος οὐδὲν ἀπᾴδειν ἔφην ἐγὼ τὸ ῥηθέν. Πῶς γὰρ καὶ φύσιν ἔσχεν ἀνωτέραν παθῶν, καὶ πάσχειν πάλιν τὰ τῆς φύσεως σαρκὸς ἠφίετο παρὰ τὴν φύσιν; Εἰ μὲν γὰρ ἡ ἕνωσις τοῦ Λόγου, τὸ ἀπα θὲς τῇ σαρκὶ ἐδωρήσατο, οὐκ ἂν αὐτὴν ἀπεστέρησεν τοῦ γε δεδιωρημένου καὶ ἅπαξ προσνεμηθέντος αὐτῇ. Πρὸς δέ γε καὶ εἰ ἐκ τῆς ἑνώσεως τοῦ Λόγου, τῆς ἀφθαρσίας μετειλήφει, ὥρα σοι καὶ ἀποσχίζειν ἀθέ σμως τολμᾷν τὴν ὑπερφυᾶ καὶ θαυμασίαν ἔνωσιν. Οὐ γὰρ οἷόν τε ἦν πάσχειν τὸ ἐκ τῆς ἑνώσεως ἀπαθές, μὴ τῆς ἑνώσεως πρότερον ἀναιρεθείσης· ὥσπερ οὐδὲ σκότος ἂν ὑποσταίη ποτ' ἂν, μὴ τοῦ αἰτίου καὶ φωτίζοντος ὑποχωροῦντος· καὶ ἁπλῶς γὰρ εἰπεῖν, οὐδὲν τῶν ἐκ τοῦ συνεκτικοῦ αἰτίου τοῖς αἰτιατοῖς παραμένειν πέφυκεν, μὴ τοῦ αἰτίου παρόντος. Σκό πει δὲ δὴ καὶ τοῦτο· ὡς, εἴ γε πάσχοντι αὐτῷ συνεῖναι ὑπέμεινεν, ὑπομείναι ἂν καὶ παθητῷ γε ὄντι ἡνῶ σθαι τῷ σώματι. Α. Αρ' οὖν, ἔφη πρὸς ἡμᾶς, οὐχὶ βουλομένου
col. 1331–1332page 33 of 66
PG 86:1331τοῦ Λόγου ἔπασχεν ή σάρξ, ἀλλὰ νόμοι; ὑπέκειτο φύσεως; Ο. Καὶ τὶς γὰρ ἂν, ἀποκριθεὶς εἶπον ἐγώ, τοῦτο φήσειεν, ὅτι γε μὴ βουλομένου τοῦ Λόγου, τῶν φυ σικῶν τι συμπτωμάτων συνέβαινε τῇ σαρκί, κα! οὐχὶ μᾶλλον ἐφιέντος αὐτοῦ, τῇ πάσχειν πεφυκυία τὰ κατὰ φύσιν αναμαρτήτως ὑφίστασθαι; Οὐ γὰρ ἀνωτέρα κατὰ φύσιν παθῶν οὖσα, παθητὴ διὰ τὸν Λόγον ἐγίνετο. Τουναντίον μὲν οὖν ἔστιν ὅτε καὶ τῶν κατὰ φύσιν ὑπερεῖχεν παθῶν, τοῦ Λόγου αὐτῇ, ὡς τὰ πολλὰ, τὴν κατὰ παθῶν ἐπικράτειαν χαρίζε μένου· ὥστε τὴν πρὸς τὴν σάρκα τοῦ Λόγου συμφυΐαν, ἀχώριστον εἶναι καὶ μέχρι παντὸς ἀδιάσπαστον τὴν δὲ τῶν παθῶν ἀμεθεξίαν, οὐ πάντοτε παραμένειν τῷ σώματι. Καὶ γὰρ οὐκ ἐκ τῆς ἑνώσεως ἔσχε το ἀπαθὲς, ἀλλ' ἐκ τῆς βουλήσεως τοῦ ἐνωθέντος, κατά καιρὸν τοῦτο καὶ πρός τι χρήσιμον οἰκονομοῦντος. Εἰ γὰρ μὴ τοῦτο ἦν ἀληθὲς, δυοῖν ἀνάγκη θάτερον ὁμολογεῖν, ἢ μηδὲ πεπονθέναι τι παντελῶς, ἀπαθὴ τῇ φύσει τυγχάνουσαν διὰ τὴν ἔνωσιν, ἢ πάσχουσαν ὅλως τῆς ἑνώσεως ἀποσχίζεσθαι. Α. Εἰ τοίνυν, ἐκεῖνος ἔφη, κατά γε τοὺς σοὺς λό γους, φύσιν ἡ σὰρξ ἔχουσα παθητὴν τά τε ἄλλα δ αὐτὴν, καὶ δὴ καὶ τὸν θάνατον ἐπέσχεν, οἰχήσεται ἡμῖν τὰ αὐχήματα καὶ διόλωλεν, ἅπερ ἐξ αὐτῆς ὡς δι' ἡμᾶς παθούσης ἐσχήκαμεν. Ο. Τὸ δι' ἡμᾶς, ἔφην, ὦ βέλτιστε, παθεῖν τὴν τοῦ Κυρίου σάρκα διττῶς λέγεται, ὅτι τε συγχωροῦντος τοῦ Λόγου τὸ περὶ αὐτὴν πάθος συνέβαινε (δυνάμενος γὰρ κωλύειν οὐκ ἐκώλυσε, κατὰ τὸν μέγαν ᾿Αθανάσιον), καὶ ὅτι πάσης ἁμαρτίας κρείττων φανεῖσα, οὐκ ἐχρεώστει δι᾿ ἑαυτὴν θάνατον· εἴπερ καὶ τὴν ἀρχὴν ὁ θάνατος διὰ τὴν ἁμαρτίαν εἰσέφρησε, καὶ διὰ πά σης κεχώρηκε τῆς ἀνθρωπίνης φύσεως, ἐφ᾽ ᾧ, κατὰ τὸν Παῦλον, πάντες ἥμαρτον· οὐ γὰρ ἔστιν ἢ γέγονεν ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπου ψυχή, ἑκουσίου τε ἢ ἀκουσίου ἁμαρτίας καθαρά. Ἀλλὰ καὶ τὰς τῶν ἁγίων ψυχὰς εἴποιμ᾽ ἂν μικρὸν, εἰ καὶ μὴ κατ' ἐνέργειαν, ἀλλ᾽ οὖν γε κατά διάνοιαν πάντως ρύπου κακίας εἰσδέξασθαί τι. Καὶ τοῦτο σαφῶς ἔστιν ἀκοῦσαι τοῦ Κυρίου διδάσκοντος, ἐν οἷς φησιν ῎Ερχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Τὸ γὰρ ἐν ἐμοὶ καὶ τὸ οὐδὲν εἰ πών διαῤῥήδην ὑπέδειξεν, ὅτι γε μόνος ἁπάσης μετ μένηκε καὶ τῆς κατ' επίνοιαν ἁμαρτίας ἐλεύθερος. Διὸ καὶ τὸ τῆς ἁμαρτίας κατάκριμα μηδεμίαν ἐπ᾿ αὐτῷ χώραν εὑρὸν, ἔστη καὶ περιεγράφη, καὶ τῶν ὑπαιτίων εἰς τὸ ἑξῆς ἀνακεχώρηκε. Τέθνηκε γὰρ ὁ θάνατος, ἀναμαρτήτου σαρκὸς ἀπογευσάμενος. Τα δέ γε οἴεσθαι ὡς ἀπαθὴς τῇ φύσει καὶ ἀθάνατο οὖσα, τὸ μὴ τῇ φύσει πρὸς ὃν ἐθελουσίως προς έκατο, πρῶτον μὲν οὐκ εἰδότων ἐστὶν, ὅτι τὸ βούλεσθαι καὶ μὴ βούλεσθαι, οὐκ ἔστι σαρκὸς ἴδιον, ἀλλὰ λογικῆς ψυχῆς· περὶ ἦν ἡ αὐτεξουσιότης τε καὶ ἡ ἐφ' ἑκάτερα τοῦ θέλειν ῥοπὴ θεωρεῖται. Ἔπειτα καὶ ὑπαίτιον αὐτὴν εἶναι κατασκευάζουσιν, τὸ
col. 1333–1334page 34 of 66
PG 86:1333παρὰ τὴν φύσιν θελούσης, καὶ δ μὴ πέφυκεν αίρου. μένης. Οὗτος δὲ ἁμαρτίας ὅρος ὁ ἔσχατος. Καὶ τοῦτο δὲ μὴ καταλείψωμεν ἀπαρασήμαντον, ὅτι τριῶν αἰ τῶν θεωρουμένων, ἐξ ὧν πᾶσα ἀποτελεῖται ἐνέρ γεια· ἡ μὲν γάρ ἐστιν ἐκ φυσικῆς δυνάμεως, ἡ δὲ ἐκ παρατροπῆς τῆς κατὰ φύσιν ἕξεως, ἡ δὲ ἑτέρα θεω ρεῖται κατὰ τὴν πρὸς τὸ κρεῖττον ἀναβασίν τε καὶ πρόοδον· τούτων ἡ μὲν φυσική, ἡ δὲ παρὰ φύσιν, ἡ δὲ ὑπὲρ φύσιν ἐστὶ καὶ ὀνομάζεται. Η μὲν οὖν παρὰ φύσιν, κατ' αὐτά γε τὸ ὄνομα, ἀπόπτωσίς τις οὖσα τῶν φυσικῶν ἕξεων καὶ δυνάμεων, λυμαίνεται τῇ τε οὐσίᾳ αὐτῇ, καὶ ταῖς ταύτης φυσικαῖς ἐνεργείαις. Η δὲ φυσικὴ ἐκ τῆς ἀπαραποδίστου καὶ κατὰ φύσιν ἐρηρεισμένης ἀποτελεῖται αἰτίας. Ἡ δὲ ὑπὲρ φύσιν ἀνάγει τε καὶ ὑψοῖ, καὶ πρὸς τὰ τελειότερα δυναμοί, καὶ ἅπερ οὐκ ἂν ἴσχυσεν ενεργεῖν τοῖς κατὰ φύσιν εναπομείνασα. Οὐκ ἔστιν οὖν τὰ ὑπὲρ φύσιν τῶν κατὰ φύσιν ἀναιρετικά, ἀλλὰ παράγωγα και παρορ μητικά, εἰς τὸ κἀκεῖνά τε δυνηθῆναι, καὶ τὴν πρὸς τὰ ὑπὲρ ταῦτα δύναμιν προσλαβεῖν. Α. Παραδείγματι οικειοτέρῳ σαφήνισον τὸ λεγό μενον· οὐ γάρ μου ὁ νοῦς πω εἷλεν αὐτό. Ο. Σκόπει δὲ, ἔφην, ᾧ δή, καθάπερ ἐπὶ τῶν τεχνι χῶς κατεσκευασμένων ἔστιν ἰδεῖν, μετακοσμοῦσαν τὴν τέχνην τῷ κατασκευάσματι, καὶ τὴν φυσικήν τῆς ὑποκειμένης ὕλης ἀμορφίαν ἐπὶ τὸ εὐπρεπέστερον σχημά τε καὶ εἶδος μετάγουσαν, καὶ πρὸς τὸ χρειώδες μᾶλλον ἐκκαλουμένην· χαρίζεται γὰρ ἡ τέχνη ὅπερ οὐκ ἔσχεν ἡ φύσις· οὕτω γὰρ αὐλοὶ καὶ κιθάραι, καὶ τὰ τούτοις τῶν ὀργάνων ὅμοια φθέγγεσθαι παρὰ τῆς τέχνης ἐξεβιάσθησαν· οὕτω καὶ πλα στική τά τε ἄλλα καὶ τὸν χρυσὸν εἰς τε μυρία γένη τῶν ἀλόγων ζώων, καί γε πρὸς τὰς ἀνθρωπικάς μεταμείβει μορφάς· μηχανική τε αὖ πάλιν ἀστρονομικὰς σφαίρας καὶ ὡροσκόπια, καὶ τὰ τοιαῦτα ἐπινενόηκε· μακρὸν δ᾽ ἂν εἴη τὰ κατ' εἶδος κατα αριθμεῖν, οἷς ὁ τεχνικὸς λόγος ἐπὶ τῶν οἰκείων ὅρων αὐτῆς μεινάσης τῆς φύσεως, καὶ οὐδὲν ὅλως παρα βλαβείσης, τὴν ἀπὸ τῆς τέχνης ευκοσμίαν τε καὶ εὐχρηστίαν προστίθησι· τὸν αὐτόν γε δὲ τρόπον, ἵνα τοῖς θείοις τε καὶ ὑπερτέροις τὰ χαμαίζηλα καὶ πολλοστὸν τῆς ἀληθείας απήχημα φέροντα, πρὸς παράδειγμα λάβωμεν, καὶ τὴν τοῦ Κυρίου νόει μοι σάρκα τῶν τῆς φύσεως νόμων, καὶ μετὰ τὴν ὑπερ φυλ καὶ θαυμασίαν Ένωσιν, ἀλωβήτων αὐτῆς συν τηρηθέντων, καὶ τὰ ὑπὲρ τὴν φύσιν δεδέχθαι, ὡς μηδ' ὁπότερον ἐκ τοῦ θατέρου χωρίζεσθαι ἢ ἐμποδίζεσθαι. Οὐδὲ γὰρ τὰ ὑπὲρ φύσιν ἔχει χώραν, μὴ τῆς φύσεω; ἐχούσης κατὰ φύσιν. Αφῄρηται δὲ καὶ τὸ εἶναι θαῦμα, τῷ ὑπὲρ φύσιν τῆς φύσεως μεταστάσης, καὶ γίνεται ὕβρις ἡ φιλοτιμία τυραννήσασα τὴν Α. Καμοὶ δὴ, ἔφη, ταῦτα δοκεῖ. Οὕτω μέν τοι ὡς τὰ μὲν πάθη θαύματος λόγῳ τῇ σαρκὶ τοῦ Κυρίου συμβαίνειν· τὸ δέ γε ἀπαθὲς αὐτῇ καὶ ἀνώλεθρον, φύσεως νόμοις ἀδιαπτώτοις ερηρεῖσθαι. Ο. Καὶ πόθεν, εἶπον ἐγώ, τοῦτο λαβὼν ἔχεις, ὦ βέλτιστε; Τίς δέ σοι γεγένηται τῆς ξένης ταύτης σεφίας ὑποφήτης; Η ἀγνοεῖς ὅτι νόμος φύσεως οὐ ἀλήθειαν.
col. 1335–1336page 35 of 66
PG 86:1335τὸ σπάνιον, ἀλλὰ τὸ ὡς ἀεὶ, ἢ κατά γε τὸ πλεῖστον ἐνθεωρούμενον καὶ παραμένον; Ο γοῦν Κύριος ἡμῶν τριάκοντα καὶ τρισὶν ὅλοις ἔτεσι, μεθ᾿ ἡμῶν κατὰ σάρκα πολιτευσάμενος, τῇ μὲν ἀπαραλλαξία τῶν ἡμετέρων, τὸ ἀνθρώπινον ἀπεσέμνυνεν, ἐσθίων τε καὶ πίνων καὶ. ὑπνῶν, καὶ τ' ἄλλα δὴ πάντα φυ σικῶς προσιέμενος, ἅπερ τὴν ἀλήθειαν συνίστησι τοῦ εἰλημμένου σώματος· καὶ θαυματουργεῖν δὲ τριακονταέτης γεγονώς, οὐ πρότερον ήρξατο. Με γάρ μοι τὰ παιδικά τις τοῦ Κυρίου, ἐκ παιδικῆς φρενός προβαλλέσθω θαυματουργήματα, τελείαν βά σανον ἀρετῆς καὶ διδασκαλίας και ρὸν ταύτης ἐχούσης τῆς ἡλικίας, ἡνίκα καὶ τὰ ὄντως ἡμῖν ἐκήρυξεν Εὐαγγέλια, καὶ τὸ πιστὸν ἐπάγων τοῖς θεοπνεύστοις διδάγμασι, τῷ παραδόξῳ τῶν θαυμάτων επισφρά γισε τὰ λεγόμενα· τοσοῦτον δὲ κἀνταῦθα φαίνεται τοῖς τοῦ σώματος φυσικοῖς τε καὶ ἀδιαβλήτοις προσ χρησάμενος, ὥστε φάγου τε καὶ οἰνοπότου δόξαν ηνέγκατο, παραπλησίως ἡμῖν τὸ τῆς χρείας μέτρον ἀποπληρῶν. Τί δ' ἂν ἔχοις εἰπεῖν, περὶ τοῦ διὰ παν τὸς αὐτὸν ἐν τῇ καθ' ἡμᾶς ὁρᾶσθαι μορφῇ, μετὰ τοῦ πλήθους τε ἀναστρεφόμενον, καὶ οὐδὲν τῶν πολ λῶν τῷ σχήματι διαλλάττοντα; Καὶ γὰρ ἀπέθλ ον αὐτὸν οἱ ὄχλοι, ὡς ὁ Πέτρος φησί· καὶ ὁ παρα διδοὺς αὐτὸν σημεῖα ἐδίδου, δι' ὧν γνωσθείη τοῖς Θεοκτόνοις, διὰ τὴν, ὡς ἔφη τις τῶν ἡμετέρων, κατὰ τὸ σχῆμα τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς ὁμοιότητα. Ταῦτα δὲ ἀπὸ τῆς πρώτης γεννήσεως μέχρι τῆς ἐν τῷ σταυρῷ ἀναβάσεως, καί γε τῆς τριημερονύκτου ταφῆς, εἰρμῷ τινι καὶ τάξει φυσικῇ προὔβαινεν εἰς φανέρωσιν δὲ τῆς οὔπω τοῖς πολλοῖς δεδηλωμένης θεότητος, σπανιάκις ὡς πρός γε τὴν ὅλην ἀκολουθίαν, ἐκαινοτόμει τὰς περὶ τὸ σῶμα θεοσημείας, εἰς δήλωσιν, ὡς ἔφην, τῆς οἰκείας θεότητος, οὐκ ἀναίρεσ σιν τῆς ἀληθείας τοῦ σώματος. Διὰ τοῦτο ἐπὶ πέ λάγους κουφίζεται, καὶ μεταμορφοῦται ἐπὶ τοῦ ὄρους, καὶ πρό γε τούτων, άγευστος ἐπὶ ὅλας τεσ σαράκοντα τὰς πάσας ἡμέρας μεμενηκώς, τῆς φυ σικῆς χρείας εκλέληστο· παρθενικῶν τε σπλάγχνων ἀνέθηλε, τοῦ τῆς παρθενίας ἄνθους ἀδιαφθόρου συντηρηθέντος, εἰς δήλωσιν τοῦ θησαυρίσματος τῆς θεότητος, ἀλλ' οὐκ ἀναίρεσιν καὶ μεταστοιχείωσιν τοῦ προσλήμματος τεθαυματούργηκεν. Καὶ ἵνα συν ελθόντες εἴπωμεν, τὰς μὲν ἀῤῥήτου; θεουργίας, τῆς υπερκειμένης θεότητος προσβάλλετο γνωρίσματα τὰ δὲ πάθη, καὶ πρὸ τούτων τὴν σύλληψιν καὶ τὰ σπάργανα, τήν τε τῆς ἡλικίας αὔξησιν, καὶ τῶν ἄλλων ἕκαστον, ὅσα δὴ νόμῳ φύσεως περὶ τὸ σωματικὸν αὐτοῦ ἐγίνετο, ἀληθῆ αὐτὸν καὶ ἡμῖν ὁμοούσιον ἀπέφαινεν ἄνθρωπον. Ἀλλ' ὅ τὴν ἐμὴν μικροῦ ἀπέδρα διάνοιαν, κἀκεῖνο προσθήσω. Φάθι γε δῆτα αὐτὸ, εἶπεν. Ο. Εννενόηκα, ἦν δ᾽ ἐγώ, ἐκεῖνή με τὸ καλῶς ἔχειν καὶ εὐσεβῶς πᾶσι δοκοῦν, ὅτι, ὥσπερ ὁ Κύριος πάντων τῶν ἑαυτοῦ μεταδιδοὺς τῇ σαρκί, ἀνεκφοίτητος μεμένηκεν ἑαυτοῦ, καὶ τὴν κατὰ φύσιν εδραίαν ἔχει μονὴν, οὕτω καὶ ἡ κατ' αὐτὸν ἀνθρωπότης, ἐν τοῖς κατὰ φύσιν ἑστῶτα, καὶ τὰς τοῦ σώματος ἔχουσα
col. 1337–1338page 36 of 66
PG 86:1337φυσικὰς δυνάμει; τε καὶ ἐνεργείας, καὶ τὰ πάθη τὰ κοινὰ καὶ ἀδιάβλητα ου ποτε λείπουσα, τόν τε ὅρον τῆς καθ' ἡμᾶς τελειότητος οὐσιωδῶς κεκτημένη, πάντων κεκοινώνηκε τῶν ἐκ τοῦ Λόγου καλῶν, μᾶλλον δὲ αὐτὴν πηγὴν τῶν καλῶν τὸν Λόγον ἔχου σα, πηγάζει ἐξ ἑαυτῆς πάντα τὰ τοῦ Λόγου διὰ τὸν Λόγον. Μὴ γὰρ δὴ οιώμεθα μέγα τι λέγειν περὶ τῆς σαρκὸς τοῦ Κυρίου, ἐκεῖνο αὐτῇ διδόντες μηδὲ αὐτὴν τετίμηκε, καὶ τὴν ἡμῶν ἀφῄρηται τιμήν οὐδὲ γὰρ τοῦ Λόγου ἦν, τῶν ἡμετέρων αὐτὴν στε ρῆσαι, μένουσαν μεθ᾿ ἡμῶν· οὔτε τῆς ἀνθρωπότης τος, τὴν ἐξ ἡμῶν ἐχούσης συγγένειαν, ὑπερηφανή σαι τὴν ὁμοιοπάθειαν· εἴ γε μὴ μέλλοιμεν τῆς θεομιμησίας αὐτῆς ἀποπίπτειν. Οὔτε δὲ τὰ κοινῶς ὑπάρξαντα, δικαίοις τε καὶ ἀδίκοις μετὰ τὴν ἀνά στασιν, φημὶ δὴ τὴν ἀθανασίαν καὶ ἀφθαρσίαν, καὶ πρὸ τούτων τὸ μὴ πεινεῖν καὶ διψεῖν και ὕπνου ὀρέγεσθαι, ὡς μέγα τι προσρίπτειν τῇ σαρκὶ τοῦ Κυρίου. Ωδε γὰρ ἔστιν ἀληθῶς εἰπεῖν, ὅτι ἡ δόξα ἐν τῇ αἰσχύνῃ τῶν διὰ τιμῆς ἀτιμαζόντων καὶ ἡμᾶς καὶ τὴν τοῦ Κυρίου σάρκα, τὴν μὲν τῇ στε ρήσει τῶν ἡμετέρων, ἡμᾶς δὲ τῇ ἀποπτώσει τῶν ἀπ' ἐκείνης· οὐ γὰρ δοξάσει μὴ συμπαθοῦσα, ἡ διὰ τοῦ παθεῖν δοξάζουσα. Α. Ἰδοὺ δὴ νῦν, ἔφη, καὶ μὴ βουλόμενος, ἀπεδι εστείλω τοῦ παθητοῦ τὸ φθαρτόν πάσχει γὰρ ἐν τῇ κολάσει τὰ σώματα τῶν ἁμαρτωλῶν σὺν αὐταῖς ψυ χαις, οὐ δή που δὲ καὶ πάσχοντα θανάτῳ ἢ φθορα ὑποπεσεῖται· ὡς ἐντεῦθεν γνώριμον εἶναι, ὅτι οὐ ταυτόν ἐστι τῷ παθητῷ τὸ φθαρτόν, εἴπερ κἀκεῖνα πάσχει μὲν, οὐ φθείρεται δέ. Ο. Αλλ', ὦ βέλτιστε, ἦν δ' ἐγώ, οὐ τοῦτό φημι, ὅτι ποτὲ πάθος φθαρτικόν ἐστι τοῦ πάσχοντος, ἀλλὰ τὰ τοιάδε καὶ τοῦ τοιοῦδε. Τῶν ἐν ᾅδου τοίνυν κου λάσεων, καὶ τῆς ἐξ αὐτῶν γινομένης πικρᾶς συν αισθήσεως, οὐκ ἂν εἴποιμεν ἴδιον τὸ φθείρειν τὴν ὑποκειμένην φύσιν· εἰ γὰρ ἔστι τολμήσαντα εἰπεῖν, καὶ συντελεῖ τι πρὸς τὴν διαρκὴ ἐπιμονὴν τῶν κολα ζομένων· ἴδοι δ᾽ ἄν τις αὐτὸ τοῦτο συμβαῖνον καὶ ἐν τοῖς ἰατρικοῖς φαρμάκοις· ἀναζῇ τε γὰρ ἐκεῖνα καὶ ἀναθάλπει τὴν φύσιν, τὸ βάθος κεντρίζοντα, καὶ οὐκ ἐν τῇ ἀναισθησία μαραίνεσθαι, ἀλλὰ τῇ ὀδύνη συντηρεί, καὶ τῷ διακαεῖ συντονίαν ἄγει καὶ πύκνωσιν. Τὰ δὲ ἀνθρώπινα πάθη καὶ φυσικὰ τῆς σαρκὸς, ἅπερ ὁ Κύριος κατεδέξατο, πέφυκέ πως καὶ τὴν σάρκα καταμαραίνειν, κοποῦν τε αὐτὴν καὶ ἀνιᾷν, καὶ τέλος διαλύειν, δ δὴ γεγονὸς καὶ κατὰ τὸν σταυ ρὸν ἔγνωμεν. Τῇ δὲ διαλύσει ὅσον γε ἐπὶ τῇ φύσει, καὶ τὸ φθαρῆναι ἔπεται. Τὰ τοίνυν ἀνθρώπινα πάθη λυπεῖν οἶδεν τὴν φύσιν, καὶ τῇ συνθέσει λυμαίνεσθαι, καὶ τέλος καὶ χωρισμὸν εἰσάγειν, καὶ φθορά ὑποβάλλειν, ὧνπερ ὁ Κύριος παραπλησίως ἡμῖν
col. 1339–1340page 37 of 66
PG 86:1339πάντων μετέσχηκεν, κατὰ τὴν μεγάλην τοῦ ᾿Απο στόλου μυσταγωγίαν Α. Τί δὴ ἄλλο γε, ἔφη, διὰ τῶν εἰρημένων τούτων πείθειν τε καὶ δεικνύειν ἐσπούδακας, ἢ ὅτι παθητὸς ὢν ὁ Χριστὸς, καὶ τοῦτο σώματος φύσει, οὐχὶ θελή σει θεότητος, καὶ φθαρτὸς ἐξ ἀνάγκης ἔσται; Οὐ γὰρ ἔλαθες τοῦτο κατασκευάζων· ὅπερ οὐκ ἂν δεξαίμεθα πώποτε, καν μυρία πρὸς τούτοις ἐρεῖς. Πει στέον γὰρ μᾶλλον τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέ τρῳ, προσέτι δὲ καὶ τῷ ἐν βασιλεῦσι θεοκρίτῳ, καὶ ἀρχιπροφήτη Δαβὶδ ἀποφαινομένοις, ὅτι ἡ σαρξ αυτ τοῦ οὐκ ἴδεν διαφθοράν. Ο. Ἐπειδὴ τῶν μὲν ἀνθρωπίνων, εἶπον ἐγώ, αψέ γ' οὖν ἀπέστης λογισμῶν καὶ πιθανοτήτων, πρὸς δὲ τὰς θείας Γραφάς καταπέφευγας, μνήμη δέ τις καὶ ἡμᾶς προφητικῆς ὑπέδραμε ρήσεως, ἐναντίως ἔχειν δοκοῦσα τοῖς παρὰ σοῦ ταύτην, αἰτῶ σε, τὰ νῦν ἡμῖν διασάφησον. Α. Τίνα ταύτην, ἔφη, λέγεις, διέξιθι. Ο. Τὴν Ἱερεμίου τοῦ θεηγόρου, πρὸς αὐτὸν ἀπο κρινόμενος εἶπον, ἣν ἐν τοῖς Θρήνοις τὸν τῶν θρή νων λυτήρα προαναῤῥητικῶς ὑποφαίνων ἐφθέγξατο, Χριστὸς Κύριος, λέγων, συνελήφθη ἐν ταῖς δια φθοραῖς ἡμῶν. Καὶ ἄλλο δὲ δὴ τοιοῦτο ἐκ προσώπου τοῦ Κυρίου, διὰ τοῦ προφήτου κηρυχθὲν ἔστιν εύ ρεῖν, Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, λέγοντος, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; "Η τε γὰρ ἐπι γραφὴ τοῦ ψαλμοῦ, καὶ ἡ ὅλη τῶν ῥημάτων ἀκολουθία τὸν Κύριον ἡμῖν νοεῖν ὑποτίθεται, διὰ τοῦ ψαλ μου μυστικῶς προτυπούμενον, κατὰ τὴν τῶν θεολόγων ἐξήγησιν. ᾿Αλλὰ καὶ αὐτὸς ὁ Πέτρος φαίνεται, τοῖς ἀπιστοῦσι τῇ ἀναστάσει τοῦ Σωτῆρος ἐμβριθέστατα λέγων, ὅτι ἀνέστησεν αὐτὸν, μηκέτι μέλο λοντα ὑποστρέφειν εἰς διαφθοράν· τὸ δὲ μηκέτι μέλ λειν αὐτὸν ὑποστρέφειν, οὐκ ἂν ἐπίδεκτον φθορᾶς εἶναι δηλοῖ τὸν περὶ οὗ ταῦτα εἴρηκεν; "Αρ' οὖν οὐκ οἴει ταῦτα τοῖς παρὰ σοῦ προενηνεγμένοις ἀντιστατεῖν, καὶ μείζοσιν ἡμᾶς ἀπορίας δεσμοῖς περιβάλλειν; Α. Νὴ τὴν ἀλήθειαν, ἐκεῖνος ἔφη, πολλῆς ταῦτα γέμει τῆς ἀσαφείας, εἰ μή πού τινος ἐξηγητοῦ τυ χάνοιεν, κατὰ σκοπὸν τῆς ἀληθείας, τὴν δοκοῦσαν ἐν αὐτοῖς διαφωνίαν εὐθύνοντος. Ο. Δεῦρο δὴ οὖν, εἶπον, ὦ κάλλιστε κἀγαθέ, τὸ τῆς τούτων διανοίας συνεσκιασμένον, εὐθυβόλως ἀνακαλύψας, τὴν ἀλήθειαν ἡμῖν παραγύμνωσον, εἴτε παρ' ἑαυτοῦ ταύτην, εἴτε καὶ παρ' ἑτέρου λαβὼν ἔχεις. Α. Οὐ καλὴν, ἔφη, τινὰ παντελῶς, οὐδὲ εὐπρόσωπον ἔδοξάς μοι τὴν πρόφασιν ἐξευρεῖν, ταῖς ἀντιθέτοις τῶν δήσεων, μείζονι τὴν ἀλήθειαν ασαφείς περιβαλών, ἵνα σοι ἡ μὲν ἀπορία τὴν ἀμφιβολίαν, ἡ δὲ ἀμφιβολία τὴν ὁμολογίαν παρεισκυκλήσῃ τοῦ ψεύδους. Ἐγὼ γοῦν εἴτε τις ἑρμηνεύσοι λόγος ἡμῖν, εἴτε καὶ μὴ τὸ τῶν βήσεων ἄπορον, οὐκ ἂν ποτε τῆς ἐμαυτοῦ γνώμης ἀποσταίην, διαῤῥήδην τῆς θεοπνεύστου βοώσης Γρα
col. 1341–1342page 38 of 66
PG 86:1341φῆς, ὅτι οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην, οὐδὲ ἡ σάρξ αὐτοῦ ἴδεν διαφθοράν. Ο Ως πεφυκυία τοῦ φθείρεσθαι, πρὸς αὐτὸν εἶπον, οὐκ ἴδεν διαφθοράν; ἢ εἰ μὴ τοῦτο, ἀπόκριναι. Α. Ως μὴ πεφυκυῖα, εὐθὺς μηδὲ παντελῶς ὑπο στειλάμενος, ἔφη. Ο. Οὐκοῦν, ἔλεγον, ταυτὸ δὴ τοῦτο καὶ περὶ τῆς ψυχῆς ἀνάγκη σε πάντως ὁμολογεῖν· περὶ γὰρ ἀμ φοῖν συνημμένως ὁ προφήτης ἐκ προσώπου τοῦ Σωτ τῆρος εὐχαριστῶν, τὸ μὴ ἐγκαταλειφθῆναι τὴν ψυ χὴν αὐτοῦ εἰς τὴν ἄδην, μηδὲ τὴν σάρκα αὐτοῦ ἰδεῖν διαφθορὰν ἀνεφώνησεν. Α. Καὶ γὰρ δὴ καὶ περὶ τῆς ψυχῆς, ἔφη, τοῦ Κυ ρίου τὸ ἴσον εἴποιμ' ἂν, ὅτι φύσιν οὐκ εἶχεν εἰς ᾅδου καταλιμπάνεσθαι. Ο. "Αρ' οὖν, ἔφην, οὐδὲ εἰς τὸν ἅδην αὐτὴν και τα πεφοιτηκέναι δώσομεν. Α. Ὁ δὲ, Τοῦτο μὲν οὐκ ἂν ἀρνηθείην, ἔλεγεν, κρα τεῖσθαί γε μὴν οὐ πέφυκε παντάπασιν. Ο. Παραλλάττει γοῦν, ἔφην, τῶν ἡμετέρων ψυχῶν κατὰ τὴν φύσιν ἡ τοῦ Κυρίου ψυχή; Δ. Οὐχ ὅτι παραλλάττει, ἔφη, ἀλλ' ὅτι τῷ Κυρίῳ συγκεκραμένη, τῆς τοῦ ᾅδου κατοχῆς ὑψηλοτέρα καὶ κρείττων ἐτύγχανεν. Ο. Οὐκοῦν, ἔφην, οὐ διὰ τὴν ἑαυτῆς φύσιν (ταύτ τὴν γὰρ ὁμοίαν εἶχεν ταῖς ἄλλαις ἀπάσαις ψυχαῖς), ἀλλὰ διὰ τὴν τοῦ Λόγου θεότητα, μεθ᾿ ἧς καὶ εἰς ᾅδου καταβέβηκεν, οὐ τοῦ κρατεῖσθαι μόνον ἐξε #ρητο, ἀλλὰ καὶ τῶν ἐκεῖσε κεκρατημένων, καὶ πιο στευσάντων αὐτῷ, τὰ δεσμὰ λέλυκεν. Δ. Οὕτως εἶπεν ἔχειν. Ο. Τὰ παραπλήσια δὲ, ἐγὼ εἶπον, καὶ περὶ τῆς σαρκὸς τοῦ Κυρίου νοεῖν ἔξεστιν· ὅτι ὅσον μὲν ἐπὶ τῷ ὁμοφυεῖ τῆς σαρκὸς αὐτοῦ, πρὸς τὰ τῶν λοιπῶν ἀνθρώπων σώματα, ὥσπερ τέθνηκεν, οὕτω καὶ φθα μῆναι ἡδύνατο· τὸ δὲ μὴ ἐφθάρθαι αὐτὸ, οὐ τῆς φύ σεως τὴν παραλλαγὴν δείκνυσιν, ἀλλὰ τῆς θείας ῥοπῆς τὴν πανσθενῆ τε καὶ δραστήριον δύναμιν ὥσπερ αὖ καὶ τὸ ἐπὶ πελάγους πεζεύειν, οὐ δήλωσις ἦν τῆς φύσεως τοῦ σώματος, ἀλλὰ γνώρισμα τῆς θεότητος· ὥστε τὸ μὲν τεθνηκέναι, τῆς φύσεως τοῦ σώματος, ἴδιον· τὸ δὲ μὴ ἐφθάρθαι αὐτό, τῆς θεότητος τὴν δύναμιν σημαίνειν. ΄Α. Οὕτως ἔχειν καὶ αὐτὸς οἶμαι. Ο. Καὶ τί δή ποτε, πρὸς αὐτὸν εἶπον, ᾿Ορθῶς προσφέρων, μὴ ὀρθῶς καὶ διαιρεῖς; κατὰ τὸ λό γιον, ἀποδιδοὺς τῇ σαρκὶ μὲν τὰ τῆς φύσεως, τὰ δὲ ὑπὲρ αὐτὴν τῇ ἀποῤῥήτῳ τοῦ Λόγου καὶ ὑπερουσίῳ δυνάμει. Ταύτῃ γὰρ ἔσῃ καὶ τὴν τῶν ἀνωτέρω ῥητῶν διαφωνίαν ἐπιλυσάμενος, καὶ τῆς ἀληθείας καταστοχάσῃ· συνειλῆφθαι μὲν αὐτὸν ἐν ταῖς δια φθοραῖς ἡμῶν τὸ πεφυκέναι λέγων, καὶ κατεληλυθέναι εἰς διαφθορὰν, ἐν τοῖς φθοροποιοῖς γενόμενον
col. 1343–1344page 39 of 66
PG 86:1343καὶ τόποις καὶ πράγμασι· μὴ ἰδεῖν δὲ διαφθορὰν, Ι. ἀλλοίωσιν, τὴν ταύτης πεῖραν τοῦ Λόγου κωλύσαντος, ἵν' ᾗ μετὰ τῶν ἄλλων καὶ τοῦτο τῆς κατὰ τὴν ἀνάστασιν χάριτος, τὸ ἐξαίρετον δώρημα· ἀρξαμένης μὲν ἀπ' αὐτοῦ καὶ ἐν αὐτῷ τῆς ἀφθαρσίας, διαβάσης δὲ καὶ διαβησομένης μέχρι παντὸς τοῦ ἀνθρωπίνου φυρά ματος· οὗ καὶ ἀπαρχὴ γεγονώς, εἰς ἑαυτὸν ἀνεζύ μωσεν καὶ τὸ ὅλον φύραμα. Α. Τὸν μὲν Χριστὸν, ἔφη, πεπονθέναι, τῆς θείας Ακούσαμεν λεγούσης Γραφῆς· καὶ τὰ παθητὸν εἶναικατὰ σάρκα τὸν Χριστὸν, ἡ Παύλου μεγαλόνοια δια αγορεύει· τὸ μέντοι φθαρτὸν εἶναι τὸν Χριστόν, οὐ δεμία Γραφή τρανῶς οὕτω καὶ γυμνῇ τῇ φωνῇ πα ραδέδωκεν· οὐ γὰρ τὸ συλληφθῆναι αὐτὸν ἐν διαφθορᾷ πάντως τοῦτο δηλοί. Ο. Αρ' οὖν, πρὸς ἐκεῖνον εἶπον, τὸ πεπονθένα μόνον αὐτὸν ἡ Γραφή διηγόρευσεν, ἢ καὶ τὸ γεγε νῆσθαι κατὰ σάρκα ἐκ Παρθένου; Α. Καὶ τοῦτο, ἔφη, τῶν ὁμολογουμένων ἐστί. Πῶς γὰρ ἂν ἄλλως νοήσαιμεν το, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ; Ο. Οὐκοῦν, εἶπον, πρὸς τὸ πεπονθέναι, καὶ γένε σις αὐτοῦ παρὰ τῆς Γραφῆς καταγγέλλεται; Α. Σύμφημι, ἔφη. Ο. Τί δέ; οὐχὶ καὶ αὔξησιν αὐτοῦ σωματικήν, εἶπον, ἐκ τῆς Γραφῆς παρειλήφαμεν; Α. Πάνυ μὲν οὖν, ἔφη. Ο. Τὴν δὲ παρὰ τῶν ἔξωθεν λεγομένην ἀλλοίωσιν, εἶπον ἔγωγε πρὸς αὐτόν, ἐκ παθητικῆς ση δυνάμεως τίκτεσθαι, ἢ οὐ; Α. Καὶ ποῦ τῆς Γραφῆς τὸ τοιοῦτον εὕρομεν; Ο. Πρὸς αὐτοῦ γε, εἶπον, τοῦ σωτηρίου Λόγου μυσταγωγούμεθα, Τὸ Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενὴς, ἄντικρυς λέγοντος. Καὶ πάλιν περὶ αὐτοῦ ὁ θεῖος Απόστολος, Εἰ καὶ ἐσταυρώθη ἐξ ἀσθε νείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως. Ασθένεια δὲ τί ἔτε ρόν ἐστιν, ἢ τῆς καθ᾿ ἕξιν δυνάμεως ἀλλοίωσις καὶ μεταβολή; καὶ ὁ μέγας δὲ Ησαΐας φησίν· "ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Καὶ μετ' ὀλίγα· Καὶ ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ δόξαν· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. "Αρ' οὖν ἄλλο τί ποτέ ἐστιν καλεῖν ἔκλειψιν καὶ μα λακίαν, ἢ τὴν ἐκ πάθους ἀλλοίωσιν, ἣν τὸ σῶμα πέπονθεν ἄχρουν τε γενόμενον, καὶ τὸ φυσικῶς ἐπαν θοῦν τῷ σώματι χρῶμα μὴ διασῶζον, ἐκ τοῦ εἰς τὸ βάθος συννεῦσαι την θερμότητα, καὶ τὴν ἐπιφάνειαν, διὰ τὴν τοῦ αἵματος συστολήν, κατεψύχθαι τε καὶ πρὸς τὸ ὠχρὸν μεταχωρῆσαι; Α. Ορθότατα, ἔφη, λέγεις· καί μοι δοκεῖς ἐν τού τοῖς τὸν μέγαν ἐκμιμεῖσθαι Βασίλειον, τὰ τοῦ σώ ματος φυσιολογοῦντα πάθη. Ο. Οὐδὲ ἄλλο τι τῶν εἰρημένων, εἶπον, ἔστιν ἐμὸν, πάντα δὲ ἐκ Πατέρων λαβὼν ἔχω· ἀλλὰ τὰ ἑξῆς, εἰ βούλει, συνδιασκεψόμεθα. Α. Οποῖον; ἔφη. Ο. Γεννήσεως, εἶπον ἐγώ, καὶ αὐξήσεως καὶ οἱ
col. 1345–1346page 40 of 66
PG 86:1345λοιώσεως σαφῶς ἐκ τῶν θείων Γραφών δεδομένης, ζητοῦμεν καὶ τὰς λοιπὰς συζυγίας, εἴ γε καὶ ταύτα; ἔστιν ἐν τοῖς θείοις λογίοις εὑρεῖν. Α. Τοῦ ἐντεῦθεν, ἔφη, κατασκευαζομένου Συνίημι· τὴν γὰρ μεταβατικήν ὁμολογουμένην έχων, τὴν ἀπὸ τόπων εἰς τόπους τοῦ Κυρίου κίνησιν, τὰ περὶ μειώσεως καὶ φθορᾶς ἀποδεικνύειν ἐπιχειρεῖς, ὅπερ οὐκ ἂν, ὡς γέ μοι δοκεῖ, συμπερανείς. Ο. ὀρθῶς μὲν λέγεις, ἦν δ' ἐγώ, πρὸς τὴν ἡμε τέραν ἀσθένειαν ἀφορῶν, ἡ δέ γε ἀλήθεια συμμα χουμένη συμμαχεί τοῖς ὑπερμαχοῦσιν αὐτῆς. Δοκεῖ σοι οὖν τὸ πεινῇν τε καὶ διψῇν, βρώσεως τε καὶ πόσεως ἔφεσις εἶναι; Α. Δοκεῖ, ἔφη. Ο. Συμβαίνειν δὲ τὰς ἐφέσεις, οὐ περὶ τὰς ἐνδείας, ἔφην, ὑπείληφας; Α. Ναί· τί γάρ ἐστιν ἕτερον ὄρεξις, ἢ ἐπιθυμία τοῦ ἐλλείποντος, πρὸς ἀναπλήρωσιν τοῦ ὑποκρεύ σαντος; Ο. Κάλλιστά γε τὸν τῆς ὀρέξεως ὅρον ἀποδέδωκας· καὶ γὰρ καὶ ὁ μέγας Βασίλειος, πεινῆσαι λέγει τὸν Κύριον, τῆς στερεᾶς αὐτῷ τροφῆς διαπνευσθείσης ἐν τῷ σώματι· καὶ τὰ ἐπὶ τούτοις σαφῶς ἐπί στασαι. Υπνου δὲ συστολὴν οὐχ ἕτερον ὑπάρχειν φα μὲν, ἢ τοῦ αἰσθητικοῦ πνεύματος ἀτονίαν· ἐν γὰρ τούτοις ἐνδεῖ καὶ μειοῦται τὰ τῆς φύσεως, καὶ δεῖται ὕπνου μὲν εἰς τὸ ἀνακτήσασθαι τὴν ζωτικήν τε καὶ αισθητικὴν δύναμιν· ἀνέσεως δὲ, ἵνα χαλασθῶσιν οἱ τόνοι τῶν εἴτε ποδῶν, εἴτε χειρῶν, εἴτε καὶ ὅλου τοῦ σώματος ἐξ ὁδοιπορίας τινὸς, ἢ τῆς περὶ τὰ λοιπὰ τῶν ἔργων συντονίας ἀπειρηκότος. Τροφὴν δὲ καὶ ποτὸν ἡ φύσις ἐπιζητεῖ, τῶν στερεῶν ἡμῶν καὶ ὑγρῶν, ἐξ ὧν συνεστήκαμεν, διαπεφορημένων καὶ τῆς ἀντεισαγωγής προσδεομένων, τοῦ κενωθέντος ἤδη καὶ ῥεύσαντος. Α. Ταύτῃ μὲν ἐπὶ τῶν ἡμετέρων, ἐκεῖνος ἔφη, σωμάτων, ὦ βέλτιστε· οὐ μὴν δὲ ἐπὶ τῆς τοῦ Κυρίου σαρκὸς οὕτω ταῦτα. Ο. Αλλ' εἰ μὴ οὕτω ταῦτα, πρὸς αὐτὸν ἔφην, καὶ ἐπὶ τῆς τοῦ Κυρίου σαρκὸς, καὶ κατὰ τὸν ἴσον συνέβαινε τρόπον, εἴποιμ᾽ ἂν θαῤῥούντως ὡς οὐδ᾽ ὅ λως γεγέννηται. Ἐπεὶ τὸν ἕτερον ἡμῖν παράστησον τρόπον. Οὐ γὰρ δὴ τὴν φαντασίαν εἴποις ἂν πώποτε. Α. Μηδέ γάρ ποτε οὕτω μανείην, ἐκεῖνος ἔφη καὶ γὰρ ἀληθῶς ταῦτα συνέβαινεν· ἀλλὰ βουλομένου τοῦ Λόγου, καὶ ἐφιέντος τῇ σαρκί. Ο. Εὖ ἔφης, πρὸς αὐτὸν εἶπον, μηδὲ γὰρ τύχοι τῆς κρείττονος ἀλλοιώσεως, ὁ μὴ τῇ παραχωρήσει τοῦ Λόγου τὰ φυσικὰ τῇ σαρκὶ συμβῆναι πάθη λέ γων τε καὶ φρονῶν. Α. Οὕτω δὴ καὶ ἡμεῖς, ἐκεῖνος ἔφη, πιστεύομεν Θεὸς γὰρ ἄληπτός ἐστιν ἀνθρώποις, ήν τε θελήσῃ. Ο. Δεδομένης τοίνυν, εἶπον, ὦ θαυμάσιε, γενέ σεως, ἀλλοιώσεως, αὐξήσεως, μεταβατικῆς κινή σεως τῷ σώματι τοῦ Κυρίου, τί τὸ κωλύον, εἰπέ μοι, μὴ οὐχὶ καὶ τὴν λοιπὴν αὐτῷ συζυγίαν διδόναι; Α. Οὐκοῦν κατὰ τοὺς σους, ἔφη, λόγους, καὶ ἔφθαρται; ν
col. 1347–1348page 41 of 66
PG 86:1347Λ Ο. Μη γένοιτο, πρὸς αὐτὸν ἀπεκρινάμην. Λ. Πῶς τοῦτο, ἔφη, λέγεις, Ο. "Οτι μηδὲ θέμις, εἶπον. Α. Δι' ἣν αἰτίαν; εἶπεν. Ο. Επειδήπερ, ἔφην, ἀπογεύσασθαι ἔδει τῶν ἡμετέρων παθῶν, μέχρις αὐτῆς τῆς τοῦ θανάτου πείρας, οὐ μὴν καὶ ἐν τῇ κατ' ἐνέργειαν γενέσθαι φθορᾷ· ἀλλ᾿ ὥσπερ ἐν πᾶσιν ἔσχε τὸ ἡμέτερον, καὶ τὸ ὑπὲρ ἡμᾶς, οὕτω καὶ κατ' αὐτὸν δὴ τὸν θάνατο. τὸ μὲν γὰρ τεθνηκέναι ἡμέτερον, καὶ τῆς ἡμετέρας νεκρότητος αμα· τὸ δὲ μὴ ἐφθάρθαι, τῆς κρείττονος τοῦ Λόγου δυνάμεως, ὅς γε τὴν πεῖραν κεκώλυκεν, ἥκιστα φθαρῆναι συγκεχωρηκώς τῇ σαρκί ὡς ἂν ἀπ' αὐτῆς καὶ εἰς ἡμᾶς διαβαίη, καὶ γένηται τῆς ἀφθαρσίας ἡμῶν ἀπαρχή· τὸ τοίνυν μὴ γενέ σθαι τὴν φθοράν, τῆς ἀνική του ἐστὶ δυνάμεως, καὶ λόγω θαύματος, ἀλλ᾽ οὐ νόμῳ φύσεως. Α. ᾿Αλλὰ μὴν, ἐκεῖνος ἔφη, καὶ νέος 'Αδάμ ὠνομάσθη ὁ Κύριος· πῶς δ᾽ ἂν τοῦτο ἐλέγετο, εἰ μὴ τὸ τοῦ πρωτοπλάστου φορέσας σώμα; Αφθαρτος δὲ ἦν ὁ πρωτόπλαστος πρὸ τῆς παραβάσεως· ἄφθαρτον ἄρα καὶ τὸ τοῦ Κυρίου σῶμα· καὶ γὰρ ἀναμάρτητον πάντη διαμεμένηκεν. Ο. Ἐγὼ δὲ, Εἰ μὲν ἄφθαρτον, ἔφην, ἢ μὴ, του πρω τοπλάστου τὸ σῶμα ἐτύγχανεν, οὔπω λέγω, ἕως ἂν μὴ τὸ ἀθάνατον αὐτοὺς καταιδεῖ τοῦ πρωτοπλάστων μὴ διδόμενον τῷ Κυρίῳ. Τεθνηκέναι γὰρ αὐτὴν πάνω τως δώσουσιν, εἰ μὴ μέλλοιεν τὸ τῆς φαντασίας όλον εἰς ἑαυτοὺς ἀποφέρεσθαι ἔγκλημα· τὸ δέ γε σῶμα τὸν Κύριον ἀντιληφέναι τοιοῦτον, ὁποῖον οὐχὶ τὸ τοῦ πρωτοπλάστου μόνον, ἀλλὰ καὶ δι' ἡμᾶς. καὶ σφόδρα θαρρούντως ἂν διατεινοίμην· κοινῆς γὰρ οὔσης τῆς νόσου, πολὺ τὸ παράλογον ἑνὶ μὲν ἑοικέναι, τῶν δὲ λοιπῶν πάντων ἀπεμφαίνειν, οι γε τῆς αὐτοῦ διὰ πάντων εμφερείας, εἰς τὸν τῆς ἰατρείας ἐδέοντο λόγου. Πόθεν δὲ, ὦ βέλτιστε, ὅτι περ ἄφθαρτον τὸ τοῦ πρωτοπλάστου σῶμα ἐτύγχανεν οὐ γὰρ ἐν τῇ κατασκευῇ εἶχεν τὸ ἀθάνατον· μήτι γε δὴ τὸ ἄφθαρτον, ἐπεὶ οὐκ ἂν, οἶμαι, τοῦ ξύλου τῆς ζωῆς αὐτῷ προσεδέησεν, οὗ τῆς μεταλήψεως αὐτὸν παράβασις ἀπεστέρησεν, καθὼς οἱ Πατέρες φασὶν, ὡς τῇ τῶν ζωτικῶν καρπῶν μεταλήψει ἀπ αθανατισθησόμενος· περὶ μὲν οὖν τῶν, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ, ὅτι μηδὲ δόγμα τὸ κατὰ τὸν ᾿Αμ τυγχάνει. Τὸ γὰρ νῦν ἐν ζητήσει προκείμενόν ἐστιν, ὅτι σάρκα τοιαύτην ὁ Κύριος ήνωσεν ἑαυτῷ καθ' ὑπόστασιν, ὁποίαν ἔχων ἐφάνη μετὰ τὴν παράβασιν ὁ κατάκριτος, ἡμεῖς τε πάντες οἱ ἐκ τοῦ αὐτοῦ φυράματος. Οὐ γὰρ τὸν ἀναμάρτητον Αδάμ ἦλθεν σῶσαι, ἵνα ὁμοιωθῇ ἐκείνῳ, ἀλλὰ τὸν ἡμαρτηκότα καὶ πεπτωκότα, ἵνα δὴ συμπεπονθὼς αὐτῷ καὶ συν αναστήσῃ. Πῶς δὲ καὶ τὸ ὑπὲρ ἡμῶν ἐξέτισε χρέος, ἢ τὴν ἦταν ἀνεκαλέσατο, ἢ ὑπογραμμὸς ἀρετῆς γέν γονε, καὶ τοῖς πᾶσι τῆς ἀρίστης πολιτείας ὅρον ἐν ἑαυτῷ τὸν τελεώτατον προβθηκε βίον; Α. Καὶ πῶς ἄν τις, ἐκεῖνος ἔφη, δυνήσηται τὴν τοῦ Κυρίου μιμεῖσθαι ζωήν;
col. 1349–1350page 42 of 66
PG 86:1349Ο. 'Η απαράλλακτος, εἶπον, τῆς σαρκὸς τοῦ Κυ ρίου πρὸς τὴν ἡμετέραν ὁμοίωσι, δυνατὴν πεποίηκε τὴν πρὸς αὐτὸν ἀφομοίωσιν, ἵν' ἐξῇ Παύλῳ καὶ τοῖς κατ' αὐτὸν λέγειν· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· αὐτῷ τε τῷ Κυρίῳ, «Μά θετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐ μὴν οὐδὲ ὁ θάνατος, διὰ τῆς τοῦ Κυρίου νεκρώσεως τεθνηκώς, τῶν ἑξῆς ἀνθρώπων ἀπέσχετο ἂν πώποτε, μὴ διὰ πάντων ὁμοίως τῷ πάλαι κατα πεσόντι προσβαλών, οὗ ἐπειδὴ γευσάμενο; ἔτυχε, τοσοῦτον ἡμωδίασαν αὐτῷ οἱ ὁδόντες, κατὰ τὸν λό γον, ὥστε μηκέτι μὲν ἄψασθαι τολμᾷν τῶν ἐοικότων αὐτῷ, προσεξεμέσαι δὲ καὶ οὓς πρώην καταπεπώκει. Η γὰρ ἐνέργεια σαφῶς, οἶμαι, τοῦ φαρμάκου τὴν φύσιν ἐνδείκνυται· τὸ γὰρ ὁμοφυὲς ἅπαν ἐξεμέσαι τὸν λαφύξαντα κατηνάγκασεν. Πῶς δ᾽ ἂν καὶ ὁ τῆς συμπλοκῆς νόμος, ἐν τῇ προσαχθείσῃ πείρα πεφύλακται, μὴ τῷ πεπτωκότι τὴν κατὰ φύσιν ἐχού σης Εμφέρειαν τῆς πειραζομένης φύσεως; οὐ γὰρ νικᾷν, ἀλλ' ἐπηρεάζειν ἐστὶν, τὸ παρὰ τοὺς νόμους τῆς ἀγωνίας συμπλέκεσθαι νόμος δὲ ἀγωνίας, τὸ διὰ τοῦ πάλαι καταπεπτωκότος, καταπαλαίειν τὸν ἤδη νενικηκότα, καὶ ταύτῃ γε δὴ τὴν ἔμπροσθεν ἧτταν ἀνακαλεῖσθαι. Πῶς δ᾽ ἂν καὶ ἡμεῖς τὸν παρὰ τὴν τοῦ ὀργάνου διαφορὰν, τὸ τῆς ἀρετῆς ἐξαίρετον ἔχοντα μιμησαίμεθα, ἐν παθητῷ καὶ φθαρτῷ σώματι τὴν πρὸς τὸ ἄφθαρτον ὁμοίωσιν ἀπαιτούμενοι; Πα ραπλήσιον γὰρ τὸ τοιοῦτο εἶναι δοκεῖ, καθάπερ εἴ τις ἐν τεκτονικοῖς σκεύεσι τὴν χαλκευτικὴν ἐκ πληροῦν τέχνην νομοθετοίη. Καὶ γὰρ εἰ τοῦτο ἦν, καὶ τὸ τῆς θεομιμησίας διαμαρτεῖν, ἀνέγκλητον πάντη ἐτύγχανεν. Οὐ γὰρ ἐγγὺς τὸ παράδειγμα, καὶ τοῖς ταύτην ἐκμιμουμένοις, τὸ τὸν διδάσκαλον ὑπερβάλλειν περιεγένετο, ἐν ἀσθενεστέρᾳ τῇ φύσει πεπολιτευμένοις καὶ διηθληκόσιν. Ἐῶ γὰρ λέγειν ὅτι μηδὲ πρακτικῆς καὶ ἀνθρωπίνης ἀρετῆς νόμους ἔστιν εὑρεῖν ἐν ἀφθάρτῳ σώματι, ᾧ γε διὰ τὸ ἄνω κεῖσθαι τῶν ἀνθρωπίνων παθῶν, οὐδὲ πεῖνα ὅτι μηδὲ ἐγκράτεια, οὐδὲ πόνος ὅτι μὴ ὑπομονὴ, οὐδὲ ὕβρις, ὅτι μηδὲ ταπείνωσις, οὐδέ τι τῶν τοιούτων πρόσεστιν, ἵνα μὴ τὰ καθ᾽ ἕκαστα διεξιόντες ἐνδια τρίβοιμεν. Οὐ μέγα δὲ εἰπεῖν, ὅτι μηδὲ ἀρετῆς ἐπί δειξιν ἔστιν ἐπὶ τῆς ἀφθάρτου καὶ ἀνενδεοῦς φύσεως ἐπιδεῖν. ᾿Αλύπου γὰρ φύσεως ἀγὼν οὐκ ἔστιν· εἰ δὲ μή, οὐδὲ νίκη· εἰ δὲ μὴ νίκη, οὐδὲ στέφανοι. Εἰς τοῦτο δὴ τῆς ἀτοπίας τὸ μέγεθος, τὸ κομψὸν ὑμᾶς τῆς ἀφθαρσίας απήγαγεν όνομα. Ο. Α. Κομιδῇ γοῦν, ἐκεῖνος ἔφη, τὸ μέγα τῆς ἑνώ σεως ἐκταράττει μυστήριον· εἰ μὴ τὰ τῆς ἀφθαρσίας ὁ λόγος ἀπ᾿ ἀρχῆς τῷ οἰκείῳ δεδώρηται σώ ματι, ἀλλὰ κατὰ τὸν ἴσον τρόπον ἡμῖν αὐτοῖς, καὶ αὐτῷ τὴν εἰς ὕστερον ἀφθαρσίαν ἐταμιεύσατο. Ο. Μείζονος δ᾽ ἂν εἴη τῆς εὐλαβείας ἄξιον, εἶπον, τὸ μετά τινα λέγειν γεγενῆσθαι καιρὸν, τοῦ Κυρίου τὴν ἀνάληψιν, καὶ τὴν ἐκ δεξιῶν ἵδρυσιν, ἀλλὰ μὴ ἀφθαρσίας,
col. 1351–1352page 43 of 66
PG 86:1351ἐκ πρώτης ἑνώσεως. Οὐ γὰρ θέμις ἔμοιγε άλλη πως αὐτόν ποτε μεγαλύνειν. Α. 'Αλλ' εἰ καὶ τοῦτο γενέσθαι συμβέβηκεν, εἶπεν, οὐδ' ἂν ἦν τι ἐντεῦθεν πλέον ἡμῖν. Ο. Τοῦ δὴ χάριν; εἶπον ἐγώ. Α. Διότιπερ, ἔφη, μηδὲ οὕτως οικονομούμεθα, εἴτε τὴν φυσικήν, εἴτε τοῦ βαπτίσματος, ἡ τῶν οὐ ρανῶν ἡμῖν δίδοται βασιλεία. Ο. Ταύτῃ μοι δίδου, πρὸς αὐτὸν εἶπον, καὶ τὸ τῆς ἀφθαρσίας ἔχειν μυστήριον· τίς γὰρ ἦν καὶ χρεία τὴν εἰς τὸ ἑξῆς αὐτὸν πολιτείαν ἀναλαβεῖν, ἐχόντων ἡμῶν ἐν αὐτῷ κατὰ τὴν πρώτην διάπλασιν, τὴν τοῦ παντὸς μυστηρίου τελείωσιν; Εἰ γὰρ μὴ ταῦτα οὕτως, οὐδὲ πᾶσαν γεγενῆσθαι δι' ἡμᾶς τήν οἰκονομίαν εὑρίσκομεν, ἀλλ᾿ αὐτὸ μόνον τὸ τοῦ μυστηρίου προοίμιον. Α. Πῶς, ἔφη, τοῦτο λέγεις; οὐ γὰρ δὴ τοῦ ῥηθέντος συνίημι. Ο. "Οτι γε δὴ κατὰ τοὺς σούς, ἔφην, λόγους, σαρ κωθεὶς μὲν ἔσται δι' ἡμᾶς καὶ τὴν ἐντεῦθεν ἡμῖν ἀφθαρσίαν, πεπολιτευμένος δὲ παθών τε καὶ ἀνα στὰς, οὐκ οἶδ' ἀνθ' ὅτου. Εἰ δὲ σκοπὸς μὲν ἦν τὸν πεσόντα ἀναστῆσαι, καὶ ἐκ θανάτου λυτρώσασθαι, καὶ εἰς ζωὴν καλέσαι καὶ ἀναβίωσιν, ἀφθάρτῳ τε καταλαμπρύναι σώματι, ταῦτα δὲ ἡμῖν οὐχ ἑτέρους περιεγίνετο, μὴ οὐχὶ τοῦ Κυρίου ἐν τῇ ἰδίᾳ σαρκί, τούτων ἕκαστον ἐπιδειξαμένου· ταύτῃ δὲ πάντα καθ' ὑμᾶς ἐκ πρώτης ενώσεως ὑπὸ τοῦ Κυρίου τετέλεσται, τὸ ἑαυτοῦ σῶμα πρὸς ἀφθαρσίαν μετα κεράσαντος, ἔχομεν ἐξ αὐτῆς ἄρα του μυστηρίου τῆς πρώτης ἀρχῆς τὸ πᾶν τοῦ μυστηρίου, και πε ριττή λοιπὸν ἡ ἑξῆς οἰκονομία. Ωσπερ γὰρ εἰ διὰ πρώτου φαρμάκου τελεία τοῖς κάμνουσιν ὑγίεια προσεγίνετο, περιττή λοιπὸν ἡ μετὰ ταῦτα τοῖς ἰατροῖς ἐπιτετηδευμένη κατὰ τῆς ἅπαξ νενικημένης αρρωστίας σπουδή· τὸν αὐτὸν δὴ τρόπον, εἰ ἐκ τῆς ἑνώσεως τῆς πρὸς τὴν σάρκα, τὸ τῆς ἀφθαρσίας ἐνῆκεν ἡμῖν ἀγαθὸν, περιττή πᾶσα ἡ λοιπὴ τοῦ μυ στηρίου περίοδος. Αλλ' οἶμαι τοῦτο πάσχειν ὑμᾶς ἀγνοοῦντας, ὅτι ἄλλος μὲν ὁ λόγος τῆς οὐσιώσεως τοῦ σώματος, ἄλλος δὲ ὁ τῆς ἑνώσεως τρόπος. Καὶ ὅτι τὸ μὲν ὑπῆρξεν αὐτῷ ἐκ τῆς τοῦ Πνεύματος παρουσίας καὶ ἐνδημίας, δημιουργικῶς αὐτὸ δια πλαττούτης· τὸ δὲ οὐκ ἐκ τῆς τοῦ Λόγου ἐνεργεία, ἀλλ᾽ ἐκ τῆς πρὸς αὐτὸν ὁλικῆς καὶ οὐσιώδους ἑνώσεως. Τὸ μὲν γὰρ γόνιμον τῇ Παρθένῳ ἡ τοῦ Πνεύματος δύναμις ἐχορήγησεν, ὥς τις τῶν παρ' ἡμῖν εἴρηκεν, καὶ λίαν καλῶς· καὶ ἡ ουσίωσις τοῦ σώματος ἐκ Πνεύματός ἐστιν ἁγίου, κατὰ τὴν δημιουργική αὐτοῦ συστᾶσα ἐνέργειαν, ἐκ δὲ τῆς “εοτόκου ἡ ὕλη τῆς οὐσίας προσείληπται. Ὁ δὲ λόγος τὸν ἐκ τοῦ Πνεύματος κτιζόμενον αὐτῷ ναὸν, κατ' αὐτὴν τὴν πρώτην ἐνοικεῖ διάπλασιν· οὐδὲ ἀναμείνας, ὡς εἶπέ πού τις ὀρθῶς λέγων, τὴν τελείωσιν τοῦ νεώ, ἀλλὰ τῇ πρώτη τῆς ἀρρήτου οικονομίας ἀρχῇ, ἐν τῷ τῆς φύσεως έργαστηρίῳ συναφθείς, τὴν οἰκοδομέν
col. 1353–1354page 44 of 66
PG 86:1353πᾶσαν ἑαυτῷ περιτέθεικεν. Οὐ γὰρ δὴ γενομένου τοῦ σώματος, οὕτω θύραθεν αὐτὸς ἐπεισῆλθεν, ἀλλ᾽ ἑαυτὸν περιπλάτας, ἀγαλματοφορεῖ τὸ ἡμέτερον. Τὴν τοίνυν ιδιότητα του σώματος οὐκ ἐκ τῆς τοῦ Λόγου γνωρίζειν ἔστιν ἑνώσεως, ἀλλ᾽ ἐκ τῆς τοῦ Πνεύματος δυνάμεως, διαπλαττούσης αὐτὸ καὶ διαμορφούσης, δίχα τῶν πρωτουργῶν τῆς φύσεως ὀργάνων· τὴν δὲ ἀναμαρτησίαν καὶ τὴν ὅλην ἁγιό. τητα, τήν τε ὁλικὴν πρὸς ὅλον τὸν εἰληφότα ἔνωσιν καὶ ἀνάκρασιν, καὶ τὸ ἕνα τε εἶναι καὶ χρηματίζειν Υἱὸν, καὶ ὅλης τῆς υἱικῆς ἰδιότητος τους χαρακτῆρας φανοτάτους ἐπιφαίνεσθαι, ἡ τοῦ Λόγου συμ φυής Ένωσις κατειργάσατο· ὧν ἀναφαίρετος ἡ μακα ριότης, ἐπειδὴ καὶ ἡ ἕνωσις ἀδιαίρετος. Ωστε την μὲν σύστασιν καὶ τὴν ἰδιότητα τοῦ σώματος, ἐκ τῆς ἐνεργείας γενέσθαι τοῦ Πνεύματος ἔγνωμέν· τὴν δὲ ἕνωσιν οὐκ ἐκ τῆς τοῦ Λόγου ψιλῆς ἐνεργείας, ἀλλ᾽ αὐτοῦ τοῦ Λόγου οὐσιώδους ἀνακράσεως. Καὶ ταῦτα μὲν ἡμεῖς πρὸς τὸν ἐντυχόντα πρώην ἡμῖν διειλέγμεθα, τὰς δοκούσας αὐτῷ ἀμάχους εἰς ἡμετέραν δύναμιν λελυκότες διαπορήσεις. Αξιούμεν δὲ τοὺς ἐντευξομένους τῷδε ἡμῶν τῷ μετρίῳ συν τάγματι, πρὸς τὰς τῶν Πατέρων ἱερὰς ἀναδραμεῖν πραγματείας, ἐξ ὧν καὶ ἡμεῖς τὰς ἀφορμὰς εἰλη φέτες, ταῦτα γεγραφήκαμεν· καὶ τὰς χρήσεις προς τὴν τῶν εἰρημένων βεβαίωσιν παρεθέμεθα. Δοίη δὲ Κύριος ἀμφοτέροις τοῖς μέρεσι, φιλαλήθως καὶ κατὰ τὸ αὐτοῦ βούλημα ζητοῦσι καὶ διερευνωμένοις, ἐμφανιζομένην αὐτοῖς εὑρεῖν τὴν ἀλήθειαν, ἥτις ἐστὶ Χριστὸς ὁ ἐπὶ πάντων Θεός, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν. Προοίμιον τῶν χρήσεων κατὰ Ἀφθαρτοδοκητῶν. Επειδήπερ Χριστοῦ χάριτι τὰς μὲν ἐκ τῶν προς τάσεων πιθανότητας εἰς δύναμιν λελύκαμεν, ὑπο εσχόμεθα δὲ καὶ ταῖς τῶν ἀρχαίων μαρτυρίαις τὸ πιστὸν τοῖς εἰρημένοις ἐπάξειν, αὐτόθεν δέχου τῶν ματυριῶν τὸν ἐσμὸν σύμφωνον καὶ μεμουσωμένον, τῆς ἀληθείας ἀνακρουόμενον τὸ μέλος. Εἰ δέ τις τὴν οἰκείαν συνείδησιν πατεῖν μεμαθηκώς, τὰς μὲν παρ' ἡμῶν ἐκτεθείσας μαρτυρίας παρακρούεται, ἄλλας δέ τινας προφέρει τῶν αὐτῶν ὡς ἂν οἴηται, μα χαμένας, ἐκεῖνο πρὸς αὐτὸν πρῶτον εἰπεῖν ἔχομεν, ὡ; ἄρα τοὺς Πατέρας συγκρούων, καὶ εἰς ἀντίφασιν αὐτοὺς ἑαυτῶν ἄγειν πειρώμενος, προφανώς τὸν ρ.
col. 1355–1356page 45 of 66
PG 86:1355κατ' ἐκείνων ήρατο πόλεμον, καὶ οὐ μᾶλλον τὰ παρ' ἡμῶν ἀνέτρεψεν, ἢ οὐδὲ τὰ ἴδια ἐβεβαίωσεν. Επειτα δὲ κἀκεῖνο εἰπεῖν ἔχομεν, ὡς οἱ ὄντω; Πα τέρες τῆς Ἐκκλησίας, καὶ τοῦ διδασκαλικοῦ χαρί σματος ἐν τῷ αὐτῷ πνεύματι τὸν λόγον δεξάμενοι, οὔτε πρὸς ἄλλους οὐ μὴν πρὸς ἑαυτοὺς διηνέχθησαν· οὐ μέγα μὲν γὰρ εἰπεῖν ὅτι μηδὲ ἐν ἄλλοις, ἥκιστα δὲ ἐν τῷ νῦν κινουμένω προβλήματι, καν οὕτω δοκῇ τοῖς ὅλον ἐκπεπωκόσι τῆς ἀμαθίας τὸν ἄκρατον, καὶ τὸν τῆς σφετέρας μέθης ίλιγγον ἐπὶ τὸ πεπηγὸς καὶ νηφάλιον τῆς πατρικῆς ἀληθείας μεταβιβάζειν τολμῶσιν· πειστέον γὰρ ὡς οὐκ αὐτοὶ ἦσαν οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς αὐτῶν τὸ λαλοῦν ἐν αὐτοῖς· οἱ γὰρ μὴ τοιοῦτο:, ψευδώνυμοι καλεῖσθαι διδάσκαλοί εἰσιν ἄξιοι, κατ' αὐτό γε τὸ μάχεσθαι καὶ στασιάζειν πρὸς ἑαυτοὺς, οὐ τὸ τῆς εἰρήνης πνεῦμα, τὸ δὲ τοῦ ἐναντίου καὶ τῇ στάσει φίλον ἔχειν ἐλεγχόμενοι. Πῶς οὖν εὑρίσκομεν, φήσει τις, καὶ φθαρτὸν καὶ ἄφθαρτον τὸ σῶμα εἰρηκότας; Οὐκ ἄλλως φήσαιμ' ἂν ἢ κατὰ δύο τρόπους, ὅτι τῷ ἀφθάρτῳ, κατὰ τὸ τῆς Γραφῆς ἰδίωμα, ἀντὶ τοῦ ἀναμαρτήτου καὶ και θαροῦ καὶ πάσης τῆς κατὰ κακίαν κηλίδος ἀπηλλαγμένου τάσσειν εἰώθεσαν. Καὶ πάλιν ἀδιαφόρως καὶ ἀπαρατηρήτως κατὰ τοὺς χρόνους τὸ αὐτὸ ἐκάλουν καὶ φθαρτὸν καὶ ἄφθαρτον· καὶ ὅτε μὲν αὐτὸ φθαρ τὸν ὠνόμαζον, πρὸς τὸν χρόνον ἀπέβλεπον τῆς κατὰ σάρκα οικονομίας· ὅτε δὲ ἄφθαρτον, πρὸς τὸν ἐκ τῆς ἀναστάσεως καὶ εἰς τὸν ἑξῆς ἄπειρον αἰῶνα εἰ δέ τις εἴποι καὶ κατὰ τὸν ἀῤῥαβῶνα τῆς ἀφθαρσίας ἤδη ἔχειν τὴν τοῦ Λόγου ἀφθαρσίαν, δι᾿ ἣν καίπερ φύσιν ἔχον φθαρτην, φθαρῆναι οὐκ ἐπετράπη, οὐ διαφέρομαι. Ὡς δέ εἰσι ταῦτα ἀληθῆ, αἱ ὑποτεταγμέναι αὐτῶν δείξουσι μαρτυρίαι, οὐκ ἀδιαρθρώτως οὐδὲ συγκεχυμένως, ἀλλὰ καὶ μάλα σαφῶς τε καὶ τετρανωμένως διευκρινοῦσαι ἡμῖν τοὺς χρό νους καθ' οὓς παθητόν τε καὶ φθαρτὶν γεγενῆσθαι εἶπον τὸ σῶμα τοῦ Κυρίου· καὶ ὡς μετὰ τὴν ἀνά στασιν τὸ τῆς ἀφθαρσίας καταπεπλουτήκαμεν ἐν αὐτῷ χρῆμα καὶ ἄνομα. Τοῦ ὁσίου Αμβροσίου ἐκ τοῦ Κατὰ Απολλιναρίου. Εἰ μηδαμῶς ἐπιγινώσκεις τὸ παθητὸν, ἀνεσκεύα σας τοῦ Δεσπότου τὸ εὐσεβὲς, καὶ τὴν σὴν σωτη μίαν ἠρνήσω· ὅθεν ἄφρονας δεῖ τούτους ἡγεῖσθαι. Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ α τόμου τοῦ εἰς τὸν Ματθαῖον Πῶς οὖν ἀπέθανεν, ἀθάνατος ὢν, ἵνα καὶ ἐγερος, καὶ νεκρώσῃ τὸν θάνατον, εἰ μὴ προσέλαβε σῶμα τὸ τοῖς τοῦ θανάτου ὑποκείμενον νόμοις; ἢ πῶς ἂν κατέλυσε τὴν φθορὰν, ἐξελὼν αὐτῆς τὸ ὑπ' αὐτῇ πρᾶττον τε καὶ κείμενον γένος, εἰ μὴ ἔλαβε τὸ φθεί ρεσθαι πεφυκός, καὶ εἰς ἰδίαν ἐμόρφωσε ζωήν; Τοῦ αὐτοῦ ἐκ τοῦ τόμου τῆς πρὸς Εβραίους ἐπι στολῆς. Ἐφῆκε μὲν γὰρ τὸ ἴδιον σῶμα παθεῖν τὸν (ά,λο
col. 1357–1358page 46 of 66
PG 86:1357τον οἰκονομικῶς, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυ ριεύσῃ. Ἐπειδὴ δὲ σῶμα ζωῆς ἀνεβίω παραχρῆμα, νενικηκὸς τὴν φθοράν, τῶν οὕτω σεπτῶν τὴν κατόρθωσιν οὐ φύσει σαρκὸς, ἀλλὰ τῇ τοῦ Λόγου δυνάμει προσνέμοντες, εὐσεβήσωμεν. ΛΟΓΟΣ Γ΄. ΚΑΤΑ ΑΦΘΑΡΤΟΔΟΚΗΤΩΝ ΤΗΣ ΑΠΟΡΡΗΤΟΥ ΚΑΙ ΑΡΧΟΕΙΔΕΣΤΕΡΑΣ ΤΩΝ ΝΕΣΤΟΡΙΑΝΩΝ ΑΣΕΒΕΙΑΣ, ΚΑΙ ΤΩΝ ΤΑΥΤΗΣ ΠΑΤΕΡΩΝ ΦΩΡΑ ΚΑΙ ΘΡΙΑΜΒΟΣ. Τρίτον ἐπὶ τοῖς προλαβοῦσί μοι δυσὶ λόγοις του τονὶ συντάττων τό τε Θεῷ χαριστήριον, καὶ τῶν ἀσεβῶν στήλην καὶ θρίαμβον, εὐξαίμην ἂν τὸν Κύ μιαν παρεῖναι καὶ νῦν ἡμῖν ἀρωγὸν τῆς ἐννοίας, καὶ λόγῳ τὸν λόγον ἡμῶν κατευθῦναι ἐν πνευματοκινήτῳ χάριτι. Εἰ γὰρ ἐκ Θεοῦ βοηθούμενοι, τῶν τε ἄλλων πάντων, καὶ τῆς ἐν χερσὶν ὑποθέσεως έφ αψόμεθα, ἡμῖν τε ἔσται μισθὸς αὐτοτελὴς τῶν πόνων ἡ συμμαχία, τοῖς τε ὑπὲρ ὧν καὶ δι' οὓς οἱ λόγοι, ὠφελείας ἐνέχυρον, εἰ καὶ μὴ τῇ ἀξία, τῇ γε δυνά μει παραμετρούμενον· ἡμῖν δὲ καὶ ἄλλως ἀφοσιοῦται τὰ νῦν. Παλαιὸν γὰρ χρέος εἰσφέρομεν, πάντων χρεῶν εἰς ἔκτισιν δικαιότατον, πάλαι μὲν ἀποδοθῆναι ὀφειλόμενον, διὰ δὲ πολλὴν καὶ μακρὰν πενίαν, νῦν καὶ μόλις, καὶ οὐχ ὅσον ἄξιον ἐκτίννυσθαι ἀρχό. μενον.. Καθ' ὧν γὰρ στήλην ἐγείραι τῷ Θεῷ ἄρτι προ μνημαι, θρίαμβόν τε αὐτοῖς περιστῆσαι, μηκέτι τὴν ἀπέβειαν ἐν κρυπτῷ ταμιευομένοις, καὶ τῷ ἀφανεί καὶ ἀγνώστῳ πολλοὺς δελεάζοντας, ἀλλὰ πόρρωθεν φαινομένους, καὶ ταύτῃ γινομένους φευκτοὺς ἀποτροπαίους, ἦν ὅτε καὶ αὐτὸς ὑπῆρχον τοῦ θιάσου μέρος. Νέον γὰρ τότε ὄντα με, τόν τε χρόνον καὶ τὸν λογισμὸν ἡρπάκεισαν, οὐδὲν ὅ τι μὴ τῶν τῆς και κίας ὀργάνων εἰς τοῦτο κινήσαντες· προθέμενον γὰρ τὴν τῶν δογμάτων ἀκρίβειαν, ὧν ἐπειδὴ γευσά
col. 1359–1360page 47 of 66
Liber III
PG 86:1359μενος, τοῦτο δὴ τὸ τοῦ λόγου, ἄκρῳ δακτύλῳ, λίχνος τε ἐγενόμην, καὶ προθυμίας εἰς μέτρον οὐδὲν ὅ τι ἐνέλιπον. Οἱ δὲ λαβόμενοι ὥσπερ τυφλὸν ὁδοῦ τινος ἐφιέμενον, εἰς τὸ τῆς σφετέρας ἀσεβείας καταστᾶσαι βάραθρον ἐπεχείρησαν. Ἀλλ᾿ ἄνωθέν μοί τις ἐπιφανεῖσα χάρις, ἐκ μέσου τῶν ὁδόντων ήρπασεν, ἑτοιμότατον ἤδη γενόμενον θήραμα, πόθον τε θερμότατον ἀρετῆς ἐμβαλοῦσα, καὶ τῆς διὰ ταύτην ξενιτείας ἐπάξιον. Πῶς δὲ οὐκ ἤμελλεν ὁ τὸν Ἰσραήλ ἐν ἐρήμῳ καθοδηγήσας, κἀμοῦ συνέμπορος γενέ σθαι τῆς ἐκδημίας; φέρων τε οὔπω πρότερον άν ήκει, ἕως με θείων ἀνδρῶν ἐγκα[τέ]θετο παλάμαις, οἴ γε οὐ μόνον πάσης ἐκείνης τῆς λήμης, τὸ ὄμμα τῆς ἐμῆς ψυχῆς ἀπεκάθηραν, ἀλλὰ καὶ φωτὸς ἱεροῦ ἀπέπλισαν ταῖς τῶν θεοσόφων βίβλοις, παρ᾽ ὧν αὐτ τοῖς ἡ ἀλήθεια καὶ ἡ λοιπὴ ἀρετή, τὰς ἐμὰς καὶ χεῖρας καὶ φρένας, ἁγνίσαντες. "Αρ' οὖν οὐκ ἀσε βείας ἐσχάτης γραφὴν ἂν παρὰ τῶν εὐγνωμόνων ἐνδίκως ἀπηνεγκάμην, εἰ ταῦτα σιωπῇ παντελεί παραδοῦναι ὑπέμεινα; "Οτι δὲ μὴ ἀπ' ἀρχῆς, μηδὲ κατ' αὐτὴν ἐκείνην, ὡς εἰπεῖν, τὴν ὥραν, καθ᾿ ἣν ἀναβλέψαι ἠξίωμα, τὸν εὐχαριστήριον συντέταχα, παραιτείσθω μὲν Θεός, παραιτείσθω δὲ καὶ τῶν θεοφιλῶν ἕκαστος. Οὐ γὰρ δι᾽ ἀγνωμοσύνην, ἀλλ' ὑπὲρ τοῦ μὴ δόξαι τὴν περὶ τούτων εὐχαριστίαν προπετοῦς συγγραφῆς ποιεῖσθαι πρόφασιν, φόβῳ τὸν λόγον ἐχαλίνωση. Νῦν δ' ἅτε δικαίας καὶ οὐδὲ συγχωρούσης ηρεμείν ἀνακινησάσης ἡμᾶς αἰτίας, ἀφοσιώσασθαι τό τε χρέος καὶ τὸν πόθον ἐσπούδακα. Αξιοπιστότερος δὲ πάντων ἂν ἦν, εἰς τε πίστιν τῶν λεχθησομένων, καὶ εἰς τὸ καταιδέσαι τοὺς ἀθέους, ἂν ἄρα βούλωνται πεῖρα γὰρ, ᾗ φασι, τῶν λόγων βεβαιοτέρα. Χριστὸς δέ μοι παρήτω μάρτυς, καὶ ὁ τούτου Πατὴρ, ὅτι μὴ ἀπεχθείᾳ τινῶν ἢ τῇ πρὸς ἑτέρους χάριτι, τὰ κατ' αὐτοὺς εἶμ: λέξων· ἀλλὰ πρώτους μὲν αὐτοὺς ἐκε! νους κατοικτιζόμενος, οὐκ ἔστιν ὅτε μη ὀλοφυρόμενος, καὶ τρίτον προφυλακτήριον τι βοήθημα τοῖς ὅσον οὔπω ἐμπεσουμένοις, τοῦτον τὸν λόγον ὥσπερ τι ἀλεξιτήριον φάρμακον συγκεράσαι ἐσπούδασα. Πρὸς ἔτι δὲ καὶ τὸ κρῖμα δεδιὼς, εἰ μήτε τὸ πάθος ἡμᾶς συμπαθείς κατεσκεύασεν. "Ιν' εἰ μή τι ἄλλο, τοῦτο δὴ καρποφορήσω, τῷ λυτρωσαμένῳ καὶ σώ σαντι τὴν ἑτέρων προφυλακήν. Μηδ' αὐτοὶ δὲ ἡμῖν χαλεπαινέτωσαν, εἰ ἐξειπεῖν ὑπέμεινα, ἅπερ αὐτοὶ φρονεῖν οὐ πεφρίκασιν. "Αγε δὴ οὖν, εἰς μέσον αὐτῶν παρεισκυκλήσωμεν τὰς κατὰ τῆς ἀληθείας ἐπι νοίας, αἷς κέχρηνται κατὰ τῶν ἀθλίως ταῖς φονικαῖς αὐτῶν ἄρκυσιν ἁλῶναι ἀρχομένων. Α'. Πρῶτον μὲν οὖν αὐτῶν τοῦτο δράμα τῆς πονη ρίας ἐπάξιον, ὅτι μηδ' ὅλως τοὺς ἱεροὺς τῆς ἐκκλησίας καὶ θεοσδότους δεχόμενοι διδασκάλους, πλην ὅτι μηδὲ Θεόδωρον καὶ Διόδωρον, τὰς πρώτας αὐτῶν τῆς ἀσεβείας πηγὰς δέχεσθαι τῷ λόγῳ ὑποκρίνονται. Γ΄. Καὶ μὴν ὅτι τὴν μεγάλην καὶ πολυάνθρωπον σύνοδον, καὶ ἀντ᾿ ἄλλου τινὶς δελεάσματος, τοῖς
col. 1361–1362page 48 of 66
PG 86:1361ἁπλουστέροις προτείνουσιν, οὐ φρονοῦντες μὲν κατ' αὐτήν. Οὐκ οἶδα γὰρ εἴ τινι ἄλλῳ τῶν πρωτείων του φρονεῖν κατ' αὐτῆς παραχωροῦσιν, ὅμως δ' αὐτὴν ὡς σεμνὸν προσωπεῖον, τοῦ καθ' ἑαυτοὺς δράματος ὑπεισερχόμενοι, λανθάνουσι τὰ πρῶτα τῆς ἐγχειρήσεως· ἅπαξ δὲ πείσαντες δέχεσθαι δῆθεν τὴν σύνο οδον, ἢ δεχομένου γέ τινος λαβόμενοι διαπυνθάνονται, ὁποῖον αὐτῷ συνηθές τε καὶ φίλον τῶν Πατέρων ἀσκεῖν· εἶτα εἰ τύχοι φήτας ὁ ἐρωτώμενος, ἢ τὸν μέγαν ὀφθαλμὸν τῆς Ἐκκλησίας Ἰωάννην, ἢ τοὺς δύο μεγάλους φωστήρας, τοὺς Καππαδόκας φημι, ἢ τὸν φανότατον εωσφόρου Αθανάσιον, οἱ δὲ οὐδὲ γὰρ ὑπομένουσιν οὐδὲ αὐτήν γε τὴν τῶν ὀνομάτων ἀπαγ γελίαν,) ἀλλοιοῦσι μὲν εὐθὺς τὸ πρόσωπον, ὅμως γε μὴν ὑπὲρ τοῦ μὴ κατὰ τὴν πρώτην ἐντυχίαν πλῆξει τὸν θηρώμενον, καὶ ταύτῃ ἀποφοιτῆσαι, Καλοὶ μὲν, φασὶ, καὶ οἱ Πατέρες οὗτοι, ἀλλ᾽ οὔπω ἀμείνους τῶν ἡμεδαπῶν· εἰ δὲ τὰ ὀνόματα διαπυνθάνοιτο, ἀνά γνωθι πρῶτον, φασί, καὶ τότε γνώση τίνες τε καὶ ἡλίκοι τυγχάνουσιν, ὧν, ἄθλιε, λέγοντες, οὐδὲ τὰς˙ προσηγορίας ἔτι μεμάθηκας. Γ'. Πολλάς τε καὶ ἄλλας ὑπισχνούμενοι δωρεάς καὶ συνάρσεις, καὶ τὰς ἐπὶ βασιλέως, ει τύχοι χρήσ ζων, εἰσόδους, τῶν ἐν τέλει τε την πρώτην τιμήν, καὶ τῶν λογίων παρ' αὐτοῖς τὴν συνδιαίτησιν, ὦ τῆς τῶν κακῶν ἀμετρίας! οὐ πρότερον ἀπέχονται, πρὶν αὐτοῖς ὑποπετεῖν τὸν εἴτε ἀμαθίᾳ, εἴτε χρεία, εἴτε κολακείᾳ, εἴτε ἄλλῳ τινὶ τῶν ὅσα παγιδεύειν οἶδε, τοὺς μὴ πάσῃ φυλακῇ τὴν ἑαυτῶν τηροῦντας καρ δίαν. Δ'. Εἶτα ἐπειδ᾽ ἂν ὑπὸ χεῖρα λάβοιεν, καὶ πειθόμενον ἔχοιεν ἐν οἷς βούλονται, εἰ μὲν μοναχὸς εἴη αὐτῶν τὸ θήραμα, ἐπί τε Ελληνικούς λόγους προ τρέπονται, εἴ γε πρὸς τούτους ἐπιτηδείως ἔχων εὑρεθείη· καὶ πολλὰ τὴν τοῦ τάγματος ἀφέλειαν σκώψαντες, καὶ ὡς οὐδέν ἐστι νηστεία, ἢ ἀγρυπνία, ἢ ἀναχώρησις (καὶ γὰρ καὶ τὴν πρακτικὴν δια βάλλουσιν, καὶ μέχρις αὐτοῦ ὀνόματος πρὸς αὐτὴν δυσχεραίνουσιν), ἐπὶ τὸ ἀμείψαι τὸ σχῆμα προτρέπονται, ὡς ἐμπόδιον τυγχάνον πολιτικής φιλοσοφίας κλήρῳ δὲ ἐγκαταλέγειν αὐτὸν ὑπισχνοῦνται, ἢ ἄλλωςπως συγκροτείν, μόνον εἰ τῆς ἀσεβείας αὐτῶν γέ νοιτο μέτοχος. Εἰ δὲ κοσμικός εἴη, τὰς αὐτῷ ἁρ μοττούσας ὑπισχνούνται δωρεάς· οὐκ ἀληθεύοντες μὲν (τοῦτο γὰρ αὐτῶν ἐστι τὸ ἐν κακοῖς μακάριον), ὅμως δ' οὖν ἀποβουκολοῦντες ταῖς ἐλπίσι, κεχηνέναι εἰς αὐτοὺς ἀναγκάζουσιν. ᾿Αλλὰ τούτων μὲν εἰ καὶ βραχὺς ὁ ἔλεγχος, ἀλλὰ καὶ κατεπείγων ὁ χρόνος. Ε΄. Ἑνὸς δ᾽ οὖν ἢ δευτέρου τῶν κατ᾿ αὐτοὺς ἐπιμνησθείς, ἐπὶ τὸν μέγαν αὐτῶν τῆς ἀμαθίας τετράψομαι διδάσκαλον. Θεωρήσαντες γὰρ αὐτοὶ ὁσημέραι τὸ κατὰ τῶν ἀθέων αὐτῶν δογμάτων, καὶ τοῦ πρωτάρχου τῆς ἀσεβείας, ἐν τοῖς πιστοῖς αὐξή μενον δίκαιον μῖσος, ὡς πικρόν τι διανοοῦνται κατά τῆς ἑαυτῶν ζωῆς. Δράματι γὰρ δή φασί, καὶ προς ἀπῳ ἡμῖν, Εῤῥέτω Νεστόριος, δογμάτων δὲ τῶν αὐτῶν ἔσται πατήρ, ἡ κἀκείνου πατήρ γεγονώς, Ο
col. 1363–1364page 49 of 66
PG 86:1363Ταῦτα παρ' ἑαυτοῖς στήσαντες, καὶ ἀρίστην ταύτην σφίσι καταθέμενοι βουλήν, Θεόδωρον ἀντ᾽ ἐκείνου τοῖς πιστοῖς προΐσχονται. Γ'. Τὸ δὲ τούτων θαυμασιώτερον, καίπερ παρελθεῖν θέλων, οὐκ ἐπιτρέπομαι· τὴν γὰρ τῶν Μαν χαίων ἐζηλωκότες πανουργίαν (οὐδὲ γὰρ ἄλλως αὐτ τοῖς βιοτεύειν ἐξῆν) ὥσπερ ἐκεῖνοι εἰς τοὺς καλουμένους ἐκλεκτούς καὶ ἀδιαφόρους, οὕτω δὴ καὶ οὗτοι καταδιεῖλον ἑαυτοὺς εἰς τε τοὺς αὐτὸν ἐζηλωκότας Νεστόριον καὶ τὴν κοινωνίαν αὐτοῦ περὶ πολλοῦ ποιουμένους, καὶ εἰς τοὺς ἐκεῖνον μὲν ἀναθεματίζοντας, ὑποκρινομένους δὲ τὴν τῆς Ἐκκλησίας κοινωνίαν. Καὶ ὅτι τοῦτο οὐ πέπλασταί μοι, μαρτυρεῖ ὁ τῶν κρυπτῶν ἔφορος· καὶ γάρ τινος τῶν γνησίων, ἀναγκαζομένου παρ' αὐτῶν, καὶ κοινωνεῖν αὐτοῖς, καὶ τῷ κλήρῳ τῆς Ἐκκλησίας ἐγγράφεσθαι, ἐπειδὴ πρὸς τὸ οὕτω φρικτόν τόλμημα ὀκνηρότερον ίδον, Τί λυπῇ, φασίν, εἰ τῇ μὲν Ἐκκλησίᾳ ὡς πραιτωρίῳ χρήσαιο, καὶ τῷ κλήρῳ ὡς στρατιᾷ, τὴν δὲ πίστιν Θεοτόκος, ἔχοις τὴν ἡμετέραν, καὶ τὴν κοινωνίαν τὴν μεθ' ἡμῶν ἀσπάζοιν; Εκείνου δὲ εἰς τοῦτο αὐτὸ διαπορουμένου, καὶ ἀδύνατον εἶναι φάσκοντος κἀκείνος κοινωνεῖν καὶ τῇ Ἐκκλησίᾳ, Οὐ δεῖ σε, φασί, τῇ τοιαύτῃ δυσχεραίνειν οἰκονομίᾳ· τοῦ γὰρ ἐπ' ἀγα ρᾶς πιπρασκομένου ἄρτου, καὶ ὧν οἱ Φιλομαριαμί και προσφέρουσιν εἰς τὸ ὄνομα τῆς Μαρίας, πλείονος τετύχηκεν εὐλογίας, ὁ εἰς τύπον τοῦ σώματος τοῦ Χριστοῦ προκείμενος ἄρτος. Ζ'. Καιρὸς δὲ ἤδη τὰ τοῦ μεγάλου αὐτῶν διδασκάλου Θεοδώρου διεξελθεῖν ἐγκώμια· τοῦτον γάρ φασινεἶναι ἐκεῖνον, ἂν ὁ μέγας Ιωάννης, ἅτε καὶ τῆς προθέσεως ἐκπεπτωκότα, καὶ τὴν ἐπαγγελίαν ἐξομοσάμενον, δυσὶν ἐπιστολαῖς ὥσπερ κάλοις ἰσχυροῖς τε καὶ εὐμήκεσιν, εἰς τὸν βυθὸν ἐμπεσόντα τῆς ἀκο λασίας, ἀνασπᾶσαι ἐσπούδασεν. Η΄. Τοῦτόν φασιν ὀκτὼ πρὸς τοῖς δέκα, καὶ οὐ πλείονας ἄγοντα χρόνους, κατὰ τῶν ἱερῶν παρο νῆσαι Γραφῶν· οὐ γὰρ ἂν ἄλλως καλέσαιμ' ἂν τὰς αὐτοῦ ἑρμηνείας, τὰς εἰς τὰς θείας συντεθειμένος Γραφάς. Θ'. Τοῦτον ὡσαύτως φασὶν, ἁρπάσαι θελήσαντα τὸν τῆς Κιλίκων ἐφθαλμὸν τὴν Ταρσόν, ἐπειδὴ δ τῶν κακῶν αὐτῷ καὶ τῆς ἀσεβείας ἀρχηγέτης γενό μενος καὶ πατὴρ Διόδωρος τὸν τῇδε μετήλλαξε βίον, ὁ τῆς ᾿Αλεξανδρέων Θεόφιλος κωλύει τοῦ τολμήματος· πρὸς αὐτὸν γὰρ ἐστείλαντο πρεσβείαν οἱ τυ ραννούμενοι. Ι. Οὗτος ὁ βδελυρὸς ἐν τῇ μεγαλωνύμῳ Ἐκκλησία τῆς πάλαι μὲν Ἀντιόχου, νῦν δὲ Θεοῦ πόλεως καλουμένης εξηγούμενος, ἐτόλμησεν ἄλλα τε πολλὰ, καὶ τὴν Θεοτόκος δυσφημεῖν φωνήν· ὡς ὅλον ἐντεῦθεν καθ' ἑαυτοῦ συγκινῆσαι τὸν δῆμον. ΙΑ΄. Οὗτος ὁ μιαρὸς ἐπὶ πάσης παρεξηγήσεως τῶν θείων Γραφών, σκώπτων καὶ διασύρων τους πόνους τῶν εἰς αὐτὰς κεκμηκότων ἱερῶν διδασκάλων, οὐκ ἐπαύσατο. Ἔοικα δέ γε λοιπὸν πάσχειν, ὡς ὁ μέγας
col. 1365–1366page 50 of 66
PG 86:1365ἔφη Βασίλειος, ἐκ ῥαπίσματος διευθύνων τὸν ἀνδροφόνον. 'Αλλ' ἄγε δὴ μετάβηθι, καὶ τὸν ἔσω κόσμου ἄεισον, καὶ τὸν ἐν ἀποῤῥήτῳ αὐτοῖς καὶ τοῖς πολλοῖς ἄβατον, τὸν τῆς ἀσεβείας λέγω μυχὲν ἐπόπτευσον. Οὐκ ἐξορχήσομαι μέν, ᾗ φασιν, ἀνακαλύψω δὲ τὰ τῆς ἀθεότητος μυσαρά δόγματα. Δυσχεραινέτω δὲ ἡμῖν ἐπὶ τοῖς λεγομένοις μηδεὶς, ὅτι μὴ τῶν κακῶν ἀκουσμάτων ἀρχηγοί, μηδὲ τὰς αἰτίας ἡμεῖς τοῖς ῥηθησομένοις δεδώκαμεν· πολλαὶ γὰρ βίβλοι φέρουσιν αὐτῶν τὰ ἄθεα μυστήρια· ἐπεὶ καὐτὸς ἐγὼ εὐξαίμην ἂν τῷ Θεῷ, σιγῇ καὶ σκότῳ τὰ τοιαῦτα συγκαλυφθῆναι τῆς ἀσεβείας μυστήρια. Νῦν δ᾽ οὐ γὰρ ῖνα κακῶν μαθητές ποιηταίμην ὑμᾶς, ἀλλ' ἵνα τῶν δεινῶν ἀπαλλάξαιμι, εἰς τούσδε τους λόγους ἐμαυτὸν καθῆκα, αὐτός τε προτροπάδην αὐτοὺς φεύγων, καὶ πᾶσι μέγα βοῶν· Φεύγετε, ὦ οὗτοι, φεύγετε, κρημνῶν καὶ βαράθρων μακραν φεύγετε, τῶν πάσῃ μεμολυσμένων αἱρέσει ἀθέων διδαγμάτων τὰς βίβλους φεύγετε. ΙΒ'. Οὗτος ὁ σοφὸς, ὡς οἱ τοῦτον ζηλοῦντες φαίεν, καὶ μέγας Θεόδωρος, ἐπειδὴ μικρὸν ἦν αὐτῷ τὸ κατὰ ἀνθρώπων ἀγώνισμα, κατ' αὐτῆς ἐγχειρεῖ καὶ τολμα τῆς τοῦ Πνεύματος δόξης, πάσας μὲν τὰς κατ' ἔμ πνευσιν αὐτοῦ τῶν θεηγόρων ὑψηλὰς, ταπεινῶς ἐκλαμβάνων Γραφάς, ἀποκρίνων δὲ ἐκ τοῦ θεοκρίτου τῶν ἱερῶν Βίβλων ἀριθμοῦ. ΙΓ΄. Τόν τε μέγαν τοῦ Θεοῦ θεράποντα, καὶ τῆς ἀνδρείας ἔμψυχον καὶ διὰ αἰῶνος ἀνάγραπτον στήλην τὸν Ἰώβ, δυσὶ περί που χιλιάσι μυριάσι στίχων πλύνων καὶ διαγραφόμενος τὴν εἰς αὐτὸν τοῦ Πνεύματος συγγραφὴν, ἣν ὁ μέγας Ἰάκωβος ἐν τῇ κατ' αὐτὸν καθολικῇ Ἐπιστολῇ βεβαιῶν ἔλεγεν Τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυ ρίου ἴδετε. Οὐ γὰρ ἄλλοθέν ποθεν, οὐδὲ τὴν ὑπομονὴν ἠκούσαμεν, οὐδὲ τὸ κατ' αὐτὸν τέλος ἱστορήσα μεν, ὅτι μὴ ἐκ τῆς κατ' αὐτὸν Γραφῆς. ΙΔ΄. Δι' ἣν αἰτίαν αὐτήν τε, οἶμαι, τοῦ μεγάλου Ἰακώβου τὴν ἐπιστολὴν, καὶ τὰς ἑξῆς τῶν ἄλλων ἀποκηρύττει καθολικάς. Οὐ γὰρ ἤρκει αὐτῷ κατὰ τῆς Παλαιᾶς ἐγχειρείν Γραφῆς, τὴν Μαρκίωνος ἐζη λωκότι ἀσέβειαν, ἀλλ᾽ ἔδει καὶ κατὰ τῆς νέας αὐτὸν ἀγωνίσασθαι, ἵνα ᾗ περιφανεστέρα αὐτῷ ἡ κατὰ τοῦ ἁγίου Πνεύματος ἀγωνία. ΙΕ΄. Τάς τε ἐπιγραφὰς τῶν ἱερωτάτων Ύμνων καὶ Ψαλμῶν καὶ ἡδῶν πάντη ἐκβαλών, τοὺς πάντας Ψαλμοὺς Ἰουδαϊκῶς τοῖς περὶ τὸν Ζοροβάβελ καὶ Εζεκίαν ἀνέθηκε, τρεῖς μόνους τῷ Κυρίῳ προσ ρίψας. 17. ᾿Αλλὰ γὰρ καὶ τὸ τῶν ἁγίων ἀγιώτατον τῶν ατμάτων "Ασμα παρὰ πάντων μὲν θεοσόφων, παρὰ πάντων δὲ ὑμνούμενον Χριστιανῶν, ταῖς δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην Εκκλησίαις γνωριζόμενον, θαυμαζόμενον δὲ καὶ πρὸς τῶν ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χριστοῦ Ἰουδαίων, κατὰ τὴν πορνικὴν αὐτοῦ καὶ γνώμην καὶ γλῶσσαν, ἐκλαβὼν ὁ θρασὺς καὶ ἄμετρος τὴν τόλμαν, ἐκ τῶν ἁγίων Βίβλων ἀπ έτεμεν. ἀθεότητος
col. 1367–1368page 51 of 66
PG 86:1367τὴν Τελετήν, Ζ'. Καὶ τί γὰρ οὐκ ἔμελλε δράσειν, ὁ ἐν αὐτῷ ἐνεργήσας τῆς ἀσεβείας εὑρετής τε καὶ πατήρ; Τὰς γοῦν Παραλειπομένας ὡσαύτως, κακῷ κακὸν προστιθείς, πρώτην τε καὶ δευτέραν, Εσδραν τε πρὸς ταῖς εἰρημέναις ἐξέβαλεν. ΙΗ'. "Αρ' οὖν ταῖς μὲν θείαις Γραφαῖς ἐγχειρεί, καὶ τῶν λαμπροτέρων κατὰ τοῦ Πνεύματος ἀγωνισμάτων τὸ εὐδόκιμον ἀποφέρεται, τῶν δὲ δευτέρων ἀπέχεται, καὶ παραχωρεῖ ἄλλοις τῆς γοῦν ἐν τούτοις πάλης καὶ νίκης; Οὐμενοῦν. Ἐπειδὴ γὰρ, ὡς ᾤετο, ὁ κατὰ τῶν θεοπνεύστων αὐτῷ Γραφῶν ἄεθλος ἐκτετέλεστο καὶ διήνυστο, δεύτερον ἐξανύει δίαυλον, τῷ πρώτῳ παρισούμενον· καὶ ἕνα τοῖς κατὰ μέρος ἐγχειρῶν μὴ κάμνῃ, πρὸς τὴν πρώτην στοιχείωσιν τοῦ Χριστιανισμοῦ ἵσταται, καὶ τὸ θερποιὸν σύμβολον τῶν ἀναγεννωμένων διαγράφεται, τὴν ἐν Νικαία φημὶ πίστιν, οὐκ ἀκρωτηριάζων αὐτὸ μόνον, ἀλλὰ πᾶσαν καὶ τέλεον ἀποσκευαζόμενος, καὶ παραδιδούς παρ' ἐκείνην ἑτέραν, μηδὲν λογισάμενος τοὺς τηλ κούτους φωστῆρας, οὐδὲ φρίξας πρὸς τὸ τολμηρὸν τῆς ἐγχειρήσεως· ἕτερον γάρ, ὡς ἔφην, ἐκτίθεται πίστεως, μᾶλλον δὲ ἀπιστίας, σύμβολον μετὰ τὴν εἰς Θεὸν Πατέρα καὶ τὸν μονογενῆ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα πίστιν, πιστεύειν γράψας καὶ εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν, τέταρτον πρόσωπον ἐπεισάγων τῇ ἁγία Τριάδι καὶ καταδιαιρῶν εἰς δύο πρόσωπα τὰ τοῦ ἑνὸς Χριστοῦ καὶ Θεοῦ ἡμῶν· καὶ τῷ μὲν ἀλη θινῷ Υἱῷ τὰ θεῖα προσνέμων καὶ τὴν ἄνω γέννησιν, τῷ δὲ ἰδίῳ Χριστῷ τὰ ἀνθρωποπρεπῆ καὶ ἀνθρώπινα, καὶ πρό γε τούτου τὴν ἐκ Παρθένου γέννησιν. 10΄. Τολμᾷ καὶ ἕτερον κακὸν τῶν εἰρημένων οὐ δεύτερον. ᾿Αναφορὰν γὰρ σχεδιάζει ἑτέραν παρὰ τὴν πατρόθεν ταῖς Ἐκκλησίαις παραδεδομένην, μήτε τὴν τῶν ἀποστόλων αἰδεσθεὶς, μήτε δὲ τὴν τοῦ με γάλου Βασιλείου ἐν τῷ αὐτῷ Πνεύματι συγγραφεῖσαν, λόγου τινὸς κρίνων ἀξίαν· ἐν ᾗ ᾿Αναφορᾷ βλασφημιῶν (οὐ γὰρ εὐχῶν) Τελετὴν ἀπεπλήρωσεν ἆρ᾽ οὖν τίς ἕτερος Αντίχριστος, προσδοκᾶσθαι ἔτι ἄξιος εἴη, οὕτω τὰ τοῦ Χριστοῦ μισῶν τε καὶ παρα κινεῖν πειρώμενος; Ἐγὼ μὲν οὐκ οἶμαι. 'Απόχρη γὰρ, φημὶ, καὶ οὗτος, ἐν ἅπασι τὸν ἐκείνου ἀποπληρῶσαι τόπον καὶ τρόπον Κ'. Ακουε δὲ αὐτοῦ καὶ τὰ ἕτερα, ὧν μήτε ἀκοῦ. σαι καλόν τε καὶ εὐκταιότατον ἦν. Τὴν κρίσιν τοῦ Θεοῦ, τὴν ἐν πάσαις ταῖς ἁγίαις διαβεβοημένην Γραφαῖς, ἧς οὐδ' οἱ μακρὰν τῆς Χριστιανῶν θεοπο φίας ἀπεριήχητοι μεμενήκασιν, τὴν μόνην καὶ τῶν ἑστώτων ἵδρυσιν, καὶ τῶν πεπτωκότων ἀνόρθωσιν, τῶν τε ἡμαρτηκότων φάρμακον, καὶ τοῦ διαβόλου ἄξιον τέλος, ἣν οὐδὲ ὁ διάβολος καὶ οἱ δαίμονες ἀρνήσασθαι ὑπέμειναν, λέγοντες τῷ Σωτῆρι Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς· τήν τε γέενναν καὶ τὸ σκό. τος, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τὰ ἄλλα ὅτα ἠπείλητα: τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς, γελᾷ ὁ δεί λαιος· οὔτ᾽ αὐτὸς αὐτὴν προσδοκῶν, καὶ τοῖς ἄλλοις
col. 1369–1370page 52 of 66
PG 86:1369Εγκελευόμενος μὴ δεδιέναι φόβον, ὡς αὐτὸς μὲν οἴεται ἀπειλὴν μόνον ἔχοντα. Α', αἱ! ἡ πεῖρα δ' αὐτὸν πείσει, ἐπειδὴ ἀπειλὴ μὴ πεφόβηκε, καὶ ταῦτα γραφῇ παραδοῦναι ὁ ἀσεβὴς καὶ ὄντως άφοβος, καὶ ὄντως καταγελῶν σεισμοῦ πυρφόρον, οὗ ἀντανῄρηται κατὰ τὸν διάβολον τὰ κρίματα τοῦ Θεοῦ ἀπὸ προσώπου. ΚΑ'. Διὰ ταῦτά σε ἀγαπῶσιν, ὦ δείλαιε, οἱ τῆς αὐτῆς σοὶ μερίδος· τοῦτο αὐτοῖς τοῦ θείου φόβου ἀνταναιρετικὸν φάρμακον, πικρὸν ὄντως καὶ δακρύων ἄξιον συγκεκέρακας. Αὕτη ἡ Εὐνομίου δυσσέβεια ἣν ἐζήλωσας, περὶ οὗ τὰ λεγόμενα ἦν ἄπιστα, ἕω; (ὡς μὴ πώποτε ὤφελε) ταῖς σαῖς βίβλοις ταῦτα ἐν ετάγη· καὶ τὸν εἰπόντα Εὐνόμιον διδόναι τόπον τοῖς πάθεσι, καὶ μὴ παρέχειν τῷ νῷ πράγματα, ἡ σὴ διδασκαλία ὑπερηκόντισεν. ΚΒ΄. Σὺς μαθητής Βαρσουμᾶς ἐς τὴν Περσῶν ἐκδεδιῄτηκε, τοῖς τε δόγμασι τῆς ἀθεότητος, καὶ τῇ τοῦ βίου ἀδιαφορία, νομοθετήσας, μηδὲ τῶν ἱεραρχουμένων τινά, μὴ ὅτι λαϊκὸν, ἀπέχεσθαι κοίτης ἀθέσμου καὶ πολυγαμιῶν· τὰς γὰρ μέθας καὶ τοὺς κώμους, δῶρα εἶναι ὑπελάμβανε Θεοῦ. ΚΙ'. Τὰς σας μεταβαλόντες συντάξεις, εἰς τὴν Χαλδαίων τε καὶ ᾿Αρμενίων φωνὴν καὶ γλῶσσαν, οἱ τῆς αὐτῆς σοὶ φατρίας τῆς ᾿Αρείου ἀσεβείας, ἀθεωτέραν τοῖς ἔθνεσι παραδεδ᾽ κασιν αἵρεσιν· καὶ γὰρ τοῦτο ζηλῶσαι ἐσπουδάκασιν οἱ τῶν Ἀρείου θιάσων· πλὴν ὅσον οἱ μὲν τοὺς ἑσπερίους βαρβάρους, οἱ δὲ τοὺς ἑῴους, εἰς τὴν ἰδίαν ἕκαστος ἀσέβειαν προσηγάγετο. ΚΔ'. Μικρά σοι ταῦτα· σὺ δέ μοι προστίθει καὶ τὴν πεπλασμένην Ἀδὰμ παράβασιν, ἣν ὑπὸ Θεοῦ λαβὼν ἔπαθεν, ἵνα γένηται κόσμος αὐτῷ εὐπροφάσιστον ἀρχὴν ἔχων, τὴν τοῦ μὴ ἡμαρτηκότος μὲν, σε συκοφαντημένου δὲ, ἀδικωτάτην καὶ δίκην καὶ ἐξω ορίαν. Οὐ γὰρ ταύτης σοι ἕνεκεν τῆς τῶν κακῶν ῥίζης, καὶ τῆς λοιπῆς κατὰ τὸ ἑξῆς τῶν ἀνθρώπων ἀσεβείας καὶ πονηρίας ὁ Χριστὸς ἦλθε, τὸ πεπλανημένον πρόβατον τὸν ᾿Αδάμ, τῆς τῶν ἑκατὸν ἀποσπασθέν συννομῆς, ὡς καλὸς σῶσαι καὶ ἐπιστρέψαι ποιμήν; ΚΕ'. Πρόσθες, εἰ βούλει, καὶ τοὺς τῷ σκότῳ τῷ σε συνδημιουργηθέντας ἀγγέλους· οὐ γὰρ ἀξιό χρεώς σοι τῆς αὐτῶν φύσεως ἐξηγητής ὁ ἱεροψάλ της πρὸς τὸν Θεὸν ἐν πνεύματι τὴν λύραν ἀνακρουσ μενος, Ο ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Το γὰρ ποιῶν τοῦ ἐνεστῶτος χρόνου ὃν σημεῖον, τὸν παρεληλυθότα Γραφική Ιδιώματι δηλοί, ὡς εὐθέως γε ἐπάγων διδάσκει, ὁ θεμελιῶν τὴν γῆν, τουτέστιν ὁ θεμελιώσας· οὔτε μὴν αἱ ἄλλαι σε τῶν Γραφών ἀγγελοφάνειαι καταιδοῦσι, φῶς τε φαινόμεναι, καὶ ἀστραπὰς ἀποστίλβουσαι.
col. 1371–1372page 53 of 66
PG 86:1371Κα'. Πρόσθες καὶ τὸ Μανιχαίων οὐσιῶδες σκότος, πρῶτόν σοι τῆς ὁρατῆς κτίσεως, ἢ ἀγενήτως παρο υποστᾷν, ἢ παρὰ Θεοῦ γενόμενον. ΚΖ'. Κἀκεῖνο δὲ ἀσόφως σοφίζου, τὸν τοῦ διας λου Αντίχριστον μὴ κολασθήσεσθαι λέγων, φθαρήσεσθαι δὲ καὶ εἰς τὸ μὴ δὲ ἀναλυθήσεσθαι· ἵνα ἔλθῃ καλὸν ἐκ καλοῦ ταῖς ψυχαῖς, ὁ φόβος τοῦ Θεοῦ, ὖν οὐκ ἄλλοθεν ἔμελλον ἔχειν· ἡ γὰρ κρίσις του ἀνῄρηται, οὐκ ἐκ τῆς τῶν ἀγαθῶν ἀπολαύσεως, οὐδ᾽ ἐκ τοῦ φυσικοῦ καὶ ἀῤῥήτου πρὸς Θεὸν πόθου, ἐκ δὲ μόνης τῆς τοῦ ᾿Αντιχρίστου παντελούς φθορές, καὶ εἰς τὸ μὴ ὂν ἀναλύσεως. ΚΗ'. Δίδου δὲ καὶ τῆς δημιουργίας καὶ τῆς προνοίας, οὐχ ὅσον ἐστὶν εἶναι ἐκ Θεοῦ, πολλὰ δὲ οὐσιῶδες, καὶ τῶν οὐ χρησίμων παρεισήχθαι παρακολουθήματα, καὶ παρασυμβάματα ὄντα τῶν γεγονότων, οὐκ ἐκ Θεοῦ δὲ βουλομένου γινόμενα, τῇ δὲ φύσει τῶν πραγμάτων ἑπόμενα καὶ μὴ κωλυόμενα· λάθοι δ' ἂν ἡμᾶς παραρέων ὁ χρόνος, τὸν καθ᾿ ἕνα τῶν σῶν τῆς Σοδομηνῆς ἀμπέλου βοτρύων ἀπειρολο γουμένους. Σὺ δ' οὐ κάμνεις ἐντρυφῶν ταῖς ἀσε βείαις, ὦ τῶν κακῶν ποριμωτάτη φύσις, ὅτι μὴ τὸν Θεὸν οὐσιῶδες εἶναι ἀγαθὸν ὑπολαμβάνεις, οὐδ᾽ εἶναι αὐτὸν πηγὴν καὶ ἀρχὴν παντὸς καλοῦ τε καὶ ἀγαθοῦ, οὐσιωδῶς αὐτὰ προνάουσαν. Εἰπὲ δὲ ἡμῖν, πόθεν αὐτῷ πεπόρισται τὸ καλόν; οὐ γάρ ἐστι κατὰ σὲ αὐτὸ καλόν· καὶ τίς ἡ τούτου ἀρχή; Αὐτ τὸ; δ᾽ ἄρα σὺ τῶν τοιούτων κακῶν πέλεις ἀρχὴ, Ο τῆς μεγαλορημοσύνης Μαρκίωνος, καὶ τῶν τούτου ἀρχῶν οὐδέν τι ἢ μικρὸν ἀποδέων. ΚΕ'. Ηκει δ' ἡμῖν ὁ λόγος ἐπ' αὐτὸν τὸν κολ φῶνα τῶν σῶν ἀσεβημάτων. Πόθεν σοι πέπλασται ὁ εἰς ἀντίδειξιν τῆς Τριάδος γενόμενος ἄνθρωπος, ἵν' ᾗ ταύτης ἔμψυχον εἴδωλον, τῇ ἀπείρῳ τῶν ὄντων ζωῇ παραμετρούμενον, ὃν ἀντὶ τῆς Τριάδος προς κυνεῖσθαι δίδως, ὑπὸ πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως νῦν τε καὶ ὕστερον; Οὐδ᾽ ἡ Μωσέως σε πέπεικεν νομοθεσία, Κύριον τὸν Θεὸν προσκυνεῖν, καὶ αὐτῷ μόνῳ λατρεύειν, νομοθετήσαντος; οὐδ' αὐτὸς ὁ Σωτὴρ τοῦτο τῷ πειράζοντι προβαλλόμενος; Λ'. Σὺ δ', ὡς ἔφην, ὑπ' αὐτῆς τῆς Τριάδος ἕτερόν τι ἔμψυχον εἴδωλον τὸν Χριστὸν δεδημιουργῆσθα πλάττη, κτισματολατρείαν αὐτὴν διδάσκειν συκο φαντῶν· οὐδὲν ὅ τι μὴ τῆς παλαιᾶς πλάνης, καθ᾽ ἡν ἐξολισθῆσαι τοῦ Θεοῦ συνέβη τὸν ἄνθρωπον, καὶ δουλεῦσαι τῇ κτίσει παρὰ τὴν Κτίσαντα. Εἰ μὴ καὶ μάλιστα χαλεπωτέραν ἐκείνης ταύτην κατασκευώ ζεις· οὐ γὰρ ἀνθρώπους αὐτὸ μόνον πείσεις 02 διδάσκεις, ἀλλὰ πᾶσαν τὴν μετὰ τὴν Τριάδα ὑπὸ τῆς Τριάδος γεγενημένην κτίσιν. Οὐ γὰρ Θεῷ ἀν Ορώπῳ γενομένῳ, ἀλλὰ ἀνθρώπῳ Θεοῦ προσηγορία τετιμημένῳ εἰς αἰῶνας λατρεύειν, ὦ τῶν κακῶν σὺ τούτων Εὐαγγελίων κήρυξη διαγγέλλεις ἀναφορὰ τῆς εἰς τὸν Χριστόν σου τῶν ὄντων λατρείας, ὡς ἀπὸ εἰκόνος εἰς βασιλέα,τῆς αὐτοῦ τιμῆς ἐπὶ τὴν Τριάδα ἀναγομένης. Ηδέως δ' ἂν σου πυθοίμην αὐτὸν τὴ
col. 1373–1374page 54 of 66
PG 86:1373τὸν Χριστὸν, πῶς καὶ τίνι λέγεις προσκυνεῖν; Εἰ μὲν αὐτὸν ἑαυτῷ, γελοιότατον· εἰ δὲ τῇ Τριάδι, διὰ μέσου τινός· οὐ γὰρ δι᾽ ἑαυτοῦ ὁ αὐτὸς, εἰ μόνος τῶν ἁπάντων, τοῦτο γέρας ἔχων εὑρίσκεται τὸ μηδενί λατρεύειν· ἐπεὶ μὴ τὸν σὸν μεσίτην μόνος αὐτὸς ἔσχηκε, καὶ τίς ἀντὶ Θεοῦ ὄρος, ἢ ὂν σὺ τῷ Χριστῷ δίδως μόνον αὐτὸν τιμώμενον, ἀλλ' οὐ τιμῶντα εἰσάγων τὸν οὕτω τιμήσαντα; ΛΑ'. Ὡς ἡδύς τις εἴ! σεμνὴν γὰρ καὶ ἀστείαν γέννησίν τε καὶ ἀνατροφὴν τούτῳ προσπλέκεις τῷ ἀνθρώπῳ, καὶ ὅσον προφητικὴν, καὶ μικρὸν ταύτην ὑπεραίρουσαν. Οτι δὲ κατὰ πρόγνωσιν ὁ Θεὸς Λόγος, γνώμῃ ἐν αὐτῇ τῆς μήτρας διαπλάσει, την ἕνωσιν αὐτῷ προσκέχρηκεν, γινώσκων αὐτοῦ τὴν περὶ τὰ καλὰ πρόθεσιν ἀδιάπτωτον ἔσεσθαι. ΛΒ'. Αγνοίας τε αὐτὸν ζόφῳ καλύπτεις μηδὲν ἐπιστάμενον, ὅτι μὴ ὅπερ ἐδόκει τῷ κατ' ἀξίαν αὐτῷ ἡνωμένῳ λόγῳ. Πῶς δ'; ἀγνοίας αὐτὸν ἀναπεπλησμένον εἰσάγων, οὐχὶ καὶ ἁμαρτίας; Ἐξ ἐκείνης γὰρ αὕτη, ὡς ἀπὸ πηγῆς ποταμὸς προχέεται· ἢ τάχα τὴν ἄγνοιαν αὐτῷ βοηθεῖν δογματίσεις, ἐπεὶ ὡς τὰ πολλὰ συγγνώμης ἀξιοῦται τὸ ἐξ ἁγνοίας παρὰ λόγον πραττόμενον, ἄνπερ μὴ λίαν ᾗ φορτικὸν. ᾿Αγνοεῖν δ' αὐτὸν λέγει; τοσοῦτον, ὅτι καὶ πειραζόμενος οὐκ ἐγίνωσκεν ὅστις εἴη ὁ πειράζων αὐτόν· καὶ τῆς κατὰ διάνοιαν ἁμαρτίας οὐδ᾽ αὐτὸν Κύριον, μὴ ὅτι τοὺς ἁγίους καθαρεύειν παραχωρείς, οὐδ᾽ ἁμαρτίαν αὐτὴν οἰόμενος εἶναι. ΑΓ'. Οχλεῖσθαί τε αὐτὸν πλέον ἐκ τῶν ψυχικῶν παθῶν ἢ τῶν σωματικῶν δογματίζειν οὐ φρίττεις, σαφῶς οὕτωσὶ λέγων· καὶ τῷ κρείττονι λογισμῷ τὰς ἡδονὰς ἐχειροῦτο. ΑΔ΄. Δίδως δ᾽ αὐτὸν ἐκ προκοπῆς ἀρετῶν κατὰ μικρὸν καθαίρεσθαι, καὶ ἐπιτηδειότερον οσημέραι γίνεσθαι πρὸς ὑποδοχὴν τῶν θεόθεν αὐτῷ ὡς ἀν θρώπῳ παρεσομένων ἀγαθῶν. ΛΕ'. Βαπτίζεις δ' αὐτὸν, ἵν᾿ ἔκτοτε οὔπω γὰρ πρότερον, τελειωθείς κατὰ νομικὴν ἀρετὴν, Χριστός χρηματίσῃ τέλειος καὶ τῆς εὐαγγελικῆς ἐφάψηται πολιτείας, καὶ ταύτην ἐκπληρώσῃ. Πῶς δ᾽ οὐχὶ καὶ τὸν χρόνον αὐτῷ διὰ τοῦτο συντετμῆσθαι λέγεις; ᾿Αποκάμοι γὰρ ἂν πρὸς τὸ τούτου διάστημα, καὶ διὰ τοῦτο σύντομον ὁδὸν σωτηρίας τὸν σταυρὸν ἀνευ ρίσκων. ΑΦ'. Εἰς ἦν καὶ ἄκοντα αὐτὸν ἀναφέρεις, ὑπὲρ ἑαυτοῦ μὲν, οὐχ ἥκιστα δὲ καὶ ὑπὲρ ὅλου κόσμου τεθνηξόμενον· ὡς οὐκ ἄλλως αὐτῷ περιεσομένης τῆς κατὰ τὴν ἀνάληψιν, καὶ τῆς ἐκ δεξιῶν καθέδρας δόξης, μὴ διὰ μαρτυρίου τελειωθέντι. Οὐκ οἶδα τις πόθεν πέλεν ἀνδρῶν, ὃς τηλικοῦτο παρὰ σοῦ ἐγχειρίζεται πράγμα, καὶ οἰκονομίαν μεγάλην καὶ οὕτως ἐξαίρετον, καὶ μὴ ὅτι τὴν ἀνθρώπου, ἀλλὰ καὶ πᾶ σαν γενητὴν ὑπεραίρουσαν φύσιν. ΛΖ'. Δέδοικε δὲ τὸν θάνατον, οὐχ ὡς ἡμᾶς τυπών ἐν ἑαυτῷ, καὶ λύων ἡμῶν ἐν ἑαυτῷ τὴν δειλίαν, ἀλλ' ὡς αὐτὸς τοῦτον προτροπάδην φεύγων· ὃ οὐ ποτ᾽ ἂν ὑπελθεῖν ἑκουσίως κατεδέξατο, εἰ μὴ τῆς κατά διάνοιαν,
col. 1375–1376page 55 of 66
PG 86:1375μακράς οὕτω σου καὶ πολυστίχου νουθεσίας τετύχη Θεο Περὶ τῆς κεν, ἣν σὺ περιπλάττων τῷ ἀγγέλῳ προσνέμεις. Οὐδὲ γὰρ ἀγγέλους συκοφαντεῖν παραιτῇ, ὁπότε τὴν θεολογικὸν τοῦ ἀγγέλου ὕμνον, καὶ τὸν ἐπινίκιον ἂν ᾖσε τῷ Χριστῷ σἷα Θεῷ, ὅσον οὐδέπω διὰ τοῦ θαυμασίου τούτου καὶ ὑπερφυοῦς τῆς δειλίας δράματος, ἀληθινῆς ὄντως δειλίας τοῦ κατὰ τὸν θάνατον, ἐλευθεροῦντι τοῦ πικροῦ τῶν ἀνθρώπων τυράννου σὺ ὡς ἂν δειλῷ τινι καὶ ἀνάνδρῳ καὶ τὸ ὅλον φιλαύτω τῷ Σωτῆρι ὑπὸ τοῦ ἀγγέλου γεγενῆσθαι παράλη ρεῖς, ψυχαγωγίας τρόπῳ καὶ παρηγορίας. Τὸ γὰρ, Εφάνη ἄγγελος Κυρίου ἐνισχύων αὐτὸν, ὑμνῶν εἶπεν καὶ θεολογῶν· ἄλλοι τέ τινες τῶν Πατέρων, καὶ ὁ Κύπριος γέρων, ὁ μέγας, φημί, Επιφάνιος, καὶ εἰς σύστασιν τῆς θεωρίας ταύτης προήγαγον τὸ ἐν τῇ μεγάλῃ ᾠδῇ τῷ Θεοσόφῳ Μωϋσῇ εἰρημένον, Ενισχυσάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ. Ως δὲ σὺ ἀσεβεῖς, τῆς μακρᾶς ἐδέησε τοῦ ἀγγέλου παρηγορίας, καταπεπτωκυῖαν τῇ λύπῃ καὶ καταποθεῖσαν τοῦ Χριστοῦ τὴν ψυχὴν, ἐκ τοῦ κατὰ τὸν θάνατον δέους ἀναστῆσαι σπεύδοντος. Κίνδυνον γὰρ εἶχε τὸν ἔσχατον, τόδε τὸ πᾶν ἐπ' αὐτῷ σαλευ μενον. Ψευδή ταῦτα εἶναι φής· πολλοῦ γε δὴ τοῦτ' ἂν ἐτιμησάμην. Νῦν δὲ οἱ θαυμαστοὶ καὶ λαμπροί σου ἀγῶνες κατὰ τῆς τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως, καὶ οἱ πεπλασμένοι μὲν κατὰ τῶν ἀντιθέτων αἱρετικῶν πόλεμοι, κατὰ δὲ τῆς ἀληθείας ὄντως στρατευσάμενοι, ἣν ἐπειδὴ πολεμῆσαι προθέμενος, ἀδυνατοῦν σοι ἐγίνωσκες τὸ ἐγχείρημα, ἐπίγραμμα τοῦ κατ' αὐτῆς πολέμου, τὸ κατὰ τῶν αἱρετικῶν προέγραψας πρόγραμμα. Αλλὰ καὶ τὰ κατὰ Μαγουσαίων ληρήματα, ταῦτα κηρύττουσιν, αἵ τε λοι παὶ τῶν Γραφῶν παρεξηγήσεις· οὐ γάρ ἐστιν ὅπου μὴ ταῦτα τῶν θαυμασίων σου πόνων διατεθρύληται, ἀπὸ μὲν Παύλου τοῦ Σαμοσάτων ἀρξάμενα, διὰ δὲ τῶν ἐν μέσῳ εἰς Διόδωρον καταντήσαντα, ὅστις σου τῶν κακῶν τούτων γέγονεν ἡγεμών, οὕτω δὲ γεωργηθέντα παρὰ σοῦ, καὶ τοσοῦτον προσλαβόμενα μέσ γεθος, ὡς ἐπικαλύψαι τὴν ἄθεον πηγήν, τὸν σὸν δαψιλῆ ποταμόν. ΛΗ'. Σὺς δὲ γέγονεν ἐλκός τε καὶ διώρυξ στενή, καὶ οὐχ ὅλον σου δυνηθεῖσα χωρῆσαι τῆς ἀσεβείας τὸ ῥεῦμα, Νεστόριος. Εἰ δὲ καὶ χωρῆσαι ἴσχυσεν, ἀλλ' οὐκ ἤδη καὶ παῤῥησιάσασθαι, καὶ πᾶσι προ " χέαι τὰ σὰ τῶν βλασφημιῶν νάματα, οὐ γνώμης ῥαθυμία (ἀπολογήσομαι γάρ), ἀλλὰ τῷ στενοῦσθαι τοῖς πλήθεσιν. Αὐτὸς μὲν γὰρ καθ᾽ ἡσυχίαν τῇ ἀσεβεία συγγινόμενος, ὅλον αὐτῆς ἐκπέπωκας τὸν ὀχετόν. Ἐκεῖνος δὲ ἐπειδὴ ἔν τι τῶν σῶν ἄρας ἀμαρευμάτ των σκύβαλον, εἰς τὸ κοινὸν προτεινε, καὶ τὴν Θεοτόκος φωνὴν ἀπηγόρευσε μόνην, εὐμηχάνως μὲν πρὸς τὰς ἀρχὰς τῆς ἀληθείας ἱστάμενος, καὶ τῇ ἐν Περσίδι μαγικῆς,
col. 1377–1378page 56 of 66
PG 86:1377πρώτῃ τοῦ Θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσει, τὴν πᾶσαν ἐξῆς ἀναιρῶν τοῦ μυστηρίου ἀκολουθίαν. Ομως δ᾽ οὖν ἥλω καὶ τὴν ἐσχάτην ἔτισε δίκην, Εξω θείου χοροῦ μετὰ τῶν ἀσεβημάτων ὧν ἐκ σοῦ γε γεώργηκεν ἀπελαθείς, καὶ τὴν ἀξίαν ἀντέκτισε τῶν σῶν μαθημάτων ποινήν. Απόχρη καὶ ταῦτα τὴν πᾶσαν τοῦ ἀνδρὸς παραστῆσαι ἀσέβειαν, ἐξ ὄνυχος, ῇ φασι, ὑποδεικνύντα τὸν λέοντα. Εἰ δέ τις ἀπιστεῖ τούτοις, καὶ γὰρ ὄντως εἰσὶν ἀπιστίας ἄξια, καὶ οὐ μέμφομαι τοῦ πάθους δικαιοτάτου γε ὄντος, ἐπεὶ τὰ μὴ ἀπιστεῖν τῶν τοιούτων κακῶν οὐκ ἄμοιρον ἐλέγχει τὸν ῥᾳδίως πιστεύσαντα. Τὸ γὰρ εἰς συγκατάθεσιν ἕτοιμον, καὶ εἰς πεῖραν ἑτοιμότατον. Αλλ' ἡμᾶς γε ἡ πεῖρα, ἣν τε ἐκ τῶν βίβλων αὐτοῦ συνεί λέγμεθα, καὶ ἦν ἐκ τῶν ζηλούντων αὐτὸν ἀκηκόαμεν, ἀπιστεῖν οὐκ ἐπιτρέπει, καίπερ ἐθέλοντας. Πῶς δὲ καὶ ἀπιστεῖν δυναίμην, τῶν κακῶν τὴν πεῖραν ἐν ἐμαυτῷ σχεῖν κινδυνεύσας; ΑΘ'. Οἱ δὲ (οὐδὲ γάρ εἰσ: σοφοί, πλην μόνου τοῦ κακοποιεῖν), ἐπεὶ μὴ δύνανται ὑπὲρ τούτων ἀπολογήσασθαι, τὸν μέγαν ἡμῖν προτείνουσι Βασίλειον γεγραφότα τε Διοδώρῳ, καὶ ἀποδεξάμενον αὐτοῦ τινα τῶν περὶ Τριάδος συνταγμάτων· οὐ γὰρ ἐναν θρωπήσεως εἰπεῖν ἔχουσιν ἄλλους τέ τινας τῶν Πα τέρων, ἢ γεγραφότας, ἢ μεμνημένους αὐτοῦ παρεισκυκλοῦσιν. Μ'. Τὸν δὲ Ωριγένην οὐ θαυμάζουσιν, ὅτι ὁ τῶν θαυμάτων ἐπώνυμος Γρηγόριος, τὸν ἐξιτήριον συν τάττων, μυρίους ἐγκωμίων διέξεισιν εἰς αὐτὸν κύ κλους. Καὶ τί λέγω Ωριγένην; Οπου γε καὶ Απο λινάριος, ὁ κατὰ διάμετρον αὐτῷ τῆς ἀληθείας ἀποσφαλείς, μυρίας πρὸς αὐτὸν ἐπιστολὰς γεγε νῆσθαι κομπάζει ᾿Αθανασίου τε τοῦ μεγάλου, καὶ Σαραπίωνος, καί γε τῶν ἄλλων ὅσοι τότε γεγόνασι λαμπροί φωστῆρες, καὶ τῆς ἀληθείας πρόμαχοι· εἰ δέ τις τὴν ὅλην μετὰ χεῖρας λάβοι, ἣν ὁ γνώριμος Απολιναρίου Τιμόθεος ἐκκλησιαστικὴν συντάττει ἱστορίαν, οὐδ᾽ ἄλλον τινὰ τοῦ τοσούτου πόνου σκοπὸν εὑρήσει, πλὴν τὴν Απολιναρίου σύστασιν, ἣν ἐκ μυρίων συγκεκρότηκε τῶν ἀπ᾿ αὐτοῦ τε καὶ εἰς αὐτὸν γραφεισῶν τε καὶ ἀντιγραφεισῶν ἐπιστολῶν οἱ δ' αὐτοί μοι δοκοῦσι καὶ Δημᾶν τάχα συστήσειν ἡμῖν, ὅτι καὶ Παῦλος αὐτὸν Ρωμαίοις συνέστηκεν, καὶ τὸν Ἰούδαν συντάττειν τῷ χορῷ τῶν ἀποστόλων, πολλάκις τῷ Σωτῆρι συναλισθέντα· ἀλλ' ἀκουέτωσαν καὶ πρὸς ἡμῶν, ὡς εἰ μέλλοιεν τὰς πρός τινας τῶν Πατέρων γεγραμμένας ἐπιστολὰς, πρὸ τῆς ἀληθείας αἰδεῖσθαι, οὐ Θεόδωρον ἢ Διόδωρον μόνον, ἀλλὰ καὶ ἄλλους πολλούς, καὶ οὓς οὐδ᾽ αὐτοὶ βούλονται, συμ παραδέχεσθαι βιασθήσονται. ΜΑ'. Οἷον δὲ αὐτῶν κἀκεῖνο· Ἐφ' οἷς γάρ, φησίν, εὐθύνετε Θεόδωρον ἢ Διόδωρον, καὶ τοὺς λοιπούς Πατέρας ὑπαιτίους εὑρίσκομεν. Καὶ προφέρουσιν
col. 1379–1380page 57 of 66
PG 86:1379ἡμῖν Σαραπίωνος μὲν τὸ, ὁ Θεὸς τὸν ἄνθρωπον περ συνυφεστώς, ριεβάλετο· Βασιλείου δὲ τὸ, ὁ θεοφόρος άνθρωπος Θεὸς λέγοιτο ἂν οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δὲ, τοῦ [δὲ] φάσκοντος, καὶ τοῦ δούλου τους μώλωπας, περὶ ἦν ὁ Δεσπότης· τῶν τε λοιπῶν Πατέρων τοιαῦτάτινα περιονυχίζοντες ἀποξέουσι λεξείδια· οἷόν ἐστι τό τε ἀνέλαβε, καὶ προσείληφε, καὶ ἐνεδύσατο, καὶ τὸ, διπλοῖς γὰρ ἦν, καὶ ὅσα τοιαῦτα, τῆς δια φορᾶς ὄντα δηλωτικὰ τῶν οὐσιωδῶς ἡνωμένων φύ σεων τοῦ Χριστοῦ. Ἐπὶ πᾶσι δὲ Κυρίλλου τάς ὑποστάσεις, καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον, καὶ τὸν ἐκ Παρθένου ναόν. Τὴν δὲ κρᾶσιν καὶ ἀνάκρασιν συμφυΐαν τε καὶ θέωσιν, αἷμά τε Θεοῦ, καὶ σταυρόν, καὶ πάθος, καὶ θάνατον, καὶ πρὸ τούτων δευτέραν τοῦ Λόγου κατὰ σάρκα γέννησιν, τῶν αὐτῶν λεγάν των οὐκ ἐπαίουσι. Καὶ τί δεῖ λέγειν περὶ τῆς κατ' οὐσίαν καὶ οὐσιώδους ἑνώσεως, τήν τε μίαν ὑπόστασιν τῶν δύο φύσεων, ὧν οὐδὲν ἑνικώτερον ἢ συμφυέστερον; Πρῶτον μὲν οὖν ἐκεῖνο σκοπεῖν ἄξιον, ὅτι οὐ περὶ λέξεων ἐστιν ἡμῖν τὸ ἀμφισβητούμενον, ἀλλὰ περὶ τοῦ τρόπου τοῦ ὅλου κατὰ Χριστὸν μυστηρίου. Τοῦτο δὲ οὐχ ἁπλῶς ἐκ τῆσδε ἢ τῆσδε τῆς λέξεως, ἢ ἐνίων ῥημάτων ἔστιν ἐγκρίνειν, ἢ διαγράφεσθα:, ἀλλ' ἐκ τῶν πρώτων ἀρχῶν. Περὶ γὰρ ταύτας πᾶσα αἵρεσις διαστασιάζει, ἐπεὶ μετὰ τὰς ἀρχὰς πάντες πᾶσι κατὰ τὰς λέξεις συμφέρονται, ὡς καὶ αὐτῶν τῶν Γραφῶν τὰς λέξεις σφετερίζεσθαι, πρὸς τὸν οἰκεῖον ταύτας σκοπὸν ἐφαρμόζοντας. Τίνες δέ εἰσιν αἱ τούτων ἀρχαί; ὁ τρόπος δηλαδὴ τῆς ἑνώσεως, οὐσιωδῶς ἀλλ᾽ οὐ σχετικῶς γεγονώς· ὡς εἶναι ἐν τῇ τελείᾳ ἀνθρωπότητι τὸν λόγον, ὅπερ ἐν ἡμῖν ὁ ἔσω άνθρωπος κατὰ τὸν Ἀπόστολον συνυφεστώς, καὶ εἰς τὸν τοῦ ὅλου ὅρον συντελῶν μετὰ τὴν ἕνωσιν, καθὰ καὶ οἱ τὸν Σαμοσατέα στηλιτεύσαντες Πατέρες ἀπεφήναντο. Αλλ' οὔτε τῶν ἐκ διαμέτρου ἡμῖν πρὸς τὴν ἀλη θειαν ἱσταμένων, τὰς, ὡς οἴονται, ἁρμοττούσας αὐτοῖς προφερόντων ἐπιστρεφόμεθα· ὡς ἐντεῦθεν τὴν δόκησιν καὶ τὴν φαντασίαν, ἢ τὴν τροπὴν καὶ τὴν σύγχυσιν, μετ' αὐτῶν ἡμᾶς πρεσβεύειν· οὔτε δὲ παρ' ὑμῶν αὐτῶν, ὡς ἂν οἴησθε, εἰς συνηγορίαν τῆς κατὰ τὴν θεότητα φαντασίας, ἢ τῆς κατὰ τὸν ψιλόν ἄνθρωπον, ὑμῶν ματαίας ἐλπίδος, ὡς ἐκ τῶν Πατέρων προφερόμενα προσιέμεθα· ἐπειδήπερ, ὡς ἔφην, μὴ περὶ λέξεων ή διαμάχη ἐστὶν ἡμῖν, ἀλλὰ περὶ αὐτῶν τῶν πραγμάτων, καὶ τῆς πρὸς ἄλληλα τούτων ενώσεώς τε καὶ συμφυΐας, ἦν οἱ Πατέρες οὐσιωδῶς γεγενῆσθαι ἐφρόνησαν, ὑμεῖς δὲ σχετικήν τε καὶ γνωμικὴν ταύτην εισάγετε, καὶ διὰ ταύτης τὴν ἀνθρωπολατρείαν κρατύνειν βιάζεσθε· οὗ τί ἂν γένοιτο ἀσεβέστερον; Τῆς γὰρ Παύλου καὶ Μαρκέλα λου, Φωτεινοῦ τε καὶ Νεστορίου καὶ Θεοδώρου δυσ σεβείας μόνης τὰ τοιαῦτα φρονεῖν, τῶν ψιλὸν ἄν θρωπον τὸν Χριστὸν ἄντικρυς διορισαμένων, ἅπερ ἰδίᾳ τε ἕκαστος, καὶ κοινῇ πάντες οἱ θεηγόροι τῆς
col. 1381–1382page 58 of 66
PG 86:1381Εκκλησίας μυσταγωγοί, ὁμόφροσιν ἀποφάσεσι δι ἐγραψάν τε καὶ ἀπεκήρυξαν· καὶ μάλιστα ἡ τελευταῖα πατῶν, καὶ τῶν πρὸ αὐτῆς ἁγίων συνόδων σφραγὶς γενομένη κατὰ τὴν Χαλκηδονέον, ἢ καὶ τὸν ὑμέτερον τῆς ἀσεβείας πρόβολον τέλεων καταλέλυκεν, τό τε τῆς πίστεως σύμβολον κρατύνας, καὶ τὸν τῆς ἀσεβείας ὑμῶν καθαιρέτην, λαμπραῖς ἀνακηρύξασα ταῖς εὐφημίαις, καὶ τὸν ὄντως Λέοντα κατὰ τῆς δολερᾶς Εὐτυχέος ἀλώπεκος ἐξαναστάντα δικαίως, καὶ τὴν κρυπτομένην ἀσέβειαν, τοῖς ἐλεγκτικοῖς πούσαις αὐτῷ κατεστεφάνωσαν δόξαις. διασπάσαντά τε καὶ νεκρώσαντα λόγοις, ταῖς πρεσ ΜΒ'. Αλλ' ἐκεῖνοι μὲν, φασί, κατεκρίθησαν, τού των δὲ οὐδεὶς κατέγνω. Τοῦτο, ὦ βέλτιστο:, οὐκ ἐκ τοῦ καθ᾿ ἑαυτοὺς ἔσχον ἀμέμπτου, ἀλλ' ἐκ τοῦ σφό δρα τὸ λαθεῖν ἐπιτηδεῦσαι· οὐ γὰρ εἰς πολλοὺς ἐκε φαίνειν ὑπέμενον τὴν ἀσέβειαν, ὅτι μηδ' ἀσφαλὲς αὐτοῖς τοῦτο ἐγίνωσκον. Καὶ ἄλλως ἡ τῶν ᾿Αρειανῶν τότε φλεγμαίνουσα αἵρεσις, καὶ ὥσπερ ἀγρία φλὸξ νεμομένη τὰς Ἐκκλησίας, σχολὴν μὲν παρεῖχε πολλοῖς, ἀτὰρ δὴ Απολιναρίω, τέως αὖ και Μακε δονίῳ τὸ βλασφημοῦσι λανθάνειν. Καὶ τὸ τῆς ἰατρικῆς ἐστι καλῶς ἐνταῦθα λέγειν, ὡς δύο πόνων ἐπι κρατούντων ἐν σώματι, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἐλάττονα. Ταύτῃ γὰρ καὶ Ἀπολινάριος ὥσπερ τις σπλήν ηύξανεν (ἵνα κατὰ τὸν ὑμέτερον ὑποφήτην εἴπω, και τι κάν τοῖς ἐλέγχοις ὑμῖν χαρίσωμαι), ἐν τῇ τοῦ ὅλου σώματος κακοπραγία, τὸ παρὰ φύσιν προσκτώμενος μέγεθος. Τῷ αὐτῷ δὴ παραδείγματι καὶ τὸ ὑμέτερον παραβάλλειν ἔχω. Η γὰρ τῶν Πα τέρων περὶ τὰ ἀναγκαιότατα, και μάλιστα κατεπείγοντα σπουδή, λαβεῖν τοὺς ὑμετέρους τῆς ἀσεβείας προγόνους παρεσκεύασεν, καὶ μάλιστα πλαττομένους τὴν ἐν τοῖς περὶ Τριάδος σὺν αὐτοῖς ἀγωνίαν καὶ ἀντιπαράταξιν, καὶ ἐντεῦθεν κλέπτοντάς τε τὴν εὔνοιαν, καὶ τῷ τῆς ὁμοφροσύνης προσχήματι τὸ λαβεῖν προπίνοντας. Δυσφώρατον γὰρ ἡ πονηρία, εὐνοίας προσωπείῳ κεκαλυμμένη. ΜΓ'. Ἐπεὶ ἐν τῷ κατὰ τὸν δυστυχέστατον Νεστόριον ἀναθέματι (δυστυχής γάρ ἐστιν ὄντως, μόνος του φόνου τὴν δίκην ὑποσχών, παρ' ἄλλων, ᾗ φασι, τὸ ξίφος κεκομισμένος) καὶ αὐτοὶ συνεκβέβληνται. Ἐν γὰρ τῷ μαθητῇ, τῷ, ὡς ἡ Γραφή φησι, κατηρτισμένῳ κατὰ τὸν διδάσκαλον, τοὺς ἑαυτῶν πότ νους ἐδρέψαντο. Καίτοι καὶ εἰ τοῦτο ζητοίη τις, εὑρήσει καὶ αὐτούς, ὡς γραφὴν ἔσχον παρά τε ἑτέ ρων συχνῶν, καὶ τῶν ζηλωτικωτάτων κατὰ τῆς ἡμῶν ἀσεβείας, Κυρίλλου τε καὶ Πρόκλου. ἂν ὁ μὲν ὅλην γραφὴν κατ' αὐτῶν πεποίηκεν. Εἰ καὶ ἀπολογήσασθαι τινες ὑπέμειναν ἀπολογίαν μείζονα τῆς κατ᾿ αὐτῶν κατηγορίας εισάγουσαν ὑπόθεσιν· ὁ δὲ τὴν πρὸς ᾿Αρμενίους συνοδικὴν γράφων ἐπιστολὴν, ταύτῃ τῶν βλασφημιών Θεοδώρου κεφάλαια εἰς ἔλεγχον αὐτοῦ τῆς ἀσεβείας ὑπέταξεν. Τί γὰρ δεῖ λέγειν περὶ τοῦ ἁγίου Ραββούλου, τοῦ ἐπισκόπου Ἐδέσσης, ἀνδρὸς, ὥς φασι, προφήτου; οὗ τὴν παρ ῥησίαν καὶ τὸν ἔλεγχον ἐπειδὴ μὴ ἤνεγκαν οἱ τότε τῆς δυσσεβείας Θεοδώρου ζηλωται, μετὰ τοὺς μυσ
col. 1383–1384page 59 of 66
PG 86:1383ρίους ἐκείνους κινδύνους, δόλω μετῆλθον, ἑνὶ τῶν Ενδον τὸ δράμα πιστεύσαντες. Εἰ μὲν οὖν ταύτη πείσομεν ὑμᾶς, καὶ μεταβάλοισθε ὀψὲ γοῦν, ἀλήθειαν προτιμώντες προσώπων, τοῦτ᾽ ἄμεινον, καὶ τῷ Θεῷ χάρις· εἰ δ' οῦ, ἀλλ' ὑμᾶς γε δακρύσομεν, θρήνων καὶ ὀδυρμῶν ὄντας ἀξίους· ἡμᾶς δ᾽ αὐτοὺς τοῦ Θεοῦ τε ἀναρτήσομεν, καὶ τῶν μακαρίων ἐλπίδων ἐχόμενοι, οὗ ποτε λήξομεν ὧν τε ἔσχον οἱ Πατέρες ἡμῶν, καὶ ἡμῖν ταύτας φιλανθρώπως λίαν διὰ τῶν ἐν μέσῳ παρέπεμψαν καὶ μετα παρέδοσαν, τοῦτο μέ νον παρ' ἡμῶν ἐκβιβάζοντες, ἀπρόσκοπον αὐτῶν φυλάττειν τὴν παρακαταθήκην· ἀμείωτόν τε καὶ ἀπλήθυντον φυλάττουσα ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία διατελεῖ, καὶ διατελέσει μέχρι τῆς μεγάλης επιτα νείας τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν. Πρόλογος τῶν ὑποκειμένων χρήσεων Θεοδώρου αἱρετικοῦ. Ἐκ τῶν βλασφημιῶν Θεοδώρου ὀλίγα ἐκ πολλῶν, εἰς ἔνδειξιν τῆς ὅλης αὐτοῦ περὶ τὸ δόγμα σκαιότητας παραθέσθαι ἐσπουδάσαμεν, ἵνα ἐκ τούτων καὶ περ τῶν λοιπῶν πιστωσώμεθα, ὡς οὐδὲν αὐτοῦ κατεψει σάμεθα, ἢ τῶν τὰ ἐκείνου φρονούντων. Εἰ μὲν γὰρ οἷόν τε ἦν εὐκόλως εὑρεῖν τὰς πάσας αὐτοῦ συντάξεις, οὐκ ἂν ὠκνήσαμεν περὶ πάντων τῶν κεφαλαίων ὧν αὐτὸν ἐγραψάμεθα, αὐτὸν ἐκεῖνον ποιήσασθαι μάρτυρα. Ἐπειδὴ δὲ μόλις καὶ μετὰ πολλοῦ κόπου ἐπινοιῶν τε μυρίων τὴν κατὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ βίβλον εὑρεῖν δεδυνάμεθα (σφόδρα γὰρ παραπεφυλαγμένως τὰ αὐτοῦ τοῖς ἀμνήτοις ἐκδιδόναι θαῤῥοῦσι), τούτου ένεκεν τὰ κατὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος αὐτῷ εἰρημένα μόνα, ἐν τῷ παρόντι συλλέξασθαι δεδυνήμεθα· εἰ δέ τι; ἀπιστήσει, ἄγοι δὲ ὅλως σχολὴν καὶ προθυμεῖται, ζητησάτω αὐτοῦ τάς τε εἰς τὴν γένεσιν ματαιοπε νίας, καὶ τὴν κατὰ τοῦ Ἰὼβ βίβλον, τήν τε παρεξήγησιν ἢν εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν πεποίηται, καὶ μὴν καὶ εἰς τὴν πρὸς Κορινθίους και Γαλάτας, τά τε κατὰ Μαγουσαίων αὐτῶν συγγραφέντα, καὶ τὸν κατὰ τῶν ἱερῶν Ψαλμών τυφλοπουλα προθεωρίαν, τά τε ὑπὲρ Εὐνομίου κατὰ Βασιλείου τοῦ πάνυ (οὕτω γὰρ ἐγὼ καλῶ τὴν πάσης κατηγορίας μεστὴν ὑπὲρ αὐτοῦ ἀπολογίαν)· τάς τε εἰς τὸ κατά Ματθαῖον καὶ Ἰωάννην καὶ μέντοι γε Λουκᾶν τεύο
col. 1385–1386page 60 of 66
PG 86:1385λωμένας εξηγήσεις καὶ βλασφημίας, καὶ κατ' αὐτῶν; δὲ τῶν ἱερῶν ἀποστόλων καὶ εὐαγγελιστῶν ὑπερηφάνους καὶ ἀποτετολμημένας μέμψεις, τά τε ἄλλα αὐτοῦ, ἵνα μὴ τὸ καθ' ἓν λέγω, συντάγματα, δίνεται βυθὲν ἀσεβείας πάσης τῆς Μαρκίωνος καὶ Βαλεντίνου, πρὸς δὲ καὶ τῆς πηγῆς τῶν κακῶν τοῦ Μάνεντος λέγω, βδελυκτοτέραν τε καὶ ἀθεοτέραν γνώμην τε καὶ ἐγχείρησιν. Ἡμεῖς δὲ, ὡς ἔφαμεν, τοῦ μὴ δόξαι πάντη ἁμάρτυρα τὰ κατ' αὐτοῦ λεγόμενα και ταλιπεῖν, πολλαῖς, ὡς ἔφην, ἐπινοίαις τε καὶ μεθ όδοις χρησάμενοι, μόνον τὸ κατὰ τῆς ἐνανθρωπήσεως αὐτῷ συνταχθὲν εὑρεῖν ἰσχύσαμεν, ἀφ' οὗ καὶ ταύτας τὰς χρήσεις παραθέσθαι ἐσπουδάσαμεν. Εἰ δὲ Θεὸς ἐπιτρέποι, καὶ ὁ χρόνος ἡμᾶς μὴ ἐπιλείποι, ἑτέραν κατ' αὐτοῦ σύνταξιν ποιησόμεθα, ἐν ᾗ κατὰ σχολὴν ἑκάστην αὐτοῦ ἀσέβειαν ἐκ τῶν αὐτοῦ λόγων συλλε. ξάμενοι, πρὸς τίνα τε τῶν παρ' ἐκείνοις χρήσεων δείξομεν. Καὶ μὴν καὶ τὴν ὅλην αὐτοῦ φρενοβλά Γειαν, καὶ ἣν πρὸς πάντας τοὺς ἁγίους ἔχει Πατέ ρας, περὶ πάντα ἐναντίαν γνώμην ἐκ τῶν ἱερωτά των αὐτοῦ πονημάτων ἐπιδείξομεν· ἀντιῤῥητικαῖς τε πρὸς αὐτὸν ἐπὶ τούτοις χρησόμεθα ἀνασκευαίς. Τὸ δὲ νῦν ἀρκεσθήσομαι τῇ κεφαλαιωδεστέρα κατ' αὐτοῦ γενομένῃ γραφῇ, ἵνα μὴ πάντη λανθάνων βλάπτῃ τοὺς ἁπλουστέρους· γινώσκοιεν δὲ καὶ οἱ ἐζηλωκότες αὐτὸν, ὡς τοῦτον συνιστάναι ἀξιοῦσιν, οὗ μηδὲ τῆς ἀσεβείας ἔστιν ἐφικέσθαι ῥᾳδίως καὶ τὸν πάνω προθυμούμενον. Καὶ ταῦτα μὲν ὁ ἀτεβὴς Θεόδωρος, κατὰ τοῦ με γάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λυττήσας έβλασφήμησεν, ἄλλον εἶναι λέγων τὸν Θεόν Λόγον, καὶ ἄλλον Ἰησοῦν τὸν Χριστόν· καὶ τὸν μὲν εὐεργετοῦντα, τὸν δὲ εὐεργετούμενον καὶ τὸν μὲν σώζοντα, τὸν δὲ σωζόμενον. Ὁ δὲ ταῦτα λέγων, φανερῶς ἀρνεῖται τὴν διὰ τοῦ Δε σπότου Χριστοῦ προσγενομένην ἡμῖν σωτηρίαν. Ο γὰρ παρ' ἄλλου εὐεργεσίαν λαβών, ἤτοι σωθείς, ἑτέρους πῶς δύναται σώζειν; Οἱ τοίνυν ταῦτα φρο νοῦντες, τίνος οἴονται σῶμα καὶ αἷμα μεταλαμβάνειν; τοῦ εὐεργετήσαντος, ἢ τοῦ εὐεργετηθέντος, ᾿Αλλ' εἰ μὲν τοῦ εὐεργετήσαντος Θεοῦ Λόγου, πῶς τοῦτο λέγουσι, μὴ ὁμολογοῦντες αὐτὸν σαρκωθῆναι καὶ ἐνανθρωπήσαι; Εἰ δὲ τοῦ εὐεργετηθέντος, μας ταία αὐτῶν ἡ ἐλπὶς, ἀνθρωπολατρείαν πρεσβευόν. των καὶ εἰς ἄνθρωπον τὰς ἐλπίδας ἔχοντες, ἐπικατάρατοί εἰσιν, ὅτι ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Αμήν. ᾿Αναγκαῖον δὲ ἡγησάμην, καὶ τοῦ πρωτάρχου τῆς ἀσεβείας αὐτῶν γενομένου ὀλίγας παραθέσθαι χρή σεις, δι' ὧν συμπεπλεγμένους αὐτοὺς κατὰ τὴν ἀσέβειαν κατιδεῖν ἔξεστιν. Διοδώρου ἐκ τοῦ κατὰ συνουσιαστών λόγου α'. Ασφαλίζεσθαι εἰς τὴν ἀκρίβειαν τῶν δογμάτων ὑμᾶς ἐνάγομεν. Τέλειος πρὸ αἰώνων ο Υιός· τέλειον τὸν ἐκ Δαβὶδ ἀνείληφεν Υἱὸς Θεοῦ υἱὸν Δαβίδ. Ἐρεῖς
col. 1387–1388page 61 of 66
PG 86:1387οὐ λέγω· μὴ γὰρ εἶπον τὸν Θεὸν Λόγον υἱὸν Δε βίδ· ἀλλ' οὐδὲ δύο υἱοὺς τοῦ Θεοῦ κατ' οὐσίαν λέγω μὴ γὰρ δύο φημὶ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, τὸν πρ αἰώνων Θεόν Λόγον λέγων κατωκηκέναι ἐν τῷ ἐλ σπέρματος Δαβίδ. μοι· Δύο οὖν υἱοὺς κηρύττεις; Δύο υἱοὺς τοῦ Δαβίδ καταχρηστικώς, Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Χάριτι Υἱὸς ὁ ἐκ Μαρίας ἄνθρωπος, φύσει δὲ ὁ Θεός Λόγος· τὸ μὲν χάριτι καὶ οὐ φύσει, τὸ δὲ φύ σει καὶ οὐ χάριτι· ἀρκέσει τῷ ἐξ ἡμῶν σώματι, τὸ τῆς κατὰ χάριν υἱότητος, τὸ τῆς δόξης, τὸ τῆς ἀθα νασίας· ὅτι ναὸς τοῦ Θεοῦ Λόγου γέγονεν, μὴ ὑπὲρ φύσιν ἀναγέσθω· καὶ ὁ Θεὸς Λόγος ἀντὶ τῆς παρ' ἡμῶν ὀφειλομένης εὐχαριστίας μὴ ὑβριζέσθω. Καὶ τίς ἡ ὕβρις τοῦ συντιθέναι αὐτὸν μετὰ τοῦ σώματος, καὶ δεῖσθαι νομίζειν εἰς τελείαν υἱότητα του σώμα τος; οὐδὲ αὐτὸς ὁ Θεὸς Λόγος βούλεται ἑαυτὸν τοῦ Δαβίδ εἶναι υἱόν, ἀλλὰ Κύριον. Τὸ δὲ σῶμα καλεῖσθαι τοῦ Δαβίδ Υἱόν, οὐ μόνον οὐκ ἐφθόνησεν, ἀλλὰ καὶ διὰ τοῦτο παραγέγονεν.» Καὶ μεθ' ἕτερά· ι Καὶ περὶ τῶν κατὰ φύσιν γεν νήσεων ὅτ' ἂν ᾖ λόγος, μὴ τῆς Μαρίας υἱὸς ὁ Θεὸς Λόγος ὑποπτευέσθω· θνητὸς γὰρ θνητὸν γεννᾷ κατὰ φύσιν, καὶ σῶμα τὸ ὁμοούσιον. Καὶ δύο γεννήσεις ὁ Θεός Λόγος οὐχ ὑπέμεινε, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐν ὑστέροις καιροῖς.» Τοῦ αὐτοῦ Διοδώρου ἐκ τοῦ αὐτοῦ λόγου. Εἴ τις βούλοιτο καταχρηστικῶς, καὶ τὸν Υἱόν τοῦ Θεοῦ τὸν Θεὸν Λόγον, υἱὸν Δαβὶδ ὀνομάζειν, διὰ τὸν ἐκ Δαβὶδ τοῦ Θεοῦ Λόγου ναόν, ὀνομαζέτω καὶ τὴν ἐκ σπέρματος Δαβὶδ Υἱὸν τοῦ Θεοῦ χάριτι καὶ οὐ φύσει προσαγορευέτω, τοὺς φυσικούς πατέρας οὐκ ἀγνοῶν, οὐδὲ τὴν τάξιν ἀνατρέπων, οὐδὲ τὴν ἀσώματον λέγων καὶ πρὸ αἰώνων ἐκ Θεοῦ καὶ ἐκ Δαβίδ, καὶ πεπονθότα καὶ ἀπαθῆ.» Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ο Υἱός τοῦ Θεοῦ, δι' οὐδένα· φύσει γὰρ Υιό;" ἡ σὰρξ Υἱός, διὰ τὸν Υἱόν· καὶ τί λέγω διὰ τὸν Υἱόν; δι' ἡμᾶς ἡ σάρξ· καὶ μὴ νομίσητε βλάσφημον τὸ ῥῆμα· ἀλλὰ ἀπαιτήσατε τὰς ἀποδείξεις. Εἰ μὴ ἔπταισαν οἱ ἄνθρωποι, μὴ χρεία ἦν νόμου. Δικαίω γὰρ, νόμος οὐ κεῖται. Εἰ μὴ ἑπέτειναν τὴν ἁμαρτίαν οἱ ἐν νόμῳ, μὴ χρεία ἦν τῆς χάριτος. Οὐκ, ἐπειδὴ οὐκ ἐδύνατο ὁ νόμος ἀποκτεῖναι τὴν ἁμαρτίαν, [οὐχὶ] δ' ἡμᾶς [τάρχα] ἔλαβεν, ἵνα τὸν θάνατον καὶ τὴν ἀπό φασιν τοῦ θανάτου ἀνακαλέσηται, σταυρωθείς καὶ ἀποθανὼν καὶ ἀναστάς; Εἰ μὴ ἀπάτη προκεχωρήκει, καὶ ἡ ἀπόφασις τοῦ θανάτου καθ᾿ ἡμῶν, τίς χρεία ἦν τῆς οἰκονομίας ταύτης τοῦ σταυροῦ; τίς χρεία της ἐνσωματώσεως; οὐ δι' ἡμᾶς ἔλαβε τὴν σάρκα; Καιρὸς δὲ ἤδη καλεῖ, καὶ τὸν πρῶτον αὐτῶν τῆς ἀσεβείας πατέρα, παρ' οὗ καὶ τὰ σπέρματα ταύτης δεξάμενοι ἔτυχον, εἰς μέσον τῷ λόγῳ παρο
col. 1389–1390page 62 of 66
PG 86:1389αγαγεῖν. Παύλος δὲ οὗτός ἐστιν, τὸ ἐκ Σαμοσάτων βλαστήσαν πικρὸν τοῦ διαβόλου ζιζάνιον. Ἀλλὰ γὰρ καὶ Νεστορίου, τοῦ τελευταίου τῆς πρώτης ῥίζης ἀλεωτάτου βλαστήματος, τὸν φθοροποιὸν καρπὸν στηλιτεῦσαι δίκαιον· ἵνα ἐν τοῖς ἄκροις ἡ τῶν μέ σων περιφανὴς καὶ βλάσφημος ξυνωρίς, τῶν ἀμφὶ τὸν Διόδωρον, φημί, καὶ Θεόδωρον, συνηρμοσμένη γνωσθείη. Ίσως ανανήψαι τῆς μέθης κἂν ἐψε γοῦν δυνηθήσονται, ἅπαξ μαθόντες, πρὸς τίνας αὐτοῖς καὶ ἡλίκους τῶν κακῶν πατέρας ἐστὶν ἡ πρώτη συγγένεια, καὶ ὡς ἐξ ἐκείνων διὰ τῶν ἐν μέσῳ ὁ τε λευταῖος οὗτος τῆς ἀσεβείας ἐξέφυ κλάδος· οὗ τὸν καρπὸν ἄρδην σπάσαντες, ἐμφορεῖσθαι ἐπείγονται. Εστι δὲ ὁ προκείμενος ἀμφοτέρων, Παύλου, φημί, καὶ Νεστορίου, ἔλεγχος, ἐκ τῆς διαμαρτυρίας τῆς δι μοσίᾳ προτεθείσης, ὥς φασι, παρὰ Εὐσεβίου τοῦ τηνικαῦτα ἐν τῇ δικανικῇ ἐμπρέποντος, ὕστερον δὲ τῆς Δορυλαέων ἐπιστεύθη τοὺς οἴακας· καὶ ζῆλον ἔχων, ὡς μαρτυρεῖται, θεῖον, πρῶτος τήν τε αὐτοῦ Νεστορίου, και μέντοι καὶ Εὐτυχοῦς, πεφώρακε τε καὶ ἐξήλεγξεν αἵρεσιν, μετὰ μυρίων τῶν ὑπὲρ τῆς εὐσεβείας κινδύνων. Ακους γοῦν αὐτοῦ οἴαις καὶ ῆσαις τῶν ἐκ τοῦ Σαμοσατέως βλασφημιῶν συλλογαῖς τὰς Νεστορίου συνήρμοσε, καὶ ἐν ἀμφοτέρων ἔδειξε τὸ ἀφρονέστατον φρόνημα. Εἰ δέ τι ἀπάδει τῶν Σειρηναίων τούτων μελῳδιῶν, τὸ Θεοδώρου και Διοδώ ρου, θανατηφόρον ᾆσμα τοῖς ἀκινδύνως ἐπαΐειν δεδυνημένοις καὶ κρίνειν ἐπιτρέπομεν. β Διαμαρτυρία προτεθεῖσα ἐν δημοσίῳ τόπῳ, καὶ κατὰ ᾿Εκκλησίαν ἐμφανισθεῖσα. Ορκίζω τὸν λαμβάνοντα τὸ χαρτίον, κατὰ τῆς ἁγίας Τριάδος, ὥστε φανερὸν αὐτὸ ποιῆσαι ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ἀναγνώσταις, λαῖ κοῖς, οἰκοῦσι Κωνσταντινούπολιν· ἔτι τε καὶ τὸ ἴτον αὐτοῖς ἐκδοῦναι, πρὸς ἔλεγχον τοῦ αἱρετικοῦ Νεο στορίου, ὅτι ὁμόφρων ἐστὶ τοῦ ἀναθεματισθέντος Παύλου τοῦ Σαμοσατέως πρὸ ἐτῶν ἑκατὸν ἑξήκοντα ὑπὸ ὀρθοδόξων ἐπισκόπων. Ἔστι δὲ τὰ παρ' ὁποτέ των εἰρημένα οὕτως Παῦλος εἶπεν· Μαρία τὸν Λόγον οὐκ ἔτεκεν. Νεστόριος συμφώνως εἶπεν· Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία τὴν θεότητα. — Παῦλος εἶπεν· Οὐδὲ γὰρ ἦν πρὸ αἰώνων. Νεστόριος εἶπεν· Καὶ μητέρα χρησ νικὴν τῇ δημιουργῷ τῶν χρόνων ἐφιστῶσι Θεότητι. Παῦλος εἶπεν· Μαρία τὸν Λόγον ὑπεδέξατο, καὶ οὐκ ἔστι πρεσβυτέρα τοῦ Λόγου. Νεστόριος εἶπεν Πῶς οὖν Μαρία τὸν ἑαυτῆς ἀρχαιότερον ἔτεκεν; Παῦλος εἶπεν· Μαρία ἔτεκεν ἄνθρωπον ἡμῖν ἴσον. Νεστόριος εἶπεν· "Ανθρωπος ὁ τεχθεὶς ἐκ παρθένου. Παῦλος εἶπεν· Κρείττονα δὲ κατὰ πάντα, ἐπειδὴ ἐκ Πνεύματος ἁγίου, καὶ ἐξ ἐπαγγελιῶν, καὶ ἐκ τῶν γεγραμμένων ἡ ἐπ' αὐτῷ χάρις. Νεστόριος εἶπεν· Τε θέαμαι γὰρ, φησὶν, τὸ Πνεῦμαι καταβαῖνον ὡς περι
col. 1391–1392page 63 of 66
PG 86:1391στερὰν, καὶ μένον ἐπ' αὐτὸν, τὸ τὴν ἀνάληψιν αὐτῷ βεν, χαρισάμενον. Εντειλάμενος τοῖς ἀποστόλοις. φησίν, οὓς ἐξελέξατο διὰ Πνεύματος ἁγίου, ἀνελήφθη τοῦτο δὴ τὸ τηλικαύτην τῷ Χριστῷ χαρισάμενον δό ξαν. Παῦλος εἶπεν· Ἵνα δὲ μήτε ὁ ἐκ Δαβὶδ χρι σθεὶς, ἀλλότριος ᾗ τῆς σοφίας, μηδὲ ἡ σοφία ἐν ἄλλῳ οὕτω οἰκῇ· καὶ γὰρ ἐν τοῖς προφήταις ἦν, μᾶλλον δὲ ἐν Μωσῇ καὶ ἐν πολλοῖς κυρίοις, μᾶλλον δὲ ἐν Χρι στῷ ὡς ἐν ναῷ. Καὶ ἀλλαχοῦ λέγει ἄλλον εἶναι τὸν Ἰησοῦν Χριστὸν, καὶ ἄλλον τὸν Θεὸν Λόγον. Νεστέ βιος εἶπεν μὴ ἐγχωρεῖν τὸν πρὸ πάντων τῶν αἰών νων, ἄλλο ἅπαξ γεννηθῆναι, καὶ ταῦτα θεότητι.» Ἰδοὺ δέδεικται σαφῶς λέγων ὁ παραβάτης, Οὐκ ἐτέχθη ἐκ Μαρίας ὁ γεννηθεὶς ἐκ Πατρός. Ιδο συναινεῖ τῷ αἱρετικῷ Παύλῳ λέγοντι, ἄλλον εἶνα τὸν Λόγον, καὶ ἄλλον τὸν Χριστὸν Ἰησοῦν, καὶ οὐχὶ ἕνα, ὡς ἡ ὀρθοδοξία κηρύσσει. Έως ὧδε ἡ διαμαρτυρία. Παύλου Σαμοσατέως. Ανθρωπος χρίεται, ὁ Λόγος οὐ χρίεται· ὁ Να ζωραίος χρίεται, [οὐχ] ὁ Κύριος ἡμῶν. Καὶ γὰρ ὁ Λόγος μείζων ἦν τοῦ Χριστοῦ. Χριστὸς γὰρ διὰ σοφίας μέγας ἐγένετο· Λόγος μὲν γὰρ ἄνωθεν, Ἰησ σοῦς δὲ Χριστὸς ἄνθρωπος ἐντεῦθεν. Μαρία τὸν Λόο γον οὐκ ἔτεκεν· οἱ δὲ γὰρ ἦν πρὸ αἰώνων ἡ Μαρία οὐκ ἔστι πρεσβυτέρα τοῦ Λόγου Μαρία, ἀλλὰ ἄνε θρωπον ἡμῖν ἴσον ἔτεκεν, κρείττονα δὲ κατὰ πάντα, ἐπειδὴ ἐκ Πνεύματος ἁγίου. Ο Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Μαλχίωνα διαλόγου. Ἵνα μήτε ὁ ἐκ Δαβὶδ χρισθεὶς ἀλλότριος ᾖ τῆς σοφίας, μήτε ἡ σοφία ἐν ἄλλῳ οὕτως οἰκῇ.» Τοῦ αὐτοῦ. Ο φαινόμενος οὐκ ἦν σοφία· οὐ γὰρ ἡδύνατε ἐν σχήματι εὑρίσκεσθαι, οὐδὲ ἐν θέᾳ ἀνδρός· μεί ζων γὰρ τῶν ὁρωμένων ἐστίν.» Νεστορίου. Μέγα τῇ Χριστοτόκῳ Παρθένῳ τὸ τεκεῖν ἀν θρωπότητα, τῆς τοῦ Θεοῦ Λόγου θεότητος ὄργανον ἀρκοῦν αὐτῇ πρὸς τιμὴν ὑπεραίρουσαν τὸ γεννῆσαι μεσίτην τῇ τοῦ Θεοῦ συνημμένον ἀξίᾳ.» Ταῦτα ἡμεῖς ὡς ὀλίγα ἐκ τῶν πολλῶν ἀντιπαρα τεθείκαμεν, τὴν ἐν τῷ κακῷ συμφωνίαν πρὸς τοὺς παλαιοὺς τῶν αἱρετικῶν πατέρας τούτων παραστῆσαι βουλόμενοι. Εξεστι δὲ τῷ θέλοντι ἐντυχεῖν τῇ κατὰ τοῦ Σαμοσατέως γραφείσῃ ἐγκυκλίῳ ἐπι στολῇ, τῆς αὐτὸν καθελούσης ἁγίας συνόδου, καὶ μέντοι καὶ τῷ διαλόγῳ ὂν πρὸς αὐτὸν ὁ πρεσύο τερος Μαλχίων ἐνεστήσατο. Γνώσεται γὰρ ἀσφαλῶς, ὡς γνήσιοι ἐκείνου τυγχάνουσι μαθηταὶ οἱ περί Θεόδωρον· σχεδὸν γάρ τι καὶ διὰ τῶν αὐτῶν χωροῦσι λέξεων· ὡς μὴ συγγραφὴν δοκεῖν εἶναι τὰ τεύτων συντάγματα, ἀλλὰ μεταγραφὴν μᾶλλον, τὰ ἐκείνου εἰς τὰ οἰκεῖα μεταβαλλόντων. Οπως δὲ ἐφρόνησαν
col. 1393–1394page 64 of 66
PG 86:1393περὶ τῆς ἑνώσεως, οἱ ἀπ' ἀρχῆς ἅγιοι Πατέρες, απ το ὑπ' αὐτῶν κυβερνώμεναι ἁγιώταται Ἐκκλησίας, ἐκ τῆς κατὰ τοῦ Σαμοσατέως γενομένης ἁγίας συν όδου, καὶ τῆς ἐγκυκλίου αὐτῶν ἐπιστολῆς σαφῶς ἔστι γνῶναι· ἐν οἷς πρὸς τοῖς ἄλλοις καὶ ταῦτα αὐτοῦ κατηγοροῦσιν αὐταῖς λέξεσι· ε Φησὶ τοίνυν ἐν τοῖς ὑπομνήμασιν, ὡς περὶ Παύλου λέγοντες) τηρεῖν τὸ ἀξίωμα τῆς σοφίας.» Καὶ μεθ' ἕτερα· «Εἰ δὲ κατὰ τὴν σύστασιν καὶ γέ νεσιν συνῆπτο, τῷ ἀνθρώπῳ τοῦτο συμβαίνειν.» Καὶ πίλιν· «Οὐ γὰρ συγγεγενῆσθαι τῷ ἀνθρωπίνῳ τὴν σοφίαν, ὡς ἡμεῖς πιστεύομεν οὐσιωδῶς, ἀλλὰ καὶ κατὰ ποιότητα. Καὶ μεθ' ἕτερα·. Τί δὲ βούλεται καὶ τὸ ἑτεροία, φάσκειν τὴν κατασκευὴν τοῦ Ἰησοῦ Χριστοῦ τῆς ἡμετέρας; ἡμῶν ἑνὶ μεγίστῳ δὴ τούτῳ διαφέρει, αὐτοῦ τὴν σύστασιν ἀξιούντων, τὸ τὸν Θεὸν Λόγον ἐν ἑαυτῷ εἶναι, ὅπερ ἐν ἡμῖν ὁ ἔσω άνθρωπος.» Καὶ μεθ᾽ ἕτερα· Εἰ τὸ ἐνοικῆσαι ἐν αὐτῷ τὴν σοφίαν λέγειν, ὡς ἐν οὐδενὶ ἄλλῳ· τοῦτο γὰρ τὸν μὲν τρόπον τῆς ἐνοικήσεως τὴν αὐτὸν δηλοί, μέτρῳ δὲ καὶ πλήθει ὑπερφέρει, οἷον διπλάσιον, ἢ καὶ ὅπως δήποτε πλεῖον ἢ ἔλασσον τοῦ διπλασίου, γινώσκοντος αὐτοῦ ἀπὸ τῆς σοφίας, ἢ οἱ ἄλλοι. Τοῦτο δὲ οὐκ ἀξιοῦσιν οἱ καθολικοὶ καὶ ἐκκλησιαστικοί κανόνες, ἀλλ' ἐκείνους μὲν μετεσχηκέναι σοφίας εμπνεούσης ἔξωθεν, καὶ ἄλλης οὔσης παρ' αὐτοῖς· αὐτὴν δὲ τὴν σοφίαν δι' ἑαυτῆς ἐπιδεδημηκέναι οὐσιωδῶς ἐν τῷ ἐκ Μαρίας σώματι. Καὶ μεθ' ἕτερα· Καίτοι φησί, μὴ δύο ὑφίστασθαι υἱούς. Εἰ δὲ Υἱὸς ὁ Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ, υἱὸς δὲ καὶ ἡ σοφία, καὶ ἄλλο μὲν ἡ σοφία, ἄλλο δὲ Ἰη σοῦς Χριστός, δύο ὑφίστανται υἱοί. Καὶ μεθ᾿ ἕτερα· «Τὴν δὲ συνάφειαν ἑτέρως πρὸς τὴν σοφίαν νόει, κατὰ μάθησιν καὶ μετουσίαν, οὐχὶ οὐσίαν οὐσιωμένην ἐν σώματι.» Καὶ μεθ' ἕτερα·. Ούτε δὲ τῶν ἀνθρωπίνων προηγουμένως παθῶν ἀμέτοχος ἦν, ὁ φορέσας καὶ ἐνδυσάμενος τὸ ἀνθρώπινον Θεός· οὔτε τῶν θείων προηγουμένως ἔργων άμοιρον τὸ ἀνθρώπινον ἐν ᾧ ἦν, καὶ δι᾽ οὗ ταῦτα ἐποίει. Ἐπλάσθη προηγουμένως ὡς ἄνθρωπος ἐν γαστρὶ, καὶ κατὰ δεύτερον λόγον Θεὸς ἦν ἐν γαστρὶ, συνουσιωμένος τῷ ἀν θρωπίνῳ.» Ἐκ τῶν περὶ αὐτοῦ πεπραγμένων πρὸς αὐτὸν παρὰ Μαλχίωνος, ἀντίῤῥησις. Οὐ πάλαι τοῦτο ἔλεγον, ὅτι οὐ δίδως οὐσιῶσθαι ἐν τῷ ὅλῳ Σωτῆρε τὸν Υἱὸν τὸν μονογενῆ, τὸν πρὸ πάσης κτίσεως ἀϊδίως ὑπάρχοντα;» Τι συνουσιωμένος τῷ ἀνθρωπίνῳ, οὐσιῶσθαι, Συνάφειαν, Κατά δεύτερον λόγον.
col. 1395–1396page 65 of 66
Monitum in tractatum contra Nestorianos
PG 86:1395Τοῦ ὁσίου Ἐφραὶμ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν μαργαρίτην (12') κατὰ Μαρκίωνος. βλέπεις καὶ ψηλαφᾷς, γενέσθω σοι μαρτυρία ἡ φύσις, ἣν εἰπεῖν οὐκ ἐπίστασαι, ὅτι Υἱὸς ἄνευ σπορᾶς γίνεται, καὶ δύο ὑπεναντία οὐσιωδῶς ὡμο νόησαν, τῆς ὑποστάσεως δεικνυμένης ἐπὶ ἑκάστης φύσεως, ο Οἶμαι διὰ πάντων ἀποδεδεῖχθαι τὴν Θεοδώρου καὶ τῶν ἀμφ' αὐτὸν πρός τε τὸν Σαμοσατέα ὁμοδοξίαν, καὶ πρὸς τοὺς ἁγίους Πατέρας έναντίαν καὶ διάφορον γνώμην. Τῆς δὲ τῶν ἐντυγχανόντων ηρτή σθω ἐξουσίας τῇ τε ἀληθείᾳ προσθέσθαι, καὶ δοῦναι ταύτῃ κατὰ τὸ ψεῦδος ἔχειν τὰ νικητήρια. Γραφὴ Θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου λέγει γεγεννῆσθαι. Οὕτω λέγομεν καὶ τὸν Δεσπότην Χριστόν, καὶ Θεὸν, καὶ Υἱὸν, καὶ ἅγιον, καὶ Χριστόν.
col. 1397–1398page 66 of 66
PG 86:1397οὐκ ἠλλοίωμαι, βοᾷ ὁ Θεός· Σαρκὶ καθ᾽ ὑπόστασιν ἥνωτα: ὁ Λόγος, βοᾷ ὁ Αἰγύπτιος ὁ δεχόμενος τὸν Κύ ριλλον ἀληθεύσαντα, ψεύστην ποιεῖ τὸν Θεόν Ένωσις, ἀλλοίωσίς ἐστιν ἁπλῶς, πᾶσα ψυχὴ ἐνωθεῖσα σώματι ἠλλοίωται
Page scan enlarged

Notebook

Full View