Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1399–1400page 1 of 185
Liber Primus
PG 86:1399ΤΟΥ ΠΑΝΣΟΦΟΥ ΜΟΝΑΧΟΥ ΚΥΡ ΛΕΟΝΤΙΟΥ ΤΟΥ ΙΕΡΟΣΟΛΥΜΙΤΟΥ ΚΑΤΑ ΤΩΝ ΔΥΟ ΤΑΣ ΥΠΟΣΤΑΣΕΙΣ ΧΡΙΣΤΟΥ ΛΕΓΟΝΤΩΝ, ΤΗΝ ΔΕ ΟΙΑΝΟΥΝ ΣΥΝΘΕΣΙΝ ΕΠ' ΑΥΤΟΥ ΟΥΧ ΟΜΟΛΟΓΟΥΝΤΩΝ. ΠΡΟΟΙΜΙΟΝ. Ἐντεῦθεν ἡμῖν ἡ διχότομος δόξα, μᾶλλον δὲ ἡ δι χότμητος γλῶσσα, κατεξανίσταται· ἧς τὸ μέρος μετὰ τῶν ἀπίστων τεθήσεται, ήκοντος τοῦ Δεσπότου καὶ Κριτοῦ τῶν ἁπάντων ἐλέγξαι ὅσα ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς, ὡς γέγραπται· ἐὰν ἄρα μὴ νοήσῃ τῇ καρδίᾳ ἐπιστραφήναι προς Κύριον, ἀναγγείλαί τε ἐν ἀνθρώποις τὴν ἑαυτῆς μέμψιν ταυτὶ γὰρ ἡμῖν ἑτέρωθεν ἐγκαλοῦσιν οἱ τῆς ἀφράστου καὶ θεοπρεποῦς ἑνώσεως τοῦ Λόγου πρὸς τὴν σάρκα διαιρεται, καὶ τῆς καθ' ἡμᾶς οἰκονομίας αυτ τοῦ ἀπαγορευταί, οἱ τὸν ἐξαγοράζοντα αὐτοὺς Θεὸν έξαρνούμενοί φασιν, πρῶτον μὲν, ὅτι οὐκ ὀρθῶς σύν θεσιν τῆς θείας καὶ ἀνθρωπείας φύσεως δοξάζομεν. Δεύτερον, ὅτι δύο οὐσῶν τῶν ὑποστάσεων Χριστοῦ, οὐ καλῶς καθ' ὑπόστασιν ἔνωσιν γενέσθαι λέγομεν, καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν γινώσκομεν. Καὶ τρί τον πάλιν, ὅτι δύο ὄντων υἱῶν, κακῶς ἕνα ὁμολογοῦ μεν εἶναι Υἱὸν τὸν Χριστόν. Τέταρτον, ὅτι ψευδώς Θεοτόκον τὴν ἁγίαν Παρθένον ὀνομάζομεν. Πέμπτον, ὅτι μὴ ψιλὸν ἄνθρωπον μόνον τῇ φύσει ἴσμεν Χρι τὸν, ἀλλὰ καὶ Θεόν. Εκτον, ὅτι μὴ θεοφόρον ἄνθρωπον, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα ίσμεν τὸν Λόγον,
col. 1401–1402page 2 of 185
PG 86:1401Εβδομον, ὅτι ἀθέσμως τὸν ἕνα τῆς ἁγίας Τριάδος πεπονθέναι σαρκὶ κηρύττομεν. Εν ὀγδόῳ δὲ τῆς δυσ σεβείας, τὴν καθ' ὑπόστασιν ἔνωσιν ἀρνούμενοι, ἀσυστάτους τινὰς ἑτέρας τερατεύονται. "Οσα μὲν οὖν οὐκ ἀλόγως τοῖς λέγουσι τὴν μίαν τε φύσιν ὡς καὶ ὑπόστασιν ἐπὶ Χριστοῦ ἀπορήσοιεν, τούτων ἡμεῖς οὐχ ὑπεραπολογησόμεθα· τοῖς δὲ ἐν ἑκάστῳ τῶν προειρημένων κεφαλαίων ὑπ' αὐτῶν λεγομένοις καθ᾿ ἡμῶν ἰδίως, τῶν μίαν μὲν τὴν ὑπόστασιν, δύο δὲ τὰς φύσεις Χριστοῦ τοῦ Κυρίου ἡμῶν ὁμολογούν των, ἐν δυνάμει αὐτοῦ τοῦ Θεοῦ ἡμῶν Χριστοῦ ὑπαν τήσαντες, καὶ ταῦτα ἀνατρέψαντες, πᾶσαν αὐτῶν τὴν τοῦ δόγματος ὑπόθεσιν ἀσεβεστάτην διελέγξομεν. Ἐγκαλοῦσι δ' οὖν ἡμῖν, ὡς εἴρηται πρωτίστως, περί τῆς ὁμολογίας τῆς τῶν φύσεων συνθέσεως ἐπὶ τοῦ τάδε ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Πᾶν ὅ τι οὖν συντιθέμενον ἑτέρῳ, ἢ ὅλον ὅλῳ συν τίθεται, ἢ μέρος μέρει, ἢ μέρος ὅλῳ· ἄλλως γὰρ σύνθεσιν λέγειν ἀδύνατον· ὅλον δὲ καὶ μέρος ἐπὶ τοῦ ἀπεριγράφου οὐ λέγεται· οὐκ ἄρα συνετέθη ὁ Θεός Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ ἀπερίγραφος υπάρ χων· εἰ δὲ συνετέθη, καὶ ἐμμερὴς καὶ περιγραπτός ἐστιν, ὅπερ ἀσεβές. Πρῶτον μὲν οὖν οἱ πάντα τρό πον τῶν γινομένων ὑπὸ Θεοῦ συνθέσεων τῇ οἰκείᾳ γνώσει περιορίζοντες, πῶς λέγουσι πᾶν τὸ συντιθέμενον ἢ ὡς ὅλον ἢ ὡς μέρος συντίθεσθαι; Τὸ γὰρ αἰσθητόν τόδε πᾶν, ήγουν ὁ κόσμος ὁ ὁρατὸς, ἐν συνθέσει ἐστὶ δηλαδή· τί οὖν φασι, ἐξ ὅλων ἢ ἐκ μερῶν τινων εἶναι προϋπαρξάντων τούτου την σύνθεσιν; ἢ μᾶλλον ἐκ μὴ ὄντων ὅλως συμπαγῆναι αὐτόν; Εἰ μὲν γὰρ ἔκ τινων προϋπαρξάντων ὅλων ἢ μερῶν κατ' ἀρχὰς γενέσθαι αὐτὸν οἴονται, τὴν αἰ κείαν δόξαν γνωριζέτωσαν ἡμῖν, ἵνα εἰ οὕτως λέγω σιν, ὡς πρὸς Ἕλληνας λοιπόν, καὶ οὐ περὶ τοῦ τρόπου τῆς οἰκονομίας διαφερομένους μόνον πρὸς ἡμᾶς, διαλεξώμεθα. Εἰ δὲ τῆς φιλονεικίας προκρίναντες τὴν εὐσέβειαν, ἐκ μὴ ἔντων φασὶ τὸν σύνθεσ του κόσμου γενέσθαι, ἀκούσονται ὅτι τὸ μὴ δν, οὔτε ὅλον οὔτε μέρος ἐστί. Πῶς οὖν, οὔτε ὅλου τινὸς οὔτε μέρους προϋπάρξαντος, ἡ σύνθεσις τοῦδε τοῦ παντὸς γέγονε κόσμου; Παντὸς συνθέτου γινομένου ὅλου τινό: ὅλῳ, ἢ μέρους μέρει, ἢ μέρους ὅλῳ τινὶ, ἀναγ καίως συντεθειμένου, ὥς φατε· ψευδῆς ἄρα ἡ καθ όλου ὑπόφανσις τῆς πρώτης εὐθὺς προτάσεως. Καὶ ἕτερον δ᾽ οὖν ἡμῖν πυνθανομένοις ἀποκρίνασθέ· Ἐπεὶ πᾶν σῶμα καὶ ἐκ ποιοῦ καὶ ποσοῦ συγκεῖσθαι λέγεται, τούτων ὡς ὅλων, ἢ ὡς μερῶν λέγεται εἶναι τὴν σύνθεσιν; Εἰ μὲν γὰρ ὡς ὅλων, ἐπεὶ χωρισταὶ οὐσίαι ταῦτα οὐκ εἰσὶ πρὸ σώματος, ποῦ καὶ πῶς ὄντων ὅλων; Εἶτα δὲ πῶς, τῆς ὁλότητος τοῦ ποιοῦ καὶ ποσοῦ ἐν τῷ ἑνὶ σώματι τῷ πρώτῳ τῶν ἀτόμων συντεθείσης, μετὰ τὸ πρῶτον σῶμα, δεύτερον ἔτι γέγονέ τι ἐκ ποιοῦ καὶ ποσοῦ σῶμα; Οὐδὲ γὰρ ἦν τι ὑπολειφθὲν ἀσύνθετον, τῶν τοῦ ποιοῦ καὶ ποσοῦ ὀλοτήτων συντεθεισῶν. Εἰ δὲ ὡς μέρος μέσες ἀλλήλοις τάδε σύγκειται, πρῶτον μὲν Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, καὶ λέγουσε
col. 1403–1404page 3 of 185
PG 86:1403ποίας ολότητος μέρος τὸ ποιὸν ὡς ποιόν Εἰ μὲν γὰρ ὁμοιομερούς, ποσῷ διάφορον μόνον ἐστὶ πρὸς τὴν οἰκείαν ὁλότητα· κατά γε οὖν ποσόν, καὶ μέρος ἐστίν. Εἰ δὲ καθ᾽ ὅ μέρος ἐστὶ, κατὰ τοῦτο καὶ σύγ κειται, κατά ποσὸν ἄρα, καὶ τὸ ποιὸν τῷ ποσῷ σύγκειται ἐν σώματι. Εἰ δὲ ἀνομοιομερούς ἐστι τάδε ὁλότητος, ἐπείπερ οὐ ταυτὸν τῷ τε ὅλῳ καὶ τῷ μέρει εἶδός ἐστιν, ἐπὶ τῶν τοιῶνδε τοῦ ὅλου ποιοῦ ὄντος. Τούτου δὲ μέρος ποσὸν, ἢ ἑτερόν τι ἔσται; Καὶ τοῦ ὅλου πάλιν ποσοῦ ὄντος, τὸ τοῦδε μέρος, ποιὸν ἢ ἑτερόν τι ἔσται; καὶ ἄλλως δὲ, εἰ ὡς μέρους πρὸς μέρος ἐστὶ τούτων ἡ σύνθεσις, ζητητέον ἔτι καὶ τῆς τούτων ἑκατέρας ολότητος τὴν σύνθεσιν, εἰ ἐξ ὅλων ἢ μερῶν ἐστι; καὶ ἐπ' ἄπειρον τοῦτο, ἕως οὗ εὕροιμέν τι 8 τῶν πάντων συνθέτων όν (μόνον γὰρ τὸ Θεῖον πάντη ἁπλοῦν), μήτε ἐξ ὅλων μήτε ἐκ μερών γέγονεν. Καὶ οὕτω πάντως δειχθήσεται, οὗ πᾶν σύν θετον, ὅλου τινὸς ὅλῳ, ἢ μέρους μέρει, ή μέρους όλω συντεθέντος, συγκεῖσθαι. Ταῦτα μὲν οὖν τῆς πρώτης ὑμῶν προτάσεως τὰ ἀνακόλουθα. Καὶ τῆς δευτέρας δέ τις ἡ ἀπόφασις τοῦ πᾶν τὸ καθ' οἰανοῦν σύνθεσιν συντιθέμενον, πάντως έμμερές εἶναι δεῖν καὶ περιγραπτόν· καὶ οὐχὶ καὶ ἀμερές τι ὅλον δύνασθαί ποτε συντίθεσθαι, παρελθόντες ἀπο κρίνεσθαι· ἰδοὺ γὰρ τὸ σημεῖον ἀναντιρρήτως ἀμετ ρές ἐστι, συντιθέμενον δὲ γραμμὴν ἀπετέλεσε. Πῶς οὖν συνετέθη τὸ οὐκ ἐμμερές; Τὸ γὰρ σημεῖον κοι ναῖς ὁμολογίαις ἀμερὲς δέδοται εἶναι. Ομοίως δὲ καὶ τὰ ἔσχατα μόρια του χρόνου, ἀμερή ὄντα, χρόν νον ἐκ συνθέσεως ἀποτελεῖ. Εἶτα δὲ καὶ περὶ ψυχῆς ἡμῖν τί φατε; Η γὰρ ἐμμερὴς καὶ αὕτη ὑμῖν δοκεί εἶναι ἐπεὶ σύγκειται τῷ σώματι; Ἢ ἀμερής οὖσα καὶ ἀσύνθετος, πρὸς σῶμα πέφυκεν εἶναι, κατὰ τὸ ὑμέτερον ἀξίωμα; εἴπερ πᾶν τὸ συντιθέμενον, ἐμ μερές ἐστιν. Εἰ μὲν οὖν ταύτην ἀμερῆ τε καὶ ἀπερίγραπτον, δι᾿ ὅ δὴ καὶ ἀσύνθετον ἴστε πρὸς τὸ σῶμα, οὐ πλείστοις ὑμᾶς λόγοις ἐγκόψομεν, ἀλλὰ πυρὸς θρυαλλίδα τῇ ὑμετέρα σαρκί, είγε λοιπὸν καὶ ὑμετέρα λέγοιτο, προσάψαντες, πυθώμεθα ὑμῶν· Αρά γε ἀλογεῖ ἐπὶ τῷ καιομένῳ ἡ προσδιαλεγομένη ἡμῖν ψυχὴ ὑμῶν περὶ τούτων, ἢ οὐχί; οὐδὲ γὰρ πρὸς τὸ σῶμα τὴν πεῦσιν ποιούμεθα. Κἂν μὲν εἴποιτε μὴ πάσχειν τι τὴν ψυχὴν ἐπὶ τῷ καιομένῳ, ἀπελευσόμεθα σιγήσαντες, οἷα τῇ ἀπαθείᾳ ὑμῶν ἐληλεγμένοι, τὴν περὶ τούτων ἄγνοιαν ἐναργέστατα. Εἰ δὲ καὶ ἄγαν σφοδρῶς ὀδυνᾶσθαι ἐπὶ τούτῳ εἶποιτε, καλ μηδὲ καρτερεῖν διαλέγεσθαι περὶ τούτων διὰ τὸν φλογισμόν, ἀκούσεσθε παρ' ἡμῶν, ὅτι οὐκ ἀφεξόμεθα, οὐδὲ ἀποστήσομεν τὴν θρυαλλίδα, ἕως ἂν ὁ λόγος ἡμᾶς πείσῃ τὴν αἰτίαν τῆς συμπαθείας. Απορον παρ' ἡμῖν ἀνακύπτει μέγα· διότι ἡμεῖς σώμα καίομεν ἐμμερές, καὶ οὐχ ὑμᾶς· ἔγουν ψυχὴν ἀμερή καὶ ἀσύνθετον πρὸς σῶμα τὴν ὑμετέραν, η προσλα λοῦμεν· καὶ ὅμως αὐτῇ τῆς φυσικῆς αὕτη ἐνεργείας έμποδίζεσθαί φησι· καὶ γὰρ εἰ ἀμερής ὄντως ἐστὶν ἡ ψυχή, ἢ ἑτέρα τις οἱαοῦν φύσις καθ' ὑμᾶς, οὐδενὶ τρόπῳ πρός τι συγκείσεται, τὸ δὲ κατὰ μηδένα τρό πον τινὶ συγκείμενον· ἀλλ' ἀπόλυτον ἀεὶ καὶ καθ' ἑαυτὸ ὑφιστάμενον, οὔτε τυπτομένῳ ἑτέρῳ τινὶ συμ
col. 1405–1406page 4 of 185
PG 86:1405πλήττεται, οὔτε πάσχοντι συγκολαφισθήσεται, οὔτε ηδομένῳ συνευφραίνεται, ἢ ἁπλῶς τῶν αὐτῶν ἀπολαύσειεν. Οὐδὲ τουτί πάθος τὸ αὐτὸ, κατ' ἀριθμὸν τῶν ἑτέρῳ συμβαινόντων, τινὶ συμμετ ρισθήσεται· ἀμέλει τοῦ πλουσίου ἐν σπατάλῃ κατ ευωχουμένου, Λάζαρος οὐκ εὐφραίνετο· ὁμοίως δὲ οὔτε ἐν γεέννῃ τοῦδε φλογιζομένου, Λάζαρος ὠδι,νᾶτο. Ἀλλ᾿ οὐδὲ ἡμεῖς νῦν ὑμῖν φάσκουσιν ὀδυ νᾶται ἐπὶ τῇ θρυαλλίδι, συνηλγήσαμεν, ἀσύνθετοι πρὸς ὑμᾶς ὁμολογουμένως υπάρχοντες. Εἰ δὲ ταῦτα ἀντιπεριτραπείσης αὐτοῖς τῆς ἰδίας κακουργίας, αἰσθήσει μάχεσθαι, τοὺς ἄγαν φυσιολογεῖν βουλομένους καὶ εἰς τὰ θεῖα σαφῶς παρίστησι, μή τι ἄρα τὸ ἕτερον αἱρήσονται σκέλος τῆς διαι ρέσεως, περὶ ψυχῆς λέγειν, ὅτι ἐμμερής τέ ἐστιν ἅτε καὶ περιγραπτή, καὶ διὰ τοῦτο καὶ σύγκειται ἡ ψυχὴ τῷ ἐμμερεῖ καὶ περιγραπτῷ σώματι; Εἰ οὖν τοῦτο λέγοιτε, πάλιν, σκέψασθε, φαίημεν, τὰ συναγόμενα· πρῶτον μὲν γὰρ συναύξοιτο καὶ συναπομειοῖτο καὶ συνδιατέμνοιτο τῷ σώματι· εἰ δὲ μή γε, τὸ αὐξηθὲν σῶμα οὐ ζωύσει, μὴ ἐγγενομένη κατὰ σύντ θεσιν καὶ αὐτῷ· οὐδὲ τῷ μειωθέντι ἀρκεσθείη, μὴ συμπερισταλεῖσα αὐτῷ πως. Εἶτα δὲ, τί ἂν εἴποιτε ἔτι, ἐπεὶ τὸ ἐμμερὲς καὶ περιγραπτὸν πᾶν ἐν τόπῳ ἐστίν; Τὸ δὲ ἐν τόπῳ ὄν, ἢ σῶμα, ἢ συμβεβηκός σώματι ἀχώριστόν ἐστιν, ἀνάγκη ἢ συμβεβηκός καὶ τοῦτο ἀχώριστόν τι· ὅθεν οὐδὲ ἀθάνατον ἔτι, ἢ αὐθύπο αρκτον, οὐδὲ οὐσίαν οἴεσθαι· τὴν ψυχήν, ἢ σῶμα εἶναι λέγειν αὐτὴν, ὑπὸ σώματος περιεχόμενον. Εἰ δὲ σῶμα ἡ ψυχὴ, διὰ σώματος οὐ χωρήσει, μὴ διαι ροῦσα τοῦτο, ἢ διαιρουμένη ὑπὸ τούτου, εἰ ἀληθὲς τὸ σῶμα διὰ σώματος μὴ χωρεῖν, ἄνευ τῆς θατέρου διαιρέσεως. ᾿Αλλὰ καὶ ἐν ὄγκῳ μείζονι τὰ ἔμψυχα σώματα παρὰ τὰ νεκρὰ ὁρᾶται ἀναγκαῖον, είπερ πᾶν σῶμα σώματι ἐπιγινόμενον, ἐν ὄγκῳ μείζονι τοῦτο δείκνυσιν· ἔτι μέν τοι καὶ αὕτη εἰ σῶμά ἐστιν ἡ ψυχή, συνεχές τε ποσὸν ἔχει καὶ σχῆμα. Σῶμα οὖν δι' ὅλης αὐτῆς ἐν τῇ συνθέσει εἰσδεξαμένη, ἐν ὄγκῳ μείζονι καὶ αὐτὴ κατασταθήσεται· ὁ γὰρ ἐμ ποιήσει ἑτέρῳ τὸ ἕτερον σῶμα, ὡς σῶμα, τοῦτο καὶ αὐτὸ πείτεται ὑπὸ τοῦ ἑτέρου. Ἔτι δὲ καὶ ἄλλων ἀτόπων πλῆθος, ὃ διὰ τὴν ἐπὶ πλεῖστον παρέκβασιν τῶν ζητουμένων παρορατέον ἡμῖν πρὸς τὸ παρὸν, καὶ τῶν εἰρημένων δεικνύντων οὐκ ἐλλιπῶς τὸ ἀν Ισχυρον τῆς ὑμετέρας υποθέσεως· ἀλλὰ ταῦτα μὲν, καὶ τῆς δευτέρας ἀποφαντικῆς ὑμῶν ἕνεκα προτάσεως, λεγούσης ὅτι τὸ συντιθέμενον πάντως καὶ ἐμμερὲς εἶναι ἀνάγκη, καὶ περιγραπτὸν, ἐξ οὗ τὸ γενναῖον ὑμῖν ὅλον επιχείρημα κατασκεύαστο. Ἐπεὶ οὖν καὶ τὰ εἰρημένα ἀρκοῦντά ἐστι εἰς και τάλυσιν τῆς ψαμμαίας ὑμῶν οἰκοδομῆς, διὰ τόδε ἑπό μενα μυρία καὶ ἄλλα ατοπήματα ταῖς ὑμετέραις ὑπου θέσεσι,παραλείψομεν, είγε τὸ νοερὸν καὶ πνευματικὸν καὶ ἰσάγγελον, ὅτι μὴν καὶ τὸ κατ᾿ εἰκόνα Θεοῦ, καὶ ἐμφύσημα τῆς δόξης τοῦ Παντοκράτορος, τοῦτο ὑμεῖς ἁπλῶς ἐμμερὲς εἶναι ὑποτίθεσθε, διότι συντί θεσία: ὡμολόγηται. Ἔσται γὰρ τούτου δοθέντος, καθ' ὑμᾶς ἐξ ἀνάγκης ἢ καὶ τὰ συγγενή και πρωτότυπα
col. 1407–1408page 5 of 185
PG 86:1407καὶ προαρκτικὰ τούτου έχουν τῆς ψυχῆς, ἐμμερή κατ' αὐτὴν λογίζεσθαι εἰκόνος τούτων οὔσης καὶ ὁμοιών σεως ταύτης· ἢ ἀμερή φάσκοντας εἶναι ταῦτα καὶ ταύτην σὺν ἐκείνοις τῆς ἐμμερείας ἀφιέναι τῆς κατὰ τὰ σώματα· εἴτε δὲ ἑκόντες, εἴτε ἄκοντες, παρα βλέπετε τὴν ἀλήθειαν, ἡμεῖς ὑμῖν ἐν δυνάμει Χρι στοῦ ταύτην ὑποδείξομεν· ἔσται γὰρ ἡ εἰς σύνεσιν, εἰ βούλεσθε, ἢ εἰς τὴν κατάκρισιν ὑμῶν τὰ λεγόμενα παρ' ἡμῶν. Τὸ ὅλον οὐχ, ὡς οἴεσθε, τὸ κατὰ τὰ μέρη, ἢ ἐκ μερῶν, τέλειον ἀεὶ σημαίνει ἁπλῶς καὶ πάντως· οὕτως γὰρ ἂν πάντα δέον ἦν τὰ ἁπλᾶ, η ἀτελῆ λέγεσθαι, ἀμερῆ ὄντα, καὶ ἐκ μερῶν συγκειμένην οὐκ ἔχοντα τὴν οἰκείαν ὁλότητα· ἢ ὅλα τε καὶ τέλεια λεγόμενα, σύνθετα εἶναι ἐκ μερῶν, καὶ οὐκ ἔτι ἁπλᾶ· ὡς μηδὲν λοιπὸν τῶν ἐν ἁπλότητι τέλειον εἶναι, ἢ ὁλόκληρον φαίνεσθαι. Τούτου δὲ δοθέντος, καὶ καθ᾽ ὑμῶν ἔσται τὰ ὑμέτερα, μηδὲ αὐτῷ τῷ Θείῳ ἄνευ τῆς ἐκ μερῶν ὁλότητος, συγχωροῦντα τὴν ἁπλότητα· καὶ γὰρ ἀναγκαίως δεῖσθαι καὶ αὐτὸ συν θέσεως καὶ μερῶν πρὸς τελείωσιν καὶ ὁλότητα αύ τοῦ παριστάνοντα, θατέρου πάντως ἐκπεσεῖν εἴη βια ζόμενα, ἢ τοῦ ἁπλοῦ ἢ τοῦ τελείου, τότε τὸ ἀμερῶς ὑπερτέλειον Θεῖον ὅλον· ἀλλ' ἔστιν ἀληθῶς ὅλον, ε οὗτοι, κυρίως, τὸ κατὰ τὸν οἰκεῖον λόγον ἀπηρτισμένον, κἂν ἁπλοῦν εἴη καὶ ἀμερές, κἄν τε σύνθετου καὶ ἐμμερές· μόνον εἰ ἀνελλιπῶς ἔχειν τοὺς ἑαυτοῦ λόγους θεωρηθείη· ὅτι γὰρ ταῦτα οὕτως ἔχει, καὶ οὐκ ἐμποδίζει τῷ λόγῳ τοῦ ὅλου, τὸ ἀμερὲς εἶναι τὸ ὑποκείμενον, ἰδοὺ δὴ τέλειόν φαμεν καὶ ὅλον το εἶναι, καὶ τὸ σημεῖον, καὶ τὴν μονάδα, καὶ τὸ νῦν τοῦ χρόνου τὸ ἀμερὲς καὶ ἀκαριαίον, καὶ τὸ θεῖον, καὶ τὰ ἁπλᾶ πάντα· καὶ οὐχ ὅτι ἀνελλιπῶς τὰ οἰκεῖα μέρη ἔχουσι, διὰ τοῦτο τούτοις μαρτυροῦμεν τὴν ὁλότητα· προωμολόγηται γὰρ ἡμῖν ἡ τούτων ἀμέ ρεια· ἀλλ' ὅτι ὅλον ἔχουσι τῆς οἰκείας τοῦ εἴδους ἀμερείας τὸν λόγον σῶόν τε καὶ ἀπαράβλαπτον καὶ τέλειον, τούτων ἕκαστον, κατὰ τὴν ἰδίαν φύσιν, τοῦ είδους γνωριστήριον φέρουσι. Ταῦτα μὲν οὖν καὶ περὶ τὸ ὅλον δεικνύντα, ὡς καὶ ὅλον ὅλῳ συντίθεσθαι τι δυνατὸν, καὶ οὐκ ἐμμερές εἶναι τὸ λεγόμενον ὅλον, ἐκ τῆς συνθέσεως, ἀνάγκη. Ομοίως δὲ τοῖς εἰρημένοις περὶ τοῦ ἀμεροῦς, καὶ τὸ ἀπερίγραπτον ὅλον δέον εἶναι καὶ λέγεσθαι· τῷ λόγῳ γὰρ τοῦ ἀπεριγράπτου ὅλου μετὰ τῶν ἰδιωμά των πάντων τῆς ἀπεριγραψίας, τέλειον τοιόνδε ἐστίν ἐπεὶ οὐκ ἔσται ἄλλως ἀπερίγραπτον. Ε! γὰρ κατά τὴν σφῶν ὑπόθεσιν ἐκ τοῦ ἀνελλιπούς τῶν μερῶν τὸ ὅλον νοεῖται μόνως, ἐπεὶ ἀμερής ἐστι καὶ ἀπερίγραπτος ὁ Θεὸς, τὸ ὅλον οὐχ ἕξει· μὴ ἔχων δὲ τὸ ὅλον, εἰ καὶ συνθέσεως ἠλευθέρωται, ἀλλὰ ἀτελειότητα κατηγορηθήσεται· εἰ δὲ ὅλον τί ἐστι, καὶ συντίθεσθαι δύο καται· εἰ οὖν καὶ τὸ ἀπερίγραπτον αὐτοῦ ἔχει καὶ τὸ τοῦ ἀπεριγράπτου ἀνελλιπῶς, ὡς ἀπεριγράπτου μέν τοι, δύναιτο ὅσον τῷγε, καὶ ἐπὶ τῷδε, ὡς δοκεῖ τῇ ἀπο φάντει αὐτῶν· καὶ οὕτως συντίθεσθαι ὅλον τι ὂν, τῷ τῆς ἀπεριγραψίας λόγῳ καὶ ἀμερείας ἀπηρτισμένον. Ταῦτα δὲ ἡμῖν κατεξήτασται, διὰ τὸ τὴ ὀρθῶς εἰδή και ὑμᾶς τὸ όλον, ἀλλ' ἐπὶ σωμάτων μόνον, μᾶλλον
col. 1409–1410page 6 of 185
PG 86:1409δὲ ἐπὶ συνεχῶν πεσῶν μόνων παράθεσιν τοπικὴν μορίων τινῶν συναπτομένων, καὶ θέσιν ἐχόντων πρὸς ἄλληλα, τοῦτο λογιζομένων συνεστάναι. Ἐοίκατε δὲ, ὦ γεννάδαι, ἐκ τῆς ἄγαν κατ' αἴσθησιν σπουδαζομένης ὑμῖν φυσιολογίας, εἰς τοσήνδε τὴν ἀναισθησίαν κατασπασθῆναι. Ιδωμεν γὰρ καὶ ἀκριβέστερον ὅμως τὸ ἀπερίγραφον ὑμῖν πῶς λέγεται τῷ ἐμμερεί μή δυνατὸν εἶναι συντίθεσθαι· πρῶτον μὲν γὰρ τὸ ἀπερίγραπτον τι εἶναι, ἐπιπολαιότερον ἐκ τοπικῆς σχέσεως λέγεται· ἄρα οὖν καὶ τῇ κατὰ τόπον ἑνώσει παρεμποδὼν τὸ ἀπερίγραπτον· αὕτη δὲ παράθεσις ἐστι, καὶ οὐ σύνθεσις· εἰ μὲν οὖν τοιαύτην εἶναι καὶ τὴν ἕνωσιν τοῦ Λόγου πρὸς τὴν σάρκα οἴεσθε, ὅτι ὑπερεκτείνεται θατέρου τὸ ἕτερον συντιθέμενον τῶν δε, καὶ δέον ὡς τὰ διπλά καττύματα τῶν πεδίλων, τὰ οὕτως ἐνούμενα ἀλλήλοις καὶ παρατιθέμενα, μὴ θάτερον ἐξέχον ἀπαιωρεῖσθαι καὶ περιττεύειν θατέ ρου κατεύματος, πρόδηλοι οὖν κἀντεῦθεν γεγόνατε ὡς καὶ τὴν ἔνωσιν καὶ τὸ ἀπερίγραφον, οὐ θεοπρεπῶς, ἀλλὰ σώματος μεγέθει φαντάζεσθε, μυριόπηχύ τι ἢ ἁπλῶς ἀπειρόποσον κατὰ μορίων τινὰ θέσιν πρὸς ἕτερον Ελαττόν τι σῶμα συνάπτεσθαι λογιζόμενοι. Πλὴν οὐδὲ εἰ τοῦτο οἴεσθε, ἐκωλύετο ἂν αὐτῶν εἶναι παράθεσις καθ' ὑμᾶς. Ἐδώκατε γὰρ καὶ μέ ρους πρὸς ὅλον τί τινος γενέσθαι σύνθεσιν, ὥστε καὶ τοῦ βραχέος πρὸς τὸ μέγα ἐστὶ παράθεσις· εἰ δὲ εἴποιτε, Οὐχ ὅλον πρὸς μέρος αὕτη ἐστὶ ἡ παρά θεσις ὄντως, ἀλλ' ἐκ μέρους αὐτοῦ ὅλου πρὸς ὅλον τὸ μέρος, σκοπεῖτε ὅμως καὶ οὕτως· ὅτι ὧν τὰ μέρη περιγραπτά, τούτων καὶ τὸ ὅλον· ὥστε εἰ καὶ μὴ τῷδέ τινι τῷ ἐμμερεῖ, ἀλλ' ἑτέρῳ μείζονι, ἔχοι ἂν φύσιν παρατίθεσθαι, καὶ τὸ τοῦ παρατεθέντος θείου μέρους ὅλον, οὐδὲν ἄρα ἐκ τῆς τοπικῆς ἀπεριγραψίας, φύσει ἀπερίγραπτον δειχθήσεται. Ἐρωτητέον δὲ ὑμᾶς ἔτι· Τὸ ἀπερίγραφον τοῦτο, ἤγουν ὁ Θεὸς, περιγράφει τὸν κόσμον, ἢ οὐ; Εἰ μὲν γὰρ οὐ περιγράφει, οὔτε ἐν αὐτῷ ὁ κόσμος ἄρα, οὔτε ὄντως ἐλάττων αὐτοῦ ἀναγκαίως δειχθήσεται καὶ τ᾿ ἄλλα δὲ βλάσφημα έψονται. Εἰ δὲ περιγράφει, ἐπεὶ πᾶν ἐμμερες, είγε περιγράφεται, ἢ μέρος ὑπὸ μέρους, ἢ ὡς ὅλον ὑπὸ ὅλον, ἢ ὡς μέρος ὑπὸ ὅλου, ἢ ὡς ὅλον ὑπὸ μέρους, περιγράφεται· τοῖς γὰρ ὑμε τέροις χρησόμεθα· δέον πάντως ἐμμερῆ εἶναι καὶ τὸν Θεὸν τὸν περιγράφοντα τὸ περιγραφόμενον έμ μερές. Ταῦτα δὲ πάλιν πῶς λέγετε γίνεσθαι; Εἰ γὰρ ὡς σῶμά τι μείζον, τὸ ἔλαττον, καὶ ὡς οἱ τοὺς κανθάρους εἰς τὰς κηρίνας σφαίρας κατακλείοντες, οὕτω περιγράφει Θεὸς, τόπος ἐστὶ μόνον τῶν ἐν αὐτ τῷ, καὶ συνεχές τι ποσὸν ὁ Θεὸς, σῶμά τε σωμά των, καὶ ἐμμερὴς, καὶ σύνθετος, καὶ οὐ μόνον ἐλευθερούμενος συνθέσεως, ἀλλὰ καὶ ἀναγκαίως πεφυ κὼς ἐπιδέχεσθαι σύνθεσιν. Εἰ δὲ ταῦτα μετὰ πολλῆς τῆς βδελυρίας ἀνόητα, ἑτέρως περιγράφειν τὸν κά σμον λέγοιτ' ἂν ὁ Θεὸς, ἢ ὡς τα σώματα περιγράφουσι. Δεῖ γὰρ ἀληθῶς εἰπεῖν, ὅτι περιγράφει μὲν τα πάντα σώματα καὶ ἀσώματα, οὐχ ὡς σῶμα δέ ἀπεριγραφός τέ ἐστιν, οὐχ ὡς σῶμα μὴ ἔχων ὑφ' οὗ περιγραφείη μείζονος σώματος· καὶ ὡς ἐν κενῷ που
col. 1411–1412page 7 of 185
PG 86:1411τόπῳ τοῦ παντός, μέρη τινὰ τῶν αὐτοῦ παραιωρη μένος, ἀλλ' ὡς δυνάμει πᾶσαν φύσιν ὑπερεκπίπτων, καὶ παντὸς τόπου και χρόνου ὑπερεξαπλούμενος οὔτε γοῦν ἄρα συντιθέμενος ὡς σῶμα ἢ μεριστή τις φύσις συντεθήσεται, ἵνα ὡς μέρος ἢ ὅλον, μεριστὸς συγκείμενος λογισθήσεται· ἀλλ᾽ ἂν τρόπον οὐκ ἀναγ καίως αὐτῷ γέγονεν ὁ τοῦ σώματος λόγος καὶ τῆς έμμερείας εἰς τὸ περιγράφειν τὰ ἐμμερή, οὕτως οὐδὲ εἰς τὴν πρὸς ἄνθρωπον σύνθεσιν, τὴν τοιάνδε ὑπόνοιαν ἐπισύρεται. Αλλως γὰρ οὐδὲ μέγα οὕτως τῷ ἀπεριγράφῳ, εἰ οὐ χωρεῖται ὑπὸ τοῦ περιγραπτοῦ· καὶ σώματι γὰρ ἀπεριγράπτῳ ἔνεστι τόδε, ἤγουν τῷ οὐρανίῳ· ἀλλ᾽ εἰ καὶ ἐν τῷ μείονι καὶ περιγραπτῷ ὑπ' αὐτοῦ ἀκωλύτως ὅλος τε καὶ ἀπεριγράπτως δύναιτο χωρῆσαι ἐν οὐδενὶ στενοχωρούμενος, τοῦτο ἀληθῶς δυνάμεως φυσικῆς τὸ ἀπερίγραπτον οὐδενὶ βιαίῳ ἀποκλεισμένης καὶ περιγραφομένης ἐνεργεῖν ὁ βούλεται. Τοῦτο γὰρ ἐστι καὶ τὸ ὡς ἄγαν θαυμαστὸν εἰρημένον τῷ φήσαντι περὶ Χριστοῦ τοῦ κατὰ σάρκα, Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικώς. Κακῶς οὖν, τάλανες, ἀξιοῦτε καὶ ἐπὶ Θεοῦ πᾶν τὸ συντιθέμενον, ἢ ὡς μέρος ἢ ὡς ὅλον μεριστὸν δηλα δὴ συντίθεσθαι. Ηρχει μὲν οὖν καὶ μιᾶς μόνον τῶν ὑμετέρων προτάσεων ἔλεγχος πρός καθαίρεσιν παν τὸς ὑμῶν τοῦ ἐπιχειρήματος· εἴπερ ἑνὸς ἀτόπου δε θέντος, πάντα άτοπα ὡμολόγηται. Ἰδοὺ δὲ δι᾿ ὅλων ὑμῶν τῶν προτάσεων, εἰ καὶ μακρότερον τὸν ἔλεγ χον παρετείνα μεν, ψευδέστατον ὑμῶν τὸ συμπέρασμα δέδεικται τοῦ ὅλου συλλογισμοῦ. Ἐν μὲν γὰρ τῇ πρώτῃ, κακῶς ἡξιοῦτε πᾶν συντιθέμενον ὡς μέρος ἢ ὅλον μεριστὸν συντίθεσθαι· ἐλήλεγκται γὰρ οὐχ οὕτως ἔχοντα τὰ πράγματα, εἴπερ ἐκ μὴ ὄντων σύγκειται τόδε τὸ πᾶν θείᾳ βουλήσει συναρμοσθέν ἀλλὰ καὶ τὰ σώματα ἐκ ποιοῦ τε καὶ ποσοῦ κατα ηρτισμένα ἐστὶν οὐσιωδῶς· ὧν ἐν οὐδετέρῳ τὸ ὅλον ἢ μέρος πρὸ τῆς συνθέσεως αὐτῶν, λέγειν δυνατόν, διὰ τὰ ἀνωτέρω ἡμῖν εἰρημένα· ἡ δὲ δευτέρα ὑμῶν πρότασις ἐπλάνα φάσκουσα τὸ ὅλον ἐπὶ ἀμερῶν ἢ ἀπεριγράφων μὴ λέγεσθαι· καὶ ἐδείχθη τό τε ση μεῖον, καὶ ἡ μονάς, καὶ τὸ νῦν, καὶ ψυχὴ, καὶ τὰ ἁπλᾶ πάντα, καὶ τὸ θεῖον, ὅλα τε λέγεσθαι ἐν τοῖς καθ' ἑαυτὰ λόγοις, καὶ ἀμερῆ εἶναι, εἰ καὶ μὴ ὡσαύτως ἑκάστου ἐστὶν ἡ ἀμέρεια. Εἰ δὲ καὶ ἐδόθη ὑμῖν πάντα τὰ ἁπλὰ ἐξ ἀνάγκης, ἐπεὶ ἀμερῆ ἐστι, μήτε ὅλα λέγεσθαι, μήτε εἰς σύνο θεσιν ἔρχεσθαι πώποτε, ἡδέως ἂν πυθοίμην ὑμῶν Πῶς οὖν οὐκ ἐκ συνθέτων γενέσθαι τὰ ὄντα σύν θετα πάντα δοθείη; Καὶ ἐπ' ἄπειρον τὴν ἀνάβασιν ποιήσει, εἴπερ μὴ ἐξ ἁπλῶν ἐστι τὰ σύνθετα, διότι οὐκ ἐξ ἀμερῶν δύνανται εἶναι καθ' ὑμᾶς, τῶν πρώτ των συνθέτων, οὐκ οἶδα ὅθεν συντεθέντων, ἐὰν μὴ παρελθόντες ἡμῖν ὑποδείξητε. ᾿Αλλὰ καὶ τὸ ἀπερίγραφον τῷ λόγῳ τοῦ ἀπεριγράφου ὅλον εἶναι, ὥσπερ καὶ τὸ περιγραπτὸν τῷ λόγῳ τοῦ περιγραπτοῦ δέ
col. 1413–1414page 8 of 185
PG 86:1413δειχται· καὶ συντίθεσθαι οὖν δυνάμενον, είγε τοῦτο ὑμῖν δοκεῖ συνθέσεως εἶναι κωλυτικόν· καὶ ὅτι ὡς περιγράφειν τὸ ἐμμερὲς οὐκ ἐμποδίζεται τὸ ἀμε ρές, οὕτως οὐδὲ συντίθεσθαι, κατὰ τὸ ἑαυτῷ μέντοι οἰκεῖον, καὶ οὐκ ἐμμερῶς· οὐκοῦν καὶ μειρακίοις εὔδηλον τὸ ἀνίσχυρον τοῦ ὑμετέρου ἀσεβοῦς συμπεράσματος, τὸ λέγον· Οὐκ ἄρα συνετέθη ὁ Θεὸς Λό γος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ. Οὕτω μὲν οὖν ὡσεὶ χνούς κατὰ πρόσωπον ἀνέμου ἐξεχύθη καὶ διεσκορπίσθη πάντα ὑμῶν τὰ σοφίσματα, διὰ τὸ ἐν ἀπιστία συμ παγῆναι καὶ ἐν ἀγνοίᾳ τῆς δυνάμεως τοῦ θείου βου λήματος. ᾿Αλλ᾽, ὦ οὗτοι, εἰ καὶ μηδεὶς ἦν ὁ λόγος ὁ ἐλέγχων ὑμῶν τὴν ἀτοπίαν, ἄρα γε οὕτως ἐννοεῖν οὐ φρίττο μεν, ὅτι ὁ μὴ ὄντα τάδε τὰ ὄντα πάντα καὶ τὰς τοιάσδε αὐτῶν συνθέσεις ἐξευρὼν Θεὸς πάσας καὶ ποιήσας εἶναί τε αὐτὰ, καὶ τοιῶσδε εἶναι, οὐκ τού. νατο καινοτέραν τινὰ καὶ ἀναγκαιοτέραν σύνθεσιν παρὰ τὰς ἐγνωσμένας ἡμῖν ᾔδε προβάλλεσθαι, καὶ ἐφευρεῖν ἑαυτῷ, ὑπὲρ τῶν ὄντων ἑαυτὸν συνθεῖναι τῶν ὄντων τινὶ βουλόμενος, καὶ τὴν μήπω ἐντεταγμένην τοῖς οὖσιν ἐμφανίσαι; Πῶς οὖν, εἰ τοῦτο διαμ φιβάλλοιμεν, οὐχὶ καὶ τὰ λοιπὰ πάντα τῶν ὄντων, Εκ τινων προγεγονότων εἶναι, εἰκότως δοξάσομεν; Οὐ γὰρ ἦν οὔπω τις εγνωσμένη τινὶ σύνθεσις τῶν ὄντων· ὅτε κατ' ἀρχὰς Θεῷ ἐμηχανήθη. Καὶ ὅμως οὐδενὸς αὐτῶν πρώην ὄντος, ὕστερον ποιήσειν τὸν Θεὸν τὰ πάντα σύνθετα ὁμολογοῦμεν. Πότε δὲ καὶ ποῖ ἄλλος γέγονε κόσμος ἢ ἐπεφάνη τοιάσδε Χριστὸς τῷ κόσμῳ; Δῆλον οὖν, ὅτι ἐν ἀρχῇ τε καὶ ἐκ μὴ ὄντων, κατὰ τὴν τῶν Χριστιανῶν εὐσέβειαν καὶ κατὰ τὴν Ἑβραϊκὴν δόξαν, ποιεῖ ὁ Θεὸς ἃ βούλεται καὶ φύσεως γὰρ αὐτός Ποιητής ὤν, πῶς οὐ δύναιτο ἂν εἶναι καὶ τῶν φυσικῶν καινιστής αθεώρητος; ΚΕΦΑΛ. Β'. Π. Πᾶν οὖν συντιθέμενον ἑτέρῳ, περιγραπτόν ἐστι καὶ ἐμμερές, καθὼς ἐδιδάχθη ἀνωτέρω· πᾶν δὲ πες ριγραπτὸν καὶ ἐμμερές, έτε ροούσιόν ἐστι τῷ ἁπλῷ καὶ ἀπεριγράφῳ. Εἰ δὲ τοῦτο, οὐ συνετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ, ὁμοούσιος ὢν τῷ ἁπλῷ καὶ ἀπεριγράφω Πατρί ἢ συντεθεὶς, ἑτεροούσιός ἐστι τῷ ἁπλῷ καὶ ἀπεριγράφῳ Πατρὶ, ὅπερ ἀσεβές. Αλλ' ούχ, ὡς ἀπεφάνθη παρ' ὑμῶν, τῶν ὁτιοῦν συντιθέμενον ἑτέρῳ κατὰ τὴν οἰανοῦν σύνθεσιν, περιγραπτόν ἐστι καὶ ἐμμερὲς, ὡς ἀπεδείχθη ανωτέρω ἀληθῶς παρ' ἡμῶν, καὶ μάτην ἑαυτοὺς περὶ τῶν ἀβεβαίων πληροφορεῖτε. Ἐπὶ δὲ τοῖς ὡμολογημένοις κατασκευάζειν ἕτερά τινα πρὸς ἀπόδειξιν τῶν ὑμετέρων ἐπι χειροῦντες, ταυτὸν πεπόνθατε τοῖς οἰκοδομεῖν ἐν ἀέρι, ἢ παπύρω στηρίζεσθαι βουλομένοις. Ἐπεὶ οὖν τὰ ἐναντία μᾶλλον ὧν ὑπέθεσθε ἀποδέδεικται ἡμῖν, δῆλον ὅτι καὶ τὰ ἐναντία τοῖς ὑμετέροις συμπεράσμασι συναχθήσεται· εἰ γάρ τινι τῶν ἐναντίων ἕπε ται, καὶ τῷ ἐναντίῳ τοῦδε πάντως τὸ ἐναντίον ἕψεται. ΚΕΦΑΛ. Γ'. Παν ὁτιοῦν συντιθέμενον ἑτέρῳ, ἑτεροούσιόν ἐστι
col. 1415–1416page 9 of 185
PG 86:1415τῷ ἁπλῷ καὶ ἀπεριγράφῳ Πατρί· πᾶν δὲ ἑτεροούσιον τῷ ἁπλῶς καὶ ἀπεριγράφῳ Πατρὶ, οὐκ ἔστι κυ ρίως Υἱὸς τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρός· πᾶν ἄρα τὸ συντιθέμενον ἑτέρῳ, οὐκ ἔστι κυρίως Υἱὸς τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρός. Εἰ δὲ πᾶν συντιθέμενον ἑτέρῳ οὐκ ἔστι κυρίως Υις τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρός, οὐ συνετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ κυρίως υπάρχων Υἱὸς τοῦ Πατρός· ἡ συντεθείς, οὐ κυρίως υπάρχει τοῦ Πα τρὸς Υἱὸς ὁ Θεὸς Λόγος, ὅπερ ἀσεβές. Ταῖς ὑμετέραις πάλιν συμπεριαγόμενοι ταυτολογίαις, καὶ ἡμεῖς φαμεν· 'Αλλ', ὦ οὗτοι, οὐ πᾶν συντιθέμενον ἑτέρῳ, ἑτερούσιόν ἐστι τῷ ἁπλῷ καὶ ἀπεριγράφῳ Πατρί· καὶ πᾶς ὑμῶν καὶ ἡ παρὼν ἀναιρείται συλ λογισμός, τῆς πρώτης αὐτοῦ προτάσεως ανατραπεί ση; οὐδὲν γὰρ ἀκατάπτωτον μένει τοῦ οἰκοδομής ματος, των θεμελίων ἐκ βάθρων προανατετρ μ μένων. Οἱ δὲ παρ' ἑαυτοῖς καὶ μόνον φρόνιμα, πολ λάκις τοῖς ἀβεβαίοις ἐνισχυριζόμενοι, οὐδὲν ἕτερον δοκοῦσι ποιεῖν, ἢ ἐφ᾽ ὕδατος γράφειν, καὶ κατὰ πυ ρὸς ξαίνειν, καὶ εἰς ἀέρα δαίρειν. ΚΕΦΑΛ. Δ'. Πἂν ὁτιοῦν συντιθέμενον ἑτέρῳ, καταχρηστικῶς πως λέγεται, εἴπερ καὶ λέγεται Υἱὸς τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρός· πᾶν δὲ τὸ καταχρηστικώς πως λεγόμενον Υἱὸς τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρός, κυρίως κτίσμα τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρὸς ὑπάρχει. Πᾶν οὖν ἄρα συντιθέμενον ἑτέρῳ, κυρίως κτίσμα τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου Πατρός ὑπάρχει. Εἰ δὲ τοῦτο ᾖ, οὐ συνετέθη ὁ Θεὸς τῷ ἐξ ἡμῶν ἀνθρώπῳ, Κτίστης υπάρχων τοῦ παντὸς, καὶ οὐ κτίσμα τοῦ Πατρός· ἡ συντεθείς, κτίσμα ἐστὶ τοῦ ἁπλοῦ καὶ ἀπεριγράφου, καὶ οὐχ Υἱὸς κυρίως, ὅπερ ἀσεβές. Τοῖς ἀναποδείκτοις ὑμῶν ἀξιώμασιν ἀεὶ ἀντιτιθέναι καταφάσκουσι μὲν ἁπλῶς τινα τὴν ἀπόφασιν αὐτῶν· ἀποφάσκουσι δὲ τὴν κατάφασιν, κόπος μὲν οὐδεὶς τῷ ἀντιλέγοντι. Δέον δὲ ἦν ὑμᾶς, τὰ πρῶτα γενναίως προβάλλεσθαι, ἵνα μὴ τὰ δεύ τερα σαθρῶς ἐπιφέρητε· ἐπεὶ γὰρ ἐν τοῖς πρώτοις ἐκ ῥιζῶν ἀνατέτραπται τὰ ὑμέτερα, λῆρος ἂν δόξειε περὶ τῶν δευτέρων ἐπὶ πλεῖστον ὑμῖν ἀποκρίνασθαι, πάντων ὑμῶν τῶν μέχρι τοῦ παρόντος συλλογισμῶν, τῇ τοῦ πρώτου ὑμῶν ἐπιχειρήματος δυνά μει ἐπιστηριζομένων. "Αλλως δὲ ἑνὸς ὄντος μόνον γιοῦ ἀληθοῦς τὴ ἀπεριγράφης Πατρὶ τοῦ καὶ συν τεθέντος, πῶς ἔστι διὰ καθολικῆς ἀποφάσεως δε κνύειν, ὅτι οὐ συντίθενται οἱ κυρίως υἱοὶ τοῦ ἀπεριγράφου, ἢ διὰ καταφάσεως ὅτι πᾶς Υἱὸς τοῦ ἀπεριγράφου, κυρίως ὤν, καὶ ἀσύνθετός ἐστιν; Εἰ γὰρ καὶ τὰ ἰδικῶς ὄντα, ἐφ᾽ ὧν οὐκ ἔστιν εἶδος ἢ γένος, διὰ τῶν καθόλου δεικτέον· ἐπεὶ πᾶν σῶμα ἐν τόπῳ, καὶ ὁ οὐρανὸς ἄρα ἐν τόπῳ, καὶ τόδε ἐπ' ἄπειρον. Καὶ ἐπεὶ οὐδὲν ἄστρον ἡμεροφανές, οὐδὲ ὁ φωσφόρος, καίτοι κατὰ πλείους ὤφθη καιρούς. Καὶ ἐπεὶ οὐδεμία στιγμὴ ἐν τῷ μεσετατῳ πάντη τοῦ κύκλου, οὐδ᾽ ἄρα τὸ κέντρον· τίνα δὲ καὶ θέλοιεν ἔχειν λόγου σύνθεσις μετὰ υἱότητος ἀγχινουστάτου, εἴτε κυρία, είτε καταχρηστική; ποιὸν γὰρ ποιῷ, καὶ ποσὸν πα εῷ, καὶ ὁ ποσὶς κυρί, καὶ λίθος ξύλω συντιθέμε
col. 1417–1418page 10 of 185
PG 86:1417νος. Αρα διὰ τὸ καταχρηστικῶς εἶναι Υἱὸς τοῦ ἀπεριγράφου συνετέθη, ἢ οὐδὲ διὰ τὸ καταχρηστικῶς, οὐδὲ διὰ τὸ κυρίω;; εἰ δὲ δι᾿ οὐδὲν τούτων συντίθεται τινα, οὐδὲ διά τι τούτων ἀσύνθετα γκαίους τῇ συνθέσει λόγους. ΚΕΦΑΛ. Ε'. μεἶναι ἐν τ᾿ ὄν, ἀλλὰ δι᾿ ἑτέρους οἰκείους καὶ ἀνα Πᾶσα ουσία ἀπερίγραφο, πανταχοῦ, καὶ ἐν ἑκά στῳ καὶ ἐφ' ἑαυτῇ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ὑπάρ χει ἀπερινοήτως καθὸ οὐσία, ἐπεὶ τοῦτο ἴδιον ἀπεριγράφου· πᾶν δὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἐν πᾶσιν ὑπάρχον, ἀλλοίως καὶ ἀλλοίως οὐ δύναται εἶναι ἔν τινι καθὰ οὐσία· τὸ γὰρ ὡσαύτως ἀναι ρετικόν ἐστι τοῦ ἀλλοίως καὶ ἀλλοίως. Πᾶσα άρα οὐσία ἀπερίγραφος οὐ δύναται ἀλλοίως καὶ ἀλλοίως εἶναι ἔν τινι καθὸ οὐσία. Εἰ δὲ τοῦτο, ζητητέον, 'Αρα τὴν οὐσίαν τοῦ Θεοῦ Λόγου περιγραπτὴν εἶναί φα μεν, ἢ ἀπερίγραφο»; Καὶ εἰ μὲν περιγραπτὴν εἴ ποιμεν, πρόηλον τὸ βλάσφημον. Εἰ δὲ ἀπερίγραφον, ἢ πᾶσι σύγκειται ἡ οὐσία τοῦ Θεοῦ Λόγου, ἢ οὐδενὶ σύγκειται ἡ οὐσία τοῦ Θεοῦ Λόγου· ἀλλοίως γὰρ καὶ ἀλλοίως ἔν τινι οὐ δύναται εἶναι καθὸ οὐσία, ἐπεὶ καὶ ἀπερίγραφος· ὡμολόγηται δὲ ὅτι πᾶσιν οὐ σύγ κειται· οὐδὲ ἄρα τινὶ σύγκειται· καὶ ἀσεβοῦσιν οἱ λέγοντες συγκεῖσθαι τὴν οὐσίαν τοῦ Θεοῦ Λόγου τῇ ἐξ ἡμῶν εἰς οἰκείαν αὐτοῦ φανέρωσιν ληφθείσῃ σαρκί. Οντως ἐν ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός, καὶ ἐπιστρέφει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ· κατὰ γὰρ τὰ νῦν παρ' ὑμῶν εἰρη μένα, εἰ πανταχοῦ καὶ ἐν ἑκάστῳ, ἤγουν ἐν ἑνὶ καὶ παντὶ περιγραπτῷ, καὶ ἐφ' ἑαυτῇ ήγουν ἐν τῷ ἀπεριγράπτῳ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ὑπάρχει ἡ ἀπερίγραφος οὐσία· καὶ τοῦτο ἴδιον, ὥς φατε, ἀπεριγράφου οὐσίας, μὴ ἑτέρως εἶναι ἐν τῷ περιγραπτῷ καὶ ἑτέρως ἐν ἑαυτῇ, ήγουν ἐν τῷ ἀπεριγράπτῳ καὶ οὐ δύναται ἀλλοίως εἶναι ἐν οἷς ἐστιν, εἰ καὶ ἀλλοῖα εἰσιν ἐκεῖνα, καθὼς ἤδη ὑπέθεσθε· ἔν τε γὰρ τοῖς περιγραπτοῖς καὶ ἐν ἑαυτῇ ἀπεριγράπτῳ οὔσῃ ὁμοίω; ἐστὶ, πῶς διὰ τὸ ἀπερίγραπτον εἶναι, οὐ δυ νατὸν εἶναι αὐτὴν ἔν τινι περιγραπτῷ πρώην τε καὶ νῦν; Εσται γὰρ κατὰ τὸ ἀκόλουθον τοῖς ὑμετέροις, οὐδὲ ἐν ἑαυτῇ δυναμένη εἶναι, εἴπερ ὁμοίως ἔν τε ἑαυτῇ καὶ ἐν τοῖς παρ' αὐτήν ἐστιν· ἀνάγκη δὲ ἦν μᾶλλον, εἶχε ὁμοίως ἐστὶν ἐν πᾶσιν, ὡς καὶ ἐν ἑαυ τῇ, μηδὲν ἐμποδίζεσθαι τοῦ εἶναι αὐτὴν ἐν περι γραπτῷ, ἀλλ' ὡς ἐν ἀπεριγράπτῳ, καὶ ὡς ἐν ἑαυτῇ ἁπλῶς, οὕτω γε κατὰ τὰ ὑμέτερα, καὶ ἐν τῷ περί γραπτῷ εἶναι. Καὶ τοὐναντίον ὑμῖν ἀπεδείχθη ἤπερ βούλεσθε, ἐν τούτῳ τε καὶ τοῖς προλαβοῦσιν ἐπιχειρήμασι. τοῦ μὴ δυνατὸν εἶναι συντίθεσθαι περι γραπτῷ τὸ ἀπερίγραπτον. Εἰ δ᾽ οὖν διὰ τὸ μὴ ἀλλοίως καὶ ἀλλοίως ἐνεῖναι τισι δύνασθαι τὸ ἀπερίγραπτον, οὕτως ἐν Χριστῷ, ὡς καὶ ἐν πᾶσιν εἶναι αὐτὴν βιάζεσθε· ἄρα οὖν διὰ τὸ ὡσαύτως ἐμφαίνεσθαι, καὶ ἐφ' ἑαυτῇ, ὥς φατε, ὡς καὶ ἐν πᾶσιν, οὕτως ἔσται ἐν ὕδατι, καὶ λίθῳ, καὶ φυτῷ, καὶ μύρμηκι, καὶ ἰχθύϊ, καὶ ἵππῳ, καὶ ἀνθρώπῳ, καὶ ἀγγέλῳ, καὶ ἐν πᾶσιν ὡς ἐφ' ἑαυτῇ. Εἰ δὲ οὐχ᾽ ὁμοίως ἐφ᾽ ἑαυτῇ καὶ ἐν μύρμηκί ἐστι, λέλυται τὸ ὡσαύτως, καὶ ἔσται ἐν Χριστῷ παρα
col. 1419–1420page 11 of 185
PG 86:1419τοὺς ἄλλους τῶν ὄντων πάντας. Πρὸς δὲ τὸ λέγειν του ὑμᾶς, ἐπεὶ ὡμολόγηται ὅτι ἐν πᾶσιν οὐκ ἔστιν, οὐδ' ἄρα ἔν τινί ἐστι, τοὺς εἰπόντας ὅτι ἐν πᾶσιν ἐστὶν ὡς καὶ ἐφ' ἑαυτῇ, τοὐναντίον ἀκούσεσθε, ὅτι ἐπεὶ μᾶλλον τοῦδε ώμολόγητα, πᾶσιν ὅτι ἐν ἑαυτῇ ἐστι, σαφὲς ἂν εἴη, ὅτι Οὐκοῦν καὶ ἐν πᾶσιν ὄντως ἐστί· τὰ γὰρ ἐξ ὑμῶν φασιν ὅτι ἐν πᾶσιν ὁμοίως ἐστὶν, ὡς καὶ ἐν ἑαυτῇ. Η οὖν οὐδὲ ἐν ἑαυτῇ ἐστιν, ἀλλὰ παρ' ἑαυτήν τε καὶ ἑαυτῆς διακεκριμένη, ἢ ἐν ἑαυτῇ ἐστι καὶ ἔν τινι καὶ ἐν πᾶσίν ἐστιν· ὡς μηδεμίαν εἶναι ἢ ἐπινοεῖσθαι λοιπὸν μόνην, ἀλλὰ πᾶσαν τῷ άπεριγράφῳ μαρτυρεῖσθαι σύνθεσιν παρ' ὑμῶν τῶν βουλομένων ἀθετῆσαι τὴν ἀληθῶς τοῦ Λόγου πρὸς τὴν σάρκα, ὑπερένδοξον ἔνωσιν. ΚΕΦΑΛ. Τ. συμπάσχει τῷ σώματι οἰκείων ἐνεργειῶν ποτέ, μεθ' ὧν ἐνεργεῖ, βλαπτο Πᾶν ὁτιοῦν συντιθέμενον ἑτέρῳ εἰς τὸ ἀποτελέσει μίαν φύσιν ἢ καὶ ὑπόστασιν ζῶσαν, μέρος εὑρίσκεται ταύτης τῆς φύσεως ἢ καὶ ὑποστάσεως· πᾶν δὲ μέρος μιᾶς φύσεως ἢ καὶ ὑποστάσεως ζώσης, φυσικῇ ἀνάγκῃ συμπάσχει τῷ μέρει μεθ᾿ οὗ τὴν τοιάνδε φύσιν ἢ καὶ ὑπόστασιν ζῶσαν ἀπετέλεσε. Μὴ θέλουσα δὲ ἡ ψυχή, ὡς καὶ παύεσθαι τῶν τῶν τοῦ σώματος μελῶν, μένων· ὁμοίως καὶ τὸ σῶμα φυσικῇ ἀνάγκῃ συν τήκεται ταῖς λύπαις τῆς ψυχῆς καὶ ταῖς μερίμναις. Τὸν δὲ Θεὸν Λόγον ἀνάγκῃ λέγειν συμπεπονθέναι τῇ ἐξ ἡμῶν ἐμψύχῳ σαρκί, οὐ θέμις· οὐκ ἄρα συν ετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ εἰς μιᾶς φύσεως ἢ καὶ ὑποστάσεως σύστασιν. Εἰ δὲ συνετέθη, καὶ πέπονθεν ἀνάγκῃ, ὅπερ ἀσεβὲς, ἡδέως ἂν ὑμῶν πυθοίμην πρό γε ἁπάντων, εἰ ταὐτὸν φύσιν και ὑπόστασιν οἴεσθε καὶ ὑμεῖς, ὥσπερ καὶ οἱ φύσεως μιᾶς ὑπερμαχοῦντες. Εἰ γὰρ τοῦτο καὶ ὑμεῖς φατε, ἴδε ἀκονητὶ ἡμῖν φωραθήσεσθε σοφιζόμενοι, καὶ τὰ ἑτερώνυμα καὶ ἑτερόσημα διὰ προλήψεως των πολυωνύμων συσκιάζοντες· ἐλεγχθήσεσθε γὰρ τέως ἡμῖν ἐν τούτῳ. Πρῶτον μὲν κατὰ τὸν τριαδικὸν λόγον· εἰ γὰρ τὸ αὐτὸ ἐκδέχεσθε τάδε εἶναι, τρεῖς τὰς οὐσίας, ἢ μίαν οἴεσθε τὴν θείαν ὑπέστα σιν. Δεύτερον δὲ, ὅτι καὶ δύο φύσεις ἡμῶν λεγόντων, εἰσπράττετε ἡμᾶς δύο λέγειν καὶ ὑποστάσεις τοῦ Κυρίου ὡς οὐκ ἐντελῶς εἰρημένον πρὸς τὴν ὑμε τέραν δόξαν τοῦ διττοῦ τῆς φύσεως, ἐὰν μὴ πρόσεστι καὶ τὸ διπλοῦν τῆς ὑποστάσεως. Καὶ τὰ ἄλλα δὲ ὑμᾶς θριαμβεύσει τὰ περὶ τούτου ἐν τῷ ἰδίῳ εἰ ρημένα κεφαλαίῳ· ἐν ᾧ κοινῶς ὑμεῖς τε καὶ οἱ ἀπὸ Εὐτυχοῦς, τοῦτο ἡμῖν ἐσκαιωρήσατε λέγοντες, ὅτι φύσις καὶ ὑπόστασις ταυτὸν σημαίνει· “Η οὖν δύο καὶ τὰς ὑποστάσεις, ἢ μηδὲ τὰς φύσεις λέγοιτε. 'Αλλ' ἑτέρωσε μὲν τάδε ὑμῖν τε κἐκείνοις διήλεγκται. Εἰ δὲ τοῦτο νῦν αἰδεῖσθε λέγειν, καὶ ὡς ἕτερον λαμβάνετε εκάτερον· τοῦτο γὰρ δοκεῖ μαρτυρεῖν ὑμῖν ὁ καὶ σύνδεσμος, φασκόντων, Εἰς τὸ ἀποτελέσαι μίαν φύσιν ἢ καὶ ὑπόστασιν ζῶσαν· ἐπεὶ οὐκ εἰρήκατε μίαν φύσιν, εἴτουν ὑπόστασιν, ἀλλὰ προσθετικῷ τινι συνδέσμῳ καὶ τὸ ἕτερον ἐπης
col. 1421–1422page 12 of 185
PG 86:1421γάγετε, τοῦτο λέγειν έχοιμεν πρὸς ὑμᾶς, ὡς εἰ πρὸς τοὺς λέγοντας μίαν φύσιν ἐκ τῆς συνθέσεως ἀποτελεῖσθαι ἀπετείνεσθε μόνον διὰ τῶνδε, εἶχεν ἄν τι ὑμῖν τὸ ἐπιχείρημα. Ἐπειδὴ δὲ πρὸς τοὺς μίαν τὴν ὑπόστασιν, καὶ οὐ τὴν φύσιν, ἐκ τῆς συνθέσεω; ἡμᾶς ὁμολογοῦντας, τὸ αὐτὸ ἐγκαλεῖν ἀπηρυθριάσατε, πρῶτον μὲν, πῶς μέρος φατὲ τῆς ἐνουσίου ὑποστάσεως πᾶν τὸ συντιθέμενον εἰς τὸ ἀποτελέσαι αὐτὴν, ἀκούσωμεν τῆς γὰρ ὑποστάσεως ἡ ὑπογραφή, ἐξ ίδιο τήτων τινῶν παρὰ τὰ ὁμοουσία ἔν τινι επουσιωδῶν ἢ ἐπιουσιωδῶν καὶ συμβεβηκότων τινῶν, ἀχωρίστως ὄντων ἢ ἐπιγενομένων, συνίσταται. Οὔτε δὲ αἱ αὐτ σίαι τῶν συνθέτων μέρη τῶν ὑποστάσεών εἰσι· τῶν γὰρ οὐσιῶν, οὐσία: τὰ μέρη γίνονται, οὐ τῶν ὑπο στάσεων, οὐδὲ μὴν τῶν συμβεβηκότων τι τῶν γινο μένων, χωρὶς τῆς τοῦ ὑποκειμένου ἀναιρέσεως, ὡς μέρος ἔν τινι ὑποστάσει ὑπάρχει· ἀλλ' οὐδὲ αὐταὶ αἱ φυσικαὶ ἰδιότητες, ὡς μέρος εἰσὶ τῶν ὑποστάσεων ὧν εἰσιν οὐσιῶν, ἀλλὰ καὶ μερικοί λόγοι. Εἰ γὰρ μέρη αἱ ἰδιότητές εἰσι τῆς ὑποστάσεως, τὸ δὲ ὅλον συγγενές τοῖς ἑαυτοῦ μέρεσι καὶ ταυτόν, καὶ οὐδὲν γένος παρὰ πάντα αὐτοῦ τὰ μέρη, ἔσται καὶ τὸ ὅλον τῆς ὑποστάσεως, ἰδιότης καθόλου μόνον ἀνούσιος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐπεὶ πᾶσα ἰδιότης ἐστὶ τὸ ὅλον τῆς ὑποστάσεως, εἴπερ ιδιότης ἢ ἑτέρου τινὸς ἔσται ἰδιώτης· καὶ τοῦτο πάλιν ἐπ' ἄπειρον ζητητέον· ἢ οὐχ ἑτέρου οὖσα, οὐδὲ Ιδιότης ἔσται, οὐδὲ ὑπόστασις ἄρα. Οὐκ ἄρα οὖν οὐδὲ αἱ οὐσίαι, οὐδὲ τὰ συμβεβηκότα, οὐδὲ αἱ ἰδιό τητες αἱ οὐσιώδεις ὡς μέρη εἰσὶ τῆς ἐνουσίου ὑπου στάσεως· ἀλλ' ἐκ τῆς οὐσίας, περὶ τὴν οὐσίαν ἢ καὶ ἀλλαχόθεν ἐν αὐτῇ καὶ περὶ αὐτὴν, τινά ἐστι τάδε ἰδίως ἐν τῷδέ τινι θεωρούμενα. Πλὴν εἰ καὶ τοῦτο ὑμῖν συγχωρήσομεν (οὐ γὰρ σπουδαῖον περὶ τούτου νῦν ἀντιτάσσεσθαι, καὶ ὡς μέρος εἴη ἐν τῇ ὑποστάσει ἑαυτοῦ ὁ Θεὸς Λόγος), ἀκόλουθον ἔσται, μείζονα τῆς οὐσίας τῆς Θεότητος πάσης ἕκαστον τῶν τριῶν ἁγίων προσώπων ὡς ὅλον καὶ αὐτὸ νοεί σθαι. Καὶ οὕτω μὲν τόδε. Ἡ δευτέρα δὲ ὑμῶν πρότασις πάλιν, πῶς ἔχει τὸ βέβαιον, ὅτι πᾶν μέρος ὑποστάσεως λεγόμενον, συμπάσχειν τῷ ἑτέρῳ ἀνάγκη· καὶ τοῦτο ἀεὶ καὶ κατὰ πάντα ἀδιορίστως. Τῆς γὰρ τοῦ κόσμου ὑπο στάσεως καὶ φύσεως, ἵππος, καὶ γύψ· καὶ οὐ μονονοὺ συμπάσχει θατέρῳ θάτερον εἶδος, ἀλλὰ καὶ εὐσθένει τὸ γύπειον, ἵππων ἀναιρουμένων· τὸ δὲ λεόν τειον αὐτόθεν οὐδὲ ἔχει τὸ εἶναι, εἰ μὴ διὰ τῆς τοῦ βοείου τυχὸν καὶ τῶν τοιούτων ἐπιβουλῆς, ζωο φθόρον τι δν καὶ σαρκοφάγον. Τί δὲ ἂν εἴποι τις δρνι θας πεπονθέναι, εἰ νοσοῖεν αἱ τούτων ἐπίβουλοι ἀλώ πεκες; Τοὐναντίον γὰρ ἔστιν ἰδεῖν, ὡς ἑτέρου πάσχοντος μέρους τῶν ἐν τῷ κόσμῳ, ἕτερον εὐεκτεί καὶ ἑτέρου εὐθαλοῦντος,· ἕτερον δυσπραγεί. Αλλά καὶ τοῦ ἑνός τινος ἀνθρώπου κατά τινα διδάξαντα ἡμᾶς, κατὰ τὸ ἔξω διαφθειρομένου, ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Καὶ γὰρ τοῦ αὐτοῦ κατ' ἀριθμὸν ἑνὸς, τὸ μὲν πνεῦμα, κατὰ τῆς σαρκὸς ἐπιθυμεῖ· ἡ δὲ σὰρξ, κατὰ τοῦ πνεύματος· καὶ τὰ τοῦ ἑνὸς ὁμοφυῆ πάντη πλεῖστα δικα μέρη, ανα
col. 1423–1424page 13 of 185
PG 86:1423τίκεινται ἀλλήλοις· καὶ διὰ τῆς θατέρου τῶν μερῶν θλίψεως, τὸ ἕτερον εὐεκτεῖ· κατακλιθέντες γὰρ ἐπὶ δεξιὰν πλευράν, τὴν λαιὰν ἀνεπαύσαμεν· καὶ καμνούσης τῆς λαιᾶς χειρός, ἡ δεξιὰ διαναπαύεται. ᾿Αλλὰ καὶ ἐκ μιᾶς ὑποστάσεως τοῦδέ τινος, τηκομένης πιμελῆς, ἀδρύνονται αἱ σάρκες ἐν γυμνασίοις. Οστᾶ δὲ καὶ χόνδροι μαστιζομένου τοῦ δέρ ματος, οὐδὲν αἰσθάνονται, καίτοι ἐν τῷ αὐτῷ ὄντα ἑνὶ συνθέτῳ σώματι· τινὰ δὲ μόρια του σώματος πρώην καὶ ἀσθενοῦντα, ἑτέρων τοῦ αὐτοῦ σώματος μορίων παθόντων, οὐ μόνον οὐ συνεπάθησαν, ἀλλὰ καὶ ἀπηλλάγησαν τοῦ πρώην ἐνόντος αὐτοῖς πάθους ὡς ἔστι ἐπὶ τῶν κεφαλαλγούντων ἡ ὀφθαλμιώντων, εἰ ποδαλγήσαιεν, ἰδεῖν· καὶ ἐπὶ τῶν καιομένων τὴν χεῖρα διὰ τὰ ἐνστόμια πάθῃ· καὶ τὸ βρέγμα, λώσης χάριν. Εἰ γὰρ καὶ συμπαθείᾳ τινὶ γίνεται τάδε, ἀλλὰ τὸ ἑτέρου φθαρτικόν πάθος, ἑτέρου σωστικών φαίνεται· ὥσπερ καὶ ἐπὶ τῶν ζώων τῶν σαρκοφά των εἴρητο ἀρτίως. Πῦρ δὲ ὕδατι συντεθὲν εἰς μίαν σώματος φύσιν καὶ ὑπόστασιν, θαυμαστὸν εἰ συμπ πάσχει ὡς μέρος· καὶ οὐ μᾶλλον πλεονάζειν τε καὶ ἐπιτείνεσθαι λέγεται τῇ τοῦ ἀντιπάλου ἀμβλύτητε καὶ ἑνώσει. Εἰ δὲ οὐ τὰς οὐσίας αὐτὰς, ἢ τὰ μέρη τώνδε, λέγετε μέρη τῶν ὑποστάσεων, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν, πῶς οἷον ὅτι σιμότης γλαυκότητι ἢ φαλα κράτης ισχνότητι συμπέπονθε; πλεῖστον ἡμῖν καί τοι οὐ παίζουσιν, ἀλλὰ σπουδάζουσιν ἐξεγερεῖτε γέ λωτα οἱ δεινοί περὶ τὸ λέγειν καὶ τοῖς φυσικοῖς ἀεὶ πράγμασιν ἑπόμενοι· πῶς οὖν συμπάσχειν πᾶν μέρος ὑποστάσεως τῷ ἑτέρῳ συνεισάγετε ἁπλῶς; ἵνα λεγόντων ἡμῶν εἰς μίαν ὑπόστασιν συνεληλυθέναι τὸν Λόγον τῇ σαρκὶ, καὶ συμπάσχειν αὐτῇ τοῦτον κατὰ φύσιν ἀποδείξητε. Οὓς ἐχρῆν ἀληθῶς νοεῖν, ὡς τὰ ἐπιγινόμενα πάθη τῷ ἐκ διαφόρων συνθέτῳ, ὡς ἀνῆκεν ἑκάστῳ μέρει τῶν ἐν αὐτῷ, ἐγγίνεται· οὐ γὰρ ὡς τήκει τὸ πῦρ σάρκας, οὕτω καὶ ψυχήν. Εἰ οὖν εἴη τῶν συντεθέντων τι, καὶ πάντη ἀπαράδεκτον τοῦ κατὰ τοῦ συνθέτου φερομένου πάθους, δῆλον ὡς καὶ συγκείμενον τῷ παθητῷ, οὐ συμπείσεται. Οὐ γὰρ καὶ τὸ ἀμίαντον χόρτῳ συμφυρέν, καὶ καυθήσεται· οὐδὲ τὸ πῦρ τῷ σιδήρῳ συντυπτήσεται· ἅπερ καὶ δι' αἰσθήσεως, καὶ ἐν αἰσθητοῖς ὁρᾶται. Τί οὖν εἴποιμεν εἰκότως περὶ τῆς τῶν ἀϋλοτέρων καὶ μετὰ συμπλοκὴν φυλαττομένης Ο σαφοῦς ἀπαθείας, λογίσασθε· καὶ οὕτω μὲν τάδε. Τὸ δὲ ἕτερον, πανουργήσαντες οὐκ ἐλάθετε· οὐκ οἴδαμεν γὰρ ὅθεν τόδε κατασκευάσαντες, πλὴν τα σαν ἀκούσιον εἶναι τὴν συμπάθειαν θατέρου μέρους πρὸς θάτερον τῶν συντιθεμένων ἔφητε· ὅπερ καθ' εἱρμὸν ταῖς προλαβούσαις ἅμα προτάσεσιν ὑμῶν συμψεύδεται καθολικῶς λεγόμενον. Ἰδοὺ γὰρ παθη τικῶς τοῦ σώματος τοῖς ἥδουσι τῶν αἰσθητῶν ὑπο κειμένου, ἡ ψυχὴ ἑκουσίως συμπάσχει τὰ τοιαῦτα πάθη τῷ σώματι· ὅθεν καὶ ἐφίεται καὶ ἐπιτρέχει καὶ πάντα ποιεῖ πρὸς τοῦξιν τῶν καθ᾽ ἡδονὴν παθῶν ἐν τοῖς ἀσελγεστέροις. Τί οὖν ἀναγκαῖον ἢ πιθανὸν ἢ ψιλῶς ἐνδεχόμενον συναγαγόντες ἐξ ἀνάγκης λύειν, συμπεπονθέναι τὸν Θεὸν Λόγον τῇ ἐξ ἡμων ἐμε ψύχω σαρκὶ ἡμᾶς ἀποδείξετε, ὅπερ συνάγειν ἐξέ
col. 1425–1426page 14 of 185
PG 86:1425ξατε; Εξεστι γὰρ ὑμῖν τοῖς ὑμετέροις ἐπισκέπτουσι, καὶ εἰς τὰ νῦν παρ' ἡμῶν εἰρημένα βλέπουσι, συν αισθάνεσθαι τῆς ἀληθείας, καὶ εἰδέναι ὅτι πάσης μὲν ὑποστάσεως οὐ περιττευούσης φύσεσι, ἀλλὰ κατὰ μίαν τινά σύνθετον φύσιν ὑπαρχούσης ἐκ διαφόρων δυνάμεων, ἡ φυσική σύνθεσις οὖσα κατὰ πάντα, συμπάσχοντα τὰ φυσικὰ αὐτῆς μέρη δεί κνυσιν· εἰ δὲ ἐκ πλειόνων εἴη φύσεων ἢ ὑποστάσεων, κατὰ ἀναλογίαν τῆς ὁμοιότητος αὐτῶν πρὸς ἀλλήλας εἶναι ἀνάγκη καὶ τὰς συμπαθείας τῶνδε ἐν αὐτῇ μόνον καὶ γὰρ οὕτω καὶ τὰς ἑνώσεις αὐτῶν τὰς φυσικὰς ἔχει· οὐδὲν γὰρ πάντη ἄνευ τινός ταυτότητος καὶ συγγενείας, συνάπτεται ἑτέρῳ, οὐδὲ συμ πάσχει ἄρα, οὐδὲ ἐπὶ τῶν ἀψύχων. Αμέλει τοίνυν τὰ ἁπλὰ στοιχεῖα λεγόμενα, εἴτουν αἱ πρῶται ποιό τητες διὰ τοῦτο οὐκ εἰσὶν ἐν ὑπάρξει, καθ' αὐτὰ ὑφεστῶτα· ὅτι καὶ εἰ ἦσαν, ἄχρηστα ἂν ἦν εἰς τὴν κοσμικὴν τῶν σωμάτων σύνθεσιν· οὐ γὰρ ἦν αὐτοῖς πάντη διαφέρουσιν ἀλλήλων πῶς συνάπτεσθαι καθάπερ τῷ πυρὶ καὶ ὕδατι, καὶ γῇ καὶ ἀέρι, διὰ μιᾶς τῶν ἐν αὐτοῖς ποιοτήτων ἀλλήλοις κιρναμένων, ὅτε δέοι, καὶ διὰ τῆς ἑτέρας, εἰ δέοι, διακρινομένων. "Οθεν οὐδὲ πῦρ ὕδατι, οὐδὲ γῆ ἀέρι, ἀμέσως συντίθεται. Ομοίως δὲ καὶ ψυχῆς καὶ σώματος ἔστιν ἰδεῖν καὶ πάντων τὰς ἑνώσεις, ὑπὸ τοῦ δημιουργοῦ Λόγου τεταγμένας· ἔστι γάρ τις αὐτῷ πάντως γνωστή, ἡμᾶς δὲ πολλάκις λανθάνουσα, ἐν πᾶσι τοῖς κτιστοῖς, ὁμοίωσίς τε καὶ διαφορά. Ἐπεὶ οὖν οὐκ ἐξ ὁμοιώσεως καὶ συγγενείας φυσικῆς, Θεὸς σαρκί φυσικῶς ἥνωται, οὐδὲ συμπάσχει ἀνάγκῃ, ἐκ βουλήσεως δὲ ἀγαθῆς καὶ εὐεργετικῆς, κατ' εὐδοκίαν προσλα δόμενος αὐτήν. Ἵνα τε εἴη διὰ τῆς ὁμοιώσεως, βε βαία ἡ ἕνωσις αὐτοῦ πρὸς αὐτὴν, καὶ ἡ διὰ τῆς ἑνώσεως ἡμῖν εὐεργεσία, ἑαυτὸν τρέψαι κατ' αὐτὴν οὐ δυνάμενος· οὐδὲ μὴν πρὸς τὸν ἑαυτοῦ σκοπὸν ούτωσὶ χρησιμουργών, τουναντίον συναπαθίζει αυτ τὴν ἑαυτῷ, καὶ τρεπτὸν φύσει κατὰ τὴν κρείττονα τροπὴν καὶ φύσιν ἐφάπαξ, ήγουν εἰς τὴν ἰδίαν αὐτοῦ ἀτρεψίαν. Οὐ τρεπόμενος ὁ ἄτρεπτος τῇ φύσει, εἰς τὴν χείρονα φύσιν ἐξωμοιώθη αὐτῇ· καὶ σύνθεσιν φυσικὴν ἀϊδίως ἑαυτῷ μεμηχάνηται, ἀρχῆς μὲν τῆσδε γενομένης τῆς ἑνώσεως τῆς τοῦ ἀγαθοῦ βου λῆς καὶ εὐδοκίας· πέρατος δὲ καὶ ἀποτελέσματος, καὶ βεβαιώσεως τῆς ἀφομοιώσεως τῆς πρὸς αὐτὸν, τῆς συντεθείσης φύσεως σὺν αὐτῷ. Τῇ γὰρ ἐκ φυ σικῆς ἀγαθότητος εὐδοκίᾳ καὶ τοῖς τὴν φύσιν ἀν ομοίοις ὅλον ἑαυτὸν ἄκρᾳ τῇ ἀγαθότητι χαριζόμενος, ἐνοῦται νῦν ὁ κατ' ἀρχὰς τῆς κτίσεως καὶ αὐτῷ τῷ πάντη ἀντικειμένως ἔχοντι πρὸς αὐτὸν, τὸν ὄντα τῷ μὴ ὄντι ἑαυτόν πως, ὡς αὐτὸς οἶδε, συνάψας. Καὶ τὰ πῶς ὄντα, καὶ πότε πάντα ἑαυτῷ παραστήσας, νῦν δὲ προβιβάσας ἤδη εἰς τὸ εἶναι, καὶ εἰς τὸ ὑψηλότερον εἶναι αὐτὰ ἄγων, ἑαυτῷ ἐνυπέστησε πάντα ἐγκολπισάμενος καὶ περιπράξας ὁ ὢν ἑαυτῷ, ἵνα μηδὲν ἔτι τῶν ἰδίων διὰ τῆς φθορᾶς, εἰς τὸ μὴ ὂν πάλιν ἀνακάμψῃ· μένοι δὲ τὰ ὅλα σὺν τῷ ἀφθάρτῳ ἄφθαρτα, πάσης τῆς κτίσεως ἐλευθε
col. 1427–1428page 15 of 185
PG 86:1427στῷ. Διὰ γὰρ τῆς ἀπ' ἀρχῆς εὐθυ... τὰ ὁμοειδή τῇ ἀπαρχῇ, εἶτα καὶ τὰ συγγενῆ τούτοις πάντα καὶ πρὸς τὴν χρείαν τῆς καταλλήλου εὐφροσύνης τῶν ἐλευθερωθέντων πρώτως γενόμενα είδη, πλουτεί Θεὸν, καὶ ἔσται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Αρωθείσης ἀπὸ τῆς δουλείας τῆς φθορᾶς ἐν Χρισ ΚΕΦΑΛ. Ζ'. Πᾶν ὁτιοῦν συντιθέμενον ἑτέρῳ πρὸς μιᾶς φύσεως καὶ ὑποστάσεως ζώσης σύστασιν, μέρος δείκνυται τῆς ἀποτελεσθείσης φύσεως ἢ καὶ ὑποστάσεως· πᾶν δὲ μέρος φύσεως ἢ καὶ ὑποστάσεως ζώσης, δέεται πάντως τοῦ ᾧ συνετέθη μέρους, πρὸς εὐεργεσίαν ἰδίαν. Δέεται γὰρ ἡ ψυχὴ τοῦ σώματος, καὶ τὸ σῶμα τῆς ψυχῆς, θάτερον θατέρου οἰκείαν εὐεργεσίαν· ἡ μὲν πρὸς μάθησιν τῶν θείων ἐντολῶν καὶ εὐαρέστησιν θείαν, τὸ δὲ πρὸς τὴν ζωὴν μετ' αὐτῆς τῆς καὶ τῶν ὁρωμένων ἁπάντων κρείττονα τιμὴν ἔχειν. Τὸν δὲ Θεὸν Λόγον ὑπολαμβάνειν δέεσθαί τινος πρὸς οι κείαν εὐεργεσίαν, οὐ θέμις· οὐκ ἄρα συνετέθη τῷ ἐξ ἡμῶν ἀνθρώπῳ εἰς μιᾶς φύσεως ἢ ὑποστάσεως ζώσης σύστασιν. Εἰ δὲ συνετέθη, καὶ δέεται αὐτοῦ πρὸς οἰκείαν εὐεργεσίαν, ὅπερ ἀσεβές, ἐπεὶ τῆς αὐτῆς δυνάμεως, μᾶλλον δὲ ἀδυναμίας, τοῦ προειρημένου ὑμῖν συλλογισμοῦ, μᾶλλον δὲ παραλογισμοῦ, καὶ τὸ παρὸν ἐπιχείρημά ἐστι, δῆλον ὅτι καὶ τῆς ὁμοίας έλαχε καταπτώσεως· εἰ καὶ μετά τινος αυτο εκλογῆς λέξεων, ἐκ τῶν ἑπομένων τοῖς πρώτοις, τὰ δεύτερα εἰσηγάγετε, πλῆθος ἡμῖν καὶ εὐπορίαν ἐπιχειρημάτων ἐμφανίζοντες. Τὸ γὰρ συμπάσχον τινὶ ὁμολογουμένως, τούτῳ κατά τι πάντως καὶ συνήδεται· τοῦτο ἄρα καὶ δεῖται αὐτοῦ διὰ τὴν οἰκείαν ἡδονήν. Εἴπερ οὖν ἡ τεύξις τῆς τοιάσδε ἡδο νῆς εὐεργεσία τις τῷ ἡδομένῳ λελόγισται, τὸ αὐτὸ ἡμῖν ἔκ τε τῆς συμπαθείας πρώην, καὶ νῦν ἐκ τῆς εὐεργεσίας δι' ἀμφοτέρων τῶν ἐπιχειρημάτων ἠπορήσατε. ᾿Αλλ' ἐν μὲν τοῖς φθάσασιν, ἰδοὺ οὔτε μέρη εἶναι πάντως φυσικὰ τὰ συντιθέμενα εἰς ὑπόστασιν ἐδείκνυτο, οὔτε συντεθέντα πάντως καὶ συμπάσχειν οὔτε συμπάσχοντα, πάντως καὶ ἀκουσίως συμπάσχειν. Τίνος οὖν ἀκαταλύτου φυλαχθέντος ἐν τῷ πρώτῳ ὑμῶν ἐπιχειρήματι, πρὸς τὸ θάτερον ἐλθεῖν ἐτολμήσατε, οὐ φανερόν. Τὸ δὲ παράδειγμα τόδε τὸ παρ' ὑμῶν ὅτι πρὸς μάθησιν τῶν θείων ἐντολῶν καὶ εὐαρέστησιν δεῖται τοῦ σώματος ἡ ψυχή, πῶς ἄρα ὑμῖν εἴρηται; οὐδὲ γὰρ τοῦτο, καίτοι πως λέγεσθαι δυνάμενον, καλῶς ὑμεῖς προηγάγετε· καὶ γὰρ οὐ πρὸς τὴν μάθη σιν τῶν ἀληθῶν καὶ θείων, τοῦτό ἐστι τὸ ὁδηγοῦν καὶ συναιρόμενον τῇ ψυχῇ· ἀλλ' ἔστιν ὅτε καὶ τὰ μέγιστα παραβλάπτει, τὴν τῶν νοητῶν νοητὴν ἐπι σκιάζον θεωρίαν διὰ τῆς τῶν αἰσθητῶν φαντασίας περ καὶ συχνοτέρως προσπταίετε πάθει περὶ τῶν θεοπρεπῶν ἐρευνῶντές τινα μυστηρίων· ὅτι γὰρ τῶν
col. 1429–1430page 16 of 185
PG 86:1429ὑλικῶν καὶ σωματικῶν καὶ τῶν κατ' αἴσθησιν μαθήσεων λίθοι καὶ ξύλα καὶ ζῶα καὶ οὐρανὸς καὶ ἥλιος καὶ ὕδωρ καὶ πῦρ ἐστιν, ἐν οἷς ὁ ὄλισθος τῶν ἀσεβῶν καὶ εἰδωλολατρῶν, τῶν μηδὲν πλέον τῶν δρωμένων δοξασάντων εἰς θεοσέβειαν, γέγονεν εὔδηλος ἅπασι· καὶ ὅτι ἡ ψυχὴ οὐ πειθομένη τῇ διὰ τοῦ σώματος αἰσθήσει μόνῃ λόγῳ εύρε, καὶ οὐ δι' αἰσθήσεως τὸν ἀόρατον τοῦδε τοῦ παντὸς Δημιουργόν, καίτοι μὴ ἐφθέντα αἰσθήσει πώποτε, ἢ σωματικῶς ὄντα, ὅλως γνωστόν, οὐδὲ ὑμᾶς οἶμαι διαμφιβάλλειν. Πῶς δὲ καὶ τὸ ἐπιθυμοῦν κατὰ τοῦ πνεύματος, πρὸς μάθησιν τῶν θείων ἐντολῶν καὶ εὐαρέστησιν, συμβάλλεσθαι αὐτῷ εἴποιτε ἂν ὀρθῶς, εἰ μή τι ἄρα τοῖς τούτων ἐναντίοις τὸ Πνεῦμα συναίρεσθαι νομί ζετε, ἄδηλον. Ο δὲ λέγων, Τίς με ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, ἆρα τοῦ πρὸς μάτ θησιν τῶν θείων ἐντολῶν καὶ εὐαρέστησιν χρειώδους ῥυσθῆναι δυσωπεῖ; Καὶ πῶς ἐν ὁσίοις καὶ θεοδιδάκτοις καὶ φιλοθέοις οὗτος ἐπίσημος; Τί δὲ ἂν εἴποι μεν ἐκ τῆς καθημέραν περὶ τὰς σωματικὰς ἐπιμελείας ἡμῶν πνευματικῶν μαθήσεων καὶ πράξεων ἡμῖν ἀμβλυνομένων; Αλλ᾽ ἔστιν ἀληθῶς ἰδεῖν τὸ ἐναντίον. "Η βούλεσθε δεῖξαι κερδαίνουσαν την ψυ χὴν διὰ σώματος; Τῇ γὰρ πρὸς τοῦτο μάχῃ καὶ τῇ τούτου παιδείᾳ, μισθὸν ἑαυτῇ περιποιεῖται, μέχρι μόνον τοῦδε τῆς κατ' αὐτὸ φροντίδος ἀντεχομένη τοῦ μὴ ὀδυνοῦν αὐτὴν, τῶν ἰδίων ἐνεργειῶν ἐμποδίζειν, ἢ θνήσκον διὰ τὸ ὑπ' αὐτῆς ἀπρονόητον, αὐτονομίαν τῆς λύσεως τοῦ πρὸς αὐτὸ δεσμοῦ κατηγορεῖν. Διὸ δὴ καὶ ἐν σαρκὶ ζῶντες, μὴ κατὰ σάρκα περι πατεῖν προστεταγμεθα. ΚΕΦΑΛ. Η. Πᾶν ὁτιοῦν συντιθέμενον ἑτέρῳ ἑτεροουσίῳ εἰς μίαν φύσεως ἢ ὑποστάσεως σύστασιν, μέρος τῆς ἀποτελεσθείσης ἐξ αὐτῶν φύσεως δείκνυται· πᾶν δὲ μέρος ἑτεροούσιον μιᾶς φύσεως ἢ ὑποστάσεως, οὐ καλεῖται τῷ ὀνόματι ἐκείνου ᾧπερ σύγκειται· καὶ ἐπὶ τοῦ ἀνθρώπου γάρ, εἰ καὶ τὰ μέρη αὐτοῦ καλεῖται τῷ τοῦ ὅλου ὀνόματι μετά προσθήκης τινὸς τοῦ ἔσω καὶ ἔξω, ἢ οὐκ ἄνευ προσθήκης τοιᾶςδε· εἰ δὲ καὶ τὸ ὅλον ἀπὸ μέρους ποτὲ σημαίνεται, ἀλλ᾽ οὖν γε τὰ μέρη τῶν ἑτέρων μερῶν οὐκ ἠξίωται τῶν ὀνομάτων οὔτε γὰρ ψυχὴ σὰρξ καλεῖται, ούτε σαρξ ψυχή. Πάν ἄρα συντιθέμενον ἑτέρῳ ἑτεροουσίῳ εἰς μιᾶς φύσεως ἢ καὶ ὑποστάσεως σύστασιν, οὐκ ἠξίωται τοῦ ἑτέρου. μέρους τοῦ ὀνόματος. Εἰ δὲ τοῦτο, ἢ οὐ συνετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ, Υἱὸς ἀνθρώπου λεγόμενος, ἢ συντεθεὶς, οὔτε αὐτὸς λέγεται Υἱὸς ἀνθρώπου, οὐδὲ τὸ ἐξ ἡμῶν, Υἱὸς Θεοῦ, ὅπερ ἀσεβές. Νῦν ὥσπερ ἀμελήσαντες περὶ τῶν πραγμάτων ζητεῖν, εἰς τὴν περὶ τῶν κλήσεων έρευναν μετεχω ρήσατε, καὶ θαυμαστόν τι ἡμᾶς ἐδιδάξατε διὰ παν τὸς τοῦδε τοῦ ἐπιχειρήματος ὑμῶν, ὡς μᾶλλον ἂν λέγοιτο τῷ τοῦ ἑτέρου ὀνόματι τὸ πάντη αὐτοῦ κει
col. 1431–1432page 17 of 185
PG 86:1431χωρισμένον, ἢ τὸ κατά τι αὐτῷ συγκείμενον. Καίτοι ἡμῶν μηδὲ τοῦτο λεγόντων, ὡς ὁμοίως λέγεται, εἰ καὶ λέγοιτο θάτερον μέρος τοῦ συνθέτου τῷ τοῦ ἑτέρου ὀνόματι· ἴδωμεν δὲ καθεξῆς τὴν ὑμετέραν κατασκευήν. Λέγετε γάρ· Πᾶν ὁτιοῦν συντιθέμεν τον ἑτέρῳ ἑτεροουσίῳ εἰς μίαν φύσεως ἢ καὶ ὑποστάσεως σύστασιν, μέρος τῆς ἀποτελεσθεί. σης ἐξ αὐτῶν φύσεως δείκνυται. Εἴρηται μὲν οὖν ἡμῖν ἤδη ἐν τοῖς ἔμπροσθεν ὡς τὰ ἐκ συνθέσεως μίαν φύσιν ποιοῦντα, οὐχ ἡμῖν, τοῖς δὲ μίαν φύσιν τοῦ Κυρίου λέγουσι, προσαγάγοιτε ἂν εἰκότως. Τὰ δὲ ἐκ συνθέσεως, μίαν εἶναι τὴν ὑπόστασιν μόνον παριστάνοντα δέδεικται, ὡς οὐ κυρίως ἄν τις εἴποι μέρη ὑποστάσεως ιδιώματά τινα οὐσιῶν, εἰ καὶ μὴ ἄνευ τῶν ἰδίων οὐσιῶν ταῦτα θεωρεῖται· τούτων γὰρ ἡ ἄθροισις, μίαν παρέστησε τὴν ὑπόστασιν, καθ᾿ αὐτὰ χωρὶς τῶν φύσεων, οὔτε εἶναι, οὔτε ἀλλήλοις συνελθεῖν δυναμένων. Τῶν δὲ ὕπαρξις ή συνέλευσις ἰδικὴ οὐκ ἔστιν, ἅτε ἄλλοις παραπεμπομένων, πῶς ἂν τούτων ἰδία ὁλότης ἐπινοοῖτο; ἂν καὶ ἀμειβομένων, οὐχ ἅμα δὲ πάντων ἐν τοῖς ἀτό μοις, ἡ αὐτὴ κατ' ἀριθμὸν λέγεται εἶναι ὑπόστασις οὐδέποτε δὲ τὸ αὐτὸ κατ' ἀριθμὸν ὅλον ἀμειφθέντος τινὸς αὐτοῦ ἤ τινων μερῶν ὑποληπτέον. Εἰ δὲ μέρη τῆς ὑποστάσεως τὰς τῶν κατ' αὐτὴν Ιδιωμάτων φύσεις λέγετε, ἢ καὶ τὸ ὅλον ὁμοίως τοῖς μέρεσι φύσιν εἰδότες πᾶσαν ὑπόστασιν, φύσιν τινὰ κατὰ σύγχυσιν τῶν συν[τε]θεισῶν ἴστε φύσεων, καὶ ἐπεὶ γέννησιν ἑτέρας παρὰ τὰς ἐν τῇ ὑποστάσει συνελθούσας· ἢ οὐκ ὁμοίως τοῖς μέρεσιν ἑαυτοῦ, τὸ ὅλον τῆς ὑποστάσεως εἶναι λέγετε, είπερ οὐσίας τὰ μέρη, ἀνούσιον τόδε τι εἶναι νομίζετε, καὶ ἐκ συν θέσεως τῶν ἐνυπάρκτων συνάγετέ τι ἀνύπαρκτον μέσον γάρ τι οὐσιῶν καὶ ἀνουσίων οὐκ ἔστι. Εἰ δὲ μέρη τῆς ὑποστάσεως, τάς τε οὐσίας καὶ τὰ ἐνούσια ἰδιώματα αὐτῆς λέγετε, καὶ οὕτω πάλιν ἐπεὶ ἅμα καὶ ἐν ταυτῷ ουσιώδη τε εἶναι αὐτὴν καὶ ἀνούσιον οὐκ ἔστι, θατέρῳ τῶν μερῶν ἑαυτοῦ μόνον τὸ ὅλον αὐτῆς ὁμοιωθήσεται εἰκότως, καὶ τῷ ἑτέρῳ διενέ ξεται, καὶ ἔσται οὕτως πρῶτα μὲν ἕτερον ἀριθμητὸν ἐξ οὐσίας τε ἀπὸ μέρους δν, πῶς ἀνούσιον εἴη, ἄπορον· ἢ ἐκ συμβεβηκότος ἀπὸ μέρους ὄν, πῶς οὐσία τις εἴη, ἄδηλον. Πρὸς τῷ καὶ, εἰ τὰ ἐνούσια, ὥσπερ καὶ αἱ οὐσίαι, μέρη καὶ αὐτὰ τοῦ ὅλου ἐστὶν ἐν ταῖς οὐσίαις, τὰ μέρη τοῦ ὅλου ἐν μέρεσιν αὐτοῦ ὑπάρχειν ἐπ' ἄπειρον, καὶ οὐκ ἐν τῷ ὅλῳ ἁπλῶς θεωρεῖσθαι· ἔτι μὴν καὶ θατέρου μέρους, ήγουν τῆς οὐσίας φθαρέντος, ἐν τῷ ὅλῳ συμφθείρεσθαι καὶ τὰ ἕτερα ἀνάγκη, ήγουν τὰ ἐνούσια μέρη τὰ συμ βεβηκότα πάντα· οὐκοῦν καὶ τὸ ὅλον συναναιρεῖσθαι τῷδε τῷ ἑνὶ τῶν ἰδίων μερῶν. Τίς ἂν εὐλόγως εἴποι τὸ πάντων ἀτο πότερον; Εἴπερ γὰρ ἡ οὐσία μέρος, καὶ τὰ συμβεβηκότα μέρος· τούτων δὲ οὐδὲν πλεῖόν ἐστι τῷ ὅλῳ, ἐνούσια δὲ συμβεβηκότα, ἀναιρουμένης τῆς οὐ σίας, ήγουν τοῦ ἑνὸς μέρους τοῦ ὅλου, πάντα συν αναιρεῖται τὰ ἄλλα μέρη, καὶ τὸ ὅλον ἄρα ἐξ ἑνὸς μέρους τῶν ἑαυτοῦ ἀπόλλυται. Ποία οὖν ταῦτα μέρη καλεῖν ἠξιώσατε ὑποστάσεως πρὸς ἡμᾶς, είπερ μη δὲ αἱ οὐσίαι, μηδὲ τὰ φυσικὰ ἰδιώματα ή συμβεβη
col. 1433–1434page 18 of 185
PG 86:1433κότα ὡς μέρη εἰσὶν ἐν τῇ ὑποστάσει οὐ γὰρ τὸ ἔν τ:νι, πάντως καὶ ὡς μέρος ἐστὶν ἐν αὐτῷ· πολλαχῶς γὰρ τὰ ἔν τινι. Ετι μὴν εἰ πρὸς ἡμᾶς τοὺς εἰς μιᾶς ὑποστάσεως ἔνωσιν μόνον πιστεύοντας εἶναι τὴν σύνθεσιν τῶν φύσεων ἀντειρήκατε, πῶς, ὡς οἴεσθε, εὐφυῶς ἡμᾶς παρακρουόμενοι, φύσεως εἶναι μέρη τὰ συντεθέντα εἰς ὑπόστασιν ἀπεφήνασθε; Εἰ μὲν γὰρ ὡς ταυτὸν ειδότες φύσιν τε καὶ ὑπόστασιν τοῦτό φατε, ἤδη διὰ τῶν οἰκείως πρὸς τοῦτο εἰρημένων, ἤγουν τὸ μὴ ταυτὸν τάδε εἶναι, καταβέβλησθε. Εἰ δὲ ἕτερον οἶ μενοι φύσιν, καὶ ἕτερον ὑπόστασιν, ὅμως πᾶν τὸ συντιθέμενον εἴτε εἰς φύσεως ὁλότητα, εἴτε εἰς ὑπο στάσεως Λόγου σύστασιν οὐ γὰρ πᾶσα σύνθεσις καὶ συναγωγή φυσικῆς ὁλότητός ἐστι, μέρος δείκνυσθαι φύσεώς φατε, δῆλον ὅτι μέρη φύσεως τυχὴν ἀνθρωπείας ἴστε καὶ ξανθότητα καὶ λευκότητα καὶ γλαυκότητα· καὶ ταῦτα γὰρ ὑποστάσεως, εἰ καὶ μέρη φυσικά, ἀλλὰ μερικοί λόγοι τῶν ἐν αὐτῇ· ἔσται οὖν κατὰ φύσιν συγγενής, ή τε γύψος καὶ χρυσὸς καὶ θάλασσα τῷ ἀνθρωπείῳ εἴδει κατ' οὐσίαν, ἐκ μέρους ἔχοντα πρὸς αὐτὸν τὴν τοιαύτην ἐν τοῖς τοιούτοις οὐσιώδη ὁμοιότητα. Πλὴν οὐκ ἐν τούτοις μόνον ὑμῖν τὸ ἄτοπον, ἀλλ᾽ ὅτι καὶ εἴπατε ἁπλῶς, τὰ μέρη τοῦ ὅλου, τῶν ἑτέρων μερῶν τῶν σὺν αὐτοῖς ἐν τῷ ὅλῳ μὴ ἀξιοῦσθε τῶν ὀνομάτων· οὔτε γὰρ ψυχή ή σὰρξ καλεῖται, οὔτε ἡ ψυχή σάρξ. Καὶ μὴν τὸ ὅλον ἡ ἁγία Γραφὴ ἐκάλεσε σάρκα λέγουσα· Οὐ μὴ κα ταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διότι εἰσὶ σάρκες. Ἐν δὲ τῷ ὅλῳ, ἤγουν τῷ ἀνθρώπῳ, ὡς μέρος δηλονότι ἡ ψυχή ἐστι, μάλιστά τε αὐτὴ νῦν κατηγορεῖται γενέσθαι σάρξ. Ἡ γὰρ σὰρξ οὐδὲ ἐκ κακώσεως ἑαυτῆς γέγονε σάρξ, οὐδὲ ἐγκαλοῖτο ἂν ὑπὸ Θεοῦ ὅτι γέγονε σὰρξ οὕτως ὑπ' αὐτοῦ γενο μένη. Πῶς οὖν οὐκ ἠξίωται τοῦ ἑτέρου μέρους τοῦ ὀνό ματος, τὸ ἕτερον; καὶ τοῦτο Θεοῦ καλεῖν εἰωθότος τάδε. Καὶ ἦν μὲν εἰπεῖν ὅτι οὐχ ὁμοίως οὐδὲ φύσει λέγεται, είγε ὀρθῶς ἐξετάζειν ἡβούλεσθε· καὶ συνεφή σαμεν ἂν καὶ ἡμεῖς τοῦτο ὑμῖν· οὐδὲ γάρ φαμεν ὁμοίως Πατέρα τοῦ Λόγου καὶ τῆς σαρκὸς κατὰ φύσιν τὸν αὐτόν· ἢ ὁμοίως μητέρα τοῦ Λόγου καὶ τῆς σαρκὸς κατὰ φύσιν εἶναι τὴν αὐτὴν, ὅσον κατὰ τὸν τῆς φύσεως τρόπον καὶ λόγον. Αλλ' ίσμεν ὅτι τοῦ μὲν τῶν μερῶν, ὡς εἰπεῖν, ἐν Χριστῷ, κατὰ φύσιν· τοῦ δὲ κατὰ χάριν τὴν διὰ τῆς ἑνώσεως τῆς πρὸς τὸ κατὰ φύσιν, ὁ αὐτὸς εἰς Πατήρ ἐστι· καὶ ἑτέρως τοῦ μὲν κατὰ φύσιν, τοῦ δὲ κατὰ χάριν διὰ τῆς πρὸς τὸ κατὰ φύσιν ἑνώσεως, ἡ αὐτὴ μία μήτηρ ἐστί. Πλὴν τὸ συμπέρασμα τὸ ὑμέτερον φάσκον, ὅτι Ἢ οὖν οὐ συν ετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν, Υἱὸς ἀνθρώπου λεγόμενος, ὡς τῆς συνθέσεως καταργουμένης ὑπὸ τῆς κλήσεως· ἢ συντεθείς, οὔτε αὐτὸς λέγεται υἱὸς ἀν θρώπου, οὐδὲ τὸ ἐξ ὑμῶν Υἱὸς Θεοῦ, μάλιστά γε
col. 1435–1436page 19 of 185
PG 86:1435ὑμᾶς πλείστῃ περιπεσόντας ἀπροσεξία τῶν οἰκείων παρίστησι. Θαυμαστὸν γὰρ εἰ ὑμεῖς, Υἱὸν ἀνθρώπου τὸν αὐτὸν καὶ Θεὸν Λόγον φατέ· καὶ τὸ ἐξ ἡμῶν πάλιν ὑπάρχον, Υἱὸν Θεοῦ (ὅπερ καὶ μὴ δοξάζειν, ἀσεβὲς νῦν ἐκηρύξατε, εἰ τῶν ὑμετέρων ἐπαξειν ἐθέλοιτε), τὴν αὐτὴν ἑκατέραν ὀνομασίαν ἑκατέρῳ τῶν μερῶν προσάψαντες, σὺν ἀκροτάτῃ ματαία παν ουργίᾳ καὶ οὐκ ὀρθῇ τῇ διανοίᾳ· ἀλλ᾽ ἵνα φησὶ ἐκ τῆς ἀντιδόσεως τοῦ ὀνόματος δείξητε μὴ εἰς σύνθεσιν ὡς ὅλου ἥκειν τάδε τὰ ὡς μέρη συνελθόντα κατά τὴν προεκτεθεῖσαν ὑμῖν ἀλόγιστον ἀπόφασιν, ὅτι Τὸ συντιθέμενον εἰς μίαν ὑπόστασιν, οὐκ ἠξίω ται τῆς κλήσεως τοῦ συνόντος αὐτῷ μέρους ἠξίωται δὲ τῆς τε τοῦ Λόγου ἡ σάρξ, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Εἰ μὲν γὰρ ἀληθῶς, ὦ οὗτοι, ἠξίωται τοῦ ὀνόματος, οὐδὲ ζητεῖν δεῖ τι περὶ τῆς συνθέσεως· οἰκειωθὲν γὰρ δι' αὐτῆς θάτερον θατέρω κατά φύσιν, μετέσχε καὶ τῶν φυσι κῶν ὀνομάτων· εἰ δὲ οὐκ ἀληθῶς ὀνομάζεται, οὐδὲ ἀληθῶς, κατά γε ὑμᾶς, κεκώλυται τῆς συνθέσεως τῆς πρὸς ἄλληλα. Τοῦτο γοῦν αὐτὸ εἰ ὅλως ὑμᾶς ὁ Θεὸς ὁμολογεῖν κατανύξειεν, ὡς ὁ αὐτὸς Υιός τε Θεοῦ καὶ Υἱὸς ἀν θρώπου ἀληθῶς ὀνομάζεται, οὐδεμίαν ἔτι πρὸς ὑμᾶς ἀντίστασιν ποιούμεθα, ἀλλ' ὡς φίλους καὶ ἀδελφοὺς ἀσπασόμεθα· εἰ μέν τοι ἐν τῷ μὴ συγκεῖσθαι τὸν Θεὸν Λόγον τῷ ἀνθρώπῳ, ἐκ τούτου ὑμᾶς ἔχειν ἀκωλύτως φατὰ τὸ θάτερον ὀνομάζειν μέρος τῷ θατέρου ἐνόματι, τῶν ἀσυνθέτων καὶ διακεκριμένων· εἰ συντεθεῖεν γάρ, τῆς τοιαύτης μεταδόσεως τῶν ὀνομάτων ἄμφω τὰ συνελθόντα στηρίζεσθαι, δῆλον ὡς τοῦτο συνάγοιτε, ὅτι τὰ πάντα διακεκριμένα ταῖς ὁλότησιν αὐτῶν, καθ' ὅσον ἂν ἀλλήλων ἀφίστανται, τοσοῦτον μᾶλλον δύναιντ᾽ ἂν συνονομάζεσθαι τοῖς ἀλλήλων ὀνόματι· τὰ δὲ συνελθόντα καὶ συγκείμενα ταῖς φύσεσιν εἰς μίαν ὁλότητα τοῖς ὀνό μασιν ἀναγκαῖον μὴ συνάπτεσθαι. Οὗ τί ἂν εἴη γε λοιότερον, εἴ τις τῶν πραγμάτων νομίζει τὴν συν έλευσιν ποιεῖσθαι τὴν τῶν κατ' αὐτὰ ὀνομάτων διά κρισιν· τὴν δὲ διάκρισιν τῶν πραγμάτων, τὴν τῶν κατ' αὐτὰ ὀνομάτων συνέλευσιν Καίτοι τὰ ἐναντία ὁρῶμεν. Οτε γὰρ πυρὶ πυρωθεὶς ὁ σίδηρος ἑνωθῇ. δ τότε καὶ πῦρ ὀνομάζεται· καὶ ὅτε χρυσῷ ἡ κιβωτός προσπλασθῇ, χρυσῆ· καὶ ἐν τοῖς λοιποῖς δὲ ὁρῶμεν ὅτι ὁ ἐν τῷ λευκῷ λευκός. Καθ' ὑμᾶς δὲ ἔδει, ὅτε πυροῦταί τι, ὕδωρ μᾶλλον καλεῖσθαι· καὶ ὅτε τις σωφρονεῖ, τότε ἀκόλαστος λέγεσθαι· καὶ ὅτε ἀδικεῖ, δίκαιος· τότε γὰρ μᾶλλον διέστηκε τάδε τῶν ἑναν τίων αὐτοῖς· καίτοι πᾶν παρώνυμον, ἐκ μεταλήψεως καὶ ἑνώσεως τοῦ πράγματος, ἔσχε καὶ τούνομα. 'Αλλ' ὄντως ἐοίκατε τὸ τῶν ἐσχάτως νοσούντων τὴν παραφροσύνην πεπονθέναι, οἳ πολλάκις ἑαυτοὺς καὶ σφοδρῶς παίοντες οὐκ αἰσθάνονται. ΚΕΦΑΛ. Θ'. Πᾶν ὁτιοῦν συντιθέμενον ἑτέρῳ εἰς τὸ ἀποτελέσα ιἶαν φύσιν ἢ καὶ ὑπόστασιν, μέρος δείκνυται τῆς
col. 1437–1438page 20 of 185
PG 86:1437ἐν αὐτῷ ἀποτελουμένης μιᾶς φύσεως ἢ καὶ ὑποστά. σεως· πᾶν δὲ μέρος μιᾶς φύσεως ἢ καὶ ὑποστάσεως, οὐκ οἶδε πῶς, ἢ τοῦ, ἢ πότε συνετέθη τῷ περ συν ετέθη, μήτι γε μετὰ ταῦτα ἀμυδρώς πως μάθοι. Πᾶν ἄρα συντιθέμενον ἑτέρῳ, εἰς τὸ ἀποτελέσαι μίαν φύσιν ἢ καὶ ὑπόστασιν, οὐκ οἶδε πῶς ἢ τοῦ ἢ πότε συνετέθη τῷ ᾧπερ συνετέθη, μήτι γε μετὰ ταῦτα ἀμυδρῶς πως μάθοι· εἰ δὲ τοῦτο, ἢ οὐ συνετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ πάντα ἐπιστάμενος, καὶ μηδέποτε μηδὲν μανθάνων, ἢ συντεθείς, οὐκ οἶδε πῶς ἡνώθη τῷ ἡμῶν ἀνθρώπῳ, ὅπερ ἀσε βές. Ἡ μὲν πρώτη ὑμῶν καν τούτῳ τῷ ἐπιχειρήματι πρότασις, οἷά τις οὖσα τρόπις καὶ τοῦ πρώην καὶ τοῦ παρόντος συλλογισμοῦ ἤδη προκατέακται ἐν ταῖς προλαβούσαις ἡμῶν ὑπαντήσεσι. Πλὴν δεδόσθω καὶ οὕτως ἔχειν καθ᾽ ὑπόθεσιν, ὅτι καὶ μέρη εἰσὶ τὰ τῆς ὑποστάσεως συστατικά, καὶ οὐκ ἴσασι πῶς ἢ ποῦ ἢ πότε συνετέθησαν· ἀλλ᾽ ὦ οὗτοι, ὅλον τοῦτο οὐ νοήσειέ τις ἂν, κἂν εἰ μικρὸν μετέχοι λογικῆς φύσεως ἐμπύρευμα, ὅτι ταῦτα τότε συμβαίνειν ἀνάγκη. Ηνίκα δὲ ὡμολόγηται ὅτι ὁ αὐτός ἐστι τῆς συνθέσεως ποιητὴς ὁ συγκείμενος, πῶς ἂν ἀγνοήσεις τὴν ἑαυτοῦ σύνθεσιν, ὃς καὶ πάσης συνθέσεώς εστι ποιητής; Αλλως δὲ πάλιν εἰπεῖν πᾶν μέρος 8 τέτ λειον υπάρχει κατὰ γνῶσιν, προϋπάρχει τε τῆς οἱ κείας συνθέσεως, κἂν εἰ ὑφ' ἑτέρου συντίθεσθαι λέ γοιτο, δέον καὶ αὐτὸ πάντως εἰδέναι, ποῦ τε καὶ πῶς, καὶ πότε συνετέθη, είγε μὴ τῆς οἰκείας τελείας γνώσεως, ἢ μετὰ τὴν σύνθεσιν ἐξέστη, ἢ πρὸ συν θέσεως ἀπολέλειπται. Η οὖν οὐ τέλειος τὴν γνῶσιν ὁ Θεός Λόγος, ἢ οὐ προϋπάρχων τῆς συνθέσεως έαυ τοῦ καθ' ὑμᾶς ἔσται, ἢ πάντως τὴν ἰδίαν σύνθεσιν εἴσεται. Τί οὖν ἡμῖν ἡ ἀχυρμιὰ τῶν εἰρημένων ἀναγκαῖον ἐπάγεται, εἰς δεῖξιν ἀσφαλῆ τοῦ λέγειν, ὡς εἰ συνετέθη ὁ Θεὸς Λόγος, οὐκ οἶδε πῶς ἢ ποῦ Ανώθη τῷ ἐξ ἡμῶν ἀνθρώπῳ; ΚΕΦΑΛ. Ι. Εἰ σύνθετος ὁ Δεσπότης Χριστός, καθά φασι, μέσ ρος ὁ Θεὸς Λόγος, καθὰ βούλεται τῶν συνθέτων ὁ νέο μος· πᾶν δὲ μέρος, ἔλαττον κατά τι καθέστηκε τοῦ ἰδίου ὅλου· ἐλάττων ἄρα τινὸς κατά τι ὁ Θεὸς Λόγος οὐκ ἂν γὰρ εἴη μέρος, μὴ ἐλάττων ὢν τοῦ ὅλου. Εἰ δὲ τοῦτο, οὐδὲ Θεὸς ἀληθινὸς ὁ Θεὸς Λόγος· ἐπεὶ τὸν ] ἀληθινὸν Θεὸν, οὐδενὸς ἐλάττονα λέγειν δυνατόν ἀσύγκριτος γὰρ ὁ Θεὸς πάμπαν καὶ ἀπαράβλητος. Η γοῦν ὁμολογείτωσαν φανερῶς τὴν πρὸς τοὺς ἀλη θινὸν Θεὸν εἰδότας τὸν Θεὸν Λόγον ἐναντιότητα, ἢ παυσάσθωσαν σύνθετον ἡμῖν εἰσάγοντες οὐσίαν ἔκ τε τοῦ Θεοῦ Λόγου καὶ τῆς ἡμῶν σαρκὸς ἐμψύχου. Α' καθολικαὶ ὑμῶν καταφάσεις, καὶ αἱ ἐκ τούτων ἀπο δείξεις, ἀνόνητοι ὑμῖν ἀληθῶς νῦν ἀποδειχθήσονται δι᾽ ὧν γὰρ ἰσχύειν ἡγήσασθε, διὰ τούτων, προφητικῶς φαμεν ὑμῖν, ἡττηθήσεσθε· τὸ γὰρ καίριον ἡγνοής σατε περὶ ὅτου ὁ λόγος, οὐκ ἐπισκέψαντες αὐτοῦ τῇ φύσει. Οὐ γὰρ ἐπειδὴ πᾶν μέρος ἔλαττον τοῦ ὅλου καθέστηκε, διὰ τοῦτο καὶ ὁ Θεὸς ὡς μέρος θεωρούμενος τοῦ Λόγου καὶ τῆς σημασίας τοῦ ὅλου, της
col. 1439–1440page 21 of 185
PG 86:1439κατ' αὐτὸν συνθέσεως, ἐλάττων τοῦ ὡς ὅλου λεγομέ Α.Γ. νου κατ' αὐτὸν συνθέτου νομισθήσεται. Τουναντίον μὲν οὖν, ἐπεὶ πάντα τὰ ἄλλα τῶν ὄντων συντιθέμενα ὡς μέρη τε καὶ ἐλάττονα τοῦ οἰκείου ὅλου τε θεώρηται· Θεὸς δὲ οὐχ εἷς τῶν πάντων, ἀλλὰ περὶ πάντα, καὶ ὑπὲρ πάντα υπεροχικῶς ἔχει· ἀκολούθως οὐδὲ κατὰ πάντα τὰ ἄλλα τὸν λόγον ἔχοι συντεθεὶς· ἢ ὡς μέρος λογισθήσεται ὅλου τινός. Ἔστι γὰρ ὑμᾶς ἐπισκέπτειν, ὡς πᾶσαι αἱ καθ όλου τῶν προτάσεων ἀποφάνσεις τότε έχουσι τὸ ἀναγκαῖον εἰς ἀπόδειξιν, ἡνίκα τινὸς ταυτογενούς ἢ ταυτοειδοῦς τῶν ὑπὸ τὸν προσδιορισμὸν ὁ λόγος ζη τεῖται. Εἰς γὰρ τὴν τῶν ἑτεροειδῶν ἢ ἑτερογενών φύσιν, οὐδὲν ἔχοι ἂν λυσιτελοῦν εἰς ἀπόδειξιν οὐδὲ τὰ καθόλου ἀποφαντικά, είπερ μὴ συμπεριλαμβάνοι ὡς ὁμοειδὲς τὸ ζητούμενον· καὶ δείκνυσιν ἢ ὑποκείμενον ἢ παραβαῖνον τὸν λόγον τῶν ὁμοφυῶν αὐτοῦ. Οἷον εἰ περὶ Παύλου τοῦ ἀνθρώπου ζητοῖτο εἰ ζῶόν ἐστιν, ἡ καθ᾿ ὅλου κατάφασις τοῦ εἴδους φάσκουσα πάντα ἄνθρωπον ζῶον εἶναι χρησιμεύσοι ἂν πρὸς τὴν κατασκευὴν τοῦ ζητουμένου.. Ομοίως δὲ καὶ ἐξεταζομένου ἡμῖν εἰ Παῦλος οὗτος τὸ ζῶον οὐσία ἐστὶ, πρόσφορος εἴη ἂν ἡ καθόλου κατάφασις φάσκουσα Πᾶν ζῶον οὐσία. Εἰ δὲ ἑτερογενοῦς τινος ἢ ἑτεροειδοῦς ζήτησις πρόκειται, πᾶσαι αἱ καταφάσεις καὶ ἀποφάσεις, ὅσαι ἂν εἶεν μὴ περὶ τῶν ὁμοειδῶν ἢ ὁμογενῶν τόδε τι λέγουσαι, ἀργαὶ καὶ ἀνόνητοι καθ εστήκασι πρὸς τὸ ζητούμενον. Οἷον ζητουμένου εἰ οὐ λογικὸς ὁ Παῦλος, τοῦτό τις σπουδάζων ἀποδεικνύειν, ήγουν ὅτι οὐκ ἔστι λογικός, λέγοι, Πᾶς λίθος καὶ πᾶσα μέλανσις ἄλογος, οὐδὲν οὐδόλως τῷ προκειμένο συνήγαγεν· εἰκότως οὖν ἐπὶ τούτῳ γελασθήσεται καθ᾽ ὅλου μὲν καταφάσκων τινὸς τὸ ἄλογον, ἀλλ᾽ ἀνομοειδοῦς. Φάσκοντες οὖν καὶ ἡμεῖς, Πᾶν μέρος, ἔλαττον τοῦ οἰκείου ὅλου· εἰ μὲν πάντων τῶν μερῶν ὧν συντιθεμένων μεῖζον τὸ ὅλον γινώσκεται, καὶ τοῦτο τούτοις ὁμογενὲς καὶ ὁμοειδές φατε εἶναι τὸν Θεὸν Λόγον, καλῶς τὴν ἐκ τῆς καθόλου καταφάσεως ὁμοίαν αὐτῷ κατηγορίαν ἐπάγετε, ἵνα ὡς πάντα τὰ ὁμογενῆ καὶ ομοειδή μέρος γενόμενος, ὁμοίως ἔχειν καὶ αὐτὸς πρὸς τὸ οἰκεῖον ὅλον λογισθήσεται. Εἰ δὲ τοῦτο οὐ τολμήσετε τὸ ἄθεον ἀπερεύξασθαι, διὰ τὸ μὴ φέρειν τὸν λικμῶντα ὑμᾶς ἔλεγχον τῆς ἀσεβείας παραχρῆμα ὑμῖν ἐπισκήπτοντα, δῆλον ὅτι οὐκ εὐλόγως· ἐπεὶ ἐν τοῖς ἄλλοις πράγμασι φυσικοῖς, τοῦτο βλέπετε καθολικῶς, καὶ ἐν τῷ ὑπὲρ φύσιν καὶ παρὰ τὰ ἄλλα ὄντι τὸν λόγον Λόγῳ, τοῦτο ὀρθῶς φαίνεσθε. Αὐτόθεν δὲ οἱ διὰ τιμὴν προσποιούμενοι, τῆς συνθέσεως ἐλευ θεροῦν τὸ Θεῖον, ἤδη λίαν ἀθέσμως αὐτὸ ἡτιμάσατε, οἰόμενοι μηδὲν ἔχειν τὴν αὐτοῦ φύσιν ἐξαίρετον παρά τὰ λοιπὰ γνωστά· διὸ δύναιτο ἂν καθ' ὑμᾶς, ὁμοίους λόγους τοῖς πᾶσιν εἰσπραττόμενος καὶ πρὸς σύνθεσιν ήκειν καὶ αὐτὸς σὺν ἑτέρῳ. Καὶ τοῦ ὑμῶν αἱ προκείμεναι ἀπαγορεύσεις αὐτοῦ τῆς συνθέσεως, διὰ τὸ ἀσύγκριτον καὶ ἀπαράβλητον αὐτοῦ τῆς φύσεως παρὰ πάντα; Ἀλλὰ δῆλον, ὡς
col. 1441–1442page 22 of 185
PG 86:1441καὶ ἐφ' ὧν λέγοιτό τι ποιεῖν ἢ πάσχειν Θεὸς ὁ ὑπὲρ ἡμᾶς, οὐχ ὁμοίως ἡμῖν ἐν τοῖσδε θεωρεῖται, εἰ καὶ τοῖς αὐτοῖς ἡμῖν ὑποβάλοιτο λόγοις, τινῶν γινομένων κατ' οἰκονομίαν αὐτοῦ, εἰς σωτηρίαν ἡμῶν· διαφόρω γὰρ τρόπῳ ἀναλόγῳ τῆς ἰδίας φύσεως. Ωσπερ γὰρ καὶ γενναν ὁμοίως ἡμῖν λεγόμενος καὶ γεννᾶσθαι, οὐχ ὁμοτρόπως πάντη, ἀλλὰ καὶ ὑπὲρ ἡμᾶς· οὕτω καὶ συντιθέμενος, ἐν κρείττονι λόγῳ τῶν καθ' ἡμᾶς. Οὐδὲ γὰρ ἐν τοῖς φθαρτοῖς, εἰ καὶ λέγοιτο ἐπὶ πάντων σύνθεσις, ὁ αὐτὸς λόγος καὶ τρόπος ἐπὶ πάσης συν θέσεως, ἀλλ᾽ οἰκείως ἔχει ἐπὶ ἑκάστης φύσεως. Ὑμεῖς δὲ νῦν ὡς τῆς αὐτῆς ὄντα τὸν Θεὸν τοῖς κτι στοῖς οὐσίας, ὑπὸ τῶν αὐτῶν τὰ καὶ τούτοις συμβαίνοντα, καὶ αὐτῷ ἔπεσθαι νομίζετε. Μόνην οὖν ἔσται νοεῖν καθ᾽ ὑμᾶς φύσεως θείας μακαριότητα, την ἔκκλισίν τε καὶ παραίτησιν αὐτῆς τὴν ἀπὸ τῶν δο κούντων εὐτελεστέρων καὶ ταλαιπωροτέρων καὶ ἀτι μοτέρων διαθέσεων, οὐ τὴν κατὰ φύσιν καὶ ἰσχὺν οὐσιώδη τῶν τοιούτων υπεροχὴν καὶ ἐλευθερίαν, καὶ τὸ πρὸς τὰς τοιαύτας ταπεινώσεις οὐσιωδῶς ἀμέθο Εκτον καὶ ἀνυπόβλητον. Οὕτω δ' οὖν ὥρα ὑμᾶς καὶ τὸ ἀόρατον αὐτοῦ, μὴ ἐκ φύσεως, ἀλλ' ἐξ ἀποκρύψεώς τινος ἀντιφράττοντος αὐτῷ πρὸς πᾶσαν ὄψιν ὑποπτεύειν· καὶ τὸ ἄφθαρτον ἄρα τοῦδε, τῷ μὴ παρεμβαλεῖν, ἀλλ' ἀφεστηκέναι τῶν παρ' ἡμῖν φθαρτικῶν τόπων, καὶ ποιῶν παθῶν τε καὶ ἐνεργειῶν καὶ ἁπλῶς πάσης τῆς κατ' αὐτοῦ ἐπιβουλῆς· τοῦτο οὖν δέον ἐστὶ νοεῖν ὑμᾶς, τὸ καὶ μειρακίοις εὔδηλον, ὡς ὧν αἱ φύσεις διάφοροι, τούτων καὶ αἱ συνθέσεις· καὶ τὰ ταύταις παρεπόμενα, διάφορα. Πῶς οὖν, εἰ τὸ διάφορον τῆς θείας φύσεως μὴ ἀρνεῖσθε πρὸς ἡμᾶς, τὸ ὅμοιον τῆς συνθέσεως αὐτῆς ἀπο αιτεῖτε καθ' ἡμᾶς; Αλλ᾿ ὄντως τὸ οὕτως εὔκολου ὑμῶν εἰς ἀσέβειαν φρίξαντες, δεῖν ὑμᾶς ὑπομιμνήσκειν νομίζομεν, ὅτι γραμματικοῖς μὲν φά σκουσι σεσημειώσθαί τινα λέξιν ἐν τοῖς ἰδίοις καθολικοῖς κανότι, παραχωροῦμεν καὶ ἀνεχόμεθα, μὴ προτιθέντες τῆς χρήσεως τὸν κανόνα· προτέρα γάρ αὕτη· καὶ γὰρ ὁ κανὼν τῆς ἀναλογίας, ἐκ τῆς χρή σεως εὕρηται αὐτοῖς· καὶ οὐχ ἡ χρῆσις, ἐκ τοῦ κανό νος είληπται· καὶ βασιλεῖ τοὺς νόμους υποτάττομεν, οὐ τοῖς νόμοις τὸν βασιλέα. Τὸν δὲ Θεὸν τὸν πρὸ πά σης τε κτίσεως, καὶ πάσης συνθέσεως εὑρετήν, οὕτως ἀξιοῦμεν μὴ δύνασθαι παρὰ τοὺς πάλαι ταύ της νόμους βουληθέντα συντίθεσθαι, ἢ καινότερόν τι καὶ ἰδικώτερον, τῇ κατ' αὐτὸν συνθέσει νομοθετείν; Καὶ πῶς ταῦτα πάλιν οὐκ εἰς τὴν προειρημένην ὑμᾶς ἀποκλείουσιν ἀθεΐαν; Τοῦ μηδὲ ἐκ μὴ ἐν τωνοῦν ποιητὴν εἶναι δοξάζειν τὸν τοῦ παντὸς Δημι ωργὸν τὸν καὶ σαρκωθέντα Λόγον ἀκαταλήπτως. Τί δὲ καὶ μόνῳ τούτῳ τῆς θεοπρεπούς συνθέσεως ἐπεσκέψατε τῷ θαυμαστῷ, εἰ ἄρα μηδενὶ τῶν ὑπὲρ λόγον καὶ φύσιν ἡμετέραν πιστεύετε; Καὶ γὰρ καὶ ἄλλους ὑμῖν λόγους παραδοξοτέρους κηρύττομεν κατὰ τήνδε καὶ περὶ τῆσδε τῆς ὑπὲρ φύσιν θείας ενώ σεω;· καὶ γὰρ καὶ ἄσπορον σύλληψιν φάμεν τοῦ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃν εἰ καὶ ἄνθρωπον οἷς σὺς εἶναι ψιλόν, πολλῷ μᾶλλον ἀπιστότερον ἔσται φυσικῷ γὰρ λόγῳ, τίς ἀνθρώπων ἀσπόρως συνελήφθη πώποτε;
col. 1443–1444page 23 of 185
PG 86:1443Τί οὖν εἴποιτε; Ἐπεὶ μὴ φύσει τόδε δυνατό οὐδὲ ὑπὸ Θεοῦ γεγονέναι δύναται; Η δεῖ τούναντίον εὐσεβῶς ἐννοήσαντας ἰδεῖν, ὅτι, εἰ τῶν γινομένων φύσει ἦν, οὐδ' ἂν Θεοῦ ἐνέργεια, ἀλλὰ φύσεως ἦν, καὶ ἐκ ταύτης ἐγεγόνει τὸ γινόμενον; 'Ηνίκα δὲ θείας ἀμέσως φύσεως γένοιτο ἐπινοίᾳ τὸ γινόμενον, οὐχ ἐκ προϋπάρξεως, ἀλλ᾽ ἐκ μὴ ὄντος, νεωστὶ τοῖς οὔτ σι συντάττεται καὶ συνομολογεῖται. Καὶ οὐ δέον ἐκ τῶν πάλαι ἐγνωσμένων, τοὺς λόγους καὶ τὴν δό ξαν ζητεῖν τῶν παραδόξων, ἅπαξ μὴ ἀρνουμένους ὅτι ἔστι τι καὶ παράδοξον γίνεσθαι ὑπὸ Θεοῦ· νό μοι γὰρ φύσεως καταλύονται βαστα τῷ νομοθέτη ἐν καιρῷ. Εἰ γὰρ μὴ οὕτως ταῦτα καταδέχεσθε, ὥρα ὑμᾶς, μηδὲ τὴν ἐκ παρθένου μήτρας προέλευσιν προσίεσθαι ούτινοσοῦν σώματος, κἂν ὡς βούλεσθε ἀνθρώπου ψιλοῦ τις εἶναι λέγοι τὴν γέννησιν τὴν ἀπ' αὐτῆς. Πᾶν γὰρ σῶμα διὰ σώματος χωροῦν, θά τερον δείξει διαιρεθέν· ἀλλ' οὐδὲ ἀβρόχῳ ποδὶ πεζεύειν ἐπὶ θαλάσσης ἀνδρεῖον σῶμα ἔχοι λόγον, ἐπεὶ μηδὲ φυσικὴν πιθανότητα· τὰ γὰρ κουφότερα τοῖς βαρυτέροις, οὐ τὰ βαρύτερα τοῖς κουφοτέροις ἐπινήχεται σώμασιν. Ἀλλ᾿ οὐδὲ ὑπὸ πηλοῦ καὶ πτυέλου ὀφθαλμούς διαπεπλάσθαι ποτέ, καὶ πρὸς τὴν παρα χρῆμα ὁρατικὴν ἐνέργειαν απαρτίζεσθαι τοῦ ἐκ γε νετῆς τυφλοῦ, οὐδὲ νεκροὺς ἐκ τάφου ἀνίστασθαι, οὔτε δέ τινα τῶν ἄλλων ὁμοίων θαυματουργιῶν δύο ναμιν τοῦ Χριστοῦ ἢ τῶν ἁγίων ὁμολογεῖν ἔστιν, ἐπεὶ μὴ τοῖς φυσικοῖς λόγοις προεγνωσμένην έχουσι τῆς αἰτίας τὴν ἀπόδειξιν. Οὐκοῦν, οὐκ ἐκ τοῦ συν τεθῆναι ήδη ευλόγως τῆς θείας τελειότητος με ρικὴν ἀτέλειαν κατηγορήσετε· ὁ γὰρ ὡς μέρος λεγό μενος τοῦδε τοῦ ὅλου συνθέτου Θεὸς ἅπαξ νοού μενος, ὡς ὅλον τι μεῖζον ἔχειν ἑαυτοῦ ὡς μέρους, οὐ νοηθήσεται· τῶν τῆς φύσεως αὐτοῦ ἀκολούθων λόγων νικώντων, καὶ τοὺς τῆς συνθέσεως αὐτοῦ. Εἰ γὰρ καὶ τῆς συνθέσεως τῆς θείας ὁ λόγος ἀπὸ αιτεῖ, μεῖζον εἶναι τοῦ μέρους τὸ ἴδιον ὅλον, ἀλλὰ τῆς φύσεως τῆς θείας ἀπαιτεῖ λόγος, μηδὲν αὐτῆς μεῖζον ἐπινοεῖσθαι· τῶν δύο οὖν ἐναντίων λόγων, τίς μᾶλλον τῷ ἑτέρῳ ἀνατραπήσεται; Εἰ μὲν οὖν τῇ φύσει συναναιρεῖται ἡ σύνθεσις, οὐ συναναιρεῖ δὲ, πῶς οὐ δέον τῇ φύσει παραχωρεῖν τὴν σύνθεσιν; Εἰ δὲ μὴ οὕτως ἔχει, δῆλον ὡς δέον κρατεῖν ὑπὲρ τὴν φύσιν τὴν σύνθεσιν. Φανερὸν οὖν ἐκ τῶν ἀποδ δειγμένων πάντων, ὡς καὶ μέρος ὁ ἄγος, οὐ μετὰ μερικῆς ἀτελείας λέγεται· καὶ συντιθέμενος, οὐ καθώς φατε τῷ νόμῳ τῶν συνθέτων οὐσιῶν τῶν παρ' αὐτῶν ὑποβάλλεται· οὔτε ἔλαττον τοῦ λεγομένου ὅλου, κατά τινα τρόπον σημασίας τοῦ συνθέτου ἢ κατὰ τὴν τῶν κτιστῶν σμικρότητα καὶ σχέσιν φυ σικήν, τὴν ἑαυτοῦ ἄκτιστον ουσιώδη τελειότητα ἐπιδείκνυται. Οὐκ ἔλαττον οὖν ἄρα τινὸς ἢ κατά τι ὁ Θεὸς Λόγος, οὐδὲ συντιθέμενος, οὐδὲ ἀσύνθετος καὶ οἴχεται ὑμῶν καπνοῦ δίκην διαλυθέντα τὰ ἄλυτα, ὡς οἴεσθε, καὶ δυσκαταγώνιστα σοφίσματα. Πλήν καὶ τούτων οὕτως ἐχόντων, ἡμεῖς σύνθετον μὲν κατ' ουσίαν τὴν αὐτοῦ πρὸς τὴν ἡμετέραν οὐσίαν φαμὲν τὸν Λόγον· καὶ ὡς μέρος τοῦ συνθέτου ὅλου Χριστοῦ διαστέλλομεν· σύνθετον δὲ οὐσίαν, ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς ἡμετέρας, οὐ φαμέν ποτε, μὴ γένοιτο.
col. 1445–1446page 24 of 185
PG 86:1445ΚΕΦΑΛ. ΙΔ'. Πᾶσα μία φύσις ἢ καὶ ὑπόστασις συγκειμένη ἐκ μερῶν ἑτεροουσίων, ἔχει τινὰς ἐνεργείας, ἃς οὐδ᾽ ὁπότερον, ἐξ ὧν συνέστηκε, δύναται καθ' ἑαυτὸ καὶ χωρὶς τῆς τοῦ ἑτέρου ἐνεργείας εκτελέσαι τινὶ τρόπῳ ποτέ. Οἷον ψυχὴ καὶ σῶμα, δέονται ἀλλήλων εἰς τὸ καταρτίσαι πλεῖον, οἰκοδομήσαι οἶκον, ὑφᾶναι χιτῶνα, καὶ εἴ τι τοιοῦτον· ὅπερ, ὡς εἶπον, ἀδύνατον ἑνὶ αὐτῶν χωρὶς τῆς θατέρου συνεργίας ἐκτελέσαι, δι' οὐδήποτε τρόπου. Εἰ τοίνυν μία φύσις, ἢ μία ὑπόστασις ἀπετελέσθη ἐκ συνθέσεως, ὥς φασι, τῆς τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἐξ ἡμῶν ἄνθρωπον, εἰσί τινες ἐνέργειαι τῆς τοιάσδε φύσεως καὶ ὑποστάσεως, ᾶς ὁ Θεὸς Λόγος καθ' ἑαυτὸν οὐκ ἠδύνατο πληρῶσαι τινι τρόπῳ (τὸ δὲ μὴ δύνασθαι, διχῶς λέγεται παρά τῇ θείᾳ Γραφῇ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ· ἢ ὡς ἀδύ νατον τὸν Θεὸν ψεύσασθαι, διὰ τὸ ἀπερίγραπτον ἢ ὡς δῶρά τε καὶ θυσία μὴ δυνάμενα κατά συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, διὰ τὸ ἀσθενὲς καὶ ἀνέφικτον οἰασοῦν ἐνεργείας, εἰ δώσουσιν), ἃς οὐ δυνάμενος ὁ Θεὸς Λόγος πληρῶσαι καθ᾽ αὑτὸν, τῇ τοῦ ἀνθρώπου ἐνεργείᾳ ἐξετέλεσεν. Ἢ ἀσθενῆ δεικνύουσι τὸν Θεὸν Λόγον, ἢ πεπραχότα τὰ ἀπρεπή. Καὶ εἰ μὲν τὸ πρῶτον, ἔτι καὶ νῦν ὁ Πατὴρ ἀτονεῖ πρὸς τὴν ἀποπλήρωσιν τῶν τοιῶνος ἐνεργειῶν, μὴ συγκείμενος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ· καὶ κατὰ τοῦτο, μείς ζων ὁ Υἱὸς τοῦ Πατρὸς, ὅπερ ἀσεβές· εἰ δὲ τὸ δεύτ τερον, πρόδηλον τὸ βλάσφημον· ὁ Θεὸς γὰρ οὐδὲν τῶν ἀπρεπῶν διαπράττεται, οὔτε καθ᾿ ἑαυτὸν, οὔτε μεθ' ἑτέρου. Εἰ δὲ οὐδέτερον δοῦναι ὅσιον, οὐδὲ ἄρα οὐδὲ ἡ σύνθεσις γεγένηται τοῦ Θεοῦ Λόγου καὶ τοῦ ἐξ ἡμῶν ἀνθρώπου. Ομοιόν τι πεπονθέναι ἡμῖν δοκεῖτε τοῖς ἀφυῶς ἐν ταῖς τοξείαις τῶν σκοπῶν ὑπερακοντίζουσι, καὶ ἀτεχνίαν μᾶλλον ἤπερ ευστοχίαν ἐπιδεικνυμένοις, τῷ μὴ εἰδέναι καθ' οὗ τε καὶ ὅσον καὶ ὅπως τὰ βέλη δέον ἀποπέμπεσθαι· καὶ γὰρ καὶ ἐν τούτῳ μᾶλλον πρὸς τοὺς μίαν τὴν φύσιν λέγοντας ἀντιλέγειν ὀνειροπολήσαντες, ὥσπερ κὰν τῷ πρὸ τοῦδε ἐπιχειρήματι, νῦν ὥσπερ τῇ φύμῃ τῆς πρὸς φιλονεικίαν ἐφ εσεως, καὶ πρὸς ἡμᾶς τοὺς μίαν λέγοντας τὴν ὑπό στασιν καὶ οὐχὶ τὴν φύσιν, ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησ σοῦ Χριστοῦ ἀντιφέρεσθε. ᾿Αλλ' ἡμεῖς γε συντόμως ὑμῶν τὴν κατασκευὴν ἀνασκευάσομεν. Πᾶσα γὰρ ἐνέργεια, ἐκ δυνάμεώς ἐστι· πᾶσα δὲ δύναμις τῶν συνθέτων, ἢ ἐκ τῶν κατ' αὐτὰ μερῶν, ἢ ἐκ τῆς συνε θέσεως αὐτῆς ἐνυπῆρξεν αὐτοῖς. Εἴπερ οὖν τὸ μὲν ἓν μέρος τῆσδε τῆς συνθέτου ὑποστάσεως αὐτός ἐστιν ὁ Θεὸς λόγος, τοῦ δὲ ἑτέρου μέρους τοῦ σὺν αὐτῷ, καὶ τῆς ἑαυτοῦ δὲ πρὸς ἐκεῖνο συνθέσεως αὐτός ἐστιν αἴτιος, πᾶν δὲ αἴτιον, μεῖζον τήν τε δύναμιν καὶ τὰς ἐνεργείας ὑπὲρ τὰ ἴδια αἰτιατά· πῶς τὸ κατὰ Χρι στὸν ὅ τι ἄν τις εἴποι γεγονὸς σύνθετον, μείζονα ἕξει τινὰ ἐνέργειαν τοῦ ἐν αὐτῷ μὲν, αἰτίου δὲ αὖ τοῦ μέρους, ήγουν τοῦ θείου Λόγου; Αλλ' ἐπεὶ περὶ οὐσιῶν ἡμῖν παρέσχε τῶν ὑμετέρων ἀτοπιῶν ἡ ὑπερ Ελύζουσα ἀλογία, ἔτι καὶ τούτων οὕτως ἐχόντων, ΧΙ.
col. 1447–1448page 25 of 185
PG 86:1447ὅμως καὶ τοῦτο λεκτέον ὑμῖν, ὅτι εἰ τοῖς νοητοῖς CΑΡ. ΧΠ. ὀφθαλμοῖς ἀτενίσητε, εὔκολον ἰδεῖν πάνυ ὡς καὶ γε γόνασι πλείσται καὶ τρανοί τινες ἐνέργειαι τῷ συν θέτῳ, ἃς οὔτε Θεὸν ἄσαρκον, οὔτε ἄνθρωπον ἀθέως τον ἦν δυνατὸν ὥσπερ νῦν γεγόνασι διαπράξασθαι. Τίνι γὰρ εἴπατε ἡμῖν λόγῳ, ἢ Θεὸς ἄσαρχος σωματικῶς διὰ μήτρας ἀφθόρου χωρήσει, ἢ σῶμα ἀθέωτον διὰ σώματος ἀφθόρου μήτρας χωρήσει πώποτε; Μ' δὲ ἡμέρας τις νηστεύσας, οὐκ ἐπείνασεν ἄνθρωπος; Τίς δὲ πρώην ἢ μετὰ τεσσαράκοντα ημέρας Θεὸς ὅλως ἐπείνασεν; Ὑπὲρ ὕδατος δὲ τὶς ἂν εἴποι Θεὸν ἀληθῶς σαρκικῶς ποδὶ πεζεῦσαί ποτε; ἢ ἀν θρωπείαν ἀθεεὶ φύσιν ίχνεσιν ἀβυθίστοις θαλάσσια νῶτα διαπορεύεσθαι; καὶ τὰ τούτοις ὅμοια μεγαλουργήματα, ὧν οὐδὲ φύσις θεία ποτέ τι σαρκικῶς δια πέπραχεν, οὔτε ἀνθρωπεία τὸ σύνολον ἐθαυματούργησεν. Εἰ οὖν πρὸς ταῦτα πάντα μηδὲν ἔστι ὑμῖν λέγειν, καλὸν ὑμᾶς ἐξ ἐπιγνώσεως, θάτερον δια πράττεσθαι· ἢ βλέποντας τὰ ὡς ἀληθῶς θαυμαστὰ καὶ ἐξαίσια, λαλεῖν οὕτως ὡς τῶν μεγάλων θεατάς, ἢ μὴ ὁρῶντάς τι μέγα, μὴ ληρεῖν περιττά. ΚΕΦΑΛ. ΙΒ'. Πᾶν ὁτιοῦν συγκείμενον ἑτέρῳ, ἢ δι᾽ ἑαυτὸ σύγ κειται, ἢ δι᾽ ἕτερον. Καὶ σύγκειται μὲν δι' ἑαυτὸ, οἷον ψυχὴ τῷ σώματι· δι᾿ ἕτερον δὲ, τὰ μέρη τῆς οἰκίας· δι᾿ ἄνθρωπον γάρ. Ο δὲ Θεός Λόγος, οὔτε δι' ἑαυτὸν συγκείσεται, ἀπροσδεὴς γάρ· οὔτε δι' ἔτε ρον, οὗ τινος γὰρ χείρων· ἐπεὶ πᾶν συγκείμενον ἑτέρῳ, οὐ δι' ἑαυτὸ, ἀλλὰ δι᾿ ἕτερον, ἧττον ἐκείνου καθέστηκε δι' ὅπερ σύγκειται. Εἰ δὲ μήτε δι' ἑαυτὸν, μήτε δι' ἕτερον συντεθήσεται ὁ Θεὸς Λόγος, ἀσύνθετος ἄρα καί τινί ποτε εἰς σύνθεσιν μή συντρέχων. Μιᾶς καὶ τῆς αὐτῆς ἀσεβοῦς ῥίζης, ἅπαντα ὑμῶν τὰ βλαστήματα, καὶ τὴν ὁμοιοτροπίαν τῆς ἀτοπίας ἔχοντα, ἐν τῇ παραλόγῳ τοῦ ὑπὲρ πάντα Θεοῦ σιν τοῖς πᾶσι καταμίξει. Εἰ γὰρ, ὡς βούλεσθε, πᾶν ὁτιοῦν συγκείμενον ἑτέρῳ, ἢ δι᾽ ἑαυτὸ ἢ δι' ἕτερον σύγκειται· εἰ δὲ τῶν πάντων ὁ Θεὸς, ὡς οἴεσθε, ἐκ τῆς καθόλου ὑμῶν προτάσεως τὰ τῆς ὑμετέρας ἀποπλανήσεως δείξομεν. Εἴποιμεν γὰρ ἂν καὶ ἡμεῖς οὕτως τοῦτο· Ἐπεὶ πᾶν τὸ ποιοῦν τι, ἢ δι' ἑαυτὸ ἢ δι᾽ ἔτε ρόν τι ποιεῖ· τὸ δὲ ποιοῦν δι᾿ ἑαυτὸ, ἐπιδεὲς τοῦ γινος μένου καθ᾽ ὑμᾶς· καὶ τὸ δι' ἕτερόν τι ποιοῦν, ἧττον εκείνου καθέστηκεν, ὥς φατε· Θεὸς ἄρα ποιῶν τὸν κόσμον ἢ δι᾽ οἰκείαν χρείαν, ἢ διὰ τὴν ἑτέρου κρείττονος λειτουργίαν, τοῦτον ποιεῖ. Η εἰ μήτε δι' ἑαυ τὸν, μήτε δι' ἕτερον μείζονα ποιεῖ, οὐδὲ ποιήσει πώποτε, καὶ πῶς ὑμῖν ταῦτα λέγειν ἐξείη, μὴ τὴν ἀκροτάτην αἱρουμένοις κακοδοξίαν ἐπιγράφεσθα:; ᾿Αλλὰ καὶ τὸ προνοοῦν τινος, ἢ δι᾽ ἑαυτὸ ὡς ψυχή σώματος, ἢ δι' ἕτερον, ὡς τῆς κατ' οἶκον ὑπηρεσία; οἱ θεράποντες, διὰ τὸν ἴδιον δεσπότην. Καὶ Θεὸς οὖν κατὰ τὰ ἐξ ὑμῶν λεγόμενα προνοῶν πάντων, ἢ διὰ τὴν ἑαυτοῦ χρείαν τοῦτο ποιεῖ, καὶ ἔσται τῶν προ νοουμένων ὑπ' αὐτοῦ ἐπιδεής ἢ ὡς ὑποδεής τις, οὐχ ἑνὸς μόνου δεσπότου, ἀλλὰ τῶν ἁπάντων, καὶ ἥττων φανήσεται τῶν προμηθουμένων ὑπ' αὐτοῦ, καὶ κοράκων, καὶ κρίνων τοῦ ἀγροῦ, καὶ κτηνῶν οἷς
col. 1449–1450page 26 of 185
PG 86:1449ἑτοιμάζει ἐν καιρῷ τὰ σιτία καὶ περιβόλαια· ταῦτα δὲ τίς ὑποίσει τὰ βλάσφημα; Ἀλλ᾽ οὐκ ἐλάθετε καὶ τοῦτο πᾶλιν ἐκοντὶ παρορῶντες, καὶ τοῦ μυστηρίου τῆς θείας ἐνανθρωπήσεως τὸ κεφαλεωδέστερον παρασιωπῶντες, οἱ τὸν ἕτερον τρό πον τῶν γινομένων οὐδὲ ὅλως εἰς μνήμην ἀγαγόντες. "Ος ἐστιν ὁ κατὰ πρόνοιαν τῶν χειρόνων, ὁ τῇ ὑπὸ τοῦ Κρείττονος δι' ἀγαθότητα προϊούσῃ κηδεμονία για νόμενος· καθ᾿ ἂν καὶ γνωρίζεται ἰδιαίτατα ὁ ἀγαθός τε καὶ παναλκὴς Θεὸς καὶ πάντων αἴτιος. Διὰ τοῦτον οὖν καὶ συντεθεῖσθαι λέγεται, τὸν ἴδιον σκοπὸν ἀλη θῶς ὑπὸ τῶν ὀρθοδόξων περὶ αὐτοῦ λογιζομένων τὴν περὶ αὐτοῦ ἀλήθειαν. Φησὶ γὰρ αὐτὸν τὰ λόγια, ότι Οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Τί οὖν χρήσιμον ἐκ τούτου γένοιτο, τέλος κατὰ τὸν σκοπὸν ἐκβεβηκὸς τοῦ κενωθέντος; Οὐδὲν ἄλλο πλὴν τοῦ ἡμᾶς ἐκ δουλείας ῥυσθῆναι οὕς προσελάβετο, καὶ εἶναι ἴσα Θεῷ, κατὰ τὴν ἀρχῆθεν αὐτοῦ περὶ ἡμῶν εὐδοκίαν, τοῦ εἶναι κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Δρα δὲ οὕτως ἀληθῶς διάκεισθε, τὴν οἰανοῦν ἐπαρ κίαν οὐδέποτε ἐκ τῶν ἀπροσδεῶν γινομένην τοῖς χεί ροσιν οιόμενοι, μήτε ἑαυτοὺς μηδὲ ἕτερόν τινα ἰδόντες ἢ ἀκηκοότες πώποτε διὰ τὸν ἐν λάκκῳ ἢ ἐν βοθύνῳ καταπεπτωκότα άνδρα τυχὸν ἢ κῦνα ἢ ἕτε ρόν τι κτῆνος, πολλάκις ἑαυτὸν ἐπαφέντα τῷ κιν δύνῳ, ἵνα ἐκεῖνο ἀνασπάσηται; Εἰ δὲ τοῦτο τῶν ὁσο ημέραι γινομένων τοῖς μὴ σατανικοῖς τὴν πρόθεσιν, καὶ ταῖς φθοραῖς τῶν ὀλλυμένων επιτερπομένοις, τί ἂν εἴποιμεν ἐπὶ τούτοις προφανῶς γινομένοις; "Αρά γε ὅτι δι' ἑαυτὸν ὁ ἐν ἀσφαλείᾳ ἑστὼς συνεκινδύνευσε καὶ συνεβυθίσθη τῷ ἀπολλυμένῳ; ᾿Αλλὰ τί τὸ χρήσ σιμον αὐτῷ ὅσον ἐπὶ τούτῳ, σημάνατε. Εἰ δὲ ὡς κρείττονι τῷ βοηθουμένῳ ὁ βοηθῶν ἐπεκούρησε, πολύ λάκις μὲν οὖν καὶ κυνὸς χείρονα τὸν σεσωκότα τοῦτον ἄνδρα δείκνυσιν ὑμῶν ὁ λόγος οὗτος· ἀλλὰ καὶ τὸν παρατυχόντα βασιλέα ζωϋφίῳ κατ' οἰκείαν αἵρεσιν ἐπαμύνοντα. Ὁ δὲ τὸν τοῖς λῃσταῖς περιπεσόντα θεραπεύσας Σαμαρείτης, καὶ ἀνακομισάμενος εἰς τὸ ὑποζύγιον καὶ θητεύων καὶ παντοίως ἐπιμελούμενος καὶ προσδαπανών, ἢ αὐτὸς πεπονθὼς τὰ ἐκείνου ἐποίει τάδε, καθώς φατε δι᾿ ἑαυτόν τε καὶ οὐ δι' ἐκεῖνον ἔλγει ἐπὶ ταῖς ἐκείνου πληγαῖς· ἢ ὡς κρείττονι δουλεύων, οἰκετικῶς ταῦτα εἴρηται ποιεῖν· καὶ ἔσται καθ᾽ ἕτερον οὐκ ἐνάρετος οὐδὲ μισθὸν ἢ εὐχαριστίαν εἰκότως ὀφειλόμενος. Οὕτως δ' οὖν πάντων μᾶλλον ἂν εἴη Θεὸς ὁ πᾶσι βοηθὸς, χείρων πάντων, έλατ τοῦσθαί τε, οὗ τινος ή τινων ὑποπτεύοιτο μόνον καθ᾿ ὑμᾶς ὁ πᾶσιν ἐπαρχῶν, ἀλλὰ τῶν ὅλων. Καὶ τίς ἀν έξεται τῆς τοσαύτης παρανοίας; Οὐκοῦν δῆλον, ὡς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἡμῖν συνετέθη ὁ Θεὸς ἡμῶν. ΚΕΦΑΛ. ΙΓ'. Πἂν ὁτιοῦν συντιθέμενον ἑτέρῳ, ἢ μένει ἐν τῇ συνθέσει τῇ πρὸς ὅ συνετέθη ἀδιαλύτως, ἢ οὐ μέσ
col. 1451–1452page 27 of 185
PG 86:1451νει. Καὶ οὐ μένει μὲν, οἷον τὰ μέρη τῶν ἀλόγων ζώων· μένει δὲ, οἷον τὰ τῶν ἀνθρώπων, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Πᾶν δὲ τὸ μένον ἀδιαλύτως, ή καὶ μὴ μένον, ἐν τῇ πρὸς τὸν ᾧ συνετέθη συνθέσει, οὔτε ἀφ' ἑαυτοῦ μένει, ἀλλὰ κατὰ τὸν ἐντεθέντα τῇ φύσει ὅρον ὑπὸ τοῦ Δημιουργοῦ διαλύεται, οὔτε τῇ οἰκείᾳ δυνάμει μένει, ἀλλὰ τῇ κρείττονός τινος καὶ ὑπερβεβηκότος· τοῦ δὲ Θεοῦ Λόγου εἶναί τινα κρείττονα δύναμιν, οὐ θέμις εἰπεῖν· οὐκ ἄρα συνετέθη ὁ Θεός Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ. Εἰ δὲ συνετέθη, ἢ οὐ μένει ἀδιαλύτως ἐν τῇ πρὸς αὐτὸν συνθέσει, ἢ μένων, κρείττονός τινος δυνάμει μένει, ὅπερ ἀσεβές. Καιρός ἡμῖν τῆς ὑμετέρας θρασυλογίας παραχμα "; ζούσης, Δαυϊτικῶς ἐπιφθέγγεσθαι· Τοῦ ἐχθροῦ ἐξω καταλείψομεν ἀφυπνοῦσιν ἐκμετρήσασθαι. Ἀλλ᾿ οὗ έλιπον αἱ ῥομφαῖαι· τί γὰρ δὴ τοῦτο ὑμῖν βού λεται τὸ ἐξ ἀπορίας πρόβλημα; Τοὐναντίον γὰρ ἡμεῖς εἴποιμεν ἂν, ἐπεὶ πάντα τὰ συντιθέμενα ὑπό τινος μείζονος διατηρείται ἢ κατὰ καιρὸν διαλύεται τοῦτο αὐτὸ μάλιστα ζητητέον τοῖς ἀσφαλῶς ἐρευναν βουλομένοις τί τὸ πάντων διατηρητικὸν τῶν συντιθεμένων ἐστίν. Εἰ δὲ πῆ μὲν ἀμέσως, πῆ δὲ διὰ μέσων, ὡς τινές φασι, φύσεως τυχὸν ἢ ἑτέρας δυνάμεως, πάντων ὅμως ὁ θεῖος μόνος λόγος διατηρητικός τα καὶ διοριστικός ἐστιν, ἐπεὶ καὶ προακτικός· ὡς καὶ τὰ μέσα καὶ τὰ διὰ τῶν μέσων συσφιγγόμενα ή δια κρινόμενα τῇ αὐτοῦ διαταγῇ τε καὶ συνοχῇ, καὶ δια τηρεῖσθαί τε καὶ συντίθεσθαι. Πῶς οὐκ ἠλίθιον αὐτ τοῦ παρόντος, ἕτερον ζητεῖν συνοχέα ἐπὶ τῆς αὐτοῦ συνθέσεως; Μήτι δὲ ἄρα τοῦτό φατε, ὅτι τὰ μὲν ποῤῥωτέρω που τῆς αὐτοῦ φύσεως διατηρεῖν οἷός τε ἂν εἴη, τὸ δὲ τῇ φύσει ἰδίως τῇ αὐτοῦ ἐνούμενον συνέχειν οὐ δύναται; Καὶ τί τούτου ἂν εἴη ληρωδέ στερον; Εἰ δὲ διότι μὴ ὑπ᾽ ἄλλου διατηρείται κρείττονος, διὰ τοῦτο μηδὲ ὑφ᾽ ἑαυτοῦ, μηδὲ ὅλως δια τηρεῖσθαι τὴν αὐτοῦ σύνθεσιν ἀδιαλύτως νομίζετε, ὁμοίως ἂν διότι μηδὲ ὑπ᾽ ἄλλου γέγονε κρείττονος πᾶν γὰρ ἂν ὑπό τινος κρείττονος γεγένηται, μηδὲ εἶναι αὐτὸν ὁμολογήσοιτε ἄν; Θεοῦ γὰρ οὐδὲν κρεῖσσον· καὶ ἀνάγκη μηδὲ εἶναι Θεόν, ἐπεὶ μηδὲ ἔσχεν ύφ' ότου κρείττονος γεγένηται ἢ ὄντα κατὰ τὴν ὑμετέραν δοκήσει σοφίαν, ὑπό τινος κρείττονος γε γενῆσθαι ἀνάγκη. Τούτων δὲ τὴν ἀσέβειαν ὅση, ὑμῖν τως μὲν τάδε. Ἐν δὲ τῷ συμπεράσματι, πῶς τὴν διάκρισιν τοῦ Λόγου ἀπὸ τοῦ συγκειμένου αὐτῷ παρο εχωρήσατε, τὴν δὲ συνοχὴν ὑπὸ κρείττονος εἶναι συνεισάγετε, οὐκ ἴσμεν. Ἐν ἀρχῇ γὰρ τῆς κατα σκευῆς ὑμῶν, πᾶν τὸ μὴ μένον, ἢ μένον ἐν τῇ συν θέσει, οὔτε ἀφ' ἑαυτοῦ μένειν, οὔτε ἀφ' ἑαυτοῦ δια λύεσθαι ἐλέγετε συλλογιστικώτατοι. ΚΕΦΑΛ. ΙΔ'. Εἰ σύγκειται ὁ Θεὸς Λόγος τῇ ἐξ ἡμῶν ἐμψύχῳ σαρκί, ὡς σύγκειται ἡ λογική ψυχὴ τῷ ἡμετέρῳ σώματι, τῆς ἐξ ἡμῶν ἐμψύχου σαρκὸς καθευδοκού
col. 1453–1454page 28 of 185
PG 86:1453σης, εἴργεται ὁ Θεὸς Λόγος τῶν οἰκείων ἐνεργειῶν ἀβουλήτως, καθάπερ ἡ ψυχή παύεται τοῦ ἐνεργεῖν ἐξ ἀνάγκης, τοῦ σώματος εἰς ὕπνον τρεπομένου. Εἰ δὲ μὴ σύγκειται ὁ Θεὸς Λόγος τῇ ἐξ ἡμῶν ἐμψύχω σαρκί, ὡς σύγκειται ἡ ψυχὴ τῷ ἡμετέρῳ σώματι, σύγκειται δὲ ὅλως, δότωσαν ἡμῖν δεῖγμα τῆς συνθέσεως καθ᾽ ἣν βούλονται συγκεῖσθαι τὸν Θεὸν Λόγον τῷ ἐξ ἡμῶν ἀνθρώπῳ. Εἰ δὲ μὴ εὐποροῦσι τούτου, βεβαιούτωσαν τὸ λεγόμενον αὐτοῖς γραφική μαρτυρία· πιστοτέρα γὰρ ἡμῖν αὕτη πάσης φυσικῆς ἀπο δείξεως. Εἰ δὲ πρὸς ἐκείνῳ καὶ ταύτης ἀμοιροῦσιν, ἁμάρτυρον ἄρα τὸ λεγόμενον αὐτοῖς, καὶ ἀπόφανσις ψιλή· διὸ καὶ ἄδεικτον· τὸ γὰρ φυσικῷ λόγῳ μὴ δει κνύμενον καὶ γραφικῇ μαρτυρία μὴ βεβαιούμενον, πλάσμα τοῦ λεγόντος εἴη ἄν· καὶ τοῦτο ἀπίθανόν τε ἅμα καὶ ἀσεβές. Αρα γὰρ οὕτως ἀνάγκη, ὦ σοφοί, τὸ κατά τι πρὸς ὁμοίωσίν τινος παραλαμβανόμενον, καὶ κατὰ πάντα τὸν ἑαυτοῦ λόγον ἐοικέναι τῷ παραδείγματι; Καὶ πῶς ἂν ἔτι μένοι λεγόμενον παράδειγμα; Εσται γὰρ καὶ τοῦτο πρωτότυπον, τῷ ἀνελλιπεῖ τῆς ὁμοιώσεως μάλιστα δὲ ὁπηνίκα τῶν περὶ τὴν οὐσίαν ἰδιω μάτων, ἢ ἐν οὐσίᾳ προσγινομένων, καὶ οὐκ οὐσίας εἶναι λέγοιτο ὁμοίωσις, πῶς καὶ τὰ θατέρου ίδια, θατέρῳ τις ἐπισύρεται ὡς ἰδικά; Εσται γὰρ λοιπὸν κοινά. Δέον γοῦν ὑμᾶς, εἰ ταῦτα οὕτως ἔχειν οίεσθε, καὶ τὰ τοιάδε ἄρα λογίζεσθε τυχόν· ἐπεὶ ἐν τοῖς Αιθίοψι τὸ μέλαν οὕτως ὁρατέον, ὡς καὶ ἐν τοῖς κό ραξιν, ὅσα τοῖς κόραξι προσμαρτυρεῖται, ἀναγκαῖον προσεῖναι καὶ τοῖς Αἰθίοψιν. Εἴπερ ἐφ᾽ ὧν ἐκ μέρους τῶν ἐπουσιωδῶν ἐστιν ὁμοίωσις, καὶ τὰ λοιπὰ πάντα ὡσαύτως ζητεῖν ἐν ἑκατέρῳ τῶν ὁμοίων ἀνάγκη· λέ γεται δὲ περὶ τῶν κοράκων, ποτὲ μὲν αὐτοὺς ἵπτασθαι, ποτὲ δὲ πεζεύειν ἠρεμοῦντας τῆς πτήσεως οὐκοῦν καὶ τοὺς Αιθίοπας οὕτως ἔχειν δοξαστέον; ᾿Αλλὰ καὶ τούμπαλιν τὰ τῶν Αἰθιόπων τοῖς κόραξι πάλιν. Λέγονται δὲ καὶ οἱ ἐν θεάτρῳ λαοὶ, οἵ τε ἐν αὐτῷ λίθοι ὁμοίαν ἔχειν τὴν παράθεσιν, καὶ καθ' ὁμοίαν ἔνωσιν τοπικὴν συγκείσθαι ἀλλήλοις ὡμολόγηται. Εψεται οὖν καὶ τοῖς λίθοις γελαστικὸν, καὶ τοῖς ἀνθρώποις τὸ πελεκητόν· ἐπεὶ ἐν θατέροις ἡ παράθεσις ὁμοία φαίνεται. Ο τῆς εὐκολίας! ὢ τῆς ἀπροσεξίας ὅση! Αλλ' ἵνα μὴ διὰ τῶν προτέρων ἀπελεγχθέντες ὴ ἤδη τὰς ὑστέρας ὑμῶν ἀτοπίας διαλάθητε, ἐπιμνηστέον καὶ τῶν λοιπῶν τοῦ ἐπιχειρήματος· πῶς τε τὴν ψυχὴν ἐξ ἀνάγκης τῶν οἰκείων παυομένην ενερ γειῶν ἡμῖν δείκνυτε, τρεπομένου τοῦ σώματος εἰς ὕπνον; Πρῶτον μὲν γὰρ οὐδὲ σώματος ὄντα τὸν ὕπνον, ἐπεὶ μηδὲ τὴν ἐγρήγορσιν δεῖξαι δύνασθε, εἰ μὴ ἄρα καὶ τοῖς ἄλλοις αψύχοις τοῦτον ἐλαγί ζεσθε. ᾿Αλλὰ καὶ ἀναγκαίως καὶ αὐτὸς οὗτος ψυχῆς ἰδιόν τι εἶναι λογισθήσεται, ἢ τοῦ συναμφοτέρου, ὦ φυσικώτατοι. Αφείσθω δὲ καὶ τοῦτο ὑμῖν. Εἰ καὶ ὅτι μάλιστα ἐν τοῖς ὕπνοις τῆς φυτικῆς δυνάμεως τῆς ψυχῆς πλείστην οἱ πολλοὶ δοξάζουσι τὴν ἐνέρ γειαν, καὶ οὐκ ἔστιν ἀργὴ οὐδὲ κατὰ τόδε ἡ ψυχή. Τὸ δὲ ἀναντίῤῥητον ἡμῖν προβλητέον, ὅτι τῆς φανταστικῆς μὲν καὶ ἄγαν, ἀλλὰ καὶ τῆς μνημονικῆς Ο ο
col. 1455–1456page 29 of 185
PG 86:1455πολλάκις, ἔτι δὲ καὶ τῆς νοερᾶς τῆς ψυχῆς δυνά μεως, πολλὴ ἐνέργεια κατὰ τοὺς ὕπνους προάγεται. Καὶ μάρτυρες ἀμέτρητοι μὲν αἱ τῶν καθημέρας ὀνείρων ἐποψίαι, εἴτε δίαιταν, εἴτε φροντίδα, εἴτε μελέτην, εἴτε πλάνην τινά, ἢ ἑτέραν ἔχοιεν αἰτίαν. Εἰ δὲ καὶ σπάνιοι καὶ εὐαρίθμητοι, πλὴν ὡμολογή μέναι τοῖς ἀξίοις καὶ θεοφάνειαι, καὶ μελλόντων ἐκβάσεων προῤῥήσεις, καὶ ἰατρεῖαι, καὶ ποικίλαι τῆς Προνοίας κηδεμονία: γίνονται τοῖς ὑπνοῦσι. Τί ούν οὕτω δὴ ἀβασανίστως ἀρχὴν, καὶ τοῦτο ἐξ ἀνάγκης, ἐν τοῖς ὕπνοις τὴν ψυχὴν ἀπεφήνασθε; "Οτι μὲν γὰρ οὐ πάσας αὐτῆς τὰς ἐνεργείας ἐν τοῖς ὕπνοις ἐπι δείκνυται καὶ πάντοτε, ἀληθές ἐστι· φυτικὴν φέρε καὶ τοπικὴν κίνησιν, αισθητικήν τε καὶ φανταστικήν, μνημονικήν τε καὶ νοητικὴν, καὶ ἀμφος τέραν ὀρεκτικήν. ᾿Αλλὰ ταῦτα οὐδὲ ἐν ἐγρηγορήσει ἅμα ἐνεργεῖν, καὶ πάντη κατὰ τὸ αὐτὸ προσμαρτυρεῖται. Οὐδὲ γὰρ πέφυκε πάντοτε καὶ πάσας τὰς ἑαυτῆς προῖσχεσθαι ἐνεργείας· ἐπείπερ οὐδὲ ἁπλῆς ἐστι πάντη φύσεως· ἵνα καὶ μιᾶς εἴη τὰ ἐξ αὐτῆς πάντα, καὶ ὑφὲν ἐνεργείας· ἀλλά πη καί ποτε και τινας ἐνεργεῖ. Θεοῦ δὲ μόνου ἐστὶν ἅμα τε καὶ πᾶσαν καὶ ἀχρόνως ἑαυτοῦ ἐνέργειαν καὶ πάντοτε προ ἔσχεσθαι. Πῶς οὖν εὐλόγως τοῦ παραδείγματος ἐπελάβεσθε; καὶ τοῖς λέγουσιν ὁμοίαν ψυχῆς πρὸς σῶμα γενέσθαι τὴν σύνθεσιν τοῦ Λόγου πρὸς τὸν ἄνθρωπον, κατά τι ὁμοίαν οὐκοῦν συμβαίνειν καὶ τὴν ἁγίαν καθ᾽ ὕπνον τῷ Θεῷ λόγῳ ἐπάγετε; Όπου γε καὶ ἡ παράκλησις τῆς ὁμοιώσεως, οὐ δι' ἕτερόν τι τοῖς εἰρηκόσιν ἐξει ληπτο, ἢ διὰ μόνην ἀναίρεσιν τῶν ἐγνωσμένων ἑτέ ρων συνθέσεως, σχέσεως τυχὸν ψιλῆς, ἢ παραθέσεως τοπικῆς, ἢ ἀλλοιωτικῆς ἑνώσεως, ἢ συγχυτικῆς κρά σεως (σημασίαν γὰρ μόνον φυσικῆς ἀσυγχύτου γε νομένης συγκράσεως καὶ ἀτρέπτου τῶν διαφερόντων οὐσιῶν ἑνώσεως ἐκ τοῦδε παρέστησαν)· οὐ διὰ τοῦτα οὖν, καὶ πάντα τὰ ἡνωμένα τοῖς ἐπὶ τῇ τοιᾷδε ἐνώσει συγκειμένοις, καὶ ἐπὶ τοῦ Λόγου λέγειν ἡμᾶς εἰσπρά ξετε· οὕτω γὰρ ἂν καὶ πασχούσης τῆς σαρκὸς, τὸν Λόγον ἐδυνᾶσθαι, καὶ αὐξανομένης συναυξάνεσθαι πως, καὶ ταῖς ἐνεργείαις αὐτῇ συμπαρατείνεσθαι, καὶ παρακμαζούσης συστέλλεσθαι καὶ ἐμποδίζεσθαι ὥσπερ ἐπὶ ψυχῆς συμβαίνει καὶ σώματος. Είποιτε ἂν καὶ ὑφ' ἑτέρου καὶ οὐχ ἑαυτοῦ συντεθῆναι, καὶ ἄκοντα μετασχεῖν καθ' ὅσον θέμις τῶν ἐκ τῆς σαρ κὸς, ἢ διὰ ἀνάγκην, ἢ διὰ μισθόν· ταῦτα γὰρ ἐπὶ ψυχῆς καὶ σώματος συμβαίνει. Διὰ ταῦτα γοῦν τόδε ἡμῖν προαποδέδεικται, ὡς οὗ τὸ κατά τι ὅμοιον, καὶ κατὰ πᾶν εἶναι τὸ αὐτὸ ἀναγκαῖον. Εἰ δὲ πάντα ἔψεται τῇ τοιαδε συνθέσει τοῦ Λόγου ὅσα καὶ τῇ ψυχῇ συντιθεμένῃ τῷ σώματι, μηδὲ συγκεῖσθαι αὐτὸν λέγειν καταδέχεσθε· ἀλλ ἀπαιτεῖτε ἢ κατὰ πάντη ὁμοίαν λέγειν τὴν ἕνωσεν, ἢ ἑτέραν τινὰ καθ᾿ ἣν ἀπαραλλάκτως ἔοικεν ἡ τοῦ Λόγου σύνθεσις ὑποδεικνύειν ὑμῖν ὡς οὐκ εὐπαρα δέκτων εἰς πίστιν τῶν οὐκ ἐξ ἐπαγωγῆς τῶν ὁμοίων, ἀλλ' ἐν ἰδιάζοντι λόγῳ θεωρουμένων. Πρῶτον μὲν πάλιν ἐροῦμεν ὑμῖν· Δότε ἡμῖν τινά φύσιν ἐν τοῖς οὖσιν ᾗ κατὰ πάντα ἐστὶν ἡ τοῦ Λόγου τοῦ θείου φύ
col. 1457–1458page 30 of 185
PG 86:1457σις ὁμοία, καὶ δώσομεν καὶ ἡμεῖς σύνθεσιν ἢ κατὰ πάντα ἐστὶ τῇ κατ' αὐτὸν συνθέσει ὁμοία. Εἰ δὲ μή ἐστι φύσις τῷδε ὁμοία, δῆλον ὡς οὐδὲ σύνθεσις φυσ σικὴ ὁμοία τῇ τοῦδε. Οὐ γὰρ οὐκ ἔστιν ὅμοιον ρ γανον μουσικὸν ἐν τοῖς οὖσιν, ἀνάγκη καὶ τὸν φθόγα γον πάντων τῶν ὄντων παραλλάσσειν. Ὥρα δὲ ὑμᾶς, ἐπεὶ μὴ εὐποροῦμεν ἕτερόν τινα δεῖξαι δημιουργόν ἐκ μὴ ὄντων προάγοντα τὰ γινόμενα, μη δὲ τόδε περὶ Θεοῦ καταδέχεσθαι· ἀλλ᾽ οὐδὲ Πατέρα τοιῶσδε γεννώντα Θεόν, ἢ Υἱὸν τοιῶσδε γεννώμενον, Θεὸν πιστεύειν· οὔτε δὲ Χριστὸν αὐτόν γε τὸν καθ' ἡμᾶς ὄντως γενέσθαι· ἀλλ᾽ οὐδὲ τὸν καθ᾽ ὑμᾶς διαγραφόμενον· ἐπεὶ μήποτε τοιόνδε τινὰ ἄλλον ἔχομεν ὑμῖν ´ ἐπιδείξασθαι, ἢ ὑμεῖς ἡμῖν· εἰ μὴ ἄρα τοῖς προφή ταις αὐτὸν ἴσον πάντη λέγετε κατὰ τὴν νῦν οὖσαν Ἰουδαϊκήν γνώμην. Καὶ ἁπλῶς πάντα τὰ σπάνια καὶ ὑπερέχοντα τὴν φύσιν καὶ τὰ θαύματα καὶ ὧν οὐκ ἐν πᾶσιν ἡ γνωσίς ἐστιν, ὧν τε μὴ κανὼν καὶ τέχνης λόγος περιγράφει τὴν ἐπιστήμην, ἢ οἷς ἡ πεῖρα μὴ μαρτυρεῖ, πάντων ἡ ἀναίρεσις καθ' ὑμᾶς ἔσται, ἢ ὡς εἰπεῖν δι' ὑμᾶς. Καὶ τί τούτων ὑμῖν χεῖ ρον ἄν τις ἐγκαλέσειεν; Εἰ δὲ δὴ ὅλως τοῦ γραφικοῦ λόγου τῆς διδασκαλίας ἀξιούμενοι, κατανύγεσθε πεισθῆναι, καθὼς νῦν ἡμῖν ὑπέσχεσθε, καὶ τὴν ἐκ τῶν θεοπνεύστων λογίων μαρτυρίαν παραδέχεσθε, ὀψὲ γοῦν διεγνωκότες ὅτι ἐμώρανεν ὁ Θεὸς τὴν σου φίαν τοῦ κόσμου τούτου, μυρίαις ἂν ὑμᾶς ἔχοιμεν δυσωπῆσαι ταῖς χρήσεσιν· ὡς Θεοῦ ἀληθοῦς πρὸς ἄνθρωπον ἀληθῆ γέγονεν ἀληθῶς ἡ φυσική σύνθεσις τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐ προ υποστάσης τῆς πρὸς τὸν Λόγον ἑνώσεως τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἀλλ᾽ ἅμα τε φύσις καὶ συμφύησις τῷ ὑπερφυεῖ. Σκεπτέον δὲ καὶ οὕτως ἔτι περὶ τούτου τὰ παρ' ἡμῶν· ὅτι τινὰ ὀργανικά μόρια ἐν ἡμῖν τῶν φυσι κῶν τε καὶ ἰδικωτάτων ἐνεργειῶν εἰσι· καὶ οὐχ ἁπλὰ ὄργανα ὡς ἔξωθεν ἐνεργούμενα νοοῖντο ἂν, ἀλλὰ καὶ συνεργοῦντα τοῖς ἐν αὐτοῖς τε καὶ δι' αὐτ τῶν ἐνεργοῦσι κατὰ φύσιν, καὶ μετ᾿ αὐτῶν τι προ ἄγουσιν· ὥσπερ ἀνθρώπῳ γλῶττα καὶ ὑπερῴα καὶ τὰ λοιπὰ φωνητικά τε καὶ διαλεκτικὰ ἢ καὶ γελα στικὰ μόρια. Ἐπεὶ οὖν ἰδικωτάτη τῆς θείας φύσεως ἐνέργεια ὡμολόγηται ἡ τῶν μηδέπω μηδὲ δυνάμει ὄντων, ἀλλ᾽ ἄνευ φύσεώς τινος ἀμέσως ἐξ αὐτοῦ προαγομένων ποίησις, οἷα ἐστὶν ἡ ἀπὸ γῆς τῆς ἀν θρωπίνης σαρκὸς πρὸς ζωὴν πλάσις (ταύτην δὲ ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς ἐπεδείξατο ἐπὶ τοῦ ἐκ γενετής τυφλοῦ, καὶ διὰ σώματος οἰκείου ταύτην ἐνήργησε, δακτύλοις πηλοποιῶν καὶ διαπλάττων αὐτοῦ τοὺς ὀφθαλμοὺς, καίτοι λόγῳ μόνῳ τάδε ποιεῖν δυνάμενος)· δῆλον ὡς κατὰ φύσιν τὴν σάρκα αὐτοῦ παριστῶν αὐτῷ συγκεῖσθαι, τάδε ο τως ποιεῖ· διότι τὰ ἰδικωτάτως αὐτοῦ τῆς φύσεως ὄντα, διὰ τοῦ σώματος, ἀνθρωπίνως ἐνεργῶν προ βάλλεται. Ωσπερ οὖν τις οὐδὲ θελήσας δύναιτο ἂν δι' ὀργάνου τινὸς ἀσυνθέτου πρὸς αὐτὸν ὄντος κατὰ φύσιν, αὐτὸς λαλεῖν ἢ γελᾶν καὶ προσδιαλέγεσθαι, οὕτως οὐδὲ Θεὸς μὴ κατὰ φύσιν τῇ ἰδίᾳ σαρκὶ συγ κείμενος, τὰς ἰδικωτάτας Θεοῦ ἐνεργείας διὰ σαρ
col. 1459–1460page 31 of 185
PG 86:1459κὺς ἄν προϊσχετο. 'Αλλ' ὄντως θεία δύναμις μένη ἰδίῳ σώματι ἀπὸ γῆς σαρκίνους ὀφθαλμοὺς ἔπλασε καὶ ἐξώωσε καὶ ἐφώτισεν, ἢ καὶ ἰδίῳ σώματι ἐκ γῆς ἀνέστησε τὸν ἄνθρωπον, καὶ τὴν τοῦ θανάτου δύναμιν κατήργησεν· οὐ γὰρ ἄλλῳ ταῦτα ἐνεργεῖν δυνατόν, & πρὸς ἔνδειξιν τῆς οἰκείας συνθέσεως, διὰ σαρκὸς ἐνερ γῶν ὁ Θεὸς Λόγος ἐγνώσθη ἡμῖν. ΚΕΦΑΛ. ΙΕ'. Πᾶν ὁτιοῦν συντιθέμενον ἑτέρῳ εἰς μίαν φύσεως ἢ καὶ ὑποστάσεως ζώσης σύστασιν, ἐξίσταται κατά τι τῶν ἐν οἷς ἦν πρὸ τῆς συνθέσεως· πᾶν δὲ ἐξ ιστάμενον κατά τι τῶν ἐν οἷς ἦν, ἢ κρεῖττον ἑαυτοῦ γίνεται κατ' αὐτὸ ἐκεῖνο καθ᾽ ὅ ἐξέστη τῶν ἐν οἷς ἦν, ἢ χεῖρον· τὸν δὲ Θεὸν Λόγον γεγενῆσθαι ἑαυτοῦ κρείττονα ἢ χείρονα, οὐ θέμις εἰπεῖν· οὐκ ἄρα συν ετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ, κρείτα των ἢ χείρων ἑαυτοῦ μὴ γενόμενος. Εἰ δὲ συνετέθη, προέκοψεν ἢ ἐπὶ τὸ κρεῖττον, ἢ ἐπὶ τὸ χεῖρον, ὅπερ ἀσεβές. Τῶν γὰρ χειρόνων ἄδεκτος ἡ θεία φύσις ἀλλὰ καὶ παντὸς οὐτινοσοῦν κρείττων καθέστηκεν αὕτη χορηγὸς ὑπάρχουσα ἁπάντων τῶν καλῶν, καὶ μὴ δεομένη τινός. Αλλ' εἰ μέν τι ἦν τοῦ συνθέτου Λόγου μετὰ τὴν σύνθεσιν, ἢ πρὸ τῆς συνθέσεως ἀλο λότριον ἢ μεῖζον εἶναι, τάχα ἂν ἐν ἐκείνῳ αὐτὸν ἐξιστῶσα ἡ ἐκουσία σύνθεσις αὐτοῦ κατέστησε κρειττόνως· χειρόνως γὰρ οὐκ ἔστιν· ἐπείπερ κατ' εὐδοκίαν αὐτοῦ γενέσθαι ὡμολόγηται· οὐδεὶς γὰρ τοῖς χείροσιν ἐνευδοκεῖ. Εἰ δὲ πάντα ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν, καὶ αὐτός ἐστιν ὁ ὑπὲρ πάνω τα, καὶ πρὸ τῆς συνθέσεως καὶ μετὰ τὴν σύνθεσιν αὐτοῦ, τί ἕτερον ἐπινοηθήσεται, ἐν ᾧ γένοιτο ἂν μετὰ σύνθεσιν κρείττων ἢ χείρων τῶν ἐν οἷς ἦν πρώην ἐξιστάμενος; Οὐ γὰρ ὑμῖν μὲν ἐξὸν ἂν εἴη μαρτυρεῖν τῇ φύσει τῆς συνθέσεως, ὡς τῶν ὑπ' αὐτὴν τρεπτικήν τε καὶ ἀλλοιωτικήν· ἡμῖν δὲ τῇ φύσει τοῦ πάσης συνθέσεως αἰτίου, τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἐπιγινώσκειν οὐ συγχωρηθήσεται. Ε μὲν οὖν τούτου μὴ κατ' ἐξουσίαν ἡμᾶς κωλύετε, οὐκ ἄλλως ἔχοιμεν τοῦτο ὑμῖν οὕτως ἐμφανῶς ἐπιδείκνυσθαι, ἢ αὐτῷ τῷδε τῷ καὶ τῇ καθ᾽ ὑμᾶς ἀλλοιωτική τε καὶ ἐξιστώσῃ καὶ τρεπούσῃ συνθέσει ὑπο βληθεῖσαν τὴν οἰκείαν ἀτρεψίαν διαφυλάξαι αὐτοῦ, τὴν οὐσίαν τῶν ἑαυτῆς ὅρων καὶ λόγων ἀπεριορί Ο στως καὶ ὑπὲρ λόγον ἐντὸς μείνασαν, καὶ ἀνεξιτή τως ἔχουσαν πρὸς πᾶν τὸ αὐτῆς ἀλλότριον. Οὐκοῦν ἀληθῶς καὶ τούτῳ λίαν ἀχρείως προσερείδεσθε τῷ ἐπιχειρήματι, ἀθλιώτατοι. ΚΕΦΑΛ. 1Ϛ'. Πᾶν ὁτιοῦν ἑτέρῳ συντιθέμενον ἢ ἄγει τὸ ᾧ συν τίθεται, ὥσπερ ἡ ψυχὴ τὸ σῶμα· ἡ ἄγεται ὑπ' αὐτ τοῦ, ὥσπερ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς ἢ οὔτε ἄγει, οὔτε ἄγεται, ὥσπερ τὰ μέρη τῆς οἰκίας· πᾶν δὲ τὸ ἐν συνθέσει ἀγόμενον, ἢ μήτε ἄγον, μήτε ἀγόμενον, τοῦτο πάντως ἄλογόν τέ ἐστι καὶ ἄνουν, καθάπερ τὸ σῶμα καὶ τὰ μέρη τῆς οἰκίας. Εἰ τοίνυν συντ ετέθη ὁ Θεός Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ, ἢ ἄγει ἄγεται, ἢ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο· καὶ εἰ μὲν ἄγει, ἔσται ὁ ἐξ ἡμῶν ἄνθρωπος ἄλογό; τε καὶ ἔνου;,
col. 1461–1462page 32 of 185
PG 86:1461ὅπερ ἀπεβὲς, καὶ βλάστημα Αρείου τε καὶ ᾿Απολιναρίου· εἰ δὲ ἄγεται, τετράφθω τὸ ἐκ τούτου βλάσφημον εἰς κεφαλὴν τῶν συγκεῖσθαι λεγόντων τὸν Θεὸν λόγον τῷ ἐξ ἡμῶν ἀνθρώπῳ. Εἰ δὲ οὐδὲ ἄγει ὡς ἐν συνθέσει, διὰ τὸ μὴ ἄλογον εἶναι τὸν Κυ ριακὸν ἄνθρωπον· μηδὲ πάλιν ἄγετα:, διὰ τὸ ἐκ τούτου ὡμολογημένον βλάσφημον, οὐδὲ ἄρα οὐδὲ συνετέθη τῷ ἐξ ἡμῶν ἀνθρώπῳ· πᾶν γὰρ ὁτιοῦν συντιθέμενον ἑτέρῳ, ἢ ἄγει ἢ ἄγεται ἢ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο, καθὼς εἴπομεν. Θαυμάσαντες ὅπως τὰς τοιάσδε τῶν ἀναγκαστι κῶν συλλογισμῶν μεθόδους ἐφευρίσκετε, εὐξαίμεθα ἂν τῆς τοιᾶσδε ὑμῶν συνέσεως μὴ μαθεῖν τὴν δει νότητα. Τί γὰρ ὑμῖν εἰς πίστωσιν τοῦ μὴ συγκεῖσθαι τὴν Λόγον τῇ σαρκὶ ἔχουσι τὰ εἰρημένα σκο πητέον· ἐξὸν γὰρ ἡμᾶς ἀντιστρέψαντας, τοὐναντίον εἰς δεῖξιν τῆς συνθέσεως, τοῖς ὑμετέροις χρήσασθαι ρήμασι, λέγοντας οὕτως· Πᾶν ὁτιοῦν μὴ συντιθέμενον ἑτέρῳ, ἢ ἄγει τὸ ᾧ οὐ σύγκειται, ὥσπερ ὁ Κύβερνος τὴν ναῦν, ἢ ἄγεται ὑπ' αὐτοῦ, ὥσπερ ἡ ναῦς ὑπὸ τοῦ κυβέρνου· ἢ οὔτε ἄγει· οὔτε ἄγεται, ὥσπερ τὸ Σινᾶ ὅρος ὑπὸ τῆς θαλάσσης. Πᾶν δὲ τὸ ἀσυνθέτως ἔχον, καὶ ἢ ἀγόμενον μόνον, ἢ μήτε ἄγον μήτε ἀγόμενον, ἄλογόν τέ ἐστι καὶ ἄνουν, καθάπερ τὰ εἶν ρημένα. Εἰ τοίνυν οὐ συνετέθη ὁ Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ, καὶ αὐτὸς ἢ ἄγει ἢ ἄγεται, ἢ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο· καὶ εἰ μὲν ἄγει, ἔσται ὁ ἐξ ἡμῶν ἄν θρωπος άλογός τε καὶ ἄνους· εἰ δὲ ἄγεται, τετράφθω τὸ βλάσφημον εἰς κεφαλὴν τοῦ δράκοντος τοῦ πρώτως τὰ τοιαῦτα ὑμῖν ἐνηχήσαντος ἀσεβήματα. Συνέντες οὖν τῶν οὕτως εἰρημένων ὑμῖν τὸ ἀνόητον, εἰ ἐπαναλάβοιτε ἑαυτοὺς, καὶ ἀπὸ τῆς δευτέρας ὑμῶν προτάσεως, τῆς κατασκευῆς λοιπὸν ἄρχοισθε τοῦ συλλογισμού οὕτω λέγοντες ἴσως· ὅτι τὰ ἐν συνθέσει ἀγόμενα, άλογα ισμεν πάντα, οὐχ ἁπλῶς διὰ τὸ ἄγεσθαι, ἀλλὰ διὰ τὸ ἐν συνθέσει ὄντα άγεσθαι· ἐροῦμεν καὶ πρὸς τοῦτο· 'Αρα οὖν ταῦτα διὰ τὸ ἐν συνθέσει ἄγεσθαι, ἢ τὸ ἁπλῶς ἄγε σθαι, ἄλογα ἴστε; ἢ διὰ τὸ τῇ φύσει αὐτῶν ἀεὶ τοι αῦτά τινα εἶναι; Κἂν ἰδίᾳ τε κἂν ἐν συνθέσει λεγόμενα, καὶ θεωρούμενα εἴη, ἄλογα γνωριζόμενα υπό τε τῶν συγκειμένων καὶ τῶν μὴ συγκειμένων αὐτοῖς, ἰσχὺν δὲ ὅλως τοῦ ἄγειν αὐτὰ ἐχόντων φερόμενα. Οὐ γὰρ τὸ φύσει λογικὸν ἐν συνθέσει ἄλογον ἐσόμενον δείξετε, ἢ τούμπαλιν· διὰ τὴν σύνθεσιν γάρ, οὐδὲν ἧττον λογικόν ἐστιν. Εἰ μὲν οὖν οὐχ οὕτως ταῦτα εἶναι συντίθεσθε, ἀλλὰ διὰ τὸ ἐν τῇ συνθέσει ἄγεσθαι, ἄλογον γενέ σθαι τὸ σῶμα λογίζετε, καθ᾿ ἑαυτὸ ἄρα γενόμενον, λογικὸν ἴστε δηλονότι· τὸ δὲ ἀσύνθετον προς ψυχήν γινόμενον σῶμα, ἐν δὲ τῇ πρὸς τὴν λογικὴν ψυχὴν συνθέσει μεταλαμβάνειν τῆς ἀλογίας οἴεσθε. Καὶ τίς ἀνέξεται τῆς τοιαύτης αλογίας τῶν ταῦτα οἰομένων; Ἔτι δὲ τῆς συνθέσεως γινομένης αἰτίας τῆς ἀλογίας τῷ σώματι, εἰ ταύτην κυρίως αἰτίαν τῆς ἀλογίας ὑποτίθεσθε, καὶ τὴν ψυχὴν ὁμοίως ἀλογεῖν βιάσεσθε ἂν, ἐπεὶ καὶ αὐτὴ συνετέθη. Εἰ δὲ ἀλογεῖ, καὶ αὐτὴ ἄγεται· εἰ δὲ ἄγοιτο ἐν τῇ συνθέσει, καὶ
col. 1463–1464page 33 of 185
PG 86:1463αὐτὴ ὑπ᾽ οὐδενὸς ἑτέρου ἢ ὑπὸ τοῦ συγκειμένου αὐτ τῇ σώματος ἀχθήσεται. Καὶ ἔσται ὑμῖν τὸ ἐναντίον ἀποδεικνύειν, ὧν ἤρξασθε κατασκευάζειν, ὡς τῷ σώματι τοὐναντίον ἡ σύνθεσις τοῦ ἄγειν τι, ήγουν τὴν ψυχὴν, καὶ οὐ τοῦ ἄγεσθαι, γέγονε αἰτία. Οὐκ οὖν ἐπεὶ ταῦτα οὕτως, μάταιον φρονεῖν τὴν ψυχήν, δηλαδὴ τῷ φύσει εἶναι λογικὴν ἔν τε τῇ συνθέσει καὶ ἄνευ συνθέσεως· οὐκ ἀγομένην τε ὑπ᾽ ἐκείνων & πέφυκεν ἄγειν· ἀλλ᾽ ἄγουσαν αὐτὰ οἴδαμεν. Καὶ τὸ σῶμα δὲ διότι ἄλογον κατὰ φύσιν καὶ ἄψυχόν έστε ἔν τε τῇ συνθέσει καὶ ἄνευ συνθέσεως, ἀγόμενον μᾶλλον καὶ οὐκ ἄγον γινώσκομεν. Τούτων δὲ οὕτως δεικνύντων, ὅτι οὐχ ἡ σύνθεσις ἀλλ' ἡ φύσις τό τε ἄλογον ἢ λογικὸν εἶναί τι τοῦ ἄγειν ἢ ἄγεσθαι αὐτὸ αἴτιόν ἐστιν, ἐξεταστέον ἡμῖν 13 λοιπὸν ἐκ περιουσίας, καὶ εἰ τῶν λογικῶν ἡ φύσις ἄγειν δὴ κατὰ πάντα πέφυκεν, ἄγεσθαι δὲ κατ' οὐδὲν οὐδέποτε, ἵνα γνῶμεν εἰ ὄντως, εἴπερ ἄγοι το ὑπὸ τοῦ Λόγου ὁ Κυριακὸς ἄνθρωπος, ἄνους καὶ ἄλογος δειχθήσεται. Εἰ μὲν οὖν οὐκ ἄγεται οὐδὲ ὅλως, οὔτε θεράποντες ὑπὸ δεσπότου, οὐ πόλις ὑπ᾽ ἄρχοντος, οὐχ ὁπλῖται ὑπὸ τοῦ στρατηγού ήχθησαν ἢ ἀχθήσονται πώποτε· καίτοι καὶ μέχρι θανάτου τῷ ἐκείνου νεύματι καθελκόμενοι ὁρῶνται· οὔτε δὲ ψυχαὶ ὁσίων οὔτε ἄγγελοι οὔτε Δυνάμεις ή τι ὅλω; τῆς τῶν ἁγιοπρεπῶν τάξεων φάλαγγος λογικὸν ἢ νοερὸν ὑπὸ Θεοῦ ἄγοιτο ἂν κατ' οὐδὲν, ὡς βούλεται δεικνύειν τὰ τῆς ὑμετέρας αγχινοίας. Η ἀγόμενον, ἄλογον δείκνυται πάντη. Δεδώκατε γὰρ τοῦτο ὡσε περ τεκμήριον λογικοῦ, τὸ μὴ ἄγεσθαι ἁπλῶς, με προσθέντες δεόντως τὸ μὴ κατὰ πάντα ἀνεξου σίως ἄγεσθαι. Καὶ ταῦτα μὲν τὰ κομψὰ ὑμῶν, ὦ βέλτιστοι, ἐπιχειρήματα συλλογιζόμενα, οὕτως εἰς γέλωτα ὑμᾶς τοῖς ὄντως λογικοῖς προτιθέασι. ΚΕΦΑΛ. 17'. Τὸ φύσει ἀπαθὲς, παθητῷ συγκεῖσθαι οὐ δύναται τῶν γὰρ εἰς τὸ σύνθετον γίνεσθαι φαινομένων, ἢ καὶ τὸ ἀπαθὲς μετασχεῖν λέξομεν, ἢ μηδὲ τὸ παρ θητὸν πεπονθέναι, ἀλλὰ μόνον δοκεῖν ὑπολάβοιμεν. Εἰ οὖν θεία φύσις ἦν ἐν τῷ πάσχοντι σώματι, ἄρα ἢ καὶ αὐτὴ οὐκ ἀπαθὴς μεμένηκεν, ἢ οὐδὲ ἡ σὰρξ ἀληθῶς πέπονθε. Θαυμαστὸν εἰ οὕτως φρονεῖτε ὥσπερ καὶ λαλεῖτε, ὦ σοφώτατοι· οὐ γὰρ δή τις τοῦτό φησι, οὐδὲ τῶν πάντη ἡλιθίων, ὡς ἐπεὶ σύγκειται ψυχὴ τῷ σώματι, πάντως καὶ συντέμνεται καὶ συνθάλπεται καὶ συμψύχεται· καίτοι οὐ τοσαύτην ἀπάθειαν μεμαρτυρημένη ὅσον τὸ θεῖον, ἀλλ' ἀσυγ κρίτως πρὸς τὸ τῆς θείας φύσεως ἀπαθὲς διαφέρουσα. Οὐ μέντοι· ἐπεὶ μὴ αὐτὴ τέμνεται διὰ τόδε, οὐδὲ τὸ ταύτης σῶμα ἀληθῶς τέμνεσθαι ἢ ψύχεσθαι εἴποι τις ἄν. Ψυχὴ δὲ τῶν εἰς ἐκεῖνο γινομένων πα θῶν, ἑτέρως ἀντιλαμβάνεται· οὐδὲ γὰρ τὴν τομὴν ή διαίρεσιν τοῦ ὀργάνου, εἰ καὶ τὴν ὀδύνην ἐπὶ τούς τοις πέπονθεν ἡ ψυχή. Πλὴν πάντων μᾶλλον ἐκεῖνο ὑμῖν φαμεν, ὡς εἰ διὰ τὸ φύσει ἀπαθὲς μὴ συντίθεσθαι τῇ παθητῇ φύσει λέγετε τὸν Θεὸν Λόγον, ἵνα μή τι τῶν συμβαινόντων αὐτῇ παθῶν καταλειφθὲν ἐν αὐτῇ ὑποστῇ τὸ θεῖον, μᾶλλον αὐτὸ καθυβρίζετε ἐν
col. 1465–1466page 34 of 185
PG 86:1465τούτοις, ἐπερ δοξάζετε. Εἰ γὰρ τῷ μὴ συμπαρεῖναι ταῖς ὕλαις ταῖς τυπτομέναις άθραυστος ὁ ἀδάμας νομίζεται, οὐκ ἂν ἔχοι τὸ ἄθραυστον κατὰ φύσιν, ἀλλ' ἐκ συμβεβηκότος κατὰ φυγὴν καὶ ἀπόστασιν τὴν ἀπὸ τοῦ θραύοντος, ἔσται αὐτῷ τὸ τῆς ἀθραυσίας ἐξαίρετον. Οὕτω δὲ δυνατὸν εἴη καὶ τὴν ὕελον ἔχειν τοῦτο τὸ ἐξαίρετον, καὶ πᾶν ἕτερον τῶν σαθροτάτων σωμάτων. Τότε δὲ μᾶλλον τὸ ἑνὸς ἀπαθὲς ἐκ φύ σεως γνωρισθήσεται, εἰ τοῖς πληττομένοις ἀπλήκτως συμπλήττοιτο. Καὶ οὕτω: δοκιμασθεὶς, εἰκότως θαυ μάζοιτο ἂν ὁ ἀδάμας, δοκιμὴν τῆς ἑαυτοῦ φύσεως ἐν τῇ βασάνῳ τοῦ πράγματος παρεχόμενος. Ομοίως γὰρ καὶ τὸ λεγόμενον ἀμίαντον, οὐχὶ τῷ μὴ προσ ομιλεῖν τῇ πυρείᾳ φύσει μαρτυρεῖται τὸ ἄκαυστον (οὕτω γὰρ ἂν πᾶσαν ὕλην καὶ τὸν χόρτον αὐτὸν, δυ νατὸν εἴη λέγειν ἄφλεκτον· ) ἀλλ' ὅτι καὶ ἐνὸν καὶ συντιθέμενον τοῖς καιομένοις σώμασιν, οὐ συμφλέ γεται τούτοις, διὰ τοῦτο αὐτὸ εἰκότως ἐκπληττόμεθα. Ὅτι μὲν οὖν ἡ δεσποτική σάρξ πέπονθεν, ἰδοὺ καὶ ἡ αἴσθησις τοῖς αὐτόπταις ἐμαρτύρησεν· ὅτι δὲ ὁ Λόγος οὐ συμπέπονθεν, ἡ ἐνέργεια αὐτοῦ ἔν τε τῷ πάσχειν καὶ μετὰ τὸ πάθος τῆς σαρκὸς αὐτοῦ πε πληροφορήκασιν. Οὐ γὰρ ἂν παθὼν καὶ θανὼν καὶ αὐτὸς τῇ θανούσῃ φύσει ήγουν τῇ ἀνθρωπείᾳ ζωὴν ἔδωκεν, ἑαυτὸν ἀναστῆσαι μαρτυρούμενος ἀληθῶς. Κατ' ἄλλο μὲν οὖν τι τέθνηκε τῶν ἐν αὐτῷ· κατ' ἄλλο δέ τι τῶν αὐτοῦ, ζῶν καὶ οὐ θανών Χριστός, ἑαυτὸν ἀνέστησε. ΚΕΦΑΛ. ΙΗ'. Τὸ συντεθῆναι τὸν Θεὸν Λόγον τῷ ἐξ ἡμῶν ἀν θρώπῳ καθ' ὑμᾶς, ἢ αὐτὸν μόνον εὐηργέτησεν, ἢ τὸν ᾧ συνετέθη ἄνθρωπον, ἢ ἀμφοτέρους ἅμα, ἢ οὐδ᾽ ἑαυτὸν οὐδὲ ἐκεῖνον, ἀλλ' ἡμᾶς αὐτοὺς μόνους, ἢ Θεὸν καὶ ἡμᾶς, τὸν δὲ ἐξ ἡμῶν ἑαυτῷ συντεθέντα ἄνθρωπον οὐδαμῶς, ἢ αὐτόν τε καὶ ἡμᾶς ἅμα, ἢ ἡμᾶς τε καὶ τὸν ἐξ ἡμῶν ἄνθρωπον, Θεὸν δὲ οὐδὲ ὅλως. Αλλ' εἰ μὲν τὸν Θεὸν εὐηργέτησεν, ἢ τὸν ᾧ συνετέθη ἄνθρωπον μόνον, ἢ τὸν Θεὸν καὶ τὸν ἄνθρωπον κοινῶς, ἡμᾶς δὲ οὐκέτι, πῶς οὐ ψευ δὲς τὸ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σε σαρκῶσθαι, καὶ τεθνηκέναι τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστόν; Εἰ δὲ ἡμᾶς αὐτοὺς μόνον, ἢ Θεὸν καὶ μᾶς, τὸν δὲ ἐξ ἡμῶν ἄνθρωπον οὐδαμῶς, πῶς οὐ ρείττους ἡμεῖς βελτιωθέντες ἂν ἦμεν, τοῦ ἐξ ἡμῶν ἀνθρώπου μηδαμῶς ἐκ τῆς δι' αὐτοῦ οἰκονομίας εὐεργετηθέντος; Οὐ γὰρ ἀνενδεὴς οὐδὲ ὁ ἐξ ἡμῶν ἄνθρωπος παντάπασιν, ἐπεὶ καὶ κτιστὸς, οὐ μὴν ἀλλὰ καὶ παθητὸς καὶ φθαρτὸς ἦν κατὰ τοὺς σοφούς εἰ δὲ καὶ τὸν Θεὸν καὶ τὸν ἐξ ἡμῶν ἄνθρωπον καὶ ἡμᾶς αὐτοὺς, πῶς οὐ προσδεὴς ὁ Θεὸς Λόγος καθ' ἡμᾶς, καὶ κατὰ τὸν ἐξ ἡμῶν ἄνθρωπον αὐτῷ συντεθέντα; Εἰ δὲ ἡμᾶς τε καὶ τὸν ἐξ ἡμῶν ἄνθρωπον εὐηργέτησεν τὸ συντεθῆναι τὸν Θεὸν Λόγον τῷ ἐξ ἡμῶν ἀνθρώπῳ καθ᾽ ὑμᾶς, Θεὸν δὲ οὐδ᾽ ὅλως ἐπεὶ καὶ πάντη ἀνενδεής, ο βουλόμενος παρελθὼν λεγέτω ἡμῖν τί τὸ προσγενόμενον εὐεργέτημα· ἢ τῷ ἐξ ἡμῶν ἀνθρώπῳ ή τινι τῶν κτισμάτων ἐκ τῆς συνθέσεως τοῦ Θεοῦ Λόγου καὶ τοῦ ἐξ ἡμῶν ἀνθρώπου· ὅπερ
col. 1467–1468page 35 of 185
PG 86:1467μὴ ἠδύνατο διαβαίνειν εἰς τε αὐτὸν καὶ ἡμᾶς, ἄνευ τῆς οὐσιώδους αὐτοῦ πρὸς ἀλλήλους συνθέσεως. Εί δὲ οὐδὲν ἔχουσιν εἰπεῖν (ἥρκει γὰρ ἡ μεσιτεία τοῦ ἐξ ἡμῶν ἀνθρώπου ἥ τε εὐδοκία τοῦ Θεοῦ Λόγου, καὶ τῆς τοιᾶσδε συνθέσεως δίχα, καὶ ἡμῖν παραίτιον γε νέσθαι παντὸς οὗτινοσοῦν εὐεργετήματος, καὶ αὐτὸν ἀποδεῖξαι πάλιν κρείττονα καὶ Δεσπότην ἁπάσης ὁμοῦ τῆς κτίσεως, εἰς πρόσωπον τοῦ Θεοῦ Λόγου, οὗπερ οὐδὲν τιμιώτερον, εἰς κτιστὴν φύσιν διαβαίνειν δυνάμενον), πῶς οὐκ ἔσται περιττὴ καὶ εἰκαία τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἐξ ἡμῶν ἄνθρωπον, ἡ ἐπι φημιζομένη σύνθεσις; 'Αλλ' εἰ μάτην τε καὶ εἰκῆ ποιεῖ ὁ Θεὸς οὐδὲν, οὐδ᾽ ἄρα συνετέθη ὁ Θεὸς Λόγος τῷ ἐξ ἡμῶν ἀνθρώπῳ. Τοῖς νοήμασιν ἀποστενωθέντες οἷά τινα ἐρίων μη ρύματα καταξαίνοντες ἡμῖν, νυνὶ ταῖς λέξεσιν ἐμπλατύνεσθε. Διὸ τὸ, Ἐκ πολυλογίας οὐκ ἐκφεύξε ἁμαρτίαν, ἐπαΐοιτε. Τί γὰρ δὴ ὑμῖν, εἴπατε, ταύτης χρεία ἦν τῆς πολυσχιδούς διαιρέσεως. Εἰς τίνα τε καὶ τίνας καὶ τίνα γέγονε τὰ τῆς εὐεργεσίας τῆς θείας οἰκονομίας; ἡμῶν εὐσυνέπτως καὶ παῤῥησία τοῦτο ὑμῖν ἁπλῶς βοώντων, ὅτι οὐ διά τινα εἰς αὐτ τὴν συντείνουσαν εὐεργεσίαν ἡ θεία φύσις τῇ ἡμε τέρα συντεθῆναι κατεδέξατο· τοῦτο γὰρ λέγειν ἢ νοεῖν μὴ γένοιτό τινι τῶν θεοσεβῶν· ἀλλὰ διὰ τὴν ἐξ αὐτῆς εἰς ἡμᾶς μόνον μεγίστην εὐεργεσίαν, γέν γονεν αὐτῆς ἡ ἐνανθρώπησις· ὥστε γενέσθαι τῷ μὲν Κυριακῷ ἀνθρώπῳ ὡς ἀπαρχῇ τοῦ ἀνθρωπίνου φυράματος καὶ πρωτοτόκῳ τῶν πολλῶν ἀδελφῶν καὶ κεφαλῇ τοῦ τῆς Ἐκκλησίας σώματος, πρώτως καὶ πρωτοδόχως καὶ ἀμέσως διὰ καθ᾽ ὑπόστασιν πρὸς αὐτὸν συνανακρατικῆς ἑνώσεως αὐτῆς, εἰς τὴν ἰδι κὴν φύσιν αὐτοῦ, τὸν πλοῦτον τῆς ἐκθεώσεως, ἐκ τῆς πρὸς Θεὸν συμφυΐας· εἰς δὲ τὸ λοιπὸν τῆς ἀν θρωπότητος φύραμα καὶ τοὺς λοιποὺς ἀδελφοὺς τοὺς ἐκ σπέρματος ᾿Αβραάμ, καὶ τὸ σῶμα τῆς ἐκκλησίας, δευτέρως και μεταληπτικῶς καὶ ἐμμέσως δια βῆναι τὰ τῆς ὑπεργεσίας διὰ τῆς κατὰ φύσιν ενώ σεως, τῆς πρὸς τὸν πρῶτον εὐεργετηθέντα ἐξ ἡμῶν Κυριακὸν ἄνθρωπον, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος εἰ καὶ ἀπαρχήν, καὶ ὡς ἀδελφὸν μονογενῆ εἰ καὶ πρωτ τότοκον, καὶ τοῦ αὐτοῦ σώματος εἰ καὶ κεφαλὴν ὄντα τὸν μεσιτεύσαντα ἡμῖν, ἵνα μεσίτην τυγχάνοντα Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν τὸν Κύριον ἡμῶν. Εἴ γε οὖν φατε, ὅτι Τίς οὖν χρεία ἦν συντεθῆναι τὸν μηδὲν εὐεργετηθέντα Θεὸν τῇ εὐεργετηθείσῃ φύσει, καὶ ἐκ τούτου ἀδοξεῖν καὶ ἀτιμάζεσθαι; ἐροῦ μεν ὑμῖν, ὡς Ἡ τῶν εὐεργετουμένων θέωσις, δι' ής τοσαύτην ἀγαθότητα καὶ δύναμιν εὐεργετικὴν ἔχειν ἑαυτὸν θριαμβεύσας τῷ κόσμῳ, μᾶλλον καὶ μᾶλλον δοξάζεται τε καὶ ἀγαπᾶται παρὰ πάντων ὁ συντεθεὶς ἡμῖν δι' ἡμᾶς Θεὸς ἡμῶν· καὶ αὕτη μὲν ἡ αἰτία, ὅμως κατὰ ταύτην ὑμῶν τὴν ἀπόνοιαν, οὔτε δημιουργεῖν ἔδει αὐτὸν δι' ἑαυτοῦ κατὰ τὴν πρώτην κτίσιν τὸν ἄνθρωπον· ἀλλ' ὥσπερ τῇ γῇ ἢ τοῖς ὕδασι προσ έταττεν ἐξαγαγεῖν φυτὰ καὶ βοτάνην χόρτου, απ
col. 1469–1470page 36 of 185
PG 86:1469ρον σπέρμα κατὰ γένος, καὶ ψυχὰς ἑρπετῶν ζωσῶν, καὶ τὰ λοιπά· οὕτως ἔδει καὶ νῦν ἑτέρῳ μέσῳ τὴν δημιουργίαν ἐπιτρέψαντα, μὴ ἑαυτὸν διὰ τῆς αὐτουργίας τῆς ἀνθρωπίνης ποιήσεως καθυβρίζειν· ἔτι δὲ μηδὲ κατ' εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν τοῦτον προαγαγεῖν, καὶ τὸν ἴδιον χαρακτῆρα ἐν τῷ χοϊκῷ καταβιβάζειν φυράματι· ἔτι δὲ μάλιστα μηδὲ ψυχὴν ζῶ σαν καὶ πνοὴν ζωῆς τῷ ἰδίῳ ἐμφυσήματι ἐνιέναι αὐτῷ, καὶ ἐνοικίζειν ἑαυτὸν ἐξ ἀρχῆς τῷ πηλῷ, καὶ ὥσπερ ἀῤῥαβῶνα τῆς πρὸς αὐτὸν συνθέσεως κατα βάλλεσθαι ἐκ τῆς οἰκείας φύσεως πρὸς τὴν ἀπὸ γῆς σάρκα· οὐ γὰρ δὴ διά τινα οἰκείαν εὐεργεσίαν, οὐδὲ τάδε πέπραχεν· εἰ δὲ ταῦτα, ἑτέραν μὲν δυνάμει μείζονα ἦν τοῦ ποιεῖν· οὐ γὰρ δή τι οὕτως θείας φύ σεως χαρακτηριστικόν ἐστιν, ὡς τὸ τῶν λογικῶν ζώων δημιουργικόν, καθ' 8 πάντων τῶν κτιστῶν καὶ νοερῶν ὁ μόνος Κτίστης τῶν νοητῶν τε καὶ λογικών πάντων διαστέλλεται· τί ὑμῖν ἀπεμφαῖνον ἔδοξεν εἰς τὰ τῆς κτίσεως τοῦ ἀνθρώπου μηδενὶ ἑτέρῳ τῶν παρ' αὐτὸν καὶ ὑπ' αὐτὸν ὄντως ἐγχειρισάμενος, καὶ νῦν τὰ τῆς ἀνακτίσεως αὐτοῦ αὐτουργικῶς αὐτὸς ὑπεδύσατο; ἔτι δὲ τί ἂν εἴποιτε Μωϋσέως ἄγγελον συν οδοιπόρον καὶ ὁδηγὸν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐξ Αἰγύπτου μή καταδεχομένου λαβεῖν, τοῦ Θεοῦ τοῦτο προτείνοντος αὐτῷ; Αλλ' εἰ μὲν αὐτὸς συμπορεύσῃ μεθ᾿ ἡμῶν, φήσαντος, ἐπείτοι γε οὐκ ἀναβησόμεθα· καὶ τῆς θεοπρεπούς φιλανθρωπίας τοῦ ἀγαθοῦ πάντων Κυρίου, καὶ τοῦτο διακονῆσαι κατά τὴν τοῦ ἰδίου θεράποντος ἀπόφασιν καταδεξαμένης καὶ ὁ φήσας δὲ προφήτης· Οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, πῶς οὐ καθ' ὑμᾶς ταῦτα ήδη ἀπαξιοῦν ἡγούμενος, τὸν μηδὲν εἰς οἰκείαν φύσιν ὠνούμενον, τὴν ἡμετέραν σωτηρίαν δι᾿ ἑαυτοῦ ἀν επαισχύντως ἐργάζεσθαι, ἀλλ' οὐ μέσῳ τινὶ διακόνῳ κεχρῆσθαι εἰς τὴν καθ᾿ ἡμᾶς παρ' αὐτοῦ εὐεργεσίαν, πὴ τῶν λογίων διεμαρτύρετο; ὁ γὰρ αἰσχύνης κατα φρονήσας θανάτου σταυροῦ, αὐτὸς οὗτος ἦν, κατὰ τὸν Απόστολον τὸν θεοδίδακτον, ἐν μορφῇ Θεοῦ ὑπάρ χων καὶ ἑαυτὸν οὐχ ἕτερον κενώσας. Εἰ δὲ ἔστιν ὑμᾶς εὐσεβῶς ἀνοίξαντας τὰ ὦτα ἀνοιγομένοις χείλεσιν ὑποτίθεσθαι καὶ ἑτέρως τι τὸ προσγενόμενον εὐεργέτημα ἡμῖν, καὶ τῷ Κυριακῷ ἀνθρώπῳ, οὐκ ἄνευ τῆς πρὸς τὸν λόγον συνθέσεως αὐτοῦ, οὐκ ἠδύνατο διαβαίνειν εἰς ἡμᾶς, σὺν Θεῷ τῷ Σωτῆρι ἡμῶν ἀποκρινούμεθα· καὶ χρείαν εἶναι πάντως φήσομεν, καὶ ἀναγκαίως γενέσθαι διὰ τῆς πρὸς αὐτὸν συνθέσεως τὴν ἡμετέραν ἀνανέωσιν ὥσπερ γὰρ εἴ τις ἔκ τινος δακτυλίου σφραγίδα ἀνα τυπωσάμενος ἐν φύσει ἀγνοῦ κηροῦ, ταύτην δὲ κατὰ γῆς πεσοῦσαν καὶ κόνει προσπλασθεῖσαν λοιπόν, εἰ θεασάμενος εὕροι διὰ τὸν ἐμπλασθέντα χοῦν ἐκ τῆς γῆς ἀμαυρότατον ἤδη γενόμενον καὶ ἀγνώριστον τὸ ἔναγχος ἐνδοθὲν τῷ κηρῷ ἐκμαγεῖον τοῦ χαρακτῆρος τοῦ δακτυλίου, βουλόμενος δὲ τρανῶσαι πάλιν καὶ ἀνανεῶσαι τὴν πρώην τυπωθεῖσαν σφραγίδα τὴν συγ καλυφθεῖσαν ἐπὶ τῇ συναναφύσει τοῦ χαὸς τῇ γενο μένῃ πρὸς κηρὸν, τὸν δακτύλιον πάλιν αὐτὸν, ἀφ'
col. 1471–1472page 37 of 185
PG 86:1471οὗ τετύπωτο καὶ πρώην ἡ εἰκὼν, ἐν τῷ κηρῷ ἐνθεὶ; καὶ συνάψας σφοδρότερον ενίησι τῷ αὐτῷ πάλιν κηρῷ τὸν ἔναγχος χαρακτήρα μετά τρανοτέρας τῆς παραθέσεως καὶ προσενώσεως καὶ ἐμβατεύσεως τῆς διαπλαστικής φύσεως τοῦ σιδήρου καθ᾽ ἂν ὁ χαρα κτὴρ ἔγκειται, καὶ γεωθέντι τῷ κυρῷ καὶ οὐκ εὐ παραδέκτῳ γινομένῳ τῆς μεταμορφώσεως, ὅμως τὴν προτέραν αὖθις μορφὴν διατυπώσεται· οὕτω καὶ Θεὸς τὴν κατ' εἰκόνα ἑαυτοῦ κτισθεῖσαν ἀνθρωπότητα, καὶ τῇ τῶν γηίνων περιπλοκῇ, τὸ τῆς θείας εἰκόνος κάλλος ἀμαυρώσασαν, διὰ τῆς ἑαυτοῦ πάλιν ἐνδόσεως ἐκτενεστέρας καὶ δραστικωτέρας πρὸς τὸ ἀρχαῖον αὐτῆς ἀπ' αὐτοῦ κάλλος, ὅ ἐστι τὸ τῆς θείας ὁμοιώσεως ἀνετυπώσατο, τὴν θεϊκὴν ἑαυτοῦ χαρισάμενος συμπλοκὴν τοῖς τῇ γηΐνῃ προσπεπλασμένοις στολῇ, καὶ τὴν ἔνωσιν αὐτοῦ τὴν πνευματικὴν τοῖς τὴν σαρκικὴν σύμφυρσιν παθοῦσιν ἐνεργήσας παι τοδυνάμῳ γὰρ ἀγαθότητι, αὐτὸς εἰς ἑαυτὸν τοὺς λογικοὺς ὁ Λόγος ἀνε καλέσατο. ΚΕΦΑΛ. ΙΘ. Τὸ σῶμα κατ' οὐσίαν συγκείμενον τῇ ψυχῇ, κερδαίνει ἐκ ταύτης τὸ ζῆν καὶ τὸ αἰσθάνεσθαι· τὸ δὲ σῶμα τοῦ Κυρίου συντεθὲν οὐσιωδῶς καθ' ὑμᾶς, είπατε τί προσεκτήσατο, αἴσθησιν, ἢ κίνησιν; ᾿Αλλὰ ταῦτα εἶχεν ἐκ τῆς ψυχῆς· ἀλλ' ἀπάθειαν καὶ ἀφθαρσίαν; ἀλλὰ τοῦτο ἐξ ἀναστάσεως ἐσχηκέναι φατέ, καθὰ καὶ πάντες μέλλουσιν ἔχειν οἱ ἄνθρωποι· πῶς οὖν οὐ χείρων ἡ οὐσία τοῦ Θεοῦ τῆς ψυχικής, εἶχε ἡ μὲν πολλῶν αὐτῷ μεταδίδωσιν, ἡ δὲ οὐδενὸς κρείττονος γνωρίσματος; ἆρα δὲ μὴ τὸ ἄνευ σπορᾶς δια πεπλάσθαι φατέ; ᾿Αλλὰ τοῦτο ἐνεργείας σύμβολον τοῦ ἁγίου Πνεύματος, οὐκ οὐσιώδους συμπλοκῆς τοῦ Λόγου τεκμήριον. Πρὶν ἢ γὰρ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου· ἀλλὰ σης μεῖα καὶ δυνάμεις; ἀλλὰ καὶ τούτων μείζονα ἐποίησαν οἱ ἀπόστολοι, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου προς αὐτοὺς ἐπαγγελίαν· ἀλλ᾽ ἀξίαν καὶ δεσποτείαν, καὶ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα δοθὲν αὐτῷ; καὶ τίνι ἐδόθη τοῦτο διὰ τῆς πρὸς τὸ κρεῖττον οὐσιώδους ἑνώσεως Θεῷ λόγῳ; καὶ τίνι κρείττονι ἡνώθη ὁ Λόγος; ἀλλὰ σαρκὶ ἤγουν ἀνθρώπῳ τῷ ἐξ ἡμῶν· οὐκοῦν πρῶτον μὲν ἰδοὺ τὸ τῆς ἀξίας ἀκούοντες ὄνομα δοθὲν αὐτῷ, τὴν φύσιν ἀντεισάγετε δεύτερον δὲ τοῖς λέγουσιν ἀξίαν ἀσύγκριτον εἶναι τὴν ἕνωσιν τῆς ἐξ ἡμῶν σαρ κὸς πρὸς τὸν Θεὸν Λόγον, καὶ οὐ φυσικὴν σύνθεσιν, ὑμεῖς ἀντιφέρεσθε· τρίτον εἰ ἡ ἀξία καὶ δεσποτεία τοῦ ἐξ ἡμῶν ἀνθρώπου, οὐκ ἐκ τῆς οἰκείας ουσίας πρόσεστιν αὐτῷ θελήσεως, ἀγάπης ἄρα καὶ εὐδοκίας χάρισμα εἶναι αὐτὴν ἀνάγκη, οὐκ οὐσιώδους ἑνώσεως δώρημα· ἐπεὶ μηδὲν τῶν κατ' ουσίαν ἡνωμένων, ἀξίαν τινὰ καὶ δεσποτείαν δωρεῖται περ ἂν ἤνωται ἀλλ᾽ ἄρα μὴ τὸ ἀναμάρτητον τοῦ Κυριακοῦ ἀνθρώπου λέγουσι τεκμήριον τῆς οὐσιώδους πρὸς τὸν λόγον ἑνώσεως; καὶ πῶς ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀναφέρει τοῦτο ἡ θεία Γραφή λέγουσα, "Ος διά Πνεύματος αίω νίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καὶ τὸ Πνεῦμα Ἰησοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων; καὶ ἀλλαχοῦ, Εδικαιώθη ἐν Πνεύματι; οὐκοῦν τῷ Πνεύματι ἐν ᾧ δεδικαίωται,
col. 1473–1474page 38 of 185
PG 86:1473καὶ οὐ τῷ λόγῳ ἐν ᾧ τὸ κατ' οὐσίαν· ἔσται δὲ οὕτως καὶ οὐ προαιρετικὸν, ἀλλ' οὐσιῶδες τὸ κατόρθωμα. Ὥσπερ οἱ τας μεγάλας πυρκαϊὰς ἐξάπτειν ἐθέ λοντες, καὶ τῷ παμφάγω πυρί νικώμενοι, μετὰ τὴν τῆς ἀδροτέρας ύλης δαπάνην μαραγγιώσαν ήδη αυτ τοῖς τὴν φλόγα θεώμενοι, καὶ μὴ διαρκοῦσαν τήν ὕλην εἰς παραμονὴν τοῦ σπουδαζομένου κεκτημένοι, καρφολογίαις τισὶ ταύτην ἐξ ἀπορίας ἐπιτρέφειν σπουδάζουσιν, ἵνα μὴ τελείως αὐτοῖς ἡ λαμπὰς ἀπο σβέννυται· οὕτω δὴ καὶ ὑμεῖς νῦν τῆς τῶν προτάσεων ὑμῶν ἐξαναλωθείσης πάσης ὑλαιοτάτης συρφετολογίας τῷ τοῦ ψεύδους ἀναλωτικῷ πυρὶ τῆς ἀληθείας, βαττολογίαις τισὶ μόνον τὴν ἐκκαυθεῖσαν ὑμῖν ἔριν, πρὸς ὑμᾶς παρυφάπτετε· ποίαν γὰρ ἡμῖν ἀνάγκην ἐπάξει καθολικῆς ὁμοιότητος ή πρός τι τοῦ παραδείγματος τῆς ψυχῆς καὶ τοῦ σώματος ἐξ ὑμῶν εἰρημένη παράθεσις; "Αρα γὰρ πάλιν ὑμᾶς ὑπομνήσομεν, ὡς τοῦτο ἡγνοήσατε, ὦ σοφώτατοι, ὅτι οὐ πάντως ὧν αἱ συνθέσεις αἱ αὐταὶ κατά τι, τούτων καὶ αἱ ἐνέργειαι αἱ αὐταὶ πᾶσαι, ἢ τὰ ἄλλως ἐπό μενα; ἀλλ' οὐκ οἶμαι τοῦτο ὑμᾶς ὅλον ηγνοηκέναι ἀνὴρ γὰρ ἀνδρὶ κατὰ τόπον ἤνωται τὸν ἐν Ἐκκλησίᾳ καὶ ψηφὶς ψηφίδι ὁμοίως κατά τόπον ἤνωται ἐν αὐτῇ· καὶ τῷ μὲν ἡ σύνθεσις ἢ παράθεσις, ὁμιλίαν τε καὶ θέρμην τὴν ἐξ ἀλλήλων καὶ τὰ λοιπὰ ἀμφοτέροις χαρίζεται· τῶν δὲ ἡ σύνθεσις οὐδὲν τοιοῦτον ἐπιδείκνυται· δέον δὲ ὑμᾶς ἦν τοῦτο ἐπισκέπτειν, ὡς ὧν αἱ φύσεις οὐχ αἱ αὐταί, οὐδὲ αἱ μεταδόσεις ἐπεὶ μηδὲ αἱ ποιότητες αἱ αὐταί εἰσιν, μηδὲ αἱ δυ νάμεις ἢ αἱ ἐνέργειας γένοιντο ἂν αἱ αὐταὶ, εἰ καὶ αἱ συνθέσεις εἶεν αἱ αὐταί πως νοούμεναι· ταῦτα οὖν πρὸς τὸ ἀπαιτεῖν ἡμᾶς φυτικὴν ζωὴν καὶ αἴσθησιν τοπικὴν ἐκ τοῦ Λόγου δεῖξαι τῇ σαρκὶ γενομένην, διότι ταῦτα ἐκ ψυχῆς πέφυκε γίνεσθαι συντιθεμένης τῷ σώματι. Ἐπειδὴ δὲ εἰ καὶ μὴ τὰ τῆς ψυχῆς, ἀλλ' ὅμως κἂν ἕτερόν τι ἰδεῖν τῶν παρὰ τοῦ Λόγου τῇ σαρκί κερδαινομένων ἡμᾶς εἰσπράττετε, εἴγε, ὥς φατε, μὴ μέλλοι πάντη ἀνόνητος ταύτῃ εἶναι τῆς θείας συνθέσεως & τρόπος, μηδέν τι τῶν τῆς ψυχῆς ἡ ὑπὲρ ταύ την αὐτῇ δωρούμενος· τοῦτο γὰρ βούλεται ὑμῶν ἡ ῥῆσις φάσκουσα, ὅτι Εἰ ἀπάθειαν καὶ ἀφθαρσίαν τῇ συνθέσει μαρτυρήσοιμεν, ψευδόμεθα· τοῦτο γὰρ ἐξ ἀναστάσεως ἐσχηκέναι ὁ Κυριακός άνθρωπος με μαρ τύρηται· ἀκούσεσθε παρ' ἡμῶν καὶ περὶ τοῦδε τάδε, οἱ τῶν θείων δωρεῶν ἀνεπίσκεπτοι, ὅτι Καὶ πλεῖστά εἰσι τὰ ἐκ τοῦ Λόγου τῇ σαρκὶ δωρήματα και μέ γιστα· εἰ γὰρ καὶ τὴν ἀπάθειαν καὶ τὴν ἀφθαρσίαν ἐξ ἀναστάσεως ἐπεδέξατο, καθά πάντες μέλλομεν ἔχειν οἱ ἄνθρωποι, ἀλλὰ καὶ πρὸ ἀναστάσεως, πᾶσι τοῖς πιστοῖς τὰ ὑπὲρ ἄνθρωπον, ήγουν θαυματουρ γικὰ δεδώρηται χαρίσματα· καὶ ἀναμαρτησία δὲ καὶ ἐξουσία πολλή τε καὶ ποικίλως μαρτυρηθέντα αὐτῇ, πόλεν προσγενέσθαι τῇ σαρκὶ εἴποιμεν αὐτῇ; οὐ γὰρ ἂν ἁπλῶς τις εἴποι αὐτὸ τοῦτο τὸ ἐν ὑποκειμένῳ θεωρούμενον πράγμα, καὶ μὴ αὐτὸ βεβηκός νοού μενον, ήγουν τὴν ἀνάστασιν, φύσιν εἶναί τινα ἐνερ γητικὴν ἐγέρσεως καὶ ἀπαθείας καὶ ἀφθαρσίας σώ
col. 1475–1476page 39 of 185
PG 86:1475ματος Χριστοῦ· μόνον γὰρ ταῖς οὐσίαις ἐνθεωρούμενον τί ἐστι, καὶ ἐπισυμβαῖνον αὐτῇ, ὥσπερ καὶ ἡ και τάκλεισις καὶ ὕψωσις καὶ ταπείνωσις καὶ τὰ τοιαῦτα ταῦτα γὰρ οὐσία μέν τις ἐνεργήσοι, καὶ εἰς οὐσίαν ἐνεργηθείη ἄν· αὐτὰ μέντοι οὔτε ἑαυτά, οὔτε ἕτερον τι ἐξ ἑαυτῶν ἐν οὐσίαις ἐνεργήσοι πώποτε· οὐδὲ γὰρ ἡ Λαζάρου οὐδὲ τῆς παιδὸς Ἰαείρου ἢ τῶν ἄλλων ἀνάστασίς τι πεποίηκεν εἰς αὐτοὺς αὕτη αὐτουργικώς. Πῶς οὖν ἐξ ἀναστάσεως ταῦτα ἐσχηκέναι τὸν Κυριακὸν ἄνθρωπόν φατε; εἰ γὰρ ἐκ τοῦ ἀνυπάρκτου πράγματος ταῦτα γέγονεν αὐτῷ, οὐχ ὁ ὑπάρ χων καὶ ὢν Θεὸς τούτων αἴτιος ἡμῖν τε καὶ αὐτῷ λογισθήσεται, οὐδὲ ὁ Θεὸς αὐτὸν ἔγειρεν· εἰ δὲ ὑπάρχον τί ἐστι, καὶ φύσις ἐστὶν ἡ ταῦτα ποιήσατα καὶ λεγομένη ἀπαθείας καὶ ἀφθαρσίας εἶναι χαρι στική· ἐπεὶ οὐχ ἑτέρα φύσις ἔσται τούτων παρεχ τικὴ πλὴν Θεοῦ· οὔτε γὰρ ἀνθρώπου τόδε, καθώς εἴρηται· τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Θεὸς ἀληθινὸς ἔσται τὸ τῶνδε ποιητικόν από τιον· καὶ ἔστᾶι ἀληθῶς ἐντεῦθεν ἰδεῖν ὑμᾶς ὡς αὐτ τὸς ἦν ὁ τῶνδε αἴτιος, καὶ τάδε ποιῶν, ήγουν τὴν ἀπάθειαν καὶ ἀφθαρσίαν· εἴπερ αὐτὸς ἑαυτὸν ὄντως ἀναστῆσαι λέγεται, ὁ καὶ φήσας· Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις, ἧς μᾶλλον ὑμεῖς φωνῆς παρ ηκούσατε· καίτοι, Ἐγώ εἰμι ὁ λαλῶν σοι, δεικτικών ὄν· καὶ ἐκ τοῦ κατὰ τὴν προσφορὰν αἰσθητοῦ λόγους ἐνηχούμενοι μετὰ τῆς ἀδελφῆς Λαζάρου αἰσθητῷ σώματι ἐκοντὶ κωφεύετε "Ωσπερ φησί, ὁ Πατήρ ἐγείρει τοὺς νεκροὺς, καὶ οὕτως καὶ τῷ Υἱῷ δέ δωκεν ἐξουσίαν ἐγείρειν τοὺς νεκρούς. Εἰ μὲν οὖν ἀρκεῖ ταῦτα ὑμῖν εἰς πίστωσιν, ἐπεί τοί γε καὶ ἑτέρων ἀκούσεσθε λεγομένων ὑμῖν· εἰ γὰρ καθά πάντες μέλλουσιν ἔχειν οἱ ἄνθρωποι, ἔσχε καὶ ὁ Κύριος τὴν ἀνάστασιν, τίς ἡ χρεία τοῦ αὐτὸν ἀνα στῆσαι πρῶτον; εἰ γὰρ καὶ αὐτὸς καθ' ἡμᾶς ἀνέστη, καὶ ἡμεῖς κατ' αὐτὸν ἀνιστάμεθα, τίς ἡ χρεία τοῦ προγενέσθαι αὐτοῦ τὴν ἀνάστασιν; εἴπερ ἡμεῖς μὴ δι' αὐτῆς ἀνιστάμεθα, καὶ τῷ προγενέσθαι αὐτήν καὶ αὐτοῦ γὰρ μὴ ἀναστάντος, ὁ ἀναστήσας αὐτὸν καθ' ἡμᾶς, ἀνιστᾷ ἂν ἡμᾶς κατ' αὐτὸν διὰ τῆς κοι νῶς ἐν ἅπασι γινομένης καὶ ὁμοίας αὐτοῦ ἐνερ γείας· οὕτω μὲν οὖν δέδεικτα: αὐτοῦ τε ἡ ἀνάστασις αὐτοενέργεια εἶναι, καὶ ἡμῶν ἐκ συνθέσεως τῆς πρὸς τὸν Λόγον τῆς σαρκὸς ἀνάστασις. Σκοπητέον δὲ λοιπὸν καὶ τὸ ἕτερον τὸ παρ' ὑμῶν εἰρημένον· τὸ γὰρ παράδοξον τῆς θεοπρεποῦς αὐτοῦ γεννήσεως, ἐπὶ τὸ ἅγιον Πνεῦμα ἀνάγετε, καὶ σύμ βολον εἶναι ταύτην τούτου νομίζετε, καὶ οὐκ οὐσιώδους συμπλοκῆς τοῦ Λόγου τεκμήριον· εἴπατε οὖν ἡμῖν ὄντως, ὦ οὗτοι, διὰ τί ἐπὶ τῆς τούτου καὶ με νου γεννήσεως τοῦτο γεγένηται; καὶ διὰ τί τήνδε τὴν αὐτοῦ τοιαύτην γέννησιν, τὸ τοιόνδε σύμβολον κατηρτίσατο μόνον; καὶ γὰρ ἐκ τῶν ὑμετέρων λημ μάτων ἔχομεν, ὅτι ὧν ἀσυγκρίτως διαφέρουσιν αἱ φύσεις, τούτοις οὐ δυνατὸν τὴν αὐτὴν σύνθεσιν ἐπι συμβαίνειν· νῦν οὖν ὑμῖν διὰ τὸ ὑμέτερον ἀρτίως θέμα, ἐναντίως μὲν τῷ σκοπῷ τόδε αὐτὸ ἀξίωμα
col. 1477–1478page 40 of 185
PG 86:1477φήσομεν, ὅτι ὧν αἱ γεννήσεις διάφοροι ἀσυγκρίτως, οὐδέποτε αἱ αὐτα, φύσεις γενήσονται· ὅτι γὰρ τὸ ἐν ἀνομίαις συλληφθῆναι ἀσύγκριτον ἔχει τὸ διάφορον, οὐκ ἀμφιβάλοι ἂν οὐδὲ ὅλως τις τῶν ὄντων· ἔτι δὲ καὶ οὕτως πάλιν ἐροῦμεν· Εἰ τὸ ἐκ τῆς σαρκός, σάρξ ἐστι, τὸ δὲ ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι σὰρξ δὲ καὶ Πνεῦμα οὐ τῆς αὐτῆς οὐσίας· πᾶς δὲ ἄνθρωπος σὰρξ ἐκ σαρκός· διὸ καὶ ἐκ σαρκὸς ὁμοουσίως σαρκωθεὶς ἐγεννήθη· ὁ δὲ Κύριος ἡμῶν Ἰη σοῦς ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου τῶν ἑτεροουσίων σαρκωθεὶς ἐγεννήθη· πῶς οὖν οὐκ οὐσιώδους συμπλοκῆς τοῦ Λόγου τεκμήριον, ή τοιά? δε γέννησις ἐν ᾗ τὸ τοῦ ἁγίου Πνεύματος σύμβολον,; ὡς ἐνομίζετε ὑμεῖς, γέγονε; καὶ τὸ οὖν ἐκ Πνεύματος καὶ Πνεῦμα εἶναι μετὰ τοῦ καὶ σάρκα, τόδε παρίστησιν αὐτόν· Πνεῦμα δὲ ὁ Θεός· καὶ ὁ Κύριος τὸ Πνεῦμά ἐστι· συνελήφθη γὰρ ἐκ Πνεύματος ἁγίου οὐ γὰρ ἁπλῶς πνεύματος εἴρηται· ταῦτα μὲν οὖν Σωτῆρος ἡμῶν γεννήσεως. καὶ περὶ τῆς οὐ δοκούσης ὑμῖν παραδόξου θείας τοῦ Τὸ δὲ ἕτερον τῆς ὑμετέρας διαβολῆς, ἐν ᾗ πως τὰς θεοσημείας τοῦ δεσπότου ὡς οὐδὲν ἔχειν δι' οἰκείας ἀποδείξεως παρεγχαράσσειν... ὅθεν ὑμῖν τοῦτο μὲ Θεοῦ. Ηδέως ἂν τοῦτο πυθοίμεθα παρ' ὑμῶν· Αρά γε βασιλέως λοιδορήσαντος ἢ ἀπει λήσαντος λόγῳ μόνῳ τινὶ, τῶν δὲ τούτου ὑπασπιστῶν παρ' αὐτὰ καὶ αἰκιζόντων πολλάκις ἢ ἀναι ρούντων τὸν ὑβρισθέντα ὑπὸ τοῦ Κυρίου αὐτῶν, ἐπεὶ μείζονες αἱ πληγαὶ αὐτῶν, μείζους ἢ ὁμοίους ἄρα καὶ τοὺς ὑπηρέτας τοῦ βασιλέως εἴποιμεν εἶναι; πάλιν ἐν εὐεργεσίαις ταῦτα ὁρῶντες συμβαίνοντα, ὡς ᾧτινι λόγου μόνου μεταδίδωσι καὶ συντυχίας ή βασιλεὺς, δῶρά τε ποικίλα καὶ τιμαὶ παρὰ τῶν ὑπηκόων τοῦ βασιλέως προσφέρονται, μείζονας εὐεργέτας είναι φήσομεν τοὺς ὑπηκόους; ἢ ὄντως δέον εἰδέναι τοὺς περὶ τούτου διαγινώσκοντας, πόθεν ἡ ἀρχὴ τοῦ γενομένου καὶ τίνος δυνάμεως ενέργεια, καὶ τίς ἡ τούτων πρώτως αἰτία παρασκευαστική; εἰ γὰρ μὴ τούτοις ἐπισκέψομεν, καὶ τὴν μάστιγα εἶναι μείζονα εἴποιμεν ἂν τοῦ ἡνιόχου, καὶ τὸ βέλος τοῦ τοξότου, καὶ τὸν μαθητὴν τοῦ διδασκάλου, καὶ πόδας ἐπὶ κεφαλὴν, τὸ δὴ λεγόμενον, ἀνατρέψομεν ἄλλως δὲ πάλιν· Εἰ καθ᾽ ὑμᾶς ἴσον αὐτὸν ἑαυτοῖς οἱ ἀπόστολοι αὐτοῦ γήϊνοι ὄντες διεγνώκεισαν, και αὐτὸς ὁ τούτων καὶ ἡμῶν Κύριος, πώς μηδὲ πατέρα μηδὲ ῥασσι μηδὲ κύριον ἢ καθηγηη τὴν καλεῖν τινα τῶν ἐπὶ γῆς προσταττομένου, Κύριον αὐτὸν καὶ Θεὸν ἐκάλουν καὶ διδάσκαλον; ᾿Αλλὰ καὶ ὁ ταῦτα αὐτοῖς προστάξας, ὡς καλῶς παρ' αὐτῶν τάδε λεγόμενα αὐτῷ ἀπεδέχετο, εἰπών Ὑμεῖς φωνεῖτέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ· οὐκοῦν σαφὲς ὡς εἰ καὶ τὰ αὐτὰ ἢ καὶ μείζονα παρὰ τῶν αὐτῶν ἐγίνετο, ἀλλ᾽ ἐκ τοῦδε μὲν, ὡς Κυρίου αὐτῶν, ἐκ τῶνδε δὲ ὡς δούλων αὐτοῦ καὶ λειτουργών. Πλὴν καὶ τούτων εἰς ἔλεγχον τῆς ἀποτομίας τῶν εἰρημένων ὑμῖν... ἔτι μαθεῖν ὅμως βουλόμεθα παρ' ὑμῶν, τοῦ ἢ πότε οὗτοι εἰ καὶ τὰ αὐτὰ. κατὰ τὸν αὐτὸν τρόπον αὐτῷ ταῦτα προεβάλοντο, ἢ οὐχ ὁμοίως οὐδὲ ἐξ ὁμοίων γίνεσθαι ώμολόγησαν
col. 1479–1480page 41 of 185
PG 86:1479ὁμοίως αὐτῷ ἐν τοῖς ὑπὲρ ἄνθρωπον ἐγνωρίζοντο ὁ μὲν γὰρ αὐθεντίᾳ καὶ ἐξουσίᾳ ἰδίᾳ καὶ οἰκείῳ προστάγματι, ἔλεγε· Θέλω, καθαρίσθητι· οὗτοι δέ Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει, λέγοντες· ἰδοὺ σαφῶς ἐκεί νου εἶναι τὴν ἐνέργειαν, αὐτῶν δὲ τὴν ὑπουργίαν μάλιστα ὡμολόγουν· καὶ αὐτὸ γὰρ ὅλως τὸ ὑπ' αὐ τῶν διακονούμενον διὰ τῶν θαυμάτων ἡ εἰς τὸν Δε σπότην αὐτῶν πίστις ἦν, ὃ καὶ μόνον ἐσπουδάζετο αυτ τοῖς· ἔτι μὴν, ποῦ τὸ ἰδίως Θεοῦ χαρακτηριστικὸν τὸ δημιουργικὸν λέγω, ὥσπερ αὐτὸς τοῦτο εἰς τὸν ἐκ γε νετῆς τυφλὸν, καὶ οὗτοι ἐπεδείξαντο; ὁ γὰρ ἐκ πηλοῦ τὸ καιριώτερον καὶ ποικιλώτερον μέρος τῶν ἐν ἀνθρωπείῳ σώματι πλάσας, δι᾿ ἑνὸς μορίου παρέστησεν, ὡς αὐτὸς ἦν καὶ ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἐξ ἀρχῆς καὶ πλάσας τὸν ἄνθρωπον· τίς δὲ αὐτῶν ἢ προφη τῶν ἑτέρους, ἀλλ' ὅμως ἑαυτὸν, ἐκ νεκρῶν ἀναστῆσαι ηδυνήθη; ἢ τίνος ἀδιάφθορον τὸ σῶμα τῶν ἐπὶ τῆς γῆς ἐν τάφῳ γέγονεν; ἢ τίς ἔχειν ἐξουσίαν τῆς ἀποθέσεως τῆς ἑαυτοῦ ψυχῆς καὶ ἀπολαβής μεμαρτ τύρηται; οὐδὲ ἀκούσεσθε ὀψὲ γοῦν πότε τοῦ λέγοντος, Τίς ἐστι ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάν νανον, ρύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου τίς δὲ αὐτῶν ἐπ' ἐξουσίας επιτάσσειν τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις, ἢ ἐπ' ἐξουσίας ἐπιτιμᾷν τοῖς ἀνέ μοις καὶ τῇ θαλάσσῃ εἴρηται; ἢ τίνος ἑτέρου ἐθαυ μάσθη ὁ λόγος ὅτι ἐπ' ἐξουσίας ἦν, καὶ οὐχ ὡς οἱ τῶν λοιπῶν; τίνος δὲ τῶν ἀποστόλων ἢ προφητῶν ἀποθνήσκοντος οὐρανὸς καὶ γῆ, ἥλιος καὶ σελήνη, ημέρα καὶ νύξ, νεκροὶ καὶ ζῶντες συνεσείσθησαν, καὶ τῶν οἰκείων ὅρων καὶ τόπων ἐξέστησαν; τίνος δὲ ἐν τῇ γεννήσει ἄσπορος ὡράθη τόκος, ἀστέρος ἀπ' οὐρανοῦ δρόμος, ἀγγέλων ὑμνολόγος χορός; τίς δὲ αὐτῶν ἐν μὲν τῷ σαρκικῷ σώματι τὰ πνευματικὰ ἐπὶ εδείξατο, ὑμένος τοῦτο διαβιβάζων παρθενικοῦ, καὶ ὑδάτων ἐπιπολάζων; ἐν δὲ τῷ πνευματικῷ σώματι, τὰ σαρκικὰ προεβάλετο, χερσὶν αἰσθηταῖς ψηλαφώμενος; καὶ βρωτὰ μετὰ τὴν ἀνάστασιν ὑπὸ τῶν μα θητῶν προσιέμενος, καὶ ἐσθίων, εἰ καὶ μὴ τρεφόμενος; δεικνὺς διὰ τούτων, ὅτι τῆς σαρκικῆς τε καὶ πνευματικῆς φύσεως αὐτός ἐστιν ὁ ποιητής τε καὶ κατασκευαστής, καὶ ποιῶν πάντα καὶ μετασκευάζων, καὶ θαυματουργεῖν ἀεὶ δυνάμενος, ἐν ἅπασ τοῖς φυσικοῖς καταστήμασι· τῷ γὰρ ποιοῦντί τι; τούτῳ μόνῳ καὶ τὸ μετασκευάζειν αὐτὸ, εξακολου τίς δὲ εἰς οὐρανὸν ἀναβέβηκεν, ἢ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι μόνος μεμαρτύρηται, τῶν τῆς ἀνθρωπίνης μόνης ὄντων φύσεως; οὐκοῦν οὐδὲ τοῦτο ὑμῖν τὸ ἀπεβὲς παραστῆσαι κατὰ γνώμην ἐκβέβηκεν, ὡς ἡ αὐτὴ τῶν τε ὁσίων ἀνδρῶν, καὶ τῆς Δε σποτικῆς ἐξουσίας ή θαυματουργία ἐστί. Τὸ δὲ ἕτερον ὧν φατέ ἐστι, τὸ τὴν ἀξίαν καὶ δε σποτείαν καὶ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὰ λοι πὰ τῇ σαρκὶ ὑπὸ τοῦ κρείττονος αὐτῆς Λόγου δοθή ναι, καὶ μὴ δέον εἶναι συνθέσει ταῦτα προσλογίζεσθαι. 'Αληθῶς μὲν οὖν ἐκ τοῦ Λόγου δίδοσθαι τὰ εἰρημένα συντιθέμεθα· πλὴν τοῦτο ὑμᾶς ἐρωτήσο μεν Τάδε τὰ ὄντα τινὰ ἐν τῷδέ τινι φυσικῶς ποτε,
col. 1481–1482page 42 of 185
PG 86:1481καὶ τῇ δέ τινι μεταδίδονται, ὅτε ἀσυνθέτως ἔχει πρὸς τὸν ἔχοντα, ὁ μὴ ἔχων αὐτὰ κατὰ φύσιν, ἢ ὅτε πρὸς τόνδε συνετέθη; Τί δήποτε οὖν, πολλῶν ὄντων τῶν ἀσυνθέτων πρὸς τὸν ἔχοντα τάδε φυσικῶς, ἑνὶ μόνῳ τῷὃς δέδονται; ἰδοὺ γὰρ ἐν παραδείγματι βλέ πομεν, ὡς ἡνίκα κατά φύσιν συντεθῇ τὸ πῦρ τῷ σιδήρω, τότε πεπυρωμένος λέγεται ὁ σίδηρος, τὸ ὄνομα καὶ τὴν ὡς ἄν τις εἴποι ἀξίαν φυσικὴν τοῦ πυρός, ἐκ τῆς συνθέσεως προσκτησάμενος· καὶ ὅτε φῶς τῷ ὕδατι εἰσκραθὲν τοῦτο φωτίσει κατὰ σύνθεσιν, πεφωτισμένον ὀνομάζεται ὕδωρ· καὶ ὅτε χρυσῷ ἐπιχριόμενος ένωθῇ, τότε χρύσεος ἀνδριάς· ὅτε δὲ τῷ σκεπάρνῳ εἰς ἐνέργειαν μόνον χρῆται ὁ τέκτων, οὐ κατὰ σύνθεσιν φυσικὴν αὐτῷ ἡνωμένος, τότε οὐδὲ τὸ ὄνομα οὐδὲ τὴν ἀξίαν αὐτοῦ μεταδίδωσι τῷ ὄρ γάνῳ, ἢ παρ' αὐτοῦ μεταλήψεται ὁ ἐργαζόμενος. Αλλ' οὐδ᾽ ὁ βασιλεὺς, ἢ εὐγενής τις ἐντιναοῦν τῶν οἰκείων θεραπόντων εἰ προσλάβοιτο, καὶ οἰκισοῦν ἀξίαις τιμήσει, κατὰ φύσιν δὲ αὐτῷ μὴ ᾗ συγκείμενος, οὔτε τὸ ὄνομα, οὔτε τὴν ἀξίαν καὶ δεσποτείαν τὴν βασιλικὴν, οὔτε τὴν εὐγένειαν αὐτοῦ τῷδε συγκ χωρήσειεν· οὐδὲ γὰρ δυνατόν ἐστιν οὐδὲ εἰ βούλοιτο, ὥσπερ οὖν ὑποδείξομεν, ὅσον ἂν καλλωπίσοι τινά τῶν ἰδίων ἵππων, ἄνθρωπον αὐτὸν ὀνομάζειν ἀληθῶς εἶναι ὡμολογημένου ονόματος, καὶ οὐ δύο τῶν ὑπὲρ πάντα τὰ φυσικὰ ὀνόματα· τρία γὰρ καὶ οὐχ ἓν εἰ τὰ ὑποστατικὰ θεῖα καὶ ὑπερέχοντα φῇ τις, τι ἂν ἄλλο τοῦτο ἔσται ἢ ὁ Θεὸς καὶ Κύριος ὁ φύσει; ὅ θέα σεῖ γὰρ οὔτε μόνῳ αὐτῷ χαρισθὲν οὔτε ὑπὲρ πᾶν ὄνομά ἐστι· πολλῶν ὄντων κατά τι λεγομένων θεῶν τε καὶ κυρίων ἐν οὐρανῷ τε καὶ γῇ. Ε' οὖν ἕτερος τοῦτο λάβοι παρὰ τὸν ὄντως φύσει Θεόν, ἀνάγκη ἐστὶν ἢ ἀνώνυμον μεἶναι τὸν δόντα, ἢ ἐν θατέρῳ αὐτ τῶν ψευδῶς ὀνομάζεσθαι λοιπὸν τοῦτο· ἡ γὰρ ἐκ τοῦ προσφάτως αὐτὸ λαμβάνοντος ἑτεροουσίου ὄντος, καὶ οὐ κυρίως αὐτὸ κτησαμένου, ψευδῶς κέκληται· ἢ ἐπὶ τοῦ πρώην ἔχοντος αὐτὸ, οὐκ ἀληθῶς λέγεται λοιπὸν, ὡς νεωστὶ ἀποκτησαμένου, καὶ μὴ μείναντες, μηδὲ ἐν τῇ ἰδίᾳ φύσει τοῦ ὀνόματος. Πᾶν γὰρ σικὸν κύριον ὄνομα, μιᾶς καὶ οὐ δύο φύσεων δια φόρων ἐστίν· ἢ οὖν οὐ κυρίως καὶ ἀληθῶς τοῦτο δεδόσθαι λέγεται τινι, ἢ εἰ ἀψευδῶς δέδοται, ἐκ συν θέσεως αὐτοῦ τοῦ τούτου μόνου ἀληθῶς ὀνομαζομένου κατ' αὐτὸ καὶ πρὸς τὸ ἑτέρως μετεδόθη. Οὕτως γὰρ καὶ ἔτι τῷ αὐτῷ ἐνυπάρχοντι ὀνόματι καὶ ἐν τῷ ἑτέρῳ ἔσται, διὰ τὸν γενόμενον ἐν αὐτῷ· οὐ γάρ ἐστί τι τῆς φύσεως ὄνομα ἀληθῶς ὀνομάζεσθαι ἀποχωροῦν τοῦ ἰδίου ὑποκειμένου· ὁμοίως δὲ καὶ 6 τῆς ἀξίας καὶ δεσποτείας λόγος καὶ τὰ λοιπὰ πάντα νοεῖται. Ἐπεὶ οὖν διὰ ταῦτα ἡμῖν μὲν ἐκ τῆς φύσεως του θῆναι καὶ τὸ τῆς ἀξίας ὄνομα, καὶ φύσιν εἶναι τὴν ἀξίαν ἐπὶ Θεοῦ, οὐ γὰρ ἐπίκτητόν τινα περιβολήν, ὑμῖν δὲ ὡς ἔοικεν, οὐχὶ ταῦτα οὕτως ἔχειν φαίνεται, εἴπατε τί μάλιστα βούλεσθε ἡμᾶς νοεῖν, ἀληθῶς οὖσαν τὴν κατὰ Χριστὸν ἀξίαν καὶ δεσποτείαν καὶ τὸ δνομα· καὶ εἰδῶμεν εἰ μὴ πάντως ὅσον ἂν τῷ μᾶλ τὸν ὑπερέχοι τὰ καθ' ἡμᾶς, τὸ λεγόμενον παρ' ὑμῶν, ἐπεὶ εἶδος τοῦτο οὐκ ἐξαλλάσσει. Καὶ γὰρ ἂν οὕτω
col. 1483–1484page 43 of 185
PG 86:1483πᾶς ἄνθρωπος παντὸς ἀνθρώπου ἑτεροούσιος γένοιτο κατά τίνα εἶναι τῶν ὁσίων ἀνθρώπων τὸν Χριστὸ ἡμῖν τὸν ὄντως Θεὸν καὶ Υἱὸν Θεοῦ ζῶντος ώ ολογη μένον ὑποτίθεσθε; Ενεστιν οὖν ἀκηκοέναι ὅπως ἀξίαν εἶναι καὶ οὐ σύνθεσιν φυσικήν ταύτην ἐπὶ Χριστού κατασκευάζετε λέγοντες, ὡς ἡ ἀξία ἐκ Θελήσεως δίδοται. Ἐπεὶ οὖν εὐδοκίᾳ γεγένητα: καὶ τὰ τῆς οἰκονομίας, πάντως ἀξία τις ἔσται τὸ δοθέν. Αλλά καὶ πρὸς τοῦτό φαμεν· ὅτι μὲν ὡς τιμήν τινα οἴε σθε τὴν ἀξίαν διὰ τὸ ἐκ θελήσεως δεδόσθαι, ἐρούμεν ὑμῖν ὅτι καὶ πληγαὶ καὶ πέδαι καὶ ἀτιμίαι τοῖς κακούργοις οἰκέταις καὶ δημόταις ἐκ θελήσεως δια δονται τῶν οἰκείων ἀρχόντων καὶ δεσποτῶν· τῷ οὖν καθ' ὑμᾶς λόγῳ ἐπεὶ ἐκ θελήσεώς ἐστι ταῦτα δεδο μένα, ἀξίαι λογισθήσονται καὶ τιμαί. Μὴ δὲ γὰρ τοῦτο ὑμῖν εἰς ἀτι πίαν πλήρη παροράσθω λέγειν ἄλλως τε εἰ λεγόντων ἡμῶν τὴν φυσικὴν σύνθεσιν. μὴ κατ' εὐδοκίαν καὶ φιλανθρωπίαν αὐτοῦ τοῦ παν αγάπου Θεοῦ ταύτην ἔφαμεν γενέσθαι, εἴχετε ἂν εἰκὸς ἐκ τοῦ μὴ κατ' εὐδοκίαν εἶναι τὴν οἰκονομίαν, μὴ σύνθεσιν εἶναι διαβεβαιοῦσθαι· νῦν δὲ τοῦτο αὐτὸ ὑπερβοῶμεν ὑμῶν ὡς ἀγαθότητος ἀκροτάτην ἔνδειξιν ἔχει, τὸ κατ' εὐδοκίαν εἶναι τὴν τοι να σύνθεσιν· οὕτως γὰρ ἴσμεν παντελῶς ἄφθονον τὸ Θεῖον, ὡς εὐδοκεῖν οὐ συμβεβηκυίας οὐδὲ ἀνοσίου τινὸς ἀξίας μεταδοῦναι ἡμῖν μόνον, ἀλλὰ φυσικής καὶ ταύτης, οὐ τῆς τυχούσης· οὐχ ἑτέρου γὰρ ἀγαπ θοῦ, ἀλλ' ἑαυτοῦ ἡμῖν τοῖς αὐτοῦ μεταδίδωκεν· ο τί ἂν εἴη λοιπὸν τὴν οἰανοῦν φύσιν ἀφθονωτέραν ή ἀγαθωτέραν Θεοῦ ἐννοεῖν συγχωρούν, εἴπατε ὑμεῖς, καὶ ἐν τούτῳ ὑμῖν συμφωνήσομεν. Αλλ' ἐπεὶ καὶ πρὸς τοῦτο καταβληθέντες ότι ψυχορραγικῶς ἀσπαίροντες οὐκ ἐνδιδατε τῷ ἀληθεῖ τῆς εὐσεβείας λόγῳ, ἀλλὰ καὶ τὸ ἀναμάρτητον ἡμῖν οὐ θείας ἑνώσεως εἶναι σύμβολον ἐπὶ τοῦ Δε σπότου ἡμῶν Χριστοῦ διαβεβαιοῦσθε, καὶ τοῦτο ὑμῖν συνεξετάσομεν. Ἐν οἷς μὲν οὖν ἐστι τὸ ἁμαρ τάνειν, ἐν τούτοις θαυμάζεται καὶ τὸ ἀναμάρτητον ἐπεὶ οὐδὲ κυρίως ἐπαινετὸν λέγειν τὸ ἀναμάρτητον, Τίνος οὖν ἴδωμεν ἡ ἁμαρτία, ἢ δῆλον ὡς τοῦ καθέ καστον τῶν ἀνθρώπων αὐτεξουσίου; τούτου γὰρ καὶ ἡ δικαιοσύνη· εἰ γὰρ μὴ τοῦ κατά προαίρεσιν καὶ ἐφ' ἡμῖν αἱ ἁμαρτίαι τε καὶ αἱ δικαιοσύναι, ἵνα πάντα παραλείψωμεν, ἄδικος ὁ κολάζων τόν τε οὐκ ἐξ ἑαυτοῦ ἁμαρτάνοντα, καὶ γεραίρων τὸν οὐκ ἀφ᾽ ἑαυτοῦ δικαιοπραγοῦντα. Εἰ οὖν ὡμολογημένως ή ἁμαρτία τε καὶ ἡ δικαιοσύνη ἐκ τοῦ ἐφ' ἡμῖν, καὶ τοῦ κατὰ φύσιν ἡμῶν αὐτεξουσίου, τὸ δὲ ἀναμάρτητον ήγουν δίκαιον τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ Πνεύματος ἁγίου μεμαρτύρηται, καὶ ὑμῖν ἀνάγκη ἐστὶ τοῦτο εἶναι αὐτοῦ τὸ αὐτεξούσιον, ἐξ οὗπερ ἐδικαιώθη· ὥσπερ καὶ ἡμεῖς ἐκ τοῦ καθ' ἡμᾶς αὐτεξουσίου. Εἰ δὲ ὅπερ τῆς ἡμέτερα; φύσεως ἐστι αὐτεξούσιον καὶ τῆς δικαιοσύνης ἡμῶν αἴτιον, τοῦτο τῆς Χριστοῦ φύσεως ἴσμεν εἴ απ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο δὲ ἀληθῶς Θεὸς ἀληθε νός, πῶς οὐχὶ σαφέστατα ἡμῖν, καὶ ἄκοντες, τὴν θείαν φύσιν διὰ τοῦ Πνεύματος ἐν Χριστῷ εἶναι δεδώκατε; σε τών αν ὑπολαμβάνοντες ἀνομίαν, ἔτι δ: ειές
col. 1485–1486page 44 of 185
PG 86:1485ἐστιν ὑμῖν· ἐλεγχθέντες δὲ κατὰ πρόσωπον νῦν ὑπ' αὐτοῦ ὅτι ὑπὲρ ἡμᾶς ἦν νεούμενος ὁ καθ᾿ ἡμᾶς θεω ρούμενος. Ο γὰρ ἐν ἡμῖν ὁ ἡγεμονικός λόγος κατορ Ουν μερικῶς, τοῦτο παντελῶς ὁ θεῖος Λόγος πρὸς τῷ ἡμετέρῳ καὶ τοῦδε καὶ τῶν λοιπῶν ἡγεμονευόντων ἐν Χριστῷ κατώρθωσεν. Εἴτε οὖν ὡς συνυπάρχων τῷ ἁγίῳ Πνεύματι, εἴτε καὶ ὡς Πνεῦμα ἅγιον ἀπὸ τῆς φύσεως λεγόμενος, οὐκ ἀπὸ τῆς ὑποστάσεως, ΚΕΦΑΛ. Κ'. αὐτὸς ἑαυτοῦ τῆς δικαιοσύνης οὐχ έτερος αίτιος. μας, "Ο Λόγος ὁ θεῖος, ἄ ρεπτός ἐστι τὴν ὑπόστασιν ὡς καὶ τὴν φύσιν, ἢ οὐχί· εἰ μὲν οὖν οὐχὶ, οὐδὲ πάντη ἁπλοῦς, οὐδὲ ἄφθαρτός φασι, ἀλλ' οὐδὲ Θεός. Ετι μὴν καὶ ὁ Πατήρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὴ ἄρα ἑτέρως ὑφεστήκασιν, τοῖς αὐτοῖς ὑπενεχθήσον και· δυνάμει γὰρ τρεπτοὶ καὶ αὐτοὶ τὰς ὑποστάσεις νοηθήσονται. Εἰ δέ γε διὰ τὸ ἐναργὲς τῆς ἀσεβείας, πας τις ὁμολογεῖ ἄτρεπτον καὶ καθ᾽ ὑπόστασιν τὸν Λόγον, πῶς ἐξ ἁπλῆς σύνθετον ἕξει τὴν ὑπόστασιν; Ἀλλὰ πῶς τὸ ἁπλοῦν τῆς ὑποστάσεως νοεῖται ὑμῖν; αἱ γὰρ ὑποστάσεις, φύσεις εἰσὶ μετὰ ἰδιωμάτων· εἰ μὲν οὖν τῷ μίαν τε ἔχειν φύσιν καὶ ἐν ἰδίωμα ἁπλοῦν τὴν ὑπόστασιν ἁπλῶς οἴεσθε, ἡ φύσεις μὲν ὅσας τύχοι, ἰδίωμα δὲ ἓν μόνον ἁπλοῦν, οὔτε μία ἔσται τινὸς ἁπλὴ ὑπόστασις οὐδὲ τῶν θείων αὐτῶν· ὁ Πατήρ τε γὰρ λόγου ἐστὶ γεννήτωρ καὶ ἀγέννητος καὶ ἐκπορευτής Πνεύματος ἁγίου· καὶ ὁ Υἱός, γεν νητὸς καὶ Λόγος και διαπορθμευτής τοῦ ἁγίου Πνεύ ματος· κ ἐστι πλείονα ἁπλὰ ἰδιώματα τῆς αὐτῆς υποστάσεως ἐξ ὧν ἅμα πάντων, καὶ τὸ ἓν σύνθετον ἰδίωμα νοεῖται, τῆς πατρικῆς ἢ οἱϊκῆς ὑποστάσεως. Εἰ δὲ τῷ φύσιν μὲν μίαν ἔχειν, ἰδιώματα δὲ ἁπλᾶ ὅσα ἂν τύχοι, τί ἄν διαφέρο: ἁπλὴ ὑπόστασις ἁπλῆς φύσ σεως,λέξατε. Εἰ δὲ οὐδὲν, ἀνάγκη ἄρα, ὥσπερ τὴν ἀσύντ Θέτον φύσιν ἐν τῷ μὴ σὺν ἑτέρα φύσει ἡνώσθαι νοοῦ. μεν, οὕτως καὶ τὴν ασύνθετον ὑπόστασιν, ἐν τῷ μὴ σὺν στέρα ὑποστάσει γνῶσθαι, ὀρθῶς δοξάζειν, Ὑποστάσει δὲ ὑπόστασιν ἑνωθῆναι, οὐχ ἡμεῖς ἀλλ' ὑμεῖς φατε ὥστε καὶ ὑμεῖς λέγετε σύνθεσιν ὑποστάσεων· ἡμεῖς γὰρ ὥσπερ τὸν ἐν καμίνῳ πυρωθέντα σίδηρον ούχ ὑπόστασιν ἀποσπᾶσαι τινα μερικὴν ἐκ τοῦ πυρείου είδους, ἀλλὰ φύσιν μόνον ἐν τῇ ἰδίᾳ ὑποστάσει προστ δέξασθα:· μένει γὰρ ὡσαύτως ἀνελλιπής ἡ τοῦ πιο ρὸς ἐν τῇ καμίνῳ ὑπόστασις καὶ μετὰ τὴν τοῦ σιδή του πύρωσιν· οὕτω φαμὲν τὸν Λόγον ἐκ τῆς ἡμετέρας φύσεως εἰς τὴν ἰδίαν ὑπόστασιν προσλαβέσθαι φύσιν ἰδικήν τινα κατὰ τὴν ὑπίστασιν οὖν ταῖς φύσεσιν ἡ σύνθεσις, εἴτ' οὖν ἔνωσις ἡ πρὸς ἀλλήλας· οὔτε δὲ φύτ σις σύνθετος ἐκ τῶνδε γέγονεν. Οὐ γὰρ κατὰ σύγκ χυσιν συνετέθησαν, οὔτε ὑπόστασις σύνθετος· ὅτι οὐκ ἐξ ὑποστάσεων· ἀλλ' ἀσυνθετώτερον ίξίωμα τῆς τοῦ Λόγου γέγονεν ὑποστάσεως, πλειόνων ἐπισωρευθέντων ἐν αὐτῇ τῶν ἁπλῶν ἰδιωμάτων μετὰ τὴν σάρκωσιν· ὑπερ οὐδὲ σύνθετον, οὐδὲ τρεπτήν δείκνυσιν οὔτε τὴν φύσιν οὔτε τὴν ὑπόστασιν αὐτοῦ. ΚΕΦΙΑ. ΚΑ'. Αλλά, φασὶ, καὶ τότε οἱ πάντα λόγον εἰς ἀθήτης
col. 1487–1488page 45 of 185
PG 86:1487σιν τῆς σαρκώσεως τοῦ θείου Λόγου διερευνώντες. ὅτι πᾶν τὸ ἐκ διαφόρων μερῶν συγκείμενον όλον, ἕτερόν τε ὁρᾶται, καὶ ἑτέρως ὀνομάζεται παρὰ τὰ ἐξ ὧν ἐστιν. Εἰ οὖν ἐκ Θεοῦ καὶ ἀνθρώπου σύνθετος ὁ Χριστός, οὔτε Θεὸς ἀληθῶς, οὔτε ἄνθρωπος. Πρω τον μὲν οὖν καὶ τοῦδε ψευδὴς ἡ ἀπόφασις· ἔστι γάρ ἐφ᾽ ὧν διαφόρων μερῶν ὁλότης γενομένη, οὐκ ἄλλη παρ' ἑκάτερα τὰ μέρη αὐτῆς νοεῖται ἢ λέγεται, ἢ δι' ἐπικράτειαν θατέρου τῶν μερῶν ἐν τῇ συνθέσει ὥσπερ φαμὲν τό τε ἄνεφθον λάχανον, καὶ τὸ μετὰ μίξιν καρυκείας πλειόνων εψηθὲν ὁμοίως λάχανον και σεμίδαλιν καὶ τὰ ὅσπρια ἢ διὰ τὸ μὴ εἶναι ὅλως ἕτερόν τι εἶδος γινόμενον ἐκ τῶν ὁμογενῶν τοῦ συνθέτου μερῶν τῶν ἀνομοιοειδῶν. Διά τοι γὰρ τοῦτο καὶ ἄρτιον μέρος ἀριθμοῦ, καὶ περιττόν συντεθέντα εἰς μίαν ὁλότητα, ὁ ἑπτὰ τυχὸν καὶ ὁ ὀκτώ, οὐχ ἕτερον εἶδος ἀριθμοῦ παρά τε τὸν ἄρτιον καὶ περιτο τὸν ἐποίησαν ἐν δεκαπέντε· ἀλλ' ὁμοίως θατέρω τῶν ἑαυτοῦ μερῶν λεγόμενον περιττόν· διότι οὐδὲν πα ρὰ τὸν ὅρον τοῦ περιττοῦ οὐδὲ ἐν αὐτῷ ὤφθη, ὥσπερ οὐδὲ ἐν τῷ ἑβδόμῳ. Δῆλον οὖν ὡς ἐφ' ὧν πρὸς τῷ δια φόρῳ τῶν συνελθόντων μερῶν καὶ ἕτερος εἴδους λόγος ἐν τῷ ὅλῳ φανῇ, τότε ἐξαλλάσσειν ἀνάγκη τάτε όριο στὰ καὶ τοὺς ὁρισμοὺς καὶ τὰ ὀνόματα, ὅπερ ἐξ ἀρχῆς ἠγνόησαν. Λέγεται οὖν περιττὸς ἀληθῶς καὶ ὁ δεκαπέντε σύνθετος ὅλος, ὡς ὁ ἕβδομος· καὶ περιέχει δὲ ἐν τῇ οἰκείᾳ ὁλότητι ἀληθῶς περιττὸν φυλαττόμενον τὸν ἑπτὰ ἐν ἑαυτῷ. Οὕτως οὖν μοι νόει τον τε λόγον Θεὸν ὄντως, καὶ τὴν σάρκα ἄνθρωπον δν τω;· καὶ Χριστὸν τὸν κατὰ Λόγον οὐ φύσιν· καὶ τὸν ἀληθῶς Θεὸν καὶ ἄνθρωπον. ΚΕΦΑΛ. ΚΒ'. Εἰ οὖν, φασί, καὶ ὑμεῖς φυσικὴν τὴν ἕνωσιν ὁμολογεῖτε, τί διαφέρεσθε πρὸς τοὺς περὶ Σεβῆρον μίαν φύσιν λέγοντας Χριστοῦ; Πᾶσα γὰρ φυσική Ένωσις φύσιν τινὰ μίαν παρὰ τὰς ἑνωθείσας δείχνυσι· φύσ τις γὰρ ὁ ἄνθρωπος μία· ὡς ἄνθρωπος καὶ οὐ πλείους· οὔτε ψυχῆς, οὔτε σώματος μόνου, οὔτε ἄμφω τοὺς λόγους μόνους έχουσα τοὺς φυσικούς· τὸ γὰρ θνητὸν ἐν ἀνθρώπῳ μὲν, οὔτε δὲ ἐν ψυχῇ, οὔτε ἐν σώματι ἰδίᾳ ἐστί. Τί οὖν, ὦ οὗτοι, καὶ πυρὸς πρὸς σίδηρον οὐκ ἔστι τῶν φύσεων ἔνωσις; καὶ ἐπὶ πόκου αἱμοβαφοῦς, οὐ τῶν οὐσιῶν ἡ συμπλοκὴ τῶν σωματι χών; Καὶ τίς ἐστι ἡ γενομένη καινοτέρα φύσις ἐν τοῖσδε, εἴπατε, διὰ τὴν φυσικὴν αὐτῶν σύνθεσιν· τἰ γὰρ ἄλλο τάδε καὶ μετὰ τὴν οὐσιώδη Ενωσιν, εἰ μὴ σίδηρος πεπυρωμένος, καὶ πόκος ᾑματωμένος, δύο τε φύσεις ὡσαύτως; 'Αλλ' ίστε, είπερ πείθεσθε μαν θάνοντες, ὡς πολλαχῶς θεωρεῖται καὶ λέγεται ἡ φυσικὴ ἔνωσις· ἡ μὲν γὰρ λέγεται φυσικὴ ἔνωσις ἄλλων τινῶν καὶ οὐ φύσεων οὖσα· κατά τινα μέν τοι φύσιν, ἔνωσις· ἅμα δὲ καὶ φύσεως ουσιώδει λόγῳ αὐτῆς τὴν ἔνωσιν τῶνδε ὑφιστῶσα· οἷον ή θεία φύ σις τῶν θείων ὑποστάσεων, καὶ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τῶν ψυχικῶν δυνάμεων, καὶ ἡ τοῦ πυρὸς φύσις τῶν οὐσιωδῶν αὐτοῦ ποιοτήτων. Ἑτέρα δὲ λέγεται φυσική Ένωσις, ἢ κατὰ τὸ φυσικὸν εἶδος τῶν διαφόρων ὑποστάσεων ὁμοίωσις· οἷον ἀγγέλου πρὸς ἄγγε
col. 1489–1490page 46 of 185
PG 86:1489λον, καὶ ἵππου πρὸς ἵππον ἑτέρα δέ ἐστι φυσική Ένωσις, ἡ διαφόρων φύσεων εἰς φύσεως γέννησε καινοτέρας συνέλευσις· ὥσπερ ἡ τῆς ψυχῆς καὶ τοῦ σώματος φύσις, εἰς ἀνθρώπου φύσιν, καὶ τῶν δ' στοιχείων εἰς σαρκὸς φύσιν, καὶ πλειόνων ποῶν εἰς ἐμπλάστρου φύσιν· ἥτις καὶ λέ γεται δημιουργική. "Αλλη δὲ λέγεται φυσικὴ ἕνωσις, ἡ καθ' ὑπόστασιν μίαν πλειόνων φύσεων συνδρομή καὶ εἰς φύσιν μίαν· οἷον ἡ τοῦ κατὰ τήνδε τὴν ἡμέραν φωτὸς καὶ ἀέρος τῶν φύσεων συμπλοκή· καὶ τοῦ πυρὸς καὶ σιδήρου Ένωσις φυσική λεγομένη, ὡς κατὰ τὰς φύσεις αὐτῶν καὶ οὐ κατά τινα συμβεβη κατα αὐτοῖς οὖσα ἕνωσις αὐτῶν. Πῶς οὖν παρατρέχοντες μή συνιέναι καθ' ἣν φαμὲν ἕνωσιν φυσικήν τοῦ Λόγου τὴν σάρκωσιν ἡμεῖς, καθ' ἣν ἄτοπα ὑμῖν συρράψουσιν ὡς καὶ τοῖς Σεβηρίταις, κατὰ ταύτην ἐνδέχονται τόδε λεγόμενον καὶ ὑφ᾽ ἡμῶν; ἀλλ' ἐν τοῖσδε ούτωσὶ καταλελυμένοι, και τι δεινότερον πρόβλημα κατὰ τῆς ἡμετέρας πίστεως τοιόνδε φασίν. ΚΕΦΑΛ. ΚΓ. Οτι ἡ καθ' ὑπόστασιν σύνθεσις, εἴτουν τοῦ Θεοῦ πρὸς ἄνθρωπον, ἢ ὑπὲρ φύσιν ἐστὶ τῆς θεότητος, ἢ παρὰ φύσιν, ἢ κατὰ φύσιν, εἴγε ὄντως ἔστιν· ἀλλ᾽ εἰ μὲν ὑπὲρ φύσιν αὕτη ἐστὶ, μείζονος τε δυνάμεως Εργονεῖς αὐτὴν γέγονε, καὶ εἰς τὸ ὑπὲρ αὐτὴν ηὐξήθη, καὶ οὐκ ἀληθῶς παντοδύναμος αὕτη, οὐδὲ πάντα λόγον ὑπερέχουσα. Εἰ δὲ παρὰ φύσιν αὕτη ἐστί, χεί ρων τε αὐτῆς γέγονε, καὶ τρεπτὴ δέδεικται, καὶ πρὸς ὕφεσιν κατηνέχθη· εἰ δὲ κατὰ φύσιν αὕτη ἐστὶν, @ οὔτε χάριτι ἡ σάρκωσις τοῦ Λόγου, οὔτε μόνου τοῦ Υἱοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Τί δὲ ἄρα καὶ κατὰ φύσιν οὖσα, πάλαι μὲν οὐκ ἐγένετο, νῦν δὲ ἐπράχθη, ὡς ἀτελοῦς τότε οὔσης τῆς φύσεως, καὶ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ νῦν προαχθείσης; Εἰ δὲ πάντα ἄτοπά ἐστιν ἐπὶ Θεοῦ, ἄνευ δὲ τούτων ἐνοῦσθαι φύσεις οὐκ ἔστιν, ἢ ἀτό πως ἤνωται, ἢ οὐχ ἥνωται, φησί, καθ᾽ ὑπόστασιν ἡ θεία φύσις ἑτέρα φύσει. Ταῦτα ἂν οὕτως εἶχεν, εί, ἁπλῶς παντὸς πράγματος γινομένου, φύσις ἦν τὸ προσεχές αἴτιον· τὸ γὰρ μὴ νήχεσθαι καθ' ὕδατος, ἢ μὴ κυβιστᾷν, ἢ καλωβατεῖν τόνδε τινὰ τὸν ἄνθρωπον, τί ἂν εἴποι τις ὅτι ὑπὲρ φύσιν αὐτῷ ἐστι; καὶ μὴν ὁμοφυὴς αὐτῷ τάδε πράττει· ἀλλ' ὅτι παρὰ φύσιν; καὶ μὴν οὐδὲν ἧττον ἄνθρωπός ἐστι καὶ μὴ πράττων τάδε· ἀλλ' ὅτι κατὰ φύσιν; καὶ πῶς μὴ νηχόμενος ἢ κυβιστών, ἢ καλωβατῶν ἐν τοῖς κατὰ φύσιν οὐδὲν ἔλαττον ἔσται; Οὐκοῦν σαφῶς κατὰ τὴν εὐδοκίαν ἐστὶ τάδε τῆς φύσεως, καὶ οὐ κατὰ τὴν φύσιν τοῦ εὐδοκοῦντος ἔχει τὴν αἰτίαν πρώτως. Τινῶν γὰρ ἐναντίων· ἀρχὴ καὶ ἐξουσία, ἡ γνώμη ἐστὶ καὶ οὐχ ἡ φύσις. Αλλ' αὕτη, φησί, ἡ ἕνωσις τοῦ Θεοῦ καθ' ἡμᾶς φυσικῇ συνθέσει ἀπετελέσθη· γνώμῃ δὲ ἰδίᾳ φύσις οὐχ ὑποτέτακται. Οὐ γὰρ ἐπεὶ εὐδοκία ἐστὶ πολλοῖς ἀδαμαντίνῳ ἢ ἀερίω σώματι συγκεία σθαι αὐτῶν τὴν φύσιν τῆς ψυχῆς, ἤδη καὶ σύγκειται ἀλλ᾽ ὄντως οὕτως ἔχει τάδε, ἐφ᾽ ὧν ἤττων ἐστὶν ἡ εὐδοκία τῇ δυνάμει τῆς φύσεως τοῦ εὐδοκοῦντο; οὐδὲ γὰρ οἱ πεζοί πτηνῶσαι ἑαυτοὺς ἰσχύομεν φύσει,
col. 1491–1492page 47 of 185
PG 86:1491και τοι βουλόμενοι ἵπτασθαι· τοῦ δὲ Θεοῦ ἥ τε εὐτοκίᾳ καὶ ἡ φύσις, ἰσοδύναμος, καὶ σύμφωνος. Τῶν οὖν γενομένων εἰς τὴν αὐτοῦ φύσιν, ἡ ἰδία εὐδοκία, αἱ τία τῆς εὐδοκίας αὐτῆς, ὡς εὐδοκοῦσα αὐτὴ ἡ φύσις περὶ ἑαυτῆ;, αὕτη ἐστὶν αἰτία. Οὔτε οὖν χείρων, οὐδὲ κρείττων κατὰ δύναμιν εὐδοκία τῆς φύσεως ἐπὶ τοῦ Θεοῦ τοῦ ἁπλοῦ· πάντα γὰρ ὅσα ἠθέλησε, ὁ Κύριος ἐποίησε καὶ ὅσα μὴ ποιῆται, μηδὲ εὐδοκεῖν τάδε πρώτως. Δύναται οὖν ποιεῖν ὅλως εὐδικήσασα τι ἡ θεία βουλὴ ὥσπερ ἡ φύσις· καὶ μήτε κατά φύσιν, μήτε ὑπὲρ φύσιν, μήτε παρὰ φύσιν ὄντα, δεικνύναι τὸν εὐδοκοῦντα Θεὸν ἁπλῶς ἐκ τοῦδε. ΚΕΦΑΛ. ΚΑ. Θεὸς ἀληθινὸς ὁ Λόγος, ἁπλῆν ἔχων οὐσίαν κατά τὴν οὐσίαν τοῦ Πατρός. Εἰ ἔχει οὖν τὴν σάρκα εἰς ουσίαν, καθώς τῷ Αἰγυπτίῳ δοκεῖ, τοῦ ἀληθινοῦ Ηλε λοτρίωται, ὥσπερ τῆς φύσεως, οὕτως καὶ τῆς κλή σεως. Αλλ' οὐκ εἰς οὐσίαν τὴν ὡς Λόγου γυμνες έχει τὴν σάρκα, ἀλλ᾽ εἰς οὐσίαν τὴν ὡς μίαν τῶν τῆς ὑποστάσεως αὐτοῦ, τοῦ καὶ διουσίου ὄντος Χρισ στοῦ. Εἰ δὲ διὰ τόδε Αλλοτρίωται ἡ τοῦ Λόγου οὐσία τῶν ὁμοουσίων αὐτῇ ἁπλῶν ὑποστάσεων, διότι ἐν συνθέτῳ ὑποστάσει νῦν μετὰ τῆς οὐσίας τῆς σαρκός ὁρᾶται, ἄρα γε καὶ Ἰωάννου ἡ ψυχή ποτε ἑτερούσιος ἦν πρὸς τὴν τοῦ ἰδίου ἀδελφοῦ Ἰακώβου ψυχήν, ἐν προανεῖλεν αὐτοῦ μαχαίρα ο Ηρώδης πάλαι· καὶ γὰρ ἡ μὲν Ἰακώβου ψυχή, ἐν ἁπλῇ ὑποστάσει γέ γονε μετά θάνατον· ἡ δὲ Ἰωάννου ἐν συνθέτῳ ἦν ἔτι φαινομένη ὑποστάσει. ΚΕΦΑΛ. ΚΕ. Ο Λόγος καθ᾽ ὑπόστασιν ἄμετρος, ή σαρξ καθ' ὑπόστασιν ἔμμετρος. Ο τὴν καθ' ὑπόστασιν Θεοῦ καὶ σαρκός δογματίζων ἔνωσιν, ἢ τὸν Θεὸν κάμπτει εἰς τὸ σύμμετρον τῆς σαρκὸς, ἢ τὴν σάρκα ἀποτείνει εἰς τὸ ἄμετρον τοῦ Θεοῦ· μήτε γὰρ τούτου μήτε ἐκείνου γινομένου, ἀδύνατον σαρκὶ καθ᾽ ὑπόστασιν ἑνωθῆναι τὸν Θεόν. Εἰ τὸ ἄμετρον τοῦ Λόγου κατά τι ποσόν συνεχές νοεῖς ὥσπερ καὶ τὸ ἔμμετρον τῆς σαρκὸς, ὀρθῶς συνελογίσω· εἰ δὲ ἑτέρως ἄμετρος δ Λόγος, ήγουν τῇ δυνάμει, ἡ δὲ σάρξ Έμμετρος, ούτ δὲν ἄτοπον τὴν ὑπερέχουσαν δύναμιν ἐνοῦσθαι ἐλάτο τονι. ΚΕΦΑΛ. ΚΑ'. Ακτιστος τοῦ Λόγου ἡ ὑπόστασις, κτιστὴ τῆς σαρ κὸς ἡ ὑπόστασις· οὔτε ἡ σὰρξ ἀκτίστως δύναται ένω θῆναι τῷ λόγῳ, οὔτε ὁ Λόγος κτιστῶς δύναται ένω θῆναι τῇ σαρκί. Κατά ποίαν οὖν ὑπόστασιν γέγονεν, † καθ' ὑπόστασιν ἔνωσις; Τὰ τῶν ἐνουμένων κατ ηγορήματα, οὐχὶ ταῦτα καὶ τῆς ἑνώσεως ἐστι πάνω τως. Ενωσις μὲν οὖν καθ' αὐτὴν, οὔτε ἄκτιστος, οὔτε κτιστή τίς ἐστιν· ἦτε γὰρ κτίσις καὶ ἡ ἔνωσις, οὐκ οὐσίαι· κτίσματα δὲ καὶ ἄκτιστα ἐνούμενα καθ᾽ ὑπό στασιν. οὐσίαι τινὲς ἂν εἶεν· ὥσπερ οὖν προούσαις ταῖς ψυχαῖς ἐνοῦσθαι τὰ ἐν τῇ ἀναστάσει ἡμῖν ἀπο διδόμενα σώματα σε κεκώλυται, οὕτως οὐδὲ τῷ ἐφ οσονοῦν, ἀκτίστως προϋπάρχοντι λόγῳ, τὸ προσφάτως κτιζόμενον τῆς σαρκός, διὰ τὴν προϋπαρξιν ἁπλῶς.
col. 1493–1494page 48 of 185
PG 86:1493Εἰ δὲ διὰ τὴν τοῦ ἀκτίστου φῆς πρὸς τὸ κτιστὸν ετεροφυΐαν, οὐκ ἄρα οὖν οὐδὲ ἑτέρα ὑπόστασις ἐξ ἀνομοφυῶν ἔσται· καί τοι πᾶσα σύνθεσις ή καθο ὑπόστασιν ἐξ ἀνομοουσίων, οὐδεμία δὲ ἐξ ὁμοουσίων, πλὴν εἰ μὴ τῶν ὁμοιομερῶν εἴη τις συλλογή. Ωστε μᾶλλον ἐκ τῆς ἀνομοφυΐας καθ᾽ ὑπόστασιν ὑποπτευ τέαν εἶναι τὴν ἕνωσιν τοῦ Λόγου καὶ τῆς σαρκός. ΚΕΦΑΛ. ΚΖ'. Η διαφορὰ τοῦ ἀκτίστου καὶ τοῦ κτιστοῦ τὴν καθ' ὑπόστασιν φυσικῶς κωλύει ἔνωσιν· ἡ καθ᾽ ὑπό στασιν ἔνωσι; Θεοῦ καὶ σαρκός, ἀκτίστου καὶ και στοῦ ἀναιρεῖ τὴν διαφοράν. Ὁ ἄρα ἀναθεματίζων τοὺς μὴ ὁμολογοῦντας τὴν καθ' ὑπόστασιν ἔνωσιν, τοὺς ὁμολογοῦντας ἀκτίστου καὶ κτιστοῦ τὴν διαφορὰν, ἀναθεματίζει. Διὰ τί δὲ ἄρα κωλύει τὴν καθ' ὑπόστασιν ἔνωσιν φυτικῶς ἐπὶ τοῦ ἀκτίστου καὶ κτι στοῦ ἡ διαφορά. Εἰ μὲν γὰρ τῇ θατέρου προϋπάρξει ὡς μὴ δυναμένου τις συνάπτεσθα: τῇ μὴ συμπρος ελθούσῃ αὐτῷ εἰς τὸ εἶναι φύσει, ἄρα γε οὐδὲ τῷ πλασθέντι πρῶτον σώματι 'Αδάμ. τὸ θεῖον ἐμφύσημα καθ' ὑπόστασιν ἡνώθη· εἰ δὲ αὐτὴ ὅλως ἡ κατὰ φύ σεως λόγου παραλλαγὴ ποιεῖ τὸ ἀσύμβατον εἰς ἕνω αν τούτοις, οὐδὲ ἄρα τι ζώον ἔσται ἐξ ἀοράτου καὶ κρατῆς φύσεως, ἢ θνητῆς καὶ ἀθανάτου, φθαρτῆς καὶ ἀφθάρτου· οἷον ὁ ἄνθρωπος ὁ ἐκ ψυχῆς καὶ σώματος εἰς ὧν τὴν καθ᾽ ὑπόστασιν. Εἰ δὲ εἶπει τις οὐχ ἁπλῶς τὴν διαφοράν, ἀλλὰ τὴν ἄγαν εἶναι κωλύ τικὴν τῆς ἑνώσεως του κτιστοῦ πρὸς τὸ ἄκτιστον, ἄρα οὖν καὶ τὴν ἐπίτασιν τῆς ὁμοιότητος μᾶλλον, ενωμένα ποιεῖν τινα δέοι καθ᾽ ὑπόστασιν· τί οὖν μᾶλλον ὅμοιον τῷ σώματι Ἐφραὶμ κατὰ τὸν φυτικόν λόγων αὐτοῦ, ἡ ψυχὴ αὐτοῦ, ἢ τὸ σῶμα τοῦ ἀδελφοῦ αὐτοῦ Μαναστῆ; εἰ δὲ τὸ σῶμα πάντως, πῶς τῇ μὲν ἀνομείῳ αὐτοῦ ψυχῇ ἦνωται καθ᾽ ὑπόστασιν, τοῦ δὲ ὁμοίου σώματος αὐτῷ τῇ φύσει διώρισται καθ ὑπόστασιν? Είποιεν οἱ βουλόμενοι. ΚΕΦΑΛ. ΚΗ. Εἰ ἣν εἶχεν ὁ Θεός Λόγος χωρίς ἑνώσεως ἰδίαν ὑπόστασιν, νῦν οὐκ ἔχει ὁ Λόγος, ἐτράπη ἄρα ἡ τοῦ Λόγου ὑπόστασις τῆς δὲ τοῦ Λόγου ὑποστάσεως τρα. πείσης, ἐξ ἀνάγκης καὶ ὁ τῆς Τριάδος τραπήσεται Λόγος. Ἀλλὰ τὴν αὐτὴν ἔχει, μετὰ μέν τοι προσ θήκην τῶν τε ὑποστατικών ιδιωμάτων τῆς σαρκός, τῆς ἐν αὐτῷ τε καὶ αὐτοῦ καὶ τοῦ τῆς πρὸς σάρκα ἐνώσεως Λόγου ἰδιώματος αὐτοῦ, νῦν ἐνουμένου του Λόγου· καὶ γὰρ ἐν τῷ τῆς ὑποστάσεως αὐτοῦ λόγῳ καὶ τῷ τῆς σαρκὸς προσλήμματι, οὐσίας μέν ἐστι πρὸς τὴν αὐτοῦ οὐσίαν σύνθεσις, ἰδίωμα δὲ ὑποστατικήν, καὶ τοῖς συνεισάγει τῷ προσώπῳ τοῦ αὐτοῦ, διακριτικὴν καὶ αὐτογενόμενον τοῦτο, ἀπὸ τῆς παρ τρικῆς ὁμοφυΐας καὶ τῆς τοῦ Πνεύματος τοῦ ἁγίου, τῶν ὁμοίων αὐτῷ. ΚΕΦΑΛ. ΚΘ'. Κ... τῶν θείων ὑποστάσεων ἀ... εἰ δὲ σαρκικά... ὥστε ὁ Λόγος οὐκέτι δεῖς... ὕπαρξιν τριῶν ἄλλων υπου στάσεων δύναται πιστευθῆναι· πλὴν οὖν ὑπόστασιν, τι νοοῦμεν; Εἰ μὲν γὰρ τῷ ἐν! μόνω ιδιώματι διε
col. 1495–1496page 49 of 185
PG 86:1495ἀγεννήτως ἀφ... ἀλλὰ καὶ τῷ γεννητικὸς τοῦ Λόγου εἶναι, καὶ ἐκπορευτικὸς τοῦ Πνεύματος, καὶ ἀν εκπόρευτος· ὁμοίως δὲ καὶ Πνεύματος, πλείω ἐστὶ τὰ ἴδια. Οὐκ ἄρα οὖν ὁ πλεονασμὸς τῶν ὑποστατικών Ιδιωμάτων, σύνθετον ποιεῖ τὴν ἁπλῆν ὑπόστασιν ἀλλ᾽ εἴπερ ἐκ πλειόνων ὑποστάσεων μίαν ὑπόστασία τις συγκεῖσθαι ὑπόθηται, ὅπερ ἡμῖν ἀπευκτέον λέ γειν μηδὲ διαπλασθῆναι τὴν σάρκα, εἶτα προσληφθῆναι τῷ λόγῳ ἐννοήσασί ποτε, ὥσπερ ὑμεῖς του ξάζετε, ἀλλ' ἐξ ἀρχῆς ὑπάρξεως αὐτῆς ἐπὶ τῆς τοῦ Λόγου προσωποποιηθῆναι ὑποστάσεως εἰς Χριστόν ὃν ὑμεῖς μᾶλλον ἐκ δύο ὑποστάσεων τιθεῖτε εἰς δι πλῆν ὑπόστασιν· ή, μὴ συνθέντες, προσποιεῖσθε τὴν ἕνωσιν· οὐδὲν ἐχούσης πλεῖον τῶν λοιπῶν ἀνδρῶν τὴν πρὸς Θεὸν σχέσιν τῆς τοῦ Χριστοῦ φύσεως· καὶ πόθεν οὗτος μόνος εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων εἴρηται, λέγειν οὐχ ἕξετε. στῶσαν τῶν ὁμοουσίων... ἁπλῆ φανείη... τῷ εἶναι ΚΕΦΑΛ. Δ'. Εἰ ἄλλη ἦν ἡ ὑπόστασις τοῦ Λόγου χωρίς σαρκός, καὶ ἄλλη τοῦ Λόγου ἡ ὑπόστασις μετὰ τῆς ἰδίας σαρκὸς, καὶ ὁ Λόγος ἐξ ἀνάγκης ἄλλος ἦν ποτε, καὶ ἄλλος μετὰ ταῦτα· ἀκολουθεῖ γὰρ τῇ ἐναλλαγῇ τῆς ὑποστάσεως, ἡ ἐναλλαγὴ τοῦ ἔχοντος τὴν ὑπόστασιν. Τὸ ἄλλο καὶ κατ' ἐναλλαγὴν φύσεως νοεῖται, καὶ κατ' ἐπίκτησιν καὶ κατὰ παραβολήν τινα τῶν ἐπουσιωδῶν. Ἡ μὲν οὖν αὐτὴ πόκος ἐστὶ καὶ οὐκ ἄλλη· ἥ τε λευκὴ φυσικῶς τὸ χρῶμα, καὶ ἡ δι' αἵματος κόχλου πορφύρα γινομένη... ὁρωμένη... ὡς κατὰ τὴν οὐσίαν καὶ ὑπόστασιν ὁμοι... ἔχειν πρὸς αἷμα λοιπόν... ὥσπερ τὸ πᾶν τῷ πο. εἶδος... ἄλλη οὖν... ὑπό στασις νοοῖτο ἂν ἡ σεσαρκωμένη πρὸς τὴν ἄπαρχον οὐ γὰρ τροπὴ Λόγου ἡ σάρκωσις αὐτοῦ, ἀλλ᾽ ἡ ἀλος γία· τῆς δὲ ἀσαρκίας αὐτοῦ τροπήν... σεσαρκωμένου νῦν... τοῦ Υἱοῦ... θείη ἂν ἡ κατηγορία... οὐχὶ δὲ ἡ ἀσαρκία τοῦ τῆς τοῦ Λόγου ὑποστάσεως. Οὕτω γὰρ ἂν καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἄγγελοι καὶ ψυχαί, λόγοι ἂν εἶεν, κατὰ τὸν Υἱόν· ἔστι δὲ ἀποφατικὸν τῆς οὐσίας αὐτοῦ κατηγόρημα πρώτ τως, δευτέρως δὲ καὶ τῆς ὑποστάσεως αὐτοῦ διὰ τὴν οὐσίαν πάλαι οὕτως κατηγορουμένην· καὶ νῦν δὲ τῆς μὲν οὐσίας αὐτοῦ ὡσαύτως κατηγορείται τῆς δὲ ὑποστάσεως οὐχ ἁπλῶς εἴτουν μόνως κατηγορη η θήσεται· διότι ὑπεδέξατο αὕτη ἐν ἑαυτῇ καὶ ἑτέραν οὐσίαν ἥτις σαρκικὴ εἶναι κατηγορεῖται· καὶ δύνα ται καὶ αὐτὴ ὥσπερ ἡ φύσις τοῦ Λόγου· δευτέρως ἐπῆγεν ἐν τῇ ὑποστάσει αὐτῆς τὸ τῆς ἀπαρχίας ίδιον κατηγόρημα, οὕτω καὶ ἡ φύσις τῆσδε τῆς σαρ κὸς αὐτοῦ ἐπιρρίπτειν αὐτῇ δευτέρως τὴν ἑαυτῆς κατηγορίαν, ὡς ἰδίας ὑποστάσεως καὶ αὐτῆς γενο μένης, ήγουν τὴν σάρκωσιν· ἀλλ᾽ οὐκ ἄλλος μὲν ἦν πάλαι καὶ ἄλλος μετὰ ταῦτα· ἀλλ' ὁ αὐτὸς μὲν, ἄλλως μόνον ἀόρατος ἦν αὕτη ἡ ὑπόστασις, νῦν δὲ καὶ δὲ καὶ ἄλλως ἐμφαινόμενος ὁ Λόγος· ἐπεὶ πάλαι μὲν ὁρατὴ διὰ τὸ ὁρατὸν εἰς ἑαυτὴν πρόσλημμα. ΚΕΦΑΛ. ΛΑ'. Εἰ ἀμφότερά ἐστιν ὁ ἄνθρωπο;, ἄνθρωπος και Θελή, ὥσπερ οὖν καὶ ὁ Θεὸς Λόγος ἄμφω ἐστί, 57 λον ὅτι ὥσπερ οὐ φύσει Θεὸς ὁ ἄνθρωπος, οὕτως
col. 1497–1498page 50 of 185
PG 86:1497οὐδὲ ὁ Λόγος φύσει ἄνθρωπος· εἰ δὲ μὴ φύσει, οὐδ' ἄρα ὑποστάσει. Αρα οὖν εἴ τι μὴ φύσει ταυτὸν, οὐδὲ ὑποστάσει; τί οὖν ἐπεὶ τοῦ ἵππου ἡ ψυχὴ οὐ ταυτὸν τῇ φύσει τοῦ σώματος αὐτοῦ, εἴπερ ἡ μὲν κινητικός ᾖ, ἡ δὲ ἀκίνητος· οὐδὲ ἄρα τῇ ὑποστάσει; Καὶ ἐπεὶ οὐ ταυτὸν τῇ φύσει φῶς καὶ ἀὴρ, οὐδὲ τῇ ὑποστάσει ἐν ἡμέρᾳ ἕν εἰσιν, ἀλλὰ διώρισται ἀλλή λων. ΚΕΦΑΛ. ΛΒ'. Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι, βοᾷ ὁ Θεός· σαρκί καθ' ὑπόστασιν ἥνωται ὁ Λόγος, βοᾷ ὁ Αἰγύπτιος ὁ δεχόμενος τὸν Κύριλλον ἀληθεύσαντα ψεύστην ποιεῖ τὸν Θεόν. Ὁ οὖν Λόγος ἄρα ἐνούμενος σαρκί καν μένῃ Λόγος, ἀλογοῦνται· ἢ μὴ μένων Λόγος, κἂν οὐχ ἑνοῦται σαρκί, τότε ἡλλοίωται. Εἰ γὰρ ἡ ἕνα ωσις ἀλλοίωσίς ἐστιν ἁπλῶς, πᾶσα ψυχὴ ἑνωθεῖσα σώματι ἠλλοίωται. ΚΕΦΑΛ. ΑΓ. Σὺ ὁ αὐτὸς εἶ, βοᾷ ὁ προφήτης περὶ τοῦ Θεοῦ ἀντιβοᾷ ὁ Αἰγύπτιος τῷ προφήτῃ τοῖς δόγμασι· Σύ, ὁ αὐτὸς οὐκ εἶ· γέγονας γὰρ καθ' ὑπόστασιν ἕτερος 8 οὐκ ἧς. Αρα οὖν κατακαέντων τὰ σώματα πολλῶν μαρτύρων, ταῖς δὲ ψυχαῖς καὶ τοῖς πνεύμασιν ἑαυτοὺς ἐμφανιζόντων, καὶ θαυματουργίαις πλεί σταις ἑαυτοὺς ἡμῖν καὶ νυνὶ ζῶντας συνιστανόντων, εἴποιμεν αὐτοῖς· Ὑμεῖς οἱ αὐτοὶ οὐκ ἐστέ· γεγόνατε γὰρ καθ᾽ ὑπόστασιν ἄσαρκοι ὃ οὐκ ἦτε. Καὶ αὐτὸν δὲ Χριστὸν ὁ μὴ γινώσκων οὐκέτι κατὰ σάρκα, εἰ καὶ ἔγνω ποτέ, ἆρά γε οὐκ αὐτὸν, ἀλλ᾽ ἕτερον γινώσκει; Καὶ τίς ὁ τοῖσδε συντιθέμενος; Ο Λόγος οὖν σὰρξ ἐγέ νετο, καὶ ὁ αὐτός ἐστι καὶ οὕτως. ΚΕΦΑΛ. ΛΔ'. Εἰ κατὰ τὴν ἄσαρκον ὑπόστασιν ὁμοούσιος ὁ Λόγος τῷ Πατρὶ, δῆλον ὅτι κατὰ τὴν ἔνσαρκον ὑπόστασιν ἑτερούσιος ὁ Λόγος τῷ Πατρί. Εἰ τῷ μὴ ἔχειν καθ᾽ ὑπόστασιν ἡνωμένην σάρκα αὐτῷ, τούτῳ ἦν ὁμοούσιος ὁ Λόγος τῷ Πατρὶ τὴν ὑπόστασιν, δεόντως ἐξ ὑμῶν ἀπορηθήσεται τόδε. Εἰ δὲ τῷ μὴ εἶναι φύσει σάρξ, ἀλλὰ Θεὸς τὴν οὐσίαν ὁ Λόγος τούτῳ ἐστὶν ὁμοούσιος τῷ Θεῷ Πατρὶ, καὶ ἑνούμενο; ἄρα σαρκὶ, οὐκ ἐτρά πη τὴν τοῦ Θεοῦ φύσιν· καὶ δῆλον ὡς καὶ μεμένηκεν ὁμοούσιος ἡ τοῦ Λόγου ὑπόστασις πρὸς τὸν Πατέρα γεγένηται δὲ ὄντως καὶ ἑτερούσιος πρὸς τὸν αὐτὸν, δι' ἑτέρας μέντοι ἐγγενομένης αὐτῇ φύσεως. ΚΕΦΑΛ. ΛΕ'. Εἰ μὴ ὑπόστασιν ἢν εἶχεν ἔχει ὁ Λόγος, οὐδὲ ἄρα αὐτός ἐστιν ὅ ἦν. Αλλ' ἔχει τὴν αὐτὴν ἀνελλιπῆ μὲν τοῖς προτέροις ἰδιώμασι· μετὰ μέν τοι καὶ προσθήκης ἑτέρων ἰδιωμάτων, διακρινομένην νῦν ἀπὸ τῶν ὁμοουσίων. ΚΕΦΑΛ. Λα". Αξίαν καὶ αὐθεντίαν καὶ δυναστείαν τοῦ Θεοῦ Λόγου δύναται ἔχειν ὁ ἄνθρωπος· καὶ τὸ τὴν τάξιν ἐπέχειν ὅλου τοῦ Θεοῦ Λόγου τὴν ὑπόστασιν ἀδύ Φιλαλήθης Κύριλλος,
col. 1499–1500page 51 of 185
PG 86:1499κτιστὸς μὲν γὰρ ὁ ἄνθρωπος, ἄκτιστος δὲ ὁ Θεὸς Λόγος. Τὸ γοῦν ἀπιστότερον ὑποτίθη, ὦ οὗτος εἴπερ γὰρ τὴν φυσικήν, οὐ γὰρ ἐπίκτητον, ἐρεῖς, τοῦ Λόγου τὴν ἀξίαν καὶ αὐθεντίαν καὶ δυναστείαν, τὴν τοῦ θείου Λόγου δύναται ἔχειν ὁ ἄνθρωπο;· καὶ δντως τάξιν ἐπέχειν ὅλου τοῦ Θεοῦ Λόγου, και της ἑτέρας ὢν φύσεως· καὶ κτιστὸς ὢν τῇ φύσει τοῦ ἀκτίστου Θεοῦ Λόγου μὴ διαφέρειν του φυσικού Θεοῦ. Ὁ δὲ Θεός Λόγος μὴ δύναται εἰ; τὴν οἰκείαν ὑπόστασιν ὑφιστάνειν τὴν φύσιν τοῦ ἀνθρώπου, ἄρα γὰρ ὁ μὲν ἄνθρωπος, οἷός τε ὑποδέχεσθαι τὰ θεῖα· ὁ δὲ Θεός, οὐχ οἷός τε ὑποδέχεσθαι τὰ ἀνθρώ Γινα; ΚΕΦΑΛ. ΑΖ. Θεός και ψυχὴ καὶ σῶμα καθ' Ένωσιν φυσικήν, β οὔτε Θεός, οὔτε ἄνθρωπός ἐστι. Πρόσθες το μόνον, καὶ ἄφε; τὸ δέον. ΚΕΦΑΛ. ΔΗ. Ο Αιγύπτιος τὸ φυσικὸν ἀδύνατον δογματίζει, καὶ τὸ οἰκονομικῶς δυνατὸν ἀναθεματίζει. Αλλά τ' οίκονο μηθέν, τοῦτο αὐτὸ ἦν τῇ θείᾳ πρέπον ὑπερο αγαθωτάτη φύσει, τὸ εἰς τὴν ἡμῶν φύσιν ὑπερφυές ἡμῖν χάρισμα ἑαυτὸν δωρήσασθαι. ΚΕΦΑΛ. ΑΘ. Εἰ τὸ ἀκτίστως ἔχειν τὸν ἄνθρωπον τοῦ Θεοῦ Λε γου τὴν ὑπόστασιν ἡ ἀμηχανία τῆς φύσεως οὐκ ἐξ, καὶ τὰ κατ' οίκονομίαν ἔχειν τὸν ἄνθρωπον τοῦ θεοῦ Λόγου τὴν ἀξίαν ὁ Αἰγύπτιος οὐκ ἐξ, μεταξὺ ἄρα τῆς φύσεως καὶ τοῦ Αἰγυπτίου, οὐδὲν ἔχει τοῦ θεοῦ Λόγου ὁ ἄνθρωπος, οὔτε τὴν ὑπίστασιν, οὔτε τὴν ἀξίαν. Αλλ' ἔχει τὴν ἄκτιστον ὑπόστασιν τοῦ Λόγου καὶ τῆς κτιστῆς αὐτοῦ φύσεως οὗταν ὑπόστασιν σὺν τῷ λόγῳ, καὶ ὁ ἄνθρωπος ὁ ἐν Χριστῷ ἔχει μὲν γὰρ ἀκτίστως καὶ ἀχρόνως προϋποκειμένην τινὰ ὑπόστασιν ἑτέρου· καὶ τῷ ἑτέρῳ τῷ κτιστῶς καὶ ἐγχρόνως ἐν αὐτῇ ὑποστάντι, δυνατόν· ἀκτί στως δὲ αὐτὴν καὶ ἀχρόνως κτήσασθαι ὑπόστασ.ν τῆς φύσεως ἑαυτοῦ τῷὸς τῷ κτιστῷ ὄντι τὴν φύσιν, ἀδύνατον· καὶ μεταγενεστέρως γὰρ αὐτοῦ κτισθεῖσα καὶ οὐ σύγχρονος οὖσα φύσις μερικὴ ἡ τῶν ὄρο θαλμῶν τοῦ ἐκ γεννητῆς τυφλοῦ εἰς τὴν ὑπόστασιν αὐτοῦ τὴν προϋποκειμένην ὑπέστη· καὶ ὡς μέρος αὐτῆς ἀληθῶς τὸ λοιπὸν θεωρεῖται· καὶ τοι μιας υποστάσεως ἀνελλιπούς ἔλης θεωρουμένης καὶ πρὸ τῶνδε τῆς τοῦῆς· ἐλλιπούς δὲ ὡς κατά τινα λόγον φύσεως καὶ φυσικού μέρους στέρησιν ἥτις στέρησις καὶ πλεονάζειν μάλλον τον Λόγον τῆς ὑποστάσεως αὐτοῦ ἐποίει τρανότερον διοριζομένης καὶ τῷδε τῷ ἐξαιρέτῳ ἐν τοῖς ἰδιώμασιν αὐτῆς ἀπὸ τῶν ὁμηριών. Τελειωθείσης γοῦν αὐτῶν τῆς φύσεως τοῖς μέρεσιν, οὐκ ἐνέλιπέ τι ὑπόστασις τοῖς ἰδιώμασιν αὐτῆς οὐκ ἀδύνατον ἄρα κατὰ πρόσθεσίν τε εἰς ἑαυτὰς ἐπιδέχεσθαι τάς προούσας ὑποστάσεις ἀπωσούν, εἴτε κτιστὼς εἴτε ἀκτίστως προῆσαν. ΚΕΦΑΛ. Μ'. Εἰ κατὰ τὴν συνουσίωσιν θεότητος καὶ σαρκός εἷς Υιός ο λός, δῆλον ὅτι πρὸ τῆς συνουσιώσεως, οἷς ὁ λόγος, ούτε Θεός, οὔτε Υιός. Αλλά και
col. 1501–1502page 52 of 185
PG 86:1501πρὸ τῆς συνουσιώσεως Θεὸς καὶ Υἱὸς ὁ Λόγος· καὶ ἐπὶ τῆσδε ὁμοίως, καὶ Θεὸς καὶ Υἱὸς καὶ Λόγος. Οὐ γὰρ ἐπὶ ἀναιρέσει τῶν ὄντων αὐτῷ, ἀλλὰ προσε κτήσει τῶν οὐκ ἐνόντων, γέγονε Χριστὸς ὁ Θεός Λό γος καὶ Υἱὸς τοῦ Πατρός. ΚΕΦΑΛ. ΜΑ". Ο Θεός Λόγος γνωμικώς δύναται ἐνωθῆναι τῇ κτιστῇ φύσει, φυσικῶς δὲ οὐ δύναται· οὐδὲ γὰρ ἔκτισε τὴν ἑαυτοῦ φύσιν, οὔτε μεθαρμόζειν αὐτὴν εἰς ἑτέραν οὐσίαν δύναται. Αρά γε ὡς μείζονα δυναμένης αὐτοῦ τῆς γνώμης ὑπὲρ τὴν φύσιν δύο ναται γνωμικώς. ἃ οὐ δύναται φυσικῶς, ἢ ὡς ἥττονα Εἰ μὲν γὰρ ὡς μείζονα, ὁ τῷ ἰσχυροτέρῳ τῶν ἑαυτοῦ ήγουν τῇ γνώμῃ τῇ κτιστῇ φύσει συναφθεὶς, τῷ ελαττοτέρῳ, Αγουν τῇ φύσει, εὐκολότερου συμ πλακήσεται· εἰ δὲ ὡς ἥττονα. δῆλον πάλιν ὡς τῷ ἀσθενεστέρῳ τῶν ἑαυτοῦ τι ῥᾷστα καταπραξάμενος, τῷ δραστικωτέρῳ ἂν μειζόνως τοῦδε αὐτοῦ περιο γενήσεται· καὶ οὕτω μὲν τάδε· οὐκ ἔκτισε δὲ οὐδὲ μεθαρμόζει τὴν ἑαυτοῦ φύτιν ἡ Θεός· ἄρα γε γνί μην ἔχων ποτὲ τοῦὸς ἢ οὐδὲ γνώμην ἐσχηκώς τοιάνδε. Τὸ μὲν γὰρ κτίσα: ἑαυτὸν, καὶ ἀνεπινόητο τὸ δὲ μεθαρμύσαι, ἄλογον· τοῦ γὰρ ὑφεστῶσα Η γνώμη αὐτοῦ κτίσει τὸ γνωμικόν; πῶς δὲ ἡ ἐν πᾶσι μακαριότησι ὤν, γνώμην ἕξει μεταστρέψαι ἑαυτὸν εἰς τὸ χεῖρον; τὸ κρείττον γὰρ οὐκ ἔστιν. "Αρα οὖν ὅσα ἡ φύσις αὐτῷ δύναται, ταῦτα αὐτῷ ἔχει καὶ ἡ γνώμη ποιεῖν αὐτόν· καὶ ὅσα ἡ γνώμη ἔχει, ταῦτα καὶ ἡ φύσις αὐτοῦ δύναται ποιεῖν. Οὐ γὰρ διαμάχεται ἐν τῷ πάντῃ ἀπλουστάτῳ καὶ ἀδιαφόρῳ ἀγαθῷ Θεῷ γνώμη καὶ φύσις· ὥστε εἰ γνωμικῶς δύναται συν αφθῆναι ἡμῖν, πολλῷ μᾶλλον φυσικῶς. Ἡ μὲν γὰρ φύσις καὶ ἡ ἡμετέρα, ἀγαθὴ καὶ ἀδιάβλητος, και ἐξ αὐτοῦ· ἡ δὲ γνώμη καὶ αἱ ἡμῶν ἁμαρτία: διιστῶν σιν ἀνὰ μέσον ἡμῶν καὶ αὐτοῦ· γνώμην οὖν ἐσχηκώς καὶ αὐτὸ τοῦτο ήγουν τὸ συναρμόζειν ἑτέρα ουσία τὴν ἑαυτοῦ φύσιν, οὐκ ἀδυνατήσει· εὐδοκίᾳ οὖν αὐτοῦ ἅτε φύσει ἀγαθοῦ, τὴν φυσικὴν αὐτοῦ ἔνωσιν πρὸς ἡμᾶς, ὀρθῶς φαμεν. ΚΕΦΑΛ. ΜΕ. Εἰ τοῦ Θεοῦ βουληθέντος δέχεται αὐτοῦ ἡ φύσις προσθήκην, δύναται ἄρα καὶ μείωσιν δέξασθαι βουληθέντος αὐτοῦ· εἰ δὲ ἀδύνατον τὸ δεύτερον, ἀδύ να τον ἄρα καὶ τὸ πρῶτον. Αλλ' οὐχ ἡ φύσις, ἡ ὑπό. στασις δὲ προσθήκην ἐπεδέξατο ἡ τοῦ Λόγου· καὶ τοῦτο οὐχ ὑποστάσεως, ἀλλὰ τῶν ὡς στοιχείων ὑποστάσεως νοουμένων ἰδιωμάτων, διὰ τῆς πρὸς φύσ σιν ἑτέραν ἑνώσεως τῆς οὐσίας αὐτοῦ ἐπιγενηθέν των αὐτῇ· ἀφαίρεσιν τῶν ἰδιωμάτων αὐτῆς τῶν ἀτόμων και εκπαλαι μή καταδεχομένης ὡς ἅπαξ ἀϊδίων· ἐστὶ δὲ καὶ ἄλλα, ὧν ἐπαύξησις μέν ἐστι, οὐ μὴν καὶ μείωσις· τὸ γὰρ ἁπλούστατον οἷον τὸ σημεῖον, ἐπαυξηθῆναι μὲν διὰ συνθέσεως, δυνατόν μειωθῆναι δὲ ἐνεργεῖς ἀμερὸς ἦν ὡς τῶν μεριστῶν ἔσχατον, ἀδύνατον. ΚΕΦΑΛ. ΜΓ. Εἰ ὁμοῦ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστός, δηλονότι
col. 1503–1504page 53 of 185
PG 86:1503ὁμοῦ δεσπίζει καὶ δεσπόζεται ὁ Χριστός. Εἰ δὲ ἡ δια φορὰ τοῦ δεσπόζειν καὶ τοῦ δεσπόζεσθαι ἐν τῷ Χριστῷ οὐκ ἔστι, καὶ Θεοῦ ἄρα καὶ ἀνθρώπου ἀναιρείται ή διαφορά. Καὶ γὰρ ἐμοῦ καὶ ἐν ταυτῷ δεσπόζεται τῇ φυσικῇ τάξει ἕως συμπληρώσεως τῆς κατὰ τὴν οἰκονομίαν ταπεινώσεως· ἀλλ' οὐ κατὰ τὸ αὐτὸ τῶν αὐτοῦ μερῶν ὁ αὐτός; Τῇ γὰρ φύσει τῆς σαρκὸς αὐτοῦ, καὶ ὑπὸ Πιλάτου δεσπόζεται· τῇ δὲ φύσει τοῦ ἐν αὐτῷ λόγου πάντων, καὶ τῶν οὐρανίων ὁ αὐτὸς κυριεύει Χριστός· ὕστερον δὲ καὶ κατὰ τὸ ἀνθρώπινον φησί· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. ΚΕΦΑΛ. ΜΔ'. Εἰ ὁμοῦ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς, ὁμότιμος ἄρα ὁ ἄνθρωπος τῷ Θεῷ· εἰ δὲ μὴ ὁμότιμος ὁ ἄνω θρωπος τῷ Θεῷ, δικαίως διαβάλλει ὁ Αἰγύπτιος την συμπροσκύνησιν· εἰ δὲ ὁμότιμος, ἐξ ἀνάγκης συμ προσκυνεῖται, καὶ ἀσεβεῖ ὁ Αἰγύπτιος. Ωσπερ ἡνίκα ὡς φύσιν προσκυνητὴν προσκυνοῦμεν Θεὸν, οὐ χρεία τρισὶ προσκυνήμασι τὰς τρεῖς θείας ὑποστάσεις προσκυνεῖν, ἀλλὰ μια προσκυνήσει ἡ ὀλέτης τοῦ προσκυνητοῦ Θεοῦ φύσει προσκεκύνηται, οὕτως ἐπὶ τῆς οἰκονομίας· εἰ ὡς ὑποστάσει τῇ τοῦ Λόγου του σεσαρκωμένου προσάγοιμεν τὴν προσκύνησιν, οὐ δέον τι λέγειν ἕτερον ἑτέρῳ συμπροσκυνεῖσθαι ἐν Χριστῷ, ἀλλὰ μιᾶς ὑποστάσεως προσκυνήσει τιμᾶσθαι τὰ τοῦ Λόγου πρόσωπον ἔν, εἰ καὶ σεσάρκωται· εἰ μέν τοῦ ὡς φύσιν προσκυνεῖς τὴν τοῦ Λόγου, καὶ τῷ Πατρὶ προσκυνεῖς ἐν αὐτῷ καὶ τῷ Πνεύματι· ἔνθα η δὲ Πατήρ καὶ Πνεῦμα ἐνθεωρεῖται τῇ Μονάδ: τῇ προσκυνουμένῃ, σὰρξ τῇδε οὐ συμπεριέχεται, ἵνα καὶ ὡς τῆσδε οὖσα τῆς Μονάδος συμπροσκυνῆται. Δέον οὖντρισὶ μὲν ὁμοτίμοις προσκυνήσεσι τὰς τρεῖς ὑποστάσεις τὰς θείας προσκυνεῖν· τῇ θείᾳ δὲ σαρκὶ ὡς συνθεωθείςῃ αὐταῖς καθ' ὑπόστασιν φύσει, ἅτε ἐν μιᾷ τῶνδε περιεχομένῃ, καὶ τὰ τῆς θεότητος ἱερὰ λοιπὸν προσδεχομένῃ, συμπροσκυνητέον κατὰ τὸν ἕνα Υἱόν· ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ κάμψει πᾶν γόνυ ἐπεὶ καὶ αὐτῷ κεχάρισται ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ήγουν τὸ τῆς θεότητος, φύσει ὃν προσκυνητὸν· φυλαττομένης της διαφορᾶς τῆς φυσικῆς, καὶ οὕτως τοῦ χαρισαμένου τὰ ἴδια φυσικὰ πρὸς τὸν λαμβάνοντα, καὶ τοῦ θεωθέντος πρὸς τὸν θεώσαντα. ΚΕΦΑΛ. ΜΕ. Εἰ ἡ φύσει σὰρξ οὐκ ἔστιν ἑτέρου τινὸς παρὰ τὸν Θεόν Λόγον φύσει, ἀλλὰ τοῦ Θεοῦ Λόγου, δηλονότι ἑτέρου Λόγου ἐστὶ ἡ σὰρξ παρὰ τὸν φυσικῇ θεότητι Λόγον. Ἑτέρας μὲν φύσεως ἐστὶν, ἀλλὰ τοῦ προστ ώπου. Ο λόγος γὰρ ἄσαρκος πάλαι, νῦν δὲ σεσαρκωμένος ὡμολόγηται. ΚΕΦΑΛ. Μα'. Εἰ ὅλως ἀποδέχῃ, ὦ Αἰγύπτιε, Θεοῦ ἐν ἀνθρώπῳ θείαν ἐνοίκησιν, παῦσαι Θεοῦ καὶ σαρκὸς δογματίζων τὴν καθ' ὑπόστασιν ἔνωσιν· ἀλλήλων γάρ εἰσιν ἀν αιρετικαὶ ἡ ἐνοίκησις καὶ ἡ καθ' ὑπόστασιν φυσική Ένωσις. Εἰ ὑποστατική λέγοιτο καὶ ἡ ἐνοίκησις ἤγουν ὡς ὑποστάσεως εἰς ὑπόστασιν ἐνοικούσης, δύο της φής· ὥσπερ καὶ ἐπὶ τῶν καθ' αὐτὰς μὲν ὑπαρ
col. 1505–1506page 54 of 185
PG 86:1505χουσῶν πλακῶν τοῦ νόμου ιδιοπεριγράπτως, περι λαμβανομένων δὲ πάντοθεν ὑπὸ τῆς κιβωτοῦ, ἔχει. Εἰ δὲ οὐσιακῇ ἑνώσει καθορῶμεν τὴν ἐνοίκησιν ὥσπερ ὁ λέγων περὶ τῆς ἑαυτοῦ ψυχῆς, ὅτι ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, πῶς κωλύεται ἡ καθ᾽ ὑπόστασιν ἕνωσις ἐπὶ Εζεκίου νοεῖσθαι, φύσεως φύσει ἐνοικούσης; ἄνα θρωπος δὲ καὶ σὰρξ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ πῶς λέγεται, τῷ τῆς ἐνοικήσεως ἁπλῶς Λόγῳ; ὁ γὰρ ἐνοικῶν, οὐ τῆς τοῦ ἐνοικουμένου προσηγορίας εὑρί σκεται Κύριος. ΚΕΦΑΛ. ΜΖ. Εἰ τὸν παντοδύναμον φύσει Λόγον καὶ ἀναμάρτη τὸν κοινωνὸν ἔσχεν ἡ σὰρξ τῆς ἰδίας ὑπάρξεως, πως αὕτη ἂν εἴη ἀναμάρτητος λεγομένη; ή ποία νίκη β τῆσδε πρὸς τὴν κακίαν τοιόνδε λαβούσης βοηθὸν, ον οὐδὲ ἔστι νικηθῆναι; τοῦδε γὰρ ἂν καὶ οὐ τῆσδε εἴη τὸ κατόρθωμα. Αρα οὖν οἱ πεποιθότες ἐπὶ τῇ δυνά μει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι οὐκ ἐξομολογήσεσθε σὺν ἡμῖν ὅτι ἀδελ φὸς οὐ λυτροῦται, οὐδὲ λυτρώσεται ἄνθρωπος; καὶ ὅτι οὐκ ἐν ἰσχύϊ ἑαυτοῦ δυνατὸς ἀνὴρ, ἀλλὰ Κύριο; ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ Κύριος ἅγιος ἀκούσατε, ὦ οὗτοι, τοῦ λέγοντος· Μὴ καυχάσθω ὁ ἰσο χυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· καὶ γνῶτε ὅτι τὸ καθ' αυ τὴν ἁμαρτίας κατακρατεῖν ἀβοηθήτως, φύσεώς ἐστι μόνης τῆς ἀναμαρτήτου καθ᾽ ἦν εἰ εἴημεν, θεσί πάλαι ἂν ὄντες ἐδείχθημεν. Πταιστῆς δὲ ὄντες φύ σεως, καὶ ἐντεῦθεν εὐεπιβούλευτοι καθεστῶτες τῷ πειράζοντι καὶ εἰς τὴν ἐνεργείᾳ ἁμαρτίαν κατασύ μοντι, εὔκολοι· δυνάμεώς τινος εμφωλευούσης τῇ ἀδυναμίᾳ τῆς ἡμετέρας φύσεως έδεόμεθα, ἵνα μὴ και ταδυναστευθῶμεν ὑπὸ τῆς ἀντικειμένης ἡμῖν ἐπι βούλου δυνάμεως, ἤ τις τῷ κέντρῳ τοῦ θανάτου ήγουν τῇ ἁμαρτίᾳ ἡμᾶς ἐπικεντρίζουσα, θνήσκειν ἐποίει καὶ τῆς ἀθανασίας ἐστέρει· καὶ τοῦτο οὐκ ἑξωτέρως πως τῆς οὐσίας, οὐδὲ προσκαίρως· ἀθά νατός τε γὰρ ὁ εὐρέτης της κακίας οὗτος καὶ τῶν καρδιῶν ἡμῶν αὐτῶν ἐμβατευτικός τῆς φύσεώς τε αὐτῆς ἡμῖν ἦν ἡ ἀσθένεια. Εἰκότως οὖν τῇ τε φύσει ἡμῶν ἡ πρὸς δικαιοσύνην δυναμοποιὸς καὶ σωτήριος φύσις συνεπλάκη, εἰς μίαν ὑπόστασιν τὴν ἑαυτῆς ἡμᾶς διὰ τῆς ἀπαρχῆς προσλαβομένη· ὡς ἂν μήτε ἐνδοτέρως τῆσδε εἰς τὴν φύσιν ἡμῶν ἐμβατεύειν η ἔχοι ὁ ἐχθρὸς καθ᾽ ὑπόστασιν ἐγγινόμενός πως· οἷα κἀπὶ τῶν ἐνεργουμένων μέχρι νῦν, μήτε καιρὸν γυμνώσεως τῆς ἡμετέρας εὕροι ποτὲ φύσεως, ἐν αὐτῇ ὑφεστηκυίας τῇ τοῦ φύλακος ἡμῶν ὑποστάσει, ἢ ἐστι φύσει τῷ τε διαβόλῳ καὶ τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ ἀνεπίβατος· τῇ τοιᾷδε οὖν ὑπερφυεῖ φιλανθρωπίᾳ τὴν ἰδίαν σάρκα ἀναμάρτητον κατέστησε καὶ τοὺς ὁμοουσίους αὐτῇ ἁμαρτωλούς, ἐνθάδε τῆς αναμαρτήτου πνευματικῆς οὐσιώσεως, ἐν τῷ Λόγο; αἰωνίαν ἡμῖν λύτρωσιν εὑράμενος οὕτως δοξάζεται. ΚΕΦΑΛ. ΜΗ. μέλλοντι σὺν αὐτῇ, ἠξίωσεν ἀπεράντως. Ὁ οὖν Θεὸς Καὶ τόδε δὴ ἴσως ἂν ἡμῖν ἀπορήσοιεν οἱ τὴν τοῦ Λόγου πρὸς τὴν σάρκα ἕνωσιν ἀληθῆ καθ' ὑπόστασιν ἀρνούμενοι... ἂν ἄπειρον φύσει παρὰ τὸ φύσει, καθ'
col. 1507–1508page 55 of 185
PG 86:1507ὑπόστασιν ἐνοῦσθαι αδύνατον. Είτε γ' ρ άπειρός ἐστι καὶ ἐκ τῶν ἀμφοτέρων ὑπόστασις, δι' ὅλης διήκειν τὸ περατὴν φύσει, ήγουν ή σάρξ, οὐ δύναται· εἴτε περατή εἴη, ὅλον περιέχειν ἐν αὐτῇ τὸ φύσει άπει ρον ήγουν τον λόγον, οὐκ ἰσχύσει. Ετοίμιος οὖν καὶ τούτῳ ὑπαντητέον· πρῶτον μὲν λέγοντας, ὅτι πᾶσα ὑπόστασις τοῖς οἰκείοις λόγοις διορισμένη τυγχάνουσα, ἀπὸ πάσης ἐμφουσίου τε καὶ ἑτερουσίου ὑπο στάσεως, πάντως περατή ἐστιν. Εἰ γὰρ μὴ περ τοῦταί τι ἰδίοις ὅροις, οὐδὲ ἀποδιορίζεται τῶν ἀλλο τρίων ὅμων· οὐκ ἄρα οὖν οὐδὲ καθ' αὐτὴν ἡ ἄπειρος τοῦ Λόγου φύσις, ἐν ὑποστάσει θεωρεῖσθαι δύναται, οὐδὲ ἡ τοῦ Πατρός, οὐδὲ ἡ τοῦ Πνεύματος· ἀλλ' ἔσται πανάπειρον εὐθὺς καὶ ἀνυπόστατον, μὴ δυνα μένης χωρῆσαι τῆς κατὰ τοὺς οἰκείους λόγους περα τῆς ὑποστάσεως τὴν κατὰ τὸν ἴδιον λόγον άπειρον φύσιν, Ἐπὶ τούτοις δὲ καὶ ἑτέρως λυτέον σὺν Θεῷ τὸ ἄπειρον, Φαμὲν γὰρ ὅτι τὸ ἄπειρον, πολλαχώς λέο γεται· εἴρηται γὰρ ἄπειρον τὸ κατὰ θέσιν· ὥσπερ 4 ἀπὸ γραμμῆς κύκλος, πλάτος μὲν οὐκ ἐχούσης, τοῦ δὲ μήκους αὐτῆς ἀυρίστου καὶ ἀδήλον δ τος πάσῃ θέα· καὶ ἀδιαφόρου κατὰ πᾶν αὐτῆς τὸ διάστημα. ὡς μὴ τὸ μὲν αὐτῆς ἀρχὴν φαίνεσθαι, τὸ δὲ πέρα: αὐτ τῆς, τὸ δὲ μεσότητα. Λέγεται ἄπειρον καὶ τὸ κατὰ τὴν εἰς ἑαυτὸ στρατὴν ἐπαυξάνον, οἷον ὁ πολυπία σιασμὸς τῶν ἀριθμῶν· καὶ γὰρ τὰ μύρια αριθμής σαντες, ἔστι καὶ μυριάκις μύρια επιμετρῆσαι· καὶ πόλιν μυριάκις τα μύρια, μύρια ἐπαριθμεῖν, καὶ οὕτως εἰς ἄπειρον, ταμὲν δὲ ἄπειρον, καὶ τὸ ἀεὶ διαιρετὸν τῇ φύσει, οἷον τὴν στιγμὴν καὶ τὴν μονάδα ο καὶ γὰρ τάδε εἰς ἡμίσεα διαιρείται νεοῦμεν· καὶ τού των τὸ ξμισυ, εἰς ἕτερον ἡμίσεος ήμισυ· καὶ ἐκεῖνο εἰς ἄλλο τὸ ἑαυτοῦ ἥμισυ· καὶ τοῦτο ἐπ' ἄπειρον· οὐκ δύο τος τινὲς είδους ἑτέρου τοῦ ἐφείλοντος τῇ ἐπιτάσει τῆς διαιρέσεως διαδέξασθαι τὸ διαιρούμενον εἶδος· ὡσε περ τῆς γραμμής ἐπὶ πολὺ διαιρουμένης, πέρας εν τῆς διαιρέσεως αὐτῆς, ἡ εἰς σημείον κατάντησις· καὶ πέρας ἀριθμοῦ διαιρέσεως ἦν, ἡ εἰς μονάδα κατάντης σις· λοιπὸν γὰρ οὐκ ἀριθμὸς ἦν ὁ διαιρούμενος. Λέγει ται δὲ ἄπειρον, καὶ τὸ κατά τι συνεχές ποσοῦ διάσ στημα τέρας οὐ λαμβάνον τοπικόν, ὥσπερ φαμέν ἄπειρον τὸ μῆκος τῶν ἡλιακῶν ἀκτίνων· καὶ γὰρ σώματος οὐ καταφράττοντος παχυτέρου, ἀπ' ἄκρων ρ ἀνατολῶν καὶ ὑπὲρ τοὺς ἑσπεσίους τοῦ οὐρανοῦ τό πους, εἴπερ ἦν τι διαφανὲς τὸ ὑποδεχόμενον αὐτὰς ἐπεκτείνονται· τοιόνδε δὴ ἂν λέγηται καὶ τὸ πελά γιον ὕδωρ εις βάθος ἐπ' ἄπειρον πρὸς τὴν ἄβυσσον καθικνούμενον. "Απειρον δὲ εἴρηται καὶ τὸ κατὰ τὸ ποτέ διηνεκές καὶ ἀτελεύτητον ὂν, ὥσπερ ο μέλλων αἰών, καὶ ἡ ζωὴ τῶν ἀγγέλων. Απειρον λέγεται καὶ τὸ κατ' ἐπίνοιαν μόνον ἀπεράντως ἔχειν τι ἢ πάν σχειν θεματιζόμενον· οἷον ἡ ἐπ' ἄπειρον ἐκφέρεσθα λεγομένη, ἢ διαιρεῖσθαι γραμμή. Απειρον λέγεται καὶ τὸ ὡς πρός τι τοιόνδε εἰ καὶ μὴ φύσει, οἷον τὸ ὕψος τοῦ οὐρανοῦ ὡς πρὸς ἡμᾶς. Απειρον λέγεται καὶ τὸ ἀτελὲς κατὰ θεωρίαν, οἷον, εἰ πᾶν σῶμα ἐν τόπῳ, ὁ δὲ τύπος σῶμα, καὶ ὁ τόπος ἄρα του σώμα τὸς ἐν τόπῳ, καὶ ὁ τόπος δὲ τοῦ τόπους καὶ ἐπ' άπει
col. 1509–1510page 56 of 185
PG 86:1509LΙΒ. Ι. ρον οὕτως ἔσται προβαίνουσα ή νόησις. "Απειρον ἔτι δοξάζεται εἶναι καὶ τὸ κατὰ τὴν ἐνεργητικὴν τῆς φύσεως δύναμιν μέτρω μὴ περιοριζόμενον, ἢ ἐν ταῖ δέ τισι μόναις ταῖς ἐνεργείαις γνωριζόμενον. Τοῦδε γάρ τινος ἀνθρώπου τυχὴν δυναμένου δύο στάδια δραμεῖν, ἢ καὶ δέκα μόνον, καὶ τοῦδέ τινος ἰσχύοντος με λίτρα; ἆραι ἡ χιλίας μόνον· καὶ τοῦδέ τινος γεωργεῖν τε καὶ ναυπηγεῖν καὶ γράφειν καὶ ἕτερά τινα διαπράττεσθαι δυναμένου μόνον· μὴ μέντοι τινὸς τούτων ἢ ἀπείρως σταδιοδρομεῖν, ἢ ἀμέτρως ἀχθοφορείν, ἢ ἁπλῶς παντουργεῖν· ὡς τοῦ αὐτοῦ καὶ πολεμεῖν και κιθαρῳδεῖν καὶ Ἰατρεύειν καὶ πάντα ποιεῖν ὅτα γίνεται ἐν κόσμῳ ἰσχύοντος· εἴ τις καθ᾽ ὑπόθεσιν ὤφθη τοιοῦτος ἀνὴρ, τοῦτον ἄπειρον τῇ ἐνεργητική δυνάμει ἔφημεν ἄν, Τούτων οὖν οὕτως διεγνωσμένων, πυθόμεθα τῶν ἀποφασκόντων τὴν τοῦ ἀπείρου πρὸς τὸ περατὸν Ένωσιν· ἆρα γε τοῦτο τὸ θεῖον τοῦ Λόγου ἄπειρον ποιον νοοῦντες, περιτῷ ἐνοῦσθαι οὐ συγχωρούσιν. Εἰ μὲν οὖν τὸ κατὰ θέσιν, ἢ πολυπλασιασμόν, ἢ διαίρεσιν ἐροῦσιν, εἰκότως ληρο παραπαίειν δόξουσιν· εἰ δὲ τὸ κατὰ τοπικήν παρέκτασιν τῆς ἰδίας συνεχείας φα σὶν, ἀνάγκη τοσόνδε ἄπειρον ὃν τὸ θεῖον, ἢ πάντη ἔξω ποι εἶναι παντὸς τοῦδε τοῦ περατοῦ κόσμου, καὶ ἀσχέ. τως ἔχειν πρὸς τὰ τῇδε πάντα ἀποδιωρισμένων αὐτῶν καὶ ἐπωσοῦν αὐτῶν οὐχ ἡνωμένων· καὶ ἔσται ψευδή τό το Εν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· καὶ τὸν Ἐξ οὗ καὶ ἐν ᾧ τὰ πάντα· καὶ τὸ, Τοῦ πάντας ἐν πᾶσι πληρουμένου· καὶ τὸ, Ἵνα ᾗ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι καὶ τὰ τοιάδε πάντα εἰρημένα· ἢ εἰ τάδε ἀληθῶς είρη ται, καί τοι ἀπείρου ἔντος τοῦ Θεοῦ, περατοῦ δὲ τοῦ κόσμου κατὰ τόπον, μάτην ὑφορῶνται τὴν τοῦ ται οὔτε ἀπείρου πρὸς τὸ περατὸν ἔνωσιν, ἐνουμένου καὶ πληροῦντος τοῦ Θεοῦ τὰ πάντα· εἰ δὲ τή, Κατὰ τὸ ποτε ἀτελευτήτως ἔχον, τοῦτο ἐπὶ Θεοῦ. φασὶ νοεί. σθαι αὐτοῖς τὸ μὴ ἐνούμενον ἄπειρον, αὐτόθεν εἰσὶν εξέλεγκτοι ἐκ τῆς ἰδίας ὑποστάσεως· καὶ γὰρ τούτων ἡ ψυχὴ ἄπειρον ἔχουσα τὴν κατὰ τό ποτε διάρκειαν, εἴπερ αὐτοῖς ὄντως ἀθάνατος δοκεῖ, ὅμως τῷ μὴ νῦν βαδίως περατῷ σώματι αὐτῶν ἤνωται καὶ καθ' ὑπό στασιν. Εἰ δὲ πάντοθεν συνωθούμενοι, ἐξ ἀνάγκης τὸ κατὰ δύναμιν ἄπειρον ἐπὶ τοῦ θείου φασὶ λέγειν, λεκτέον αὐτοῖς, ὡς ἐξ ἀνάγκης θάτερον ἀνατραπής σεται τῶν παρ' αὐτῶν· ἡ γὰρ ἄπειρον δν τῇ δυνά με καὶ πρὸς πᾶσαν ἐνέργειαν ἰσχύον δύναιτο ἂν καὶ διὰ περατῆς φύσεως μηδὲν ὑπὸ μηδενὸς ἐμποδιζόμενον ἐνεργεῖν τὰ ἴδια πάντα· ὅ ἐστιν ἐνδιδοῦντο; ἑαυ τὸν τῷ ἑτέρῳ καὶ μίαν ὑπό τασιν ἐξ ἑνώσεως τῶν δύο διὰ τῆς ἀλληλοχωρίας δεικνύντος· ἢ μὴ δυνά ε νον καὶ διὰ περατοῦ τὰ τῆς οἰκείας δυνάμεως πάντα προάγειν καὶ παριστῶν ἑαυτοῦ, ὅλον ἂν εἶναι τῷ πιο ρατῷ, οὐκ ὄντως ἄπειρον εἶναι τῇ ἐνεργητικῇ δυνά μει φωραθέν κατά τινα τρόπον, ήγουν τη σμικρότητε τοῦ ἑτέρου, κωλυόμενον, ὑπὸ τοῦδε τὰς εἰκείας προ ἄγειν πάσας ἐνεργείας· ὥσπερ Δαβίδ, γυμνός μὲν καὶ ἀπερέθετος παντὸς ἀλλοτρίου τῆς ποιμενικῆς διασκευής, δυνατὸς καταγωνίζεσθαι καὶ νικᾶν τὸν Γολιάθ ην. Περικείμενος δὲ θώρακα καὶ κράνος καὶ κνημίδας καὶ ἀσπίδα καὶ ξίφος καὶ ἁπλῶς ἀχθονο
col. 1511–1512page 57 of 185
PG 86:1511ρῶν τοῖς ὅπλοις τοῦ Σαούλ, ἀδύνατος ἦν πρὸς τὴν ἀντιπαράταξιν καὶ ἀναίρεσιν τοῦ ἀλλοφύλου· ἔσται οὖν σαφώς, ἢ οὐκ ἄπειρος τὴν δύναμιν ὁ Θεός Λό γος, ἢ εἰ ἄπειρος, οὐκ ἀδύνατος· καὶ διὰ περατῆς φύσεως πάντα τὰ ἴδια πάντοτε ἐνεργεῖν. Διόπερ οὐκ ἔστιν ἐκ τοῦδε τὴν καθ᾽ ὑπόστασιν πρὸς τήνδε ἕνωσιν, ἀδύνατον παραστῆσαι. ΚΕΦΑΛ. ΜΘ'. Η σύνθεσις, φησίν, ἣν φατέ, ἢ φύσιν καινοτέραν ἐποίησε, καὶ τί μὴ καταδέχεσθε τοὺς μιξοφυσίτας; ἢ ὑπόστασιν νεωτέραν, καὶ διὰ τί ἡμᾶς ἀποσείεσθε; ή οὐδὲ φύσιν οὐδὲ ὑπόστασιν, καὶ μάτην γεγένηται. Αλλ' οὐκ ἀναγκαίως, ὦ οὗτοι, πᾶσα σύνθεσις, ἢ φύσιν ἢ ὑπόστασιν νεωτέραν ἐκτελεῖ. Πυρωθεὶς γὰρ ὁ σίδηρος ἐν ἄνθραξιν, οὔτε φύσιν τινὰ ξένην ἐπιδείκνυται, οὔτε ὑπόστασιν νέαν ἥ τε γὰρ τοῦ σιδήρου ὑπόστασις καὶ ἡ τῶν πυρίνων ἀνθράκων ὁμοίως ἔχουσιν· ἀλλ' ἐν τῇ τοῦ σιδήρου ὑποστάσει, φύσις πυρὸς ἀνυπόστατος καθ' αὐτὴν οὖσα, συνετέθη τῇ φύσει τοῦ σιδή ρου, συνυπόστατος αὐτῇ γενομένη. Τί οὖν ἐποίησεν ἡ σύνθεσις καὶ ἐπὶ Χριστοῦ; οὐδὲν ἕτερον ἀλλ᾽ ἢ τὰ πρώην ἀσύνθετα ἀλλήλοις, σύνθετα εἶναι κατὰ μίαν τὴν θατέρου τῶν συγκειμένων ὑπόστασιν· ὅπερ άρα κεῖ πρὸς τὸ πάσης καταπλουτεῖν τῆς θείας φύσεως τὴν ἡμετέραν φύσιν. ΚΕΦΑΛ. Ν'. "Η φυσική ἐστιν ἡ ἕνωσις αὕτη ἣν φατὲ τοῦ Λόγου καὶ τῆς σαρκὸς, καὶ τίνι διαφέρεσθε πρὸς τοὺς λέ γοντας ὁμοίαν πάντη εἶναι τοῦ ἀνθρώπου τὴν σύνθεσιν, καὶ τὴν Χριστοῦ; ἢ ὑποστατική ἐστι, καὶ πῶς ἡμῖν οὐ συμφθέγγεσθε ὡς ἀγαπητοῦ πρὸς ἀγαπῶντα ἐξαιρέτως ταύτην δοξάζουσιν; ἢ οὐδὲ φυσική ἐστινοὐδὲ ὑποστατική, καὶ τίς αὕτη εἶναι δοκεῖ ὑμῖν δια σαφήσατε. Αλλ', ὦ σοφιστικοί, κατὰ τὰ ἐξ ὑμῶν εἰρη μένα, οὐδὲ φυσικὴ οὐδὲ ὑποστατική· κατὰ δὲ τὰ εὐ σεβώς νοούμενα, καὶ φυσικὴ καὶ ὑποστατικὴ λέγοιτο ἂν ἡμῖν ὀρθῶς. Δύο γὰρ οὐσῶν τῶν ὁμωνυμιών. τῶνδε, ἐναλλὰς θάτερον ἐκ θατέρας ὑπεκλέψατε τὸ εὐσεβέστερον τῶν σημαινομένων. Λέγεται γὰρ φυ σική, ἡ ὡς κατὰ Λόγον φύσεως οὖσα τῷδέ τινι, οἷον ἡ κοίμησις τοῦ Λαζάρου· οὐ γὰρ ὥσπερ ἡ ἀνα βίωσις αὐτοῦ ὑπὲρ Λόνον τῆς φύσεως αὐτοῦ, καὶ ἥδε ἦν. Λέγεται φυσική, καὶ ἡ ὡς φύσεών τινων ἁπλῶ; ἢ φύσεως οὖσα καὶ οὐ συμβεβηκότων· ὥσπερ ἡ κράσις τοῦ ὀξυμέλιτος. Οὐ γὰρ τὸ κατὰ Λίγων φυσικὸν τούτων ἑκάτερον καὶ τῷ ἐξ ἀνάγκης υπου κεῖσθαι τῇ πρὸς ἄλληλα κράσει· ὥσπερ τὸν Λάζαρον τῇ κοιμήσει τοῦ θανάτου, φυσικήν φαμεν καὶ τήνδε τὸ γὰρ μέλι καὶ τὸ ὄξος, ὡσαύτως ἔχει ἀεὶ κἂν μὴ συντεθῶσί ποτε ὡς ὀξύμελι· Λάζαρος δὲ οὐκ ἔστι ζῶον θνητὸν, εἴπερ μὴ καὶ κοιμᾶσθαι μέλλοι ποτέ; ὡσαύτως δὲ καὶ ὑποστατικὴ ἡ μέν τις λέγεται μερῶν κατὰ λόγον ὑποστάσεως, ἡ δὲ ὡς ὑποστάσεων φύλο σικὴν μὲν οὖν φαμεν ἡμεῖς τὴν ἕνωσιν ἐπὶ Χριστοῦ, ὡς φύσεων ἡνωμένων κατ' αὐτόν. Εἰ γὰρ λόγῳ φυσικῷ ταύτην εἴποιμεν, ἄρα γε τῆς αὐτῆς αὐτῷ φύσεως ὄντα ὅ τε Πατήρ καὶ τὸ ἅγιον Πνεῦμα, καὶ αὐτά ποτε σαρκὶ ἑνωθήσεται· ἀλλὰ καὶ πάντες οἱ ἄνθρωποι, εἰ φύσεως λόγῳ ἥνωται Θεῷ ἡ ἀνθρωπότης. Χριστο ἔσονται, Πιλάτος τε καὶ Ηρώδης καὶ ᾿Αννας καὶ
col. 1513–1514page 58 of 185
PG 86:1513Καϊάφας ἐξ ἀνάγκης· ὥσπερ καὶ πάντες ὁμοίως, ἐκ φυσικοῦ λόγου θνήσκουσιν· ἔτι μὴν ἐκ τοῦ δυνά μει εἰς τὸ ἐνεργείᾳ προκόψας ἐν τοῖς φυσικοῖς ἑαυ τοῦ ὁ Λόγος φανεῖται κατὰ τὴν σάρκωσιν, καὶ ἀτε λεῖς ἔτι ὁ Πατὴρ καὶ τὸ ἅγιον Πνεῦμα συγκριθή σονται· ὧν τί ἀσεβέστερον; καὶ ὑποστατικήν δέ, φα μὲν τὴν ἕνωσιν ἐπὶ Χριστοῦ· ἀνάπαλιν μέντοι τῷ σημαινομένῳ ἡμῖν κατὰ τὴν φυσικήν· οὐ γὰρ ὡς ὑποστάσεων, ἀλλ' ὡς τοῦ Λόγου οὖσαν τῆς ὑποστάσεως αὐτοῦ. Ωσπερ γὰρ ἰδίᾳ κρίνει τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τῶν ὁμοουσίων αὐτῷ ἡ γέννησις, καὶ τὸ αὐτολόγον εἶναι, καὶ τὰ τοιάδι οὕτω καὶ ἡ σάρκωσις αὐτοῦ ἀναγκαίως αὐτὸν τού των διαστέλλει, καὶ οὐχ ἕτερον ἀπὸ τῶν ἀσάρκων ὁμοφυῶν αὐτῷ προσώπων· καὶ ἰδίωμα ἐπίκτητον μὲν, ἀχώριστον δὲ εἰσαεί· καὶ τόδε ἐν τῇ ὑποστάσει τοῦ Λόγου καταφαίνεται. Αλλ' ἑτέραν τῆς ἀσεβείας ἀφορμὴν προσποιούμενοι, διὰ τὸ μὴ δύνασθα: ἰσότιμον εἶναι τῷ ὅλῳ θάτερον τῶν μερῶν, φασὶ παραιτεῖσθαι τὴν ἐπὶ Χριστοῦ σύνθεσιν τοῦ Λόγου προς τὴν σάρκα· λέγουσι γὰρ ἐπὶ λέξεως ταυτί ΚΕΦΑΛ. ΝΑ', Ανάγκη αὐτοὺς λέγειν τὸν Χριστὸν αὐτὸν, τοῦ Θεοῦ κατὰ μόνας, καὶ τοῦ ἀνθρώπου κατά μόνας, τουτέστι τῶν οἰκείων μερῶν ἀνὰ μέρος καὶ καθ' ἑαυτὰ ἐπινεουμένων, ἢ κρείττονα εἶναι κατά τι, ἢ ἥττονα. Τὰ γὰρ τῶν ἀποτελεσμάτων μέρη καθ' ἑαυτὰ, καὶ χωρὶς τῆς πρὸς ἄλληλα συνθέσεως ἐπισ νοούμενα, πάντως κατά τι ἢ κρείττονα ἢ ήττονα εὑρίσκεται τοῦ ἐξ αὐτῶν ἀποτελέσματος· οἷον λίθοι καὶ ξύλα, μέρη οἴκου ἢ ναοῦ τοῦ ὑπὸ Σολομῶντος – κτισθέντος· καὶ πρόδηλον ὅτι ἑκάτερον καθ᾿ ἑαυτὸ, ἧττον τοῦ ὅλον οἴκου· τίλιν ὑάκινθος, πορφύρα, κόκκινον κεκλωσμένον, βυσσος νενησμένη μέρη τοῦ καταπετάσματος τῆς σκηνῆς· καὶ τούτων ἕκαστον κατά μόνας ἔλαττον προδήλως τοῦ καταπετάσματος οὕτως καὶ ἐπὶ τοῦ ἀνθρώπου. Κατὰ μὲν τοὺς Χρ στιανούς κρείττων ὁ ἄνθρωπος αὐτὸ τοῦτο τὸ ὅλον ζῶον, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· ἐπεὶ μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐκ τοῦ σώματος, καὶ ἡ ψυχὴ πρὸς ἐνέργειαν αὐτοκίνητον ἀδυνάτως ἔχει ὡς ἐν ὕπνῳ βαθυτάτῳ, καὶ μηδὲ ἑαυτὴν ἐπισταμένη διά γουσα· καὶ τῶν μετὰ τοῦ σώματος πράξεων κατὰ τὴν θείαν Γραφὴν ἐκδεχομένη τὴν ἀμοιβὴν· ἄστιας οὐκ ἐκφεύξεται τῷ χωρισμῷ τοῦ σώματος, οὐδὲ ἐπὶ τὸ χεῖρον τρεπομένη, ἵνα μὴ τὰ τῆς Γραφῆς διαψευσθῇ. Τούτοις δὲ ἔπεται, τῷ μηδὲ ἐπὶ τὸ κρεῖττον,λέγω, μηδὲ ἐπὶ τὸ χεῖρον τρέπεσθαι, ἢ τὸ παντέλειον ἐκεῖνο καὶ τὸ παμμακάριον, τὸ προσδοκώμενον ἐν τῇ ἀναστάσει ἐνεῖναι τῇ φύσει ἤδη, ἢ τὸ πάντη ἡσυ χάζειν τὸ λογικὸν, ἐπεὶ μηδὲν αὐτοπροαιρέτῳ βουλῇ κινούμενον μηδενὸς ἔχον ὅλως αίσθησίν ἐστιν· ἀλλὰ τὸ πρότερον οὐδ᾽ εἰσκεκόμισται· τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ἵνα μὴ χωρὶς ἡμῶν οι πρότεροι τελειωθῶσι· τὸ δεύτερον ἄρα ἐστί· καθ' ἡμᾶς οὖν τοὺς Χριστιανοὺς οὐ κρείττων ὁ ἄνθρωπος τῶν οἰκείων μερῶν καθ' ἑαυτὰ θεωρουμένων δείκνυται· κατὰ δὲ τοὺς Ἕλληνας καὶ τοὺς Μανιχαίους τοῦ μὲν σώματος κρείττων ὁ ἄνθρωπος τῆς δὲ ψυχής, ἥττων τούτῳ τῷ λόγῳ. Τὴν μὲν γὰρ ψυχὴν καὶ
col. 1515–1516page 59 of 185
PG 86:1515προϋπάρχειν οίδασι τοῦ σώματος, ἀνενδεή τε τῶν τοῦ σώματος αἰσθήσεων, καὶ πρὸ τῆς εἰς τὸ σῶμα καταπτώσεως, ὥς φασι, μηδὲν ἀγνοοῦσαν· ἀλλὰ καὶ μετὰ τὴν ἐκ τούτου ἔξοδον ὡσαύτως· ὅθεν καὶ ἦτα τονα οἴδασιν αὐτῆς τὸν ἄνθρωπον· ἐπεὶ καὶ αὐτὴν ἑαυτῆς χείρονα λέγουσι γενέσθαι διὰ τῆς ἐν τῷ σώ ματι φυλακῆς, ὡς φασι. Τοῦ δὲ σώματος νεκρού θεωρουμένου μετὰ τὴν διάζευξιν τῆς ψυχῆς, πρό δηλον ὅτι κρείττων ὁ ἄνθρωπος· ἐπεὶ καὶ αὐτὸ τὸ σῶμα κρεῖττον ἑαυτοῦ θεωρεῖται πρὸ τοῦ χωρισμού τοῦ ἐκ τῆς ψυχῆς· ὡς πρὸς τὸ μετὰ τὸ χωρισθῆναι τῆς ψυχῆς συνέστηκεν ἄρα, ὡς ὅτι τὸ ἀποτέλεσμα τῶν οἰκείων μερῶν καθ᾿ ἑαυτὰ θεωρουμένων, ἢ κρεῖττόν ἐστι κατά τι, ἢ ἧττον· ὅθεν ἀνάγκη λέγειν καὶ τούτοις, τὸν Χριστὸν αὐτῶν, ἡ ἧττονα εἶναι, ἢ κρείττονα κατά τι τῶν οἰκείων μερῶν καθ' ἑαυτά, ἐπινοουμένων· εἰ ὅλως ἐν ζῶόν ἐστι κατ' αὐτοὺς ὁ Χριστὸς, ἐκ Θεοῦ καὶ ἀνθρώπου ἀποτελεσθέν· ἀλλ' εἰ μὲν κρείττονα, εἴποιεν, δεδώκασι τὸ ἀσεβές, τε λειότερόν τι τοῦ Θεοῦ φανταζόμενοι εἶναι, ὅπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀνάγκη λέγειν αὐτοὺς ὑπέρτατον. Εἰ γὰρ τὸ κατ' αὐτοὺς ἐκ Θεοῦ Λόγου καὶ σαρκὸς ζῶον, κρεῖττον κατά τι τοῦ Θεοῦ Λόγο καθ' ἑαυτὸν νοουμένου, τοῦτο αὐτὸ κρείττον δηλονότι καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος μὴ συγκειμένων τῇ σαρκί· ἐπείπερ ἴσος ὁ Υἱὸς τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καὶ ὁ τούτου κρείττων κατά τι, σαφές ὅτι καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ ἁγίου εἰ δὲ ἧττον εἴποιεν τουτὶ τὸ ζῶον τοῦ Θεοῦ Λόγου (καθ᾿ ἑαυτὸν θεωρουμένου, καὶ οὕτως ἀσεβοῦσι· τὸν Θεὸν γὰρ Λόγον ἥττονα ἑαυτοῦ δεικνύουσι γεγενή σθα: κατὰ τὸν τῶν Ἑλλήνων καὶ Μανιχαίων περὶ τῆς ψυχῆς μῦθον. Οὐκ ἂν γὰρ τὸ ἐκ Θεοῦ καὶ σαρκὸς ζῶον ἧττον εὑρίσκετε τοῦ Θεοῦ κατὰ μόνας, εἰ μὴ πρότερον αὐτὸς ὁ Θεὸς Λόγος ἥττων ἑαυτοῦ γέ γονεν. Εἴποιμεν οὖν πρὸς τάδε, ὅτι ὄντως τὰ ἐκ μερῶν ἀποτελέσματα, ἢ κρείττονα ἢ χείρονα τῶν ἀποτελεσάντων ἑκάστου ἰδίᾳ θεωρεῖται· ἀλλὰ πρόδηλον, ὡς τόδε οὐχ ἁπλῶς, ἀλλ' ἐφ᾽ ὧν διαφόρων όντων κατά φύσιν τῶν μερῶν, καὶ ἡ σύνθεσις, κατὰ τροπήν καὶ φυρμὸν καὶ κρασίν τινα, ποιεῖ τὸ ἐξ αὐτῶν ἀπο τέλεσμα. Εἰ μέντοι ἡ σύνθεσις οὐ τοιάδε, ήγουν οὐ συγχυτικὴ καὶ ἀλλοιωτικὴ τῶν συνελθόντων διαφόρων, οὔτε δὲ αἱ φύσεις εἰς ἀλλήλας συγχεῖσθαι δύνανται ἢ τρέπεσθαι· πῶς ἐντεῦθεν χεῖρον ἢ κρεῖτα τον τὸ ὅλον θατέρου τῶν μερῶν κριθήσεται; ἔσται δὲ σαφὲς μᾶλλον ἐκ παραδείγματος τὸ λεγόμενον. Εἰ γὰρ τυχὸν λιτραῖον σκεῦος αργύρου, καὶ λιτραίον σκεῦος μολίβδου τις καταχωνεύσας ποιήσει σκεῦος ἐξ ἀμφοῖν· δῆλον ὡς ἀργύρου μὲν ἧττον, κρεῖττον δὲ μολίβδου οἷα κασσίτερος φανείται· πέφυκε γάρ τάδε διά τινα φυσικὴν εὐπάθειαν καὶ συγγένειαν, ἀλλήλοις προσμεταβάλλεσθαι. Εἰ δὲ λιτραῖον σκεῦος χρυσίου, λιτραίῳ σκεύει πηλίνῳ τυχόν συνάψει τις, Η περιπλάσας θατέρω θάτερον ἐφ' όσονοῦν συμπρω σει, ἐπεὶ μὴ πέφυκε χρυσίῳ πηλὸς κατὰ κράσιν φύρεσθαι, οὐκ ἔσται τόδε τὸ ἐκ πηλοῦ καὶ χρυσίου ἀποτέλεσμα ποτε κρεῖττον χρυσίου κατὰ τὸ οὐσιῶδες ποιόν· ἰδοὺ γὰρ ἀμεταβλήτως καὶ ἐν τῇ περι θέσει καὶ ἐν τῇ ἐνώσει τοῦ πηλοῦ, τὸ χρυσίον ἁγνὸν
col. 1517–1518page 60 of 185
PG 86:1517ἐροῦμεν ἂν καὶ ἀκίβδηλον, οὐδὲν διοίσει χρυσίου γυμνοῦ κατὰ τὴν φύσιν. Ἡ γὰρ περίθεσις τοῦ πη λοῦ οὐκ ἀναπείθει σώφρονα νοῦν, βεβλάφθαι εἰς φύ σιν τὸν χρυσὸν, ἅπαξ διεγνωσμένον τὴν φύσιν εἶναι πρὸς τὰ χείρονα ἀμετάτρεπτον· ἀλλ' οὐδὲ πάλιν κρείττονα εἶναι γυμνοῦ χρυσίου διὰ τὴν περίθεσιν τοῦ πηλοῦ τις αὐτὸν λογίζεται· τὸ γὰρ ἅπαξ κρεῖτ τον ἐπὶ τῇ προσλήψει τοῦ χείρονος ἑαυτοῦ πώποτε φανήσεται· καὶ γὰρ τόδε καὶ λέγειν μάταιον. Αλλ' οὕτω μὲν τάδε. Τῆς δὲ ἀποφάσεως ὑμῶν ὅμως ἢ κρεῖττον ἢ ἧττον ὁρᾶσθαι πρὸς τὰ ἴδια μέρη τὸ ἀποτέλεσμα λεγούσης, τα παραδείγματα ὑμῖν ἄλλο τι βούλονται παρά τὸ εἰρημένον· πάντως γὰρ κρεῖττον εἶναι πᾶν σύνθετον τῶν εἰς αὐτὸ συνελθόντων μερῶν φησι λίθων τε γὰρ καὶ ξύλων κρείττονα τὸν οἶκον, καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου τὸ κατα πέτασμα καὶ ψυχῆς καὶ σώματος τὸν ἄνθρωπόν φησι. Συγχωρητέον οὖν ὑμῖν καὶ τόδε· εἶτα ῥητέον ὡς ἔστιν ὄντως καὶ τοῦτο ἀληθὲς ἐπί τινων ἀλλ' οὐκ ἴστε ὅπως ἐστὶν, εἰ καὶ ὅτι ἔστι, οὐκ οἶδα πῶς ἔγνωτε. Τότε γὰρ κρειττόν ἐστι τὸ ὅλον τῶν οἰκείων μερῶν ἑκάστου, ὅτε ἐπὶ τῇ συνθέσει καὶ ἕτερόν τι αὐτοῖς σχῆμα, ἡ ποιόν, ἢ εἶδός τι ἐπιγίνε και ἐν οὐδενὶ αὐτῶν ἦν ἢ ἔστιν, ἀλλὰ καὶ κατὰ πρόσθεσιν παρὰ τὰ τῶν μερῶν εἴδη πάντα ὁρᾶται τῷδε οὖν πλεονεκτεῖ ὁ οἶκος ὑπὲρ τὴν τῶν λίθων καὶ ξύλων φύσιν τὸ σχῆμα ἔχων, καὶ τοιάνδε θέσιν, ἣν οὐδὲ ξύλον οὐδὲ λίθος ἰδίᾳ· οὐ μέντοι κρείττονα ἑτέραν φύσιν οὐδὲ οὗτος ἔχει· ὁμοίως δὲ καὶ τὸ κατα πέτασμα, πλοκῇ καὶ συνθέσει τῶνδε τῶν χρωμάτων πρὸς ἄλληλα ὑπερέχει τῶν καθ᾿ αὐτὰ ἀσυνθέτων ἑκάστου. Οὐ γὰρ χρώματος ἁπλοῦ λόγῳ κρεῖττόν ἐστι τῶν ἰδίων πάντων χρωμάτων· καὶ ὁ ἄνθρωπος δὲ ἵνα καὶ δοθῇ ὑμῖν κρείττων ψυχῆς τοῖς διὰ τὴν τῶν οἰκείων δογμάτων σύστασιν πάντα ὡς ἔτυχε προ ομολογοῦσιν, ἐπὶ τῇ συνθέσει καινοτέρας τινὰς παρὰ ψυχήν τε καὶ σώμα ιδιότητας φυσικές προΐσχεται. Εἰ οὖν καὶ τοῦ λόγου καὶ τῆς σαρκὸς συντεθείσης ἔστιν ἀληθῶς τι ἰδεῖν καινότερον ιδίωμα φύσεως καὶ ἐν Χριστῷ παρὰ τὰ θεῖα καὶ ἀνθρώπινα, δεόντως ἂν καθ᾽ ὑμᾶς κρεῖττον τῶν μερῶν καὶ τὸ κατ' αὐτὸν ἀπο τέλεσμα ἐροῦμεν; Εἰ δὲ οὐδὲν πλὴν τῶν αὐτῶν ὁρᾶται μερῶν, πῶς ἐπὶ τοῖς αὐτοῖς οὐ τὸ ἰσότιμον δοξάσομεν, ἀλλὰ τὸ κρεῖττον τοῦ ὅλου πρὸς τὰ μέρη τὰ αὐτοῦ ΚΕΦΑΛ. ΝΒ. Αλλ' ἵνα συνήθως καὶ ἕτερ᾽ ἅττα ἴσως δυνάμενα ἐπινοηθῆναι τοῖς ἀντιλέγουσι, πάντα προλαβόντες ἡμεῖς γυμνάσωμεν (ἀληθείας γὰρ ἡμῖν ἐκ παντός καὶ οὐ νίκης πάντως ἡ ἔφεσις), καὶ τάδε πρὸς τοῖς δε εἰπεῖν μὴ παραλείψωμεν· τὸ ἐξ ἀνομοιομερῶν ὅλον συνιστάμενον, ἕτερόν πως τῶν ἰδίων μερῶν ἐστι τῷ τε συνθετωτέρῳ καὶ ποικιλωτέρῳ καὶ τελειοτέρῳ, καὶ παραλλάττοντι πρὸς ἑκάτερα μέρη τοῦ ἁπλῶς διαφοράν τινα πρὸς τὰ οἰκεῖα μέρη κτησάμενον καθάπερ ἐν φαρμάκῳ καὶ οἴκῳ καὶ μύδρῳ καὶ ἀνο θρώπῳ ὁρῶμεν. Τῷ τε γὰρ ἐκ χαλκίτιδος καὶ ἐλαίου συνθέματι, τρέφουσα τὰ κοίλα τῶν ἑλκῶν προσμαρτυρεῖται δύναμις, ἥνπερ οὐδέτερον τῶν κατ' αὐτὸ
col. 1519–1520page 61 of 185
PG 86:1519μερῶν εἶχε κατά φύσιν· ὁμοίως τε τὸ τοῦ οἴκου σχῆμα καὶ εἶδος τοῦ τε τῶν ἐν αὐτῷ λίθων καὶ ξ:;. λων παρήλλακται· ἐπεισῆκται γὰρ τούτοις καὶ τόδε τοῦδε ἀνθρώπου ὁ ὅρος, τοῦ τε σώματος καὶ τοῦ τῆς ψυχῆς ὅρου πλεῖόν τι δείκνυσιν, οἷον τὸ θνητόν, ὅπερ οὐδενὶ τῶν κατ' αὐτὸ μερῶν ἰδίᾳ προσάπτεται· ὡσε περ οὐδὲ τὸ γελαστικών, ἢ κλαυστικὸν, καὶ τὰ τοιάδε αὐτοῦ ἴδια. Δήλον δὲ ὅτι καὶ πρὸς τὰ τῶν μερῶν αὐτοῦ ἰδιαζόντως ὁμοούσια, ήγουν τὰς ἄλλας ψυχὰς ἰδίᾳ καὶ σώματα, ἀναγκαίως παραλλάσ σοι ἂν ὁ τοῦ ὅλου αὐτοῦ ἀνθρώπου ὅρος καὶ λόγος ἐξ ἀνάγκη; δὲ καὶ ὁ ἀριθμός· ἀριθμητὸν γὰρ πάνε τως τί ἐστιν, εἴ γε ὁπωσοῦν ἐστί τι τὸ ὅλον λεγό μενον. Εἰ οὖν μέρη τε λέγετε καὶ ὅλον ἐπὶ Χριστοῦ, καθώς τινες ὑμῶν ἀπεφάνθησαν, φαίεν ἄν· ἔσται πρῶτον μὲν θεότητός τε οὔσης καὶ ἀνθρωπότητος τῶν μερῶν τὸ ὅλον ἕτερόν τι παρὰ ταύτας δεικνύμενον ἡμῖν· εἶτα δὲ, οὔτε δύναιτο ἂν, κατὰ τὸν τοῦ ὅλου ὅρον ὡς ὁμοουσίοις συντάττεσθαι τοῖς τῶν με ρῶν ὁμοουσίοις, οὔτε τῷ Πατρὶ οὔτε τῇ Μητρὶ 5 Κύριος ὅμοιος ἔσται φύσει, κατὰ τὸ ὅλον ἑαυτοῦ ἀλλ' οὐδὲ τῷ τῆς θείας Τριάδος ἀριθμῷ κατὰ τὸν τοῦ ὅλου ὡς ὅλου ἀριθμητοῦ λόγον συλλογίζοιτο ἄν, εἰ μη τετράδα ποιεῖ· οὔτε δὲ ὁμοούσιον ἔτι ταύτην ἑαυτῇ πάντη συναριθμούμενος δείξει· ἀλλ' οὐδὲ τῷ τῆς ἀνθρωπείας πληθύος καταλόγῳ εἰ συναριθμοῖτο, ὁμοούσιον ἕξει πᾶν τόδε διὰ τὰ αὐτά. ᾿Αλλ' ἔστωσαν, καὶ εἰ ταῦτα ἡμῖν συνάγοιεν, πρῶ τον μὲν τοὺς καθ' ἡμᾶς πατέρας τούτοις χρήσασθαι τοῖς ὀνόμασιν, ἤγουν μερῶν καὶ ὅλου, ἐπὶ τοῦ Δε σπότου ἡμῶν Χριστοῦ, διὰ συνθέσεως παράστασιν μόνην, καὶ ἀποβολὴν πάσης ἐμφάσεως, τῶν καθ' ἑτέρους τρόπους λεγομένων ενώσεων· ἔτι μέντοι, καὶ διὰ τὸ ἑκατέρου τῶν ἐν Χριστῷ λεγομένων εἶναι, ἀληθῆ τε φύσιν εἶναι καὶ εὐδόκησιν, καὶ πρὸς φυσικὴν ἕνωσιν συνδεδραμηκέναι, ὡς ἄμφω τὰς οὐ σίας συμπληροῦν τε καὶ ὑφιστάνειν Χριστῷ οὕτως, ὥσπερ καὶ τὰ μέρη φυσικῶς τὸ ὅλον ἀπαρτίζουσιν. Ἔτι δὲ καὶ τῷ μὴ διδόναι χώραν ὑποψίας τινὶ, ἕτερον ἑτέρου ψιλὸν τῶν ἐν Χριστῷ ποτε είναι διαλογίζεσθαι, ὥσπερ οὐδὲ ἄνευ ἀλλήλων τὰ μέρη, σωζομένου τοῦ ὅλου, ποτὲ ἰδεῖν ἔστιν· ἀλλ᾿ ὥσπερ σύνθεσίν τε, καὶ ὅλον, καὶ ἀνάκρασιν, καὶ τὰ τοιαῦτα λέγοντες, εἰς ὅσον ἔχοι μόνον ἕκαστος λόγος ἀδιάβλητον ἐπὶ Χρι ; στοῦ, ταῦτά φασι· παρεπόμενόν τι τούτοις εἰ ἀπεμ φαίνοι, μὴ καταδεχόμενοι σὺν αὐτοῖς περὶ αὐτοῦ λου γίζεσθαι· κρασίν τε γὰρ λέγοντες, μόνον τὸ πᾶν κατὰ παντὸς εἶναι τῶν ἑνωθέντων σημαίνειν βούλονται, τὴν ἑπομένην ταύτην σύγχυσιν καὶ τῶν ποιοτή των τὴν ἀντίστασιν, καὶ τὴν ὑπ' ἀλλήλων τῶν μετ γνυμένων ἔκλυσίν τε καὶ ἀλλοίωσιν οὐ παραδεχόμενοι καὶ οὐ μόνον ἐπὶ Χριστοῦ, ἀλλ' οὐδ᾽ ἐπὶ τῆς κατὰ σῶμα καὶ ψυχὴν ἑνώσεως τάδε προσιέμενοι. Οὕτως γὰρ καὶ ὅτι οὐδὲν ἑαυτὸ μέρος συντίθησιν εἰδότες, οὐκ ἤδη καὶ ὑφ' ἑτέρου συντεθῆναι τὸν Λόγον τῇ σαρ κὶ φρονοῦσιν· ἐπεὶ σύνθεσιν μερῶν ὀνομάζουσι καὶ ἁπλῶς πᾶν τὸ μὴ προσῆκον ἐπὶ τῆς θείας οἰκονομίας, ἀποσκευάζονται μόνον τὸ ἀδιάβλητον τῶν λεγο μένων, πρὸς σαφήνειαν τοῦ δυσδιαγνώστου λίαν
col. 1521–1522page 62 of 185
PG 86:1521θείου μυστηρίου εφελκόμενοι, διὰ τὴν χρείαν τῆς τοῦ ἀκαταλήπτου Λόγου ὑποτυπώσεως· ἵνα μὴ ἀστήρικτος ἡμῖν ὁ νοῦς ὤν, αὐτονομῇ φανταζόμενος τὰ περὶ τοῦδε· καὶ πολλάκις πρὸς τὰ πάντη ἀπεμφαίνοντα περὶ τῆς οἰκονομίας παρατρέπηται, καὶ ἀσεβείας ἑαυτῷ ἀναπλάττηται. Κάν τοῖς γὰρ κοινοτέροις πολυ λάκις ἔκ τινος μεταφράσεις ἢ ἀναλογίας ἢ μερικῆς ὁμοιώσεως ονομάζομέν τινα· καὶ οὐ διὰ τόδε, καὶ πάντα τὰ ἑπόμενα τούτοις, συνεκδεχόμεθα· οὐ γάρ, ἐπεὶ τὸν ἀπὸ σκυθρωποῦ εὐδιώτερον αέρα γινόμενον γελάσαι φαμέν, ἤδη καὶ ζῶον γελαστικὸν τὸ στο χεῖον εἶναι ἐγνώκαμεν· πλὴν εἰ καὶ πάντα συμ βαίνειν ἀνάγκη τὰ ἑπόμενα ὅποι λέγοιτό τι τῶν αι τῶν ὀνομάτων, ἀλλ᾽ ἐπὶ Χριστοῦ ταῦτα ἀναγ καίως οὐχ έψεται· ἐκ Θεοῦ γὰρ Λόγου ἀνθρωπείας φύσεως ὁμολογουμένης αὐτοῦ τῆς συνθέσεως, είγε ἐκ τοιῶνδε ἀληθῶς εἶναι τῶν μερῶν δοθείη, τὸ κατ' αὐτὸν ὅλον, καὶ σύνθετον εἶναι κωλύσει πάντως τὰ τοιαῦτα παρακολουθήματα. Απαράδεκτον γὰρ τὸ Θεῖον παντὸς ἀτόπου· καὶ ἐν τοῖς αὐτοῖς τισιν εἶναι τῶν καθ᾿ ἡμᾶς λεγομένων, ἀσυγκρίτως ἔχειν ἐν τούτοις πρὸς ἡμᾶς ὡμολόγηται. Εἰ γὰρ καὶ γέννησις λέγεται ἐπ' αὐτοῦ, ἀλλ᾽ οὐχὶ καὶ τὰ ἑπόμενα ταῖς καθ' ἡμᾶς γεννήσεσι· καὶ ἐν τῷδε οὐδὲ τὸ ὁμοούσιον τῶν ὑποστάσεων τοῦδε, οὔτε τὸ τελειοπρόσωπον τῶν ἰδικῶν δυνάμεων, ὅμοιον ἡμῖν, οὐδὲ τὰ λοιπὰ ἐξαίρετα. Πλὴν ἀλλὰ καὶ τούτων ὁμολογουμένων ὡς οὐκ ἔστιν ἐξ ὅλου καὶ μερῶν ἐπὶ Χριστοῦ εἰρημένων, ἀκολούθως τι ὅμοιον ἡμῖν ἐπάγεσθαι, διανοητέον καὶ τάδε. Πρῶτον μὲν γὰρ τὸ λεχθὲν συμβαίνειν ἐπὶ τοῦ ἐκ μερῶν ὅλου γινομένου, δῆλον· ὡς εἰ καὶ κατὰ τὸ εἶδος οὖσιν ἀνομοίοις τοῖς μέρεσι συμβαίνει τῷ ὅλῳ τῷδε, ἀλλὰ πάντως κατά τι προσεχὲς ἢ πορ φωτέρω γένος ομογενές τυγχάνουσι. Διὸ δὴ καὶ πρὸς σύνθεσιν είδους κοινοῦ, οὐκ ἀλλοτρίως ἔσχεν ἂν πρὸς ἄλληλα πάντη· ἅτε κοινωνίαν τινὰ φυσικὴν ἔχειν κατά τι γένος· ἡ δὲ ἐπὶ τοῦ Δεσπότου ἡμῶν ἕνωσις, ἐκ τῶν πάντη ἀνομογενῶν ἐστι. Τί γὰρ κυρίως οὐσιῶν γένος; εἰ δὲ καὶ γένος ο σίας ἐστί, τί γένος οὐσία; τῆς θεία; αὐτῆς, μετὰ καὶ τῆς ἀνθρωπείας εἶναι δοθήσεται; ἵνα διά τινα φυσική - συγγένειαν, καὶ ὅλου τινὸς φύσιν, συγκιρνάμενα τι ήσοι τάδε· πῶς οὖν τῷ συμβαίνον τι τῇ τῶν ὁμογενῶν μερῶν συνθέσει τὴν τῶν ἀνομογε νῶν ὑπαγάγοιεν σύνθεσιν; καὶ ὡς ἀναγκαῖον ἡμῖν συναγάγοιεν, τὸ δεῖν πάντως ἔπεσθαι τοῖσδε τοῖς ἀνομογενέσι Χριστοῦ μέρεσιν, ἐκεῖνο ὅ τοῖς ὁμογενέσιν ἑπόμενον καθορᾶται, ήγουν ὁλότητά τινα ἐτέ μαν; Αλλ' εἰ μὲν ἄλλοθεν τὸ μὴ γενέσθαι φυσικὴν σύνθεσιν καθ᾽ ὑπόστασιν ἐπιδεῖξαι τοῦτο ἤδη ἀναγ καίως κατασκευάσετε, εἴποιμεν αὐτοῖς· Ε: δέ γε ὑποθετικῶς τὴν σύνθεσιν ἡμῖν ὅλως Θεοῦ πρός τι συγχωρεῖτε, οὐκ ἐξ ἀνάγκης λοιπὸν τὰ ἑπόμενα συνθέσει ἐπαγάγοιτε· ἢ διὰ τὸ μὴ τοιάνδε εἶναι αὐτὴν οἷαν ἴστε γινομένην ἐπὶ τοῖς μὴ τοῖσδε ούτ σιν, ήγουν θείοις καὶ ἀνθρωπίνοις μέρεσιν· ἤδη καὶ ταύτην ἀνατρέψετε. Ων γὰρ α! φύσεις οὐχ αἱ αὐταὶ κατὰ πάντα, οὐδὲ ἡ φυσικὴ σχέσις ὁμοία κατά πάντα, οὐδὲ ἡ σύνθεσις ἡ αὐτὴ δηλαδὴ γενήσεται. Ἔτι ῥητέον ὅτι εἰ καὶ πᾶσα σύνθεσις, ἕτερον, καθὼς δὲ εἰρήκατε, παρὰ τῶν μερῶν εἴδη ἐπεισάγει τῷ ὅλῳ εἶδος, προωμολόγηται ὅμως ἡμῖν τοῦ νῦν ανακρινομένου συνθέτου ἂν εἶναι μέρος τὸ θεῖον,
col. 1523–1524page 63 of 185
PG 86:1523δ ὁ παντός είδους ποιητικός ἐστι θεῖος Λόγος. Εξ οὖν τι ἕτερον αὐτῷ τε καὶ τῷ σὺν αὐτῷ ὄντι ὡς μέρεσιν ἐπιγένοιτο εἶδος ὅλου τινός, ἢ αὐτὸς ἀνάγκη τοῦτο προβάλλεσθαι εἰδοποιόν δεδομένου καθολικὸν καὶ συνωμολογημένον κοινῶς, ἢ ἑτερόν τινα· τὸ γὰρ γινόμενον πᾶν, δῆλον ὡς οὐχ ἑαυτὸ ποιήσει μήπω δν, ἀλλ' ὑπό τινος ἐγένετο, εἶπερ ἐστίν· εἰ δὲ μὴ ἐγένετο, οὐδὲ ἔστιν. Ὑφ' ἑτέρου μέν οὖν οὐκ ἂν γένοιτό τινος· μόνος γὰρ εἶναι ουσια στὴς καὶ φυσικὸς εἰδοποιὸς ὁ ὑποβληθεὶς ὡς μέρος τῷδε τῷ ὅλῳ, ὡμολόγηται ἡμῖν πᾶσιν· εἰ δὲ ὑπ' αὐτοῦ τόδε γέγονε πως ὡς ὅλον τι, καὶ ὑπὸ τοῦ ποιοῦντος αὐτὸ ὡς ἐξ ἰδίου μέρους γινόμενον εἴη τὸ ποίημα. Εσται γὰρ ἂν οὕτως ὡς μέρος ἐν τῷ δίῳ περιεχόμενον τὸ αἴτιον ὑπὸ τοῦ αἰτιατοῦ, ὅπερ ἀδύ νατον. Ἐπεὶ οὖν τάδε ἀδύνατα, δῆλον ὡς οὐ κυρίως λέγεται· ἀλλὰ τὸ προαγαγὸν τὴν λεγομένην Χριστοῦ ολότητα μέρος, αὐτό ἐστιν ἢ σύγκειται ἑτέρῳ· ήγουν ὁ Λόγος τῇ σαρκί· ἔκ τε τῆς οὐσίας αὐτοῦ, καὶ ἐν τῇ ὑποστάσει αὐτοῦ, ἅμα τῷ σὺν αὐτῷ μέρει, ήγουν τῆς σαρκικῆς οὐσίας ταύτην συνιστῶν τὴν ὁλότητα· οὐδὲν πλέον ἢ ἔλαττον ἐπιδεικνύμενος ἑαυτοῦ καὶ τοῦ σὺν αὐ τῷ ἐν αὐτῇ. Ἡ γὰρ εἰδοποιός δύναμις, ἑαυτὴν, ὡς εἰπεῖν, οὐχ ἑτέρῳ, ἀλλ' αὐτῷ τῷ συντεθέντι σὺν αὐτῇ μέρει, εἰς εἶδος καχάρισται· ἀνθρωπιζομένη τε διὰ τοῦδε, καὶ θεοῦσα τόδε καθ' αὐτὴν δι᾿ ἑαυτῆς, καὶ οὐχ ἕτερον κρεῖττον, καὶ ἑαυτῆς καὶ ἐκείνου ποιή σαι ἔχουσα εἶδος. Πῶς οὖν ἕτερον ἔσται τι φαινή μενον ὅλον ἐν Χριστῷ κατ᾿ οὐσίαν παρ' ἑκάτερα; Ούκούν σαφές κἀντεῦθεν γεγένηται, ὡς τοιούδε προς ωμολογημένου εἰδοποιοῦ Λόγου θείου, τοῦ συντεθειμένου μέρους, ταυτὸν τῇ φύσει καὶ τῷ ἀριθμῷ ἔσται καὶ τὸ κατὰ διάφορον ἐπίνοιαν ὀνομασθὲν ὅλον τὸ σύνθετον· κἂν μέρος ἐν αὐτῷ ὁ Λόγος εἴρηται εἶναι τοῖς Πατράσιν· καὶ τοῦ αὐτοῦ κατηγορηθήσεται Χριστοῦ, καθ' οὗ καὶ τὸ μέρος καὶ τὸ ὅλον· ὡς Θεοῦ ἑκατέρως νοουμένου ώσα πως τελείου· εἰ καὶ ποτὲ μὲν διὰ τὴν σημασίαν τὴν περὶ ἑκατέρου τῶν ἐν τῷ συνθέτῳ, ὅλον τὸ συναμφότερον, μέρος δὲ θάτερον μόνον τῶν αὐτοῦ εἴρηται. Οὐκ ὀρθῶς οὖν ἡμῖν συνάγετε τὸ ἑτεροούσιον τοῦ ὅλου πρὸς τὰ μέρη διὰ τὴν σύνθεσιν· καὶ νεώτερον ἀριθμὸν καθορᾶτε. Εἰ γὰρ καὶ ὡς λεκτὸν ἀριθμητόν ἐστι τόδε τὸ ὅλον τοῦ σημαινομένου τῆς συνθέσεως πάσης, ὡς ὅλου λεγομένου τισὶν, οὐ προσθήσει τῷ ἀριθμῷ τῶν ὁμοουσίων καὶ ὑπαρκτῶν μερῶν. Οὐδὲ γὰρ ἐπεὶ κατὰ διαφόρους ἐπινοίας περὶ τοῦ αὐτοῦ συμβέβηκε πολυωνυμία ποτὲ καὶ πληθύς ἐστιν ἀριθμοῦ τῶν κατὰ τοῦ αὐτοῦ ἑνὸς πράγματος λεγο μένων ὀνομάτων· οἷον Σίμων, Πέτρος, Κηφάς, Βάρ Ἰωνᾶ, ἀπόστολος, μαθητής τε τοῦ Κυρίου, καὶ δι δάσκαλος τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, ήδη δια τύδε, καὶ τοῦ ὑποκειμένου αὐτοῦ καὶ ὀνομαζομένου ἑνὸς ἀνθρώπου τὸν ἀριθμὸν εἰς οὐσίας ἢ ὑποστάσεις συμπληθύνεσθαι νοητέον, οὐδὲ διαφέρειν ἑαυτοῦ κατὰ τὸν φυσικὸν ἢ ὑποστατικὸν ἀριθμόν· οὕτως ὥσπερ ἡ τοῦ μαθητοῦ καὶ διδασκάλου ἐν τοῖς διαφόροις όμο λογουμένως υποκειμένοις ονομάτων αὐτοῦ διενήνοχε σημασία. Πρὸς τούτοις δέ φαμεν, καὶ ὥστε μέρος τὸ
col. 1525–1526page 64 of 185
PG 86:1525συντεθέν, ήγουν ὁ θεῖος Λόγος· ἐπεὶ δέδοται ἀκρότα τον υπεροχικῶς εἶναι κατὰ τελειότητα, εὐδοκήσαν συντεθῆναι μεῖζον μὲν ἢ τελειότερον ἑαυτοῦ ὅλον, οὐκ ἂν συστήσηται πώποτε· εἴγε ἀληθῶς παντέλειον είναι μεμαρτύρηται, διὰ τὸν τῆς φύσεως ἑαυτοῦ λό γον· ἀλλ᾽ οὐδὲ μεῖον ἑαυτοῦ ποιήσει τι εἶναι τὸ οἰω χεῖον ὅλον διὰ τὸν πάσης συνθέσεως λόγον· μείζονα γὰρ, τόγε ἐπ' αὐτοῖς, οὐκ ἐλάττονα δήποτε δείκνυται τῶν μερῶν τὰ οἰκεῖα ὅλα. Εἰ δὲ μήτε μεῖζον αὐτοῦ τὸ τοῦ Λόγου ὅλον, διὰ τὴν φύσιν αὐτοῦ τοῦδε τοῦ μέρους, μήτε δὲ ἧττον, διὰ τὸν τῆς συνθέσεως ἁπλῶς λόγον δεῖ εἶναι, ἑαυτὸν ἄρα ἕξει ὅλον τὸ ὁλοποιὸν αὐτοῦ μέρος 8 καὶ ἐξ ἀνάγκης ἴσον τῷ ἰδίῳ μέρει ἔσται καὶ οἰκεῖον αὐτοῦ ὅλου λεγόμενον. Πῶς οὖν ὅλου ἑτερότητα πρὸς τὰ μέρη καὶ ἑνὶ τῆς κατὰ τὸν Δεσπότην ἡμῶν Χρισ στὸν οἰκονομίας συλλογίζεσθαι ἂν εἴη; ἔτι δέ φαμεν ὡς εἰ πᾶν ἁπλοῦν ἐν τῷ συνθέτῳ, καὶ πᾶν μέρος ἐν τῷ ἰδίῳ ὅλῳ δεῖ εἶναι· πᾶν δὲ δν καὶ γινόμενον, ἐν μέρει ἐστὶ τούτῳ, ήγουν τῷ θείῳ Λόγῳ· πῶς ἔσται τι τὸ καθ᾿ αὐτὸ ἕτερον αὐτοῦ σύνθετον, καὶ ὅλον τι καθολικώτερον αὐτοῦ; ἵνα ὑπὸ τοῦδε περιέχοιτο αυτ τὸς ὁ Λόγος ὁ πάντα περιέχων· αὐτὸς γάρ ἐστι τὸ πλήρωμα τὸ τὰ πάντα ἐν πᾶσι πληρούμενον. ΛΟΓΟΣ Β'. Δευτέρας ἀσεβείας αὐτῶν ἔλεγχος λεγόντων δύο καὶ οὐ μίαν τὴν ὑπόστασιν ἐκ τῆς κατὰ τὴν σάρκωσιν τοῦ Λόγου οικονομίας ὁρᾶσθαι. Σημαίνει, φασίν, ἡ ὑπόστασις, ποτέ μέν τοι ἑνού-G σιον, ὡς τὸ, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ χα ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ποτὲ δὲ ἀνούσιόν τι, ὡς τὸ, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεώς μου ποτέ δέ τινων συνάθροισιν ὁμονοούντων· ὡς τό, Ἐξῆλθον ἄνδρες ἐκ τῆς ὑποστάσεως τῶν ἀλλοφύλων. Εἰ μὲν οὖν κατὰ τὸ τελευταῖον, φασί, τὴν ὑπόστασιν ἀντὶ τοῦ ταυτοβουλίαν καὶ ὁμογνωμοσύνην ση μαίνειν τῶν φύσεων, συγχωροῦσι δηλονότι κατὰ τὰ πρώτα δύο λέγειν ἡμᾶς τὰς ὑποστάσεις τῶν δύο φύσεων· εἰ δὲ κατὰ τὸ δεύτερον, φασὶν, ἀνού στόν τι βουλόμενοι δεῖξαι τὸ ἐξ ἀμφοτέρων τῶν φύσεων, οὐδὲ ἀποκρίσεως ἄξιοι· εἰ δὲ καιὰ τὸ πρῶτον, εἰπάτωσαν τίνι καθέστηκεν αὕτη ὁμοούσιος τῇ τοῦ Δαβὶδ περὶ ἧς εἶπε· Μνήσθητι τις μου ἡ ὑπόστασις, ἢ τῇ τοῦ Πατρὸς περὶ ἧς εἴρηται, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Αλλ' εἰ μὲν τῇ τοῦ Πατρὸς, πῶς ἐκ δύο φύσεων συνέστηκεν, ἁπλῆς ὑπαρχούσης τῆς τοῦ Πατρός; δεῖ γὰρ
col. 1527–1528page 65 of 185
Liber II
PG 86:1527τὸν αὐτὸν ἔχειν λόγον τῆς οὐσίας, καὶ τὴν αὐτὴν ὑπό, ὑπὸ ἀπὸ νόησιν, τὰς οὐσίας λεγομένας ὑποστάσεις· ἐπεὶ λε γέτωσαν τί τὸ ὁμοούσιον. Εἰ δὲ μὴ τοῦ Πατρός, ἀλλὰ τῇ τοῦ Δαβίδ, πῶς ἐκ δύο φύσεων λέγοντες αὐτ τὴν οὐκ ἐκ ψυχῆς καὶ σώματος συνεστάναι βούλονται; τοιαύτη γὰρ ἡ τοῦ Δαβίδ. Εἰ δὲ οὐδὲ τοῦτο, ο δὲ ἐκεῖνο, πᾶσιν ἑτεροούσιος ὁ παρ' ὑμῶν εἰσαγόμενος γιος, καὶ οὐδὲ ἡμῖν οὐδὲ τῇ ἁγίᾳ Τριάδι ὁμοού σος. Εἰ δὲ λέγετε ἐκ μέρους καὶ τούτῳ κἀκείνῳ ὁμοούσιος, γινώσκετε ὅτι τὰ ὁμοούσια οὐκ ἐκ μέσ ρους θέλει ὁμοούσια εἶναι· τῷ γὰρ Λόγῳ τούτῳ παντάπασιν ὁμοούσια ἔσται· ὅλως δὲ τὸ ἐκ μέρους τούτῳ κἀκείνῳ ὁμοούσιον, οὐδετέρου δύναται εἶναι Υἱός· ἐπεὶ δείξατέ τι ἐκ μέρους ὑπάρχον ὁμοούσιον διαφόροις, καὶ γινόμενον τούτου κακείνου Υιόν. Ηδη μὲν τῆς προτέρας ὑμῶν ὑποθέσεως κατο ηργημένης, περιττὸν ἦν καὶ πρὸς τὰ ἑξῆς ὑμῖν ἀποκρίνασθαι. Εἰ γὰρ ἀληθῶς, ὡς δέδεικται, φύσεως γέγονεν ἡ σύνθεσις καὶ καθ᾽ ὑπόστασιν, οὐ μὴν ὑποστάσεών ἐστιν ἡ ἕνωσις ἐπὶ τοῦ Δεσπότου ἡμῶν Χριστοῦ, ὥσπερ καὶ ὑμεῖς ἐπὶ ψυχῆς καὶ σώματος νῦν τοῦ Δαβίδ ὑπέθεσθε, δηλόν ἐστιν ὡς πάντως μίαν καὶ οὐ δύο εἶναι ἀναγκαῖον τὴν σύνθετον ὑπό στασιν. 'Αλλ' ἵνα μὴ δόξωμεν ὡς ἰσχυροτέρους τοὺς ἐπὶ τῇ δευτέρα ὑμῶν ὑποθέσει παραιτείσθαι συλλογισμούς, σὺν Θεῷ καὶ πρὸς τούσδε ἅπαντας ὑμῖν δεόντως ἀπαντήσομεν· οἱ μὲν οὖν φιλαληθῶς την ἀλήθειαν ἐρευνῶντες, οὐ τοῖς ποιοῦσι τὴν ἀπ' αὐτῆς πλάνην ὀργάνοις κέχρηνται πρὸς τὴν ἔρευναν αὐτῆς ὥσπερ ὑμεῖς. Τῆς γὰρ ἀδιακρίτου τῶν πολυσήμων όμωνυμίας πλείστην ποιούσης ἀεὶ τὴν ἀπάτην ἐν τοῖς ζητουμένοις πράγμασιν, ἰδοὺ νῦν ἡμῖν ταύτῃ ἐξ ἀρ χῆς εὐθὺς μετὰ μέντοι καὶ δοκεῖν φεύγειν αὐτὴν, προσβάλεσθε, περὶ τῆς ὑποστάσεως, φημί, διερευνῶντες· καὶ ἐδόξατε μὲν διορίζειν ἀπὸ μέρους· οὐκ ἐντελῶς δὲ διεκρίνατε τὸ τῆς ὑποστάσεως όνομα, πῶς ἐφ' ἑκάστου ὧν λέγεται σημαίνεται. Αναγ και ον οὖν ἀντιμεταλαμβανομένης τῆς, ὑπὸ, προθέσεως ἢ κυρίως κειμένης· ποσαχώς τε λέγεται και ὅπως καθέκαστον τῶν ἑτέρως λεγομένων εἴρηται τὸ τῆς ὑποστάσεως ὄνομα, καὶ τὸ ἁρμόδιον ἐπὶ τοῦ προκειμένου φιλοκρινῆσαι ἡμᾶς πρῶτον, ἵνα μὴ εἰς ἑτέραν ἀνθ᾿ ἑτέρας σημασίαν μεταπίπτωμεν, εἶθε οὕτως τὰ ἑξῆς ὑμῶν ἄτοπα διελέγχειν. Φαμὲν οὖν ἡμεῖς ὡς ὑπόστασις μὲν λέγεται τισι κατὰ τῶν παλαιοτέρων Ἑλληνικῶν τὴν γλῶτταν, ἢ ὑποστάθμη καὶ τρὺξ τοῦ οἴνου καὶ τῶν τοιούτων ὑγρῶν, διὰ τὸ ὑποβεβηκυίαν τῷ ἐπιπολάζοντι ὑγρῷ τὴν ἑαυτῆς στάσιν δεικνύναι, ὡς λέγομεν ἐνυπόστατα σημεία. Λέγεται δὲ καὶ ἡ κίνησις εἴτουν μετάστασις τοῦ ἐνεστῶτός ποτε, ὑπόστασις· οἷά τις ἄπο καὶ χωρίς στάσεως οὖσα διάθεσις, ήγουν στέρησις στά σεως, ποτὲ ἀμειβομένης τῆς, ὑπὸ, προθέσεως ἐν τῇ λέξει, καὶ μεταλαμβανομένης εἰς τὴν, ἀπὸ, καθὰ οἱ ἐν παλαίστρᾳ τὰς διωθήσεις ἀλλήλων ποιούμενοι, οὕτως ὠνόμασαν. Λέγεται δὲ καὶ ἡ κτῆσις τῶν δέ τινων τῶν χρημάτων ἢ προσόδων από τινων κτημάτων ὑπάρχουσα τῷδέ τινι τῷ κεκτημένῳ, ὑπόστασις ἅτε σωζομένη ήδε καὶ ἀδιαπτώτως αὐτῷ ὑφεστηκυία
col. 1529–1530page 66 of 185
PG 86:1529ὥς φαμεν οὐκ ἔχειν ἢ κεκτῆσθαι τόνδε τινὰ πολλὴν ὑπόστασιν. Λέγεται δὲ ὑπόστασις, καὶ τὸ καρτερικὸν καὶ οὐκ εὐκατάπτωτον, ἀλλ' ὑπομονητικὸν πρὸς τὰ ἐπερχόμενα, καθὼς εἴρηται τῇ ἁγία Γραφή· Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασ!; μου οὐχὶ παρὰ σοῦ ἐστι; Λέγεται δὲ ὑπόστασις, καὶ ἡ τινὸς διηγήματος ἢ ἁπλῶς λόγου ιδιάζουσα καὶ οὐ καθόλου οὖσα πρότασις· ὡς τὸ λεγόμενον ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Λέγεται δὲ καὶ ἡ πίστις ὑπόστασις οἷα δή τινος καταλήψεως οὖσα ἐπιστήμη τε καὶ ἐπίστασις· καθὼς εἴρηται, Εστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις. Λέγεται ὑπόστασις, καὶ ἡ ὑπόσχεσις, ὡς ὑπό τινος τεθεῖσά τινι καὶ ὑφισταμένη ἐλπὶς, καθὼς εἴρηται· Μήπως ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ· τίς δὲ ἦν, φησί, τῇ προεπηγγελμένη αὐτῶν εὐλογίᾳ; Λέγεται ὑπόστασις, καὶ ἡ βάσις ἡ ὑποκειμένη τῇ στάσει τοῦδέ τινος, ὥσπερ εἴρηται· Ενεπάγην εἰς ὕλην βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις. Λέγεται ὑπόστασις, καὶ ἡ ἀντίστασις ὡς τὸ ἐν τῷ Δευτερονομίῳ εἰρημένον ὑπὸ Μωϋσῆ περὶ τοῦ λαοῦ· Πῶς δυνήσομαι φέρειν τὴν ὑπό στασιν καὶ ἀντιλογίαν ὑμῶν; Λέγεται ὑπόστασις καὶ ἡ κατάστασις· ὡς τὸ ἐν Ἐζεκιήλ περὶ τοῦ ναοῦ εἰρημένον· Καὶ διαγράψεις τὸν οἶκον καὶ τὴν ἑτοιμασίαν αὐτοῦ, καὶ τὰς εἰσόδους αὐτοῦ καὶ τὰς ἐξόδους αὐτοῦ, καὶ τὴν ὑπόστασιν αὐτοῦ. Λέγεται ὑπόστασις καὶ ἡ τινῶν προσώπων ὁμοουσίων, ἢ καὶ ἑτεροουσίων ἀλλήλοις συνελθόντων σύ στασις· ὡς τὸ λεγόμενον· Ἐξῆλθον ἄνδρες ἐκ τῆς ὑποστάσεως τῶν ἀλλοφύλων· ἔτι δὲ καὶ ὃν νῦν ὑμεῖς ἐν γνώσει ἢ ἀγνοίᾳ λόγον παρεδράμετε κατὰ τὴν αὐτήν πως ἔννοιαν όντα. Λέγεται ὑπόστασις καὶ ὅταν κατὰ τὸ αὐὁ τινων συνελθουσών φύσεων διαφόρων ἰδικῶν, μετὰ τῶν περὶ αὐτὰς ἰδιωμάτων, οὐχὶ δὲ προσώπων ὑφὲν εἴτουν ἅμα διὰ τῆς ἑνώσεως σύστασις γένηται τις ἑνὸς μόνου ἀτόμου. Λέγεται καὶ φύσεων διαφόρων μὴ συνελθουσῶν, ἀλλὰ μόνων ίδιων μάτων μερικῶν πλειόνων, ἐν ἰδίωμα καθολικών συνιστώντων ἐκ πάντων, ἔν τινι ὑποκειμένῳ ἑνὶ εἴτουν ἐν μιᾷ μόνῃ φύσει ἡ πᾶσιν ὁμολογουμένη ὑπόστασις. Εἴτε δ' οὖν ἐν ἁπλῇ, εἴτε ἐν συνθέτῳ, εἴτε ἐν ἰδικῇ, εἴτε ἐν κοινῇ, οἷα ἡ θεία, εἴτε ἐν μιᾷ φύσει μόνη, εἴτε ἐν ἡνωμέναις πλείοσιν, ὅλως μέντοι ἐν ὑπάρξει οὔσαις, αὕτη εἴη τῶν μερικῶν ἰδιωμάτων, ήγουν τοῦ κοινοῦ ἰδιώματος, ὡς ἐν ὑποκειμένῳ τινὶ νοουμένη στάσις ἢ σύστασις, ὑπόστασις λέγεται. Λέγεται δὲ κυριώτερον καὶ οἰκειότερον πάντων ἡ τοιαύτη ὑπό στασις, ἅτε πρὸς τῇ συστάσει καὶ ἐκ τοῦ πάντων τῶν τε ἐμοειδῶν καὶ τῶν ἑτεροειδῶν κατὰ τὸ ἰδικὸν γνωριστήριον, κεχωρισμένον δεικνύειν τὸ ὑποκείμενον ἄτομον, τάδε τι καθ᾿ ἑαυτὴν ἀπόστασίς τις οὖσα καὶ διορισμός τῶν ἀδιορίστων οὐσιῶν εἰς τὸν κατὰ πρόσωπον ἀριθμὸν ἑκάστου· διὸ δὴ καὶ πρόσω ωπον ταύτην οἱ Πατέρες νοοῦσί τε καὶ ὀνομάζουσι. Λέγεται ὑπόστασις, καὶ ἡ οὐσία καὶ ἡ φύσις πολυ
col. 1531–1532page 67 of 185
PG 86:1531Αωνύμως συστημαινομένη παρά πλείστοις τῷ ὑφεστηκέναι· καὶ μὴ ὡς τὰ καθ᾿ αὐτὰ ἀνύπαρκτα συμβεβηκότα εἶναι καὶ νιεῖσθαι, ἀλλ' ὑφ' ἑαυτῆς ἑστάνα, καθὸ εἴρηται· «Μνήσθητι, τίς μου ἡ ὑπόστασις τὸ γὰρ ὅπως εἴρηται χαρακτήρ τῆς τοῦ Πατρὸς ὑποστάσεως ὁ Υἱὸς, ὁ καὶ αὐτὸ παρηγάγετε, μείζονος δεῖται τῆς ἀναπτύξεως καὶ οὐ παρεκβατικῆς νῦν ζητήσεως· πλὴν οὐδὲν ὑμῖν εἰς τὸ προκείμενον τοῖς συναίρεται. Τούτων οὖν οὕτως ἡμῖν περὶ ὑποστάσεως φιλοκρι νηθέντων, εἰ μὲν δύο τὰς ὑποστάσεις ἀντὶ οὐσιῶν φατε, δεχόμεθα μὲν ἡμεῖς πάντως· ἐπάγομεν δὲ ταύταις καὶ τὸ ἓν πρόσωπον εἶναι ἐκ τούτων τοῦ Χριστοῦ, ἵνα τὴν ὁμωνυμίαν φύγωμεν τῶν προς ώπων· τοῦτο δηλοῦντες, ὡς ἀντὶ μὲν τῶν φύσεων ταύτας ἐδεξάμεθα· τὸ δὲ πρόσωπον εἰς ὑπόστασιν λοιπὸν ἤδη καταλογιζόμεθα ὑμῖν· συσσημαίνει γὰρ τῷ τε προσώπῳ καὶ τῇ φύσει ἡ ὑπόστασις τὸ ὑπο κείμενον πρᾶγμα ἑκατέρῳ τῶν διαφόρων ονομάτων. 'Αλλ' οὕτως σὺν Θεῷ φαμεν. Ὑμᾶς δὲ ἀνάγκη, τὸ αὐτὸ εἰδότας (ὥς φατε πολλάκις, φύσιν τε καὶ ὑπό στασιν, ἐπεὶ πρὸς ταῖς δύο φύσεσι, καὶ ὑποστάσεις φατὰ δύο τοῦ Κυρίου), ἢ καὶ πρόσωπον πάλιν ἐν ή δύο ἐπεισαγαγεῖν· ἡ σιγῶντας, τέσσαρας μὲν τὰς φύσεις, οὐδεμίαν δὲ ὑπόστασιν, ήγουν πρόσωπον, ἐν Χριστῷ διεγνωκέναι. δύο λέγοντας φύσεις· καὶ οὐκ ἀρκουμένους, ἀλλὰ καὶ δύο τὰς ὑποστάσεις του Κυρίου προστιθέντας· ἢ τέσσαρα μὲν τὰ πρόσωπα ἐπὶ τοῦ Κυρίου λέγειν, διὰ τῶν φύσεων καὶ δύο υπο στάσεων, οὐδεμίαν δὲ αὐτῶν οὐσίαν δηλαδή· εἰ δὲ μὴ εἰς οὐσίας λόγον, ἀλλ᾽ εἰς τὴν τοῦ προσώπου με νον τὸ τῶν ὑποστάσεων ὑμῖν εἴρηται όνομα. Περὶ γὰρ τῶν λοιπῶν σημαινομένων, οὐκ οἶμαι τοσοῦτον παραπαίειν τινὰ ζητοῦντα τὰ τοιάδε λογικόν· Τί ἡμῖν ἀναγκαῖον κατασκευάζετε ἐκ τοῦ ἀπαιτεῖν τίνι ταύτην φαμὲν, τῷ Θεῷ καὶ Πατρὶ, ἢ τῷ Δαδίδ εἶναι ὁμοούσιον; Πρῶτον μὲν γὰρ οὐκ ἐκ τῶν ὁμοουσίων αἱ ὑποστάσεις γνωρίζονται· οὐδ᾽ ὁ αὐτός τι τῆς ὑποστάσεως λόγος ἐστὶ, ὃν κακ τῆς φύσεως έχει τῶν ὁμοουσίων αὐτῷ, τοὐναντίον μὲν οὖν ἂν ἔχει τι τῶν ὁμοουσίων· ὑποστάσεως γὰρ μᾶλλον ἴδιον, δ καὶ τῶν ὁμοίων κατὰ φύσιν διακρίνειν τὰ ἄτομα ίδια ἀπ' ἀλλήλων, καὶ καθ᾿ αὐτὰ δεικνύειν ἑκάστου. Ἔτι δέ φαμεν, ὅτι καὶ ἑνὸς ἀνθρώπου τυχὸν ἢ ἴπ που ἐν τῷ παντὶ γενομένου μόνου, καὶ οὐδενὸς ὄντος αὐτῷ ὁμοουσίου, οἷον 'Αδάμ τοῦ πρωτοπλάστου, ἡ ὑπόστασις αὐτοῦ δύναιτο ἂν καὶ ἐκ τῶν ἑτερουσίων αὐτῷ ὡς ὑπόστασις διαγινώσκεσθαι· καὶ οὐχὶ ἐπεὶ οὐκ ἦν τι αὐτοῦ ὁμοούσιον τῇ ὑποστάσε: ἀφ' οὗ δι εκρίνετο, διὰ τοῦτο ἀνάγκη μὴ ἐῤῥῶσθαι τὸν περὶ τῆς ὑποστάσεως αὐτοῦ λόγον, εἰ μὴ εἶεν αὐτῷ ὁμο ούσια ἕτερα. Τουναντίον γὰρ ὁ λόγος ἔχει· ὅτι ὧν μὴ ἔστιν ὑπόστασις τῶν ὁμοουσίων, οὐ διακρίνονται οὐχ, ὥσπερ συνάγετε, ὅτι ὧν οὐκ ἔστι ὁμοούσιά τινα, αἱ ὑποστάσεις οὐ διορίζονται· καὶ γὰρ καὶ τῶν ἑτεροουσίων αἱ ὑποστάσεις, ἀλλὰ τούτων καὶ αἱ φύσεις διακρίνουσιν· ὁμοουσίων δέ τισιν οὐκ ὄντων, οὐδὲ χρεία τῆς ἀπὸ τῶν ὁμοφυῶν διακρίσεως. Καὶ ὁ ούτ ρανὸς γοῦν εἷς, καὶ ἡ γῆ μία, καὶ αἰθὴρ εἷς ἐστι καὶ οὐ διὰ τὸ μὴ εἶναι ἕτερα τούτοις ὁμοούσια, εἴποι τις ἂν μηδὲ εἶναι οὖν τούτων ὑπόστασιν. Ομοίως δὲ
col. 1533–1534page 68 of 185
PG 86:1533καὶ κόσμος ὅτι ὁ πᾶς, εἰς· καὶ οὐ τῷ μὴ εἶναι πλεί ους κόσμους ὁμοουσίους τῷδε, ἀνυπόστατος εἴη αὐτοῦ ἡ σύστασις. Τί οὖν ὑμᾶς πείθει τὴν Χριστοῦ ὑπόστασιν, εἰ μὴ κατὰ πάντα λόγον εἴη ταύτῃ τις ἑτέρα ὑπόστασις ὁμοούσιος, μηδενὶ φυσικῷ λόγῳ τῶν ἐν αὐτῇ πλεονάζουσα ἢ ἐλλείπουσα, μηδὲ ὑπό στασιν τοῦδε τοῦ ζωοποιοῦ συνθέτου ζώου τοῦ ἰδι κωτάτου καταδέχεσθαι; Αλλως τε οὐ τούτῳ τις ζητῶν ὁμοιότητά τινά τινων κατά τι συγκρίνειεν ἂν δι᾿ ἑτέρου λόγου τὴν καθ᾿ ἕτερον λόγον πρὸς ἑτέρουτινὸς σχέσιν, ἀλλὰ δι' αὐτοῦ τοῦδε, δι᾿ οὗ ἡ ὁμοίωσις ἐζητεῖτο. Δέον οὖν ὑμᾶς μὴ λέγειν ἢ ζητεῖν, τίνι αὕτη ἡ ὑπόστασις ὁμοούσιος ἐστιν· εἶχε ἄλλην ίστε ὑπόστασιν τὴν ὡς πρόσωπον, καὶ ἄλλην τὴν ὡς οὐσίαν· ἀλλ' ἡ τίνι ἐστὶ κατ᾽ οὐσίαν ὁμοούσιος ὁ Χρι στὸς ἐρωτᾷν· ἢ τίνι ἐστὶ καθ᾽ ὑπόστασιν, ὁμοϋπόστατος· εἶχε τὴν πρὸς τὸν Χριστὸν ὁμοίωσιν, οὐ κατ' οὐσίαν, ἀλλὰ καθ' ὑπόστασιν, τήν τε πρὸς τὸν Πατέ ρα καὶ τὸν Δαβὶδ ἐζητεῖτε. Καὶ ἀπεκρίθηκεν ἂν ὑμῖν ὀρθῶς πυθομένοις περὶ τοῦδε, ὅτι καὶ τῷ Πατρὶ μὲν ὁμοούσιος, καὶ τῷ Δαβὶδ ὁμοούσιος, καὶ κατὰ θατέραν δὲ τῶν ἑαυτοῦ φύσεων, ὁ Χριστός· ὁμοῦ πόστατος δὲ οὔτε πρὸ σαρκὸς ὁ Λόγος γέγονε τῷ Πατρὶ, οὐδὲ πρὸ τῆς θείας σαρκώσεως τῆς ἐκ σπέρματος Δαβίδ, τῷ Δαβίδ· οὔτε οὖν μετὰ τὴν ἁγίαν σάρκωσιν τοῦ Λόγου, τῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ τῇ τοῦ ἀνθρώπου Δαβίδ, ἡ ὑπόστασις αὐτοῦ ὁμοία λεχθήσεται ὀρθῶς. Σκαιῶς οὖν ὑμῖν εἴ ρηται, ὅτι δεῖ τὸν αὐτὸν λόγον ἔχειν τῆς οὐσίας καὶ τὴν αὐτὴν νέησιν τὰς ὁμοουσίους ὑποστάσεις. Δέον γὰρ ἦν εἰπεῖν ὑμᾶς τὰς ὁμοουσίους οὐσίας. Εἰ δὲ, ἐπεὶ μὴ ὁμοία ἐστὶν ἡ ὑπόστασις τοῦ Δεσπότου, σύνο θετος οὖσα τῇ ἁπλῇ τοῦ Πατρός, ἢ τῇ συνθέτῳ τῇ οὔσῃ ἐκ τῶν χειρόνων φύσεων τῇ τοῦ Δαβίδ, ἀναγ καίως λέγετε ἔψεσθαι, καὶ τὸ ἑτεροούσιον αὐτὴν εἶ ναι, παρὰ τὰς τῶν ἀνομοίων αὐτῇ ὑποστάσεων οὐσίας, καθώς βούλεται δεικνύναι τὸ ὑμέτερον συμ πέρασμα· οὐκοῦν ἀναγκαίως ἔσται, καὶ ἐπεὶ ἀν όμοιος ἡ Παύλου ὑπόστασις πρὸς Πέτρον κατὰ τὸν τῆς ὑποστάσεως λόγον, καὶ ἑτεροουσίους εἶναι τού τους. Είτ' οὖν, πάλιν καθ' ὑμᾶς, ἐπεὶ ὁμοούσιοί εἰσι, μίαν εἶναι ἀμφοτέρων καὶ τὴν ὑπόστασιν· καὶ τὸ αὐτὸ εἶναι πρόσωπον τὸ Πέτρου, ὅπερ ἐστὶ καὶ τοῦ Παύ λου, καὶ ἁπλῶς πάσης τῆς ἀνθρωπότητος, ἐπεὶ ὁμοούσιός ἐστι πᾶσα, ἓν εἶναι αὐτῆς τὸ πρόσωπον ἀλλὰ καὶ τῆς θείας φύσεως, ἐπεὶ ὁμοούσιος ἐστιν ἡ ἁγία Τριάς, ἓν εἶναι τὸ πρόσωπον καὶ οὐ τρία λεκτέον· ὧν τὸ ἀδιανόητον, οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ λίθοι, ὡς εἰπεῖν, ἐπιτιμῶντες ὑμῖν κεκράξονται. Ὅτι δὲ καὶ ἐκ τῶν ἐν αὐτῇ φύσεων ἡ ὑπόστασις τοῦ Δεσπότου ἡμῶν Χριστοῦ, κατὰ μὲν θατέραν τῷ Πατρὶ ὁμοούσιος, κατὰ δὲ θατέραν τῷ Δαβίδ ἐστιν ὁμοούσιος, πῶς κωλύσετε ἡμᾶς λέγειν, φάσκοντες ὅτι τὰ ὁμοούσια, οὐκ ἐκ μέρους θέλει εἶναι ὁμοούσια; Τοῖς γὰρ μίαν λέγουσιν αὐτοῦ τὴν φύσιν, ήγουν οὐσίαν, καλῶς ἂν εἰρήκατε τοῦτο, ἐκ μέρους τῆς μιᾶς
col. 1535–1536page 69 of 185
PG 86:1535οὐσίας, ὡς ἂν εἴποιεν, συνθέτου λεγομένου αὐτοῖς τοῦ ὁμοουσίου· τοῖς δὲ δύο τὰς φύσεις κηρύττους. ἡμῖν ἐν μιᾷ τῇ ὑποστάσει Χριστοῦ, πῶς εὐλόγως τοῦτο προβάλλεσθε; Ἰδοὺ γὰρ μία ὑπόστασις ούσα τοῦ ἐξ ἑρίου καὶ λίνου γενομένου πέπλου, κατὰ θάν τερον τῶν ἐν αὐτῇ φύσεων λόγον, τῷ ἐρίῳ τῷ ἐκ ζώων, καὶ τῷ λίνῳ τῷ ἐκ φυτῶν ἐστιν ὁμοούσιος. Ἐρωτήσομεν δὲ ὅμως καὶ τοῦτο ὑμᾶς "Αρά γε "Αβελ τοῦ δικαίου ἡ ψυχὴ μετὰ τὴν τῆς σαρκὸς ἀπέθεσιν, ὁμοούσιος λέγεται ἀληθῶς εἶναι τῇ ψυχῇ Ενωχ τοῦ δικαίου τὴν σάρκα οὔπω ἀποθεμένου, ἢ τοῦδέ τινος ἑτέρου, τοῦ ἔτι ἐν σαρκὶ ζῶντος; ἡ σάρξ τε τοῦ ἐν σαρκὶ δικαίου ὁμοούσιος ἆρα τῇ ἑκάστου τῶν προκοιμηθέντων ἁγίων σαρκί, ἡ εὐχί; Εἰ δὲ τούτῳ οὐδεὶς ἀντερεῖ, δῆλον ὡς ἐκ μέρους τῶν ἑαυτῆς μερῶν ἡ ὑπόστασις Ενώχ, ἢ τοῦδέ τινος τοῦ ἐν σαρκὶ ἔτι, τῷ τε ὅλῳ τῆς ὑποστάσεως τῆς ψυχῆς Αβελ ἐστὶν ὁμοούσιος, καὶ τῷ ὅλῳ τῆς ὑποστάσεως τῆς σαρκὸς τοῦδε τοῦ κεκοιμημένου ὁσίου. Καὶ μάτην τοῦτο ὑμῖν ἀπηγορεύθη ἐκ μέρους γὰρ ὄντος οὐσίας, οὐ λέγεται τὰ ὁμοούσια· οὐ μέντοι οὐδὲ ὑποστάσεω; τῆς καὶ ἐκ πλειόνων φύσεων, ἤτοι οὐσιῶν, ποτὲ συν εστώσης τισίν. Τὸ γὰρ καθὸ ἡ ὁμοιότης αὐτοῖς θεω ρεῖται, ἢ τέλειόν τι καὶ ὅλον ἐν ἑκατέροις, ήγουν Ἡ οὐσία ἐστίν, οὐδὲν ἐμποδὼν πρὸς θεωρίαν τοῦ ὁμοουσίου γίνεται. Καὶ ταῦτα μὲν οὖν περὶ τοῦδε. Πρὸς δὲ τὸ ἔσχατον ὑμῶν ἄτοπον, οἰομένων μηδὲν τῶν ἐκ μέρους ὑποστάσεως αὐτοῦ δύο τισὶν ὑπάρ χειν ὁμοούσιον, τούτου κἀκείνου Υἱὸν εἶναι δύνασθαι ῥᾷστα ὑμᾶς ἀπελέγξομεν. Καὶ γὰρ ἄνθρωπος εἷς ἐκ μέρους τῆς ἑαυτοῦ ὑποστάσεως, τῆς μητρὸς ἑαυ τοῦ καὶ τοῦ πατρὸς, ἔτι μὲν καὶ ᾿Αβραὰμ τοῦ πατρὸς, τῶν στοιχούντων τοῖς ἴχνεσι τῆς πίστεως αὐτοῦ, καὶ τοῦ πνεύματος, τοῦ γεννώντος τὸ πνεῦμα, υἱὸς ἐστι καὶ ἐκ μέρους τῆς μιᾶς ὑποστάσεως ᾗ ἐστι πάντα τάδε, ὁμοούσιός ἐστι τούτοις πᾶσι. Περιττὸν μὲν οὖν ἦν καὶ νῦν περὶ τοῦδε ὑμῖν ληρωδοῦσιν ἀποκρίνασθαι. Δέδεικται γὰρ ἐν τοῖς ἑξῆς, ὡς κατά διαφόρους τρόπους τῶν γεννήσεων, υἱοθεσίαι τε καὶ πατρό τητες τοῖς αὐτοῖς ὑποκειμένοις πλείονες ἐμφέρονται πλὴν πρόχειρος ὑμῶν καὶ ὁ κατὰ τούτων ἔλεγχος ὢν προέφθασε τὴν οἰκείαν τάξιν. ΚΕΦΑΛ. Β'. Ο Θεός Λόγος ἢ μέρος ἐστὶ ταύτης τῆς ὑποστάσεως τοῦ Χριστοῦ, ἢ ὅλον. Εἰ μὲν οὖν μέρος, αὕτη δὲ Υἱὸς, μέρος τοῦ Υἱοῦ ὁ Θεὸς Λόγος· οὐκοῦν δύο ἥμισυ πρὸ τῆς ἐνανθρωπήσεως ἡ Τριάς. Εἰ δὲ τὸ ὅλον, οὐκ ἦν ἄρα πρὸ τῆς ἐνανθρωπήσεως ὁ Θεὸς Λόγος ἐπεὶ τὸ ὅλον πρὸ τῶν μερῶν γενήσεται· μέρος γέρ τοῦ ὅλου, ἡ γενομένη προσφάτως σάρξ. Μέρος μὲν κυρίως τὸ σὺν ἀτελείᾳ τινὶ ὁπωσούν νοούμενον· οὗ τινος οὐδεπώποτέ ἐστιν ὁ Θεὸς Λόγος. Τῆς δὲ ἀγίας ὑποστάσεως Χριστοῦ αἱ φύσεις, ὡς μέρη ὁρῶνται τῷ λόγῳ τῆς συγκρίσεως αὐτῶν, κατὰ μίαν εκατές ρας, πρὸς τὴν ὡς Χριστοῦ ὁλότητα, ὅλον δέ τινα ἀε! ἐστιν· εἰς δὲ τὸ Χριστοῦ ὅλον εἶναι, μερικές λιπὸν τὴν ἑτερότητα.
col. 1537–1538page 70 of 185
PG 86:1537ΚΕΦΑΛ. Γ'. Εἰ ὅλον ταυτησὶ τῆς ὑποστάσεως ὁ Θεὸς Λόγος, φησί, ἐκ τίνος ἄρα συναναπληροῦται, εἴπατε. Τοῦ γὰρ Θεοῦ Λόγου Θεός Λόγος οὐκ ἔσται μέρος· ἐπεὶ μηδὲν ἑαυτοῦ μέρος είναι λέγεται. Πρῶτον μὲν οὖν οὐχ ἁπλῶς τὸ ὅλον τῆς ὑποστάσεως τοῦ Δεσπότου Χριστοῦ ὁ Λόγος ἡμῖν εἴρηται εἶναι, ἀλλὰ σεσαρκωμένος. "Αλλως τε· εἰ ἐπεὶ λέγεται τὸ ὅλον αὐτῆς ὡς ὑποστάσεως, οὕτως εἶναι ὁ Χριστὸς ἔκ τινος ἑτέ μου παρὰ τὸν Λόγον, ὡς τῶν μερῶν ἑτέρων ὄντων ἀεὶ παρὰ τὰ ὅλα πάντως δέον αὐτὸ πληροῦσθαι, ἐπεὶ καὶ τὸ ὅλον τῆς πατρικῆς ὑποστάσεως ὁ Θεὸς καὶ Πατήρ ἐστιν· ἐκ τίνος ἄρα καὶ τόδε ἑτέρου συνανα πληρούται τοῦ ὡς μέρους αὐτοῦ, εἴπατε. Τοῦ γὰρ Θεοῦ Πατρὸς ὁ Θεὸς Πατήρ οὐκ ἔσται καθ᾽ ὑμᾶς μέρος. Καὶ τίς οὐ κλαύσει τάσδε τάς ματαιολογίας ὑμῶν καὶ ἐθελοκακουργίας; Οὔτε γὰρ τὸ ἐκ μερῶν πάντως εἶναί τι λέγεται ὅλον, ὡς κάν τοῖς ἔμπροσθεν εἴρητο· ἀλλὰ καὶ τὸ, ἐντολὴ τόδε τι τὸν ἴδιον ἔχειν λόγον, ὦ οὗτοι. Οὕτως γὰρ ὅλον καὶ τὸ σημεῖον καὶ τὴν μονάδα ὅλην φαμέν· καὶ οὐκ ἐκ μερῶν ἴσμεν τάδε. Ετι μὴν οὐδὲ πᾶσα ὁλότης ἑτεροειδής παρά τὰ ἑαυτῆς ἅμα θεωρούμενα πάντα μέρη· τί γὰρ πάν τως καὶ σιδήρου ἅμα ὁ μύδρος, ἢ πλὴν αἵματος κα χλου καὶ σηρικῶν νημάτων ἡ ἁλουργίς; ΚΕΦΑΛ. Δ'. Εἰ ἐκ μερῶν τῷ Πατρὶ καὶ τῇ Μητρὶ ὁμοούσιος ἡ ὑπόστασις Χριστοῦ τὰ μέρη αὐτῆς ταῦτα, ἐνούσιά ἐστιν, ἢ ἀνούσια; Αλλ' εἰ μὲν ἀνούσια, πῶς ὁμοούσια τοῖς ἑνουσίοις; εἰ δὲ ἐνούσια, πῶς οὐκ οὐσίας μέρη καθέστηκε; Πᾶν γὰρ μέρος ἐνουσίου, οὐσίας μέρος κυρίως, καὶ οὐχ ὑποστάσεως, ἐπείπερ οὐκ ἐκ τῶν οὐσιωδῶν ἡ ὑπόστασις, ὡς ὑπόστασις χαρα κτηρίζεται· ἀλλ' ἐπὶ μὲν τῶν ἀνθρώπων, ἐκ λευκότητος, σιμότητος, καὶ τῶν τοιούτων· ἐπὶ δὲ τῆς θείας οὐσίας, ἀπὸ τρόπου ὑπάρξεως· καθ᾽ ἂν ἡ μὲν γεννητικῶς, ἡ δὲ γεγεννημένως, ἡ δὲ ἐκπορευτικῶς. Πῶς οὖν καὶ δύο τελείας λέγοντες τὰς οὐσίας, ἐπεὶ οὐκ οὐσίας μέρη λέγετε, ὡς ἐκ μερῶν φατε τὴν ὑπό. στασιν; Καὶ μέρη φαμὲν ὑποστάσεως, ὡς ἐκ πλειόνων οὔσης οὐσιῶν, τὰς οὐσίας, καὶ ἐνούσια ταῦτα, ήγουν οὐσίας, λέγομεν ἐπὶ Χριστοῦ. Πῶς δὲ ὑμῖν εἴ τι ἐνούσιον μερικὸν ἀναγκαίως δοκεῖ, καὶ μέρος οὐσίας τινὸς μιᾶς μόνης καθεστηκέναι; Καὶ γὰρ τῆς τῶν ἀλλοφύλων ὑποστάσεως, οὐ μιᾶς μόνης οὐσίας μέν εἰσι τὰ μέρη, καὶ ὅμως ἐνούσιά ἐστι· πλειόνων γὰρ τῶν κατὰ τὴν ὑπόστασιν οὐσιῶν, τὸ μέρος τὸ ἑνούσιον, οὐσίαν μὲν εἶναι πάντως, οὐκ οὐσία; δὲ μιᾶς μέρος εἶναι ἀνάγκη. Πῶς δὲ καί φατε, ἐπεὶ λέ γεται ἐνούσιόν τι μέρος, καὶ οὐσίας τινὸς ἀριθμῷ μιᾶς μέρος εἶναι, διὰ τόδε αὐτὸ ἀναγκαῖον εἶναι, ὅτι ἐνούσιον ἁπλῶς λέγεται; "Αρα γὰρ ἐπεὶ καὶ μέρος ἔμψυχον καὶ ἐνούσιον ὁ ἄνθρωπος τοῦ κόσμου λέ γεται εἶναι, ἤδη καὶ μέρος ψυχῆς τινος καθολικωτέ ρας νοηθήσεται· καὶ ἐπεὶ μέρος τοῦ φυτοῦ ἡ συχῆ ἐνούσιος οὖσα, οὐσίας ἁπλῶς τοῦ φυτοῦ μιᾶς ἐν υπάρκτου ἔσται μέρος. Εἰ δὲ τὸ σχῆμα τῆς λέξεως πείθει τὸ ἐνούσιον οὐσίας μέρος εἶναι, ἐπεὶ καὶ ἐντό πιόν τι εἴρηται εἶναι, ἄρα μέρος εἶναι τόπου και
col. 1539–1540page 71 of 185
PG 86:1539τόδε λογισθήσεται· καὶ ἐπεὶ ἐνύδριον λέγετα! τι ζῶν, ἄρα καὶ μέρος ἔσται τὸ ζῶν ὕδατος. ΚΕΦΑΛ. Ε'. Εἰ ἐκ μέρους ὁμοούσιος τῷ Πατρὶ, καὶ ἐκ μέρους ὁμοούσιος τῷ Δαβίδ, ἡ παρ' ὑμῖν ὑπόστασις, εἰπὲ τὰ μέρη ταῦτα, καθ' & καὶ τῷ Πατρὶ καὶ τῷ Δαβίδ ἐστιν ὁμοούσια· Θεός ἐστι καὶ ἄνθρωπος, ἢ ἑτερόν τι; Ἀλλ᾽ εἰ μὲν ἕτερόν τι, εἰπὲ τί τοῦτο· εἰ δὲ Θεὸς καὶ ἄνθρωπος, οὐκ ἔσται ὁ ἄνθρωπος ἔχων ἰδικὴν ὑπό στασιν παρὰ τὸν Δαβίδ, ᾧ ἐστιν ὁμοοντος· ὥσπερ καὶ ὁ Θεὸς Λόγος ἔχει ἰδικὴν ὑπόστασιν παρὰ τὸν Πατέρα, ᾧ ἐστιν ὁμοούσιος· τὸ γὰρ ἀνυπόστατον τῷ ἐνυποστάτῳ ὁμοούσιόν ποτε οὐκ ἂν λεχθείη. Εἰ το ουν μία ὑπόστασις τοῦ Θεοῦ Λόγου, καὶ αὕτη τελεία καὶ ὁμοούσιος τῷ Πατρὶ, ὁ ἐξ ἡμῶν ἄνθρωπος, ἢ ἀνυπόστατός ἐστι καὶ μέχρι ψιλῆς τῆς φωνῆς λεγό μενος, ἢ ἐνυπόστατος, καὶ αὐτὸς τελείαν ἔχων τὴν ὑπόστασιν, καθὸ ἄνθρωπος. Αλλ' εἰ μὲν ἀνυπόστατος, περιττὸν τὸ ὁμοούσιον αὐτὸν εἶναι τῷ Δαβίδ οὐδὲν γὰρ ἀνυπόστατον ἐνυποστάτῳ καθέστηκεν ὁμοούσιον. Εἰ δὲ ἐνυπόστατος, δικαίως μὲν ὁμοούσιος λεχθήσεται τῷ Δαβίδ· καθόλου γὰρ ὑπόστασις ὑπου στάσει λέγεται ὁμοούσιος· οιχήσεται δὲ ὑμῶν τὸ σόφισμα τὸ μὴ λέγειν δύο ὑποστάσεις βουλομένων τὰς δύο φύσεις τοῦ τε Θεοῦ Λόγου καὶ τοῦ ἐξ ἡμῶν ἀνθρώπου λέγειν. Αλλ', ὦ οὗτοι, εἰ δοθῇ ἀπαξ αὕτη ἡ μία ὑπόστασις ταῖς φύσεσιν αὐτῆς Θεὸς καὶ ἄνθρωπος εἶναι καθ' ἡμᾶς, πῶς ἔστα: ὁ κατ' αὐτὴν ἄνθρωπος τὴν φύσιν ἔχων ἰδίαν ὑπόστασιν, ἢ ὁ Θεός; Οὐ γάρ, οὐ θεὸς ἂν οὗτος ὁ ἄνθρωπος δέδοται ἡμῖν, ἢ λέγεται πώς ποτε, ἵνα καὶ ἀνθρώπου ὑπόστασις καὶ Θεοῦ ζητή ται. Ἰδοὺ γὰρ καὶ ὑμεῖς ἔφητε, ὡς Τὰ μέρη τῆσδε τῆς ὑποστάσεως, ἄνθρωπόν φαμεν καὶ Θεόν· μέρος δὲ οὐδέν ἐστιν ἰδιουπόστατον. Πῶς οὖν δοκεῖτε ἐκ τῶν ἡμετέρων ἡμᾶς συλλογίζεσθαι λημμάτων; εἰρηκότες γὰρ μέρη τῆσδε τῆς ὑποστάσεως θεότητα καὶ ἀν θρωπότητα λέγειν ἡμᾶς, πῶς ἀκολούθως ἐπάγετε, τὸ ἰδίαν ἔχειν δεῖν ὑπόστασιν τὸ μέρος, ήγουν την ἀνθρωπότητα; οὐδὲν γὰρ μέρος ἐν ἰδίᾳ, ἀλλ᾽ ἐν τῇ τοῦ ὅλου ὑποστάσει, θεωρεῖται. Ἵνα δὲ καὶ ταῦτα ὑμῖν ἀφεθῇ πάντα, εἰ καὶ ἀνάγκη τινὰ ὑπόστασιν εἶναι τήν τε τῷ Δαβὶδ ὁμοούσιον λεγομένην, τήν τε τῷ Πατρὶ τῷ ἐνυποστάτῳ ὁμοούσιον οὖσαν, πλείους ὑποστάσεις ἐν Χριστῷ πῶς λεκτέον ἐντεῦθεν; Ἰδοὺ γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὅλῳ ταύτην τῆς μεσιτευούσης θείᾳ καὶ ἀνθρωπεία φύσει ὑποστάσεως τοῦ Χριστοῦ, ἑκατέρωθεν τὸ ὁμοούσιον αὐτῆς· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ ἑτεροούσιον πρὸς τὰ ἑκάτερα εἴδη αὐτῆς ὁρᾶν ἔστι κατὰ θάτερον λόγον τὸν ἐν αὐτῇ καὶ τὸ ἑτεροῦ πόστατον δὲ αὐτῆς, τὸ πρὸς πάντα τα παρ' αὐτὴν τῷ ἑνὶ καὶ τῷ αὐτῷ ὅλῳ τῆς αὐτῆς ὑ στάσεως λόγῳ ἰδεῖν ἔστι. Οὐκ ἀνάγκη γάρ, ὥσπερ βούλεσθε, λέγειν κατὰ πᾶσαν τὴν πρὸς ἑτέραν ὑπό στασιν διαφορὰν οὐσιώδη τινὸς ὑποστάσεως· καὶ ἄλο λην ὑπόστασιν ἑκάστῃ τῶν διαφερόντων αὐτῆς εἰσ ἀγεσθα: οὐσιῶν. Δυνατὸν γὰρ ἕν τι καὶ τὸ αὐτὸ φυσι
col. 1541–1542page 72 of 185
PG 86:1541κὸν σύνθεμα, πρὸς πολλὰ ἔχειν τήν τε ουσιώδη ὁμοιότητα καὶ ἀνομοιότητα· ὑποστατικήν δὲ τὴν ἐν μου νάδι πρὸς πάντα ανομοιότητα. Εἰ γὰρ καθ' ὑμᾶς πάντως ὑπόστασιν δεῖ παρατίθεσθαι, μίαν μὲν τῷ Δαβὶδ πρὸς τὸ φανῆναι τὴν ἑτερότητα τὴν πρὸς αὐτ τὸν κατ' οὐσίαν τοῦ Λόγου, καὶ μίαν τῷ Πατρὶ πρὸς ἔνδειξιν τῆς οὐσιώδους διαφορᾶς αὐτοῦ τῆς πρὸς τὸν ἄνθρωπον· καὶ οὐ μιᾷ καὶ τῇ αὐτῇ ὑποστάσει Ε. τι τὴν πρὸς θάτερον ἑτέρως διαφοράν τε καὶ ὁμοιότητα φύσεων τῶν ἐν αὐτῇ ἐπιδείκνυσθαι· ὥρα ὑμᾶς λέ γειν καὶ τοῦ καθέκαστον ἀνθρώπου μυρίας ὅσας τὰς ὑποστάσεις εἶναι· ἵνα τὴν διαφορὰν τυχὸν τῆς οὐσίας Σολομῶντος πρός τε τόνδε τὸν ἑτεροούσιον αὐτῷ ἵπε πον, καὶ τόνδε τὸν ἀετὸν, καὶ τόνδε τὸν κώνωπα, καὶ τόνδε τὸν ἐλέφαντα, καὶ τὰς λοιπὰς οὐσίας καθεξής συστήσωμεν. Καὶ τὴν ὁμοιότητα δὲ αὐτῆς τὴν πρὸς τὸν καθέκαστον ἄνθρωπον τῶν ὁμοουσίων αὐτῷ νο μίζω ἀκόλουθον εἶναι διὰ ἰσαρίθμων ὑποστάσεων εἰσπράττειν, Σολομῶντα δηλῶσαι· καὶ τοσάσδε ὑπο στάσεις ἐξ ἀνάγκης ἔχειν, ὅσαι ἂν οὐσίαι τύχοιεν αἱ ὁμοούσιοι αὐτῷ, καὶ ἀναμοιούσιοι οὖσαι· ἵνα τῇ πα ραθέσει ἑκάστης ὑποστάσεως αὐτοῦ πρὸς πᾶσαν ὑπό στασιν αὐτοῦ ὁμοίαν τε καὶ ἀνόμοιον, ὁμοούσιος κρί νοιτο καὶ ἀνομοιούσιος εἶναι καθέκαστον· καὶ μὴ μια καὶ τῇ αὐτῇ ὑποστάσει ἐκ διαφόρων οὐσιῶν καὶ προσ ώπων διορίζοιτο. 'Αλλ᾿ ἕως πότε ἡμᾶς τοῖς οὕτω λίαν ὡμολογημένοι; ἐγκόπτετε; "Αρα γὰρ οὕτως ἴστε ἀληθῶς τὰς πρὸς διάφορα συγκρίσεις, τοῦδέ τινος ἑνὸς δεῖσθαι πλειόνων ὑποστάσεων ἀριθμῷ, διὰ τὴν πρὸς πλείονα διένεξιν αὐτοῦ; Καὶ τίς ὑμῶν ἀνέξεται τοῦτο λε γόντων; Εσται γὰρ ἐντεῦθεν δηλούμενον, ὡς καὶ τὸ σύμμετρον τινι ή τισι ξύλον, καὶ ἔλαττον ἑτέρων, καὶ μεῖζον ἄλλων, ἑκάστῳ λόγῳ ἐλλείψεώς τε καὶ ὑπερβολῆς καὶ ἰσότητος, ἀναλόγων πάντως δεόμενόν ἐστιν ὑποστάσεων· ἵνα τῇ μὲν τοσῇδε ἐλλείψει μίαν, καὶ τοσήδε μίαν, καὶ ταῖς μυρίαις μυρίας· αἱ πά λιν τῇδε τῇ ὑπερβολῇ μίαν ἀντιστήσετε· καὶ τῇδε τῇ διαφερούσῃ ὑπερβολῇ μίαν, καὶ ἁπλῶς πρὸς ἕκα στον τῶν διαφερόντων καὶ ἴσων ἰδίαν ἔχει ὑπόστασιν τὴν συγκρινομένην· ὡς λοιπὸν ἄμετρα εἶναι ἀεὶ τὰ συγκρινόμενα, καὶ οὐχ ἔν τι τοῖς πλείοσι συγκρίνεσθαι. Ομοίως δὲ τὸ φαιὸν χρῶμα λευκῷ τε καὶ μέλανι καὶ ὠχρῷ καὶ πυῤῥῷ καὶ ξανθῷ καὶ κυανῷ καὶ μυρίοις ἑτέροις διάφορον καθεστώς, καὶ πρός ἕτερον φαιὸν ὅμοιον δν, δύο ἐξ ἀνάγκης καὶ μυρία ἀριθμῷ δεικνύναι ὄντα τὰ φαιὰ δεήσει· ἵνα ἓν μὲν τῷ λευκῷ, ἐν δὲ τῷ μέλανι συγκρίνηται· ἐν δὲ τῷ ἄλλῳ φαιῷ καὶ τὸ ἐκ λίνου καὶ ἐρίου πέπλον, δύο δεῖται ὑποστάσεων εἰς τε παραστῆσαι τὴν ὁμοίωσιν τοῦ ἐρίου πρὸς τὸ ἔριον, καὶ τοῦ λίνου πρὸς τὸ λίνον· καὶ δύο δεῖ οἴκων πρὸς τὸ γνῶνα: τὰ ὁμοούσια τῶν ξύλων καὶ λίθων τῶν ἐν αὐτῷ· καὶ ἁπλῶς ἅπαντα οὕτως ἔχει τὰ τοιάδε. Εἰ δὲ ταῦτα καὶ μειρακίοις λέγειν ἀσύγγνωστον, ἀκουστέον ὀρθῶς τὸ λεγόμενον εὐπεδων, ὅτι μιᾶς οὔσης καὶ τῆς αὐτῆς ὑποστάσεως του Δεσπότου ἡμῶν Ἰησοῦ Χρι
col. 1543–1544page 73 of 185
PG 86:1543ἡμῶν καθ' ἡμᾶς ἄνθρωπος τέλειος κατά φύσιν γινώσκεται, δύο τῶν οὐσιῶν αὐτῆς οὐσῶν. Διό σύγ κρισις ταύτης πρὸς τὴν ὑπόστασιν Δαβὶδ γενομένη, οὐ καθ᾽ ὑπόστασιν, ἀλλὰ κατ' ουσίαν ἑτέραν τε δεί κνυσιν αὐτὴν καὶ ὁμοίαν, κατὰ θατέρων τῶν αὐτῆς φύσεων. Κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον, δῆλον ὡς καὶ πρὸς τὸν Πατέρα καὶ πρὸς τὸν Δαβὶδ ἀεὶ ώμολογημένως διάφορον οὖσαν αὐτὴν ἀποδείκνυσιν ἡ σύγκρισις· ὥσπερ καὶ πάντας ἐκ πάντων πᾶσα ὑπό στασις ἐν τῇ μονάδι ἑαυτῆς διακρίνει. Τῶν οὖν Χρι στοῦ φύσεων ἡ ὑπόστασις, καὶ ἀνομοούσιον αὐτὸν ἀνὰ μέρος, καὶ ὁμοούσιον πρὸς τοὺς τοιούσδε εἶναι δεί κνυσιν ἑτεροῦ πόστατον δὲ ἀνὰ τὴν ὅλον αὐτοῦ ἕνα λόγον πᾶσι τοῖς οὖσι παρίστησι. Τὸ γὰρ αὐτὸ ἐν πρώτο ωπον αὐτοῦ ἐνυπόστατον, ἐν ὑποστάτοις δύο προς ώποις ὁμοούσιον κατὰ θάτερον λόγον, καὶ ἑτεροούσιον αὐτὸν ἀπαγγέλλειν δύναται· ἡ ὑπόστασις γέρ, οὐχ ὡς ὑπόστασις, ἀλλ' ὡς ἐνούσιος λέγεται οἷς λέγεται ὁμοούσιος ἢ ἑτεροούσιος. Καὶ οὕτως οὐδὲν ἡμῖν πρός τε τὸ τὰς δύο φύσεις δεικνύειν τὸ μοναδικὸν τῆς ὑποστάσεως παρεμποδών γέγονεν· οὐδὲ πρὸς τὸ μίαν λέγειν τὴν ὑπόστασιν, τὸ δυαδικὴν τῶν φύσεων ὀχληρών καθέστηκεν· οὐδὲ ἀνυπόστατόν τι ἔχει, τὸ ἐν μια ὑποστάσει αὐτοῦ διαφόροις ὁμοούσιον· ἀλλ᾽ οὐκ ἐξ ἀνάγκης δισυπόστατον, διὰ τὸ δύο τισὶν ὁμοιύσιον εἶναι, εἴπερ μὴ καθ᾿ ἕκαστον ὁμοούσιον, καὶ ἔτι μᾶλλον ἑτερούσιον μιᾶς φύσεως μόνης, ἢ π ειόνων φύσεων οὐσῶν τῷ προσώπῳ, ισαρίθμων ὑποστάσεων χρεία ἐστίν. στοῦ, ἐν αὐτῇ ὅ τε Θεός Λόγος τέλειος, καὶ ὁ ἐξ ΚΕΦΑΛ. Γ'. Ερωτῶμεν πάλιν, διακρίνατε τὸ λεγόμενον ἡμῖν εἴπατε τί τὸ σημαινόμενον ὑφ' ὑμῶν δι᾿ ἑκάστης φύσεως τοῦ παρ' ὑμῶν λεγομένου Θεοῦ καὶ ἀνθρώπου· ὅτι ἄνθρωπος, καὶ Θεὸς Λόγος, ἢ ὁ καθόλου ἄνθρωπος καὶ ἡ ἁγία Τριάς, ἢ ὁ καθόλου άνθρωπος, καὶ ὁ Θεὸς Λόγος, ἢ ὅ τις ἄνθρωπος, καὶ ἡ ἁγία Τριάς. 'Αλλ' ὅτι Τριάδα μὴ βούλεσθε σημαίνειν μετ τὰ τοῦ καθόλου λεγομένου ανθρώπου, οὔτε μὴν μετά τοῦ ἰδικοῦ τινος, πρόδηλοι καθεστήκατε, ἐκ τοῦ ένα λέγειν τῆς ἁγίας Τριάδος τὸν σταυρωθέντα καὶ πο θέντα. Λείπεται οὖν λέγειν ὑμᾶς τὸν Θεὸν Λόγον. καὶ ἢ τὸν καθόλου λεγόμενον ἄνθρωπον, ἢ ἐξικόν τινα άνθρωπον λέγοιτε σημαίνειν διὰ τῆς μιᾶς φύ σεως, καὶ οὐ πάντα ἄνθρωπον. Εἴπατε οὖν, τίνι δια φέρει ἰδικὸς ἄνθρωπος τοῦ παντὸς ἀνθρώπου; Η πρόδηλον, ὅτι μόνῃ τῇ ὑποστάσει καὶ τῷ προσώπῳ; Πῶς οὖν οὐ δύο φατέ πρόσωπα καὶ ὑποστάσεις, δύο φύσεις λέγοντες ἐπὶ σημασίᾳ τοῦ Θεοῦ Λόγου ἑνός τις νος ἀνθρώπου; Εἰ δὲ τὸν καθόλου ἄνθρωπον ἐθέλοιτε λέγειν, ἢ ἐννοίᾳ λαμβάνετε τοῦτον τῷ λόγῳ αὐτὸν ἀποματτόμενοι τῆς οὐσίας ἐκ τῶν καθέκαστα, καὶ νοήσει κατέχοντες αὐτὸν, ἄνευ τῆς ὑποκειμένης ούτ σίας τούτῳ λέγοντες ένηνθρωπηκέναι τὸν Θεόν αὐτὰ πάντα τὰ καθέκαστα ὑπάρξει ἰδίᾳ συνάγοντες. ὁπότε αὐτὸ πᾶσι σεσαρκῶσθαι δογματίζετε τὸν ἕνα τῆς Τριάδος. Αλλ' εἰ μὲν τὸ πρῶτον, πῶς οὐ ψιλ τῇ ἐννοία, καὶ οὐχ ὑπάρξει ουσιώδει, λέγετε γεγε
col. 1545–1546page 74 of 185
PG 86:1545νῆσθαι τὴν ἐνανθρώπησιν τοῦ Κυρίου εἰ δὲ τὸ δεύ τερον, πῶς οὐκ ἔσται ἐνηνθρωπηκὼς ὁ Θεὸς Λόγος καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ προτελευτήσασι καὶ ἐσομένοις ἀνθρώποις; ὅπερ ἀσεβές, καὶ τῆς ὑ ιστό. ρας λέγειν σοφίας. Εἰ δὲ ἄλλως εθέλοιτε τὸ καθόλου ἄνθρωπον ὑποθέσθαι κατὰ τοὺς παρεισφέροντας τάς λεγομένας ιδέας, καὶ οὕτως οὐχ ἕξει χώραν ή έναν θρώπησις. Ἵνα γὰρ τὰ λοιπὰ παρήσω, σῶμα τὸ ἐκ Μαρίας, ἐκείνου μέρος εἶναι λέγειν ὀρθῶς οὐ δυνατόν πῶς δὲ οὐ φανήσεσθε προδηλότατα τῇ Γραφῇ μαχό μενοι, ἕνα ἐξ ἡμῶν διδασκούτη εἶναι τὸν Κυριακών ἄνθρωπον Βίλλος γάρ, φησί, γενέσεως Ἰησοῦ Χρι στοῦ, υἱοῦ Δαβίδ, υἱοῦ ᾿Αβραάμ.» Καὶ πρόδηλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος· καὶ Τὸν ἄνδρα Μα ρίας ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός, ο: « καὶ, ο Ἰησοῦν τὸν Ναζωραίον, ἄνδρα ἀποδεδειγμένον ο ἀπὸ Θεοῦ εἰς ὑμᾶς, δυνάμεσι καὶ τέρασι καὶ σημείοις: ‹ οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε. Τοὺς μὲν οὖν χρόνους τῆς ἁγνοίας υπεριδὼν ὁ Θεός, τανῦν παραγγέλλει τοῖς πᾶσι πανταχοῦ μετα νοεῖν· καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε πίσ στιν παρασχὺν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· ο και, «Ωσπερ δι᾿ ἑνὸς ἀνθρώπου ὁ θάνατος, οὕτως καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα·, καὶ, ο Εἷς ὁ Θεός, εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς· καὶ,· Ὁ δὲ Ἰησοῦς προέκοπτεν ἡλικί καὶ σοφίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· καὶ, «Τὸ παιδίον ηύξανε καὶ ἐκραταιοῦτο πληρούμενου του φίας· καὶ χαρὶς Θεοῦ ἦν ἐπ' αὐτῷ· ο καὶ, ο Προ φήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ·, καὶ, ο Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. ο 'Αρα οὖν πάνω τα ταῦτα καὶ ὅσα τοιαῦτα άπειρα ὄντα, παρὰ τῇ ἁγία Γραφῇ δύνασθε λέγειν περὶ ἑκάστου ἀνθρώπου των καθέκαστα λελέχθαι; Καὶ πῶς δυνατὸν εἰπεῖν πάντας ἀνθρώπους ἐκ σπέρματος εἶναι 'Αβραάμ; καὶ τούτου οὐ παντὸς, ἀλλὰ φυλῆς Ἰούδα· καὶ ταύ της οὐχ ὅλης, ἀλλ' ἐξ οἴκου Δαβίδ· καὶ τούτου οὐ παντὸς, ἀλλὰ Μαρίας τῆς Παρθένου; 'Αρα ἴσως οὖν εἴποιτε ἂν καὶ τὸν Κατάγαν ἐκ Μαρίας γεγενῆσθαι τῆς Παρθένου; καὶ οὗτος γὰρ εἷς ἐστι τῶν καθέκαστα ἀνθρώπων. 'Αρα γὰρ καὶ τὴν Μαρίαν, ἄνθρω τον εἴποιτε εἶναι, ἢ οὐκ ἄνθρωπον; Αλλ' εἰ μὲν οὐκ ἄνθρωπον, εἴπατε τί τὴν οὐσίαν υπάρχε.· εἰ δὲ ἄνθρωπον, καὶ πῶς τὸν καθόλου ἄνθρωπον αὕτη γεγέννηκε, πολλὰς μὲν ἀνθρώπων γενεὰς ἔχοντα πρὸ αὐτῆς, πολλὰς δὲ καὶ μετ' αὐτήν; ἢ πῶς τὸ καθόλου, τὶ τῶν καθόλου γεννήσειεν; 'Αλλὰ μὴ οὐδ' ἄνδρα δύνασθε τὴν σύμπασαν φύσιν ὀνομάζειν· ἐπεὶ μηδὲ γυναῖκα· τὸ ἄνθρωπος γὰρ κοινὸν τούτων κά κείνων, τὸ ἀνὴρ δὲ καὶ τὸ γύναιον διακριτικά καθε έστηκε τῆς ἐν τῇ κοινῇ φύσει διαφοράς. Πῶς δὲ καὶ τὸ ἄλλο οὐ σαφές, ὅτι ὥσπερ εἷς τῶν «Τι
col. 1547–1548page 75 of 185
PG 86:1547πάντων καὶ πρῶτος τῆς θνητής καταστάσεως ὁ Αδάμ δι' οὗ πάντες ὅμοιοι γεγόναμεν θνητοί και τὰ φύσιν, οὕτω καὶ ὁ Χριστὸς τὸ κατὰ σάρκα εἷς ἐστι τῶν πάντων, καὶ ἀρχηγὸς τῆς ἐν ἀθανασία διαγωγής, δι' οὗ πάντες κατ' αὐτὸν, τῆς ἀθανάτου ζωῆς ἐν καθέξει γινόμεθα καὶ ὅτι εἰς ἄνθρωπος ἀνθρώπων καὶ Θεοῦ μεσίτης; Πῶς γὰρ οἱ πάντες ἑαυτοῖς μεσιτεύουσιν; ἢ πῶς πάντες παρ' ἑαυτοῖς χάριτι καὶ σοφία προκόψαιεν; Οἱ πολλοὶ γὰρ καὶ Χωροι κοιμώνται, ἐπὶ τὴν τελείαν ἡλικίαν μὴ προ κόπτοντες· καὶ ἄλλοι πάλιν πλεῖστοι ἀνοίας εἰσὶν ἀνάμεστοι καὶ ἀσεβείας, οὐχὶ δὲ σοφίας καὶ χάριτος Θεοῦ τῆς ἐπ' αὐτούς. ᾿Αλλὰ μὴν οὐδὲ προφῆται πάν τες κατὰ Μωϋσέα, οὐδὲ ἱερεῖς κατὰ Μελχισεδέκ ἐπεὶ ὥρα ὑμᾶς τὴν ἱερωσύνην τῶν εἰδωλοθύτων καὶ τὰς μαντείας τὰς παρὰ τοῖς Ἕλλησι, προφητείας ὀνομάζειν Μωσαϊκὰς καὶ ἱερωσύνας Χριστιανικές, ὅπερ ἀσεβές. ᾿Αλλὰ τί μου περὶ τούτων ἐκτείνω τοὺς λόγους; οὐδὲ γὰρ πᾶσιν αὐτοῖς τοῦτο δοκεῖ. Εἷς γὰρ τῶν προεστηκότων τουτουί τοῦ δόγματος ἐρωτηθεὶς ὑπό τινος οὐκ ἀπείρου τῶν λόγων, τίνες ἂν εἴησαν αἱ παρ' αὐτῶν λεγόμεναι φύσεις, όλικαὶ ἢ μερικαὶ, ἀπεκρίνατο μὲν δύνασθαι καὶ ταύτα; εἶναι κακείνας, ἑτέρῳ μέντοι καὶ ἑτέρῳ λόγῳ. Τῷ γὰρ, φησίν, ἔχειν ἐν ἑαυταῖς τὸν λόγον τῆς κοινῆς οὐσίας, λεχθείησαν ἂν κοιναί· ἐπεὶ ζῶον λογικὸν θνητὸν ὁ τοῦ καθόλου ἀνθρώπου λόγος· τοῦτον δὲ εἶχε δηλονότι καὶ τὸ ἐξ ἡμῶν. Ομοίως δ' ἂν εἴποιμεν καὶ περὶ τοῦ Θεοῦ Λόγου, φησί. Τῷ δὲ μὴ πᾶσαν ἐνηνθρωπηκέναι τὴν ἁγίαν Τριάδα, μήτε μὴν πᾶσι τοῖς ὑπὸ τὴν ἀνθρωπείαν φύσιν ἀτόμοις, ἰδικαὶ ἂν εἴησαν καὶ οὐ κοιναί. Ακούσας δὲ παρὰ τοῦ πυθομένου καὶ τί ἂν εἴησαν ἰδικαὶ φύσεις, ἢ ὑπόστασις, ἔλεγε τοῦτο Νε στορίου πρόβλημα, καὶ ἤρκεσεν ἂν αὐτῶν πρὸς ἀπο λογίαν, τοῦ ἀνατετράφθαι τὸ οἰκεῖον δόγμα. η Οὐ πλειόνων χρεία λημμάτων καὶ διαιρέσεων και κατασκευῶν καὶ ὁμιλιῶν. Δεδόσθω γὰρ ὑμῖν ἰδικὰς εἶναι τὰς δύο λεγομένας οὐσίας· εἰ καὶ ὅτι μάλιστα οὐδὲν τοιοῦτον ἡμεῖς ἐπὶ τῆς θείας φαμὲν φύσεως ἀλλ' οἴδαμεν αὐτὴν ὁμοίως τε κοινὴν οὖσαν, καὶ ἐν τῇ ἰδικῇ ὑποστάσει τοῦ Λόγου ἰδικῶς σαρκωθείσῃ ἐνυπάρχειν. Ἰδίῳ γὰρ λόγῳ ἔχουσα τὸ ἀδιαίρετον, ὡς ἀμερής, απαθή φυλάττει καὶ διακρινομένη την κοινότητα ἑαυτῆς. Πλὴν τὸ μυρίοις ὑμῖν κόποις συναγόμενον καὶ σπουδαζόμενον, τοῦτό ἐστιν, ὡς οὐδὲν ἔτερον ὑποστάσεις, εἰ μὴ ἰδικαὶ φύσεις εἰσί· καὶ δέον ἡμᾶς λέγοντας δύο τὰς φύσεις, καὶ ἰδικὰς ταύτας, ἢ θατέ ραν αὐτῶν μόνην, ήγουν τὴν ἀνθρωπείαν, δύο εἰϊέ και αὐτὸς οὔσας καὶ ὑποστάσεις· τῆς γὰρ θείας ὡμολόγηται προϋφεστῶσα ἡ ὑπόστασις. Αλλ', ὦ σοφοί, μεγάλα σφάλλεσθε οὕτω τοῦ ζητουμένων πράγματος τὸν λόγον πρώτως μὴ κατανοοῦντες, ἀλλ᾽ εἴς τινα παρεπόμενα, ἢ τὸν οὐ μὴ ἄνευ λόγου ἐπέχοντα πρὸς τὸ ζητούμενον παρατρεπόμενοι. Οι γὰρ ἐπεὶ ἄνθρωπος ἔμψυχος, οὐκ ἄνευ ἐστὶν ἀνα πνοῆς ἀέρος, ἤδη τὸν εἰσπνεόμενον αέρα οἴεσθαι ἡμᾶς εἶναι τὴν ψυχὴν δέον· οὐδὲ ἐπεὶ συμβαίνει τοῖς θα
col. 1549–1550page 76 of 185
PG 86:1549νοῦσι βαρυτέροις εἶναι, ἤδη καὶ βάρος ὁλκῆς εἶναι νομίζειν εἰκὸς τὸν θάνατον. ᾿Αλλὰ δέον πᾶν τὸ περὶ οὗ ὁ λόγος κατανοοῦντας, ὅπως ἔχοι ὁ κατ' αὐτὰ λό γος σκέπτεσθαι. Κἄν τε γὰρ οὐσία τις ᾖ, καὶ ἐπι συμβαῖνον ἔχοι τι τῶν παρ' αὐτήν, οὐ συμβεβηκός εἶναι αὐτὴν ἡγητέον· κἄν τε συμβεβηκός τι εἴη, καὶ ὥσπερ ἐπισυμβαίνουσαν αὐτῷ ἔχοι τὴν οὐσίαν, ἐκεῖ να πρώτως και κυρίως οὐκ οὐσίαν, ἀλλὰ συμβεβηκός λέγειν δεῖ, συμβεβηκότως δὲ οὐσιῶσθαι. Πλὴν ἐπεὶ οὐδὲ ὑμεῖς πρὸς τὴν τῶν τοιῶνδε μάθησιν ἑαυτοὺς ἡμῖν ἐκδεδώκατε, οὐδὲ ἡμεῖς ὑμῖν πρὸς τοιάνδε δι δασκαλίαν ἐπιῤῥίπτομεν. Τάδε μὲν ἄλις. Ἕτερα δὲ λίαν εὔδηλα τυγχάνοντα παραστήσουσι τῶν δοξάντων ὑμῖν πλεῖστον εἶναι τὸ ἄτοπον. Εἰ γὰρ αἱ ὑποστάσεις οὐδὲν ἕτερον, ἀλλ᾽ ἢ ἰδικαὶ οὐσίαι εἰ σί, τρεῖς λέγοντες τὰς ὑποστάσεις τῆς ἁγίας Τριά δος, δηλονότι τρεῖς καὶ τὰς οὐσίας φατέ· καὶ ἰδοὺ τὴν τριθεῖαν μετὰ τῆς εἰς τὴν οἰκονομίαν βλασφημίας ὑπεδύσασθε. Ἔτι δὲ καὶ ἄλλως τὸ ἄτοπον ὑμῶν γνωριστέον. Εἰ γὰρ οὐσία ἡ ἰδικὴ Ματθαίου τυχόν, τῆς οὐσίας Μάρκου τῆς ἰδικῆς οὐδὲν διαφέρει (τὸν γὰρ αὐτὸν λόγον καὶ ὅρον ἐπιδέχεται ἑκατέρα), οὐδὲ ἡ ὑπόστασις, ήγουν τὸ πρόσωπον, Ματθαίου, τῆς ὑποστάσεως, εἴτουν τοῦ προσώπου, Μάρκου διενέξε ται, ἀλλὰ τὸν αὐτὸν ὅρον καὶ λόγον, εἴτουν ὑπογραφὴν, ἑκατέρα ἐπιδέξεται ὑπόστασις· καὶ ἐν τοῖς αὐτοῖς οὐ μόνον οὗτοι, ἀλλὰ καὶ πᾶς ἄνθρωπος γνωρισθήσεται ἰδιώμασι καὶ ἐν ταῖς ἐξ αὐτῶν ὑπο στάσεσιν· εἴπερ ταυτόν ἐστιν ἡ ἰδικὴ τῶν καθέκαστα οὐσία τῇ ὑποστάσει. Ετι δὲ, ὦ οὗτοι, μνημονεῦσαι τῶν ὑμετέρων δυσωπήθητε· καὶ γὰρ πρὸ μικρού ὑμῖν εἴρητο, ὅτι οὐκ ἐξ οὐσιωδῶν ἡ ὑπόστασις συν έστηκεν. Εἰ οὖν ταὐτόν ἐστι τῇ ἰδικῇ ουσίᾳ, οὐδὲ ἡ ἰδικὴ οὐσία δηλαδὴ ἐξ οὐσιωδῶν συνέστηκεν· ἀλλ' ὡς ἐν ἐκείνοις εἴπετε καὶ ὑμεῖς, ἐκ σιμότητος καὶ λευκότητος καὶ τῶν ὁμοίων, ἢ ἀπὸ τρόπου ὑπάρξεως ἔσται ὑφεστῶσα ἡ ἰδικὴ ὑπαρξις, εἴτουν οὐσία ἔσται οὖν ἐξ ἀνουσίων ἡ οὐσία· καὶ ἐξ ἀνυπάρκτων ἡ ὕπαρξις. Εἰ δὲ τούτων λίαν εὔδηλον τὸ ἀνόητον καὶ μειρακίοις, μάτην ἄρα τοσήνδε τοῦ συλλογισμοῦ ῥαψο λογίαν καταναλώσαντες, οὐδὲν ἑαυτοῖς ἐπορίσασθε. ΚΕΦΑΛ. Ζ'. Εἰ, ἐπειδὴ ἐν τῷ Θεῷ λόγῳ ὑπέστη ὁ ἄνθρωπος, οὐκ ἔχει ὑπόστασιν ἰδίαν ὁ ἄνθρωπος, πῶς εἰ ἐν αὐτῷ ἔφυ, ἔχει φύσιν ἰδίαν ὁ ἄνθρωπος; καὶ εἰ ἔχει φύσιν ἰδίαν ὁ ἄνθρωπος, πῶς οὐχ ἕξει καὶ ὑπόστασιν; "Η ἔστω φὺς ἔξω που τοῦ Θεοῦ Λόγου· ὑποστὰς δὲ ὕστερον ἐν αὐτῷ, πῶς δὲ καὶ φύσις τοῦ ἐξ ἡμῶν ἀν θρώπου, πρὸ τῆς ὑποστάσεως τῆς ἰδίας; Τῶν φύσ σεων τῶν τε ὁμοίων καὶ ἀνομοίων διακρινομένων τε καὶ ἑνουμένων, οὐ λόγῳ, ἀλλὰ φύσεως ἀριθμῷ, ήγουν ὡς ἀριθμητῆς ἑκάστης ἀφ' ἑτέρας ὁμοίας καὶ ἀν ομείου διωρισμένης, τὴν ἐν τοῖς οὔσι τῶν τε ἀν ομοίων σύνθεσιν, καὶ τῶν ὁμοίων διάκρισιν, ἡ ὑπόστασις ἡμῖν πέφυκεν ἐξαγγέλλειν, διορισμός τις οὖσα κυρίως καὶ ἀπόστασις ἑτέρου τινὸς ἀφ' ἑτέρου· καν
col. 1551–1552page 77 of 185
PG 86:1551τε ὅμοια τύχοιεν ὄντα τὴν φύσιν, κἄν τε ἀνόμοια εἴη τὰ διεστηκότα ταῖς φύσεσιν ἀλλήλων, οὐ λόγῳ πάν τως, ἀλλ' αὐτῇ τῇ ὑπάρξει. Τὰς ὑποστάσεις γὰρ σω ζομένας κατὰ τοῦτο καθ' ὅ διορίζονται, ἐν τούτῳ καὶ ἐνοῦσθαι ἀδύνατον. Εἰ οὖν γέγονεν ὑπόστασις ἰδικὴ τῷ ἀνθρώπῳ, πῶς ἐν τῷ Θεῷ λόγῳ διὰ τῆς ἑνώσεως ὁ ἀνθρωπός ἐστιν, εἰ ὄντως ἔχοι τοῦτο τὸ χωρίζον αὐτὸν ἀπ' αὐτοῦ; ὥσπερ οὖν καὶ ἀπὸ πάντων τῶν ἄλλων τῶν ἐκτὸς αὐτοῦ ὑφεστώτων ἀνθρώπων, ήγουν τὴν ὑπόστασιν, φύσεις δὲ καὶ ἐνοῦσθαι ἀσυγχύτως ἀλλήλαις δύνανται ἐν ὑποστάσει τινὶ μὴ ἀναιρούμεναι ὑπ' ἀλλήλων τοὺς οἰκείους λόγους. Οὐ γὰρ τοῦτο φύσεως λόγος τὸ διακεκριμένως καὶ διωρισμένως ἀπὸ πάσης φύσεως υφεστηκέναι, ὥσπερ τῶν ὑπου στάσεων· πῶς οὐκ ἂν ἀκολύτως εἴη ἡνωμένη τῇ φύσει τοῦ Θεοῦ Λόγου ἡ φύσις ἡ ἀνθρωπεία, φύσις τοιάδε μένουσα, καὶ δ πέφυκε δεικνῦσα καὶ ἐν τῇ ἑνώσει; Οὐ γὰρ ὡς ὑπόστασις ὑποστάσει ἡνωμένη εἶναι οὐ δύναται σωζομένων ἄμφω τῶν ὑποστάσεων, εἴτουν ἀποστάσεων· καὶ αὐτὸ τοῦτο χωρισμὸν τὸν ἀφ' ἑτέρων σημαινουσῶν διὰ τοῦ ἰδικωτάτου ιδιώματ τος τῶν καθ᾿ ἕκαστα. Εἴπερ γὰρ τὸ διακεκριμένου, οὐ τῷ διακεκριμένω; τε εἶναι καὶ ἡνῶσθαί τινι, τω λέγειν οὐ δυνάμεθα· θάτερον γὰρ ἀναγκαίως ἀναιρεθήσεται, ἢ τὸ μὴ ἡνωμένον, ἢ τὸ μὴ διακεκριμένον εἶναι θάτερον θατέρου· οὐδὲ ἐν τῇδε τήνδε λέο γειν τὴν ὑπόστασιν ἔστιν, ἕνωσιν τῶν ἐν αὐταῖς ἀπ' ἀλλήλων διακριτικῶν ἰδιωμάτων σωζομένων ὑποτιθεμένους. Πῶς οὖν ἐν τῇ ὑποστάσει τοῦ Λόγου ἀνθρωπείαν συνεληλυθέναι ὑπόστασιν ἐροῦμε»; Εἰ γὰρ καὶ ἦν ποτε, συνῆλθε δὲ ὅμως ὑπόστασις καθ' ὅλην ἑαυτὴν, καὶ οὐκ ἀπὸ μέρους καὶ κατὰ παράθεσιν ὡς ἐν οἴκῳ λίθοι, καὶ οἱ ἐν χορῷ νέοι, οὐκ ἔμεινεν ἔτι ἀφεστῶσα δηλαδὴ ἵνα ἡ ὡσαύτως ὑπόστασις λοιπόν. Μόνον γὰρ ἐν σώμασιν ἡ μερικὴ τῆς ὑποστάσεως αὕτη Ένωσις ὁρᾶται ψιλὴ καὶ οὐ κυρίως οὖσα· οὐδὲ κατὰ τὸ ὅλον τῆς ὑποστάσεως, ἀλλὰ κατὰ παράθεσιν ἐπιφανειών, ἢ μορίων λεπτοτάτων, ἢ συμπλοκὴν μερῶν, ἢ κατὰ πέρατα τοπικῶς συνάπτουσα τὰ ἄτομα· οὕτως γὰρ λίθος λίθῳ, καὶ ἔλαιον ὕδατι, καὶ μίτος μέτῳ· καὶ ταῦτα μὲν περὶ τούτου. οὖ Τὸ δὲ πῶς εἴη ἂν φύσις πρὶ τῆς ὑποστάσεως τῆς ἰδίας, ἀπορεῖν ὑμᾶς, περιττῶς ἐλέχθη πρὸς ἡμᾶς. Οὐδ γὰρ τοῦτο ὑμῖν εἰρήκαμεν ὡς προϋπήρξε τῆς ὑπου στάσεως ἡ ἰδικὴ φύσις ἀνθρωπεία τοῦ Δεσπότου, ἐλ λὰ τοὐναντίον ἅμα τε φύναι καὶ ὑποστῆναι αὐτήν· ἀλλ' οὐκ ἐν ἰδικῇ τινι αὐτῆς μόνης οὔσῃ ὑποστάσει, ήγουν ψιλοῦ ἀνθρώπου γινώσκομεν, ἀλλ' ἐν τῇ προὔφεστηκυία αὐτῆς τῇ τοῦ Λόγου ὑποστάσει· ἐν ᾗ καὶ τὰ τῆς ἀν θρωπείας φύσεως ἴδια καὶ ἰδιώματα συνάψας, καὶ ἐν τῇ συνδρομῇ τῶν ἀμφοτέρων φύσεων, ἐν πρόσ ωπον ὁμοίως καὶ ἐξ ἑκατέρας φύσεως, καὶ ἐκ τῶν ἐξ ἑκατέρας οὐσίας σωρευθέντων χαρακτηριστικών, ἔδειξεν ἑαυτὸν ὁμοίως ὄντα ὁ εἷς τῆς ἁγίας Τριάδος ὃς ὑπόστασις μὲν ὄντως ἐστὶ μία μόνη καὶ αὐτὴ οὐκ ἀνθρωπίνη· φύσιν τε γὰρ καὶ ἰδιώματα ἔχει τὰ θεῖα· οὐκ ἐν θείοις δὲ μόνον ἐστὶν ἰδιώμασιν ° ρισσεύει γὰρ καὶ τοῖς παρὰ τὸ θεῖον χαρακτηρίσμα
col. 1553–1554page 78 of 185
PG 86:1553σε συναχθεῖσι τῇ προσλήψει τῆς καινοτέρας φύσεως. Προσεκτέον δὲ τούτῳ σαφῶς καὶ ἐπὶ τῶν μύδρων καὶ γὰρ προϋφεστώσης κατ' ἰδίαν ὑπόστασιν τῆς μάζης τοῦ σιδήρου, εἶτα εἰς κάμινον εἰσαγομένης, πυρὸς φύσις αὐτῇ ἐπιγεννᾶται, οὔτε πρώην οὔτε ἰδίᾳ ποτὲ ὑποστάντος, ἀλλ' ἐν αὐτῇ· ἐκ μὲν τῆς καμίνου τεχθέντος, ἐκτὸς δὲ αὐτῆς ἐν τῇ ἰδέᾳ δικαίᾳ αὐτοῦ τὴν ὑπόστασιν ἔχοντος, καὶ τὸ ἐν τῇ καμίνῳ πῦρ οὐκ ἀπομειώσαντος. ΚΕΦΑΛ. Η. Εἰ ὅλως ὑπέστη ὁ ἐξ ἡμῶν ἄνθρωπος ἐν τῷ Θεῷ, πῶς οὐκ ἔῤῥωται καὶ ἔστιν ἡ ὑπόστασις τοῦ ἐξ ἡμῶν ἀνθρώπου ἐν τῇ ὑποστάσει τοῦ Θεοῦ Λόγου; καὶ εἰ μὴ ἔῤῥωται καὶ ἔστιν ἡ ὑπόστασις τοῦ ἐξ ἡμῶν ἀν θρώπου ἐν τῷ Θεῷ λόγῳ, πῶς οὐχὶ ἀπόλωλεν ὑπο στᾶσα ἢ οὐδὲ ὅλως τὴν ἀρχὴν ὑπέστη; "Αρα γὰρ πᾶν ὅ τις εἴποι εἶναι καὶ ὑφεστάναι, ἤδη καὶ ἰδίᾳ εἶναί φησι; Οὐκοῦν ἐπεὶ εἶναί φαμεν καὶ ὑφεστηκέναι ἐν τῷ ἀνθρώπῳ χεῖρα καὶ ποῦν καὶ ὄνυχα καὶ ἧπαρ, ἤδη καὶ ἰδίᾳ εἶναι ταῦτα, καὶ διακεκριμένως ἕκαστον τούτων ἔχειν ὑπόστασιν δοξάσομεν; Καὶ νοῦν δὲ εἶναι ἐν ψυχῇ, καὶ ἐν τῷ σώματι ὑφεστηκέναι τὸ χρῶμα λέγομεν· ἄρα οὖν καὶ ὑποστάσεις τῶνὸς ζητήσου μεν; Καὶ πῶς ἂν ὧδε τὸ ἔν τινι λεγόμενον εἶναι, ὑμεῖς ἡμῖν ἴσως ἑρμηνεύσετε; ᾿Αλλὰ τὸ τὰ τοιαῦτα λέγειν, τάχα δὲ καὶ τὸ τοιούτοις ἀντιλέγειν, ἀλογίαν * λογιότητα πολλὴν ἐπιμαρτύρεται. ΚΕΦΑΛ. Θ. Εἰ ἐν τῷ Θεῷ λόγῳ λέγεις ύφεστάναι τὸν ἐξ ἡμῶν ἄνθρωπον, πῶς αὐτῷ τῷ ὑφεστάναι, οὐχ ὑπόστασιν δηλοῖς ἔχειν τὸν ὑποστάντα; "Οτι μὲν ὑφέστηκεν ὁ ἄνθρωπος ἐν τῷ Θεῷ λόγῳ, μᾶλλον ὑμῶν βοῶμεν ἀλλ', ὡς ἔοιχεν, ἐπελάθεςθε περὶ ὅτου πρὸς ἡμᾶς διαφέρεσθε, καὶ ἄλλο νῦν ἐγκαλεῖτε. Τὸ γὰρ ἰδίᾳ καθ' ὑμᾶς ὑφεστηκέναι τὴν ἑνούμενον ἅπαξ εἰπεῖν ἀνθρώπου, οὐ καταδεχόμεθα· ἵνα μὴ δύο ἐντεῦθεν τὰς ὑπο στάσεις σωζομένας ἐν τῷ ἰδιάζοντι ἑκατέρᾳ τῶν συνελθουσῶν λόγῳ παραστήσαντες, τὴν ἕνωσιν ἐκ βάθρων ανατρέψωμεν. Εἰ γὰρ καὶ ἰδίᾳ ὑφεστῶτος ἑκατέρου τῶν ἐν Χριστῷ, λέγετε δυνατὸν εἶναί τινα ἕνωσιν αὐτοῖς; Η καθ᾿ ἣν καὶ Δαβὶδ τῷ πολεμίῳ αὐτοῦ Γολιάθ κατὰ τὴν συμπλοκὴν τοῦ πολέ μου, καὶ τὴν ἐνέργειαν τῆς ἐκείνου ἀναιρέσεως ἡνωμένος ἦν φατε; Η καθ᾿ ἣν Ἰωσὴφ ἐν Αἰ γύπτῳ ῶν, τῷ Βενιαμίν ἤνωτο; Η καθ᾿ ἣν ἡ ἐνέργεια τοῦ μουσικοῦ τῇ κιθάρα; "Η τινα τοιάν δὲ ὑφεστηκέναι οὖν πάντως; Ἐν κοινῇ δὲ καὶ μιὰ τῇ ὑποστάσει τόν τε Λόγον καὶ τὴν σάρκα ἅμα δοξάζου μεν ἡμεῖς· ὑμεῖς δὲ εἰ καὶ μὴ τοῖς ἡμῶν, ἀλλὰ τοῖς γε ὑμετέροις, πῶς οὐκ ἐπισκήπτετε, ἐν τῷ λόγῳ λέ γοντες καὶ αὐτοὶ τὸν ἄνθρωπον εἶναι; Τὸ γὰρ ἔν τινι λεγόμενον εἶναι, τὴν ἕνωσιν τὴν πρὸς αὐτὸν μαρο τύρεται· τὸ δὲ ἰδίᾳ ἑκατέρου λέγειν τῶν ὑποκειμέ των εἶναι τὴν ὑπόστασιν, τὴν πρὸς ἄλληλα τούτων διάστασιν σαφῶς ὁμολογεῖ· ταυτὰ δὲ ἅμα περὶ τοῦ αὐτοῦ λέγειν ἢ φρονεῖν, λίαν ἀσύμβατα.
col. 1555–1556page 79 of 185
PG 86:1555ο ΚΕΦΑΛ. Γ. Εἰ ὑπέστη μὲν ὁ ἐξ ἡμῶν ἄνθρωπος, οὐκ ἔχει δὲ ὑπόστασιν, πῶς οὐκ ἐναντία δογματίζεις, ἀνυπόστατον τὸν ὑφεστηκότα λέγων; Οὔτε ὧν φατε μέμνησθε, οὔτε οἷς λέγομεν ἐπισκήπτετε. Οὖν ἀνυπόστατον ὑμῖν τὸν ἄνθρωπον τὸν Κυριακὸν δεῖξαι βου λόμεθα· μὴ γένοιτο! ἀλλ' οὐκ ἴδιουπόστατον, τους ἐστιν ἀπὸ τοῦ Λόγου χωριζόμενον, ὅτι δὲ οὐ ταυτόν ἀνυπόστατον λέγειν καὶ ἰδιοῦ πόστατον, τίς ἀμφι βάλλοι, εἰ τὸ μὲν τοῦ πῶς εἶναι πρὸς τὰ ἕτερα, τὸ δὲ τοῦ ὅλως μὴ εἶναι δηλωτικόν ἐστιν, ὦ σοφώτατοι; ΚΕΦΑΛ. ΙΑ'. Εἰ ἡ Πέτρου ψυχὴ ἑτέρα ἐστὶ παρὰ τὴν Παύλου, τὸ δὲ ἕτερον ἢ φύσει καὶ ὑποστάσει ἕτερον, ὡς ὁ οὐ ρανὸς τῆς γῆς, ἢ ὑποστάσει πάντως ὡς ὁ πατὴρ τοῦ υἱοῦ, πῶς οὐχὶ τῇ φύσει καὶ τῇ ὑπόστασει, ἢ πάντως τῇ ὑποστάσει διαφέρει ή ψυχή Πέτρου τῆς Παύλου; εἰ δὲ τοῦτο, πῶς οὐκ ἔχει ὑπόστασιν ἑκάστου ἡ ψυχή καθ' ἣν διαφέρει τῆς ἑτέρου, ἢ τῶν τῆς αὐτῆς οὐσίας, ἢ οὐ τῆς αὐτῆς; Τοῦτο νῦν παρ' ὑμῖν δῆλον ὡς διὰ τὸ δεῖξαι καὶ ἀνθρώπου ἑκάστου δύο τὰς ὑπο στάσεις οὖσας, εἴρηται· ἵνα μὴ δὲ ἐκ τοῦ κατὰ τὸν άνθρωπον παραδείγματος ἀποκλείεται ὑμῖν τὸ δύο λέγειν τὰς ὑποστάσεις Χριστοῦ, δύο οὐσῶν αὐτοῦ τῶν φύσεων, ὥσπερ φαμὲν Πέτρου ἢ τοῦ Παύλου. Η Παύλου οὖν ψυχή, εἰ καὶ ἑτέρα ἐστὶ τῇ ὑποστάσει καθ' αὐτὴν μόνην, οὐκ οἶδα πῶς ὑμῖν δυνατοῦ ὄντος τοῦτο κρίνειν περὶ αὐτῆς ἔτι παραμενούσης τῇ σαρκὶ, ὅμως ποὺ τὴν ψυχὴν Πέτρου ἀναλαβεῖν εἴρη ται, ἢ ἡ Πέτρου ἐν τῇ Παύλου εἶναι, ὥσπερ εἴπατε καὶ ὑμεῖς πρὸ μικροῦ ἐν τῷ θείῳ λόγῳ τὸν ἄνθρωπ που είναι διδόντες· τοῦτο γάρ ἐστι τὸ κωλυτικὸν τοῦ τὴν δυάδα φαίνεσθαι τῶν ὑποστάσεων, τὸ τὴν ἕνωσιν ὁμολογεῖσθαι τῶν φύσεων. Εἰ γὰρ μηδὲ ὁ Λόγος τὴν σάρκα ἀνελάβετο, ὥσπερ οὐδὲ ὁ Πέτρος Παῦλον, ὄντως ἦν κατὰ τὸ παράδειγμα Πέτρου καὶ Παύλου, τοῦ τε Λόγου καὶ τῆς σαρκὸς ἤγουν τοῦ ἐν Χριστῷ ἀνθρώπου, διάφορος ἡ ὑπόστασις· εἰ δὲ ὁ Πέτρος Παῦλον οὐκ ἀνελάβετο, ὥσπερ ὁ Λόγος τὴν σάρκα, οὐκ ὀρθῶς παρηγάγετε τόδε πρὸς τόδε· καὶ εἰ ὁ σαρκωθεὶς Λόγος εἰς Υἱὸς καὶ οὐ δύο, Παῦλος δὲ μετὰ Πέτρου, οὐχ εἷς Υἱὸς ἀλλὰ δύο εἰσὶν, ἀλλοκότως τάδε παρατίθεσθε· καὶ εἰ εἰς Χριστὸς ὁ ἐν θεό τητι καὶ ἀνθρωπότητί ἐστιν, οὐχ εἷς δὲ ἀπόστολος Πέτρος καὶ Παῦλος, ἀλλὰ δύο, ἀνομοίως παρεβάλετε πρὸς ἔνδειξιν τοῦ εἴ τι ἕτερόν ἐστι, πάντως καθ᾽ ὑπό στασιν εἶναι ἕτερον ἑτέρου, εἴτε κατὰ φύσιν ἐστὶν ἕτερον, εἴτε καὶ μὴ ἔστιν. Εἰ οὖν ἄρα δύο τους Χρι στοὺς, δύο δὲ τοὺς Υιούς, καὶ δύο τους Κυρίους δο ξάζοντες ταῦτά φατε, καὶ τούτων οὐδένα ἀναληφθέντα ὑφ' ἑτέρου, ἀλλ' ὡς Παῦλον Πέτρου διακεκριμένον ὀψέ ποτε τὸ τῆς ἀσεβείας ὑμῶν κρυπτὸν ἀπεκαλύψατε μύσος· ποῖον οὖν τὸν Θεὸν, καὶ τίνι χρισθέντα τὸν ἕνα Χριστὸν εἶναι νομίζετε· ποῖον δὲ τὸν ἄνθρωπον, καὶ τίνι χριόμενον· καὶ τὸν ἄλλον Χριστὸν ἀπαγγείλατε· ποῖόν τε τὸν ὡς ἀληθῶς Υἱὸν εἶναι, τὸν ἐν Ἰορδάνῃ μαρτυρούμενον· καὶ ποῖον τὸν αἰσθητῶς βαπτιζόμενον. Ο γὰρ εἷς μόνος δεικτικῶς ὑπὸ
col. 1557–1558page 80 of 185
PG 86:1557τοῦ Πατρὸς μαρτυρούμενος, δύο ὄντων καὶ διαφόρων, εἰκότως τὸν ἕνα τῶν καθ' ὑμᾶς Υἱῶν ἢ Χριστῶν ται ραγράψετε· ἢ οὖν τὸν βαπτιζόμενον τὸ τηνικαῦτα ὁρατόν, ἢ τὸν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἀόρατον, ἀναγκαῖον ὑμᾶς παραιτήσασθαι· ἕνα γὰρ μόνον αὐτοῦ εἶναι Υἱόν φησι ἐνικῶς ὁ Πατήρ· ἔτι μὴν καὶ αἰσθητὸν ἐπεὶ καὶ δεικτικῶς ἡμῶν τοῖς ὀφθαλμοῖς ἐμήνυεν ὁ Πατὴρ τὸν ἀγαπητὸν ἑαυτοῦ Υἱόν· ὃς καὶ Λόγος ἀόρατος ὡμολόγηται. "Η οὖν ψευδὴς ἡ τοῦ Πα τρὸς μαρτυρία, ἢ περιδεῶς ἐκ τοῦ λογίου δόξα ή ἄμφω ὁ αὐτὸς ἦν ὁ μαρτυρούμενος Υἱός, αἰσθητὸς καὶ ἀόρατος. ΚΕΦΑΛ. ΙΒ'. Εἰ κατὰ φύσιν μηδὲν διαφέρει τὸ σῶμα Πέτρου τοῦ σώματος Παύλου, πῶς ἂν καθ᾽ ὑπόστασιν οὐ δια φέροι; Ε! δὲ μηδὲ καθ᾽ ὑπόστασιν διαφέρει, τὸ δὲ μήτε τῇ φύσει, μήτε τῇ ὑποστάσει διαφέρον, ταυτὸν ἂν εἴη κατὰ πάντα, πῶς οὐκ ἔσται Πέτρου και Παύ λου, ἓν τὸ σῶμα καὶ ταυτὸν κατὰ πάντα, ὅπερ ἀδί νατον; ᾿Αλλὰ πρῶτον μὲν καὶ σῶμα σώματος δια φέρει κατὰ φύσιν τὴν ἰδίαν, ἧς νῦν τὴν κοινὴν ἡμῖν ἀντεισηγάγετε οἱ τοσαῦτα πρὸ βραχέος τοῖς εἰσάγουσι τὴν κοινὴν φύσιν ἐπὶ τοῦ ἀνθρώπου καταχέαντες. Οὐ γὰρ ταυτὸν, οὔτε τῷ ἀριθμῷ, οὔτε πάσῃ ποιότητα φυσικῇ πᾶν τῶμα· εἴπερ μὴ ταυτὸν τῇ φύσει μηδὲ πᾶς λίθος καὶ φυτὸν καὶ τὰ λοιπά· καὶ γὰρ ἀλλήλων φθαρτικὰ πολλὰ φυτὰ καὶ λίθοι· καὶ ὅμως λίθοι καὶ φυτά· οὔτε γὰρ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλ᾽ ἄλλη μὲν πετεινῶν, ἄλλη δὲ ἰχθύων καὶ ἑρπετῶν, καὶ σώ ματα ἐπίγεια, καὶ σώματα ἐπουράνια· οὐκ ἄρα οὖν διὰ τὸ διάφορον τῆς φύσεως, ἀνάγκη διαφόρου ὑπο στάσεως αὐτοῖς εἰς διάκρισιν· ἔτι μὴν εἰ τόδε αἴτιον τῆς χρείας τῶν ὑποστάσεων ἐν Χριστῷ, διαφόρων οὐσῶν τῶν φύσεων, ἀναγκαίως οὐκ ἔσται διαφορά ὑποστάσεων. Πλὴν δεδόσθω ὑμῖν καθ᾽ ὑπόστασιν πάντως διαφέρειν· εἴτε διαφέροι κατὰ φύσιν εἴτε καὶ μὴ πάντα τὰ σώματα· ἀλλὰ δῆλον, ὡς τὰ μὴ ἡνωμένα ἀλλήλοις· οὐ γὰρ καὶ ἐν τῷ μύδρῳ διά φοροι ὑποστάσεις ὁρῶνται· καὶ ἐπὶ τοῦ Κυρίου ἄρα, εἰ μὲν χωρὶς ἑνώσεως αὐτῶν φαμεν τὰ κατ' αὐτὸν, ὄντως δέον ἢ καὶ φύσεων καὶ ὑποστάσεων εἰδέναι τὴν διαφορὰν, ἢ πάντως γε τῶν ὑποστάσεων. Καὶ τοῦτο δὲ δῆλον ὅτι εἰ μὴ ἦν τῶν φύσεων ἐξαλλαγή· εἰ δὲ καὶ κατὰ φύσιν διαφερόντων τινῶν ἐν αὐτῷ καὶ ἕνω σιν ὁμολογοῦμεν, εἰ καὶ ἀσύγχυτον, τίς ἡ χρεία δύο ὑποστάσεων; ἀλλ' οὕτως μὲν τάδε. Ποῦ δὲ ὅμως τινὶ δέδοται καὶ τὸ σῶμα Παύλου ἡνῶσθαι πρὸς τὸ Πέ τρου, ἵνα τὸ ὅμοιον ἔχῃ τάδε πρὸς τὴν Κυριακὴν ἔνω σιν, ἡνίκα ὁ μὲν τοῖς ἐκ περιτομῆς ἐν τῇ Ἰουδαίᾳ καὶ Παλαιστίνῃ, ὁ δὲ τοῖς ἐν Κορίνθῳ ἔθνεσι καὶ Αχαΐα καὶ Μακεδονίᾳ συνηυλίζετο; Οὐ γὰρ τοιαύ την δεξιάν κοινωνίας πρὸς τὴν σάρκα δεδωκέναι φα μὲν τὸν Λόγον, οἵαν Πέτρος ἀφοριζόμενος εἰς τὴν πε ριτομὴν, τῷ Παύλῳ ἀποστελλομένῳ πρὸς τὰ ἔθνη. ᾿Αλλ' ἔνωσιν ἀληθῆ πιστεύομεν, καὶ συνύπαρξιν αὐτῶν εἰς τοὺς ἑξῆς αἰῶνας φυσικὴν δι᾽ ὑποστατικῆς ἑνώσεως· εἰ καὶ ταύτην ὑμεῖς φανερῶς ἀπηρνήσασθε, καὶ οὐδὲν ἑαυτοῖς λείψανον τῆς Χριστιανῶν
col. 1559–1560page 81 of 185
PG 86:1559εὐσεβείας εἰς τὸν τῆς οἰκονομίας λόγον λ ξατε. ΚΕΦΑΛ. Π. Ἐκ τοῦ δὲ φληναφεῖν καὶ δοκεῖν τι λέγειν τους παρεστηκόσιν, ἀπαιτούμενοι δεῖξαι φύσιν ἀνυπόσ.ι τον, παρέχουσι μὲν νῶτα τῷ αἰτοῦντι, λέγουσι δὲ ὅτι ὄντως φύσις οὐκ ἔστιν ἀνυπόστατος· ἐνυποστάτους γάρ φαμεν τὰς οὐσίας καὶ ἡμεῖς, φασίν· ἀλλ' οὐκ εἴ τι ἐνυπόστατον, τοῦτο καὶ ὑπόστασις· ὥσπερ ἀμέλει οὐκ εἴ τι ἐνούσιον, τοῦτο καὶ οὐσία· ἐπεὶ δον τὰς τῆς ἁγίας Τριάδος ὑποστάσεις φαμὲν τρεῖς εἶναι, καὶ ταύτας ἐνουσίους· καὶ οὐ λέγομεν πρός ταῖς τρι σὶν ὑποστάσεσι, καὶ τρεῖς οὐσίας· καίπερ ἐνούστου ἐπιστάμενοι τῶν ὑποστάσεων ἑκάστην. Εἰ τοίνυν ἔστι λέγειν, φαμέν, τρεῖς ὑποστάσεις ἐνουσίους ἐν μια οὐσίᾳ, ἐνδέχεται δηλονότι καὶ φύσεις λέγειν ἐνυποστάτους δύο ἐν μιᾷ ὑποστάσε:· καὶ οὕτως οὐδὲ φύσιν ἀνυπόστατόν φαμεν, οὐδὲ δύο ὑποστάσεις της δύο φύσεις δογματίζομεν· ὥσπερ οὐδὲ ἀνουσίους φαμὲν τὰς τῆς ἁγίας Τριάδος ὑποστάσεις, οὐδὲ εἰς τρεῖς οὐσίας τὰς τρεῖς ὑποστάσεις διαιρούμεν. Αλλά μὴν, φασί, καὶ ἄλλως εγχρωμάτιστον λέγοντες σῶμα, οὐ ταυτὸν ἴσμεν τῷ χρώματι τὸ σῶμα· οὐκ εἴ τι γὰρ ἐγχρωμάτιστον, τοῦτο ἤδη καὶ χρῶμα· οὕτως οὖν οὐκ εἴ τι ἐνυπόστατον, τοῦτο ἤδη καὶ ὑπόστασις περιττὸν ἄρα, φασί, τὸ λεγόμενον· καὶ οὐκ ἀναγκαῖοι τὸν λέγοντα δύο φύσεις, ἢ ἀνυποστάτους αὐτὰς, μίαν αὐτῶν λέγειν, ἢ πάντως καὶ δύο υποστάσεις, ἐπεὶ μὴ ὑπόστασις τὸ ἐνυπόστατον ὡς ἐδείξαμεν. Ταῦτα τοιγαροῦν ἐκεῖνοι τοὺς παρεστηκότας φενακίζοντα ἔλεγον, ἄνω τὴν ὀφρὺν ἔχοντες, καὶ διὰ τού των ἀπὸ Χερουβὶμ ἑαυτοὺς ὀνομάζοντες. Ορα δὲ σὺ αὐτὸς ὅπως δι' ὧν εἰρήκασι, τὰ οἰκεῖα κατέσκαψαν ἢ ἀγνοοῦντες, δι᾿ ἄγνοιαν οἰκείαν· ἢ χλευάζοντες τοὺς ἀκούοντας, ἀπείρους ὄντας τῶν τοιούτων καὶ όμοιότητι λέξεων παρακρουόμενοι. Εἰ ἀναλογεῖ γὰρ τῷ μὲν σώματι ἡ φύσις, τῷ δὲ χρώματι ἡ ὑπόστασις, καὶ λέγουσιν ἐνυποστάτους τὰς φύσεις, ὥσπερ οὖν τὰ σώματα ἐγχρωμάτιστα, ἀνάγκη ἔνθα ἐστὶ ἐνυπόστατος φύσις, καὶ ὑπόστασιν εἶναι· ὥσπερ ούν καὶ χρῶμα ἔνθα σῶμα ἐγχρωμάτιστον· οὔτε γὰρ ν δέχεται νοῆσαι φύσιν ἐνυπόστατον ἄνευ ὑποστάσεως. Εἰ οὖν τῇ φύσει ἀναγκαίως διενήνοχέ τι καὶ τῇ φύσει, μὴ διαφέρον δὲ τῇ ὑποστάσει· καὶ μὴ βου χολείτωσαν τοὺς ἁπλουστέρους, ὁμοιότητι φράσεων αὐτοὺς παραλογιζόμενοι, τῷ λέγειν εἰ ἔστιν ὑπόστασις, ἐνούσιος μὲν, οὐχ ἑτεριούσιος δὲ, ἔστι καὶ φύσις ἐνυπόστατος μὲν, οὐχ ἑτεροῦπόστατος δέ· ψευδὲς γὰρ τὸ τελευταῖον· ἐπείπερ εἴ τι ἑτερονύσιον, τούτο πάντως καὶ ἑτεροϋπόστατον. Εἰ τοίνυν διαφέρουσιν αἱ φύσεις ἀλλήλων, κατὰ φύσιν διαφέρουσι διαφέρουσι δηλονότι καὶ καθ᾽ ὑπόστασιν· καὶ εἰ διαφορὰν φύσεων ἐπὶ μιᾶς φύσεως λέγεσθαι ἀδύνατον, ἀμή χανον ἄρα καὶ διαφορὰν ὑποστάσεων εἶναι ἐπὶ μιᾶ; καὶ τῆς αὐτῆς ὑποστάσεως. ὑποστάσει, ἐπιδειξάτωσάν μοί τι διαφέρον μὲν τῇ
col. 1561–1562page 82 of 185
PG 86:1561Ηδη μὲν ἀληθῶς εἰσι τὰ προταχθέντα ὑμῖν ἡμέ τερα προβλήματα· τούτοις δὲ οὐ προσφόρως ὑπαντήσαντες, ἑαυτοὺς μόνον περὶ τῶν δοκούντων ὑμῖν πεπείκατε. Εἰ γὰρ ἐπεὶ τῷ μὲν χρώματι ἀναλογεί ἡ ὑπόστασις ἐν τῷ τῆς ὁμοίας ὀνομασίας κατὰ τύχην παραδείγματι, τῷ δὲ σώματι ἡ φύσις ἀναγκαῖον Ε. θα ἐστὶ σῶμα, εἶναι καὶ χρῶμά φατε, καὶ ἐκ τού του δύο εἶναι τὰς ὑποστάσεις, ἐπεὶ δύο εἰσὶν αἱ φύσεις, συνάγετε, γνῶτε ὅτι τοῦτο καὶ ἡμεῖς φαμεν· ὅπου σῶμα εἶναι λέγεται ἐγχρωμάτιστον, χρῶμα ὑπάρ χειν ἀναγκαίως· ὥσπερ οὖν καὶ ὑπόστασιν εἶναι, όπου λέγεται φύσις ἐνυπόστατος. ᾿Αλλὰ τὸ ζητούμενον, οὔπω ἐδείξατε περὶ οὗ καὶ διαφέρεσθε προς ἡ μᾶς· ὅτι ὅπου πλείονα συνιέναι λέγονται σώματα ἐγχρωμάτιστα, ισάριθμα δέον εἶναι τούτοις καὶ τὰ χρώματα· καὶ οὐ δυνατὸν ἢ ἑνὶ καὶ τῷ αὐτῷ χρώ ματι πλείονα χρώννυσθαι σώματα· ὥσπερ τῷ λευκῷ ἤτε χιὼν καὶ τὸ γάλα καὶ ψιμμύθιον μιγνύμενα, καὶ τὸ ἔριον καὶ λίνον καὶ μέταξα ἐν τῷ ἑνὶ λευκῷ πέ πλῳ ὑφασμένα· ἢ εἰς ἓν ἕτερον χρῶμα πλείονα σώ ματα είναι συγκεκραμένα· οἷον τὸ ψιμμύθιον καὶ ὤχρα, καὶ χάλκανθος καὶ κόμμιδας ἐν τῷ φαιῷ κιλ λουρίῳ· τὰς γὰρ δύο φύσεις ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑπο στάσει λέγομεν ὑφίστασθαι· οὐχ ὡς δυναμένης θατέ ρας ἀνυποστάτου εἶναι ἐν αὐτῇ, ἀλλ' ὡς ἀμφοτέρων ἐν μιᾷ κοινῇ δυναμένων ὑφίστασθαι ὑποστάσει· καὶ οὕτως κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν, ἑκατέρας ἐνυποστάτου οὔσης. Οὐ γὰρ ἀναγκαῖον διὰ τὸ δεῖν τι εἶναι, πάντως καὶ ἰδίᾳ τοῦτο εἶναι· καὶ γὰρ τῶν ἐν τῇ πόλει οἰκήσεων, οὐδεμία μὲν ἀδέσποτος· οὐκ ἀναγκαίως δὲ πᾶσα δεσποζομένη, μονοδέσποτος ἐστι πολλαὶ γάρ εἰσι καὶ κοινοδέσποτοι ἐν τῇ πόλει· οὔ τως οὖν ἐπεὶ μέν εἰσιν αἱ φύσεις, ἀναγκαῖον αὐτὰς καὶ ὑφεστηκέναι καὶ ἐνυποστάτους εἶναι· ἐπειδὴ δὲ οὐκ ἰδίᾳ ἀπ' ἀλλήλων εἰσὶν, ἑνώσεως αὐτῶν ὡμολογημένως γενομένης, οὐχὶ καὶ ἰδίᾳ ὑφεστηκέναι ἑκατέραν ἀναγκαῖόν ἐστι. Δῆλον οὖν ὅτι οὐχ ἑτεροϋπόστατον εἶναι, ἀλλ' ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑποστάσει νοεῖσθαι ἀμφοῖν αὐτῶν τὸ ἐνυπόστατον δεῖ. Διὸ καὶ ἀποδεχόμεθα τὸ παρ' ὑμῶν ἐν τέλει εἰρημένον, ὡς ἀδύνατον ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως, δια φορὰν λέγεσθαι ὑποστάσεως. Οὐδὲ ὅλως γάρ φαμεν οὔτε διαφορὰν ὑποστάσεων ἐν τῇ μιᾷ ὑποστάσει τοῦ Κυρίου· μὴ γένοιτο! εἰ καὶ ὑποστατικῶν μερικῶν ἰδιωμάτων ἴσμεν διαφοράν· οὐ γὰρ ὑποστάσεων διαφόρων ἢ διαφορῶν ἔνωσίν φαμεν ἐπὶ τοῦ Κυρίου· τοῦ το γὰρ προεδείχθη καὶ ἀδύνατον· εἴπερ μὴ καὶ τῶν διακεκριμένων, ἐν ταυτῷ τις λέγοι τὴν ἕνωσιν, ἐν ᾧ τὴν διάκρισιν ὁρᾷ ἀλλὰ φύσεων διαφόρων σύνθεσιν κατά μίαν τὴν πρώτην ἐξ ἀρχῆς οὖσαν τοῦ Λόγου, καὶ οὐ δευτέραν εἶναι ὑπόστασιν, εἴτουν ἐξ ὑποστάσεως ἴσμεν· ἀλλ' οὕτως μὲν τάδε. Τὸ δὲ δὴ ἕτερον πάλιν ὁ ἀπεφήνασθε, ὅτι ἐπεὶ διά φοροί εἰσιν αἱ φύσεις ἐπὶ τῆς οἰκονομίας, ἀνάγκη είναι διαφόρους καὶ τὰς ὑποστάσεις· τῶν δὲ ὑποστάσεων διαφερουσῶν ἐπὶ τῆς θείας ουσίας, οὐκ ἀνάγκη είναι διαφόρους καὶ τὰς φύσεις, πῶς δείκνυται; Πρῶτον μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν τὸ ἀδιάφορον τῶν φύσεων ἀναγκαίως χρήζειν τοῦ διαφέρον τῶν ὑπο
col. 1563–1564page 83 of 185
PG 86:1563στάσεων, ἐν τῷ σώματι Πέτρου καὶ Παύλου ἐλέγετε εἶτα δὲ νῦν τίνα ἔχει ἀφορμὴν τῆς ἀποκληρώσεως. τάδε εἴπατε. Ισθε γὰρ γινώσκοντες ὡς πάντως καὶ τὸ ἐναντίον ὑμᾶς ἀπαιτήσομεν δεῖξαι· ὅτι ὥσπερ εἰ διάφοροι εἰσιν αἱ φύσεις, διάφοροι εἰσ: καθ' ὑμᾶς καὶ ὑποστάσεις, οὕτως καὶ τῶν φύσεων οὐσῶν ἀδια φόρων, αἱ ὑποστάσεις εἰσὶν ἀδιάφοροι. Πῶς εἶν μίαν μὲν καὶ ἀδιάφορον τῆς ἁγίας Τριάδος τὴν φύ σιν, διαφόρους δὲ τὰς ὑποστάσεις πιστεύομεν; Ακό λουθον γὰρ ἔσται, ὥσπερ ὧν αἱ φύσεις διάφοροι, του των καὶ αἱ ὑποστάσεις λέγονται καθ' ὑμᾶς διάφορο, οὕτως καὶ ὧν αἱ φύσεις ἀδιάφοροι, τούτων καὶ τὰς ὑποστάσεις ἀδιαφόρους λέγεσαι. Ετι μὴν ἰδοὺ καὶ ισαρίθμους πάντως καθ' ὑμᾶς δεῖ εἶναι τὰς φύσεις καὶ τὰς ὑποστάσεις. Ἐπεὶ οὖν οὐ μόνον ἀδιάφορος, ἀλλὰ καὶ μία τῆς ἁγίας Τριάδος ἡ φύσις, ἔστω καὶ ἡ ὑπόστασις μία τε καὶ ἀδιάφορος. Εἰ δὲ εἶποιτε, ὅτι εἴτις μὲν φύσεως διαφορά, πάντως καὶ ὑποστάσεως ἐστιν· εἴτις δὲ ὑποστάσεως διαφορά, οὐ πάντως καὶ φύσεως, διὰ τὸ ἐπ' ἔλατττον οὖσαν τῆς ουσίας τὴν ὑπόστασιν μὴ ἀντιστρέφειν πρὸς αὐτὴν τοῖς λό γοις· πρῶτον μὲν αἱ ἰδικαὶ φύσεις δηλαδὴ οὐκ ἐπὶ πλεῖο στον τῶν ὑποστάσεων, ἀλλὰ καὶ ἐπ᾿ ἔλαττόν τι νοείν το ἄν· μόνα: δὲ ἐπὶ πλεῖον εἰσιν αἱ κοιναί. Δεδόσθω δ' οὖν ὑμῖν καὶ τοῦτο. Οὐκοῦν καὶ πλείους εἶναι τὰς ὑποστάσεις, μιᾶς οὔσης τῆς φύσεως ἀνάγκη. Ο γὰρ ἀριθμὸς τῶν ἐπ' ἔλαττον περισσότερος τῶν καθολικωτέρων αὐτῶν ἐξ ἀνάγκης ἐστί· καὶ ἢ δύο ἔσοντας λοιπὸν ἢ πλείους ἢ μία, σὺν ἐπιμορίῳ κατὰ μίαν φύ σιν αἱ ὑποστάσεις οὖσαι· τούτου δὲ οὕτως ἔχοντος, δύο φύσεις οὖσαι αἱ τοῦ Δεσπότου, ἡ τέσσαρες ἢ τρεῖς ἢ δύο ἥμισυ τὰς ὑποστάσεις ἕξουσιν, ή τι τοιοῦτον, κατὰ τὴν αὐθεντικὴν ὑμῶν τήνδε νομοθεσίαν· καὶ οὐ μόνον τὸ σύνθετον πρόσωπον κακῶς ὑμῖν ἀρκέσει εἰς ὑποστάσεις διαιρεῖν, ἀλλὰ καὶ αὐτὴν ἑκάστην ἁπλῆν τε καὶ ἰδικὴν φύσιν αὐτοῦ τε καὶ παντὸς, εἰς πλείονα ἀριθμὸν ὑποστάσεις, τὴν ἰδικὴν Παύλου μό νου φύσιν ἐπιδείκνυσθαι, δύο μὲν ἐκ τῆς κατὰ ψυχὴν φύσεως, τρία δὲ τυχὸν ἐκ τῆς κατὰ σῶμα συναγόμενα. ὑπόστασις ὑπόστασις Καὶ ταῦτα μὲν οὕτως ὁ λόγος ὑμᾶς ἀπελέγχει προπετῶς ἀποφηναμένους. Ο δὲ κόσμος ἅπας οὑτοσὶ καὶ τὰ πλεῖστα τῶν ἐν αὐτῷ τὸ ἀσύστατον τῆς ὑμετέρας δόξης στηλιτεύει τῷ πράγματι αὐτῷ σαφῶς. Εἰ γὰρ μὴ μία ἡ ὑπόστασίς ἐστιν ἐν τῷδέ τινι ἐκ τεσσάρων φύσεων στοιχείων σώματι φυτοῦ τυχόν συγκροτηθέντι, καὶ μία ὑπόστασις τοῦ μύδρου ἐκ διαφόρων φύσεων συμπλακειτῶν, καὶ μία ὑπόστασις ἀνθρώπου ἐκ διαφόρων φύσεων ἡνωμένων, καὶ μία ὑπόστασις τοῦδε τοῦ ναοῦ, καὶ μία ὑπόστασις τοῦ φαρμάκου, καὶ μία ὑπόστασις παντὸς τοῦδε τοῦ κόσ σμου ἐκ διαφόρων φύσεων συνεστώσα, κακῶς ένα τὸν ἄνθρωπον ἢ τὸ φυτὸν ἢ τὸν κόσμον ή τι τῶν ὑπόστασις πρόσωπον,
col. 1565–1566page 84 of 185
PG 86:1565οὕτω λεγομένων ονομάζομεν· καὶ οὐ κατὰ τὸ τῶν φύσεων ποσὸν, καὶ τὸν τῶν ὑποστάσεων ἀριθμὸν πλεονάζοντα ίσμεν· οὐδαμόθεν λοιπὸν ἐχόντων ἑνικῶς προσαγορεύεσθαι τῶν κατὰ φύσιν ἡνωμένων ἐπωτούν ὅπου ὑμεῖς ταυτὸν εἶναι φύσιν καὶ ὑπόστασιν πολλάκις λέγοντες· κἂν διαφόρους δῶτε τὰς ὑποστάσεις τῆς ἁγίας Τριάδος, πάντως καὶ τὰς φύσεις, καὶ εἰ πλείους, ἐξ ἀνάγκης τόσας καὶ τὰς οὐσίας εἶναι. ΚΕΦΑΛ. ΙΔ'. ᾿Αλλὰ, φασὶν, ἰδοὺ ὁ ἄνθρωπος δύο μὲν φύσεις ἐστὶ, μία δὲ ὑπόστασις· καὶ φανερὸν ἐκ τούτου, ὅτι δυνατὸν ἐν μιᾷ ὑποστάσει δύο φύσεις είναι. Πάλιν τερθρεία λόγων, πάλιν μάχη δογμάτων, πάλιν ἐναντιότης ῥημάτων, καὶ σοφίσματα προδήλου ψυχῆς ἀγνώμονος· τὸν αὐτὸν ἄνθρωπον καὶ δύο φύσεις λέ γουσι, καὶ μίαν ὑπόστασιν, καὶ πάλιν οὐδεμίαν ὑπό στασιν· καὶ μακάριοι ἦμεν ἀκούοντες δύο φύσεις, μίαν ὑπόστασιν· ἢ νῦν διδασκόμενοι λέγειν δύο φύ σεις, οὐδεμίαν δὲ ὑπόστασιν. Πάλιν γὰρ τὸν Χριστὸν λέγουσι τρεῖς φύσεις, καὶ δύο φύσεις· καὶ μίαν ὑπό στασιν μὴ κατορθώσαντες λέγειν, τρεῖς ἤδη δογματίζουσι φύσεις ἐν μιᾷ ὑποστάσει· καὶ ἄκουε ταῦτα πῶς. Εἰ δύο φύσεων ὁ ἄνθρωπος, καὶ μιᾶς ὑποστάσεως, είληπται δὲ οὗτος καὶ ἤνωται τῷ Θεῷ λόγῳ, πῶς οὐ τρεῖς φύσεις δύο ληφθεῖσαι, μία δὲ λαβοῦσα; καὶ πῶς οὐ δύο ὑποστάσεις, ἥ τε λαβοῦσα καὶ ἡ λη φθεῖσα; Εἰ δὲ δύο φύσεων ὁ Χριστὸς καὶ μιᾶς ὑπο στάσεως, πῶς οὐ μία φύσις ὁ ἄνθρωπος; καὶ ἀνυπόστατος ὁ ἄνθρωπος, ὃν δύο φύσεις ἔλεγον πρώην; Καὶ τίς ὑποίσει τοσαύτην ἐναντιότητα δογματίζειν; ᾿Αλλὰ καὶ μίαν καὶ δύο φύσεις εἶναι τὸν ἄνθρωπον, ἑτέρῳ μέν τοι καὶ ἑτέρῳ λόγῳ ἐν τοῖς πρὸς τοὺς λέξ γοντας αὐτοῦ μίαν εἶναι μόνην τὴν φύσιν ἀπεδείξαμεν σὺν Θεῷ· καὶ ἵνα μὴ πλείονα ὄντα τὰ αὐτὰ παλιλλογῶμεν, ἔνεστιν ἐκεῖθεν τῷ βουλομένῳ περί τοῦδε πληροφορείσθαι. Λέγοντες οὖν ἐπὶ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο τάς φύσεις, δῆλον ὡς μίαν τὴν τοῦ ἀνθρώπου φύσιν ἐν αὐτῷ καταριθμοῦμεν, ὡς είδους καινοτέρου γενομένης αἰτίας τῆς συνθέσεως τῶν ἐν αὐτῷ φύσεων. Κατά τρόπον οὖν καὶ λόγον τὸν τῆς μιᾶς φύσεως αὐτοῦ παραστατικόν, μία φύσις τοῦδε. Τὴν δὲ ὑπόστασιν τοῦ ἀνθρώπου, καὶ ὑμεῖς μὲν ἐν τῷ πρώτῳ τῆς παρούσης ὑποθέσεως κε φαλαίω, μίαν τε καὶ ἐκ δύο φύσεων ώμολογήσατε, λέγοντες πρὸς ἡμᾶς περὶ τῆς τοῦ Δεσπότου ὑποστάσεως, ὅτι εἰ μὴ τῇ τοῦ Πατρὸς, ἀλλὰ τῇ τοῦ Δαβίδ φαμεν αὐτὴν ὁμοούσιον, πῶς ἐκ δύο φύσεων λέγοντες αὐτὴν, οὐκ ἐκ ψυχῆς καὶ σώματος συνεστάναι βουλόμεθα; Τοιαύτη γὰρ ἡ τοῦ Δαβίδ· πλὴν καὶ τοῦτο ὑμῖν συγκεχωρήσθω· εἰ καὶ οὐ κατὰ γνώμην τισὶν, ἀλλὰ κατὰ οἰκονομίαν καὶ πρόνοιάν τινα λέγεται πολλάκις, μὴ εὐμνημονοῦσιν ἐν τῷ ψεύδεσθαι τῶν προειρημένων αὐτοῖς, ἵνα ἔχοιεν παρ' ἑαυτῶν ἑπό μενον αὐτοῖς τὸν ἴδιον ἔλεγχον. Ἡμεῖς δὲ εἰ καὶ μίαν ἴσμεν ἐπὶ ἀνθρώπου τοῦ καθέκαστα τὴν ὑπό στασιν. καὶ ἐπὶ πάσης ἑτέρας υποστάσεως φύσεων διωρισμένων, ἀλλ᾽ οὖν ἐπὶ τοῦ μὴ ἁπλῶς ἀνθρώπου
col. 1567–1568page 85 of 185
PG 86:1567ὄντος τοῦ Κυριακοῦ τοῦ τῆς τοῦ Λόγου ὑποστάσεως μὴ διακεκριμένου ποτέ, οὐδεμίαν ἴσμεν αὐτοῦ μόνου ἰδικὴν οὖσαν ὑπόστασιν· καὶ γὰρ οὐκ ἐν ἰδιαζούση ὑποστῆναι, ἀλλ' ἐν τῇ τοῦ Λόγου ὑποστάσει ὑφεστηκέναι τὸ ἀνθρώπινόν φαμεν τοῦ Σωτῆρος ἐξ ἀρχῆς οὔτε μὴν ἁπλῶς τὴν τοῦ Λόγου νῦν ὑπόστασιν, ὡς λόγου μόνον οὖσαν ὑπόστασιν νῦν οἴδαμεν· ἐπειδὴ σὺν τῷ ἀνθρωπίνῳ συνυφέστηκεν ἐν αὐτῇ τῶν ὁμοουσίων ὁ Λόγος μετὰ τὴν ἄφραστον αὐτοῦ ἕνωσιν. ᾿Αμφοτέρων οὖν μίαν ἴσμεν καὶ τὴν αὐτὴν κοινὴν οὖσαν ὑπόστασιν, ἢ προϋπῆρξε μὲν τῆς οὐσίας του ἀνθρώπου, ἰδικὴ οὖσα τὸ πρὶν τοῦ Λόγου ἐν τῇ κοινῇ τῆς θεότητος οὐσίᾳ· τὴν δὲ τοῦ Κυριακοῦ ἀνθρώπου φύσιν δημιουργήσατα ἑαυτῇ, καὶ περιπτυξαμένη καὶ συνάψασα τῇ ἰδίᾳ ἐν αὐτῇ φύσει, ἅμα τῷ καὶ τῆς φύσεως τῆς σαρκὸς εἶναι ὑπόστασις, καὶ κοινὴ εἶναι αὐτῇ ἐξ ἰδικῆς ἤρξατο και ποικιλωτέρα συν έστηκεν· οὐ γὰρ δὴ μόνῳ νῦν ὡς πρώην ἡ τοῦ Λόγου ὑπόστασις· ἰδιώματι τῷ γεννητῷ ἔκ τε τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος διακρίνεται, ἀλλὰ καὶ τῷ ἐκ πλειόνων αὐτὴν εἶναι φύσεων και φυσικῶν ἰδιωμά των καὶ προσωπικῶν δηλαδὴ περισσότερον· πῶς οὖν ὑπόστασις τοῦ μὴ ὑποστάντος ποτὲ ἐκτὸς αὐτῆς τῆς τοῦ θείου Λόγου ὑποστάσεως συναριθμηθήσεται αὐτῇ; Εἰ δὲ καὶ ἦν ὑπόστασις τῇ σαρκὶ πρὸ τῆς συλλήψεως αὐτῆς, ὅπερ οὐδεὶς εὐσεβῶς ἐρεῖ, πῶς μετὰ τὸ λη φθῆναι, ἤγουν ἐν ἀλλήλοις μεῖναι τό τε ληφθὲν καὶ τὸ λαὸν, παραμένειν ἐν αὐτοῖς δύναται, καὶ τώς ζεσθαι ἀπ' ἀλλήλων ἑκατέρου διάστασις, ὅπερ συν ίστησι τὴν ὑπόστασιν; Οὐκοῦν ὀρθῶς εἰδέναι δέον τοῦ μὲν Λόγου κοινὴν τὴν φύσιν πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα· τὴν δὲ ὑπόστασιν ἰδικὴν μὲν ὡς πρός τε τὸν Πατέρα καὶ τὸ Πνεῦμα καὶ πρὸς πάντας τοὺς μὴ ἐκ τῆς ἁγίας Παρθένου ἀνθρώπους, μόνον δὲ κοινὴν ὡς πρὸς τὴν ἐκ τῆς Θεοτόκου ληφθεῖσαν τῷ λό γῳ σάρκα· καὶ αὐτὴν δὲ ἀνάπαλιν τὴν ἐκ τῆς ἁγίας Παρθένου σάρκα, τὴν μὲν φύσιν κατὰ τὴν ἡμετέραν κοινωνίαν, κοινὴν ἔχειν πρὸς πάντας τοὺς ἐξ ᾿Αδάμ, τὴν δὲ ὑπόστασιν ἰδικὴν πρός τε ἡμᾶς καὶ τὸν Πατέ ρα καὶ τὸ Πνεῦμα, πρὸς δὲ τὸν Λόγον μόνον κοινήν οὗτος γὰρ κανὼν ὀρθοδοξίας ἡμῖν διὰ τῶν θεηγόρων παραδέδοται. Ὅτι δὲ ἡμῶν μὲν μίαν ὑπόστασιν, δύο δὲ φύσεις ἔν τε τῷ ἀνθρώπῳ καὶ ἐν Χριστῷ ὀρθῶς λεγόντων ὑμεῖς λίαν ἀσυμβάτως ἔχετε ἑαυτοῖς, ἑξῆς σὺν Θεῷ δειχθήσεται, μετὰ τὸ ἀποκρίνασθαι πρὸς τὰς περὶ τούτου ὑμῶν πάσας κατασκευάς. Πρώτον δὲ τέως ἡμῖν δεικτέον, ὡς καὶ ὑμεῖς οὐ μόνον μίαν ὑπόστασιν τὸν ἄνθρωπον, ἀλλὰ καὶ μίαν φύσιν κατὰ τοὺς ἀπὸ Εὐτυχούς φατε τούτῳ γε τῷ λόγῳ. Εἰ γὰρ ὡσαύτως ταῖς ὑποστάσεσι δύο καὶ τὰς φύσεις ἐπὶ Χριστού φατε, οὐδὲν τούτων ἐν θατέρῳ πλεονάζον ὁρῶντες, τὸν Χριστὸν ἴστε Θεὸν καὶ ἄνθρωπον· ἡ τοῦ ἀνθρώπου τοῦ ἐν αὐτῷ δύο ἴστε τὰς φύσεις καὶ δύο τὰς ὑποστάσεις, τοῦ δὲ Λόγου μὴ εἶναι φύσιν ἢ ὑπόστασιν ὅλως φατέ, ἀλλ' ἀνούσιόν τε καὶ ἀνυπόστατον αὐτὸν διαγράφετε ἢ τοῦ μὲν Λόγου μίαν ὑπό. στασιν καὶ μίαν φύσιν, καὶ τοῦ ἀνθρώπου δὲ μίαν οὐ μόνον δὲ τὴν ὑπόστασιν, ἀλλὰ καὶ τὴν φύσιν γινώ σκοντες ἐν Χριστῷ διηλέγχθητε. Καὶ ποῦ εἰσι καὶ τίνος ἡ τερθρεία τῶν λόγων καὶ μάχη τῶν ῥημάτων καὶ ἐναντιότης; καὶ οὐκ οἶδα ὅσα καταῤῥητορεύοντες προοιμιάζεσθε. ΚΕΦΑΛ. ΙΕ Εἰ διαφέρει καθ' ὑπόστασιν τὸ σῶμα Πέτρου του
col. 1569–1570page 86 of 185
PG 86:1569σώματος Παύλου, πῶς οὐκ ἔσται καὶ τὸ σῶμα τοῦ ἀνθρώπου, ὑπόστασιν ἔχον; Εἰ ἡ ψυχὴ Πέτρου ἔχει ὑπόστασιν ὡς Πέτρου καὶ φύσιν, καὶ τὸ σῶμα Πέτρου ἔχει ὑπόστασιν ὡς Πέτρου καὶ φύσιν· δύο δὲ φύσεις ὁ Πέτρος διὰ ψυχὴν καὶ σῶμα, πῶς οὐ δύο καὶ ὑπο στάσεις ὁ Πέτρος διὰ ψυχὴν καὶ σῶμα; Εἰ δὲ δύο φύσεις ἡ ψυχὴ Πέτρου καὶ τὸ σῶμα, καὶ δύο ὑποστάσεις ἡ ψυχὴ Πέτρου καὶ τὸ σῶμα, πῶς οὐ ψευδές το δύο φύσεις λέγειν τὸν ἄνθρωπον, καὶ μίαν ὑπόστασιν; Ταῖς ὑμετέραις ἄρκυσι περιεπλάκησε· καὶ τὸ Δαυῒδικὸν ὑμῖν ἐπιβοἂν ἡμᾶς παρασκευάζετε·. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλὸς,» καὶ, ο Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ.» τῶν γὰρ ἀρτίως ἐλέγετε, δέον ὑμᾶς μιμνήσκεσθαι· ἐν οἷς δύο τὰς ὑποστάσεις τοῦ ἀνθρώπου θέλοντες κατασκευάζειν, τρεῖς ἡμᾶς τὰς φύσεις του Σωτῆρος λέγειν, συνάγετε. Πρῶτον μὲν οὖν ὅπως εἶεν διάφοροι ψυχῆς καὶ σώματος αἱ ὑποστάσεις ἑνὸς καὶ τοῦ αὐτοῦ ζῶντος ἐν σαρκὶ ἀνθρώπου ἀγνο οῦμεν· εἰ γὰρ ζῶντος καὶ σωζομένου τοῦ συνθέτου ζώου δύο ἴστε τὰς ὑποστάσεις τῶν ἐν αὐτῷ ἐν τῷ ἐκ τοῦ θανάτου χωρισμῷ· ἢ οὐ δύο μόνον τὰς φύσεις αὐτοῦ καὶ ὑποστάσεις ὁμοίως ἴστε, ἀλλὰ πλείους διὰ τὸν χωρισμὸν καὶ τὴν διαίρεσιν τοῦ ζώου· πᾶν γὰρ διαιρούμενον πληθύνει τὴν ἑαυτοῦ ἀριθμὸν, καὶ ἔσονται τέσσαρες ἢ ὀκτὼ αἱ κατ' αὐτὸν φύσεις καὶ ὑποστάσεις· ἢ τὰς αὐτὰς εἰδότες φύσεις αὐτοῦ καὶ ὑποστάσεις καὶ μετὰ τὴν διάλυσιν τοῦ ζώου, τὸν αὐτ τὸν ἔσεσθαι λόγον εἰδότες κατὰ τὴν ὕπαρξιν τοῦ τε ζῶντος καὶ τοῦ νεκροῦ, καὶ τὰ τοῦ ἡνωμένου και διακεκριμένου ἀνθρώπου συνθέτου καὶ ἔσται ὁ αὐτὸς τῶν ἐναντίων λόγος κατὰ τὰ ὑμέτερα προβλήματα ἐπ' αὐτοῦ. Συγκεχωρήσθω δὲ ὑμῖν ὅμως καὶ τοῦτο μετά πάντων· τὸ δέ γε ἕτερον τὸ ἐξ ὑμῶν ἡμῖν πρό μια κροῦ ληφθέν, νῦν ἀκούσεσθε παρ' ἡμῶν, ὡς εἰς τών ματος ὑπόστασιν ἐν ἀνθρώπῳ ἴστε· καὶ δύο τὰς ἐν αὐτῷ ὑποστάσεις ὥσπερ οὖν καὶ τὰς φύσεις διὰ τόδε οἴεσθε· διὸ δὲ καὶ ἡμᾶς παραγράφεσθε τὸ κατ' αὐ τὸν παράδειγμα εἰς ἔνδειξιν δύο φύσεων καὶ μιᾶς ὑποστάσεως ἐφελκομένους ἐπὶ τοῦ Κυρίου· δῆλον ἄρα ὡς καὶ ὑμεῖς ἄνθρωπον καὶ Θεὸν λέγοντες τὸν Χριστόν, δύο μὲν τὰς τοῦ ἀνθρώπου ὑποστάσεις, μίαν δὲ τὴν τοῦ Λόγου ὑπόστασιν ἐν αὐτῷ διεγνώ Κατε καὶ ἔσεσθε σαφῶς τρεῖς τὰς ὑποστάσεις εἰδό τες ἐν Χριστῷ καὶ οὐ δύο μόνον, καθὼς λέγειν ἐπει ρᾶσθε μέχρι τοῦ νῦν, μίαν τὴν τοῦ Θεοῦ, καὶ μίαν τὴν τοῦ ἀνθρώπου· ἀλλὰ δύο μὲν τοῦ ἀνθρώπου, μίαν δὲ τοῦ Λόγου δοξάζοντες· ὁμοίως δὲ καὶ τρεῖς τὰς φύσεις αὐτοῦ ἐξ ἀνάγκης παρέχοντες, διά τε τὸ μὴ εἶναι ὑπόστασιν ἀνούσιον· ἵνα τοῖς ὑμετέροις καὶ κατὰ τὰ ὑμέτερα νοήματα χρησώμεθα, καὶ τὸ αὐτόθεν ἤδη λέγειν δύο τοῦ ἀνθρώπου τὰς φύσεις εἶναι, μίαν δὲ τοῦ Λόγου· ὡς εἶναι λοιπόν συναγομένην τοῦ ὑμετέρου δόγματος τὴν ὁμάδα, εἰς ἕξ τινα τὸν ἀριθμὸν τῶν ἐπὶ Χριστοῦ νοουμένων ήγουν τριῶν φύσεων, τριῶν δὲ ὑποστάσεων, ὦ σοφώτατοι
col. 1571–1572page 87 of 185
PG 86:1571καὶ εἰ μὲν οὐ ταυτὸν θάτερον θατέρῳ, ἰδοὺ ἀνὰ τρία τάδε ἐπὶ τοῦ Κυρίου δεδώκατε καὶ πῶς ἀνὰ δύο φατέ, τὸ ἥμισυ παρακλέψαντες τοῦ δόγματος εἰ δὲ καὶ ὡς βούλεσθε λέγειν πολλάκις ταυτὸν αἱ φύσεις ταῖς ὑποστάσεσιν, ἐξ αὐτοῦ ὁμοίως αἱ ὑποστάσεις εἶεν καθ᾽ ὑμᾶς, προτεθειμένου τοῦ ἀριθμοῦ τῶν φύ σεων ταῖς ὑποστάσεσι· καὶ τοῦτο, ἢ πασῶν οὐσιῶν οὐσῶν, οὐδενὸς ὄντος αὐτῷ λοιπὸν προσώπου, ἢ πα σῶν ἀντὶ προσώπων λαμβανομένων, οὐδεμιᾶς μενού ". σης οὐσίας τοῖς ἓξ προσώποις Χριστοῦ· εἰ δὲ ταῦτα γέλωτα καὶ θρήνον ἐξεγείρουσι τῷ ἀκούοντι, λίαν ἐναργώς πεπεῖσθαι ὑμᾶς δέον ὡς ἐν τάχει καὶ σφοδρότερον ὑμῖν τὸ ὑμέτερον πονηρὸν ἀντιπεμφθῇ μέλος, τῇ ἀληθείᾳ τῆς εὐσεβείας, καὶ τῇ πέτρα τῆς ὀρθοδοξίας τῇ ἀῤῥαγεστάτῃ προσκροῦσαν· ἵνα πληρωθῇ τὸ εἰρημένον, «Η ῥομφαία αὐτῶν εἰσ ἐλθοι εἰς καρδίας αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείη,» κατὰ τὸ λόγιον. ΚΕΦΑΛ. 14'. Τριῶν ὄντων ὁμολογουμένως προσώπων τῶν θείων, τὸ δὲ ῥαπισθεν, φησί, ποῖον εἶναι λέγετε; Εἰ μὲν γὰρ τὸ τοῦ Λόγου, ἐπεὶ ὁμοούσιον τῷ Πατρὶ, ἔσται καὶ ὁ Πα τὴρ καὶ τὸ Πνεῦμα ὁρατὸς καὶ ἁπτὸς καὶ πληκτὸς καὶ ἔγχρονος καὶ παθητὸς ἁπλῶς, καὶ οὐδὲν διαφέρων ἡμῶν τῇ φύσει· τοιοῦτον γὰρ τὸ ῥαπισθεν προς ωπον· εἰ δὲ ἕτερόν ἐστι τὸ ῥαπισθεν, ήγουν τὸ τοῦ Χριστοῦ πρόσωπον, παρὰ τὰ τῆς ἁγίας Τριάδος τρία, πῶς οὐ δύο πρόσωπα τοῦ τε λόγου τοῦ ἑνὸς ὄντος τῆς Τριάδος, καὶ τοῦ Χριστοῦ, καὶ ὑμεῖς διδίατε; Αλλ' εὔδηλον τὸ παρὰ τὴν ὁμωνυμίαν σόφισμα απ τῶν· τὸ γὰρ ῥαπισθὲν πρόσωπον, οὐ τὸ ἀντὶ ὑπο στάσεως λαμβανόμενον ἦν, ἀλλ' ἡ ὄψις και μορφή τῶν περὶ τοὺς ὦπας μερῶν τοῦ σώματος τοῦ ἀν πρός θρωπείου, ὅθεν καὶ λέγεται· ὅτι δὲ τοῦτό ἐστι τὸ ἀντὶ ὑποστάσεως νοούμενον, δεικτέον ἑτοίμως· τὸ μὲν γὰρ καθ' ὅλης λέγεται τῆς ὑποστάσεως Χρι στοῦ, τὸ δὲ κατὰ μέρους τοῦ σώματος αὐτῆς μόνον ἔτι κατ' ἐκεῖνο μὲν τὸ ὑποστατικών πρόσωπον, οὐ δέποτέ τι ζῶον ἰδικὸν ἢ ἄζωον ἓν πράγματι υπάρ χου, διπρόσωπόν ἐστι· οὐδὲν γὰρ ὄντων ἐν ἀριθμῷ ὄν, δισυπόστατόν ἐστι· κατὰ δὲ τοῦτο, πολλὰ ζῶα διπρόσωπα καὶ τρικάρηνα καὶ πολυκέφαλά ἐστιν οἷον ἀμφισβαῖναι ἔδραι καὶ τὰ λοιπά, ὥσπερ αὖ καὶ τα τεράστια τετραπρόσωπά τε καὶ τετράμορφα τὰ Χερουβίμ, οὕτω μὲν καὶ ἑτεροειδώς μεμορφωμένα καὶ ὅμως τέσσαρας αὐτῶν οὐ φαμὲν καὶ τὰς ὑπο στάσεις. Ετι κατ' ἐκεῖνο κοινὴ φύσις ἐν τοῖς καθε έκαστα διακρίνεται· κατὰ δὲ τοῦτο, καὶ ἡ ἰδικὴ φύ σις αὕτη ὡς εἰς μέλος τόδε καὶ τόδε μερίζεται· ἔτι ἐκεῖνο, κατά τε ἀψύχων καὶ ἐμψύχων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ ζώων καὶ ἀζώων λέγεται, ήγουν τὸ ἀντὶ τῆς ὑποστάσεως· παντὸς γὰρ ὄντος αὐθε υποστάτως, ἐστὶ καὶ ὑπόστασις· τοῦτο δὲ ἐπὶ μένων τῶν ἐμψυχωθέντων σωμάτων κυρίως· τῶν γὰρ ἀψύχων τὰ πλεῖστα τὴν ἐπιφάνειαν μόνον δηλοί λεγόμενον· ἔτι ἐκεῖνο και διά τινων νοητῶν πολλάκις ὑπο γράφεται επουσιωδῶν ὥσπερ τῷ ἀγεννήτῳ ὁ Πατήρ τοῦτο δὲ μόνον διὰ τῶν αἰσθητῶν συμβεβηκότων ἀεὶ
col. 1573–1574page 88 of 185
PG 86:1573διαγράφεται ὑπόστασις οὖν καὶ τὸ ταύτης σημαντικὸν πρόσωπον, ἓν ἑκάστου ἐστὶ προσώπου, ὄψεως σημαντικῆς, εἴτε οὔσης, εἴτε καὶ μὴ οὔσης· πρόσω ωπον δὲ τὸ ὡς ὄψις, οὐ πάντως δύο ἑκάστῳ εἰσίν· οὐ δύο οὖν πρόσωπα ήγουν ὑποστάσεις τοῦ Λόγου καὶ τῆς ἐνσάρκου αὐτοῦ μορφῆς δηλαδὴ ἐντεῦθεν δεικνύετε διότι ἄλλο ἦν τὸ τῆς ὑποστάσεως Χριστοῦ τοῦ ἐνσάρου Λόγου πρόσωπον, καὶ ἄλλο τῆς αἰσθητῆς αὐτοῦ σαρκὸς μέλος, πρόσωπον λεγόμενον· εἰ γὰρ τοῦτο δοκεῖ ὑμῖν, πάντως καὶ ὑμῶν ὁ καθεὶς ἐπὶ ὄψιν τε ἔχει τὴν λεγομένην πρόσωπον· ὑπόστασις τέ ἐστι ἡ κουμένη πρόσωπον, δύο ἔχει τὰ πρόσωπα· ἔτι δὲ ἐπεὶ περιέχει πᾶν ὑποστατικών πρόσωπον τήν τε ψυχὴν πᾶσαν, καὶ πάντα τὰ τοῦ σώματος τῶν καθέκαστα τὰ μέρη, ὧν ἐστιν ἐν καὶ ἡ ὄψις αὐτή, ἔσται ὑμῶν τὸ ἓν πρόσωπον ἄρα τῷ ἑτέρῳ προσώπῳ ὑμῶν περιεχόμενον· οὐ ταυτὸν δὲ πώποτε τῷ περιέχον τ: αὐτὸ τὸ περιεχόμενον· ἄρα οὖν οὐχ ἓν καὶ ταυτὸν, οὐδὲ τοῦ καθένα ὑμῶν τὸ πρόσωπον, ἀλλὰ δύο καὶ μεῖζον θάτερον· καὶ βραχὺ τὸ ἕτερον· ποῦ δὲ μεγάλην καὶ μικρὰν καὶ ταῦτα τοῦ αὐτοῦ ὑπόστασιν ἠκούσα. τε; ἔτι μὴν οὕτω τῶν πολυκεφάλων δέκα τυχὸν ἔτον ται ὑποστάσεις, εἰ δ᾽ οὖν καὶ ὑμεῖς ἐδιχάσθητε τῷ λόγῳ τὸν λόγον τῆς ἰδίας σαρκὸς οὐ διχάσαντες. πρόσωπον, ᾿Αλλ᾽ ἔστιν, ὦ οὗτοι, τάδε πανουργίας ἀνθρωπίνης πρὸς μεθοδείαν πλάνης τὰ σοφίσματα, ᾗ φησιν ὁ θεοῤῥήμων· ἐροῦμεν γὰρ ὑμῖν τοιόνδε· Καὶ ἡμεῖς ὁπωσοῦν ὅλως ἐνεργεῖσθαι τῷ θείῳ Λόγῳ τὸν Χριστὸν διδοῦσι κατὰ τὰ ὑπ' αὐτοῦ λεγόμενα ἢ γινόμενα, τί φατε; Ο Λόγος ὁ φήσας πρὸς τὸν λεπρόν, «Θέλω καθα ρίσθητι,ν ἦν χθὲς καὶ τρίτην καὶ πρὸ αἰώνων, ἢ οὐ χί; Εἰ μὲν γὰρ οὐκ ἦν, πῶς Θεὸς ὁ πρόσφατος δοκεῖ, κἂν ὅτι τὰ μέγιστα διὰ Χριστοῦ ἢ οὗτινος ἀνθρώπου ἐνεργοίη·· εἰ δὲ ἦν, πῶς θέλων οὐκ ἐκαθάριζεν εἰ μὴ τότε τὸν λεπρόν; Ωσπερ οὖν σαφὲς ἐπὶ τοῦδε, ὅτι προαιώνιος τοῦ Θεοῦ ὁ ζῶν τε καὶ ἐνεργὴς ἀεὶ Λό γος, τότε τῷ προφορικῷ αὐτοῦ λόγῳ τὴν κατὰ και ρὸν καὶ χρείαν ἑαυτοῦ θέλησιν ἐξαγγέλλει, πῶς οὐ δῆλον ὡς καὶ τὸ ἀπαθὲς αὐτοῦ καὶ ἀόρατον πρόσο ωπον διὰ τοῦ αἰσθητοῦ καὶ μέρους τοῦ σώματος αὐτ τοῦ ὑπάρχοντος προσώπου, τὴν ἀτιμίαν τῶν ῥαπι σμῶν δι' ἐλευθερίαν ἡμῶν καταδέχεται; Ετι μὴν, ὦ συλλογιστικοί, τριῶν ὄντων τῶν τῆς ἁγίας Τριάδος ὁμοουσίων προσώπων τὸ καθ᾽ ὑμᾶς πάντη ἑτεροούσιον αὐτοῖς πρόσωπον Χριστοῦ θεῖον λέγετε, ἢ οὐχί μὲν οὖν οὐχὶ, ὅλως ἢ οὐχ ὁμοίως οὐ δύνασθε λέγειν Θεὸν τὸν Χριστόν· ἢ ὅτι αὐτῷ ἐχαρίσθη τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι τὸ Θεός· καὶ ταύτην εἶναι τὴν ἀπὸ τῆς πρὸς Θεὸν σχετικῆς ἑνώσεως αὐτοῦ μεγάλην ἀξίαν τε καὶ δωρεάν· εἰ δὲ θεῖον μὲν λέγετε καὶ τόδε, ἑτεροούσιον δὲ παρὰ τὰ ἕτερα τρία ὁμοούσια θεία πρόσωπά φατε, τριῶν ὁμοουσίων, καὶ ἑνὸς ἑτερουσίου, πῶς οὐκ ἂν εἴη τέσσαρα πρόσωπα θεῖα ὑμῖν συναγόμενα; ΚΕΦΑΛ. ΙΖ'. Εἰ ὁ Θεὸς Λόγος, φησί, τὰ πάντα πληροῖ, καὶ τοῖς πᾶσι πάρεστιν ὁομάτως τῇ ὑποστάσει· ὁ δὲ ὁρώμενος Χριστὸς μήτρα τε καὶ φάτνῃ καὶ οἴκῳ περιώριστο τὴν ὑπόστασιν πρὸ τῆς ἁγίας ἀναστάσεως αὐτοῦ
col. 1575–1576page 89 of 185
PG 86:1575ἀλλὰ καὶ μετὰ τήνδε περιγράφεται τόποις, κατὰ τὰ Επορεύθη εἰς οὐρανούς·» καί, ε Ον δεῖ οὐρανὸν δέξα σθαι·» καὶ «Οὕτως ἐλεύσεται, δν τρόπον ἐθεάσασθε αυ τὸν πορευόμενον εἰς τὸν οὐρανὸν, ο πῶς οὐ θατέρα μὲν ὁρατὴ καὶ περιγραπτή ὑπόστασις, θατέρα δὲ ἀέρατος καὶ ἀπερίγραπτός ἐστιν; Αλλ' εἰ τοπικοῖς διορισμοῖς πᾶσα ὑποστάσεως περιγραφή ἐστιν, ἆρά με τοπικῶς καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ὁ Λόγος διώρισται τὴν ὑπόστασιν· εἰ δ' οὖν οὕτως καὶ ἐν τῷ παντὶ τοπικῶς εἶναι ὑμῖν εἴρηται ὁ Λόγος, ἄρα αἱ δύο ἄλλαι ὑποστάσεις τῆς Θεότητος, ἢ ἐν ἑτέρῳ πα τὰ ἑκατέρα, καὶ οὐκ ἐν τῷδε, ἢ ἐν οὐδενί ἐστιν· ἐν γὰρ τῷδε χώραν οὐκ ἔχει διωρισμένως εἶναι, πάντα πληροῦντος τὰ τῇδε τοῦ Λόγου· πῶς δὲ καὶ ἐν πᾶσιν ἡ θεία ὑπόστασις τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου, καθὼς εἴρηται; οὐ γὰρ τὸ αὐτό τι τόπος τέ ἐστί τίνων, καὶ ὡς ἐν τόπῳ ἐστὶν ἐν αὐτοῖς ἀδύνατον· εἰ οὖν ταῦτα μὴ κατὰ τοπικὴν περιγραφὴν τῆς ὑπου στάσεώς ἐστι τοῦ Λόγου, τί κωλύει μείναντα αὐτὸν θεῖον Λόγον, καὶ σαρκὸς φύσιν προσλαβόμενον, τους τε ὡς λόγον Θεοῦ διορισμούς ἔχειν, καὶ σαρκικούς τε πρὸς τούτοις ἐπικτήσασθαι διορισμούς κατὰ μίαν τὴν ὑπόστασιν αὐτοῦ; Ωσπερ γὰρ τῷ γεννηθῆναι, καὶ τῷ μὴ γεννᾶν, καὶ τῷ ἐν αὐτῷ εἶναι τῷ Πατρὶ ὡς βουλὴν καὶ λόγον βουλευτικοῦ καὶ λογικοῦ, καὶ τῷ μὴ καὶ ἐκτὸς αὐτοῦ εἰς ἕτερα πορεύεσθαι μὴ ἐκπο ρευτὸν εἶναι, καὶ τῷ δημιουργεῖν ἰδίως καὶ τοῖς λοι τοῖς ἰδιώμασιν αὐτοῦ ὁ Λόγος, δι' ὧν διακρίνεται πάντων τῆς Πατρικῆς καὶ τῆς τοῦ Πνεύματος του ἁγίου ὑποστάσεως, οὐ πλείους ποιεῖται ὑποστάσεις ἑαυτῷ, οὕτως οὐδὲ ἑτέρων ἰδιωμάτων προσθέσεις πλειόνων καὶ ἀντικειμένων πληθύνουσι τὴν ὑπόστασιν αὐτοῦ· καὶ τῷ γὰρ ἀγεννήτῳ διαφέρουσα μόνον, τελείως διώρισται ἡ ὑπόστασις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· καὶ τῷ γεννητικά δὲ προσδιακεκριμένη, οὔτε τελειοτέρα ἐστὶν ὑπό στασις, οὔτε δύο ὑποστάσεις λέγοιτο ἄν τινι ἀληθῶς. ᾿Αλλὰ πρὸς τούτοις, τί ἂν εἴποιτε καὶ περὶ τῆς ἀν θρώπου μόνου ψιλοῦ ὑποστάσεως, Παύλου τυχόν; ἆρα γὰρ ὁρατοῖς πᾶσι καὶ τοπικοῖς περιορισμούς τοῖς αὐτοῦ ἡ ὑπόστασις αὐτοῦ πᾶσα διαγινώσκεται; ψυχῇ τε ἅμα καὶ τῷ σώματι; ἢ δῆλον ὡς διαφόροις Καὶ ὅμως οὐ παρὰ τόδε διάφοροι υποστάσεις αὐτοῦ κἂν γὰρ ἐκτὸς τοῦ σώματος ἡρπάγη ἕως τρίτου οὐ ρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα τῇ ψυχῇ, τους τε τοπικοὺς καὶ ὁρατούς διορισμοὺς τοῦ σώματος, καὶ τοὺς νοητοὺς τῆς ψυχῆς ὡσαύτως ἔχων πρὸς Πέ τρον καὶ τοὺς λοιποὺς, οὐχ ἑτέραν ἔσχε διαστολήν, ἀλλὰ τῆς αὐτῆς ἐστι καὶ οὕτως ὑποστάσεω; μιᾶς. ΚΕΦΑΛ. ΙΗ'. Ἀλλὰ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, καὶ ἄφρονα συνετίζοντος Θεοῦ τὴν ἀγαθότητα ἐξομολογούμενοι, καὶ τὸ κατ᾿ ὄναρ ἡμῖν ἀπορηθὲν προθήσο μον. Εφη γάρ τις ἡμῖν, τὸ μὲν εἶδος μελάντερος πως, τὸ δὲ σχῆμα εὐλαβῶς ἐπιστολιζόμενο;, Ο Κύ ριος Θεὸς τῇ φύσει, ἢ καὶ τῇ ὑποστάσει, συνάγων, ὡς εἰ μὲν μόνον τῇ φύσει ἐστὶ Θεὸς, τῇ ὑποστάσει
col. 1577–1578page 90 of 185
PG 86:1577ἢ ἄνθρωπος ἢ ἑτερόν τι ἢ ἀνυπόστατος ὅλως ἐστίν· εἰ δὲ καὶ ὑποστάσει ἐστὶ Θεὸς, ἢ ὅλῃ τινὶ καὶ τελείᾳ καὶ ἰδοὺ δύο αὐτοῦ αἱ ὑποστάσεις, ὥσπερ οὖν καὶ αἱ φύσεις· εἴπερ μηδὲ ἡ ἀνθρωπότης αὐτοῦ ἀνυπόστατος ἢ ἐκ μέρους αὐτῆς τῆς μιᾶς αὐτοῦ ὑποστάσεως, ἔστι Θεὸς καὶ τῇ ὑποστάσει· ἔσται οὖν ἢ ἀτε λῆς κατὰ τὴν ὡς ὑποστάσεως τῆς ἀνθρωπίνης Θεό. τητα ὁ Χριστός, ἢ ὑπερτέλειος καὶ ὑπέρθεος ἡ ὑπό στασις Χριστοῦ, ὑπὲρ τὸν Πατέρα τε καὶ τὸ Πνεῦμα καὶ τὴν Λόγον νοουμένη· τοῦ γὰρ ιδίου μέρους δ ἦν τέλειος Θεός, μείζον αὐτῆς ἡ ὁλότης ἐστὶ καθ' ὑπόστασιν. Αλλ' ἐκεῖνος μὲν ταῦτα εἰπὼν, καὶ συνταράξας ἡμᾶς τῷ ἀπόρῳ, ἀπέστη σκοτοδινίᾳ περιβαλών· ὅρο Ορου δὲ πρὸς τὸ φῶς τὸ ἀληθινὸν ἀποσκοπήσαντες τί δοθήσεται καὶ τί προστεθήσεται ἡμῖν πρὸς γλῶσ σαν δολίαν, ἐθεωροῦμεν, ὡς τὸ Θεὸς πρῶτον μὲν φυ σικὸν ὄνομά ἐστιν, οὐσίαν πρώτως καὶ οὐ πρόσωπον σημαῖνον· ὥσπερ καὶ τὸ ἄνθρωπος, οὐ τὴν ὑπόστασιν Παύλου, ἀλλὰ τὴν φύσιν λέγει, ἑνί τε καὶ παντὶ καὶ ἰδίᾳ ἑκάστῳ, καὶ κοινῇ πᾶσιν ἀνθρώποις προστιθέμενον ἐστιν, ὅπερ τὸ Παῦλος ή Πέτρος ὄνομα υπου στάσεως οὐκ ἔχει· πῶς οὖν δυνατὸν τὸ αὐτὸ ἔκ τε τοῦ λόγου τῆς φύσεως, καὶ ἐκ τοῦ λόγου τῆς ὑπο στάσεω; διαφόρως τοῦ αὐτοῦ κατηγορεῖσθαι; Ετι μὴν κατὰ τὸ φυσικὸν ὄνομα, ὁμοιότης τινός πρός τινά ἐστί ποτε κατὰ δὲ τὸ ὑποστατικών, ἑτερότης μόνον· εἰ οὖν τὸ Θεὸς καὶ φυσικὸν καὶ προσωπικόν όνομα τῷ Χριστῷ, κατὰ τὸ αὐτὸ ἄρα ὄνομα ή τε ὁμοιότης αὐτῷ καὶ ἑτερότης, ἡ πρὸς τὰ λοιπὰ δύο θεῖα νοεῖται· ἔτι μὴν εἰ μὴ διὰ τὴν φύσιν καὶ ἡ ὑπόστασις Θεὸς, ἀλλὰ καὶ διὰ τὸν ἴδιον λόγον ἐστὶ, δύο θεότησι Θεὸς ὁ Χριστός· ὁμοίως δὲ καὶ ὁ Πατήρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἔτι δὲ εἰ ἥ τε οὐσία, καὶ αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας Τριάδος ἑκάστη ἀφ' ἑαυ τῆς λέγεται Θεὸς, τέσσαρες θεοὶ εἶεν ἡμῖν συναγόμεν νοι σαφῶς· πρὸς δὲ τούτοις, ἐπεὶ ἡ φύσις περιεκτικώτερά τε καὶ κοινοτέρα τῶν ὑποστάσεών ἐστι· καὶ ἡ κατὰ φυσικὸν λόγον θεότης, μείζων ἔσται· ἆρα οὖν μείζων Θεὸς ἐκ τῆς φύσεως, καὶ ἐλάττων ἐκ τῆς ὑποστάσεως ὁ Χριστὸς αὐτὸς ἑαυτοῦ νοηθήσεται; ἐπὶ δὲ πᾶσιν εἰ ὁ Λόγος ήγουν ἡ ὑπόστασις τοῦ Χριστοῦ καὶ καθό Λόγος ἐστὶ καὶ Υἱός, Θεὸς νοηθείη ἁπλῶς, καὶ οὐ τῇ ἐνθεωρουμένῃ αὐτῷ οὐσίᾳ αὐτοῦ τοιόνδε ὄνομα μόνον σφετερίζεται· ἐπεὶ ὁ Πατὴρ προδήλως οὐ Λόγος οὐδὲ Υἱός, ἔσται ἄρα οὐδὲ Θεός, ἢ οὐ τοιόσδε ὁμοίως καὶ τὸ Πνεῦμα τὸ ἅγιον: μία οὖν ὁμοία, καὶ τρεῖς διάφοροι θεότητες· καὶ ἕκαστον θεῖον πρόσο ωπον, σύνθετον ἐκ δύο θεοτήτων διαφόρων, μιᾶς μὲν ὁμοίας, ἑτέρα; δὲ ἀνομοίου· εἰ δὲ ταῦτα πάντα ἄτοπα, δῆλον ὡς ἐκ φύσεως μόνον Θεός τε ὁ Λόγος ήγουν ὁ Χριστός, καὶ ὁ Πατήρ, καὶ τὸ ἅγιον Πνεῦμα λέγεται· ὥσπερ οὖν καὶ ἄνθρωπος ὅ τε Δαβίδ καὶ Σολομῶν· οὔτε γὰρ ἡ Χριστὸς, ἢ Δαβίδ, ἢ προφήτης ἀπὸ τῆς φύσεως, οὔτε ἄνθρωπος ἀπὸ τῆς ὑποστάσεως λόγῳ. ΚΕΦΑΛ. ΙΘ'. Πᾶσα φύσις, φασί, διὰ τῶν ὑποστάσεων αὐτῆς [γνωσται· οὐδεὶς γὰρ οἶδεν ἱππότητα, μὴ γνοὺς ἰδι Ει ονομάζοιτο ἂν ἁπλῶς, εἰ μὴ ἄρα τῷ τῆς ἐνθεωρίας
col. 1579–1580page 91 of 185
PG 86:1579κῶς τόνδε τινὰ καὶ τὸν ἵππον· ὁμοίως οὐδὲ αἰγή Ο τητα, ἢ ἕτερον εἶδος κοινὴν ἢ ἰδικών· εἰ οὖν δύο τὰς φύσεις ἴστε Χριστοῦ, δῆλον ὡς τὰς ὑποστάσεις του των προεγνώκατε. Αρα οὖν εἴποιμεν· Ἐπεὶ Φειδίων τὰ ἔργα ὁρῶντες, τὴν φύσιν συνήκαμεν, οὔτε γὰρ ἀγγέλου οὐδὲ ἀλόγου τὰ ἀνδρειοπλαστικά ἐστιν· εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ γνωρίζομεν, βαβαὶ τῶν λογοπλαστῶν μᾶλλον ἢ τοῦ ἀνδροπλάστου! Ενώχ δὲ καὶ Νῶς διότι τὴν οὐσίαν οὐκ ἀγνοοῦμεν, ἄρα καὶ τὰ πρόσωπα εἰδέναι διαβεβαιωσόμεθα; ἀλλ᾽ εἶποιτε ἴσως, ὅτι οὐδὲ τὴν φύσιν αὐτὴν Νῶς τὴν ἰδικὴν ἴσμεν, ἀλλ' ἐξ ὁμοίων τινῶν ὧν γινώσκομεν ἀναλογιζόμεθα. Δεδόσθω οὖν τόδε· πῶς οὖν εἰ τὴν μὲν φύσιν ἐξ ὁμοίων ευπορήσαντες ἀνελογισάμεθα, τὴν δὲ ὑπόστασιν ἐξ ὁμοίας υποστάσεως οὐκ ἐπεγνωκότες; Οὐ γάρ ἐστιν ὑπόστασις ὑποστάσει πάντη ὁμοία πώποτε, διὰ τῆς μὴ οὔσης μηδὲ ὁμοίαν ἐχούσης ὑποστάσεως αὐτοῦ, καθώς φατε, συνῶμεν τοῦ Νῶε την φύσιν; εἰ δὲ συνή καμεν, καὶ ἄνευ ὑποστάσεως ἄρα γε ἔστιν εἰδένα φύσιν, καὶ ἄνευ τοῦ εἰδέναι αὐτῆς καὶ τὴν ὑπέ στασιν. Τί οὖν; φησίν· ἀνυπόστατον τὴν Νας φύσιν ἐννοεῖτε; Οὐ δῆτα· οὐ γὰρ τοῦτο ἐλέγομεν, ἀλλ' ὅτι οὐκ ἀνάγκη δι᾽ ὑποστάσεως ἀεὶ, ὥς φατε, καὶ πάντως τὴν φύσιν γινώσκεσθαι· ἵνα ὁ μὴ λαμβάνων γνῶσιν ὑποστάσεως πρῶτον, μηδὲ φύσεως· ὅπου με εἰ καὶ δι᾽ ὑποστάσεως ἡ γνῶσις τῆς φύσεως πάντως ἐστὶ, τί κωλύει ἐκ μιᾶς ὑποστάσεως πλείους θεωρῆσαι φύσεις τῶν προεγνωσμένων; καὶ γὰρ Ανδρέαν ὁρῶντες, οὐ τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος δι ωρισμένας βλέπομεν ὑποστάσεις, ἀλλὰ μίαν 'Ανδρέου ὅλου τὴν ὑπόστασιν ἴσμεν· καὶ ὅμως δύο φύσεις νου μὲν αὐτοῦ, τῆς ψυχῆς καὶ τοῦ σώματος. ΚΕΦΑΛ. Κ'. Τάχα δὲ ἂν καὶ τόδε εἴποιεν, ὅτι Πάντα τὰ κατὰ φύσιν ἡμῖν καὶ ἐν Χριστῷ ὁρῶνται· ὡμοιώθη γέρ ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· ἡ δὲ κατὰ φύσιν γέννησις ἡμῶν, προϋπάρχουσαν ἔχει τὴν διάπλασιν, τῆς ἑνώσεως αὐτῶν τῆς πρὸς ψυχάς· ἀνάγκη εν ὑποστάντος τοῦ σώματος τοῦ Κυριακοῦ πρὸ τῆς ψ χας, ἢ ἰδίαν ἔχειν ὑπόστασιν, εἶτα ἐμπνευσθείσῃ αὐτῷ ψυχῇ ἐν τρίτοις καὶ τῷ λόγῳ καθ᾽ ὑπόστασιν ἑνωθῆναι, δύο υποστάσεων συναφθεισῶν ἀλλήλαις· ὅπερ ζητητέον πῶς ἔσται, καὶ τίνι τρόπω μόνον γίνεται οὐ γὰρ ἄλλῳ πλὴν τῷ κατ' εὐδοκίαν μόνην· ἢ τῷ σώματι προήνωτο ὁ Λόγος, καὶ ὕστερον ἐπέπνευσεν, ἑαυτῷ καὶ τῇ σαρκὶ τὴν ψυχὴν τὴν ζῶσαν· οὐ διὰ μέσις ψυχῆς σαρκὶ ὁ Λόγος ἥνωται, ἀλλὰ διὰ μέσης σαρκὸς μᾶλλον τῇ ψυχῇ ἡνώθη, ὅπερ ἄθεσμον· διὰ γὰρ τῶν οἰκειοτέρων καὶ ἐγγυτέρων τοῖς πολεωτέρω συνάπτεται τι. Αλλ' ἔστιν ὁμολογούμενον, ὅτι καὶ καταδεξάμενος τὰ φυσικὰ ἡμῶν ὁ Κύριος, τῶν ὑπὲρ φύσιν ἡμετέραν οὐ χηρεύει· πολὺ γὰρ τοῦδε μᾶλλον ἀπεμφαίνει, πρὸς τὸν ἡμέτερον τῆς γεννήσεως τρόπον άσπορος αὐτοῦ κύησις, καὶ ἄφθορος ἀπόταξις, ἀλλὰ καὶ ἡ ἄλ μος αὐτοῦ τεσσαρακοντούτις νηστεία καὶ τὰ τοιάδε ἐπὶ οὖν Χριστοῦ καὶ τόδε ὑπὲρ τὴν ἡμετέραν φύσιν πιστεύομεν οἰκονομηθῆναι, ὡς ἅμα τε εἶναι τὴν
col. 1581–1582page 92 of 185
PG 86:1581σάρκα αὐτοῦ, καὶ ἐψυχωμένην εἶναι, καὶ τοῦ θείου Λόγου σάρκα εἶναι ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νερά· οὔτε γὰρ χρόνου προς κατάπραξιν τῶν τῆς εὐδοκίας αὐτοῦ δεῖται ὁ Παντοδύναμος, οὔτε λόγον ἔχειν τὴν ἐκ πίστεως λόγον σύλληψιν καὶ κύησιν τῆς μακαρίας Παρθένου πιστευσάσης ὅτι Εσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου, ὑπὲρ πᾶσαν ἐλπίδα καὶ ἔννοιαν καὶ φύσιν οὖσιν, ὁμοίως προϊέναι ταῖς τῶν σωματικών σπερμάτων τελειώσεσιν. Η μὲν γὰρ εἰς σάρκα σπορά, ἐκ θελήματος σαρκός ἐστι διευθηθεῖσα σὰρξ δυνάμει φυσικῇ· ἡ δὲ εἰς ψυχὴν πίστις ἐστὶν ἐξ εὐδοκίας Θεοῦ σπινθηρισθεῖσα καὶ μεταδοθεῖσα δόξα διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος, γεννῶσι ὁμοιογνώμονας τῆς ἰδίας ἐνδιαθέτου κρίσεως τοὺς τῷ εἰρηκότι πρὸς τὸν λόγον ἑαυτοῦ, Εν σοὶ εὐδόκησα· κατὰ γοῦν τὴν τοιάνδε πνευματικὴν ἀναγέννησιν καὶ δι᾽ ὕδατος καὶ Πνεύματος πάντες τὴν φύσιν τῆς σαρκὸς εἰς πνεῦμα ἀχρόνως αναγεννώμεθα οἱ πιστεύοντες τῷ οὕτως κατὰ σάρκα γεννηθέντι Χριστῷ· διὰ τὸ ἐν σαρκὶ οὖσαν τὴν ψυχὴν, πνευματικὴν ὅμως τήνδε σποράν, καὶ πνευματικῶς κατα δεξαμένην ἐνωθῆναι τῇ κρίσει, πνευματικῆς φύσεως ἀξιωθῆκαι· διὸ καὶ τῇ φύσει· τὸν γὰρ λόγον σου, Κύ με, είτουν ο φόβον, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσα μεν ν τῇ πίστει αὐτὸν, ἐν ἑαυτοῖς ἐργωδῶς τελεσφοροῦντες, ι καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Ὁ γὰρ ἐν σαρκὶ ῶν, καὶ μὴ τοῖς Ο κατὰ σάρκα φαινομένοις, ἀλλὰ τοῖς κατὰ πνεῦμα τιθέμενος, ἑαυτοῦ πως τὴν σύνθεσιν μεταμείβει ἀντὶ τῆς τῇ σαρκὶ φυσικῆς συμφορήσεως ἀποσχίσας ἑαυτὸν, καὶ τῆς πρὸς τὸ Πνεῦμα ὅ ἐστιν ὁ Θεὸς Λόγος γενόμενος γνωμικής συνελεύσεως. Ο γοῦν οὕτω κολλώμενος τῷ Κυρίῳ, ἐν πνεῦμά ἐστι σὺν αὐτῷ. ΚΕΦΑΛ. ΚΑ'. Πάλιν οὖν φασιν· Εἰ τοῖς ἰδιώμασιν αὐτοῦ ὁ Θεὸς Λόγος διακρινόμενος τοῦ ὁμοουσίου αὐτοῦ Πατρὸς καὶ Πνεύματος, ὑπόστασις εὐθὺς νοεῖται, καὶ τοῖς ἰδιώμασιν αὐτῆς ἄρα ἡ σὰρξ αὐτοῦ τυχὴν τῷ ἄνευ ἁμαρτίας ἐκ Παρθένου προελθεῖν καὶ τοῖς τοιοῖσδε τῶν ὁμοουσίων αὐτὴ πάντων διακεκριμένη εὐθὺς καὶ ἥδε ὑπόστασις νοηθείη· ἐπεὶ οὖν μὴ τὰ αὐτὰ τοῦ Λόγου τε καὶ τῆς σαρκὸς τὰ ἰδιώματα, οὐδὲ αἱ ὑποστάσεις ἄρα πῶς οὖν μία ὑπόστασις ὑμῖν ἡ τῶν δύο τε φύσεων καὶ διττῶς διακεκριμένων ἐκ τῶν ὁμοφυῶν λελόγισται; ᾿Αλλ' εὔδηλόν ἐστι τῷ προσεκτικώτερον ἐπι βάλλοντι, ὡς τὰ τῆς σαρκὸς τοῦ Κυρίου Ιδιώματα πάντα, ἑνὶ καθολικωτέρῳ αἰτίῳ αὐτῶν πάντων ἰδιώ ματ' αὐτῆς περιέχεται· ὅ ἐστι αὐτὸ τοῦτο τὸ μὴ ἀθεεὶ αὐτὴν καὶ τῇ καθ᾿ αὐτὴν φύσιν αὐτῆς ψιλῇ ὑποστῆναι αὐτὴν πώποτε· διὸ καὶ ὅσα ἰδικῶς αὐτῷ ἐμφαίνεται ἕτερα ιδιώματα παρὰ πάντας ἀνθρώπους, ταῦτά ἐστι θεοπρεπή, οἷον ἡ ἀναμάρτητος γέννησις, καὶ ἄπταιστος πάντη διαβίωσις αὐτοῦ, ἡ πανάγαθος πρόθεσις ἀεὶ, ἡ ὑπερδύναμος πρὸς θαυματουργίαν ἰσχὺς αὐτῆς, ἡ ὑπέρσοφος γνῶσις, ἡ παντέλειος καὶ ὑπερφυὴς ἀρετὴ, καὶ τὰ τοιάδε θεῖα· εἰ δὲ τὰ θεῖα οὐκ ἄνευ θείας φύσεως ποτε φαίνεται, καὶ τὰ ἰδιώ ματα πάσης υποστάσεως αὐτῆς ἰδίως εἶναι δεῖ. Οὐ
col. 1583–1584page 93 of 185
PG 86:1583γὰρ τὰ ἐξ ἑτέρα; ἢ ἐν ἑτέρᾳ ὑποστάσει φαινόμενα, ταῦτά τις ἄλλης ὑποστάσεως εἶναι ἰδιώματα καταλογίσαιτο. Ανάγκη ἄρα αὐτῆς τε τῆς σαρκὸς τοῦ Κυρίου 18:2 ματα, καὶ θεῖα τάδε ὄντα, μὴ ἄνευ θείας φύσεωςεἶναι τὴν ὑπόστασιν τήνδε αὐτὴν μαρτυρεῖν. Φύσις δὲ θεία ἐπεὶ ἀνυπόστατος οὐκ ἔστι, δῆλον ὅτι καὶ θείαν ὑπόστασιν εἶναι τῇδε προσμαρτυρεῖ τῇ ὑποστάσει τῆς σαρκὸς ἧς τὰ θεοπρεπῆ ἰδιώματα τῶν ὁμπου σίων αὐτὴν διέστειλεν ἀνθρώπων· εἰ δὲ μὴ εἰς δύο ὑποστάσεις ἑαυτὴν διέστησεν ἡ τοῦ Λόγου θεία φύσις, ἧς τά τε υἱοπρεπὴ ἰδιώματα πρὸ τῆς σαρκός ἐστ:, τῶν ὁμοθέων αὐτῇ προσώπων διακρίνοντα, καὶ τὰ τῆς σαρκὸς θεοπρεπῆ ἰδιώματα τῶν ὁμοφυῶν αὐτὴν δια στέλλοντα ἀνθρώπων, ἀνάγκη μίαν νοεῖσθαι μόνην εἶναι τὴν ὑπόστασιν τοῦ Λόγου καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ, καθ᾽ ὑπόστασιν αὐτοῦ ἑνωθεισῶν ἄμφω τίνες τῶν φύσεων ἐν Χριστῷ. ΚΕΦΑΛ. ΚΒ'. Εἰ διὰ τὸ μηδὲν ἐλλιπὲς ἔχειν τὴν ἀνθρωπείαν φύ σιν Χριστοῦ, φησί, παρὰ τὴν φύσιν τῶν καθέκαστα ἀνθρώπων, προσαριθμεῖτε καὶ αὐτὴν τῇ τῆς θεότη της φύσει, τί δὴ ἄρα μηδὲν ἐλλειπούσης παρὰ τὰς ὑποστάσεις τῶν καθέκαστα ἀνθρώπων, καὶ τῆς ὑπο στάσεως αὐτοῦ τῆς ἀνθρωπίνης, οὐ προσαριθμείτε καὶ ταύτην τῇ ὑποστάσει τοῦ Λόγου, καὶ δύο φατέ καὶ τὰς ὑποστάσεις τοῦ Λόγου; Ετοίμως οὖν φαμεν ὅτι ὁ διορισμός αὐτῇ λείπει ἀφ' ἑτέρας πάτης ὑποστάσεως· οὗτος γὰρ καὶ μόνος ἐστὶν ὁ τῶν ὑποστάσεων παραστατικός· ὅτε δὲ οὕτως ἔχει, σκο πητέον οὕτως. Εἰ γάρ τις γυνή σαρκίον τι ἀδια πλα στον εἶτ᾽ οὖν σῶμά τι πωρῶδες ἄψυχον ἀποτέκος, οἷα συμβαίνει ἔν τε ταῖς ἐξαμβλώσεσι, καὶ ἐπὶ τῆς λεγομένης μύλης κυηθείσης ἐν τῇ μήτρα, ὑπόστας. τινα σώματος, εἰ καὶ ἀψύχου, φαμὲν τὰ δε τὸ γέννημα εἶναι, ὥσπερ καὶ κατὰ φύσιν ἔχοντος σώματος τους δέ τινος τοῦ βρέφους· εἰ δήπου τινὶ τῶν κατὰ φύσιν ἐχόντων σωμάτων καὶ πάλαι προγεγενημένων υπου στάσεων έκφυσις γένηται ήνωμένη κατά κορυφής τυχὸν ἢ ἑτέρωσε ὑπερσαρκήματος μεγάλου, ἢ πότ μου αξιολόγου, οἷα ἐν στεατώμασι καὶ συκαμινέαις ὤφθη πολλάκις, ἴσου τε ὄντος τῷ ὄγκῳ καὶ ὁμοίου τὸ σχῆμα καὶ τὴν χροιάν καὶ τὰ λοιπὰ τῷ ἀπὸ τῆς εξαμβλώσεως κρέατι, ὅμως οἱ φαμεν καὶ τοῦς ἰδίαν ὑπόστασιν, ἀλλὰ μίαν ἐξαριθμοῦμεν τήν τε τοῦ ὑπερσαρκήσαντος σώματος τὸ παρὰ φύσιν αὐτῷ καὶ τὴν τοῦ ὑπερσαρχήματος αὐτοῦ. Ἐπεὶ οὖν καὶ ἐπὶ Χριστοῦ οὐ καθ' αὐτὰ ὑπῆρξε ποτε, ἀλλ' ἐν αὐτῇ τῇ προϋφεστώσῃ τοῦ Λόγου ὑποστάσει ὑπέστη, πάντα τὰ παρὰ φύσιν αὐτῇ ἀνθρώπινα αὐτοῦ, ἑαυτῷ τὴν σάρκα τοῦ Λόγου ὥσπερ ἐξ ὕλης ἐκ τῆς ἁγίας Παρθένου ἐνδιαπλάσαντος ἐξ ἀρχῆς, ποὺ θεωροῦντες τὴν διορισμὸν τοῦ Λόγου καὶ τῆς σαρκὸς αὐτοῦ, δύο εἴποιμεν τὰς ὑποστάσεις, ὡς καὶ τὰς φύσεις; αἱ μὲν γὰρ τῇ διαφορᾷ, αἱ δὲ τῷ διορισμῷ ἀναγκαίως εἰς δυάδα οὐ διακρίνονται. ΚΕΦΑΛ. ΚΓ'. Η υπόχρονος φύσις, φασὶν, ἀΐδιον οὐχ ἕξει ὑπό στασιν· ὥσπερ οὖν οὐδὲ τὸ ἔμπαλιν· ἢ οὖν ἀνυπόστατον ἀνάγκη εἶναι τὴν ἀνθρωπείαν Χριστοῦ φύσ σιν, ἢ καὶ ὑπὸ χρόνον ἔχειν αὐτὴν δέον ὑπόστασιν ὥστε δύο εἶεν πάντως αὐτῷ ἥ τε τοῦ Λόγου άξιος καὶ ἡ τῆς σαρκὸς ὑπόχρονος. Αλλ' εἰ καὶ μὴ ἀΐδιον
col. 1585–1586page 94 of 185
PG 86:1585ὄντως ἔχειν ὑπόστασιν τὴν ὑπίχρονον φύσιν δυνα τὸν, ἀλλὰ ὑπὸ χρόνον κτήσασθαι, καὶ ἐνυποστῆναι τῇ ἀϊδίῳ ὑποστάσει τὴν ὑπὸ χρόνον φύσιν δυνατόν καὶ λέλυται πᾶν τόδε τὸ ἄπορον. Οὕτω γὰρ καὶ πᾶς ὁ κόσμος γενητὸς ὤν, τῷ ἀγενήτῳ κοσμοποιῷ Θεῷ ἐνυφέστηκεν. ΚΕΦΑΛ. ΚΑ'. "Η οὐδὲν συνθετόν φασιν ἐν Χριστῷ, ἢ καὶ φύσις καὶ ὑπόστασις· ἡ φύσις μὲν ἁπλῆ, ὑπόστασις δὲ σύνο θετος • ἢ ἀνάπαλιν φύσις μὲν σύνθετος, ὑπόστασις δὲ ἁπλῆ· εἰ μὲν οὖν πάντα ἁπλᾶ τὰ ἐν αὐτῷ, ψευδῶς σύνθεσιν ὀνομάζετε ἐπ' αὐτοῦ· εἰ δὲ ἤ τε φύσις καὶ ὑπόστασις αὐτοῦ σύνθετοι, τί δὴ ἄρα τοὺς Σεβηρί τῆς ἀποσείεσθε; εἰ δὲ αἱ φύσεις μὲν ἁπλαῖ, ἡ δὲ ὑπόστασις σύνθετος ὑμῖν δοκεῖ, ἐπείπερ ἁπλῆ ὑπό στασις εἶναι ἡ τοῦ Λόγου ὡμολόγηται, ὑμῖν δὲ σύγ θετος εἶναι ἡ τοῦ Χριστοῦ λέγεται, δύο ἄρα ὑποστάσεις εἰσὶ σαφῶς, ἥ τε τοῦ Λόγου καὶ τοῦ Χριστοῦ. 'Αλλ᾽, ὦ οὗτοι, πρῶτον μὲν τὰ ἁπλᾶ ἐμπεριέχεται τοῖς συνθέτοις· ὥστε τοῦ Λόγου αὐτὴν νοητέον εἶναι τὴν καὶ ἁπλῆν πρώην καὶ σύνθετον νῦν ἐν Χριστῷ· ὅμως μέντοι καὶ τὸ σύνθετον ὅπως λέγεται περὶ τῆς ὑπο στάσεως Χριστοῦ, διασαφητέον· ἔστι γὰρ καὶ ἔκ τι νων τῶν κατὰ ταυτὸν τοῦ συνθέτου πράγματος λό των ἁπλουστέραν μέντοι εἶναι πως την σύνθεσιν αὐτοῦ· καὶ ἔστιν ἐξ ἑτεροειδῶν πραγμάτων· οἷον ἔστιν ἐξ ἁπλουστέρων φαρμάκων, ποικιλώτερον συνθεῖναι φάρμακον· καὶ ἐκ σωμάτων, σῶμα ἕτερον καὶ ἀπὸ λέξεων ἁπλῶν, λέξιν σύνθετον ποιῆσαι· ἔστι δ᾽ οὖν καὶ ἀπὸ ὑποστάσεων πλειόνων μίαν ὑπόστασιν νοεῖν σύνθετον, ὡς ἐπὶ χοροῦ καὶ οἴκου καὶ τῶν τοιῶνδε· καὶ ἔστι ἀπὸ συνόδου πλειόνων ιδιωμάτων, οὐ τῶν τοῦ Λόγου μόνον, ἀλλὰ καὶ τῶν τῆς σαρκὸς συγκειμένην τὴν ὑπόστασιν Χριστοῦ· ἡ ἐκ φύσεων ὑπόστασιν σύνθετόν φατε, συμφήσομεν· εἰ δὲ τὴν ὡς ἐξ ὑποστάσεων, μή γένοιτο! σκοπεῖτε δὲ ὅτι τὴν ἐξ Ιδιωμάτων σύνθεσιν, καὶ πρὸ σαρκὸς εἶχεν ἡ τοῦ λόγου ὑπόστασις, εἰ καὶ μὴ ἐκ τοσούτων· οὐ γὰρ μό νυν τὸ γεννήσει ὑφεστάναι ίδιον τοῦ Υἱοῦ, ἀλλὰ καὶ τὸ μὴ γεννᾶν ὁμοούσιον Λόγον, μηδὲ ἀφ' ἑαυτοῦ ἐκπορεύειν Πνεῦμα πρώτως, μηδὲ ἐκπορεύεσθαι κατὰ τὸ ἅγιον Πνεῦμα· καὶ τὰ λοιπὰ ἰδίως αὐτῷ ἀνήκοντα· σύνθετος ἄρα κατὰ τόνδε τὸν τρόπον, οὐ μόνον ἡ τοῦ Λόγου, ἀλλὰ καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ἡ ὑπόστασις· πῶς οὖν ἐκ τοῦδε ἁπλῆς τε καὶ συνθέτου ὑποστάσεως ἡμῖν ἐξαρίθμησις συναχθήσεται ἐπὶ τοῦ Λόγου; μία γὰρ ἡ αὐτή ἐστιν ἐκ πλειόνων ιδιωμάτων συγκειμένη τὸν ὑπο στατικὸν Λόγον αὐτῆς. ΚΕΦΑΛ. ΚΕ. Ὁ μὴ διαιρῶν τοῦ Χριστοῦ τὰς ὑποστάσεις, οὐ δύναται λέγειν τῶν τοῦ Χριστοῦ τὰ μὲν θεότητι τὰ δὲ σαρκὶ, ἀλλὰ πάντα σαρκὶ ὅσα καὶ σαρκί. Αλ ἔστι καὶ διακρίσει τῶν φύσεων ἀποδιδόναι τὰ οἰκεῖα τούτων ἑκατέρῳ· οὐ γὰρ ὑποστάσεις διαφόρους συνιέντε; φαμὲν τοῦ ἐκ δεξιῶν λῃστοῦ ἐν τῷ σταυ
col. 1587–1588page 95 of 185
PG 86:1587ρῷ τὴν μὲν ψυχὴν διὰ μετανοίας πρὸς ζωήν μετα βεβηκέναι, τὸ δὲ σῶμα διὰ παθήσεως πρὸς θάνατον, ἀλλ᾽ οὐδὲ θλασθέντων αὐτοῦ τῶν σκελῶν, μὴ κατες γείσης δὲ αὐτοῦ τῆς κεφαλῆς ἢ ἀλλοιωθείσης αὐτοῦ της χροιάς, οὐχὶ δὲ καὶ τοῦ σχήματος· τῷ γὰρ ἀνή κειν ἑτέρᾳ καὶ ἑτέρα φύσει, ἢ ἑτέρῳ καὶ ἑτέρῳ μέ ρει, ἢ ἄλλῳ καὶ ἄλλῳ ποιῷ, τάδε δύο υποστάσεις εἶναι τοῦ σταυρουμένου οὐ νοοῦμεν. ΚΕΦΑΛ. ΚϚ'. Εἰ οὐκ εἰσὶν αἱ ὑποστάσεις κατὰ φύσιν διῃρημέναι, ἀλλὰ καθ᾽ ὑπόστασιν ἡνωμέναι, ὅταν ἀκούω τῆς Γραφῆς λεγούσης τὸν Χριστὸν ἕνα ἄνθρωπον, τί με χρὴ νοεῖν μίαν οὐσίαν καὶ μίαν ὑπόστασιν, ἢ ἥμισυ μιᾶς οὐσίας καὶ ὑποστάσεως μιᾶς; Εἰ δὲ ὥσπερ καὶ αὐτὸς λέγεις οὐ μόνον ἄνθρωπος κοινὸς καὶ ψιλός, ἀλλὰ καὶ Θεὸς ὁ Χριστὸς, τὸ αὐτό σοι καὶ ἡμεῖς φα μεν· ὅταν ἀκούσωμεν τῆς Γραφῆς λεγούσης ἕνα ἄνε θρωπον τὸν Χριστὸν, τί ἡμᾶς δέον νοεῖν; ἕνα Χρι στὸν ἢ ἥμισυ Χριστοῦ; Δῆλον οὖν ὡς ἐξ ὀνομασίας τοῦ ἑνὸς τῶν μερῶν, τὸ ὅλον ὀνομάζεται, ὥσπερ εἰς ρηται καὶ τὸ, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει· ο καὶ, «Τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος, καὶ τὰ τοιάδε. ΚΕΦΑΛ. ΚΖ'. Εἰ οὐκ εἰσὶ διῃρημέναι Θεοῦ καὶ ἀνθρώπου κατά φύσιν αἱ ὑποστάσεις, δῆλον ὅτι οὔτε χωρὶς ἀνθρώπου Θεὸς ὁ Θεὸς, οὔτε χωρίς Θεοῦ ἄνθρωπος ὁ ἄνθρωπος. Οντως γὰρ ἐν Χριστῷ οὐχί· οὕτω γὰρ καὶ συνίσταται τὸ Ἐμμανουήλ, μεθ᾿ ἡμῶν ἀεὶ ὄντος λοιπὸν τοῦ Θεοῦ. ΚΕΦΑΛ. ΚΗ'. Τῶν ἐν τῇ ἑνώσει οὐ μένουσιν αἱ ὑποστάσεις φυ σικῶς διῃρηκέναι, τούτων ἡ ἕνωσις, φύσεώς ἐστιν ἀλη λοίωσις. Αρα οὖν ἡλλοιώθη ἡ φύσις τοῦ πυρὸς ἐν τῷ μύδρῳ, ἐπεὶ μὴ διακέκριται ἡ ὑπόστασις αὐτοῦ, τῆς τοῦ σιδήρου, καὶ ψυχῆς ἡ οὐσία ἐν τῷ σώματι. ΚΕΦΑΛ. ΚΑ. Ἐπὶ τῶν ἑκουσίως ἡνωμένων, οὐδαμῶς ἐναντιοῦται τῷ τρόπῳ τῆς ἑνώσεως ἡ διαίρεσις τῶν ὑπο στάσεων. Αρα οὖν οὐδὲ εἰ καθ᾽ ὑπόστασιν μίαν εἴη ὁ τρόπος τῆς ἑνώσεως τῶν ἑκουσίως ἑνωθέντων, ἐναντιοῦται ἡ διαίρεσις τῶν ὑποστάσεων· οὐκοῦν ἡ διαίρεσις, οὐκ ἐναντία τῇ ἑνώσει, ἀμφοῖν θεωρουμένων ἐν ταυτῷ κατὰ τὴν ὑπόστασιν· τἀναντία δὲ συνυπάρχειν, ἀδύνατον· εἰ δὲ λέγοις, ὅτι 'Αλλ' οὐδὲν τῶν καθ᾽ ὑπόστασιν ἡνωμένων ἑκουσίως ἤνωτα, ἄρα γε ψευδὲς τὸ, ο Ουδείς ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε· κ καὶ, ὅτι «Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἐφ᾽ ᾧ στενάζομεν·, εἰ δὲ ἀληθῆ τάδε, ἄρα γε ἑκούσιον, καίτοι καθ᾽ ὑπόστασιν οὖσα, ἡ γνῶσις ἡμῶν ἀπο δέδεικται. ΚΕΦΑΛ. Λ'. Ο μὴ διαιρῶν τοῦ Χριστοῦ κατὰ φύσιν τὰς ὑπου στάσεις, ἐκ τῆς Τριάδος διαιρεῖ τοῦ Υἱοῦ τὴν μου νάδα· Τριάδα γὰρ ὁμολογοῦμεν, τριῶν ἁπλῶν ὑπο στάσεων, οὐ δύο ἥμισυ ὑποστάσεων. Καίτοι τ
col. 1589–1590page 96 of 185
PG 86:1589ἐναντίον ἔδει συνάγειν, ὦ ἄνθρωπε· ὁ προστιθεὶς γάρ τι τῷ ἁπλῷ, οὐ τὸ ἥμισυ αὐτοῦ ἀφαιρεῖ, ἀλλ' ἐπαύ ξει τόδε μᾶλλον διὰ τῆς συνθέσεως· Τριάδα οὖν εἶ ναι ὁμολογοῦμεν ὀρθῶς, μιᾶς τε οὖσαν καὶ ἁπλῆς φύσεως· ὑποστάσεων δὲ πάλαι μὲν τῶν τριῶν ἀσυν θέτως καὶ ἀμιγῶς ἐχουσῶν τήνδε αὐτῶν ἁπλουστά την φύσιν ἐν ἑαυταῖς, νυνὶ δὲ τῆς μιᾶς αὐτῶν τὴν φυσικὴν ἁπλότητα τῆς ἰδίας θεότητος ἔχειν ἐν συν θέσει τῇ πρὸς τὴν ἡμετέραν φύσιν ὁρωμένης· ἵνα γὰρ ἐγκολπώσηται τὰ ἴδια προβλήματα ή Θεύτης, 4 τις Λόγῳ ἀληθείας ἀπεκύησεν ἡμᾶς ἤγουν τῷ Υἱῷ, μακρὰν αὐτῆς ἀπεσχοινισμένα, διὰ τῆς αὐτῆς τῶν τριῶν μιᾶς ὑποστάσεως ἑαυτῆς, δι' ἧς και προεβάλετο τὰ ὄντα εἰς τὸ εἶναι, ἀνελάβετο πάλιν αὐτὰ εἰς ἑαυτήν· τῷ μὴ ἐκφοιτητικῶς ἔχοντα πρὸς τὸν ὄντα, ἀπιέναι εἰς ἀεὶ πρὸς τὸ μὴ εἶναι· τοῦτο οὖν τὴν μίαν φύσιν ἢ ὑπόστασιν οὐ καθυβρίζει· τοὐναντίον δὲ τῷγε νοερῶς προσέχοντι, καὶ ὑπερδοξάζει· ὥσπερ γὰρ διά τε ἀγεννησίας καὶ γεννήσεως καὶ ἐκπορεύσεως δύνασθαι ὑπάρχειν ἑαυτὴν συνεστήσατο διὰ τῶν ἁπλῶν αὐτῆς ὑποστάσεων, οὕτω καὶ διὰ συνθέσεως ὑποστατικῆς, ἑαυτὴν παρέστησεν ὑπάρχειν δύο νασθαι· καὶ ἔδειξε πάσης γεννήσεως καὶ ἐκπορεύο σεως καὶ δημιουργικῆς συνθέσεως τὰς δυνάμεις ἐξ αὐτῆς εἶναι ἐν τοῖς οὖσιν, ὑπερέχειν τε πάντων αὐτῇ ἀγεννησίᾳ κατὰ τὴν μείζονα τῶν ὑποστάσεων, καὶ ἁπλότητι φύσεως κατὰ τὴν τῶν τριῶν ἑαυτῆς προσώπων οὐσίωσιν. ΚΕΦΑΛ. ΛΑ'. Εἰ τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἐφύλαττεν ἡ φυσικὴ ἔνωσις, οὐδὲ ἄρα τὸν Θεὸν Λόγον ἐφύλατο τεν ὅπερ ἦν, οὐδὲ τὸν ἄνθρωπον ὅπερ γέγονεν. "Αρα οὖν οὐδὲ τὸν σίδηρον ὅπερ ἐστὶ, καὶ τὸ πῦρ ὅ ἐστι φυλάττει κατὰ τὸν μύδρον ἡ ἔνωσις· ἀλλ᾽ οὐδὲ κατὰ τὴν δρόσον καὶ τὸν πόκον· ἐπεὶ μὴ διορίζονται αξ ὑποστάσεις, φυσικῆς προδήλως, ήγουν τῶν φύσεων ΚΕΦΑΛ. ΛΒ'. Εἰ μένει ἡ γνῶσις τῆς θείας ὑποστάσεως τῇ θεός τητι, καὶ μένει ἡ ἄγνοια τοῦ ἀνθρώπου τῇ σαρκί, πῶς τὰ τῶν ὑποστάσεων μένει διῃρημένα, καὶ αἱ ὑποστάσεις οὐ μένουσι διῃρημέναι; Αλλ' ἡ φύσις ἐστὶν ἢ γνωστικὴ ἢ ἀγνοοῦσα κατὰ τὴν ὑπόστασιν οὐ γὰρ ἁπλῶς ἡ ὑπόστασις γινώσκει· καὶ γὰρ πάνω των ὧν Παύλου ἡ ὑπόστασις γινώσκει, οὐδέν φαμεν τὸν ὄνυχα αὐτοῦ, ἤ τι τῶν τῆς σωματικῆς αὐτοῦ φύσεως γινώσκειν, ἀλλὰ μόνον τὴν φυσικήν δύναμιν αὐτοῦ, καὶ τοῦτο τῆς ψυχικῆς μόνον ἤγουν τὸν νοῦν οὐδὲ γὰρ πᾶσαν αὐτῆς πρώτως τὴν φύσιν· πῶς οὖν ἂν εἶεν οἱ τῆς φύσεως λόγοι τῆς ὑποστάσεως; ΚΕΦΑΛ. ΑΓ. Ἓν πρόσωπον ἀπρόσιτον Θεοῦ ἐκ φύσεως· «Οὐδεὶς γὰρ, φησί, ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται· ν καὶ ἓν πρόσωπον ἐμπτυόμενον ἀνθρώπου· «Καὶ ἐνέπτυσαν γὰρ, φησὶ, εἰς τὸ πρόσωπον αὐτοῦ. › Εἰ ἓν πρόσωπον Χριστοῦ ἐστιν ἐξ ἑνώσεως, ἄρα ἔχον ἐν ἑαυτῷ τὸ ἀπρόσιτον πρόσωπον, καὶ τὸ ἐμπτυόμενον πρόσο ωπον. Ἀλλ᾽ οὔτε τὸ ἐπὶ Θεοῦ εἰρημένον τοῦ ἀοράτου πρόσωπον, ὡς ὑπόστασις ἐλέγετο, περὶ οὗ νῦν τὸ ζητούμενον· οὐ γὰρ ἂν μόνον τὸ τοῦ Θεοῦ πρόσωπόν αὐτῶν, οὔσης τῆς ἑνώσεως.
col. 1591–1592page 97 of 185
PG 86:1591ἐστι, ἀλλὰ τρία· οὐκ ἂν γὰρ ἐνικῶς εἶναι ἐῤῥήθη ὑπὸ τῆς θεότητος, ούτε κατὰ ἀντιδιαστολήν, ὑπὸ ἑνὸς τῶν θείων προσώπων ἐστὶ λεγόμενον τὸ ἀόρατον, ὡς τῶν ὁμοουσίων ἑτέρων δύο, ὁρατῶν ὄντων θείων προσώπων, τοῦ χρηματίζοντος δὲ μόνου ἀοράτου τυγχάνοντος· ἀλλ᾽ ἡ τῆς φύσεως αὐτοῦ κατόπτευσις ἐδηλοῦτο διὰ τοῦ προσώπου, καὶ τὸ φυσικὸν εἶδας τοῦ Θεοῦ, ὅπερ οὐ ταυτὸν νοεῖται τῇ ὑποστάσει δι ἔτι δὲ οὐ ταυτόν ἐστι τῇ ὑποστάσει αὐτοῦ οὐδὲ τὸ ἐμπτυσθὲν Χριστοῦ πρόσωπον· μέρος γάρ ἐστ: ἐκεῖ νο, οὐ μόνον Χριστοῦ, ἀλλὰ καὶ τοῦ κατ᾽ αὐτὴν ἀγω θρώπου· καὶ τούτου τῶν σωματικῶν μερῶν ἓν, Εγουν ἢ κεφαλή· καὶ αὐτὴ δὲ οὐχ ὅλη, ἀλλὰ τὸ ἓν αὐτῆ; πλευρὸν ἁπλῶς τὸ ἐμπρόσθιον, καὶ πρὸς τοὺς ὡπες μέρος αὐτῆς· εἰ οὖν τῷ δὲ ὁ τῆς ὑποστάσεως του Χρι στοῦ λόγος δηλοῦται μόνῳ, ἐπεὶ μὴ ἐμπεριώρισται αὐτῷ στέρνον, καὶ αἱ χεῖρες, καὶ οἱ πόδες, καὶ τὰ λοιπὰ τοῦ σώματος, εἴτε ψιλοῦ ἀνθρώπου, εἴτε οὖν Θεοῦ ἐστιν ἡ ὑπόστασις Χριστοῦ καὶ τὸ πρόσωπον μέλη αὐτῆς, ὅσα μὴ ἡ ὄψις, ήγουν ή χαρακτήρα εἰρημένον ὑμῖν σαφῶς. ἀνάγκη ἐκτὸς εἶναι τῆσδε τῆς ὑποστάσεως πάντα τὰ ἄλλα περιγράφει ταύτης· ἢ οὖν παιδιῶδες, ἢ σοφιστικὸν τὸ ΚΕΦΑΛ. ΑΔ'. Τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου οὐκ ἔστιν ἐκ τῆς ἑνώ σεως ἕν, ἀλλὰ ἐκ φύσεως· τὸ πρόσωπον τοῦ Χριστοῦ ἐκ τῆς ἑνώσεως ἐστιν ἔν· εἰ γὰρ ἐκ τῆς ἑνώσεως ἦν τὸ ἓν πρόσωπον τοῦ Θεοῦ Λόγου, ὥσπερ τὸ τοῦ Χρι στοῦ, δῆλον ὅτι πρὶν γένηται ὁ Θεὸς Λόγος ἐν πρόσ ωπον, οὐκ εἶχε τὸ ἓν πρόσωπον, ὥσπερ οὐδὲ Χριστός. ᾿Αλλ' αὐτὸ τὸ ἐκ φύσεως ἐν πρόσωπον τῆς μιᾶς φύ σεως τοῦ Λόγου, τοῦτο καὶ ἐπὶ τῇ ἑνώσει τῆς προς ληφθείση: αὐτῇ ἐν αὐτῷ φύσεως σαρκὸς πρὸς τῷ Λόγῳ, ἔν ἐστιν πρόσωπον τῶν δύο φύσεων Χριστοῦ ἐκ τῆς οὖν ἐνώσεως τῶν φύσεων οὐ προσώπων, εν ἐστι τὸ πρόσωπον Χριστοῦ, ὅ ἐστιν ἐκ μιᾶς φύσεως, ἓν πρόσωπον τοῦ Λόγου· ἐπεὶ τί φατε; ὁ Χριστὸς ἔχει πρόσωπον ἐκ φύσεως, πρὸς τῷ προσώπῳ τόδε τῷ ἐκ τῆς ἑνώσεως, ἢ οὐχί; εἰ μὲν οὖν οὐχὶ, οὐδ᾽ ἄρα πρόσωπόν ἐστιν ἡ ἔνωσις, ἀλλ' ὡς ἔφημεν ἐν τῷ φυ σικῷ προσώπῳ τοῦ Λόγου, φύσεώς ἐστιν ἡ ἕνωσις εἰ δὲ ἔχει ὁ Χριστὸς φυσικόν πρόσωπον, ὥσπερ ὁ Λόγος πρὸς τῷ τῆς ἑνώσεως προσώπῳ πάντως, ὅτι καὶ τὸν Λόγον φατὲ ἔχειν καὶ αὐτὸν ἑνώσεως πρόσωπον, πρὸς τῷ τῆς φύσεως προσώπῳ, ἀνὰ δύο οὖν ἔχουσι πρόσ ωπα σαφῶς, ὅ τε Λόγος, καὶ ἡ σάρξ· εἰς ποῖον οὖν τῶν τεσσάρων προσώπων λέγετε θεωρεῖσθαι τὴν εἰς πρόσωπον τῶνδε τῶν φύσεων καὶ προσώπων ἕνωσιν; εἰ μὲν γὰρ εἰς τὸ Χριστοῦ ἐξ ἑνώσεως πρόσωπον, περιττὸν τὸ τοῦ Λόγου· εἰ δὲ εἰς τὸ τοῦ Λόγου, παρ έλκον τὸ Χριστοῦ· πῶς δὲ καὶ ὑφέστηκεν; ἢ ποῦ τάδε τὸ ἐξ ἑνώσεως πρόσωπον; εἰ μὲν γὰρ ἐκτὸς τῶν φυσι κῶν, ἰδίαν τε γέννησιν καὶ περιγραφὴν καὶ κίνησιν ἔχει· εἰ δὲ ἐν θατέρῳ μόνῳ, οὐχ ἑνώσει τὸ ἕτερον τῷ ἑτέ ρῳ προσώπῳ· εἰ δὲ ἀμφοτέροις, ἀνάγκη διαμεμερίσθαι αὐτὸ εἰς τὰ διακεκριμένα καὶ διωρισμένα πρόσωπα, ἂν ἥμισυ, ὅσα τε οὖν αἰσθητά μέλη αὐτοῦ ἐστιν, ὁ εἰς τοὺς τυχὸν ἐν τῷ λόγῳ, ὁ δὲ ἄλλος ἐν τῇ σαρκὶ νοηθήσεται· καὶ ὁ μὲν ἐν τῷ ἀοράτῳ προσώπῳ, ἀπο ρατος ποῖς· ὁ δὲ ἐν τῷ ὁρατῷ, ὁρατός· τρεῖς οὖν κατὰ τὸν ὁρατὸν Χριστὸν οἱ πότες ὁρῶνται καθ'
col. 1593–1594page 98 of 185
PG 86:1593ὑμᾶς· καὶ ἐπὶ τῶν ἄλλων μελῶν τὰ ὅμοια· εἰ δὲ ταῦτα καὶ ἐν γραῶν ληρῳδήμασι βδελυκτά, ἐπεὶ μήτε ἐκτὸς τῶν δύο φυσικών προσώπων, μήτε ἐν τοῖς δυσί, μήτε κατά θάτερον αὐτῶν μόνον ὑφεστηκέναι ὅλως τὸ ἐν τῇ ἑνώσεως πρόσωπόν φατε, προδήλως ὅτι ἀνυπό στατώντι καὶ ἀνάπλασμα, καὶ Λόγῳ μόνον ἐν πρόσωπον ἐξ ἑνώσεως φυσικῶν προσώπων είναι δογματίζετε περ οὔτε τῷ Χριστοῦ φυσικῷ ὅμοιον ὂν, τίνι ἔσται ὅμοιον εἴπατε, εἰ καὶ ὑφεστηκέναι δοθῇ κατὰ συγχώρησιν· εἰ δὲ εἶποιτε ἴσως τὸ φυσικὸν Χριστοῦ πρόσωπον εἶναι τὸ ἐξ ἑνώσεως ἂν ἂν εἰρημένον ἡμῖν, εἰ ἐκ τῆς τῶν δύο προσώπων φυσικῶν ἑνώσεως ὄντως γέγονε, τίς ὁ τοῦ ἐνωθέντος κατ' αὐτὸ φυσικοῦ προσώπου 2 θρωπος; ὁ παρὰ τόν... ἆρα δὲ οὖν καὶ τὸ αὐτὸ ἑαυ τοῦ προϋπῆρχε τε καὶ μεταγέγονεν, είπερ ὡς φυσικὸν προῆν, ὡς δὲ ἐξ ἑνώσεως μετὰ τὴν σύνοδον τῶν φυσικῶν γέγονεν; ΚΕΦΑΛ. ΛΕ'. Εἰ ἔστιν ὁ Λόγος 8 ἦν, καὶ ἔστιν 8 γέγονεν, ἦν μὲν Θεὸς, γέγονε δὲ ἄνθρωπος ἐν ἑνὶ προσώπῳ τοῦ Λόγου, οὐ δύναται εἶναι ἀμφότερα· ὅλος γὰρ γέγονεν ἄνθρωπος, φύσιν ἔχων ἀνθρώπου καὶ πρόσωπον. ᾿Αλλ' εἰ καὶ τῇ ἐμπροσώπῳ Θεοῦ φύσει Θεὸς ἦν ὁ Λόγος ὡς φύσεως θείας ὢν δηλαδή, τὴν ὑπόστασιν αὐτοῦ, οὐχ ὡς ἁπλῶς ὑπόστασις ἦν Θεὸς, ἀλλ' ὡς τοιᾶσδε φύσεως οὔσης αὐτῷ τῆς ὑποστάσεως· ἐπεὶ ὁ Πατὴρ οὐκ ἔσται Θεός, ἐπεὶ μή τοιᾶσδε οἷς ὁ Λόγος ἐστὶν ὑποστάσεως· καὶ ἄνθρωπος ἄρα γέγονεν τῇ τῆς φύσεως τῆς ἀνθρωπίνης προσλήψει, εἰ καὶ ἀπροσώπῳ ἡ αὐτὴ ὑπόστασις τοῦ Λόγου· εἰ μὲν γὰρ καὶ ὑπόστασιν σαρκὸς προσελάβετο ἡ ὑπόστασις τοῦ Λόγου, οὐ γέγονεν ὁ Λόγος σάρξ, ἀλλ' ἐκτήσατο σάρκα ὁ Λόγος εἰ δὲ καὶ ἡ φύσις αὐτοῦ γέγονε σαρκὸς φύσις, ὡς ἡ ὑπόστασις, οὐκ ἐσκήνωσεν ἐν ἡμῖν τοῖς σαρκικοί, ήγουν εἰς σάρκα, ἀλλ' ἐτράπη εἰς αὐτὴν ὁ Λόγος" δύο ναται οὖν τὰ φυσικὰ ὀνόματα ἀμφότερα φέρειν ὁ Λόγος ἐν τῷ ἑνὶ διφυεῖ νῦν, πάλαι δὲ μονοφυεῖ προσώπιο αὐτοῦ· εἰ δὲ λέγοι τις μὴ δύνασθαι φέρειν ἑτέραν φύσιν ἐν ἑαυτῷ, οὐδ᾽ ἄρα τὰ τῆς σαρκικῆς ἡμῶν φύσεως τῆς νῦν πρόσωπα την πνευματικὴν φύσιν, ἐν τῇ μελλούσῃ ἀναβιώσει καταδέξονται αὐτά· ἀλλ᾽ ἢ καὶ ἑτέρας ὑποστάσεις ἕξουσιν, ἢ οὐδὲ τὰς φύσεις ἀμείνους· φύσεως δὲ καὶ ὑποστάσεως εἰ μόνος ὁ Θεὸς αἴτιος, τί τὸ κωλύον αὐτὸν μετατιθέναι φύσιν τινά εἰς ἑτέραν ὑπόστασιν; καὶ ὑπόστασιν ἀλλοτρίαν, εἰς ἑτέραν φύσιν; εἴπερ αὐτῷ πάντα δυνατὰ ἀληθῶς ὅπου γε καὶ τῶν ἐνυποστάτων ζώων καὶ βοτανῶν τὰς φύσεις, εἰς ἑτέρας ὑποστάσεις μετατιθεμένας ὁρῶ. μεν σαφῶς, ἀφ' ὧν τρέφεται τὰ τρεφόμενα· καὶ τὰς ὑποστάσεις εἰς ἑτέρας φύσεις, οἷον ἐπὶ τῶν ἐκ σκώ ληκος εἰς πτηνὸν μεταφυομένων. ΚΕΦΑΛ. ΛϚ'. Τὸ φύσει Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ φύσει υἱὸς ἀνθρώπου, ὑποστάσεώς ἐστι ὀνόματα, ὧν χωρὶς οὐκ ἐνδέ χεται ὀρθῶς ὁμολογεῖν τὸν Χριστιανισμὸν, καὶ ἀμφό τέρα ἐν τῷ ἑνὶ Χριστῷ ὁμολογεῖται, οὐκ ἐν ἑκατέρῳ ἀμφότερα. Υποστάσεως μὲν, ἀλλὰ τῆς αὐτῆς πρόσ θες· εἰ γὰρ ὀρθῶς ἀμφότερα ἐν τῷ ἑνὶ Χριστῷ ὁμοι λογεῖται, τὰ δύο ὀνόματα ἐπὶ τῆς αὐτῆς ὑποστάσεως τοῦ ἑνὸς Χριστοῦ κείται, ὥσπερ ἐπὶ τῶν διωνύμων
col. 1595–1596page 99 of 185
PG 86:1595ἐξ ἄλλου καὶ ἄλλου ειλημμένα λόγου· οὕτως γοῦν καὶ Τιμόθεος ὁ αὐτὸς ἐν μιᾷ τῇ ὑποστάσει αὐτοῦ, υἱός τε ἦν Παύλου καὶ πατρὸς Ἕλληνος· ἄλλως δὲ τάδε, εξ καὶ κατὰ ὑποστάσεως, ἀλλ' ἐκ τῶν φύσεων ὠνόμασται καὶ τῶν γεννήσεων σαφῶς. ΚΕΦΑΛ. ΛΖ'. Η δύο ὑποστάσεών ἐστιν ὄνομα ὁ Λόγος, τῆς ἀποτή του Κυρίου, καὶ τῆς πεποιημένης Κυρίου, ἢ δύο ἡμίσεων τῆς μιᾶς ὑποστάσεως τοῦ ἑνὸς Κυρίου· ο δεὶς δὲ γίνεται κατὰ χάριν, ὅ ἐστι κατὰ φύσιν. Ε τῆς ὑποστάσεως τοῦ Λόγου ἐστὶν ὄνομα τὸ Κύριος, καὶ οὐ τῆς φύσεως, ὁ Πατήρ ἄρα καὶ τὸ Πνεῦμα, ε Κύριοι, ἐπεὶ οὐ τῆς αὐτῆς εἰσιν ὑποστάσεως· εἰ δὲ φύσεως ἐστι, δῆλον ὡς ἡ ἀνθρωπίνη φύσις γέγονε κατὰ χάριν τοῦτο ὅ ἐστι κατὰ φύσιν ἡ Θεότης, ήγουν Κύριος, ὡς καὶ ὑμεῖς εἰρήκατε, διὰ τῆς ἄκρας τῆς κατὰ μίαν ὑπόστασιν πρὸς αὐτὴν εὐφυΐας, χαρισι μένης αὐτῇ τὰ ίδια φυσικά. ΚΕΦΑΛ. ΛΗ. Εἰ θεότητι Θεὸς ὁ Λόγος, καὶ ἀνθρωπότητι ἄνθρωπος ὁ Λόγος, ἐν δυσὶν ἄρα ὑποστάσεσιν ἐστιν ὁ Λόγος Υἱὸς τοῦ Θεοῦ καὶ Υἱὸς ἀνθρώπου· ὥσπερ καὶ ἐν δυσὶ φύσεσι Θεὸς καὶ ἄνθρωπος. Εἰ ἐν φύσεσι δυτ Θεὸς καὶ ἄνθρωπος, ὡς ἔφης, ἐστίν, ἐν θεότητι, ἄρα καὶ ἀνθρωπότητι, δύο φύσεις ἀναγκαίως καὶ οὐ δύο ὑποστάσεις ὁ αὐτὸς νοηθήσεται είναι Υιός Θεοῦ. ΚΕΦΑΛ. ΑΘ'. Εἰ μίαν ἔχει ὁ Λόγος ὑπόστασιν ἀποίητον καὶ μία πεποιημένην, ὁ ἀναιρῶν τῶν ὑποστάσεων τὸν ἀριθμὸν ἀναιρεῖ τοῦ Λόγου τὴν ὑπόστασιν, ἢ τὴν ἀποίητον, κ τὴν πεποιημένην. ᾿Αλλ᾽ οὐδεὶς εὐσεβῶν δύο ὑποστάσεις ἔχειν αὐτόν φησι ὄντως τὸν λόγον· ἀλλὰ τὴν μίαν αὐτοῦ ὑπόστασιν, πάλαι μὲν ἐξ ἀποιήτων τὸ ὅλον γνωρίζεσθαι ίδιωμάτων ἐντελῶς, νῦν δὲ καὶ ἐκ ποιη τῶν ἔχειν λόγων καὶ πραγμάτων ἐκ περιουσίας τὰς ὑποστατικὰς ἑαυτῆς ὑπογραφάς. ΚΕΦΑΛ. Μ'. Εἰ οὐκ ἔστιν ἰδικῶς τοῦ Θεοῦ Λόγου τὸ μὴ εἶνα γεννηθέντα ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως πλὴν τῆς τοῦ Πατρὸς, ἀλλὰ καὶ τῆς σαρκός, ἔσται ἄρα καὶ ἡ σὰρξ ἐκ τῆς οὐσίας μόνης τοῦ Πατρός, καθάπερ και ὁ Θεὸς Λόγος. Ἔστι μὲν οὖν αὐτοῦ ἰδικῶς τόδε του Λόγου ἴδιον, ἀλλ᾽ οὔπω μὲν σάρκα προσλαβομένου καθ᾽ ἕνωσιν, ὡς ὑποστάσεως αὐτοῦ χαρακτηριστικών ἴδιον τῆς ἁπλῆς καὶ μονοφυοῦς ὁρᾶται· συνθέτου δὲ γενομένου τοῦ φυσικοῦ αὐτῆς λόγου, οὐχ ὡς τῆς ὅλως ὑποστάσεως κατὰ τὸν φυσικὸν αὐτῆς λόγον ίδιον νῦν, ἀλλ' ὡς μέρους ἑνὸς ὂν, ἴδιον τῶν ἐν τῇ ὑπε στάσει συμπεφυκότων πραγμάτων νοηθήσεται· οὕτω γοῦν καὶ ψυχῆς μόνον ἐστὶ, τὸ νοῦ καὶ ἐπιστήμης δεικτικόν· καὶ οὐ παρὰ τόδε ἰδίᾳ παρὰ τὸν ὄρος τοῦ ἀνθρώπου εἶναι αὐτὴν παρίστησιν· ἀλλὰ καὶ γεύσεως ἴδιον μόνης, τὸ τῶν χυμῶν ἀντιληπτικών· καὶ οὐκ ἐκ τοῦδε, ἰδικὴ ταύτης ἐστὶν ὑπόστασις. ΚΕΦΑΛ. ΜΑ'. Εἰ ὅταν ἡ θεία Γραφὴ τὸν Χριστὸν ἕνα καλῇ ἄν θρωπον, μετὰ τοῦ Θεοῦ καλεῖ αὐτὸν ἕνα ἄνθρωπον, δῆλον ὅτι ἥμισυ τοῦ ἑνὸς ἀνθρώπου ἐστὶν ὁ Θεός. Καὶ
col. 1597–1598page 100 of 185
PG 86:1597ὅτε οὖν λέγει σάρκα τὸν ἄνθρωπον, ὡς ἐν τῷ, ο Πρὸς σὲ πᾶσα σαρξῆξει,» μετὰ τῆς ψυχῆς καλεῖ αὐτὸν μίαν σάρκα, δῆλον ὅτι ἥμισυ τῆς μιᾶς σαρκός ἐστιν ἡ ψυχή. ΚΕΦΑΛ. ΜΒ. Ο ὁμολογῶν τὸν Χριστὸν ὁμοῦ Θεὸν καὶ ἄνθρωπον, καὶ μὴ λέγων τὸν Χριστὸν ὁμοῦ ἕτερον, τὴν ἰδίαν ἀναιρεῖ ὁμολογίαν. Καὶ πῶς δυνατὸν τὸ αὐτὸ ὅλον Χριστοῦ, ἕτερον καὶ ἕτερον ὅλον ἑνὸς Χριστοῦ νοεῖν; ἄρα οὖν ἐκ μέρους καὶ πρὸς μέρος αὐτοῦ ἐστιν ἔτε ρος καὶ ἕτερος ὁ εἷς Χριστός. ΚΕΦΑΛ. Γ'. Φασὶν ἔτι ὅτι εἰ γέγονεν ἄνθρωπος ὁ Λόγος, δήλον ὅτι τις ἄνθρωπος· οὐκ ἔστι γὰρ ἄνθρωπος, μὴ ἄν τις ἄνθρωπος· ὁ δέ τις ἄνθρωπος, ἀνθρώπου ὑπόστασις ἢ οὖν δύο ὑποστάσεις Χριστοῦ, ἢ ἡ τοῦ Λόγου ἐξω ἔλιπεν. Αλλ' ἔνθεος ἐκ πρώτης ὑπάρξεως οὗτος ὁ τις ἄνθρωπος Χριστὸς τὴν ὑπόστασιν ἐστιν· ὅπερ ἴσον τῷ Θεὸς εἰπεῖν ἐνανθρωπήσας τὴν ὑπόστασιν, διὰ τῆς πρὸς τὴν θείαν οὐσίαν ἑνώσεως τῆς ἀνθρωπίνης οὐσίας. ΚΕΦΑΛ. ΜΑ. Φασὶ πάλιν ὅτι εἰ ἔμεινεν ὁ Θεὸς Λόγος & ἦν, καὶ γέγονεν ὃ οὐκ ἦν, δῆλον ὅτι ἔμεινεν ἄσαρκος τὴν οὐ σίαν δ καὶ ἦν. Καὶ γάρ ἐστιν ὄντως ἄσαρκος τὴν οὐσίαν· ἀλλ' οὐχὶ τοῦτο καὶ τῆς ὑποστάσεως αὐτοῦ νῦν οἰκεῖον κατηγόρημα, ὥσπερ καὶ ἡ ψυχὴ, ζώντας ἐπὶ γῆς ἔτι Βασιλείου, ἄσαρκος μὲν τὴν οὐσίαν, σεσαρκωμένη δέ ἐστι τὴν ὑπόστασιν. ΚΕΦΑΛ. ΜΕ. Ἡ σὰρξ εἰ μὴ ἔστι τινὸς ἀνθρώπου, φύσει παρὰ τὸν Θεὸν Λόγον ἑτέρου ὄντος, ἀλλὰ τοῦ Θεοῦ, δῆλον ὅτι ὁ τῆς σαρκὸς Δημιουργὸς καὶ Θεὸς, τοῦ Θεοῦ Λό γου ἐστὶ δημιουργὸς καὶ Θεός. Ἀλλ᾿ ἔστιν ἑτέρας μὲν φύσεως, προσώπου δὲ οὐχί· ἀλλ' αὐτοῦ ἰδιοποιησαμένου αὐτὴν τοῦ Λόγου προσλήψει τῇ εἰς τὴν ἰδίαν αὐτοῦ ὑπόστασιν. ΚΕΦΑΛ. ΜΕ. Ο σάρκα μὲν ἔχων καὶ ψυχὴν λογικήν, ἄνθρωπον δὲ μὴ ἔχων, ἄνθρωπος ἐστιν μόνος· ὁ δὲ ἔχων σάρκα καὶ ψυχὴν, ἔχων δὲ καὶ τὸν ἄνθρωπον, ἕτερός ἐστι παρὰ τὸν ἄνθρωπον· καὶ ὁ Θεὸς οὖν Λόγος, εἰ σάρκα ἔχει ἐψυχωμένην ψυχῇ λογικῇ, ἐξ ἀνάγκης ἔχει καὶ τὸν ἄνθρωπον. Εἰ οὖν ὁ σάρκα τε ἀλλὰ καὶ ψυχὴν ἔχων, ἄνθρωπον δὲ μὴ ἔχων, ἄνθρωπός ἐστιν, ὡς φής, τῇ ὑποστάσει τῇ μια εἰς· καὶ ὁ Θεὸς Λόγος ἄρα τὸν ἄνθρωπον ἔχων, σάρκα τε καὶ ψυχὴν ἔχει· ἐξ ἀνάγ κης οὖν πρὸς τῇ θεότητι ὁ ἄνθρωπος εἷς ἐστι τῇ ὑποστάσει καὶ κατὰ σὲ, εἴπερ καὶ ψυχὴ πρὸς τῷ σώματι, ὡς εἶπας. ΚΕΦΑΛ. ΜΖ'. Εἰ ἓν ἄτομον, φησί, ἔστιν ὁ Χριστὸς μόνον, ἢ μου νοειδές τι, ἢ τῶν ὑπὸ εἶδος πάντως (ἄλλως γὰρ οὐκ ἔκι). ἢ οὖν τί ἐστι αὐτοῦ τὸ εἶδος, ἢ ὑπὸ ποῖον εἶδός ἐστι, λέγετε. Ἐπεὶ οὖν οὕτως ἐπωρώθη τὰ νοήματα τῶν ἀπίστων, ὡς ἀγχόθεν σφαδάζοντας με διαυγά.
col. 1599–1600page 101 of 185
PG 86:1599Αζειν τοὺς λόγους τοῦ Εὐαγγελίου, λεκτέον καὶ ἡμῖν πως αὐτούς, ὡς πᾶν ἄτομον, ὅπερ ή μονοειδές ἐστιν ἐ ὑπὸ εἶδος ἔν τι τέτακται μόνον, οὐδεμίαν ἔχει καιν τέραν παρὰ πάντα τὰ ὄντα φύσεων ἔνωσιν ἐν ἑαυτῷ εἰ οὖν καὶ τόδε τὸ ἄτομον, Χριστοῦ ἤγουν πρόσωπο, ὄντως κοινόν τι καὶ ἐν τῶν πολλῶν ἴστε ἔνωσιν τ σεων ἐν αὐτῷ καινοτέραν οὐκ εἰδότες, καλῶς συν ελογίσασθε· εἰ δὲ παρὰ πάντα τα όντα γενέσθαι ἐν τῷ Μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων ἔνωσιν φύσεων και ὑμεῖς ὡμολογήσατε, αὐτόθεν τοῦτο ὅπερ διδόατε, πάλιν ἑαυτοὺς ἀναιρεῖτε, κατά τι τῶν ἐν τῷ παν ἀτόμων, καὶ τοῦτο γινώσκοντες εἶναι. "Αλλως γον ἡμεῖς ὑμῖν τὸ ἀσυλλόγιστον μᾶλλον ἐπὶ Χριστοῦ συλ λογισόμεθα λέγοντες, ὡς παντὸς παραδόξου ἀπρές. ετός τε καὶ συλλογισμοῖς ἀναπόδεικτος ὁ Λόγος Κοινῶν γὰρ ἐννοιῶν ἄπορον τὸ σπάνιον και φυσικοίς τὸ ὑπερφυές, ἀπερίληπτον. Ἐξ ἀνάγκης οὖν ἢ ὁμοιότροπον πᾶσι καὶ τόδε ἄτομον δώσετε, καὶ τὸν ἐν πᾶσι λόγον καὶ ἐπ' αὐτῷ ἐκζητήσετε, ἢ παρὰ πάντα τὰ ὄντα άτομα τοῦτο συγκεκροτῆσθαι φυσικῶς ἐπι νεύσαντες, τῷ τῶν ἀνομοίων λόγῳ λοιπὸν καὶ τό οὐχ ὑποβαλεῖτε. Καὶ οὕτως μὲν τάδε. περιο σίας δὲ ὅμως, καὶ ἄτομα ἔστιν ὑμῖν δεῖξαι ὰ οὔτε μονοειδῆ ἐστιν ἁπλῶς οὔτε ὑπὸ ἓν μόνον εἶδος, ἀλλ᾽ ὑπὸ διάφορα είδη ἀνάγεται. Τῶν γὰρ ὄρνιθοφασι νῶν καὶ τοιῶνδε τὸ καθέκαστα ἄτομον, ούτε μονος. δές τι ἔστιν εἰπεῖν, οὔτε ὑπὸ ἔ, τι εἶδος· οὔτε γὰρ τοῖς καθαροῖς, οὔτε τοῖς ἀκαθάρτοις είδεσιν ἐντέ τακταί πη καὶ ἄλλως· Πᾶν εἶδος ἐν ἑαυτῷ καὶ σκ ἐν ἑτέροις εἴδεσιν ὑφέστηκεν· τούτῳ δὲ καθ' ὑπ στασιν ἀναιρεθέντος τοῦ φασιανικοῦ ὀρνιθίου είδους, συναναιρεῖται καὶ ἡ σύστασις· ἔστιν ἄρα σαφῶς, ἄτομα μὲν εἶναι καινότερα, ἔν τε καὶ πλείονα όμως, είδους φυσικοῦ καινοτέρου ἐν αὐτοῖς μὴ συνισταμένου· ἐπὶ τούτοις δὲ καὶ τῆς δρακοντυμένης βάδι Μωσαϊκῆς, τί φατε τὸ ἄτομον, ἀκουσόμεθα· εἰ μὲν γὰρ μονοειδές τε, καὶ ποῖον τόδε τὸ κατ' αὐτὴν μέ την εἶδος, ὦ μήτε ῥάβδος, μήτε δράκων ὁρίζοιτο; ε! δὲ ὑπὸ εἶδος ἐν μόνον, ποῖον τοῦτο; ὃ γὰρ ἂν εἴπαιτε μόνον, τὸ ἕτερον ἐλέγχεσθε παραβλάψαντες· ἄρα οὖν οὐδὲ τῆς Μωσαϊκῆς ῥάβδου ἶτον ὑμῖν τὸ τῆς τοῦ Λόγου σαρκώσεως θαῦμα δοκεῖ, ἀλλ' ἔστι ταύτην μὲν ὡς καινοτέραν συλλογίζεσθαι, ἐκείνην δὲ οὐχί· φεῦ τῆς ἀσεβείας! ΚΕΦΑΛ. ΜΗ'. Εἰ αὐτὸς, φασὶν, ὁ ἑαυτὸν ἐγείρας Χριστὸς ἐκ νε κρῶν, καὶ ἐγερθεὶς, ἔδει αὐτὸν εἰπεῖν· ο Λύσατε τον ναὸν τοῦτον, καὶ ἐν ἡμέραις τρισὶν ἐγερθήσομα:; ε Τί δὲ οὖν μὴ καὶ τοὐναντίον σκοποῦντες ἡμίγληνα τὴν εὐσέβειαν ἐντελῶς καταυγάζεσθε; εἰ γὰρ ἕτερος ἀνιστᾷ τὸν λυόμενον, ὃς ἦν ἀπὸ μέρους, ήγουν του σώματος αὐτοῦ, ὁ προσδιαλεγόμενος αὐτοῖς, ἔδει εἰπεῖν, Λύσατε τὸν ναὸν τοῦτον, ἤγουν τὸ σῶμα αὐτοῦ δεικτικῶς, καὶ ἐν τρισὶν ἡμέραις ἐγερεῖ αὐτὸν, ἢ ἐ
col. 1601–1602page 102 of 185
PG 86:1601Θεός, ἡ ἕτερος ἁπλῶς, οὐ μὴν ἐγὼ ὁ διαλεγόμενος ὑμῖν, δ; ἦν σαφῶς καὶ ψυχὴ καὶ σῶμα· δῆλον ἄρα ὡς τὸ αὐτὸ πρόσωπον τὸ διὰ τῆς ἀντωνυμίας σημαινόμενον τῆς ἐγώ, τό τε λυόμενον σῶμα, καὶ τὴν διαλεγομένην ψυχὴν διὰ σώματος, καὶ τὸν ἐγείραντα Θεὸν τὸ λυθὲν, περιέχει. ΚΕΦΑΛ. ΜΕ'. Οτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεό τητος σωματικῶς, ο δηλονότι ἐν τῷ προονομασθέντι Χριστῷ, εἴρηται τῷ ᾿Αποστόλῳ. Πῶς οὖν οὐχ ἕτερον φύσει τὸ πλήρωμα τῆς Θεότητος, παρὰ Χριστὸν, εἴπερ ἕτερον τὸ ἔν τινι τοῦ ἐν ᾧ ἐστι, καὶ τὸ κατοικοῦν πρὸς τὸ κατοικούμενον; Τοιοῦτον γοῦν ἐστι καὶ τὸ, Θεὸς ἦν ἐν Χριστῷ. 'Αρα οὖν ἐπεὶ εἴρηται, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα, ὃ κατώκησεν ἐν ἡμῖν, ἕτερον ἡμεῖς καὶ ἕτερον τὸ κατοικοῦν ἐν ἡμῖν πνεῦμα, εἴτουν ἡ ψυχὴ ἡμῶν· καὶ ὅταν λέγῃ· Εα δὲ τοὺς κατοικοῦντας οἰκία:ς πηλίναις, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν· ἡμεῖς οὖν ἕτερος πηλός, καὶ ἄλλη ἡ οἰκία ἡ πηλίνη, ἢ δῆλον, ὡς τὰ τοιάδε, ἔν τινι ὡς μέρος ἐν τῷ ἰδίῳ ὅλῳ λέγεται; Ἐν Χριστῷ εἶν τῷ ἑνὶ συντετελεσμένων προσώπω, ὡς μέρος ἐστὶν αὐτοῦ τῆς ὑποστάσεως ἡ Θεότης, ἐν αὐτῷ νοουμένη μετὰ τὴν σάρκωσιν ἑαυτῆς· ὡς δὲ κατοικοῦν ἐν κατ εικουμένῳ· διότι γε τελεία καὶ ὁλόκληρός ἐστι φύσις τοῦτο τὸ ὡς μέρος πρόσωπον θεωρούμενον ἐν αὐτῷ καὶ ἑτεροούσιον πρὸς τὸ κατοικούμενον αὐτοῦ μέρος ὑπ' αὐτῆς· τοιόσδε γὰρ ὁ τῶν οίκων καὶ οἰκούντων λόγος. Τὸ δὲ σωματικῶς εἶναι τὴν κατοίκησιν τῆς Θεότητος ἐν Χριστῷ, ήγουν ἐν τῇ σαρκὶ αὐτοῦ, μέ μους αὐτοῦ οὔσης, καὶ τῇ τοῦ ὅλου προσηγορία κατο ονομασθείσης νῦν· οὐ τὸ μὴ κατὰ περιγραφήν τοπικὴν· ὡς ἑτέρας περιεχομένης εἶναι τὴν κατοίκησιν δυνάμεων της κατοικούσης φύσεως εἰς τὴν κατοικουμένην· οὕτω γὰρ καὶ μόνον πέφυκε κατοικεῖν εἰ; σώματα τὰ ἀσώματα· καὶ αὕτη ἐστὶν ἡ σωματική κατοικία τῶν ἀσωμάτων· οὐ κατὰ περίληψιν συγκ κλειομένων τῶν ἀσχηματίστων εἰς τὰ ἐσχηματισμέν να, ἀλλ᾽ εἰσδύσει τῶν οἰκείων δυνάμεων τὸ φύσει ἀδύναμον πρὸς ἐνέργειαν δυναμούντων· καὶ οὕτω μίαν ὑπόστασιν τῇ τῶν φύσεων κοινωνία ἀποτελούν των.
col. 1603–1604page 103 of 185
Liber III
PG 86:1603ΛΟΓΟΣ Γ΄. Τρίτης ἀσεβείας αὐτῶν ἔλεγχος δύο υἱοὺς εἰδέναι κατὰ τὴν οἰκονομίαν βουλομένων. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Εἰ μὴ τὸν Θεὸν Λόγον ἡμινιόν ἴστε, φασ', και ἀτελῆ πρὸς τὸ εἶναι Υἱὸν, ἔτι δὲ καὶ τὴν ἐξ ἡμε ἔμψυχον σάρκα εἰ μὴ πρὸς τὸ εἶναι Υἱὸν ἀπλήρωτα νομίζετε, πῶς κατὰ σύνθεσιν ἐξ ἀμφοῖν τῶνδε ένα Υἱὸν ἀποτελεῖσθαί φατε μόνον; τοῦτο γὰρ ὡς ἐλλιπ:, ὄντος ἑκατέρου πρὸς τὸ εἶναι Υιόν, ὁρᾶται καὶ ὡς τελειωθέντος τοῦ τε λόγου ὑπὸ τῆς σαρκὸς εἰς τὸ εἶναι Υἱὸν, καὶ τελειώσαντος καὶ αὐτοῦ ταύτην εἰς τόδε· διὸ καὶ δεόμενον αὐτῆς πρὸς τόδε, καὶ δεομέν νην αὐτοῦ εἰς τοῦτο, ὁμοίως παριστάνετε μία γὰρ μέρους, καθὸ μέρος, οὐδὲν διαφέρει· οὐκοῦν καὶ ὁμότιμά ἐστιν ὑμῖν τάδε, τὰ ἐπίσης ἀλλήλων προς τὸ αὐτὸ δεόμενα σαφῶς. Αλλ' οὐκ ἀτελῆ πρὸς τὸ εἶναι Υἱὸν Θεοῦ μόνο ίσμεν τὸν Λόγον· μὴ γένοιτο! Αλλ' οὐδὲ τὴν σάρκι ὦ οὗτοι, πρὸς τὸ εἶναι υἱὸν ἀνθρώπου μόνον· εἰς μένο τοι τὸ καὶ τὸ θεῖον κατὰ τὴν οἰκείαν εὐδοκίαν ἀνθρώπου υἱὸν δοξασθῆναι, καὶ τὸ ἀνθρώπινον Υἱὸν Θεοῦ φανῆναι, ἄμφω ἔντω; φαμὲν ἐλλιπῆ εἶναι, καὶ δει σθαι τῆς ἀφράστου ἀλλήλων κατὰ τὰς φύσεις ἑνώ σεω;· ἵνα ἐν ἑνὶ καὶ τῷ αὐτῷ προσώπῳ ἀμφοῖν τῶν φύσεων συνελθουσῶν, ὧν εἰσιν αἱ υἱότητες, με έχει τις θατέραν τελείαν υἱότητα, ἄνευ τῆς συνθεων 1; τῆς ἑτέρας φύσεως εἰδέναι· ὡς καὶ δύο υἱοὺς ἐκ τοῦδε ὁρᾶν ὑποκειμένους, ἀλλ᾿ ἕνα τὸν ἐν δύο φύσεσι καὶ υἱότησι Χριστόν· τοῦτο γὰρ τὸ τῆς ἑνώσεως ἄφραστον δώρημα πραγματωδῶς ἐστιν· εἴπερ με ὀνόματι μόνον αὐτὴν λέγομεν εἶναι θείας τε καὶ ἐν θρωπίνης φύσεως. Εἰ γὰρ ὄντως ἡνώθη τινὰ ἀτρέπτως καὶ ἀμειώτως, πάντα τὰ τούτων ἑκατέρῳ καταφασι μενα, καὶ τοῦ συνθέτου ἑνὸς ἀποτελέσματος αὐτῶν και ταφάσκεται· ἐπεὶ οὖν Υἱὸς Θεοῦ, καὶ υἱὸς ἀνθρώπ εἰ καὶ μὴ προϋποστὰς τῆς ἑνώσεως ἐστι τὰ ἑνωθέ τα, καὶ τὸ ἐκ τῆς ἑνώσεως ὅλον, Υἱὸς Θεοῦ καὶ υἱὸς ἀνθρώπου· καὶ ἐπεὶ Λόγος καὶ σὰρξ τὰ συνελθόντε εἰς ἕν, ὁ αὐτὸς εἷς Θεὸς τέλειος, καὶ ἄνθρωπος λειος· οὐχ ὅτι γάρ ἐστί τι τέλειον, κατὰ τόδε τήν μὴ ἐπιδέχεσθαι αὐτὸ καὶ τὴν κατ' ἄλλο τι τελειότη τα, ἀνάγκη· καὶ γὰρ τέλειος ἦν τῷ φυσικῷ τοῦ ἀν θρώπου λόγῳ ὁ νομικὸς, καὶ ὅμως ἔτι ἐδιδάσκεται, τὴν τῆς Χριστοῦ διδασκαλίας τελειότητα πνευματικὴν λέγοντος, ὅτι «Εἰ θέλεις τέλειος γενέσθαι, το λησόν σου πάντα τὰ ὑπάρχοντα καὶ δὺς πτωχοίς, κα ἄρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι. ο Ε
col. 1605–1606page 104 of 185
PG 86:1605μὴν Νικόδημος τέλειός τε ἦν υἱὸς κατὰ σάρκα και ἐκ πολλοῦ γεγεννημένος ἄνθρωπος· πρὸς δὲ τὸ εἶναι οὐχ ἁπλῶς ἀλλὰ πνευματικὸς ἄνθρωπος, τῆς διὰ τοῦ Πνεύματος ἐδεῖτο ἀναγεννήσεως καὶ τελειότητος Οὕτω γοῦν καὶ ὁ Λόγος, εἰς τὸ εἶναι Υἱὸς Θεοῦ καὶ Θεός, τελείως εἶχεν ἀεί· πρὸς δὲ τὸ ἐκπληρῶσαι τὴν ἰδίαν εὐδοκίαν ἐν οἰκείοις τοῖς ὑστέροις καιροῖς, καθ᾽ ἣν οὐχ ἁρπαγμὴν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, μορφὴν δούλου λαβεῖν πρὸ αἰώνων ὤδινε και προς ώρισεν ἑαυτῷ· καὶ πρὶν ποιῆσαι τὰ πάντα, τὴν ἐν Χριστῷ πάντων ἀνακεφαλαίωσιν καὶ θέωσιν ἐν ἑαυ τῷ τῶν οὐ θείων φύσεων, ᾗ φησιν ὁ Ἀπόστολος, ἐλλιπῶς εἶχεν ἔτι πρὸς φανέρωσιν τοῦ προορισθέντος αὐτῷ κεκρυμμένου μυστηρίου τῆς ἰδίας ἐνανθρωπήσεως. Οὐδεμία οὖν ἐντεῦθεν κατηγορία ἐστὶν ἀτε λείας, κατ' ἰδίαν νοουμένης υἱότητος ἑκατέρας φύ. σεως· ἀλλὰ χρεία μόνον πρὸς συμπλήρωσιν τῆς κατ' εὐδοκίας Θεοῦ πρὸς ἀνθρώπους ἑνώσεως ἑκατέρα φύσει τῆς ἑτέρας εἰς ἀποτέλεσμα τοῦ εἶναι ἐκ τῶν πεφυκότων διακεκριμένως ἐν διαφόροις ὑποστάσεσιν ὁρᾶσθαι φύσεων καὶ υἱοτήτων τελείων, καθ' ἓν τὸ αὐτοῦ πρόσωπον γενέσθαι συνέλευσιν· καὶ τάδε μὲν οὕτως. Εἰ οὖν διότι ἄμφω μέρη λέγεται ὡς πρὸς τὸ ὅλον τέλος, τουτέστι Χριστὸν, διὰ τόδε ἀτελῆ τε ἁπλῶς καὶ ἰσότιμα μέρη τάδε φατέ, ἄρα γε ἐπεὶ καὶ πρὸς τὸ ὅλον τέλος τοῦ ὁπλίτην ἑαυτὸν ἐμφανίσαι τῷ στρατῷ τὸν στρατηγόν, μέρος τε αὐτός ἐστι, καὶ τὸ ὅπλον αὐτοῦ, ὁμοίως ἀτελῆ ἄμφω ἐστίν· καὶ ὁ μὲν οὐδ' εἰς ἀνθρώπους, τὸ δὲ εἰς τὸ ὅπλον εἶναι οὐ λογισθήσεται· οὐ διοίσουσί τε ἀλλήλων, ἐπεὶ μέρος μέρους οὐδὲν διαφέρει ἀληθῶς καθ' μέρος· καὶ ἁπλῶς ἰσότιμα ἔσται καθ᾽ ὑμᾶς καὶ τάδε, ἀγχινού στατοι. Αλλ' ὑπὸ συνειδότος βαλλόμενοι μὴ ἀποχρώντως ἔχειν εἰς ἀπολογίαν τῆς ἑαυτῶν δεισιδαιμονίας τὰς εἰρημένας αὐτοῖς αἰτιολογίας, ἑτέρας πάλιν ἀφορμάς μεταποιοῦνται, ὡς ἀναγκαίως ἀσεβοῦσι πείθειν ἀποπειρώμενοι· φασὶ γοῦν καὶ τάδε ΚΕΦΑΛ. Β'. Ο κυρίως υἱὸς, ὅλος ἐστὶ τοῦ γεννήσαντος υἱός οὐδὲν γὰρ ἐκ μέρους ἂν ἔκ τινος, λέγεται τοῦδε υἱός· ἀλλ' οὐδὲ πατὴρ ἐστιν ὁ μέρους αἴτιος, καὶ οὐ τοῦ ὅλου· ἀμέλει ὅλου τοῦ ἐκ ψυχῆς λογικῆς καὶ σώματος ζώου λεγομένου υἱοῦ ἀνθρώπου· εἰ συμβῇ τούτου τὸ ἓν μέρος χωρίς θατέρου τῆς μήτρας ἐξελ θεῖν, ἐξάμβλωμα καὶ οὐχ υἱὸν ἔθος ἡμῖν ὀνομάζειν, Εκτρωσίν τε καὶ οὐ γέννησιν ἐπὶ τοῦ τοιούτου. Εί οὖν ἐκ μέρους υἱὸν ἀνθρώπου φατὲ τὸν Χριστὸν, δι λον ὡς οὐδὲ πατρὸς κυρίως οὐδὲ τῆς μητρός· τί νος οὖν ἐστι φύσει υἱὸς, λέγετε ἡμῖν. Τί οὖν, ὦ οὗτοι, ψεύδεται πᾶσα ἡ ἁγία Γραφή, πῆ μὲν Υἱὸν Θεοῦ, τῆ ἐὲ υἱὸν ἀνθρώπου τὸν αὐτὸν ὀνομάζουσα Χριστόν; καὶ τίς τὰ ὑμέτερα ληρῳδήματα τῶν θείων προαποδέξεται ῥημάτων; τί δὲ λέγοιμεν ἐπὶ Χριστοῦ, καὶ ἐπὶ Υἱοῦ; εἰ γὰρ, καθὰ καὶ ὑμεῖς ἐν τοῖς ἰδίοις εἰρήκατε πολλάκις, ἐκ μέρους καὶ τὸν ἄνθρωπον αὐτὸν ὅλον καλεῖ τὰ ἱερὰ Λόγια, ὡς τὸ, Πρὸς σὲ σὰρξ ἥξει· καὶ τὸ, ο Ἰακὼν δὲ εἰσῆλθεν εἰς
col. 1607–1608page 105 of 185
PG 86:1607Αἴγυπτον ἐν σε ψυχαῖ;·, ἀλλὰ καὶ ἐκ τοῦ τους μέρος μόνον καλεῖ· ὡς τὸν Ἐκεῖ ἔθαψαν 'Αρα, καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ· μόνον γὰρ τὸ σῶμα ᾿Αβραὰμ ἐκεῖ ἐτάφη· πῶς ἐκ μέρους μὴ τολμ καλεῖν υἱὸν θατέρου τῶν φύντων νομοθετεῖτε νύν; Καίτοι γε, εἰ, ὡς καὶ αὐτοὶ ἔφητε, μόνου τοῦ σώμα τός εἰσιν αἴτιοι ἡμῖν οἱ τῆς σαρκὸς πατέρες, ἑτέρο σαφῶς ὁμολογουμένου εἶναι τοῦ Πατρὸς τῶν τε μάτων, κατὰ τὸν ᾿Απόστολον, πῶς οὐ πάντες ἄνθρωποι προδήλως ἐκ μέρους τε υἱοὶ, καὶ ἐκ μέρους πα τέρες ονομάζονται; ἔτι μὴν καὶ αὐτοῦ τοῦ σώματα εἰ μὴ ἐκ τοῦ ἄῤῥινος ἡ πᾶσα αἰτία, ἀλλὰ συνεισάγει τι καὶ τὸ θῆλυ· καὶ ὁ μὲν, ὥς φασί τινες, τὰ στερεωτέρᾳ, ἡ δὲ τὰ ὑγρότερα ενδίδωσι τῷ γινομένω, πῶς οὐχὶ καὶ αὐτοῦ τοῦ μέρους ἐκ μέρους διτή αἴτιοι ἑκάτερος μερικώτατοί γε φανεῖεν τοκέες; ο; εἴπερ μὴ ἔστιν ἀληθῶς ἐκ μέρους εἰπεῖν γεννήτ ρας, διὰ τὰ ὑφ᾽ ὑμῶν τῶν διαλεκτικών νομοθετούμενα, οὐδ᾽ ἄρα πατήρ τίς ἐστί τινος τῶν ἐν βία γεννηθέντων ἀνθρώπων ἀληθῶς· οὐδὲ γὰρ τῆς σαρ κὸς μόνης δεόντως λέγοιτο ἄν τις πατὴρ, οὐδὲ μέσ τηρ, οὐδὲ υἱὸς, ἀλλὰ πάντες ἀπ' αὐτομάτου ἐσμέν. οἱ γεννώμενοι· καὶ τίς τούτων εἴη ὑμῖν προφανέστε ρο; ἔλεγχος; Τὸ δὲ παράδειγμα τοῦ ἐξαμβλώματος, πῶς φατε; ἆρα γὰρ ὡς μέρος ἁπλῶς καὶ ἀτελὲς οὐ λέγεται υἱὸς, ἢ ὡς μὴ ζῆσαν οὔπω; εἰ μὲν οὖν ὡς ἐλλιπές, καὶ ὡς μέρος ἁπλῶς, πῶς τὰ κολοβὰ καὶ τὰ τερά στια χειρῶν τε ἄνευ καὶ ποδῶν πολλάκις καὶ ἑτέρων μυρίων γεννώμενα, υἱοὶ λέγονται ἐν τόσῃ ἀτελείς ὄντα μερικῇ; ἔτι δὲ τί ἂν φαίητε, ᾽Αβραὰμ τοῦ πρὸ πλείστων ἐτῶν ἀποιχομένου καλουμένου πατρὸς τοῦ Ισραηλίτου λαοῦ, καὶ Δαβίδ μετά θάνατον πατρὸ δε γομένου τοῦ Κυρίου; σαφῶς γὰρ τὸ σωζόμενον μέρος αὐτοῦ ὀνομάζεται λοιπὸν πατὴρ, ήγουν ή ψυχή. Εἰ σύν ἔστι μέρος μόνον ζῶν ὀνομάζεσθαι υἱὸν καὶ πατέρα, τί κωλύει καὶ υἱὸν ὀνομάζεσθαι ἐκ τοῦ μέρους τὸ ζῶν; δῆλον ἄρα, ὅτι οὐχ ὡς μέρος, ἀλλ᾽ ὡς ἄζωον οὐ λέ γεται τὸ μὴ λεγόμενον υἱός· ἔτι μὴν τοῦ ἀρχισυναγώγου τὸ θυγάτριον, καὶ ὁ υἱὸς τῆς χήρας, καὶ προτελευτήσαντες τῶν ζώντων γονέων, εἰ ὀρθῶς ὑμῖν δοκοῦσιν ἐν τῷ Εὐαγγελίῳ θυγάτηρ τε καὶ υἱὸς ἔτι λέγεσθαι ἐπὶ ταῖς ζώσαις αὐτῶν ψυχαῖς· ἰδοὺ τὸ μέρος καὶ ὑμῖν ὁμολογεῖται εἶναι υἱὸς καὶ θυγάτηρ ἄρα οὖν σαφές ἐστιν ὅτι ὡς μὴ ζῶν πρώτως, και οὐχ ὡς μέρος ἁπλῶς, οὐ λέγεται υἱὸς τὸ ἐξάμβλωμα· πολλὰ γὰρ καὶ ἀτελέστερα τῶν ἐξαμβλω μάτων ὅλως εἰ ψυχωθείεν σώματα, υἱοὶ γεννώνται καὶ λέγονται· ὅπου γε πρὸς πᾶσιν, οὐδὲ τοῦτο ἡμεῖς φαμεν, ὅτι πᾶν μέρος, καὶ υἱός· ἀλλ' ὅτι κακῶ; ὑμῖν ἔδοξε, μηδὲ εἷς υἱὸς ἐκ μέρους πώποτε κυρίω; ὀνομάζεσθαι, ἢ ἐκ μέρους πατὴρ εἶναι. Ἀλλὰ πρὸς τούτοις ἐροῦμεν ἐκ περιουσίας καὶ ὡς ἡμεῖς οὐδὲ ἐκ μέρους ἁπλῶς, ἀλλὰ καὶ ἐκ τοῦ ὅλου Υἱὸν ἑκατέρου φαμὲν τὸν Χριστὸν εἶναι, υἱότησι δὲ διαφόροις τῶν ἐν αὐτῷ μερῶν· τοῦ τε γὰρ σώματος Χριστοῦ τὸ μέν τι κατὰ φύσιν ἀπὸ Θεοῦ διὰ τῶν προ
col. 1609–1610page 106 of 185
PG 86:1609εἶναι ἡ ἁγία Παρθένος γόνων λαβοῦσα αἰτία τοῦ ἐστὶ, τὸ δὲ καὶ ἰδίω; ἐκ τοῦ ἁγίου Πνεύματος δυναμωθεῖσα, τῆς τε ψυχῆς αὐτοῦ μήτηρ ἐστὶν, ἐξ αὐ τῆς πρὸς τὴν φυσικὴν τοῦ ἰδίου ἐνδύματος συζυγίαν νυμφοστολουμένης, καὶ ὡς ἐκ βαλβίδος τινὸς πα στοῦ ἁγίου τῇ ἀπ' αὐτῆς γεννήσει εἰς τὸ εἶναι προ ελθεῖν ὑπλ. Θεοῦ τεταγμένης· καὶ τῆς θεότητος δὲ αὐτοῦ, ἀληθὴς γεννήτειρά ἐστι τοῦ Λόγου τοῦ ἀπ' αἰώνων ἀσάρκου καὶ ἀσυνθέτου ἐξ αὐτῆς ἀρξαμένου τῆς μετὰ σαρκὸς ἐμψύχου συνυπάρξεως, δι' ὑποστατικῆς ἑνώσεως εἰς πλήρωσιν τῆς οἰκείας εὐδοκίας. Οὐκοῦν εἰ καὶ μὴ ὡσαύτως, ἀλλ' ὅμως πάντων τῶν Χριστοῦ μερῶν μήτηρ καὶ τοῦ ὅλου ἄρα ἡ ἁγία Παρθένος· ἀρχῆς γάρ τινος τῷ γεννωμένῳ πάντως αἴτιος ὁ ὁπωσοῦν λεγόμενός τινα γεννῆσαι ἀληθῶς, οὐ μέντοι πάντως τῆς τοῦ εἶναι ἐκ μὴ ὄντων· ἡ γὰρ ἂν οὕτω, οὐδὲ καθ᾽ αὑτὸν ὁ Λόγος, φύσει Υἱὸς ἦν τοῦ Πατρός· οὐ γὰρ εἰς τὸ εἶναι ἐκ μὴ ὄντων γεγέ νηται ὑπ' αὐτοῦ ὁ συναΐδιος. ΚΕΦΑΛ. Γ'. Ετι φασίν, εἰ ἐκ μέρους ὁ Χριστὸς ὑμῶν Υἱὸς Θεοῦ, καὶ ἐκ μέρους ἄρα Θεὸς δηλονότι, καὶ οὐχ ὅλος, ἡμίθεος ἄρα. ᾿Αλλ' ἡμῖν ὅλος Θεὸς προσκυνητός εἷς ὁ Χριστός· τοῦ μὲν τῶν ἐν αὐτῷ τῷ ἑνὶ ὅλῳ μερῶν, κατ' οὐσίαν ὄντος τελείου θείου· τοῦ δὲ κατὰ μετουσίαν τοῦ ἡνωμένου αὐτῷ κατ' οὐσίαν θείου μέσ ρους· εἰ δὲ ἡμῖν τὸν Χριστὸν διότι τὸ ἓν μέρος αὐτ τοῦ μόνον ἔχει τὸ φύσει θεῖον, ἡμίθεον συνάγετε εἴ. ναι, αὐτοὶ μηδὲ τὸ ὅλον μηδὲ μέρος φύσει θεῖον παντελῶς ἐν αὐτῷ εἰδότες, δῆλον ὡς οὐδὲ ὅλως Θεόν, ἀλλὰ ψιλὸν ἄνθρωπον πάντη καθ' ἡμᾶς εἶναι γινώ σκετε αὐτόν. ΚΕΦΑΛ. Δ'. Αλλ' εἰς ἑτέρας παρακειμένας αιτιολογίας τῆς ἀσεβείας αὐτῶν μετακυλισθέντες, φασὶ διὰ τόδε μή λέγειν ἐν καὶ τὸ αὐτὸ ζῶον, και μίαν ὁλότητα υἱοῦ μόνην ἐκ θείας τε καὶ ἀνθρωπίνης εἶναι φύσεως ἅμα, διότι πάντα υἱὸν ὁμοούσιον ὁρᾶσθαι ἀνάγκη τοῖς τίκτουσιν· ἀνελλιπῆ τε καὶ ἀπέριττον ἔχειν, τὴν πρὸς τοὺς φύντας αὐτὸν τῆς οὐσίας ὁμοιότητα ὁ Χριστὸς δὲ ὑμῶν ὁ Θεοῦ τε καὶ ἀνθρώπου Υἱός, καὶ Θεοῦ πλεῖον, καὶ ἀνθρώπου περισσόν τι ἔχει πῶς οὖν ὄντως καὶ Υἱὸς τούτων ἔσται, ὁ μὴ πάντη ὅμοιος αὐτοῖς τὴν φύσιν; Ἀλλ᾽, ὦ οὗτοι, πρῶτον μὲν καὶ τὸ ὁμοούσιον ἔχει, πρὸς ἄμφω μέντοι ἅμα συγ κρινόμενος τοὺς τεκόντας αὐτὸν ὁ Χριστός· καὶ ἡμῶν γὰρ ἕκαστος ἀμφοῖν τοῖς γονεῦσι παραβαλλόμενος ἅμα, δεόντως κρίνοιτο ἂν εἶναι ὁμοφυής τοῖς οἰκείοις αἰτίοις, ἐπείπερ καὶ μητρῷά τινα ἔχει, ἃ οὐκ ἔστιν ὁρᾶν ἐν τῷ πατρί· καὶ πατρῷά τινα ἃ οὐκ ἔστιν ἐν τῇ μητρὶ πολλάκις· εἰ δὲ καὶ ἀνὰ μέρος κρινόμενος ἑκατέρῳ δείκνυται ὅμοιος ἄνθρωπος, ἐπεὶ συμβέβηκεν ἐξ ὁμοειδῶν ἀμφοτέρων τεχθῆναι αὐτὸν, τοῦτο θεωρεῖται· οὐ γὰρ δὴ καὶ ἐπὶ τῶν ἀνομοιοειδῶν αἰτίων τοῦ γεννωμένου τόδε ὁμοίως ὁρᾶται· πῶς γὰρ ἂν ὁμο φυὲς ἰδίᾳ κριθείη ἀλέκτορι καὶ φασιανῷ τὸ ἐκ τῶνδε
col. 1611–1612page 107 of 185
PG 86:1611καλεῖτε τὸ μικρὸν τόδε, καὶ μίαν ἴστε ζώου ὁλότητα τοῦτο, ἢ οὐχί; εἰ γὰρ τόδε ἀρνεῖσθαι οὐ δυνατὸν ὑμῖν, πῶς τὰ ὄντα ὡς μὴ ὄντα λαλεῖτε; 'Αλλὰ τῶν τοιούτων, φησὶ,κρᾶσίς ἐστι καὶ σύγχυσις τοῦ εἴδους κατὰ τὴν γέννησιν· ὡς μηδὲ κρίνεσθαι τόδε μὲν εἶναι τὸ ἐν αὐτοῖς μέρος ἵππου, καὶ τόδε ὄνου, ἀλλὰ πάντα εἶναι αὐτῶν ἀλλοῖα τὰ μέλη καὶ ἀδιάγνωστα· εἰ τοιάνδε οὖν καὶ τὴν ἐν Χριστῷ φύρσιν τῶν οὐσιῶν φατε, ὑμεῖς εἴπατε ἡμῖν, φασίν· ἀλλ' οὐ πρὸς δεῖξιν τῆς ὁμοίας ἑνώσεως τάδε παρειλήφαμεν, ὦ οὗτοι, ἀλλ᾽ εἰς ἀνατροπὴν μόνων τῶν πρὸς τὸ παρὸν ὑμετέρων θε σπισμάτων, ὁμοούσιον ἀνελλιπῶς εἶναι δεῖν ἑκατέρων τῶν φύντων, τὸ γεννώμενον κηρυττόντων, ἢ μὴ καλεῖσθαι αὐτὸν Υἱόν· τόδε οὖν αὐτὸ τὸ πεφυρμένον καὶ ἀδιάγνωστον τοῦ εἴδους, ἐπὶ τούτων μᾶλλον ἀνατρέψει τὴν ὑμετέραν ἀπόφανσιν· εἰ γὰρ καὶ ἐφ' ὧν μηδὲ κατὰ μέλος οἱαοῦν ὁμοιότης σώζεται πρὸς θάτερον τῶν τικτόντων, υἱοί τε λέγοντα: ἵππων οἱ ἡμίονοι, καὶ τέκνα ὄνων οἱ ἡμίιπποι, πῶς διὰ τὸ ἐκ μέρους ἀνόμοιον, οὐ δύνασθαι υἱὸν καλεῖν τὸν μὴ πάντη ὅμοιον τοῖς τεκοῦσιν αὐτὸν εἰρήκατε; τοῦτο δὲ ἂν καλῶς εἶχεν ὑμῖν λέγειν ἴσως, πρὸς τοὺς κατά μίαν αὐτοῦ τὴν οὐσίαν ὅμοιον εἶναι τὸν Χριστὸν ἑκα τέρων τῶν γονέων δοξάζοντας, οὐ μὴν καὶ πρὸς ἡμᾶς τοὺς κατὰ διαφόρους φύσεις ὁμολογοῦντας αὐτοῦ συνεστηκέναι τὴν ὑπόστασιν. ? τεχθέν; ὅμως δὲ λέγετε ἡμῖν, φυσιολόγοι· υἱὸν τῶνδε Ἔτι δὲ βασανιστέον καὶ ἀκριβέστερον τα περί τοῦδε· ἢ γὰρ ἡ τοῦ ὅλου ὁμοιότης ὑμῖν δοκεῖ εἶναι τῆς υἱότητος παραστατικὴ πάντως, ἢ οὐχί· εἰ μὲν οὖν οὐχὶ, μάτην ζητεῖτε παρ' ἡμῶν τὸ μὴ αἴτιον υἱότητος εἰς ἀπόδειξιν αὐτῆς· αἱ γὰρ ἀποδείξεις, διὰ τῶν αἰτίων ταύτην ὑφίστασθαι τὴν υἱότητα πεί θεσθε μόνον· ἆρά γε "Αβελ Κάϊν ὅμοιος ὢν κατὰ τὸ ὅλον τῆς οὐσίας αὐτοῦ, καὶ υἱὸς αὐτοῦ ἦν, υἱοκτόνος οὖν, οὐκ ἀδελφοκτόνος ἦν; ἀλλ᾽ ἐπειδὴ τῶν ὁμοίων ἐπίσ σης ἐστὶ ἡ σχέσις, καὶ Κάϊν ἄρα υἱὸς ῎Αβελ ὁμοίως ἔσται· ἄρα οὖν καὶ πατροκτόνος μᾶλλον ἐστιν· οὐκοῦν καὶ ἐν ταυτῷ, υἱός τε καὶ πατὴρ καὶ ἀδελφὸς ἦν Κάϊν τοῦ κτείναντος αὐτὸν, "Αβελ ὁ ἀνῃρημένος ὑπ' αὐτοῦ καὶ Κάϊν υἱοκτόνος τε καὶ πατροκτόνος καὶ ἀδελφοκτόνος· καὶ τίς οὐ γελάσει τάδε ὑμῶν τὰ γλαφυρά δόγματα; Διορατέον οὖν σαφῶς ὡς καὶ ταύτην τὴν μερικὴν αἰτίαν καὶ μερικὴν ὁμοιότητα μόνον θεωρήσας Λουκᾶς ὁ εὐαγγελιστὴς ἐνοῦσαν καὶ τῷ ᾿Αδάμ πρὸς τὸν πατέρα τῶν πνευμάτων Θεόν· κατὰ γὰρ ψυχήν μόνον προσεχής αἴτιος αὐτῷ ἦν ὁ Θεὸς, ἐμὲ φυσῶν αὐτῷ πνεῦμα ζωῆς εἰς ψυχὴν ζῶσαν, ἐπεὶ τὸ σῶμα ἀπὸ γῆς αὐτῷ προδιέπλασε· καὶ κατὰ ταύ την σωζόμενον μόνον τὸ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν τῷ ἀνθρώπῳ· εἰδὼς ἐκ μερικῆς αἰτίας καὶ ὁμοιώσεως Υἱὸν σαφῶς τοῦ Πατρὸς τῶν πνευμάτων Θεοῦ, καὶ τὸν Ἀδὰμ ἐγενεαλόγησεν οὕτως ἀνατά ξας καὶ εἰπὼν, εἶναι τοῦ Ἀδὰμ τοῦ Θεοῦ, ὥσπερ ἔφη, «Τοῦ Σήθ τοῦ Ἀδάμ, ο ἤγουν τὸν ἐκ τοῦ
col. 1613–1614page 108 of 185
PG 86:1613Αδάμ· καὶ ὥσπερ εἶπε, «Τοῦ Ἰσαάκ, ὅπερ ὁ Ματθαῖος ἔλεγεν· «᾿Αβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ ν οὕτως ἔφη, Τοῦ Ἀδὰμ τοῦ Θεοῦ. Οὕτω μὲν οὖν ἐχέτω τάδε· ἀκουστέον δὲ καὶ τῶν λοιπῶν. ΚΕΦΑΛ. Ε'. Εἰ οὖν φύσει ἐστὶν Υἱὸς Θεοῦ ὁ Χριστὸς, καὶ οὐ κατὰ χάριν υἱοθεσίας ηξίωται, φασί, πως εἴρηται ἔτι πολλῷ μᾶλλον ἡ χάρις καὶ ἡ δωρεὰ τοῦ Θεοῦ, ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς περιέσσευσε; καὶ ὅτι, «Ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα;» καὶ, ο ὐ μὴ ἑαυτῷ δὲ λαβὼν τὴν τιμήν, ἀλλὰ κληθεὶς ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ ᾿Ααρών,» τί ἐστιν οὗτος ὁ Χριστὸς, εἴπατε. Πάλιν παρεκδοχαί, πάλιν μεταγωγαί, πάλιν αἱ συνήθεις μετωνυμίαι· καὶ θαῦμά γε οὕτως εὐ επιλήσμονες έστε καὶ ὧν ὑμεῖς πολλάκις εἰρήκατε, εἰ μὴ ἄρα τὸ τοῦ ληθάργου πάθος νοσεῖτε· ὅτι γὰρ καὶ τὰ τοῦ ἑνὸς τῶν μερῶν αὐτοῦ τοῦ μέρους κατ ηγορεῖται, οὐκ ἀγνοεῖτε· ὡς τό, η Εθεντο τὰ θνησιμαῖα τῶν δούλων σου, βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.» ᾿Αλλὰ καὶ ὅτι τὰ τοῦ ὅλου μέρους κατὰ τοῦ ὅλου λέγεται, Ιστε· ὡς τὸ, «Ἐκεῖ ἔθαψαν ᾿Αβραάμ, και Σάρραν τὴν γυναῖκα αὐτοῦ.» Καὶ ἀνάπαλιν τὰ τοῦ ὅλου, κατὰ τοῦ μέρους· ὡς τὸ, «Καὶ εἰσῆλθεν Ἰακὼβ ἐν σε ψυχαῖς εἰς Αἴγυπτον·, ἔτι μὴν ὅτι καὶ τὰ τοῦ ὅλου κατὰ τοῦ μέρους αὐτοῦ λέγεται ποτε μόνου, ὁμολογεῖτε· ὡς ἐν τῷ, ο Ἐνύσταξεν ή ψυχή μου ἀπὸ ἀκηδίας.» Οὔτε γὰρ σῶμα, ούτε ψυχή καθ' αὐτὴν νυστάξει· καὶ ἐν τῷ, Εκχεῶ ἀπὸ τοῦ Πνεύματος μου ἐπὶ πᾶσαν σάρκα·, οὐ γὰρ δὴ τὴν ἄψυχών φησι· καὶ ὅτι δὲ τὰ τοῦ ὅλου κατὰ τοῦ ὅλου λέγεται, ἀναμφίβολον πᾶσιν· ὡς τὸν Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· τὸ δὲ παρά δοξον ἐροῦμεν ἔτι· ὅτι ἐπὶ τῶν φυσικῶν οἰκειώσεων ἔστιν ἰδεῖν διὰ τὴν ἐκ τῆς ἑνώσεως συμπάθειαν ἐπὶ τῶν ὁπωσοῦν παθημάτων ἡνωμένων μερῶν, ὅτι καὶ τὰ θατέρου τῶν μερῶν τοῦ ὅλου, κατὰ τοῦ ἑτέρου μέρους αὐτοῦ κατηγορείται· ὡς τὸ, ψυχὴν τοῦ φονέως, ἀντὶ τῆς ψυχῆς τοῦ φονευθέντος, ἀποκτείνεσθαι καίτοι οἱ ἀποκτένοντες, τὸ σῶμα ἀποκτένουσι, μετὰ δὲ τοῦτο οὐκ ἔχουσι τί περισσότερον ποιῆσαι τοιόνδε δή ἐστι καὶ τὸ, «Εταπείνουν ἐν νηστεία τὴν ψυχήν μου, καὶ γὰρ τὸ σῶμα πρώτως τε καὶ ὄντως ἐστὶ τὸ ταπεινούμενον ἐπὶ νηστείᾳ, ἡ δὲ ψυχή καὶ μᾶλλον νήφει καὶ ὑψοῦται ἐφόσον ὁ ἔξω ἄνθρωπος ταπεινοῦται· καὶ, «Φωνή αἵματος τοῦ ἀδελφοῦ σου βολ πρός με· ν καὶ γὰρ καὶ, κατὰ τὸν Ἀπόστολον, ἀπο θανὼν ἔτι λαλεῖ ὡς ζῶν ὁ ᾿Αβελ, οὐκ αὐτῷ αἵματι, ἀλλὰ τῇ ψυχῇ. Σαφὲς οὖν ὅτι ἃ εἰρήκατε πάντα, περὶ μέρους λέγεται τοῦ ἀνθρωπίνου Χριστοῦ· ἡ μὲν γὰρ τῶν ἐν αὐτῷ φύσεων, Θεός τε καὶ Υἱὸς Θεοῦ ἔστι τε καὶ ὀνομάζεται, οὐσιώδει λόγῳ· ἡ δὲ χάριτι ἀληθῶς καὶ δωρεᾷ θείας τιμῆς καὶ ὀνομασίας ἠξίωται, ἀλλ' οὐχ ἁπλῶς ὄνομα οὔσης ψιλόν, πρᾶγμα ὑποκείμενον όνο
col. 1615–1616page 109 of 185
PG 86:1615μαστὸν ἰδίως τῷδε τῷ ὀνόματι οὐκ ἐχούσης, οἷόν τὸ κριέλαφος φασι τὸ κριέλαφος, καὶ τὰ ὅμοια· ἀλλὰ διὰ τῆς πρὸς τὸν φύσει Θεὸν ἑνώσεως αὐτῆς ὑποστατικῆς μεταδιδομένης αὐτῇ τῆς τοῦ ὀνόματος τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ τιμῆς· οὕτω γὰρ πραγματωδῶς χαρίσματα καὶ τιμὴ καὶ ὀνομασία μεγάλη τοῦ θεω θέντος παρὰ τοῦ ἀληθῶς θεώσαντος αὐτὸ Θεοῦ ἀλη θοῦς ἐν δόσει ἑαυτοῦ δείκνυται, εἴπερ μὴ ψευδωνύμως χαριζόμενος αὐτῷ τὸ ἴδιον ὄνομα λέλεκται· οὐχ ἑαυτῷ οὖν ἔλαβεν, ήγουν ἀφ' ἑαυτοῦ, τὴν τιμήν· οὐδὲ ἑαυτὸν ἐδόξασεν ὁ Χριστός, ὅπερ σημαίνει νῦν τὸν κατ' αὐτὸν ἄνθρωπον, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν Θεὸς πραγματιωδῶς, καὶ εἰπὼν τῷ ἔργῳ τῆς πρὸς αὐτὸν υἱοποιίας αὐτοῦ καὶ οὐ λόγῳ ψιλῷ, ο Υιός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, ο χάριτι ήγουν, ἀφ' οὗ τῷ φύσει μου Υἱῷ σε προσήνωσα κατὰ μίαν ὑπόστασιν· ὅτι γὰρ ἅ ἂν αὐτὸς εἶπε καὶ ἐγενήθησαν, καὶ ὅτι ἀδύνατον ψεύδεσθαι. Θεόν, μεμαθήκα μεν παρ' αὐτοῦ. Δηλοῖ οὖν τάδε, ὅτι οὐκ ἀφ' ἑαυτοῦ, αἱρούμενος ὁ υἱὸς τοῦ ἀνθρώπου, ἀλαζονεύεται Πατέρα Θεόν, ἀλλ᾽ ὑπὸ τοῦ Θεοῦ κέκληται εἰς τὴν ἀξίαν τῆς θείας υἱότητος ταύτης, καὶ τῆς διηνεκούς αὐτοῦ ἱερωσύνης, οὐδ' αὐτῆς μόνον ὀνόματι, ἀλλὰ καὶ πράγματι νοουμένης· Ὁ γὰρ ὁμόσας αὐτῷ Κύ ριος, καὶ οὐ μεταμελούμενος, ὅτι «Σὺ εἰ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, ο αὐτὸς ἦν καὶ περὶ οὗ εἴρηται· Κύριος εἶπε πρός με, Υιός μου εἴ σύ·, οὐκοῦν τὸ καθάπερ καὶ Δαρὼν ὅμοιον μὲν τρόπον τῆς ἐκ Θεοῦ δόσεως τῶν χαρισμάτων σημαίνει, καὶ κλήσεως· ἔν τε 'Ααρών, καὶ ἐν Χριστῷ, οὐ μέντοι καὶ χαρίσματα όμοια· ἡ γὰρ ἂν καὶ τῷ 'Ααρὼν ἐῤῥέθη τὸ, «Υιός μου εἴ σύ· ν καὶ τὰ λοιπά. "Οτι γὰρ των ἔχει λόγον κατὰ τὴν ἰσοτιμίαν τῆς ἱερωσύνης Ααρων συγκρίνεσθαι τῷ Χριστῷ, πρό δηλον· εἴπερ καὶ Μωϋσέως τοῦ μείζονος αὐτοῦ το σοῦτο πλείονος δόξης ηξίωται Χριστός, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν ἔτι μὴν ἀποστολικῶς εἰπεῖν· «Εἰ ἡ τελείωσις δι ὁμοίας ἱερωσύνης ἦν, τίς χρεία ἕτερον ἀνίστασθαι ἱερέα κατὰ τὴν τάξιν Ααρών λέγεσθαι;» ἄλλως τε εἰ μὴ μετετέθη ἡ ἱερωσύνη, οὐδὲ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γέγονεν, ᾗ φησιν ὁ αὐτὸς Παῦλος ὁ ἀπόστολος, ἀλλὰ μόνον διαδοχή· οὕτως οὖν καὶ τὸ, Κληθήσεται Υἱὸς Θεοῦ· › καὶ τὸ, ο Υἱὸς Ὑψίστου ῃ κληθήσεται, καὶ τὰ λοιπὰ νοείσθω· καὶ τὸ γεννώμενον γὰρ ἅγιον ἦν· καὶ οὐ μόνον ἡγιασμένον διὰ τὸ συγγενόμενον αὐτῷ ἀγέννητον Πνεῦμα ἅγιον, ὅ ἐστι καὶ ὁ Λόγος τεχθεὶς ἐκ τῆς Παρθένου· τὸ γὰρ ἐν αὐτῇ συλληφθέν, φησὶν ὁ ἄγγελος, ἐκ Πνεύματος ἁγίου, Πνεῦμα ἅγιόν ἐστιν· ὥσπερ καὶ τὸ ἐκ τῆς σαρκὸς, σὰρξ εἴρηται εἶναι· Πνεῦμα δὲ ὁ Θεός· καὶ Θεὸς δὲ ἦν ὁ Χριστός· τὸ συλληφθὲν τοῦτό ἐστι καὶ τὸ συντεχθέν. Οὐ κενῶν οὖν ὀνομάτων χαρίσματα ἐπὶ Χριστοῦ, τό τε Θεὸς καὶ Υἱὸς Θεοῦ καὶ μονογενὴς και Κύριος τῆς δόξης, καὶ τὰ λοιπὰ, ἀλλὰ πρά γματι ὄντων· εἰ γὰρ μὴ τάδε οὕτως ἔχοι, ψευδωνυ μία τὸ δῶρον τῆς ὀνομασίας τοῦ Θεοῦ ἔσται ἐν Χρι
col. 1617–1618page 110 of 185
PG 86:1617στῷ· ταύτης δὲ καὶ εἴδωλα καὶ ἥρωες καὶ δαίμονες πάλαι ἔτυχον, ἧς ἐπὶ καθαιρέσει ὄντως ὁ ἀληθὴς Υἱὸς τοῦ Θεοῦ ἐπεδήμησέ τε καὶ πλεῖστα ᾠκονόμησεν ἐπιδημήσας· καὶ οὐκ ἂν κακῷ τὸ κακόν τις ἰᾶσθαι αὐτὸν εἴποι· ἀλλὰ καὶ ἄγγελοι καὶ ἄνθρωποι, υἱοὶ Θεοῦ, καὶ υἱοὶ Ὑψίστου εἴρηνται πολλάκις. Τί οὖν περισσότερον, ἐν τῷδε Χριστῷ τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ; πῶς δὲ καὶ Μονογενής, εἰ κατ' αὐτοὺς ἡ χάρις ἡ εἰς αὐτὸν τῆς θεώσεως ή υἱότητος; Χάριτι οὖν τῇ δι' ἑνώσεως ὑποστατικῆς πρὸς τὸν φύσει Υἱὸν, εἰ ρηται σαφῶς Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος ὁ Μονογενής. ΚΕΦΑΛ. Γ'. ᾿Αλλὰ, φασὶν, εἰ μὴ οἰκονομικῶς εἴρηται, ὡς ἂν εἴποι, ὑμεῖς φεύγοντες τὴν ἀκριβὴ τῶν σημαινομένων ἐξέτασιν· καὶ εἰ μὴ οὐκ ἔχει κυρίαν τὴν ἔκβα σιν ἢ παραβολῇ ἡ ἀλληγορία ἢ φαντασίᾳ ἢ δοκήσει, καὶ κατὰ κενῆς κεῖται ὡς πρὸς ὑπόνοιαν μόνον τοῖς ἀκροαταῖς τὰ λεγόμενα, τίς ἐστιν ὁ υἱὸς ὅς ἔμαθε καὶ ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν; Ο καὶ δεήσεις καὶ ἱκετηρίας μετὰ κραυγῆς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, ο καὶ τελειωθείς, καὶ σταυρωθεὶς, καὶ ταφείς· καὶ ἂν ἤγειρεν ὁ Θεὸς ἐκ νεκρῶν, καὶ ὁ ὑψωθεὶς καὶ δοξα σθεὶς, καὶ τὰ λοιπά· οὔτε γὰρ δια τοῦ Λόγου τάδε τις τολμήσει μὴ δαιμονῶν καταφάσκειν, οὔτε σὺν ἑτέρῳ ὄντος. Ἀλλ᾽ ἤδη πολλάκις ὑμῖν ἐῤῥέθη, ὡς ἀπὸ μέρους τὸ ὅλον πολλάκις κατηγορείται, νόμῳ τε διαλεκτικῷ κοινῷ, καὶ ἰδίῳ ἔθει τῆς ἁγίας Γραφῆς. Οὐκ ἄρα οὖν δοκήσει ἢ παραβολῇ ή τινι τοιῷδε τρόπῳ, ταῦ τά ἐστι· σὺν ἀληθείᾳ δὲ, μετὰ τῶν μέντοι πρεπόντων διανοητικών προσδιορισμῶν ἐκληπτέον αὐτά· ἁπλῶς δὲ καὶ ὑμεῖς, εἰ μὴ ἐν τῷδε αὐτῷ τῷ τοιῷδε καταφασκο μένῳ τῷ Χριστῷ, καὶ ὁ φύσει Υἱός τοῦ Θεοῦ Λόγος νοεῖται ὑμῖν ἐνυπάρχειν ἀπαθῶς μὲν, καὶ αὐτὸς δὲ τοῖσδε τὴν φύσιν ὑποβεβλημένος δια μέσου τοῦ Λόγου τῆς ὑποστάσεως αὐτοῦ· ποῦ ζητοῦμεν τὸν ἕτερον Υἱὸν τοῦ Θεοῦ, περὶ οὗ εἴρηται ὅτι «Ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἑαυτὸν ἐκένωσε, καὶ αἰσχύνης θανάτου σταυροῦ κατεφρόνησε;» καὶ ποῦ ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενής, αὐτὸς ὁ ὑπὲρ ἡμῶν ἐκδοθεὶς ὑπὸ τοῦ Πα τρός; • Οὕτως γάρ, φησίν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε. Τίς τε ὁ πεμφθείς μονογενής Υἱὸς τοῦ Κυρίου τοῦ ἀμπελῶνος μετὰ τοὺς προλαβόντας δούλους ὄντας πάντας πρὸς τοὺς κακούς γεωργούς, εἴ πως αὐτὸν ἐντραπήσονται; καὶ τίς ἐστι οὗ ἐθεάσαντο τὴν δόξαν ὡς μονογενούς παρὰ Πατρὸς οἱ μαθηταί; ἔτι μὴν τίς ὁ ὁρισθείς Υἱὸς Θεοῦ κατὰ πνεῦμα ἁγιωσύνης; τίς τε ὁ καταβὰς καὶ εἰσκριθεὶς ὡς ὑετὸς ἐπὶ πόκον; οὗ πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης ἐστὶν ὁ θρόνος; τίς τε 5 λέγων, Σῶμα δὲ κατηρτίσω μοι; εἰ μὴ ἄρα καὶ προΰπαρξιν τῆς Ἰησοῦ ψυχῆς ὀνειροπολεῖτε· πῶς δὲ αὐτὸς ἐν ᾧ τὰ πάντα ἔκτισται, καὶ πρωτότοκος ἐκ τῶν
col. 1619–1620page 111 of 185
PG 86:1619νεκρών εἴρηται, ἐν πᾶσιν αὐτὸς πρωτεύων, πρωτ τότοκος πάσης κτίσεως; ποιός τέ ἐστιν ὁ ἐξ οὐρανοῦ δεύτερος άνθρωπος καὶ Κύριος; τίς τε όν φησι Ἰωάν νης, «'Ο ἄνωθεν ἐρχόμενος, μείζων πάντων ἐστί;» τις τε ὁ λέγων δόξαν ἔχειν παρὰ τῷ Πατρὶ πρὸ τοῦ τὸν κόσ σμον γενέσθαι, καὶ ὁμολογῶν ἑαυτὸν σὺν τῷ Πατρὶ ὲν εἶναι; καὶ τίς ὁ ἐξουσίαν ἔχων θεἶναι τὴν οἰκείαν αὐτοῦ ψυχὴν καὶ ἆραι, καὶ λυθέντα τὸν ἴδιον ναόν, ὡς θεῖον καὶ οὐκ οἶκον ιδιωτικὸν λεγόμενον, ἐν τρισὶν ἡμέραις ἐγεῖραι δυνατός; πῶς δὲ καὶ ἡ ἐκ πίστεως δικαιοσύνη λέγει, «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τις ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν κατ αγαγεῖν,» εἰ μὴ καὶ οὐράνιον εἶναι αὐτὸν καὶ οὐ ψιλὸν ἐπίγειόν φησι; τίς τε ὁ Κύριος τῆς δόξης, ὃν ἀγνοοῦντες ἐσταύρωσαν; πῶς δὲ καὶ ὑμεῖς αὐτοὶ τὴν ἐν Νικαίᾳ πίστιν οὐ παραιτούμενοι τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τὸν αὐτὸν κατ ελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα Χριστὸν ὁμολογεῖτε ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα; καὶ τὰ ἄλλα δὲ, πῶς νοεῖτε, ὅσα προείρηται ἡμῖν ἐκ τῶν ἱερῶν Λογίων περὶ Χρι στοῦ, ὡς Υἱοῦ Θεοῦ, πρὸς τῇ χάριτι καὶ φύσει ὄντα Υἱὸν Θεοῦ, παριστῶντα αὐτόν; εἰ γὰρ μὴ δοκήσει ἢ φαντασίᾳ ἡ πρὸς ὑπόνοιαν ή τι τῶν λοιπῶν ὧν ἔφητε οὐδὲ ταῦτα ἐστιν εἰρημένα ἐν τῇ θείᾳ Γραφή, οὔτε μὴν ψευδωνύμως είρηται Θεός τε καὶ Υἱὸς Θεοῦ, καὶ Κύριος ὁ αὐτὸς Χριστός, πῶς οὐχὶ ὁ αὐτὸς ἔσται ἄμφω, εἴπερ κατὰ τοῦ αὐτοῦ ἑκάτερα λέγετα καὶ εἰς ὅ τε φύσει Υἱὸς τοῦ Θεοῦ καὶ ὁ χάριτι, ὁ ἀπαθής τε καὶ παθητὸς, ἀνιστῶν τε καὶ ἀνιστάμενος, καὶ τὰ λοιπὰ, δοξασθήσεται; Οὐ γὰρ εὔλογοι ὄντως ὑμεῖς, ὦ εὑρεσιλόγοι, δι' εὐλάβειαν μὲν δοκήσεως καὶ φαντασίας, τὰ πάθη τε καὶ τὰ τοῦ παθητοῦ ὀνόματα κυρίως έκδε χόμενοι, καὶ φύσει καὶ πραγματιωδῶς· τὴν δὲ ἀπά θειαν καὶ δόξαν καὶ τιμὴν, καὶ τὸ τῆς θεότητος και θείας υἱότητος ὄνομα, οὐ φύσει τὸ καθόλου, οὐ πρά γμασιν οὐδὲ ὄντως ἐπὶ Χριστοῦ, ἀλλὰ ψευδωνυμίαν καὶ δόκησιν καὶ φαντασίαν καὶ διακενής προσηγορίαν· εἰ γὰρ καὶ ὄντως λέγεται ὑπ' αὐτοῦ καὶ πράτο τεται τὰ ἀνθρώπινα, ἀλλὰ σκοπεῖτε φιλαλήθως, ὅτι βασιλεῖ μὲν λέγειν τοῖς ἰδίοις ὑπηκόοις ὅτι Εἷς ἐξ ὑμῶν εἰμι, καὶ ὅμοιος ὑμῖν, καὶ πράττειν ἐν καιρῷ παρατάξεως τὰ τοῦ στρατιώτου, προθυμία τῆς τοῦ κοινοῦ τῆς ἰδίας πολιτείας σωτηρίας, οὐ μόνον οὐ ψεκτὸν, ἀλλὰ καὶ ἄγαν ἔνδοξον· στρατιώτην δὲ ὄντα, βασιλικῶς προστάττειν ἡ ὀνομάζεσθαι, οὐ μικρῷ περιβαλεῖ ἐγκλήματι· εἴπερ οὖν Υἱὸς ὢν ἀνθρώπου, καὶ ἄνθρωπος μόνον, ὁ μονογενής τοῦ Θεοῦ Υἱὸς, καὶ πρωτότοκος πάσης κτίσεως, καὶ ὁ ἐπὶ πάντων Θεὸς, καὶ τὰ λοιπὰ, λεγόμενός τε ἀποδέχεται, καὶ ἐξουσίᾳ προστάσσει ὡς Κύριος, ἀνταρσίας άλω πρὸς Θεόν· εἰ δὲ καὶ Θεοῦ Υἱὸς καὶ Θεὸς ὄντως ὤν, χρῆταί ποτε τοῖς ἀνθρωπείοις ρήμασι καὶ πράγμασι, δῆλον ὡς πρὸς τῇ φυσικῇ μεγαλειότητι, καὶ συγκατάβασιν ἐξ ἀγαθότητος ἐπιδείκνυται.
col. 1621–1622page 112 of 185
PG 86:1621Εἰ δὲ μὴ κατὰ τοῦ αὐτοῦ Υἱοῦ ἢ προσώπου, ἀλλὰ καθ' ἑτέρου καὶ ἑτέρου υἱοῦ τὰ διάφορα νοεῖτε, πῶς οὐ δύο υἱοὺς σαφῶς δοξάζετε; πῶς δὲ οὐ θάτερον μὲν Θεὸν οὐδὲν εἰς ἀνθρώπους κατ᾽ οὐσίαν κενωθέντα, ἀλλὰ μόνον κατὰ τὴν ἐξ αἰώνων προνοητικὴν αὐτοῦ ἐνέργειαν, δι' ἑτέρου τὴν ἡμετέραν σωτηρίαν οἰκου νομοῦντά φατε; ὡς μηδὲ ἀληθεύειν λοιπὸν καθ' ὑμᾶς τὸ, Οὐ πρέσβυς οὐδ' ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύ ριος ἔσωσεν ἡμᾶς, τὸν δὲ ἕτερον υἱὸν, ἄνθρωπον ψιλόν, κατ' οὐδὲν Θεῷ κοινωνοῦντα ἢ ἡνωμένον, οὐ φύσει, οὐχ ὑποστάσει δοξάζετε; εἰ μὴ, ὥς φατε, μόν νῳ τῷ ὀνόματι κατὰ τὸν τῶν ὁμωνύμων λόγον· ἐφ' ὧν τὸ μὲν ὄνομα κοινὸν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας, ἕτερός ἐστιν ἀει· οἷον ὅ τε ἐν ἀληθείᾳ ἄνθρωποι, καὶ ὁ ἐν Γραφῇ ἄμφω λεγόμενος ὡσαύτως τισὶν ἀ παρατηρήτως ἄνθρωπος. Οὕτω μὲν οὖν καὶ τάδε παρ' ἡμῶν ἀποδέδεικται· ἵνα δὲ πρὸς ἔλεγχον τῆς λοιπῆς αὐτῶν ἀσεβείας αὐτοὺς κατασύρωμεν, αὐτοὶ λεγέτωσαν ἡμῖν· τὸν κατ' αὐτοὺς θάτερον τῶν υἱῶν Χριστὸν, τὸν ἀσύνθετον τῷ λόγῳ, τίνι φασὶν ὁμοούσιον; εἰ γὰρ οὐδενὶ, οὐδὲ Υἱὸν ὅλως, τίνος ἄρα εἴποισαν; ἐπεὶ τοῖς τεκοῦσιν ἦν ἀνομοούσιος· οὐδὲ γεννηθέντα οὖν, οὐδὲ ζῶον ἔσται νοεῖν αὐτὸν, καθὰ καὶ αὐτοὶ ἐγ τοῖς πρώην δεδώκασιν· εἰ δὲ τῷ Θεῷ μόνον, ἄρα γε καὶ δύο θεῖοι υἱο! εἰσι, καὶ τετρὰς ἡ ἁγία Τριάς· καὶ τοῦτο δὲ λέγοντες, ἢ οὐ τὸν ἐκ Παρ θένου φασὶν εἶναι τόνδε, ἢ καὶ τὴν Παρθένον, Θεὸν ἴσασι φύσει· εἴπερ ὁμοούσιος καὶ αὐτῇ ὁ ὁμοούσιος Θεῷ· διὸ δὴ καὶ ἡμᾶς πάντας τοὺς ὁμοουσίους αὐτῇ, θεοὺς ἂν εἴποιεν εἰκότως· καὶ ἀπειροθεῖαν εἰσ άγουσι προφανέστατα· εἰ δὲ ἡμῖν μόνον ὁμοούσιόν φασι τὸν Χριστὸν, Υἱὸν Θεοῦ λεγόμενον, τί διαφέροι ἂν οὗτος τῶν λοιπῶν υἱῶν τοῦ Θεοῦ εἰρημένων, λε γέτωσαν· περὶ ὧν εἴρηται ὑπὸ τοῦ Θεοῦ· «Καὶ ἔσον ταί μοι εἰς υἱοὺς καὶ θυγατέρας· καὶ Ἐγὼ εἶπον Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες,» καὶ τὰ τοιάδε. ΚΕΦΑΛ. Ζ'. Υἱὸν μὲν, φησί, τοῦ Θεοῦ, φύσει τὸν Θεὸν Λόγον μόνον, τὸν ὁμοούσιον τῷ Πατρί φαμεν· τὸν δὲ Χρι στὸν, Υἱὸν μὲν Θεοῦ προσαγορεύεσθαι χάριτι λέγο μεν, ὅμοιον δὲ εἶναι τῇ φύσει· οὐ διὰ τόδε δὲ καὶ ὁμότιμον αὐτὸν ἡμῖν ἤδη παριστάνομεν Υἱόν· ἐπεὶ καὶ ἡμεῖς χάρισμα υἱοθεσίας ἐλάβομεν παρὰ Θεοῦ, καὶ χάριτι ἐσμεν τέκνα Θεοῦ, καὶ κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι αὐτοῦ Χριστοῦ· καὶ τῶν ὁμοίως γὰρ λεγομένων πολλάκις, ἄφατος εὑρίσκεται διαφορά κυρίως γὰρ καὶ κτίσματα ὅ τε κώνωψ καὶ ὁ ἄγγελος ἄμφω ὁμοίως λέγεται· καὶ οὐ παρὰ τόδε ὅμοιά ἐστι πολὺ γὰρ τὸ διάφορον αὐτῶν· οὕτως οὖν καὶ ἐπὶ τῶν θέσει διαφόρων υἱῶν Θεοῦ καὶ χάριτι νοητέον πλείονος γὰρ τιμῆς ἠξίωται ὁ Χριστὸς καὶ παρὰ Μωϋσῆ τὸν μέγαν ἐν προφήταις, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Εἰ οὖν μὴ καὶ ταῦτα προσποιεῖσθε, ἀλλ᾽ ὄντως κἂν τιμῆς καὶ ἀξίας ἴστε πρόκρισιν ἐπὶ Χριστοῦ
col. 1623–1624page 113 of 185
PG 86:1623παρὰ τοὺς λοιποὺς ἀνθρώπους, εἰ καὶ μὴ οὐσίας, πῶς πρὸ μικροῦ τὴν κλῆσιν αὐτοῦ καὶ τὴν τιμὴν ἣν ἔλαβε παρὰ Θεοῦ, ὁμοίαν εἶναι τῆς Δαρών διισχυρίζεσθε, διὰ τὸ καθάπερ καὶ Ααρών, οὕτως καὶ ὁ Χριστὸς εἰρῆσθαι; Καὶ τοῦτο μὲν οὖν τέως ἀφείσθω περὶ δὲ τοῦ παραδείγματος ὑμῶν ἐροῦμεν, ὡς εἴ και τανοεῖτε, ὦ σοφισταί, ἡ κτίσις διάφορα προάγει και κτίζει κατ' οὐσίαν· ἔτι δὲ καὶ ἐκ μὴ ὄντων εἶναι ποιεῖ, ὥσπερ ἔφητε, καὶ τὸν ἄγγελον καὶ τὸν κώ νωπς, τάδε τὰ διάφορα ὄντα τῇ φύσει, καὶ οὕτω γε νόμενα ὑπὸ τῆς θείας κτίσεως· τί οὖν φατε; καὶ τὴν δοθεῖσαν χάριν Χριστῷ διαφορὰν αὐτοῦ ποιῆσαι κατ' οὐσίαν πρός τι, ἢ οὐχί; εἰ μὲν γὰρ οὐχὶ, πῶς ὁμοίως τῆς διαφορᾶς τῶν κτιστῶν, ἡ ἐν χάριτι δια φορὰ ὁρᾶται; εἴπερ ἐκείνη μὲν ποιεῖ οὐσιώδεις δια φοράς, αὕτη δὲ οὐχί· πολὺ γὰρ ὡς ἀληθῶς τοῦτο αὐτὸ τὸ τῶν διαφόρων διάφορον· εἰ δὲ πεποίηκε, δηλονότι κρειττοῖ τοῦτον κατὰ τὴν φύσιν αὐτοῦ, ᾧ κεχάρισται· ἐπεὶ οὖν ὄντι τι τὴν οὐσίαν ἐδόθη (οὐ γὰρ τῷ μὴ ὄντι ἡ χάρις, οὐδὲ μὴν τὸ πάντη μὴ ὂν, ἐκ μὴ ὄντων εἶναι αὕτη ποιεῖ· ἔσται γὰρ ἂν οὕτω καὶ αὕτη κτίσις καὶ οὐ χάρις), τί ὄντι τούτῳ τῷ Χριστῷ κατ' οὐσίαν πρώην ἐδόθη ἡ χάρις αὕτη; καὶ τί πει ποίηκεν αὐτὸν εἶναι τῇ φύσει ἐγγενομένη καὶ κρειτ τώσασα αὐτὸν κατ' οὐσίαν; εἰ μὲν γὰρ ἀνθρώπῳ ψιλῷ ἐδόθη, πρῶτα μὲν ποῦ τε καὶ πότε ἦν οὗτος, εἴπατε· εἶτα δὲ ἡ χάρις αὕτη, εἴπερ ὄντως χάρις ἐστὶ κρειττοῦσα τοῦτον κατὰ φύσιν ᾧ κεχάρισται, εἰ ἄνθρωπος ἦν, δῆλον ὅτι ἄγγελον ή τι τοιοῦτον εἶναι τὴν φύσιν, ἢ Θεὸν ἐξ ἀνάγκης αὐτὸν εἶναι δείκνυσιν· οὐδὲν γὰρ ἄλλο παρὰ τάδε, κρεῖττον ἀνθρώπου τὴν οὐσίαν ἐστί· εἰ δὲ αὐτὸ τοῦτο ἄνθρωπον αὐτὸν κατ᾽ οὐσίαν κρειττοῦσα ἡ χάρις ἐποίησε, δῆλον ὡς πετεινόν τι ἢ κτήνος ἢ νηκτὸν ἢ ἑρπετὸν πρὸ τῆς χάριτος ἦν οὗτος ᾧ κεχάρισται αὕτη. Αρά γε οὖν ταῦτα μὲν δοκεί λέγειν περὶ Χριστοῦ; ἄλλως τε ου τως καὶ πάντες άνθρωποι τῆς αὐτῆς χάριτος καὶ πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ καὶ μετ' αὐτὸν ἔσονται μέ τοχοι· ἀλλὰ καὶ μᾶλλον αὐτοῦ, ἐκ φύσεως πρώτης ἔχοντες τὴν ἀξίαν τῆς ἀνθρωπότητος, ἧς αὐτὸς κατά χάριν ἠξιώθη δια φυσικῆς κρειττώσεως. ΚΕΦΑΛ. Η. Τί οὖν, φησὶ, ἐν τοῖς ὁμοουσίοις οὐκ ἔστι διαφορὰ χρυσοῦ τυχὸν τοῦ μετάλλου πρὸς μόλιβδον ἢ πρὸς ὅστρακον, καὶ τοῦ Βαπτιστοῦ Ἰωάννου πρὸς τὸν προδότην Ἰούδαν; ᾿Αλλὰ τούτων ή διαφορά, βέλτιστοι, ἡ μὲν κατὰ συμβεβηκὸς ἀχώριστον οὖσα εὐχροίας τυχὸν καὶ ποιῶν ἑτέρων λόγων, πρὸς τὸν δοκεῖ· καὶ οὐχ ἁπλῶς οὐδὲ ἀεὶ οὐδὲ κατὰ πάντα υπερέχει θατέρας· οὐ γὰρ δὴ καὶ ταύρῳ κρείττων δοκεῖ, ἀλλ᾽ οὐδὲ Θεῷ τιμιώτερος ὁ χρυσός· ἔτι δὲ οἷς τε καὶ ὅτε καὶ ἐφ᾽ ὧν καὶ οἶ, ἀναγκαιότερος καὶ χρησιμώτερος ὅ τε μόλιβδος καὶ τὸ ὄστρακον· ἡ δὲ ἑτέρα διαφορὰ πάλιν, κατὰ ἀρετὴν, καὶ ἐξ ἔργου καὶ γνώμης ἐστὶ θατέρου πρὸς θάτερον ὁρωμένη πῶς οὖν χάριτος ἔσται διαφορὰ ἐπὶ Χριστοῦ, εἰ κατά τι τῶνδέ ἐστιν ἡ ὑπεροχὴ αὐτοῦ πρὸς ἡμᾶς μόνον;
col. 1625–1626page 114 of 185
PG 86:1625τῷ γὰρ ἐργαζομένῳ δίδοται μὲν μισθός, οὐ κατά χαριν δὲ, ἀλλὰ κατ' ὀφείλημα·. Εἰ δὲ κατὰ χάριν, οὐκ ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις, ο ὡς εἴρηται· ἄλλως δὲ εἰ ἡ χάρις αὕτη καὶ ἡ τιμὴ ἧς ἠξίωται Χριστὸς διαφορὰν ποιεῖ καὶ πρὸς τὸν ἐν προφήταις εξαίρετον Μωϋσῆ, καθόσον πλείονα τι μὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτὸν, δῆλον ὅτι κτίστου πρὸς κτίσμα, τοσαύτη ἐστὶν ἡ διαφορὰ ἡ ἀπ' αὐτῆς ἐγγινομένη τοῖς μετόχοις αὐτῆς, προς τοὺς πρώην ὁμοίους αὐτῶν· οὐκ ἄρα ἀρκεῖ οὐδὲ ἡ τοῦ ἀγγέλου πρὸς κώνωπα διένεξις φυσική, ἢ χρυ σοῦ πρὸς ὅστρακον, ἄμφω κτιστῶν ὄντων, κἂν ὑπερέχοι τι θάτερον θατέρου, εἰς παράδειγμα τῆς κατά Χριστὸν διαφόρου πρὸς ἡμᾶς χάριτος· εἰ γὰρ μὴ ὅμοια εἶναι ποιεῖ καὶ ἡ εἰς ἡμᾶς ὑπὸ Θεοῦ τιμὴ καὶ χά ρις, ἀλλ᾽ ἢ ὅτον κτίστου πρὸς κτίσμα διαφορά φυ- 1 λάττεται ἐν ἡμῖν καὶ αὐτῷ ἐπὶ ταῖς θείαις χάρισι, κτίστην ἀληθῶς καὶ οὐ κτίσμα Χριστὸν μόνον παρ ἔστησιν εἶναι ἡ ἐγγινομένη αὐτῷ χάρις· οὔτε καθ' ἡμᾶς οὖν, οὔτε κατὰ Μωϋσῆ τὸν μέγαν ὄντα μόνον δείκνυσιν αὐτὸν, ἀλλὰ καὶ Θεὸν σαφῶς· μόνου γὰρ Θεοῦ τὸ κτίζειν καὶ κατασκευάζειν ἐκ μὴ ὄντων τὰ πάντα· πάντων δὲ τῶν μετὰ Θεὸν, τὸ κτίζεσθαι ἴδιον· τῶν μὲν ὑπὸ Θεοῦ ἀμέσως, τῶν δὲ καὶ διά τινος μέσου τῶν ἐκ Θεοῦ προκτισθέντων· οὐκοῦν σα φῶς ὁ χάριτος καὶ τιμῆς ἀξιωθεὶς τοιάσδε, καὶ κτί στῆς ἐστὶ καὶ Θεὸς, καὶ τῶν ὅλων Χριστός, κἂν μή βούλεσθε· ἀλλ᾽ ὧν φατε λογίων ὑμεῖς τὴν δύναμιν ἢ τὸν σκοπὸν οὐχ ὁρᾶτε, οἱ δοκοῦντες παρ' ἑαυτοῖς ἀκριβεῖς εἶναι τῶν νοητῶν διαγνώμονες. ᾿Αλλὰ νῦν οἱ κομψοὶ ὥσπερ χάριτος διαφορὰς καὶ τιμῆς, οὕτως καὶ υἱοθεσιῶν βούλονται δεῖξαι ἐκ τῆς ἁγίας Γραφῆς· ἵνα εἰ καὶ τὰ αὐτὰ ἡμῖν καὶ ἐπὶ Χρι-. στοῦ λέγουσι, δόξοιέν τι περισσὸν αὐτῷ διδόναι ὑπὲρ ἡμᾶς, καὶ μὴ πάντη πᾶσιν ὅμοιον οἴεσθαι· ἡμεῖς δὲ ὅτι μὲν εἰσὶ διαφοραὶ τῶν ὡσαύτως λεγομένων, οὐκ ἀντεροῦμεν· ἀλλ' ὅτι εἰ μὴ τὴν ὡς κτίστου πρὸς τὸ κτίσμα αὐτοῦ κατὰ τὸ λόγιον, παραστήσει ἡ ἐπὶ Χριστοῦ πρὸς ἡμᾶς λεγομένη διαφορά, οὐκ ὄντως αὕτη ἐστὶ καθ᾽ ἣν ὑπὲρ Μωϋσῆν ἠξίωται τιμῆς τοῦτο γὰρ οἷον γνώμονα τινα καὶ κανόνα τίθεμεν τῆς πρὸς ἡμᾶς ὑπεροχῆς αὐτοῦ δεικτικόν· ἐπειδὴ δὲ δεινότητι σοφιστικῇ τὰς προτάσεις τοῦ παρόντος ἐπιχειρήματος ἐν πλείστῳ ὕφει καταξάναντες ὡς μὴ ἔχοιεν εὔδηλον τὸ ἀσεβὲς τοῖς ἀκροαταῖς, μηδὲ εὐ κολον τὴν ἀνατροπὴν τοῖς ἀντιλέγουσι, μεσολαβοῦν τες τὰς ὑπὲρ ὧν ἐγκαλοῦνται ἀπολογίας, μεθυπερ βατῶς καὶ συγκεχυμένως κατασκευάζουσιν, ἡμεῖς αὐτῶν τὸν σκοπὸν ὅλον τοῦ ἐπιχειρήματος συλλέξαντες, ἐχομένως ἐθήκαμεν, καὶ ἐπικατεσκευάσαμεν ἣν βούλονται διαφορὰν εἶναι τῶν υἱοθεσιῶν ἐν τῇ Αγία Γραφή καθεξής λέγοντες. Εῤῥήθησαν γάρ, φασὶν, υἱοὶ τοῦ Θεοῦ, πάντεςἄνθρωποι· ἐν τῷ, «Ἐγὼ εἶπον, Θεοί ἐστε καὶ υἱο! Υψ
col. 1627–1628page 115 of 185
PG 86:1627; στον πάντες· διὰ τὸ κατ' εἰκόνα Θεοῦ· ἐκλήθησαν δὲ υἱοὶ Θεοῦ πάλιν καὶ οἱ Ἰουδαῖοι κατὰ τὸ, ο Υιούς ἐγέννησα καὶ ὕψωτα, αὐτοὶ δέ με ήθέτησαν, ἐπὶ οἰκειώσει Θεοῦ καὶ παρὰ τὰ λοιπὰ ἔθνη πρὸς αναμαρτησίαν παιδαγωγούμενοι, καὶ εὐσεβεῖν διδι σκόμενοι· εἰς τοῦτο γὰρ καὶ ἐπιστεύθησαν τὰ λόγια. Η διαθήκη γὰρ αὐτοῦ, φησί, τοῦ δηλῶσαι απ τοῖς· ς καὶ, «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ,ι Ὁ ἀπαγγέλλων, φησί, τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ· οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει.» Ἐντεῦθεν γὰρ εἰ καὶ φόβῳ τοῦ νόμου καὶ οὐ προαιρέσει ἐδικαιοπράγουν, ἀλλ᾽ ὅμως τῆς ἀξίας ἐπικουρίας τῶν δικαίως βιούν των ἀπήλαυον· καὶ ἁπλῶς ἐπὶ γῆς ὡς οἷόν τε μιμεῖσθαι Θεὸν μεθοδευόμενοι ὑπ' αὐτοῦ τῷ δικαίῳ καὶ ἀναμαρτήτῳ βίῳ, υἱοὶ Θεοῦ ἐκλήθησαν· ἀλλ' ὅμως οὗτοι καὶ τὸ ἁμαρτεῖν ἐπεδέχοντο πάλιν, τρε πτῆς ἔτι φύσεως ὑπάρχοντες· ὅπερ οὖν καὶ πολλάκις ἔργοις ἠλέγχθησαν, κατὰ τὸ εἰρημένον· «Αὐτοὶ δέ με ἠθέτησαν.» Καὶ θανάτῳ δὲ δηλαδὴ καὶ πληγαῖς καὶ τιμωρίαις ἐντεῦθεν ὑπέκειντο· ι Καὶ γὰρ τὸ κέν τρον τοῦ θανάτου, ἡ ἁμαρτία· ο καὶ, ι Μάστιγες πολλαὶ τοῦ ἁμαρτωλοῦ.» Οὕτως μὲν οὖν καὶ οὗτοι· ἐλέγχθημεν δὲ καὶ οἱ Χριστιανοὶ υἱοὶ Θεοῦ, κατὰ τὸ, ο Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε, διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Ἡμεῖς οὖν πρὸς τῷ διὰ τῶν λέ γων παιδεύεσθαι τὸ ἀναμάρτητον, καὶ τὴν ὑπὲρ τὸ γράμμα διὰ Πνεύματος δικαιοσύνην διδασκόμεθα Θεοῦ· καὶ ἐπὶ ἐλευθερίᾳ καὶ ἀθανασίᾳ ἐκλήθημεν, καὶ ἀτρεψίᾳ ἐξ ἀναστάσεως νεκρῶν· τιμωρίαν οὐχ έτι δεδιότες, οὐ μεταβολὴν τῆς διαδεξαμένης μακα ρίας ζωῆς, πόνων ἐλεύθεροι, καὶ τῶν ἀρχόντων του αἰῶνος τοῦ σκότους ἐσόμενοι, ἐν οὐρανίω τε πολι τείᾳ βιώσοντες· εἰς γὰρ τὸ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ προωρίσθη μεν εἰς υἱοθεσίαν Θεοῦ, καὶ τὴν ὁμοίωσιν ἔχειν τὴν πρὸς τὸν οὐράνιον ἡμῶν Πατέρα, ἐν τῇ ἀπολήψει τῆς υἱοθεσίας, ἧς ἀπεκδεχόμεθα ήγουν τῆς ἀπολυτρώσεως τοῦ σώματος ἡμῶν, τὸ ἁμαρτάνειν ἔτι ού δενὶ τρόπῳ ἔχοντες· διὸ οὐδὲ θνήσκειν πεφυκότες λοιπὸν, ἀλλ' ἐν τῷ μηδὲ δυνάμει εἶναι δεκτικούς τῶν κακῶν τὴν φύσιν ὑπεραρθέντες· ὅσον οὖν ἐξ ομοιούμεθα Θεῷ κατὰ τάδε παρὰ τόν ποτε Ἰσραήλ υἱὸν καὶ αὐτὸν κληθέντα, δῆλον. Τοσοῦτον γοῦν ἡ ἡμετέρα υιοθεσία τῆς ἐκείνων προὔχει καὶ ἐν τοσούτοις, ὡς καὶ πνεῦμα δουλείας έχε νην λέγεσθαι εἰς φόβον καὶ ζυγοῦ δουλείας ἐνοχήν ταύτην δὲ πνεῦμα υἱοθεσίας ἐν ᾧ ἐστι κράζειν ὁ Πατήρ, ὅπερ ἐκείνη λέγειν οὐ τετόλμηκε πώποτε· καὶ γὰρ αὕτη λέγεται ἰδίως ἐλευθερία, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· οὕτως μὲν οὖν καὶ ἥδε. Εκλήθη δὲ, φησί, καὶ ὁ Κυριακὸς ἄνθρωπος, Υἱὸς Θεοῦ· κατὰ τὸν «Καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Οὗτος δὲ πρὸς τοῖς ἡμετέροις πᾶσιν ἐξαιρέτοις, ἐν οἷς ὅμοιος ἡμῖν ὢν καὶ λέγεται εἶναι, ὁ πρωτότοκος ἐν πολλοῖς ἀδελ φοῖς τῷ κοινῷ πάντων Πατρὶ Θεῷ· καὶ ἕτερα ἔχει
col. 1629–1630page 116 of 185
PG 86:1629ἴδια χαρίσματα, ἐξ ὧν καὶ Μονογενής τῷ Πατρὶ ἐρ ῥήθη· ἔστι δὲ ταῦτα, πρῶτον μὲν, ὅτι ἐκ πάντων ὁρατῶν καὶ ἀοράτων κτισμάτων ἀφώρισται καὶ ἐξ είλεκται ἅμα τῷ εἶναι, καὶ τὴν τοῦ εἶναι Υἱὸς ἀξίαν λαβὼν χάριτι· ὥσπερ εἴ τις υἱὸς βασιλέως ἐπὶ πορ φύρᾳ τεχθεὶς, ἢ ἔτι κυούμενος ἐν μήτρα στεφθεὶς, διαζωννυμένης τὸν στέφανον τῆς μητρός, ὅπερ για νεται πολλάκις. Καὶ οὕτως ἡνώθη τῷ Θεῷ λόγῳ ἀπὸ πρώτης αὐτοῦ κτίσεως, καὶ Υἱὸς ὠνομάσθη οὐ διὰ τὴν καθ᾿ ἡμᾶς υἱοθεσίαν, ἀλλ᾿ ὡς συνημμένος τῷ λόγῳ πρὸς τὴν ἐκείνου φανέρωσιν· καὶ αὐτοῦ τὸ πρόσωπον ἐπέχων, αὐτοῦ τὴν τιμήν, αὐτοῦ τὴν ἀξίαν φέρων καὶ Ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὑπεράνω πάσης ἐξουσίας καὶ κυριότητος καὶ δυνάμεως, ὄνομα λαβὼν μεῖζον παν τὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· ο • Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πάντα γάρ ἁπλῶς ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἀπ' αὐτ τοῦ τῷ θείῳ λόγῳ, οὗ τὸ πρόσωπον ἐπέχει· καὶ ἀπ' ἐκείνου, τῷ Πατρὶ τῷ ἀχωρίστῳ αὐτοῦ, ἅμα τῷ Πνεύ ματι τῷ ἁγίῳ· καὶ οὕτω μεσιτεύει Θεῷ καὶ ἀνθρώ τοις· τούτων δὲ οὐδὲν πλέον αὐτῷ ποτε παρέξουσιν οἱ συνθέσει λέγοντες τοῦ Λόγου καὶ τοῦ ἀνθρώπου, τὸν Χριστὸν ὑφεστάναι· εἰ δὲ τούτων ἀσύγκριτος τῶν υἱοθεσιῶν ἡ παράθεσις, πώς φασιν ὅτι ὁμότιμον ἡμῖν φαμεν τὸν Χριστόν; διότι οὐ φύσει Υιόν, οὐδὲ αὐτὸν Θεοῦ, ἀλλὰ χάριτι υἱοθετεῖσθαι δοξάζομεν οὔτε γὰρ τὸ, υἱοὺς λέγεσθαι, οὐδὲ τὸ χάριτι υἱοθετεῖσθαι, τούς τε ἀνθρώπους πάντας καὶ τοὺς Ἰου δαίους καὶ τοὺς Χριστιανούς, καὶ τὸν Χριστὸν ἐν ὀλίγῳ, ἢ παρὰ τὸ μᾶλλον καὶ ἧττον ἔχει τὴν διαφορὰν δέδεικται. Πρὸς τάδε οὖν πάντα σὺν Θεῷ φαμεν, ὅτι ὄντως διαφορὰ ἔστι τῶνδε τῶν κατὰ χάριν δοθεισῶν υἱοθε σιῶν· τί οὖν φατε; ἡ καθ᾿ ἡμᾶς τοὺς Χριστιανούς υἱοθεσία, πνευματικοὺς ἀπὸ σαρκικῆς φύσεως μετα ποιοῦσα ἐν τῷ μέλλοντι, καὶ ἀθανάτους ἀντὶ θνητῶν δεικνῦσα, καὶ ἐλευθέρους τὴν φύσιν ἀντὶ δούλων, καὶ ἀφόβους τὴν ζωὴν πᾶσαν τοὺς ἐν θλίψει καὶ ἐν ὀδύ ναις ἀεί· καὶ ἐν εὐμαρείᾳ τοὺς ἐν περισπασμῷ, καὶ ἀναμαρτήτους τὸν βίον ἀντὶ ἁμαρτωλῶν, καὶ ἀτρέ πτους ἀντὶ τρεπτῶν τὴν οὐσίαν, ὡς μηδὲ δυνάμει ἔχειν λοιπὸν τὸ σφαλερὸν δι᾽ οὗ τὸ τιμωρίαις ὑπεύ θυνον· ἆρά γε διαφόρους ποιεῖ κατ᾽ οὐσίαν τοὺς μετόχους αὐτῆς, παρὰ τοὺς μετόχους τῆς Ἰου δαϊκῆς υἱοθεσίας, ἥτις θνητούς ἔτι καὶ πται στοὺς καὶ δούλους καὶ ἐμφόβους, καὶ τιμωρουμένους, καὶ ἐν πληγαῖς δείκνυσι τοὺς κατ' αὐ τοὺς υἱοθετουμένους, ἢ οὐχί; εἰ δὲ πάντως τὸ ἀθά νατον ζῶον καὶ ἄτρεπτον, καὶ τὰ λοιπὰ ἑτεροούσιον τοῦ θνητοῦ καὶ τρεπτοῦ καὶ τὰ ὅμοια επιδεδειγμένου ἐπὶ, σκοπητέον λοιπὸν καὶ τὴν κατὰ Χριστὸν υἱο θεσίαν· ἆρά γε οὐκ εἴποιτε καὶ αὐτὴν τοσοῦτον ὑπερ έχειν τῆς καθ' ἡμᾶς τοὺς λοιποὺς ἀνθρώπου; Χρι στιανοὺς υἱοθεσίας, κἂν ὅσον γε ἡ ἡμετέρα τῆς Ἰου
col. 1631–1632page 117 of 185
PG 86:1631δαϊκῆς, ἵνα μὴ λέγω τι πλεῖον Εἰ μὲν γὰρ εὐχ ὑπερέχει, ἰδοὺ καθ᾿ ἡμᾶς ἐν ἀξία μόνον Χριστιακή ὁ Χριστός ἐστιν· εἰ δὲ τὸ ὑπερέχειν αὐτὴν πάντως φατέ, καθὼς καὶ ἤδη δεδώκατε, ἄρα γε κρείττονα καὶ αὐτὸν πεποίηκε τῆς καθ' ἡμᾶς οὐσίας τοσοῦτον ὅσον καὶ ἡμᾶς τοὺς πιστοὺς τῶν ἀπίστων κρείττονα; ποιήσει ἡ ἡμετέρα υἱοθεσία. Κρείττων οὖν ἡμῶν τῶν ἀνθρώπων, καὶ αὐτόν τῶν πνευματικῶν Χριστιανῶν κατ᾽ οὐσίαν ὧν ὁ Χρ στὸς, τί ἄρα ἔσται τὴν φύσιν; ἢ γὰρ Χερουβίμ, Άγγελος, ή τι τῶν ἐν μέσῳ ταγμάτων, ἢ Θεὸς ἀλη θῶς ἐξ ἀνάγκης· ἐπεὶ οὖν τὸ ἄγγελον γενέσθαι αὐτ τὸν τὴν οὐσίαν, πᾶσι πάντη ἀπαράδεκτον, καὶ ὑμῖν δὲ αὐτοῖς (ψευδῆς γὰρ ἔσται ή τε ἐνανθρώπησις του Λόγου, καὶ ἡ θέωσις τῆς σαρκὸς, καὶ τὰ λοιπὰ τῶν Λογίων πάντα τὰ περὶ τῆς οἰκονομίας), ἀνάγκη θεσ αὐτὸν εἶναι τὴν οὐσίαν, τῇ χάριτι τήσδε της υἱοθεσίας ἤν φατε θεοποιηθέντα· πᾶν δὲ τὸ ποιοῦν τι, με ζον τοῦ ποιουμένου ὑπ' αὐτοῦ· ἄρα οὖν ἡ χάρις α τη, μείζων καὶ τῆς γενομένης ὑπ' αὐτῆς θείας ε σίας· οὐκοῦν καὶ τῆς χαρισαμένης αὐτὴν τὴν χάριν θείας οὐσίας, εἴπερ ὑπὸ Θεοῦ κεχάρισται· τὸ γὰρ ἑνὸς δύο τῶν ὁμοίων καὶ ἴσων κρεῖττον καὶ μείζον φαινόμενον, καὶ τοῦ ἑτέρου πάντως γραμμικαῖς ἀν άγκαις· οὕτω δὲ ἂν καὶ ἡμεῖς, χάριτι καὶ οὐ φύσει ὄντες υἱοὶ Θεοῦ, μείζονες ὦμεν Θεοῦ τὴν οὐσίαν, ἃς τὴν μείζονα τῆς οὐσίας χάριν· τί δὴ οὖν εὐλαβεῖσθε μέτοχον εἶναι λέγειν θείας ουσίας τὸν Χριστόν; ποιη τῆς τε οὔσης καθ᾽ ὑμᾶς καὶ ἐπισυμβαινούσης ταῖς φύσεσι τῆς θείας φύσεως· τὴν ποιητικὴν αὐτῆς καὶ αἰτίαν καὶ μείζονα ταύτης, ήγουν τὴν χάριν τῆς υἱοθεσίας αὐτῷ διδόντες, καὶ μὴ ὑποστειλάμενοι, βέλτιστοι· ἀλλ᾽ ὄντως ἐν κακοῖς τὸ μᾶλλον χείρον, καὶ τὸ κάκιστον σκαιωροῦντες έφωράθητε· καὶ γὰρ μηδὲ δοκεῖν ἀσεβεῖν, καίτοι ἐκουσίως ἀσεβοῦντες, περιποιεῖσθε μόνον· οὐ γὰρ ἴστε ὅλως τι προέχει ὑμῶν τὸν Χριστὸν πράγματι, ψιλὸν δὲ ἄνθρωπον καθ' ὑμᾶς εἶναι αὐτὸν λογίζεσθε· εἰ καὶ χάριν καὶ τιμὴν καὶ δόξαν, ὀνόματι μόνον, αὐτῷ περιάπτετε· Λόγων διακενῆς τοὺς περὶ τῆς ἑνώσεως τῆς θείας τε καὶ ἀνθρωπίνης φύσεως δοξάζοντες, ἤγουν τοὺς περὶ τῆς σαρκώσεως τοῦ Λόγου, καὶ τῆς θεώσεως τῆς σαρκί; αὐτοῦ, Ἐξεταζέσθω γὰρ ἤδη καὶ τόδε· Πῶς φατε τὴν ένωσιν ταύτην, ἣν προσποιεῖσθε ὁμολογεῖν τοῦ λό γου, πρὸς τὸν δοκοῦντα ὑμῖν ἄνθρωπον Χριστόν, παρὰ πάντα τε καὶ ἀπ' ἀρχῆς κυήσεως αὐτοῦ εὐθις αὐτὴν λέγοντες γενέσθαι εὐσεβοφανῶς, οι συνθέσει τοῦ Λόγου πρὸς τὴν σάρκα γενέσθαι μη παραδεχόμενοι; ἡ γὰρ ἕνωσις· ἡ μὴ κατὰ σύνθεσιν οὖσα, τήν τως ἢ κατὰ παράθεσιν ὁρᾶται τοπικήν, οἷον λίθου καὶ χρυσίου ἐν δακτυλίῳ, καὶ πέρατος τῆς Ἰουδαίας χώρας πρὸς τὸ πέρας τῆς ἀγχιτέρμονος αὐτῇ Σα μαρείας, καὶ τὰ τοιάδε· ἢ κατὰ προαιρετικὴν σχέσ σιν, ὡς ὁ φιλόχρυσος πρὸς τὸν χρυσόν, ὁ φιλιππο πρὸς τοὺς ἵππους, καὶ ὁ φιλήδονος πρὸς τὴν ἡδονὴν. καὶ φιλόθεος πρὸς τὸν Θεὸν, καὶ τὰ ὅμοια· ἡ κατά σχέσιν φυσικήν τινα, οἷον ἡ τῶν γονέων προς τα ὁμοφυῆ αὐτῶν τέκνα· ἢ τῶν ὁμοουσίων ἀνθρώπων,
col. 1633–1634page 118 of 185
PG 86:1633ἡ ἵππων, ἢ ἀετῶν πάντων, τῷ λόγῳ τοῦ ἀετοῦ εἴδους ἓν ποιοῦσα τὰ κατ' αὐτὸν πάντα άτομα, φυσικῇ τῇ ὁμοιότητι· ἢ ὡς εἰκόνος πρὸς τὸ ἀρχέτυπον ἢ τῇ ὁμοιότητι πάλιν καὶ αὐτὴν συνάπτει τὸ ἐν ἑκατέροις εἶδος· εἰ μὲν οὖν κατὰ παράθεσιν τοπικήν φατε την ἕνωσιν τοῦ Λόγου πρὸς τὸν Χριστὸν, σῶμά τε ὁ Λό γος ὁ θεῖος, καὶ ἐρατὸς, καὶ ἁπτὸς, καὶ ἐν τόπῳ, καὶ περιγραπτὸς, καὶ τὰ λοιπὰ ἄτοπα· εἰ δὲ κατὰ προαιρετικὴν σχέσιν, οὐ Χριστοῦ μόνου πρὸς τὸν Θεὸν ἡ ἕνωσις, ἀλλὰ καὶ ᾿Αβελ καὶ Ενώχ καὶ Νε καὶ ᾿Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μωϋσέως, καὶ Σαμουήλ, καὶ Δαβίδ, καὶ Ἱερεμίου, καὶ τῶν λοιπῶν Πατέρων καὶ πατριαρχῶν καὶ προφητῶν πάντων τῶν μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ τῶν ἀπὸ Ἰωάννου, καὶ μέχρι τοῦ νῦν εὐαρεστησάντων Θεῷ οὐ γὰρ εἴρηται περὶ ἑνὸς μόνου, ἀλλ᾽ ὅτι «Εὐδοχεί Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, ἐν πᾶσι τοῖς ἐλπί ζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Καὶ,· Οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ, ο ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι· σαφὲς οὖν, ὡς οὐδὲ ἐκ τῆσδε τῆς ἑνώσεως, οὐδὲν πλέον ἐκ τῶν ὑπὲρ τοὺς ἀπ' αἰῶνος ἄνδρας θεοφόβους καὶ ἀγγέλους ἔσται Χριστοῦ· οὐ δύνασθε οὖν λέγειν ὅτι ἐξελέξατο αὐτὸν μόνον ἀπὸ πάντων ὁρατῶν καὶ ἀοράτων· καὶ ὅτι ὑπὲρ πάντας ἠξίωται τιμῆς τινος ἢ ἑνώσεως ἢ υἱότητος ἢ χά Ρ:τος ἐκ τῆς τοιαύτης ἑνώσεως. Εἰ δὲ οὐ ταύτην, ἀλλὰ τὴν κατὰ σχέσιν φυσικὴν λέγετε ἔνωσιν τοῦ Λόγου πρὸς τὸν Χριστὸν, ἐπεὶ αὕτη ἐν τοῖς ὁμοουσίοις ὁρᾶται· πᾶν γὰρ ζῶον τὸ ὅμοιον ἀγαπᾷ, οὐ τὸ μὴ ὅμοιον· ἢ κατά τινας συμ βεβηκυίας τινῶν ὁμοιότητας, δῆλον ὡς ἢ κατά τι συμβεβηκός ὅμοιον τὸν Λόγον Χριστῷ εἶναί φατε, καὶ οὐ Θεὸς ἔσται ὁ Λόγος οὐσίᾳ καὶ συμβεβηκόσιν ύφα εστὼς τὸ ἴδιον πρόσωπον ἢ κατ' ουσίαν, καὶ δῆλον ὡς ἢ τὴν Λόγον σάρκα ἴστε ὁμοφυῇ τῇ σαρκὶ ὄντα, καὶ λείπει ὑμῖν ἡ θεία Τριὰς ἑνὶ προσώπῳ ἢ καὶ τὴν σάρκα, Θεὸν ὁμοούσιον τοῦ Λόγου οἴεσθε, καὶ περιττεύει ὑμῖν ἡ ἁγία Τριάς μιᾷ ὑποστάσει· ἐξ ἀνάγκης οὖν δυάδα ή τετράδα προσκυνεῖτε· τὴν δὲ ἁγίαν Τριάδα, πάντως παραχαράττετε· εἰ δὲ τούτων τῶν ἐνώσεων οὐδεμίαν καταδέχεσθε λέγειν διὰ τὰ ἄτοπα, οὐδὲ τὴν κατὰ σύνθεσιν ἔνωσιν διὰ τὰ ὑμέ τερα δόγματα· εἰ δὲ, ὡς ὁμολογεῖτε, πῶς λέγειν δο κεῖτε ἐπὶ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἕνωσιν, πά σης Ενώσεως τρόπον ἀπαρνούμενο: ἐν ἑαυτοῖς; οὐκοῦν δῆλον γέγονεν, ώς μόρφωσιν εὐσεβείας μόνον ὑποκρίνεσθε, τὴν δύναμιν αὐτῆς ἠρνημένοι τὸ σύν ολον· καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἑξῆς, τοιοίδε ἐλέγχεσθε εἰς φανέρωσιν τοῦ Λόγου ταύτην λέγοντες εἶναι τὴν ἕνωσιν, καὶ εἰς πρόσωπον οὐκ οἶδα πῶς ἀποκαλοῦντες αὐτήν. Τῷ γὰρ, φησί, τὸ πρόσωπον ἐπέχειν τοῦ Λόγου τὸν Χριστόν, ταύτην ίσμεν. 'Αλλ', ὦ σοφισταὶ καὶ οὐ σοφοί, τάχα δὲ καὶ πρὸς τοῦτο ἀδόκιμοι· οὐχ οὕτως ἐστὶν ἡ εἰ; πρόσωπον
col. 1635–1636page 119 of 185
PG 86:1635ἕνωσις· ὥσπερ γὰρ ἡ εἰς φύρσιν ἔνωσις, φύραι λύκος ποιεῖ, οἷον· ἡ τοῦ ὀξυκράτου· καὶ ὥσπερ ἡ εἰς σύ στασίν τινα ένωσις, σύστασιν ποιεῖ, οἷον ἡ τοῦ χι ροῦ· καὶ ὥσπερ ἡ εἰς παράθεσιν ἕνωσις, παράθεσιν ποιεῖ, οἷον ἡ τοῦ οἴκου· καὶ ὥσπερ ἡ εἰς φύσιν τινά Ένωσις, φύσιν ποιεῖ, οἷον ἡ τοῦ σώματος ἀπὸ τῶν στοιχείων· οὕτω καὶ ἡ εἰς πρόσωπον ένωσις καινά τερόν τι ἢ καινοτέρως δείξει τι πρόσωπον· οὐ μὴν τόγε ἀντὶ ἑαυτοῦ δεικνύναι τινὰ ἕτερον πρόσωπον, ὥς φατε, τοῦτο ἡ ἕνωσίς ἐστι ἡ εἰς πρόσωπον, ἡ φανέρωσις τοῦ ἑτέρου προσώπου τοῦ ἀγνοουμένου, ἀλλὰ τοὐναντίον ἀπόκρυψις προσώπου εἰς ἀντιπρόσωπον, μόνον δὲ ὀνόματος ἔκφανσις· ὃ καὶ ἄνευ προσο ώπου δυνατὸν ἦν κηρύττεσθαι δι' υποφήτου - τίνι γὰρ συνέχεται; ἢ τίν: κοινωνεῖ; ἢ τίνι ἤνωτσι τὰ τοιάδε ἀντάλλα πράγματα αλλήλοις; εἰ μὲν γὰρ ὁμοιότητι, πάλιν Θεὸς ἡ σὰρξ, ἢ σὰρξ ὁ Λόγος τίς δὲ καὶ χρεία ἦν τῆς ὁμοιότητος οὔσης, μὴ ἐν ἀλη θείᾳ τὸ κύριον πρόσωπον, ἀλλὰ τὸ ὅμοιον ἐμφανισθῆναι τῷ μὴ σκαιωρεῖν βουλομένῳ μᾶλλον; εἰ δὲ ἀνόμοιά ἐστι, ἐν τίνι ἡ ἕνωσις τῶν προσώπων; πῶς δὲ οὐ πλάνησις μόνον ἐπιτήδευσις ἔσται, τὸ ἄλλο τι δεῖξαι ὡς ἄλλο, καὶ οὐχ ὡς αὐτὸ ὅ ἐστι; Ναί, φησί, τῷ θείῳ ὀνόματι ἤνωται ἄμφω· ἠξιώθη γὰρ καὶ τὸ μὴ φύσει θεῖον τοῦ θείου ὀνόματος. Αρα οὐκ ἰδοὺ σαφῶς εἰς τὴν διακενῆς ὀνομασίαν ὑμῖν τὰ μεγάλα Χριστοῦ ἀξιώματα ἐκ μακράς διαιρέσεως κατηντήκασι; μηδενὸς γὰρ ὄντος αὐτῷ καθ᾿ ὅ κοινωνεῖ Θεῷ ἑτέρου πράγματος, πλὴν τοῦ ὀνόματος μόνον, πώς οὐχὶ κατὰ τὴν τῶν ὁμωνύμων ἔνωσιν, τὴν κατὰ τοῦ νομα μόνον ἔσται ἔχων τὴν πρὸς Θεὸν κοινωνίαν Χριστὸς, οὐχὶ δὲ κατὰ τὸ ὑποκείμενον τῷ ὀνόματι πρᾶγμα; Ταύτης δ᾽ οὖν καὶ ἄγγελοι πάλαι καὶ ἄ θρωποι ὅσιοι ὑπὸ Θεοῦ ἠξίωνται, προείρηται· καὶ δαίμονες δὲ καὶ ξόανα καὶ πετεινὰ καὶ ἑρπετὰ καὶ λίθοι ἠξιώθησαν ὑπὸ τῶν ἀνθρώπων, θεοί τε καὶ κύριοι καὶ υἱοὶ Θεοῦ καὶ θεῶν λεχθέντες. Ἐν τούτοις οὖν ὁ μακαρισμὸς Χριστοῦ παρὰ πάντας; τοῦτό ἐστι τὸ ὑπερύψωμα δῶρον αὐτοῦ, ἡ ψευδώνυμος θεοκλη σία; ὢ τῆς αἰσχύνης τῶν δογμάτων! ὢ τοῦ λήρου τῶν προβλημάτων! δ Λεγέτωσαν οὖν ἡμῖν ἔτι· ἐπεὶ τὰ ὁμώνυμα, η ὁμοούσιά ἐστιν ἐξ ἰδικοῦ ὀνόματος ὁμωνυμοῦντα, ὡς Ἰούδας ὁ Ἰσκαριώτης καὶ Ἰούδας ὁ ἀδελφόθεος· ἦ ἑτεροούσιά ἐστί τινα ἀπὸ κοινοῦ ὀνόματος ώμων μοῦντα, οἷον ἀστὴρ ὅ τε θαλάττιος καὶ οὐράνιος, ἑτεροούσιά γε· καὶ τούτων θάτερον μὲν, ἀπὸ κοινού ὀνόματος· καὶ ἕτερον, ἐξ ἰδικοῦ ὁμωνυμεί, οἷον ἄγο γελος τό τε πνεῦμα, καὶ ὁ προφήτης ὁ λεγόμενος Μαλαχίας· ἢ θάτερον μὲν οὐσία, θάτερον δὲ ἀκούσιον, ὡς λύκος τό τε ζῶον καὶ τὸ πάθος· κατὰ ποίαν τῶνδε τῶν κατὰ τοὔνομα ἡνωμένων, ἡ τοῦ ὀνόματος Χριστοῦ πρὸς τὸ ὄνομα τοῦ Θεοῦ καὶ Λόγου καὶ Γιοῦ τοῦ Θεοῦ ἕνωσις οὖσα, ἢ κατ' ουσίαν αὐτόν τι κρειτ τώσει, ἢ ὑπερυψώσει ἢ ἀνήσει τι; Οὐδὲν γὰρ τῶν ὁμωνύμων ἀπολαύσει τινὸς τῶν τοῦ ὁμωνύμου· εἰ μὴ ἄρα αὐτὸ δὲ τοῦτό φασι, τὸ τῇ ψευδωνυμία τὴν
col. 1637–1638page 120 of 185
PG 86:1637θείαν δόξαν συναρπάζειν, καὶ ἀποφέρεσθαι πρὸς τοὺς ἀγνοοῦντας τὴν τοῦ φύσει Θεοῦ πρὸς τοὺς ψευδωνύμους διάκρισιν· εἰ δὲ αὕτη ἐστὶν ἡ μεγάλη δόξα Χριστοῦ, ταύτης πολλῷ πρότερον Χριστοῦ διάβολος τε καὶ δαίμονες ἐπιθυμήσαντες, ἀπήλαυσαν· ἀλλὰ καὶ ζῶα καὶ ἑρπετὰ ἠξίωνται, ὡς εἴρηται, τῆσδε· ἐκ πάντων οὖν δέδεικται τρανῶς ὡς ἢ οὐδὲ τιμῆς οὐδὲ δόξης οὐδὲ ἄλλου τινὸς τῶν ὑψηλῶν καὶ θείων ἠξίω ται ὄντως καὶ πράγματι Χριστός· ἡ εἴπερ ἀληθῶς ἐν μεθέξει τῶν θείων ἐστὶ προσηγοριῶν, τῷ πρώτως αὐτὸν τὸν ἀληθῶς καὶ φύσει τάδε οἰκειούμενον ἔχειν ἐν ἑαυτῷ Θεοῦ Λόγον· διὰ τοῦδε γὰρ καὶ πάντα τὰ Θεοῦ ἰδικὰ μόνον καὶ αὐτῷ συνεπόμενα εξαίρετα πλουτεῖ, καὶ ἐν ἑαυτῷ ἐπιδείκνυται ὄντως ὁ Χριστός. Ετι μὴν λέγοντες οὗτοι ἀξίας αὐτὸν μετειληφέναι οἰασοῦν μεγίστης, ἀποκρινέσθωσαν ἡμῖν· Αὕτη ὁποία ἐστὶν ἡ ἀξία; φυσική τις, οἷα ἡ τοῦ ἀνθρώπου προς τὰ κτήνη κατ' οὐσίαν ὑπεροχή, καθὸ εἴρηται, «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ πρόβατα καὶ βόας ἁπάσας; ν ἢ συμβεβηκῶσα, οἷα ἡ τοῦ Σαούλ πρὸς τοὺς ὁμοφύλους ὕψωσις; Εἰ μὲν γὰρ συμβεβη κῶσα, αὐτόθεν οὐδὲ θεία οὐδὲ ἀξιόλογος· εἰ δὲ φυ σική, δῆλον ὡς οὐκ ἔστι αὐτῆς μετέχειν ἀληθῶς καὶ οὐ ψευδωνύμως, τὸν μὴ πρότερον τῆς κατ' αὐτὴν φύσεως τυχόντα· εἴπερ οὖν φυσικῆς ἀξίας Θεοῦ Χριστὸς μετείληφε, καὶ τὸ Θεὸς φύσεως ὄνομα και ρίως ἐστὶ, δῆλον ὡς τὴν φύσιν αὐτὴν τὴν θείαν κτην σάμενος πρῶτον, ἧς ἰδία ἐστὶν ἡ ἀξία καὶ ἡ ὀνομασίᾳ, καὶ ταῦτα συνεκληρώσατο· οὐκοῦν ὀρθῶς δοξά ζομεν σύνθεσιν τῆς θείας καὶ ἀνθρωπίνης φύσεως ἢ εἰ μὴ τόδε οὕτως ἔχει, αὐτὸς τραπεὶς εἰς τοιάνδε θείαν φύσιν ὁ ἄνθρωπος, ἠξίωται τῆς φυσικῆς θείας καὶ ὀνομασίας· καὶ ἔσται οὕτως, οὐδὲ σωζόμενος αὐτὸς ἔτι ὁ ἀξιωθεὶς τῆς ἀξίας, οὐδὲ μένων ὁ δεξά μενος τὴν χάριν, οὐδὲ δύο φύσεις ὅλως ὑποκείμεναι, οὐδὲ σωζόμενον αὐτοῖς ὅλως τὸ ἀνθρώπινον ἐν Χρι στῷ, καίτοι τούναντίον, τὸ θεῖον ἀπ' αὐτοῦ μᾶλλον περιελεῖν μαχομένοις. 'Ηδέως δ' ἂν αὐτῶν ἔτι καὶ τόδε πυθοίμην, Εἰ τὸν Λόγον Χριστὸν ὀνομάζουσί πως; ἢ καὶ τὸν Χριστὸν, εἰ πρὸς τῷ Υἱῷ καὶ Θεῷ, φασὶ καὶ Λόγον, ἢ οὐχί; εἰ μὲν οὖν οὐχὶ, ἰδοὺ πάντα τὰ δοθέντα ὑπ' αὐτῶν εἰς τιμὴν Χριστοῦ ἀνέτρεψαν, καὶ οὐδὲ τὴν κατὰ τὸ ὄνο μα ψιλήν κοινωνίαν παρέχουσιν ἢν προσποιοῦνται εἰ γὰρ μὴ λόγος, οὐδὲ Θεοῦ Υἱὸς φυσικός, οὐδὲ τῷ ονόματι· εἰ δὲ ταῦτα διαβλεψάμενοι ὀνομάζουσι καὶ Λόγον τὸν Χριστὸν, καὶ τὸν Λόγον Χριστὸν, εἰς προσ ώπου ἀντένδειξιν ἄρα καὶ ἀντωνομασίαν, τῆς κλή σεως τῆς σαρκὸς καὶ τὸν Λόγον αὐτὸν μεταλαβεῖν φασιν· ἐν ὅσῳ οὖν τὸ αὐτὸ ἴδιον πρόσωπον ἐπέχειν την σάρκα βούλεται καὶ τοῦτο ἐμφανίσαι, εὑρεθήσε και αὐτὸς τὸ ἐκείνης ἐπέχων· τοῦτο δὲ ἀντικαταλ
col. 1639–1640page 121 of 185
PG 86:1639λαγή τις ἔσται προσώπων καὶ ὀνομάτων, διὰ ποίει ἄρα οἰκονομίαν; Εἰ γὰρ δὴ μόνον ὑψῶσαι ἔδει τῷ μείζονι ὀνόματι τὸ ἧττον πρόσωπον, τίς ἡ χρεία του ταπεινῶσαι τὸ μεῖζον πρόσωπον τῷ ἥττονι ὀνόματι; οὐ γάρ τις ὄνησις τῷ δοξασθέντι, ἐκ τῆς τοῦ δοξά σαντος αὐτὸν ἀδοξίας· ἀλλ᾽ οὐδὲ αὐτὸς ὁ δοξάσας τῷ ἰδίῳ ὀνόματι τὴν σάρκα Λόγος, δόξης δεόμενος ἐκ τοῦ ὀνόματος αὐτῆς τοῦτο μετείληφε· τίς οὖν ἡ αἰτία τῆς μετακλήσεως τῶν μερῶν, εἴποιεν, εἰ μὴ ὁ λόγος τῆς τοῦ ὅλου συνθέσεως; ἐν δὲ τῷ λέγειν αὐτοὺς εὐχή, ὅτι Ναὶ, πάντα ὅσα ἐστὶν ὁ Θεὸς Λόγος, ἐστὶ καὶ ὁ ἑνωθεὶς αὐτῷ ἄνθρωπος, μηδὲν τοῦ Λόγου διδοῦντας Χριστῷ διακεχωρισμένῳ αὐτοῦ, πῶς ἑαυτοὺς οὐκ ἐντραπήσονται; εἰ γὰρ ἔστι τι ὁ Θεὸς Λόγος πρὸς τὸ οὐσίᾳ αὐτοῦ ὅ μεταδίδωσι Χριστῷ, συμβεβηκός τ κατ' ἐκεῖνο μόνον ἐστὶν, οὐ λέγω οὖν αὐτός· ἀλλὰ εἰ ἐν αὐτῷ ὅλως συμβεβηκός τι νοεῖται, οὐ Θεὸς ἔσται λοιπόν· εἰ δὲ ὑπόστασίς ἐστι Θεοῦ πρὸς τῇ οὐσίᾳ μόνον ὁ Λόγος, καὶ τοῦτο εἴποιεν· ὅτι καὶ ὁ ἄνθρωπος Χριστός ἐστι νῦν σὺν τῷ λόγῳ, πῶς οὐ καθ' ὑπό στασιν ἦνωται αὐτῷ σαφῶς; ἢ γὰρ ἄλλην ὁμοίαν ὑπόστασίν φασι τοῦ ἀνθρώπου κατὰ τὸν Λόγον εἶνα τὴν δοθεῖσαν αὐτῷ, καὶ δύο λόγοι εἶεν, καὶ δύο θεοί οὗτοι, καὶ υἱοὶ δύο, καὶ τετρὰς ἡ ἁγία Τριάς· ἡ εἰ αὕτη μία μεταδοθεῖσα τῇ φύσει τῇ ἀνθρωπείᾳ, ήγουν συμπαραλαβοῦσα ἐν ἑαυτῇ, κοινή ἐστι τοῦ Λόγου και τῆς σαρκὸς Χριστοῦ ὑπόστασις, ὀρθῶς σέβομεν ἐν Χριστῷ τὴν καθ᾽ ὑπόστασιν τοῦ Λόγου καὶ τῆς σαρ κὸς ἕνωσιν ἡμεῖς· ἀλλ᾽ οὕτως μὲν τάδε. Εἰ δὲ καὶ μὴ ἦν τις ἀνατροπὴ τῶνδε τῶν εἰρημέν νων αὐτοῖς πειθανολογιῶν ὑπὲρ τῆς αὐτῶν ἀσεβείας, πῶς οὐκ ἀρκέσει καὶ μόνη πρὸς ἀποστροφὴν τῆς κατ' αὐτοὺς δεισιδαιμονίας ἡ ἑπομένη τοῖς παρ' αυτ τῶν θέμασιν ἀτοπία; ἑνὸς γὰρ Υἱοῦ ὄντος ἰδίᾳ, ὡς φασιν, ὅλου τε φύσει Υἱοῦ τοῦ Θεοῦ, πρὸ Χριστοῦ τε καὶ μετὰ Χριστὸν ἀσάρκως νοουμένου, ήγουν μιας ύποστάσεως, καὶ ἑτέρας ὑποστάσεως τῆς τοῦ Χρισ στοῦ, ὅλης τε φύσει Υἱοῦ ἀνθρώπου καὶ ἐνσάρκου για νωσκομένης, χάριτι δὲ καὶ δόξῃ ψιλῇ μόνη λεγομένης Υἱοῦ Θεοῦ, πῶς οὐ δύο υἱοὶ εἶεν αἱ δύο ὑποστάσεις αὗται διάφοροι τε καὶ ἐπὶ διαφόροις υἱότησιν, καὶ ἀπὸ διαφόρων τομέων, καὶ διωρισμέναι τῇ ὑπάρξει καὶ τόπῳ ἀεί; ὧν εἰ μὲν τὴν φύσει θείαν προσκυνοῦντες, τὴν ἑτέραν ὡς ὁμοούσιον ἑαυτοῖς ἀποπροσποιοῦνται, Εβραίοι σαφεῖς εἶεν ἀντίχριστοι λέγοντες καὶ αὐτοί Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλ' ὅτι σὺ ἄν θρωπος ὢν, ποιεῖς ἑαυτὸν Υἱὸν Θεοῦ·, εἰ δὲ καὶ ταύ την ὡς Θεὸν σέβουσιν, ἣν μόνον ἀνθρωπίνην είναι φύσιν γινώσκουσιν, Ελληνες πρόδηλοι σεβόμενοι τὴν κτίσιν παρὰ τὸν κτίσαντα, καὶ ὄντως ἀνθρωπολή τραι, καὶ τετράδα συνιστῶντες θείων ὑποστάσεων ἐκ τριῶν ὁμοουσίων καὶ μιᾶς ἑτεροουσίου· καὶ οὐκ εἴποιεν, ὅτι ᾿Αλλὰ βουλήσει Θεοῦ τὸν ἄνθρωπον Χρι στὸν προσκυνοῦμεν· ποῦ γὰρ εἶπεν ἡμῖν τὰ θεῖα Λό για, προσκυνεῖν ἀνδρὶ ὡς Θεῷ; ἀλλ᾽ οὐδ᾽ ἔστιν οὗ μὴ ἐγκαλεῖ ἡ ἁγία Γραφὴ τοῖς τοιοῖσδε· καὶ παρεγ γυρ, ὅτι ο Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ
col. 1641–1642page 122 of 185
PG 86:1641μόνῳ λατρεύσεις· ν ἀλλ᾽ ἴδωμεν ἑξῆς τί καὶ πρὸς τάδε ἀπολογοῦνται οἱ βέλτιστοι. Εἰ τοὺς δύο υἱοὺς, φησί, κατὰ φύσιν ἐλέγομεν εἶναι ἐκ τοῦ Θεοῦ, ἡ ἄμφω κατὰ χάριν, ὄντως καλῶς ἂν ἡμῖν δύο λέγειν υἱοὺς Θεοῦ συνήγετε· υἱοὺς γὰρ δύο ή πλείους τηνικαῦτα λέγει ἡ ἁγία Γραφὴ, ἡνίκα ἐκ τοῦ αὐτοῦ εἴησαν πάντες οἱ συναριθμούμενοι καὶ κατὰ τὸν αὐτὸν λόγον καὶ τρόπον· εἶτ᾽ οὖν φύσει ἢ θέσει ἄμφω γεγενημένοι αὐτῷ, ὥστε καὶ ἀδελφοὺς αὐτοὺς ἀλλήλων δύνασθαι λέγειν· οὕτως γοῦν καὶ εἴρηται ἡ Μήτηρ τῶν δύο υἱῶν Ζεβεδαίου· καὶ ἐν τῇ Γενέσει· Τῷ δὲ Ἰωσὴφ ἐγένοντο υἱοὶ δύο· καὶ «Εἶπε Ρουβὶμ τῷ πατρὶ αὐτοῦ· Τοὺς δύο υἱούς μου ἀπό κτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, τουτέστι τὸν Βενιαμίν, καὶ παρὰ τῷ Αποστόλῳ πάλιν γέγραπται, "Οτι Αβραὰμ δύο υιούς ἔσχεν, ἔνθα οὖν δύο ἢ πολλοί υἱοὶ, καὶ ἀδελφοὶ εἴρηνται, καὶ πρωτοτόκια, καὶ ὑστε ροτόκια λέγεται ὡς ἐν Ἡσαῦ καὶ Ἰακώβ εἰ οὖν φύσει τόν τε Λόγον καὶ τὸν Χριστὸν ἔφημεν ἐκ Θεοῦ, ἢ χάριτι ἄμφω καλῶς ἂν ἐλογίζεσθε ἡμᾶς· ἔδει γὰρ καὶ ἀδελφοὺς λέγεσθαι αὐτοὺς δύο ὄντας, καὶ θάτερον πρωτότοκον καὶ πρεσβύτερον εἶναι, εἴπερ μὴ δίδυμοι· εἰ δὲ ὁ μὲν θέσει, ὁ δὲ φύσει ἐστὶ, καὶ ἑτέρου μὲν φύσει, ἑτέρου δὲ θέσει ὁ Χριστὸς Υἱός, δῆλον ὅτι οὐκ ἔχει χώραν ἡ τῶν δύο υἱῶν συναρίθμησις. Ταῦτα μὲν οὖν οὕτως οἱ ὄντως παραδόξων δογμάτ των πλάσται τε καὶ ἐφευρέται, οἱ τὰς δύο φύσεις, ἤγουν τὴν θείαν καὶ ἀνθρωπίνην, εἰς ἕνα υἱὸν καὶ μίαν ὑπόστασιν συντιθέναι ὡς ἀδύνατον τρόπον μὴ εὐδοκοῦντες· καὶ δύο πρόσωπα, καὶ δύο υἱοὺς τε λείους ἰδίᾳ τε κεκριμένους εἰς ἕνα υἱὸν συνάπτειν ἀρτίως νομοθετοῦντες· εἴποιμεν οὖν πρὸς αὐτούς Μὴ περιφέρεσθε τοῖς νοήμασι κραιπαλούντων δίκην, ὦ βέλτιστοι· ἢ γὰρ ὁ ἀνόμοιος τρόπος της γεννήσεως ἐστιν ὁ αἴτιος τοῦ συναριθμεῖσθαι τὴν δυάδα τῶν υἱῶν, κἂν τοῦ αὐτοῦ εἶεν πατρὸς, ἢ τὸ ἐκ δια φόρων εἶναι γονέων ἑκάτερον υἱὸν, ἢ ἄμφω εἰσὶ συν αίτια τῆς ἀναιρέσεως τῆς δυάδος ἐπὶ τῶν υἱῶν. ήγουν ἡ διαφορὰ τῆς υἱότητος καὶ τῶν τεκόντων εἰ μὲν οὖν ὁ διάφορος τρόπος τῆς γεννήσεώς ἐστιν, ὁ κατὰ τοὺς δύο υἱοὺς ἕνα ποιῶν ἀριθμεῖσθαι, πρῶ τον μὲν πῶς καὶ τὸν ἕνα Υἱὸν διχάζειν τὴν διάφορον γέννησιν ἐλέγετε, ἐν τῷ δυσωπεῖσθαι παρ' ἡμῶν Θεο τόκον λέγειν τὴν ἁγίαν Παρθένον; Εἰ ἐγεννήθη γάρ ἑτέρα γεννήσει, μὴ μεἶναι τὸν αὐτὸν ἄχρονον Υιόν Θεοῦ Λόγον ἐφάσκετε· τὸ γὰρ ὁπωσούν γεννώμενον, ἕτερον εἶναι παρὰ τὸ ἤδη προὸν, παντοίως ἀπεφαί νεσθε· ἄλλως δὲ, εἰ ὁ διάφορος τρόπος ἁπλῶς ἀναι ρεῖ τὸν ἀριθμὸν τῶν υἱῶν, καίτοι καὶ υἱότητα και νοτέραν προστιθεὶς Ἰωάννης ὁ εὐαγγελιστής, υἱὸς ὢν θέσει τῆς Δεσποίνης, διὰ τὸ εἰρημένον ὑπὸ τοῦ Δεσπότου ἐν τῷ σταυρῷ· «Ἰδοὺ ἡ μήτηρ σου· ο και, Ἰδοὺ ὁ υἱός σου· ι ὁ δὲ Κύριος φύσει υἱὸς αὐτῆς ὤν, δ,
col. 1643–1644page 123 of 185
PG 86:1643εἷς υἱὸς ἄμφω ἦσαν, διὰ τὸν διάφορον τρόπον της υἱότητος· εἰ δὲ οὗ τῆς γεννήσεως ή διαφορά, ἀλλά τῶν γεννησάντων, ἕνα εἶναι δείκνυσι καὶ τοὺς πλείους γεννηθέντας· ἆρά γε διότι Σίμων μὲν Ἰωνᾶ, Ἰωάν νης δὲ Ζεβεδαίῳ γεννᾶται, εἰς υἱὸς ἦσαν ἄμφω; εἰ δὲ ὅτι διάφορος τρόπος τῆς γεννήσεως, καὶ τὴ διάφορα είναι πρόσωπα τα γεννήσαντα, ἀλλὰ συνελθόντα ένα υἱὸν τοὺς γεννηθέντας διαφόρως καὶ διαφόρως διαφόρους παριστῶσιν, ἆρά γε Ιωάννης θέσει υἱὸς ὢν τῆς Δεσποίνης, Σίμων δε υἱὸς ὢν Ἰωνᾶ φύσει, εἷς υἱὸς ἦσαν διὰ τὸν διάφορον τρόπον, καὶ τοὺς διαφόρους τῶν γονέων; Εἰ δὲ ταῦτα πάντα προφανὲς ψεῦδος, δῆλον ὡς ἐφ᾽ ὧν μία ὑπό στασις ὑπόκειται μόνον, ἀληθὲς τόδε ἑστί· Ζεβεδαίω γὰρ φύσει, καὶ τῆς Δεσποίνης θέσει, ὁ αὐτὸς ἦν εἰς υἱὸς ὄντως μόνος Ιωάννης, ὅτι διαφόροις υἱότησιν ἔστιν ὑποβάλλεσθαι μίαν ὑπόστασιν. Δύο δὲ ὑποστάσεις Χριστοῦ καὶ τοῦ Λόγου, καὶ δύο πρόσωπα τέλεια διαρρήδην βοᾶτε· πῶς οὖν Υἱὸς διά τὴν διάφορον γέννησιν ἔσται Χριστὸς καὶ ὁ Λόγος, ὦ τερατολόγοι; οὕτως δὲ ἂν καὶ εἴη ἡ μὲν διαφορά ἑνώσεως αἰτία καθ᾽ ὑμᾶς· ἡ δὲ ὁμοιότης, διακρίσεως ἐν τοῖς πράγμασιν· ἅπερ ἐξ αἰῶνος οὐδεν πρὸ ὑμῶν ἀπεκαλύφθη· εἰ δὴ λέγοιεν διὰ τὴν τῶν γονέων διαφοράν, ἕνα εἶναι, γελοῖος λῆρος· εἰ τὸ μὲν ἐξ ὁμοίων, δύο εἶναι· τὸ δὲ ἐκ διαφόρων γονέων ἕνα υἱὸν εἶναι, πάντας τοὺς τεχθέντας παρίστησιν ἆρα οὖν Ὀφνὶ μὲν καὶ Φινεές δύο υἱοὶ, ἐπεὶ ἐκ τοῦ αὐτοῦ Ἠλεί· Ἰωνάθαν δὲ καὶ Δαβίδ, ἐπεὶ ὁ μὲν Σαούλ,ὁ δὲ ἐξ Ἰεσσαὶ, οὐ δύο υἱοί, εἷς δὲ μόνον; ἀλλ᾽ εἰ τόδε οὕτως, οὐδὲ οἱ ἐκ Κάῖν καὶ ἀπὸ Σὴν τῶν διαφόρων δύο υἱοῖ, ἀλλ' εἷς υἱὸς πάντες οἱ ἄνθρωποι· εἰ δὲ ἁπλῶς ἡ διαφορὰ τοῦ εἴδους τῶν γονέων αἰτία τοῦδε, καὶ ἵπποι καὶ ἰχθύες πάντες, εἷς υἱός. Καὶ τίς ἀνέξεται τῶν ἀτοπημάτων; ἁπλῶς γὰρ τοῦτο συνάγεται, ὅτι εἰ μὲν διάφοροι εἶεν οἱ γονεῖς, εἰς υἱὸς οἱ πλείους· εἰ δὲ ἀδιάφοροί εἰσι, πλείονες ἔσται οὖν ἡ διαφορὰ, ἑνώσεως καὶ μονάδος αἰτία· ἡ δὲ ὁμοιότης, διακρίσεως καὶ πλήθους, ὁ ἐστιν ἀντι κατάλλα. ΚΕΦΑΛ. ΙΑ'. ᾿Αλλ' ἰδοὺ, φησὶν, ἐπὶ ταῖς δύο αἰτίαις οἱ φύσει υἱοὶ Βάλλας τῆς παιδίσκης, Ραχήλ καὶ υἱοὶ Ραχήλ εἰσι θέ σει, καὶ οὐκ ἐπλεόνασαν ἀριθμῷ, καθὼς εἴρηται ὑπ' αὐτῆς τῷ Ἰακώβ· ε Εἴσελθε πρὸς τὴν παιδίσκην μου, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.» Καὶ πάλιν, ὅτι • Εκρινέ μοι ὁ Θεὸς, καὶ ἐπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν. ν. Τέτοκε δὲ καὶ αὕτη φύσει τὸν Ἰωσὴφ καὶ Βενιαμίν· καὶ οὐ διὰ τέδε τέσσαρες υἱοὶ τῆς Ῥαχήλ, ἐκ τῶν ιβ' πατριαρχῶν εἰσιν· οὐ γὰρ ἀριθμοῦνται καὶ οἱ θέσει υἱοί. Καίτοι εἴποιμεν εἰ οὐδὲ ὅλως ἀριθμοῦνται, πῶς οὖν ιβ' α πατριάρχαι εἰσὶ, Δὰν καὶ Νεφθαλείμ μὴ συλλογιζομένων; ἀλλ' ὅτι οὐκ ἀριθμοῦνται σὺν τοῖς φύσει οἱ θέσει, δῆλόν ἐστιν· εἰ γὰρ καὶ μὴ ὡς τῆς Ῥαχὴλ, ἀλλά γε ὡς τῆς Βάλλας ἰδοὺ ἀριθμοῦντα: ἑτέρας οξ
col. 1645–1646page 124 of 185
PG 86:1645στς· καὶ δύο μὲν Ραχήλ, δύο δὲ ἕτεροι τῆς Βάλλας είναι λέγονται ἐν τοῖς ιβ'· ἐκ διαφόρων τε ὄντες μητέρων υἱοὶ καὶ ἐξ ἀδιαφόρου πατρός· ὥστε καὶ οἱ ἐκ διαφόρων, καὶ οἱ ἐξ ἀδιαφόρων ὅλως, εἰ πλείονες εἰσι ταῖς ὑποστάσεσιν, υἱοὶ ἀριθμοῦνται. Μόνον δὲ τότε οὐκ ἀριθμοῦνται πλείονες υἱοι, ὅτε κατὰ τῶν αὐτῶν ὑποστάσεων, πλείους υἱοτήτων τρόποι εἰσί διὸ υἱοὶ Βάλλας ἐπεὶ καὶ ταύτης φύσει καὶ τῆς Ῥα γὴλ θέσει εἰσὶν υἱοὶ οἱ αὐτοὶ, οὐχ ἕκαστος αὐτῶν διὰ τὰς δύο υἱότητας, δύο υἱοὶ καταλογίζονται· ἢ γὰρ ἂν οὕτως δεκατέσσαρες ἦσαν οἱ πατριάρχαι· ἀλλ' εἰς ἑκάτερος, διαφόροις υἱότησι τὴν διάφορον σχέσιν ποιούμενος πρὸς τοὺς τοκέας, οὐ διαφόροις ἀριθμοῖς καὶ ὑποστάσεσι μετρούμενοι· ὅπου γε τὸ λεγόμενον ὑπ' αὐτῶν, εἰ διὰ τὸ θέσει εἶναι τὸν ἄνθρωπον Υἱὸν Θεοῦ, μὴ συναριθμεῖσθαι εἰς δυάδα Υἱὸν τὸν Χριστὸν ποιεῖ σὺν τῷ φύσει Υἱῷ τοῦ Θεοῦ τῷ λόγῳ, ἐπεὶ ὁ ἀριθμὸς ἐπὶ τῶν φύσει ἐστὶ, τοῦτο δείκνυται, ὅτι ἡ ὡς ὑπερέχων, ἢ ὡς οὐδὲν ὢν ὅλως, οὐχ ἥξει εἰς ἀρι θμὸν υἱῶν ὁ θέσει· εἰ μὲν οὖν ὡς ὑπερέχων μείζων Ἰωάννης τοῦ Δεσπότου ἐν υἱοῖς τῆς Δεσποίνης, καὶ τοῦ Λόγου ἁπλῶς ὁ ἄνθρωπος παρὰ Θεῷ τῷ Πατρί εἰ δὲ χείρων, πῶς εἷς υἱὸς ὁ χείρων σὺν τῷ κρείτο τους; οὐ γὰρ ἂν τὰ διάφορα ἐροῦσιν. Εἰ δὲ εἴποιεν ὅτι ὡς οὐδὲν ῶν, ἐλήλεγκται αὐτῶν ἡ δόκησις τῆς περὶ Χριστοῦ υἱότητος· ἵνα δὲ κἀν τούτῳ δειχθεῖεν ψευδόμενοι, ἰδοὺ ἐν τῇ γενεαλογία τοῦ Κυρίου, Ἰωσὴφ τὸν μνηστῆρα τῆς Δεσποίνης, υἱὸν λέγει τοῦ Ἠλεί, καίτοι ἐξ Ἰακὼβ φύσει ὄντα τοῦ ἀδελφοῦ αὐτοῦ πρωτότοκον, ἀλλὰ κατὰ νόμον, ἐκείνου σπέρμα τοῦ προτελευτήσαντος ἅπαιδος ἀδελ φοῦ ἀναγορευόμενον· ἔτι δὲ τὸ τρανότερον αὐτῶν γυμνοῦν τὴν διπλῆν ἀσέβειαν, εἴποιμεν· ὡς Εἰ καὶ μὴ συναριθμεῖται ὁ θέσει Υἱὸς τοῦ Θεοῦ Χριστὸς καθ᾿ ὑμᾶς τῷ φύσει Υἱῷ καὶ λόγῳ τοῦ Θεοῦ, κάντεῦθεν δύο υἱοὺς πρεσβεύειν οὐχ ἁλίσκεσθε; 'Αλλ' ἐπεί τι νός ἐστι καὶ αὐτὸς φύσει Υἱὸς, πάντως καὶ καθ᾽ ὑμᾶς, ἤγουν τοῦ ἀνθρώπου· οὐ γὰρ ἀπὸ ταυτομάτου γε γένηται, δῆλον ὡς Υἱός ἐστιν, εἰ καὶ μὴ Θεοῦ, ἀλλ᾽ ὅμως πάντως τινός προσώπου φύσει καὶ καθ᾽ ὑμᾶς τοῦτον οὖν τὸν οὐ Θεὸν, οὐδὲ Θεοῦ φύσει Υἱὸν, ἀν θρώπου δὲ φύσει Υἱὸν καθ' ὑμᾶς, καὶ τὸν φύσει χιόν τοῦ Θεοῦ Λόγον, δύο υιούς φατε· ἢ οὐδὲ Σήθ τὸν υἱὸν ᾿Αδάμ, καὶ τὸν Λόγον τοῦ Θεοῦ, δύο υἱοὺς ἐρεῖ τε, ἑτέρου καὶ ἑτέρου ὄντας υἱούς. Εἰ δὲ τοῦτο, πάντως δῆλον ὡς δύο μεν υἱοὺς ἴστε, τόν τε Λόγον καὶ τὸν Χριστόν· ὥσπερ οὖν καὶ δύο πρόσωπα λέγετε ἀλλ' οὐδὲ Θεόν, οὐδὲ Θεοῦ Υἱὸν τὸν Χριστόν, μόνον δὲ ψιλὸν υἱὸν ὄντα καθ' ἡμᾶς τοὺς ἀνθρώπους ἀνθρώπου· ταῦτα δὲ ἦν αὐτὰ & πάλαι ἐγκαλούμενοι παρ' ἡμῶν, ἄλλην ἀλλαχοῦ διεκδύνοντες, λαθεῖν ἐμηχα νᾶσθε· καὶ ἰδοὺ θατέρᾳ θατέραν κακοδοξίαν ἑαυτῶν διηλέγξατε· τοῦτο πολλάκις καν τοῖς δαιμονιῶσι τῆς θείας δυνάμεως δεικνύσης, καὶ καταναγκαζούσης διὰ τῶν ἁγίων λέγειν αὐτοὺς τοὺς δαίμονας ἄκοντας τὰς ἑαυτῶν ἐφόδους καὶ ἐπιβουλὰς καὶ πονηρίας τὰς
col. 1647–1648page 125 of 185
PG 86:1647κατὰ τῶν ἐνεργουμένων· ἵνα δι' ἑαυτῶν τὰς ἰδίας θριαμβεύωσι μιαρότητας, καὶ μὴ ὑφ' ἑτέρων δόξασεν δι' ἀπέχθειαν συκοφαντεῖσθαι. Ἀλλ᾽ οὔτε συλλογιστικῶς, οὔτε αιτιολογικῶς δεικνύειν όπως οὐ δύο υἱούς φασιν εἶναι τὰ διάφορα πρόσωπα δυνηθέντες, νῦν παραδειγματικῶς ἡμῖν τοῦτο βούλονται παρ ιστάνειν, καί φασιν ΚΕΦΑΛ. ΙΒ. Ότι πολλάκις τὰ διάφορα τῇ φύσει, ἑνὶ ὀνόματα προσαγορεύεται, καὶ μιᾶς τιμῆς ἠξίωται· δύο δὲ οὐδὲ ὅλως νοείται· σῶμα γὰρ πιστεύομεν είναι την τε Ἐκκλησίαν, καὶ τὸν ἅγιον ἄρτον, καὶ τὸ σταυρωθὲν· καίτοι ἄλλο καὶ ἄλλο ἕκαστον τούτων· καὶ ὅμως οὐ διὰ τόδε, τρία σώματα λέγειν Χριστοῦ εἰσπραττόμεθα. ᾿Αλλὰ δῆλόν ἐστι, ὅτι ὡς Χριστοῦ σώματα, οὐκ εἰσὶ δύο ἢ τρία διὰ γὰρ τὸ τοῦ αὐτοῦ πνεύματος με τασχεῖν τούτων ἕκαστον, τοῦ χρίσαντός τε τὸ σταυ ρωθὲν ἐκεῖνο, καὶ ἁγιάζοντος τοῦτον τὸν ἄρτον, καὶ τὴν Ἐκκλησίαν πάλιν διὰ τῆς μεταλήψεως αὐτοῦ πᾶσαν ἁγιοποιοῦντος, σῶμα Χριστοῦ ναοῦνται πάν τα· ὡς Χριστοῦ οὖν, ἔν· εἰ μέντοι ἁπλῶς τάδε ὡς σώματα κρίνομεν, τρία εἰσί· τό τε Χριστοῦ ἰδικὸν, καὶ ὁ ἄρτος, καὶ ἡ Ἐκκλησία· εἰ οὖν οὕτως καὶ ὁ Λόγος καὶ ὁ Χριστὸς μεταλήψει κοινοῦ τινος ἑτέρου, ἄμφω δὲ τοῦ αὐτοῦ υἱοποιοῦνται Θεῷ, τί τοῦτό ἐστι λεγέτωσαν· καὶ τί ὄντος χωρὶς τοῦδε κατ' ἰδίαν τοῦ Λόγου, Υϊς γέγονεν ὁ Λόγος δι' ἐκείνου· ὅπου γε εί τὸ αὐτὸ ἓν δεθὲν διαφόροις φύσεσιν, Υἱὸν Θεοῦ καὶ τὸν Λόγον ἐποίησε καὶ τὸν Χριστόν, ἄρα φύσει Υιόν Θεοῦ ποιήσει, ἢ θέσει; καὶ τὸν Λόγον εἶναι κατὰ Χριστὸν δείξει ἐξ ἀνάγκης. ΚΕΦΑΛ. ΙΓ. Αλλ' ούτε δύο σφραγῖδας, φησί, λέγομεν, τὸ ἀρχε τυπον καὶ τὸν τόπον, ἀλλὰ μίαν, καίτοι ἕτερον καὶ ἕτερον εἰδότες τῷ ἀριθμῷ. Αλλ', ὦ οὗτοι, τῷ λόγῳ τῷδε, οὔτε δύο ἀνθρώπους ἄρα πᾶσιν τὴν ἀνθρωπότητα, οὐδὲ δύο ζῶα τὸ καθόλου ζῶον, ἔχουν τὸ ἐξ ὁμοιότητος κοινὸν, ἐνικῶς ὀνομάζομεν· οὐδὲ κατ' ἀριθμὸν πλείους εἰσόμεθα εἶναι καὶ τοὺς ἀνθρώπους καὶ τὰ ζῶα καὶ τὰ φυτὰ καὶ τὰς σφραγῖδας· ἐπεὶ ὅμοιον πάντων αὐτῶν φαμεν τὸ εἶδος εἶναι τὸ κατὰ τὸ πλῆθος καὶ ἐν· καὶ μὴν δύο τε καὶ τρία καὶ μυ μία λέγομεν ζῶα καὶ ἀνθρώπους· ὅμως τὸ παρά δειγμα ὑμῖν τὰ ἐναντία βούλεται νῦν ὧν πάλαι δοξάζετε· δύο μὲν γὰρ εἶναι τοὺς υἱοὺς ἀριθμῷ, ἀλλὰ ὁμοίους κατὰ τὴν υἱότητα καὶ οὐ διαφόρους δηλοῖ· καίτοι ἐλέγετε ἕως ἄρτι, ὡς ἄμφω ή φύσει εἶναι δεῖ ἡ θέσει υἱούς· καὶ ὁμοίους τῷ εἴδει τῆς υἱότητος τοὺς ἀριθμουμένους εἰς δυάδα υἱῶν· εἰ οὖν ἀδιάφορον αὐτῶν τὸ τῆς υἱότητος εἶδος, ὥσπερ τῆς σφραγίδος πρὸς τὸ ἀρχέτυπον, δύνανται δύο νοείσθει διὰ τὴν ὁμοιότητα καθ' ὑμᾶς· ὥστε οὖν πάλιν καὶ εἰ οὕτως ἔχουσι τὴν ὁμοιότητα πρὸς ἄλ ληλα ὡς τὰ ὁμοειδή, καὶ ἡ σάρξ φύσει Υἱὸς τοῦ Θεοῦ, ἢ καὶ ὁ Λόγος χάριτι Υἱὸς Θεοῦ· ἔσται δὲ καὶ ὁ Πατήρ, σάρξ· ὅμοια γὰρ τίκτει ἑαυτῷ κατ' οὐσίαν ὁ φύσει πατήρ· εἰ οὖν σάρκα τέτοκε φύσει, καὶ σάρξ
col. 1649–1650page 126 of 185
PG 86:1649ἐστι φύσει καὶ ὁ Λόγος δὲ Θεὸς ὢν φύσει, οὐ φύσει Υἱός ἐστι τοῦ Πατρὸς, ἀλλὰ χάριτι σὺν τῇ σαρκίου Θεὸς ἄρα ὁ πατὴρ ἐστιν, εἴτε οὖν ὅμοιοι εἴτε ἀν όμοιο! εἰσιν οἱ υἱοὶ καὶ οὕτως, εἴπερ αἱ σφραγίδες καὶ τὰ ἀρχέτυπα τὸ κατ' ἀριθμὸν διάφορον ἔχουσιν, εἰ καὶ μὴ τὸ κατὰ τὸ εἶδος διαλλάσσον· καὶ οἶδε τῷ ἀριθμῷ διαφέροντες, δύναιντο ἂν εἶναι, καὶ εἰς δυάδα υἱῶν συναριθμεῖσθαι, ὥσπερ Παῦλος καὶ Πέτρος ἢ ὁ δακτύλιος καὶ ὁ κηρὸς, ἢ πηλὸς καὶ μόλιβδος ἐντετυπωμένοι· ἀλλὰ πάλιν τὴν διάφορον ὕλην ἀν ελεῖν φασι τὸν ἀριθμὸν τῶν σφραγίδων Ηλιθίως, καὶ μίαν ποιεῖν τὰς πολλὰς νοεῖσθαι· οὐκοῦν τὸ διάφορον αὐτῆς εἴποιμεν εἰσάξει αὐτόν· εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, ἐν χηρῷ οὖν τυχὸν οἶσαι πᾶσαι, πλείους εἶεν σφραγίδες· ἐν διαφόροις δὲ ὕλαις τυπωθεῖσαι, μία εἰσὶ καθ' ὑμᾶς· ἀλλὰ ταῦτα δάκρυον ὀφείλεται, καὶ γέλωτα ὅμως ἡμᾶς ἐκβιάζει. ΚΕΦΑΛ. ΙΔ'. Τί οὖν, φησί; δύο λόγοι εἰσὶν, ὅ τε λεγόμενος, καὶ ὁ ἀκουόμενος; Ἀλλὰ κἀπὶ τούτων, πρῶτον μὲν ἄλ λος ὁ ἐνδιάθετος, καὶ ἄλλος ὁ κατὰ διάνοιαν· καὶ ἕτερος ὁ προφορικὸς, καὶ ὁ ὑπὸ τοῦτον· ὁ γραπτός, καὶ μετὰ τούτους ὁ ἀκουόμενός ἐστι· καὶ τούτων δὲ τὸ κοινόν· ὁμοίως ταῖς σφραγῖσιν ἔν τί ἐστι τὸ κατὰ τὸ σημαινόμενον τὸ αὐτό· ὡς εἰ τῶν πολυσήμων τις εἴη λόγος εἶτ᾽ οὖν ὁμωνύμων· κἂν ἐνὶ μόνῳ λέγητα: ἢ ἀκούηται, οὐχ εἷς λόγος ἔτι λέγεται· κἂν μιᾷ προ φορᾷ ἐξαγγέλληται, ἀλλὰ πλείους λόγοι εἶναι παρὰ πᾶσι τοῖς διαλεκτικοῖς ὡμολόγηνται· δῆλον οὖν ὡς τῷ σημαινομένῳ τὸ κυρίως ἓν τοῦ λόγου ἐστί· εἰ δὲ ὅτι συμβαίνει τὸν αὐτὸν ἕνα τῷ ἀριθμῷ λόγον, λεκτόν τε εἶναι τῷ εἰπόντι, καὶ ἀκουστὸν τῷ παρεστῶτι, εἴποι τις οὕτως ἕνα αὐτὸν εἶναι, οὐκ ἔχοι ἂν ὁμοιότητα ὑμῖν τὸ παράδειγμα· οὐδὲ γὰρ ὑπόκεινται δύο τινὰ ἀριθμῷ ἐνθάδε, εἴτουν δύο λόγοι ἑνὶ ὀνόματι ὀνομαζόμενα, ὥσπερ τό τε πρόσωπον Χριστοῦ καὶ τοῦ Λόγου δύο οὔσας ἀριθμητὰς ὑποστάσεις, ἐδόκει ὑμῖν ἕνα Υἱὸν λέγειν· ἀλλὰ τοὐναντίον βούλεσθε δεῖ ξαι, ἐν ἀριθμῷ ὑποκείμενον ἐνταῦθα, δύο ὀνόμασιν ἀπὸ διαφόρου σχέσεως προσαγορευόμενόν ἐστιν· ὁ γὰρ αὐτὸς εἰς ἀριθμῷ λόγος μόνος· ἀπὸ σχέσεως μὲν τοῦ εἰπόντος, λεκτός· ἀπὸ δὲ σχέσεως τοῦ ἀκροα τοῦ, ἀκουστὸς ὠνομάσθη· πάλιν οὖν καὶ οὕτως εἰς πρόσωπον ὑμῶν ἀντικαταῤῥεῖ τὰ ὑμέτερα αναπτύ σματα. ΛΟΓΟΣ Δ΄. Τετάρτης αὐτῶν ἀσεβείας ἔλεγχος παραιτουμένων λέγειν Θεοτόκον τὴν ἁγίαν Παρθένον. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Νέα γοῦν αὐτὸς καὶ ἐν τοῖς ἑξῆς τὸ αὐτὸ ἐνθύμη
col. 1651–1652page 127 of 185
Liber IV
PG 86:1651μα κεκρυμμένον τῶν μίαν λεγόντων τὴν ὑπόστασιν Χριστοῦ, καὶ σύνθεσιν τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα. Τί γὰρ ἔστιν εὑρεῖν ἐν τῇ Θεοτόκος φων προστιθεμένου μάλιστα αὐτοῖς τοῦ κυρίως καὶ κατὰ ἀλήθειαν; ἢ αὐτὸ τοῦτο ὅπερ ἐν τῇ συνθέσει κεχω ρισμένον εὑρήκαμεν, ἀπροσδιορίστως τοῦ Θεοτόκος, ὡς τοῦ Θεὸς ὀνόματος πολλαχώς λεγομένου, σχέσει πως τὴν ἐπὶ τὸ εὐσεβές διασάφησιν ἔχει· νυνὶ δὲ τοῦ κυρίως καὶ κατὰ ἀλήθειαν προσκειμένου τη φωνῇ, πάσης ἀσεβείας καὶ ἀπερικαλύπτου βλασφημίας αὐτὴν ἀνεπλήρωσαν. Όμως ἐρωτητέον αὐτοὺς, τί βούλεται αὐτοῖς ἡ τοιάδε ὀνομασία, καὶ κατὰ ποίαν αὐτοῖς ἔννοιαν ἐξείληπται; 'Αρα, ως φαμεν, ἀφ ξενοτόκον, ἢ θηλυτόκον γυναῖκα, τὴν εἰωθεῖαν ἄρρενας ἢ θήλεα τίκτειν, οὕτως αὐτοὶ λέγουσε Θεοτόκον τὴν ἁγίαν Μαρίαν, θεοὺς αὐτὴν περι κυῖαν τίκτειν, διὰ τῆς τοιᾶσδε λέξεως σημαίνοντες; καὶ ποίους θεοὺς ἐγέννησεν, εἰπάτωσαν, καὶ τὸ ἀγνοούμενον διδασκέτωσαν. Η ὅτι Θεὸν ἐγέννησεν; Εἰ καὶ πρὸς ἅπαξ τοῦτο ἐθέλουσι σημᾶναι, διὰ τοῦ οὕτως ὀνομάζειν τὴν Παρθένον· ἀλλ' οὐκ οἴδαμεν εἰ δύναται τοῦτο δηλῶσαι τὸ τοιοῦτο σχῆμα τοῦ ὀνόματος. Εξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορρήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσ σαν ἡμῶν μεγαλυνοῦμεν· τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν Κύριος ἐστιν;» Εἴπατε ἡμῖν, οἱ αὐτ θεντίᾳ νομοθετοῦντες, μὴ ἐξ ἑνὸς, ἀλλ᾽ ἐκ πλειόνων. τόκων ὀνομάζειν τὴν τίκτουσαν· ἆρα οὖν ἐπεὶ μονα γενὴς τῇ Σάῤῥᾳ ὁ Ἰσαάκ, τῇ ᾿Αννῃ ὁ Σαμουήλ, τῇ Ελισάβετ ὁ Ἰωάννης, τῇ ᾿Αννῃ ἡ Μαριάμ, και ἁπλῶς πάντες ὅσοι τε καὶ ὅται ἕνα υἱὸν ἢ θυγατέρα μίαν μόνον ἐπιγράφονται, ἤδη καθ᾽ ὑμᾶς, τούτους είγε τις ονομάζειν ἐθέλοι, ἔκ τε τοῦ τοκετοῦ καὶ τῆς φύσεως τοῦ τεχθέντος καλῶν, οὐκ ἀῤῥενοτόκους, ἢ θηλυτόκους τολμήσοι λέγειν; καὶ τίς ἀκούσας, οὐ καταπτύει τῶν τοιούτων ὑμῶν σοφισμάτων, ὦ τάλα νες; Εἰ δὲ καὶ οὕτως εἶχεν ὡς φατε οἱ μὴ εἰδένα εἰ δυνατὸν τοῦτο δηλοῦσθαι διὰ τοιούτου σχήματος λέγοντες, πῶς ὑμεῖς Χριστοτόκον καὶ ἀνθρωποτόκον καλεῖν τὴν ὄντως Θεοτόκον συνείδετε; εἰ γὰρ ἐκ τοῦ ἑνὸς τόκου οὐ δυνατὸν ὀνομάζεσθαι τὴν τίκτουσαν τοιάνδε, ἢ πλείους Χριστοὺς, ἢ ἁπλῶς ἀνθρώπους οἴεσθε τεκεῖν τὴν ἁγίαν Παρθένον, ἢ οὐδὲ ταῦτα τὰ ὀνόματα ἔχοιτε λέγειν ἐπ' αὐτῆς, ἀθλιώτατοι. Ακό λουθον δὲ τῇ ἡμετέρα ὑποθέσει, μηδὲ τὸν μόνου Πατέρα του μόνου Υἱοῦ αὐτοῦ καὶ Λόγου Θεοῦ γεν νήτορα λέγεσθαι· ἐπεὶ ἕνα μόνον καὶ οὐ πλείους ἔτεκε τοὺς θεούς· καὶ πῶς αὐτὸν εἶναι τὸν κυρίως Θεοτόκον λέγετε; «Αλλ᾿ ὄντως φάσκοντες εἶναι σοφοί, ἐμωράνθητε· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ὑμῶν καρ δία.» Τότε γὰρ μόνον τὸ πλῆθος πρὸς κυρίαν ὀνομασίαν τοῦ ὀνομαζομένου συμβάλλεται, ὅταν πλείονα τινα τῷ ἀριθμῷ ὑποκείμενα, ἑνικῷ χαρακτῆρι τοῦ ὀνόματος τοῦ λεγομένου ὡς περιεκτικοῦ σημαίνεται κατὰ τοῦτον γὰρ τὸν τρόπον, ἄμπελος μία τὸν ἀμ πελῶνα οὐ συστήσεται· οὐδὲ ἀμπελοφόρον εἶναι τὸ
col. 1653–1654page 128 of 185
PG 86:1653χωρίον διαγράψει τις οὕτως, οὐδὲ καρποφόρον, ἢ εχθυογόνον τὸ ὕδωρ. ᾿Αλλὰ ταῦτα μὲν τὰ τῆς πρώτ τῆς ὑμῶν καθ᾿ ἡμῶν μέμψεως· ἐξεταζέσθω δὲ καὶ τὰ ἑξῆς ὑμῖν εἰρημένα βλάσφημα, καὶ μὴ λανθανέ τω τινὰς μὴ στηλιτευόμενα. ΚΕΦΑΛ. Β'. Τοῦ Θεὶς ὀνόματος, φασί, πολλαχώς λεγομένου παρὰ τῇ θείᾳ Γραφῇ, οἷον ἐπείπερ, «Εἷς Θεὸς ἐς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· κ καὶ πάλιν, ο Ὁ Θεὸς ἔστη ἐν συν αγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» καὶ αὖ θες· «Ωσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, κατὰ ποῖον ἐξείληπται σημαινόμενον αὐτοῖς ἐνταῦθα τὸ Θεὸς ὄνομα ἐπὶ τῆς Θεοτόκου; Κατὰ τὸ πρῶτον ὅπερ ἐστὶ φύσει λέγειν Θεόν, ἢ κατὰ τὸ δεύτερον τουτέστι θέσει, ἢ κατὰ τὸ τρίτον ὅπερ ἐστὶ τὸ ψευ δές; ἀλλὰ κατὰ τὸ ὕστερον, οὐκ ἂν εἴποιεν, οὐδὲ εἰ δαίμονες γένοιντο. Αλλ᾽ εἰ κατὰ τὸ δεύτερον λέ γοιεν, ἴστωσαν ὅτι Θεὸς θέσει οὐκ ἄγγελος, οὐκ ἄλο γον ζῶον, οὗ τι τῶν κτισμάτων ἐλέχθη παρὰ τῇ θείᾳ Γραφῇ ποτε. Η ἀνθρωποτόκον οὖν φασι τὴν παρθένον φύσει; ἀλλ' ἐπιλέλησμαι τῆς προσθήκης τοῦ κυρίως καὶ κατὰ ἀλήθειαν· τὸ γὰρ κυρίως παρείληπται αὐτοῖς ἐπὶ δηλώσει τοῦ φύσει Θεὸν γεγεννηκέναι τὴν Παρθένον· ἀλλ᾽ εἰ ἐνδέχεται τοῦτο, καὶ μὴ ἀντίκειται τοῖς κοινοῖς ὁμολογήμασιν, ἴδωμεν. Ομο λογοῦσι γὰρ ἄτρεπτον εἶναι τὸν Θεὸν Λόγον καὶ ἀναλο λοίωτον κατὰ τὴν ἔκθεσιν τῶν κοινῶν Πατέρων τῆς ἐν Νικαίᾳ λέγω συνόδου· ὁ δὲ ἄτρεπτος καὶ ἀναλ λοίωτος, οὔτε χείρων ἑαυτοῦ γενήσεται, οὔτε κρείτ των, ἀλλ' ἀεὶ κατὰ τὸ αὐτὸ μένει, μὴ ἀλλοιούμενος, ἀΐδος ὤν· καὶ οὐδέποτε οὐκ ὤν, ἀρχὴν τοῦ εἶναι μὴ δεξάμενος θεασώμεθα γοῦν εἰ μὴ λύσει γέννησις ἐκ γυναικός κατηγορουμένη τοῦ Θεοῦ Λόγου ἢ τὸ ἀΐδιον αὐτοῦ, ἢ τὸ ἀναλλοίωτον, καὶ καθόλου τὰ προσόντα αὐτῷ καὶ ὁμολογούμενα παρ' ἡμῶν κοινῶς ὡς Θεῷ καὶ τῶν ἁπάντων. Νῦν οὐκ ἐκ τοῦ μὴ πολλούς, ἀλλ' ἐκ τοῦ μηδὲ τὸν ἕνα αὐτὸν τὸν τεχθέντα κυρίως εἶναι Θεόν, ἀνα τρέπειν τὴν ἐπὶ τῆς ἁγίας Παρθένου τὴν τῆς Θεο τίκου φωνῆς ἔννοιαν κυρίως οὖσαν καὶ ἀληθῶς λεγο μένην, ἐτολμήσατε. Τὸ γὰρ Θεὸς ὄνομα, ὁμωνύμως λεγόμενον ἐπὶ διαφόρων τινῶν τῇ οὐσία παραγαγόντες, βούλεσθε ἐν τούτῳ τε καὶ τῷ ἑπομένῳ ἑξῆς ἐπιχειρήματι ὑμῶν δεικνύναι, ὥσπερ οὖν καὶ δι᾽ ὅλης ὑμῶν τῆσδε τῆς ὑποθέσεως, οὐ τὸν φύσει Θεὸν ἐπὶ Χριστοῦ λεγόμενον σημαίνειν, ἀλλ' οὐδέ τινα ὅμως τῶν ψευδωνύμως λεγομένων θεῶν δηλαδή· τοῦτο γὰρ καὶ δαίμοσι παραιτητέον ὡμολογήσατε· ἀλλὰ τὸν θέσει Θεόν, διὰ τοῦ τοιοῦδε ὀνόματος ἐπὶ Χριστοῦ σημαίνεσθαι. Θέσει δὲ Θεὸς, ὥς φατε, οὔτε ἄγγε λος, οὔτε ἄλλο τι ζῶον, πλὴν ἀνθρώπου, τῇ ἁγίᾳ Γραφῇ εἴρηται· οὐκοῦν ἐξ ἀνάγκης καθ᾽ ὑμᾶς, ἄνα Ορωπό, τε ὁ τεχθεὶς, καὶ ἀνθρωποτόκος ἡ τεκοῦσα λεχθήσεται. Εἰ δὲ ἄνθρωπος ὁ τεχθεὶς, καὶ θέσει Θεό;· ὁ δὲ φύσει Θεό; προστάττει πᾶσιν ἀνθρώποις
col. 1655–1656page 129 of 185
PG 86:1655μὴ δουλεύειν τοῖς μὴ φύσει οὖσι θεοῖς· διαῤῥήδη δὲ βοᾷ, ο Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· ἡ ἀκόλουθον ὑμᾶς μήτε προσκυνεῖν, μήτε λατρεύειν τῷ Χριστῷ θέσει ὄντι καὶ οὐ φύσει Θεῷ, κατὰ τὴν ὑμετέραν πλάνην· ἀλλ᾽ εἶναι ὑμᾶς παῤῥησίᾳ τινὰς ᾿Αντιχρίστους, καὶ μὴ ὑποκρίσει δου κεῖν τε Χριστιανοὺς εἶναι. Η εἰ τοῦτο εὐλαβεῖσθε, προσκυνοῦντες καὶ λατρεύοντες αὐτῷ, κτιστοῦ τινος προσκυνηταὶ καὶ ἀνθρωπολάτραι κυρίως ἡμῖν φω ραθήσεσθε. Μὴ δυσφορείτε οὖν λοιπὸν οὕτως ὀνομαζόμενοι, καὶ τὴν τοιαύτην περὶ ὑμῶν ἔόξαν ἀπο σείεσθαι σπουδάζετε· μηδὲ πάντα κυκᾶτε πρὸς ἀπό δειξιν τοῦ μή τοιοῦτοι δοκεῖν, καθὼς ἤδη διὰ πλεί στων ὑμῶν μακρολογιῶν ἡγωνίσασθε παραστῆσαι. ΚΕΦΑΛ. Γ'. Πᾶσα γέννησις εγνωσμένη τῇ θείᾳ Γραφῇ, ἢ τῆς ὑπάρξεως αὐτῆς καθέστηκεν αἰτία τοῦ λεγομένου γεγεννῆσθαι, οἷον «᾿Αβραὰμ ἐγέννησε τὸν Ἰσαάκ ο ἢ οὐ τῆς ὑπάρξεως αὐτῆς καθέστηκεν αἰτία, οἷον δ Απόστολος ἐγέννησε τοὺς Κορινθίους, κατὰ τὸ εἰρη μένον, «Εν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Τῆς δὲ αἰτίας τοῦ εἶναι γινομένης γενέσεως, ἡ μὲν συνυπάρχειν ποιεῖ τὸ γεννώμενον τῷ γεννῶντι· ἡ δὲ μεθυπάρχειν. Συνυπάρχει μὲν γὰρ ὁ Θεὸς Λόγος τῷ Πατρὶ γεννηθεὶς ἐξ αὐτοῦ· μεθ υπάρχει δὲ τοῦ ᾽Αβραὰμ ὁ Ἰσαὰκ καὶ εἴτις τοιοῦτος· τῆς δὲ μὴ τοῦ εἶναι γινομένης αἰτίας τοῦ γεν νωμένου, ἡ μὲν κρείττονα ἑαυτοῦ δείκνυσι τὸν γεν νώμενον, ἡ δὲ χείρονα· καὶ κρείττονα μὲν, οἷον Οι Οσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήμα τῆς σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν» χείρονα δέ, οἷον·. Γεννήματα εχιδνῶν, τίς ὑμῖν ὑπέδειξεν φυγεῖν ἀπὸ τῆς μελλούσης όρο γῆς;» κατὰ ποίαν οὖν γέννησιν γεγεννῆσθαι τὸν Θεὸν Λόγον ἐκ γυναικός φασι; κατὰ τὴν τὸ εἶναι διδούσαν τῷ γεννωμένῳ; Οὐκοῦν οὐκ ἀΐδιος ὁ Θεὸς Λόγος οὐδεμία γὰρ τοιαύτη γέννησις προϋπάρχειν οἶδε τὸν γεννώμενον τοῦ γεννῶντος· τὸ δὲ μὴ προϋπάρχον τοῦ μὴ ἀϊδίου, οὐκ ἀΐδιον· ὅπερ ἀσεβὲς λέγειν ἐπὶ τοῦ Θεοῦ Λόγου. ᾿Αλλὰ κατὰ τὴν μὴ τὸ εἶναι διδοῦσαν τῷ γεννωμένῳ φασὶ γεγεννῆσθαι· τρεπτὸς οὐκοῦν ὁ Θεός Λόγος, καὶ οὐκ ἀναλλοίωτος· ἐπεὶ πᾶσα τοιαύτη γέννησις, ἢ κρείττονα ή χείρονα δείκνυσι τὸν γεννώμενον ὁ δὲ κρείττων ἢ χείρων ἑαυτοῦ γινόμενος, διὰ τῆς τοιᾶσδε μεταβολῆς δηλονότι τρεπτὸς ἐλέγχεται ὢν καὶ ἀλλοιωτός. Εἰ δὲ οὐ τρεπτὸς ὁ Θεὸς λό γος, οὔτε οὐκ ἀΐδιος, οὐκ ἄρα κυρίως καὶ κατὰ ἀλή θειαν ἐγεννήθη ἐκ γυναικὸς, οὐδὲ ὅλως κατηγορεῖσθαι δύναται γέννησις ἐκ γυναικός, κατά την Γραφικὴν διάνοιαν, Πολλαῖς ἀντεμβολαῖς λόγων καὶ ἀλλοιώσεσι νοτ μάτων λανθάνειν πειρώμενοι, ὅμως ἀλίσκεσθε ῥᾶπα τὴν ἀσέβειαν. Ἔστω γὰρ ἑτέρους εἶναι τούσδε τρό τους τῶν γεννήσεων, καὶ ἕτερα τὰ τούτοις παρεπόμενα, ὡς εἰρήκατε· ἀλλὰ τὸ νῦν ἡμῖν ζητούμενον εἰς
col. 1657–1658page 130 of 185
PG 86:1657απόδειξιν παρ' ὑμῶν ἐστι, εἰ ἀληθῶς οὐ δυνατὸν ἕνα ινὰ καὶ τὸν αὐτὸν καθὼς ἡμεῖς φαμὲν δύο τινάς γεν. ἥσεις τούτων αὐτῶν τῶν διαφόρων γεννήσεων ύφ στασθαι, ἵνα καὶ τοῖς ἑπομένοις ἑκατέρα τῶν γεν ήσεων γνωρίζηται. Σκεπτέον γὰρ ὅτι ἐθνικοὶ πλεῖστοι Ξῶν ἐν Χριστῷ Ἰησοῦ διὰ Εὐαγγελίου ὑπὸ Παύλου Ξεννηθέντων, προγεγονότες ἦσαν αὐτοῦ κατὰ τὴν παρκικὴν γέννησιν ὡμολογημένως ἆρα οὖν οὐχ ὁ αὐτὸς εἶναι λέγοιτό τις τῶν ἐκείνου μαθητῶν, προ Εἶναί τε τοῦ ἰδίου πατρὸς καὶ διδασκάλου Παύλου, καὶ μετείναι μαρτυρούμενος τοῦδ:; πᾶς μὲν οὖν τις Σμολογήσοι, ώς οἶμαι· ἀλλὰ κατ᾽ ἄλλο καὶ ἄλλο τὸν αὐτὸν τοῦ αὐτοῦ προϋπάρχειν τε καὶ μεθυπάρχειν ἐρεῖ· καὶ γὰρ ὄντως, ὡς ἔφητε, κατὰ τὴν τοῦ εἶναι γέννησιν, προϋπάρχειν· κατὰ δὲ τὴν εἰς τὸ εὐαγγέλιον γέννησιν, μεθυπάρχειν· ὁμοίως δὲ καὶ τὰ γεν νήματα τῶν ἐχιδνῶν, οἱ ἀπὸ μὲν τοῦ ᾽Αβραὰμ ἔθνους κατὰ σάρκα, τοῖς ἰδίοις τέκνοις ήγουν τοῖς ἀποστόλοις μαθητευόμενοι, ἐπιστρέφοντος τοῦ Κυρίου καρ δίας πατέρων ἐπὶ τέκνα, πῶς οὐχ οἱ αὐτοὶ λέγοιντο προεῖναι μὲν κατὰ τὴν σαρκικὴν γέννησιν, μεθυπάρχειν δὲ κατὰ τὴν πνευματικὴν ἀναγέννησιν τῶν ἰδίων υἱῶν; Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ἄπιστον ὑμῖν. δοκεῖ καὶ ἐπὶ τοῦ Λόγου, καθ᾿ ἑτέραν μὲν αὐτοῦ γένο νησιν, ἀϊδιόν τε ὑπάρχειν αὐτὸν καὶ ἁπλοῦν ἀλη θῶς, καθ᾿ ἑτέραν δὲ ἀρχόμενον τοῦ συνθέτως εἶναι; μετὰ προσλήμματος γάρ τινος πρόσφατος γινώσκεται, καὶ οὐχ ἁπλοῦς Λόγος λοιπόν, ἀλλὰ σύνθετος Χριστὸς ὀνομάζεται. Οὕτως δὲ ἔχειν τούτων δοθέν των, ἡ μὲν τεκοῦσα τὸ σύνθετον, πάντως καὶ τὸ ἁπλοῦν τέτοκεν· ἐν γὰρ τῷ συνθέτῳ ἐστὶ τοῦτο· ὁ δὲ τὸ ἁπλοῦν τεκών, οὐ τέτοκε καὶ τὸ σύνθετον· οὐ γὰρ ἐν τῷ ἀπλῷ τὸ σύνθετον· οὐκοῦν κατὰ μὲν τὴν τὸ εἶναι καὶ ἀϊδίως εἶναι διδοῦσαν γέννησιν τῷ γεννωμένῳ λόγῳ ἁπλῶς, οὐ μητέρα φαμὲν τὴν Παρθένον κατὰ δὲ τὴν τοιῶσδε εἶναι ἤγουν σεσαρκωμένην, καὶ ἐν σαρκὶ τῇ ὑπὸ χρόνον εἶναι διδοῦσαν αὐτῷ γέννησ σιν, ὡς συγχρόνως αὐτῇ τῇ σαρκὶ ἔχοντι τὴν σύντ θεσιν ἑαυτοῦ συγγεγεννημένῳ ταύτῃ ἐξ αὐτῆς οὔσης κατὰ τὸ εἶναι ὑποχρόνως, Μητέρα ἀληθῶς καὶ τοῦ ἁπλοῦ· διὰ μέντοι συνθέσεως γενομένην ἴσμεν τήν ἀμίαντον· ἐκ Λόγου γὰρ ἀϊδίου καὶ σαρκὸς ὑποχρό νου, ὁ Δεσπότης ἡμῶν Χριστὸς ὅλος συνέστηκε γεν νηθέντος μὲν τοῦ Λόγου δὶς, ἀπάρκως μὲν ἐκ τοῦ Πατρός, σεσαρκωμένως δὲ ἐκ Μητρός, τῆς δὲ σαρκὸς ἅπαξ καὶ μόνον γεννηθείσης ἐκ Μητρὸς ἀσπόρως. Ἐπεὶ οὖν Θεὸς ἀληθῆς ἅπαρκός τε ὤν, καὶ μετὰ σαρκὸς ὁ Λόγος, θεοτόκοι καθ' ἑκατέραν γέννησιν οἱ τούτου γεννήτορες ἀληθῶς. Ταῦτα μὲν οὖν τὰ περὶ τῆς κατὰ τὰς γεννήσεις διαφόρου προελεύσεως τοῦ Λόγου· αἱ δὲ κατὰ προκοπὴν ἁπλῶς καὶ τὰ τοιαῦτα παραγωγαὶ τῶν γεννήσεων, περιττῶς ὑμῖν ἐπὶ Χρισ στοῦ παραφέρονται· οὐ γὰρ ἐκ το:οῦδε τρόπου τις λόγος Θεοτόκον ἔφη ποτὲ τὴν ἄχραντον· οὐδὲ τῶν λίαν ἀλογίστων τινί τάδε εἰς φαντασίαν γεγένηται. ΚΕΦΑΛ. Δ'. Εἰ κυρίως και κατ' ἀλήθειαν ἡ ἐκ Πατρὸς τοῦ
col. 1659–1660page 131 of 185
PG 86:1659Θεοῦ Λόγου γέννησίς ἐστιν, οὐ κυρίως καὶ κατ' ε θειαν ἡ ἐκ γυναικὸς ἐπιφημιζομένη τοῦ Θεοῦ λέγε γέννησις, ἐπειδὴ οὐχ ὅμοιαι· ἀλλ᾽ εἰ μὲν τὸ πρότ ρον, οὐκ ἄρα τὸ δεύτερον. Αλλ' εἰ κυρίως καὶ μέσ νην εἶναι γέννησίν φατε τὴν κατ' αἰτίαν μόνην, κα ἄχρονον καὶ συναΐδιον τῷ Πατρὶ τοῦ Θεοῦ Λόγου, συνυπάρχειν τῷ γεννῶντι δείκνυσιν τὸ γεννώμεν, τὴν οὐχ ὁμοίαν αὐτῇ γέννησιν, οὐδὲ κυρίως γένητ σιν ἴστε. Εσεσθε οὖν λοιπὸν μὴ κυρίαν εἰδότες γέν νησιν τοῦ Ἰσαὰκ ἐξ ᾿Αβραάμ, ή τινος ἑτέρου εν θρώπου ἐξ ἀνθρώπου ὄντος, ἢ ζώου ἐκ ζώου, ἢ τι τοῦ ἐκ φυτοῦ γινομένην· οὔτε γὰρ ἄχρονα ταῦτα οὐδὲ συναΐδια οὐδὲ ἁπλῶς τοῖς τίκτουσι συνυπάρχοντα οὐδὲ πάντη ὅμοια γίνονται, ὥσπερ ὁ Θεὸς καὶ Πατέρ τὸν Λόγον ἐγέννησεν. Εἰ δὲ ἀληθῆς ἐστι καὶ ἡ γέν νησις τοῦ Ἰσαὰκ ἡ ἐξ Ἀβραὰμ, ὡς καὶ ὑμεῖς ἐν ἑτέροις εἴπατε, καὶ τῶν λοιπῶν ζώων τε καὶ φυτών, ὑπόχρονός τε οὖσα καὶ μεθυπάρχειν δεικνῦσα τὸ γεννώμενον, καὶ ἁπλῶς τῆς θείας φέρουσα ἀπείρας καὶ πᾶσι σχεδὸν τοῖς λόγοις τῶν γεννήσεων, οὐκ ἄρα ἔσται κυρίως καὶ κατὰ ἀλήθειαν μόνη οὖσα γέννησις καθ᾽ ὑμᾶς ἡ ἐκ Θεοῦ Πατρὸς ἀϊδίως νοουμένη τοῦ Λόγου. Εἰ οὖν κἀκείνη καὶ αὗται ἀληθεῖς εἰσί τε καὶ λέγονται γεννήσεις, ἀληθεῖς ἄρα καὶ κατὰ τὸν διάφορον λόγον τῶν γεννήσεων οἱ λεγόμενοι γεννήτορες. Οὐκοῦν καὶ Παῦλος διὰ τοῦ Εὐαγγελίου, καὶ τὸ Πνεῦμα διὰ τοῦ βαπτίσματος, καὶ 'Αβραὰμ ἐκ τῆς ὀσφύος, καὶ Ῥαχὴλ ἐκ τῆς κοιλίας, καὶ ὁ Πα τὴρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ γεννῶν, πάντες ἀληθῶς γεννήτορές εἰσι καὶ λέγονται· εἴπερ οὖν καὶ πλείονες κατὰ πλείους τούτων τρόπους εἶεν τοῦ αὐτοῦ ἑνός τινος γεννήτορες, ἀληθῶς πάντων ὁ αὐτὸς εἷς υἱὸς ἔσται. Κατ' αἰτίαν ἄρα ἐκ Πατρός, κατὰ δὲ σύνθεσιν καὶ σύλληψιν ἐκ μητρὸς ὁ Λόγος γεγέννηται· τὸ γὰρ συλλαβὸν ἅπαξ, οὐ τὸ ὅλον ἐξ αὐτοῦ τίκτει, ὡς δια λοῖ καὶ τὸ τῆς λήψεως όνομα. ΚΕΦΑΛ. Ε΄. Εἰ ἡ γέννησις τοῦ Θεοῦ Λόγου ἐκ Πατρὸς κατά ἀλήθειαν οὖσα παρήλλακται τῆς ἐπιφημιζομένης αὐτοῦ κατὰ ἀλήθειαν ἐκ γυναικὸς, ἀνάγκη δὲ πάσα ὧν ὁ τόκος ὁ κατὰ ἀλήθειαν παρήλλακται, τούτων καὶ τὴν οὐσίαν παρηλλάχθαι, ἀνάγκη ἄρα πᾶσι παραλλάττειν τὸν Θεὸν Λόγον αὐτὸν ἑαυτοῦ κατ' οὐσίαν, διὰ τὸ παρηλλάχθαι ἐπ' αὐτοῦ τοὺς τοκετούς κατὰ ἀλήθειαν. Εἰ δὲ αὐτὸς ἑαυτοῦ παρήλλακτα ὁ Θεὸς Λόγος κατ' ουσίαν, οὐδενὶ ἔσται κατ' ουσίαν ὅμοιος, οὐδὲ τῷ Πατρὶ ἄρα καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, ὅπερ ἀναιρεῖ τὸ ὁμοούσιον. Πολλοῖς ἀτύποις καὶ ἰσοῤῥόποις τὴν ἀσέβειαν συνέχεσθε· καὶ ἀπορού μὲν περὶ ποίων ὑμῖν πρωτίστων ἐγκαλέσομεν· ἤδη μὲν γὰρ καὶ διαφόρων οὐσῶν τῶν γεννήσεων, ὅμως ἀληθῶς πάσας εἶναι κἂν ἑνός τινος, κἂν πλειόνων ὁμοειδῶν εἶεν, προαποδέδεικται ἡμῖν. Ἰδοὺ δὲ καὶ ὑμεῖς συνέθεσθε ἡμῖν, οἂν ὁ κατὰ ἀλήθειαν τόκος παρήλλακται,» λέγοντες· ἴστε γὰρ ἤδη καὶ ὑμεῖς παραλλάττοντας μὲν, ἀληθεῖς δὲ εἶναι τόπους τινάς. Ψεῦδος δὲ καὶ τὸ νῦν λεγόμενον ὑμῖν ἐστιν, ὅτι ὧν αἱ γεννήσεις διάφοροι, τούτων καὶ αἱ οὐσίαι. Ο τε
col. 1661–1662page 132 of 185
PG 86:1661γὰρ Παῦλον πατέρα ἐπιγραφόμενοι διὰ τοῦ Εὐαγ γελίου, οι τε τοὺς τῆς σαρκὸς πατέρας, οἵ τε τὸν Πατέρα τῶν πνευμάτων, οἵ τε ἐκ τοῦ διαβόλου λεγό μενοι γεγεννῆσθαι, οἵ τε ἐξ ἐχιδνῶν, καθ' ἑτέραν μὲν ἕκαστος γέννησιν γεγέννηται, καὶ ὅμως τῆς αὐτῆς πάντες, ήγουν ὁμοίας ἀνθρωπίνης, εἰσὶν οὐσίας. Τιμό θεος δὲ ὁ ἱερὸς, Παύλου τε καὶ πατρὸς Ἕλληνος υἱὸς, καὶ εἷς ἂν τῷ ἀριθμῷ, πλείους ἐπεγράφετο τοιούσδε πατέρας. Πῶς οὖν ταῦτα μαρτυρήσει τοῖς παρ' ὑμῶν; Καὶ οὕτως μὲν τάδε· τοῦ δὲ Ἀδὰμ ἑτέρως, καὶ Εὔας ἑτέρως, καὶ Σηθ ἑτέρως γεγεννημένων, μία αὐτοῖς ὅμως εἶναι τὴν φύσιν καὶ τὴν αὐτὴν πᾶσι, τίς ἀντερεῖ; ὥστε οὐδὲ ὧν αἱ γεννήσεις διάφοροι, καὶ αἱ οὐσίαι· ἄλλως τε εἰ ἐπ' ἄλλου καὶ ἄλλου προσώπου λαμβάνοιντο, ἴσως δείξουσι τὸ κατ' οὐσίαν διάφορον ἐπὶ δὲ τοῦ αὐτοῦ ὑποκειμένου καὶ ταῖς διαφόροις γεννήσεσι κατηγορουμένου, πῶς τὸ αὐτὸ ἀδιάφορον ἔσται; Τί οὖν μὴ δείξαντες πρῶτον, ὅτι κατὰ δύο γεννήσεις διαφόρους, οὐ δυνατὸν ἢ τὸ αὐτὸ ἓν ὑποκείμενον ὑφίστασθαι, ή τινα ὁμοούσια νοεῖσθαι, ἁπλῶς ἐκ τῆς διαφορᾶς ἤδη τῶν γεννήσεων, διάφορον είναι καὶ τὸ αὐτὸ ἐν γεννώμενον ὑποκείμενον συνάγετε; Αντιστρόφως γὰρ ὑμῖν ἡμεῖς ἐροῦμεν, ὅτι εἰ ὧν αἱ γεννήσεις διάφοροι, καὶ ἡ ουσία διάφορος, ἄρα καὶ ὧν ἀδιάφορος ἡ γέννησις, καὶ αἱ οὐσίαι ἀδιά φοροι· οὐκοῦν ὑπέχρονός τε οὖσα καὶ σπερματική καὶ διὰ μήτρας καὶ ὁμοίως ἔχουσα γέννησις ἔνων τε καὶ κυνῶν καὶ ἀνθρώπων καὶ συῶν καὶ πιθήκων, ὁμοίαν τῶνδε παρίστησι καὶ τὴν οὐσίαν; Τί δέ μοι ἑτέρων ἢ ἑτέρας χρεία γεννήσεως πρὸς ἔνδειξιν τοῦ ἐκ τρόπου γεννήσεως, την διαφορὰν εἶναι, ἢ τὴν ὁμοιότητα τῶν οὐσιῶν; Τοῦ γὰρ αὐτοῦ ἑνὸς ἀνθρώπου, μία κατ' ἀριθμὸν καὶ ἡ αὐτὴ γέννησίς ἐστι δη λαδή· ψυχὴ δὲ καὶ σῶμα αἱ συγγενηθεῖσαι φύσεις κατ' αὐτὴν, διάφοροι εἰσι. Καθ' ὑμᾶς οὖν, ἢ οὐ διά φορον εἶναι τὴν οὐσίαν τούτων, ἐπεὶ μηδὲ τὴν γέννησιν φήσομεν· ἢ διάφορον λέγοντες, δύο καὶ διαφόρους τὰς τοῦ ἑνὸς ἀνθρώπου ἐν ταυτῷ πιστεύσομεν εἶναι γεννήσεις. Καὶ ταῦτα μὲν ὑμῶν τὰ κομψά· ὅμως μέντοι οὔτε εἴρηκέ τις ὑμῖν ὅτι τὸν Λόγον ὡσαύτως ἁπλοῦν, ἀλλὰ μετὰ τῆς σαρκικῆς οὐσίας ἐκ μητρός κατὰ τὴν δευτέραν αὐτοῦ γέννησιν ἡ δευτέρα γένο νησις προήγαγε, δοκησίσοφος. ΚΕΦΑΛ. Γ'. Εἰ τὸ γεγονὸς καθό γέγονε, γενέσθαι πάλιν ἀμή χανον· καὶ τὸ ἀϊδίως ὂν, τεχθῆναι πάλιν ἐκ γυναικὸς ἀμήχανον· ἀλλὰ τὸ πρότερον ἀληθὲς, καὶ τὸ δεύτερον ἄρα. Εἰ πᾶσαν τὴν γέννησιν ἁπλῶς ὡς τὸ εἶναι διδοῦσαν τῷ γεννωμένῳ ἀναιρεῖτε τοῦ ἀϊδίως ὄντος Λόγου, ἢ καὶ τὴν πρώτην γέννησιν τὸν ἐκ Πατρὸς ἀπ' αὐτοῦ ἀνελεῖτε ὡς ἀϊδίου. Τὸ γὰρ ἀϊδίως ὂν, τεχθῆναι φατε ἀμήχανον· ὡς λοιπόν μηδὲ Υἱὸν εἶναι τοῦ Πατρός οὐ γὰρ ἐστιν Υἱὸς ἄνευ γεννήσεως· οὐδὲ τὸν Πατέρα εἶναι Πατέρα· οὐ γάρ ἐστιν ἄνευ Υἱοῦ Πατήρ, ἢ τὴν ἐκ Πατρὸς γέννησιν αὐτοῦ ὁμολογοῦντες, οὐκ ἀΐδιον εἶναι λοιπὸν δηλώσετε· εἴπερ τὸ ἀϊδίως ὂν διὰ τὸ εἶνα πάντη οὐ δυνατὸν ᾗ ὁπωσοῦν ἀληθῶς τεχθῆναι· εἰ δὲ
col. 1663–1664page 133 of 185
PG 86:1663μὴ διὰ τὸ εἶναι ἀεὶ, ἀλλὰ διὰ τὸ ἁπλῶς ἤδη προεῖναι τι καὶ προγεννηθῆναί ποτε, πῶς ἅπαξ οὐδὲ δίως ὁπωσοῦν ἔτι οὐδὲ καθ᾿ ὀντιναοῦν ἕτερον τρόπον γεν νηθῆναι τι δυνατὸν λέγετε; τοῦτο γὰρ ἡνίξατο ὑμῶν τὸ πάλιν, καὶ τόδε ἐν τοῖς καθέκαστα βασανίσωμεν. 'Αρα οὖν Τιμόθεος οὔπω ἦν οὐδεμια γεννήσει γεγεννημένος, καὶ ὑφ' ἑτέρων προελθὼν γονέων, ὅτε Παζ λος ὁ ἐπιγραφόμενος αὐτὸν γνήσιον τέκνον ἐν πίστει, ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγέννησε; καὶ τίς ὑμῶν τὴν προφανή ταύτην ψευδολογίαν οὐ βδελύτε τεται; Οὕτως οὖν, ὦ οὗτοι, καὶ τόδε νοεῖτε· τῶν γὰρ Χριστοῦ μερῶν τὸ μὲν καὶ κατὰ τὴν πρώτην ἑαυτοῦ γέννησιν γεννηθῆναι καὶ κατὰ τὴν δευτέραν φαμὲν, τὸ δὲ ἕτερον δῆλον, ὡς οὐδὲ πρὸν, ἢ ἑτέρα γεννή σε προγεγεννημένον, μια γεννήσει τῇ ἀμφοῖν συμπρο ελθεῖν τῷ ἑτέρῳ ἐν ἑνὶ τῆς ὑποστάσεως ὅλῳ τῆς αὐτῆς ὁμολογοῦμεν· ἐν γὰρ μιᾷ τῇ ἐκ Παρθένου γεννήσει, τοῦ μὲν τῶν μερῶν Χριστοῦ δευτέρα, του πρώτη καὶ μόνη νοεῖται οὖσα γέννησις. δὲ ΚΕΦΑΛ. Ζ'. Εἰ ἡ οὐσία τοῦ Θεοῦ Λόγου ἐτέχθη κατὰ ἀλήθειαν ἐκ τῆς οὐσίας Παρθένου, ἀνάγκη δὲ τὰ τεκτόμενα οὕτως ὅμοια εἶναι κατ' οὐσίαν τοῖς τίκτουσιν, ἢ ὁ Θεὸς Λόγος, ἄνθρωπος τὴν οὐσίαν, ἢ ἡ Παρθένος, Θεὸς τὴν οὐσίαν· ἀλλ᾿ ἑκάτερον ἐπίσης ἀσεβὲς καὶ ἀδύνατον· οὐκ ἄρα ἡ οὐσία τοῦ Θεοῦ Λόγου ἐτέχθη κατὰ ἀλήθειαν ἐκ τῆς οὐσίας τῆς Παρθένου. Αλλά πρῶτον μὲν, ἕτερον τὸ εἰς οὐσίαν τεχθῆναι, καὶ ἄλλο τὸ κατ' ουσίαν τεχθῆναι. Ἔτι δὲ τῶν ἐκ τῆς οὐσίας τικτομένων, πολλαί εἰσιν αἱ διαφοραί τῶν ὁμοιώσεων καὶ ἀνομοιοτήτων τῷ γε ἀκριβῶς ἐξετάζοντι, ὡς καὶ ὑμεῖς ἐν τοῖς πρώην ἐλέγετε τὰ μὲν γὰρ ὅμοια, τὰ δὲ ἀνόμοια τίκτει, προς τὴν διαφορὰν δηλονότι τῶν ἑτεροφυῶν γεννήσεων. Εἰ γὰρ καὶ οὐσία ἦν ὁ Παῦλος ὁ ἐνεργῶν τὴν γέν νησιν Τιμοθέου, οὐσίας καὶ αὐτοῦ ὄντος καὶ κατ' οὐσίαν εἰς ἀφθαρσίαν διὰ τῆς πίστεως κρειττουμένου καὶ γεννωμένου (οὐ γὰρ δὴ κατά συμβεβηκός τι ἡ πνευματικὴ τῆς φύσεως ἡμῶν γέγονεν ἀναγέννησις), καὶ ὁ κατὰ σάρκα δὲ αὐτοῦ πατὴρ, οὐσία ἦν, καὶ κατ' οὐσίαν πως ἔτικτε· καὶ πάσης δὲ οὐσίας αἴτιος, ἀναίτιος πάντων καὶ Πατήρ. Αλλ' ὁ μὲν τῇ πίστει, ὁ δὲ τῷ σώματι αὐτοῦ ἐγέννησεν αὐτὸν ὅμοιον, ὁ δὲ τῇ εἰκόνι ἑαυτοῦ. Εἰ καὶ ὁ Πατὴρ οὖν ἀϊδίως ἐκ τῆς οὐσίας ἑαυτοῦ τίκτει τὸν λίγον, καὶ Σολομῶν ἐκ τῆς οὐσίας αὐτοῦ λέγεται τίκτειν τὸν Ἱεροβοάμ, οὐκ ἤδη οὕτως ἔχει ἑκάτερος υἱὸς πρὸς ἑκάτερον πατέρα τὸ ἀπαράλλακτον· διαφόρου γάρ τρόπου τῶν κατ' οὐσίαν γεννήσεων ἐν ἑτεροφυέσι τε πράγμασι νοουμένου, εἰ καὶ ὁμοία εἴη κατὰ τοῦτο αὐτὸ ἡ γέννησις, τὸ ἐκ τῆς οὐσίας εἶναι διάφορο ὅμως δείκνυσιν εἰκότως καὶ τὴν ὁμοιότητα. Ἰδοὺ γὰρ ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀνθρώπου ἐκ τῆς οὐσίας το δε λέγεται γεννᾶσθαι Υἱός τε καὶ θεώρημα καὶ λέξις καὶ τρίχες καὶ οὐλα! καὶ ἐνέργεια καὶ ἕτερα πλεῖστα ἆρα οὖν πάντα ἀνθρώπῳ εἶναι ὅμοια τῇ ουσίᾳ νο μιστέον; ἐπεὶ εἰς οὐσίαν καὶ κατ' ουσίαν τινὰ τῶνδι
col. 1665–1666page 134 of 185
PG 86:1665γεγέννηται, καὶ ἐκ τῆς οὐσίας, ἢ τῇ διαφορᾷ τῶν τρό πων καὶ λόγων, καὶ ὑλῶν, διαφέρειν ἀνάγκη πρὸς τὸν τεκόντα; καὶ τάδε οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ πάσης ἢ μόνης, ἢ μόνα τικτόμενα. Οὐκοῦν εἰ καὶ ὁ Θεὸς Λόγος ἐκ τῆς ἁγίας παρθένου γεγέννηται σὺν τῇ σαρκί, οὐ μόνος ψιλὸς τὴν φύσ σιν οὐδὲ ἐκ τῆστε ἔχων τὸ ἁπλῶς εἶναι, τίς ἀνάγκη πάσης τῆς οὐσίας ἀπαιτεῖν ὁμοίωσιν τοῦ γεννηθέντος πρὸς τὸ ὁπωσοῦν γεννῆσαν; τῆς γεννήσεως ὁμολογουμένης μὴ εἶναι τῆσδε πατρικῆς, ἡ μόνη τὸ ἀπαρ ἄλλακτον τῆς ὁμοιώσεως τῆς οὐσίας τοῦ γεννήματος δείκνυσι πρὸς τὸν γεννήσαντα, ήγουν τοῦ Πατρὸς πρὸς τὸν ἑαυτοῦ ἄνευ σαρκός Λόγον. Η γὰρ σὰρξ καὶ ὁ Λόγος ὁ προών γεγέννηται ἐκ τῆς ἁγίας Δε σποίνης· καὶ οὔτε μένος, οὔτε ἐκ μόνης τῆς οὐσίας τῆς ἁγίας Παρθένου, ὡς ἐκ Πατρός· τοῦτο γὰρ ὑμῖν οὐκ ἐλέγετο παρ' ἡμῶν, ὡς λόγον μόνον ἐγέννησεν ἡ μόνη· ἢ μὴ προόντος, ἀλλὰ κατὰ τὴν οὐσίαν αὐτῆς σεσαρκωμένου· ὅθεν Χριστός κατ' ἄμφω αὐτοῦ τὰ μέρη ὁ γεννηθείς, ἅτε χρῖσμα καὶ χριόμενος εἴρηται εἰ δὲ τοῦτον ἑνὶ πάντως καὶ οὐ δύο ἑτερονυσίοις λέ γειν ὁμοούσιον ἡμᾶς εἰσπράττετε, ὥρα ὑμᾶς μηδὲ τὸν ᾿Αδὰμ ἀπὸ γῆς τε καὶ θείου εμφυσήματος γενό μενον, κατὰ θάτερον ἐν αὐτῷ μερῶν λόγον, θατέρα λέγειν συστατικῇ αὐτοῦ οὐσίᾳ ὁμοούσιον εἶναι· ἀλλ' ἢ θεῖον αὐτοῦ δοξάσαι καὶ τὸ γήῖνον, ἢ γήϊνον καὶ θεῖον ὑπολαμβάνειν· εἰ δὲ ταῦτα ἐπὶ τούτου πρότ δηλον ἔχει τὴν πλάνην, ἀληθῶς καὶ ὁ εἷς ἡμῶν Χριστὸς ἀμφοτέροις τῶν γεννητόρων ἐκ θατέρου τῶν ἐν αὐτῷ ὅμοιος είναι δύναταί τε καὶ λέγεται. ΚΕΦΑΛ. Η'. Εἰ Μήτηρ τοῦ Θεοῦ κατ' ἀλήθειαν ἡ Παρθένος, Υιός κατ' ἀλήθειαν τῆς Παρθένου ὁ Θεός· εἰ Υἱὸς τῆς Παρθένου κατ' ἀλήθειαν ὁ Θεὸς, ἢ ὅμοιος τῇ Μητρί, ἢ οὐχ ὅμοιος· καὶ εἰ μὲν ὅμοιος, οὐ Θεός εἰ δὲ οὐχ ὅμοιος, οὐχ Υιός. Αλλ' ἤδη ἡμῖν εἴρηται καὶ τὸν κατ' ἀλήθειαν υἱὸν μὴ κατὰ πάντα εἶναι τῷ τεκόντι ὅμοιον· καὶ γὰρ καὶ ἐκ πυρὸς φῶς, καὶ οὐχ ὅμοιον πάντη πυρί· καὶ νόημα ἐκ ψυχῆς, καὶ οὐ ψυχή· καὶ ἰχθύες ἐξ ὕδατος, καὶ οὐχ ὕδωρ. Εν τούτοις μὲν οὖν καὶ τὸ πάντη ἀνόμοιον πρὸς τὰ τέ κοντα των τεχθέντων ἔστιν ἰδεῖν. Εἰ δὲ ἐκ μέρους ἀνόμοιος τῇ Μητρὶ καὶ ὅμοιος ὁ Χριστὸς, τί ἄτοπον; Αρα οὖν ἐπεὶ μὴ κατὰ τὸ ὅλον πέρδικι ὅμοιος ὁ ἐκ πέρδικος, καὶ φασιανῶν περδικοφασιανός, οὐκ ὄντως ἔσται οὐδὲ υἱὸς τοῦδε, ὦ φυσιολόγοι; ΚΕΦΑΛ. Θ'. Η τοῦ Θεοῦ Λόγου ἐκ Παρθένου κατ' ἀλήθειαν γέννησις, ἢ πάθος αὐτοῦ ἐστιν, ἢ ἐνέργεια· ἢ πάθος, καὶ ἐνέργεια· ἢ οὔτε πάθος, οὔτε ἐνέργεια. Αλλ' εἰ μὲν πάθος φαίνεται, πρόδηλος ἡ ἀσέβεια· τοῦ γὰρ γεγεννημένου τὸ πάθος, γεγέννηται δὲ ἡ οὐσία τοῦ Θεοῦ καθ' ὑμᾶς, τῆς οὐσίας ἄρα τοῦ Θεοῦ τὸ πάθος. Εἰ δὲ ἐνέργεια, ἐνεργεῖ δὲ ὁ Θεὸς οὐ τῷ εἶναι αὐτῷ,
col. 1667–1668page 135 of 185
PG 86:1667τουτέστιν οὐ τῇ οὐσίᾳ, ἀλλὰ μένῳ τῷ θέλειν του θέ λειν ἄρα τῆς οὐσίας τοῦ Θεοῦ ἡ γέννησις. Εἰ δὲ πάθος καὶ ἐνέργεια, πεπονθὼς μὲν τῇ οὐσία, ἐνεργήσας δε τῷ θέλειν γεγέννηται, γεγέννηται ἄρα καὶ ἡ εὐσία καὶ τὸ θέλειν τοῦ Θεοῦ, ἡ μὲν παθοῦσα, τὸ δὲ δράσει. Εἰ δὲ οὔτε πάθος οὔτε ἐνέργεια, οὔτε ἡ οὐσία οὔτε τὸ θέλειν τοῦ Θεοῦ ἐγεννήθη, εἰπὲ τί τοῦ Θεοῦ ἐγεν νήθη, οὗ γεννηθέντος, κυρίως κατὰ ἀλήθειαν ὁ Θεὸ ἐγεννήθη. Φεῦ τῆς ἀσόφου ὑμῶν σοφίας! τοιαύτης λογιότητος μηδὲ εἴδωλον Θεὸς ἐν κόσμῳ καταλίπα. Τί γὰρ ἀθλιώτερον τοιάσδε σπουδῆς, πᾶσαν ἐρανιζομένης ἀπρόσφορον αἰτιολογίαν, ἵνα τῷ ἀνυποστή ψεύδει, δόκησιν ὑποστάσεως ἀληθείας περιποιήσηται; καὶ τοῦτο οὐ διὰ κέρδος ἕτερον, ἀλλ' ἡ ἕνα κρηπῖδα βλασφημίας ἑαυτῇ οἰκοδομήσῃ. Πρώτον αν ὑμῶν ἀκουστέον, τίς κοινωνία διανοίας τῶν τε μέχρι τοῦ νῦν ὑμῖν περὶ γεννήσεως καὶ γεννωμένων δεξάν των, καὶ τῶν ἀρτίως εἰρημένων· τὴν γὰρ κυρίως γέννησιν τὴν ἐξ οὐκ ὄντων, ἢ ἁπλῶς τὸ εἶναι διδοῦσαν τῷ γεννωμένῳ διεγνώκατε πρὸ τούτου τοῦτο γὰρ καὶ ἐν τοῖς ἑξῆς ἄνω τε καὶ κάτω ὑπεβάλλετε· τῶν δὲ πῶς ἢ πάθος ἢ ἐνέργειαν, ἢ ἄμφω τὰ δύο, ἐπὶ τοῦ γεννωμένου δρώμενα, λέγετε εἶναι τὴν γέννησιν; Εἰ μὲν γὰρ ἐνέργειά ἐστι καθ᾽ ὑμᾶς τοῦ μέλλοντος γενέσθαι, εἴτε διὰ τοῦ θέλειν, εἴτε όπωσοῦν ἡ γέν νησις αὐτοῦ, ἔχει δὲ τὸ εἶναι ὁ γεννώμενος οὗ ἐστιν ἡ θέλησις ἐκ τῆς γεννήσεως, ἄρα πρὸ τοῦ εἶναι, καὶ θέλει καὶ ἐνεργήσει τὸ εἶναι ἑαυτοῦ· καὶ ἔσται ἐν τῷ μὴ εἶναι ἑαυτὸν κεκτημένος τό τε εἶναι καὶ τὸ θέλειν ἑαυτοῦ. Εἰ δὲ καὶ πάθος λέγετε τούτου εἶναι τὴν γέν νησιν, πάλιν ὡσαύτως πρὸ τοῦ εἶναι πεπονθὼς εξα ρεθήσεται· οὐκ οἶδα δὲ ἐν τίνι παθών, ὥσπερ οι ἐν τίνι ἐνεργήσας, τὸ εἶναι ἑαυτοῦ προβάλλεται ὁ μὴ ὢν ὅστις ἂν ᾖ. Εἰ δὲ κατ᾽ ἄμφω λέγετε τάπε τὰς διαθέσεις τοῦ γεννωμένου τὴν γέννησιν προϊέναι, διπλᾶ ὑμῖν ἔψεται πάντα τὰ ἄτοπα τῆς ὑποθέσεως πρὸς τῷ καὶ συνυπάρχειν ἅμα τε καὶ ἐν τῷ αὐτῷ τὰ ἐναντία διδόναι. Πλὴν ἐπιλέλησμαι· ἐν τῷ γὰρ μὴ ὄντι ταῦτα οἴεσθε· καὶ οὐ συνυπάρχει· οὐδὲ γὰρ ὑπάρχει τὰ ἐν τῷ μὴ ὑπάρχοντι· οὐκ οἶδα οὖν πῶς ὄντα εἴη ἐν τῷ μή όντι, ἃ καὶ ἐν τοῖς οὖσι γινόμενα, οὐ κυρίως εντα εἰσίν· ἔτι μὴ καὶ τῷδε προσεκτέον, ὡς εἰ ἐνέργεια, ἢ πάθος τοῦ γεννωμένου ή γέννησίς ἐστι, καθ' οὓς διεγράψατε ἀλογίστους τρόπους ὡς ἀναγκαίους, εἰς ἑαυτόν τι πάθοι ὑφ᾽ ἑαυτοῦ γεννώμενοι, ἢ ὑπὸ τοῦ τεχόντος, ἢ ὑπό τινος ἑτέρου· καὶ πάλιν, ἢ αὐτὸς ἐνεργήσει εἰς ἑαυτὸν, ἢ εἰς τὸν τεκόντα, εἷς τινα ἕτερον· ἔσται δὲ οὕτως, ἢ αὐτὸς ἑαυτὸν εἰς ἑαυτὸν ἢ εἰς τὸν τεκόντα, ἢ εἰς ἕτερον γεννήσας, ὑφ' ἑαυτοῦ εἰς ἑαυτὸν, ἢ ὑφ' ἑαυτοῦ εἰς ἑαυτὸν, τ ὑπὸ τοῦ Πατρὸς, ἢ ὑφ' ἑτέρου γεννηθείς. Ταῦτα δὲ ἀκούειν ἢ τοιούτοις ἀποκρίνεσθαι φείσασθε ἡμῶν, ὦ δεινότατοι! ὁμολογοῦμεν οὐ φέρειν ἀνεμεσί· κων φεύσατε δὴ οὖν ἵνα ἡμεῖς λαλήσωμεν. Λέγεται μὲν γὰρ ἢ ἄλλου φθορά συναίρεσθαι εἰς ἄλλου γέννησιν, καὶ ἑτέρου ἐνεργοῦντος· καὶ ἑτέρου πάσχοντος,
col. 1669–1670page 136 of 185
PG 86:1669ἕτερον προϊέναι γεννώμενον, ὡς ἐπὶ σωμάτων ὁρῶ μεν κατὰ τοὺς διαφόρους τρόπους τῶν γεννωμένων τέκτονος μὲν γὰρ τῇ τε φυσικῇ καὶ ἐπιστημονικῇ ἐνεργείᾳ, πάθει δὲ τοῦ ξύλου, τῆς κλίνης προέρχεται τὸ εἶδος· καὶ πάλιν πυρὸς τῇ φύσει ἐνεργοῦντος και φθείροντος, πάσχοντος δὲ καὶ φθειρομένου τοῦ στέατος, λιγνύος εἶδος ἐν ἀέρι γεννᾶται· οἵ τε γὰρ φύσιν καὶ ὕλην ὅ τί ποτέ εἰσι διαφόρως νοοῦντες καὶ ὑποτιθέμενοι, ὅμως τῆς μὲν]ενεργούσης, τῆς δὲ παστ χούσης γεννᾶσθαι τὰ ἐκ τούτων εἴδη ὁμολογοῦσι· κατὰ μέντοι τὰ ὑμέτερα θεσπίσματα, τὸ μὴ ὂν γεννᾷ τι καὶ μάλιστα τὸ ἑαυτοῦ εἶναι πάθει ἢ ἐνεργείᾳ οὐδεὶς ἔφησε πώποτε· ἀλλ᾽ οὐδὲ ὅλως πάθος ἢ ἐνέργειαν ἐπὶ τοῦ μηδέπω ὄντος ἐγνώρισε· πῶς οὖν τοιαύταις ἡμᾶς ὡς φυσικαῖς διαιρέσεσι συλλογίζεσθε; ᾿Αλλὰ τοιαῦτα ἡμεῖς μέχρι τοῦ νῦν Θεοῦ χάριτι μὴ εἰδέναι μήτε διδαχθῆναι ὁμολογοῦντες, ὀρθο δόξως κηρύττομεν τὴν εὐσέβειαν ὑπὸ τῶν ἁγίων διδαχθέντες Πατέρων, τὸν ἐκ μόνου Πατρὸς μόνον Υἱόν, τῇ μὲν μια μεμονωμένῃ αὐτοῦ ἰδίᾳ γεννήσει προόντα τῶν αἰώνων Θεὸν Λόγον· ἐν ὑστέροις δὲ και ροῖς ἰδίᾳ εὐδοκία φιλανθρώπῳ τὴν δευτέραν ἑαυτοῦ πάλιν ἰδικωτάτην ἐνεργῆσαι γέννησιν ἐν τῇ συμπλοκῇ τοῦ καθ' ἡμᾶς ἀνθρώπου ὁμολογοῦμεν, καὶ προ ελεύσει σαρκικῇ ἐκ τῆς ἁγίας Παρθένου τεχθῆναι, ὁμοιότητι γεννήσεως· μηδὲ κατὰ τὴν πρώτην αὐτ τοῦ, μηδὲ κατὰ δευτέραν γέννησίν τινι τῶν πάντων κοινωνοῦντα· οὔτε γάρ τι ἕτερον κατὰ τὸ ἀΐδιον καὶ ἀπαράλλακτον καὶ εὐάρεστον καὶ ἄτρεπτον καὶ ἀμέ ριστον καὶ ἀνελλιπὲς καὶ ἀνεκφοίτητον τῆς πρώτης αὐτοῦ ἤγουν γεννήσεως γεγέννηται, οὔτε κατὰ τὴν δευτέραν ἕτερόν τι οὕτως ἀσπόρως καὶ ἀφθόρως καὶ ὑπερφυῶς γεγέννηται, καὶ Πνεύματος ἁγίου συλλη φ' ἑν, καὶ ἀχρόνως τελειωθέν, καὶ μορφωθέν, καὶ δι οργανωθέν, καὶ εἰς πάντα τὸν ἑαυτοῦ οὐσιώδη Λόγον ἀπαρτισθὲν ἐν τῇ ἁγνῇ μήτρᾳ τῆς ἁμιάντου, εἰς ναὸν καὶ εἰς σκήνωμα τοῦ Λόγου τῆς ἀνθρωπίνης σαρκὸς ἐξ αὐτῆς μόνης τελειωθείσης καὶ συναφθείσης αὐτῷ ἐν ἀκαρεῖ· ἔτι μὴν καὶ ἀληθῶς κεκλεισμένης τῆς παρθενικῆς πύλης, κατὰ φύσιν ἀληθῶς σῶμα οὔσης τῆς Θεοδόχου σαρκὸς αὐτοῦ διὰ τῶν ἀῤῥαγῶν σωμάτων χωρῆσαι τῆς μήτρας τῆς παρθένου τῇ ὑπὲρ φύσιν δυνάμει τοῦ ἐνόντος αὐτῇ Πνεύ ματος τοῦ Λόγου πιστεύομεν. Πῶς οὖν οὐ παντὸς μᾶλλον ἔτι καὶ ἔτι διὰ ταῦτα Θεοτόκον ἀληθῶς γνω ρίσαντες εὐφημήσομεν τὴν Παρθένον ταύτην, ἐν ᾗ καὶ ἐξ ἧς ὁ Λόγος την σάρκα μνηστευσάμενος προς ἦλθεν ὡς νυμφίος ἐκ παστοῦ ἁγίου αὐτοῦ; ἀφ' ἧς τε ἡ σοφία τὸν ἑαυτῆς λατομήσασα οἶκον ἑαυτῇ περι ῳκοδόμησε; καὶ τὸ θαυμαστὸν ὅτι οὐδὲ τῷ τῆς φύσ σεως ἰδιώματι τοῦ οἰκήματος ἑαυτὴν συνεξήγαγεν ἐκ τῆς μήτρας τῆς Παρθένου· ἀλλὰ τοὐναντίον τῷ τῆς φύσεως ἰδιώματι ἑαυτῆς, ήγουν τοῦ ἐνοικήσαντος αὐτῇ Λόγου, τὸ οἴκημα πνευματικῶς συνεξείλκυσεν ἑαυτῆς ἐκ τῆς τεκούσης αὐτό· σὺν αὐτῷ γὰρ πνευ ματικῶς ἐξιέναι καὶ χωρῆσαι διὰ τῶν ἀῤῥαγῶν σωμάτων τῆς Παρθένου, τὴν σάρκα ἑαυτοῦ ὁ Λόγος ἐδυνάμωσεν· ὥσπερ ὁ ἄσαρκος αὐτὸς εἰσιὼν δι' αὐτῶν οὐκ ἐστενοχωρεῖτο· ἐπεὶ γὰρ ἰδίᾳ εὐδοκίᾳ
col. 1671–1672page 137 of 185
PG 86:1671ἑαυτὸν εἰς τὴν Παρθένον ἐνδέδωκε· καὶ ἐξ αὐτ; ἑαυτὸν ὁ ἄταρχος σαρκικῶς ἐμόρφωσε, θεϊκῶς καὶ τὴν ἀπ' αὐτῆς σάρκα αὐτοῦ ἑαυτῷ συμπροήγα φιμωθήτω οὖν ὑμῶν τὸ βέβηλον ἄχρις ἀνοιγώσει ὑμῶν οἱ ὀφθαλμοὶ, ἵνα ἰδόντες τὸ φῶς τοῦ μυστηρίου, τότε λαλεῖν οὐ τὰς φαντασίας τῶν εἰδώλων τοῦ σκότους τῆς ἐπιγείου σοφίας, ἀλλὰ τὰ μεγαλεῖα τῶν Θεοῦ ἐξισχύσητε. ΚΕΦΑΛ. Γ. Εἰ κυρίως καὶ κατὰ ἀλήθειαν ἐτέχθη ὁ Θεὸς Δό γος ἐκ τῆς Παρθένου, καὶ κυρίως καὶ κατὰ ἀλήθειαν ἐτέχθη ἐξ αὐτῆς ἡ σὰρξ ἡ θνητὴ καὶ φθαρτή κα ἐψυχωμένη ψυχῇ καὶ λογικῇ καὶ νοερᾷ, ἡ τις προϋπάρχει τῆς Παρθένου, ἢ ὁ Θεός Λόγος μεθυπάρχει τῆς Παρθένον· ὅπερ ἄτοπον ἑκάτερον. Αλλ' ε καθ' ἕνα καὶ τὸν αὐτὸν τῆς γεννήσεως λόγον, ἀμας τέρων τῶν τοῦ ἑνὸς Υἱοῦ μερῶν τὴν γέννησιν τὴν ἐκ Παρθένου εἶναι, πολλάκις ἡμῖν εἴρηται, ὦ φυσικο! ἀληθῶς μέντοι μήτηρ ἐστὶ καθ᾿ ἑκάτερον λόγον τοῦ μὲν ὡς ἐξ αὐτῆς σαρκικῶς εἶναι ὑπάρξαντος τοῦ δὲ καὶ ὡς ἁπλῶς σαρκὸς εἶναι ὑπάρξαντας οὕτως γὰρ μία μήτηρ ἑνὸς τοῦ συναμφοτέρου ἀνα δέδεικται· ἄρα δὴ οὖν εἰ κυρίως καὶ κατὰ ἀλήθειαν ἐτέχθησαν σαρκὶ Ζεβεδαίῳ οἱ υἱοὶ αὐτοῦ, καὶ κυρίως καὶ κατὰ ἀλήθειαν ἀνεγεννήθησαν πρῶτοι διά της Εὐαγγελίου προϋπάρχουσιν αὐτοῦ ἁπλῶς· ἢ αὐτὸ; μεθυπάρχει αὐτῶν, καίτοι εἰ θάτερον προϋπάρχει, πάντων τὸ ἕτερον μεθυπάρχει, δοκησίσοφοι· καὶ οὐχ ὡς φατε ἢ τόδε ἢ τόδε· πάντως γὰρ τῇ σχέσει ἅμα ἐστὶ τάδε καὶ παρέπεται· τὸ γὰρ προϋπάρχον, μεθυπάρχοντος προϋπάρχει· ἀλλὰ δῆλον, ὡς κατ' ἄλλο καὶ ἄλλο ὁ αὐτὸς πρὸς τοὺς αὐτοὺς υἱούς σε ὄντας αὐτοῦ καὶ πατέρας, τήν τε προγενεσίαν έχει καὶ ὑστερογενεσίαν. ΚΕΦΑΛ. Κ'. Εἰ τόκος ὁ τῆς σαρκὸς, τόκος τοῦ Θεοῦ κατὰ ἀλή θειαν, καὶ τὸ εἶναί ἐστι κατὰ ἀλήθειαν τοῦ Θεοῦ· εἰ δὲ τὸ εἶναι καὶ τὸ τοιόνδε εἶναι τοῦτο ἀσεβὲς ὁμοῦ καὶ ἀμήχανον, οὐκ ἄρα ο τόκος τῆς σαρκός, τόπος ἐστὶ κατὰ ἀλήθειαν τοῦ Θεοῦ. ᾿Αλλὰ λείπει τη πρώτῃ ὑμῶν προτάσει τὸ ὡσαύτως ἐστίν· καὶ τοῦτο ἢ δεινῶς ἡ ἀμαθῶς ὑμῶν διαλεγομένων παρεώρατα.. Εἰ γὰρ ὁ τόπος τῆς σαρκὸς, τόκος τοῦ Θεοῦ ὡσαύ τως ἐστὶν, ἤγουν κατὰ τὸν αὐτὸν τοῦ τόκου Λόγον τὸν ἐκ Πατρὸς, τὰ αὐτὰ ὄντως ἀμφοτέροις χαρίσεσθε. Εἰ δὲ πολλοί τε καὶ κατ' ἀλήθειαν λεγόμενοι λόγοι τίχου εἰσὶν, οὐ τὰ αὐτὰ ἐκ παντός Λόγου τόκου Εμ ται νοεῖν τινα, ἐπὶ τοῖς ὁπωσούν τεχθῆναι λεγομένοις· οὔτε δὲ τοῦτο ὑμῖν τις δέδωκεν ὅτι ἁπλῶς καὶ γυμνῆς σαρκὸς τόκος, οὗτος καὶ τόκος Θεοῦ ἐστι, ἀλλ᾽ οὔτε ὅτι συνημμένου τῇ σαρκὶ τοῦ Θεοῦ, ὅμως ὁ αὐτός ἐστι κατὰ τὸν λόγον ὁ τόπος τοῦ Θεοῦ ὁ ἐχ Παρθένου τῷ τόκῳ τῆς σαρκός· ἀλλ' ὁ αὐτὸς κατὰ ἀριθμὸν, ἐν διαφόροις δὲ λόγοις γεννήσεως ἀλη θῶς κατ' ἄμφω συνεστὼς τὰς τεχθείσας φύσεις. Τὸ γὰρ τῆς γεννήσεως ὄνομα, ὡς καὶ ὑμεῖς παρ ηγάγετε, ὁμώνυμον· ἐν δὲ τοῖς ὁμωνύμοις τὸ μὲν μᾶλλον εἶναι, τὰ δέ τι καὶ ἧττον, οὐκ ἔστιν· οὐδὲ
col. 1673–1674page 138 of 185
PG 86:1673τὸ πρῶτον καὶ δεύτερον, ὦ λογιώτατοι· οὐκοῦν ἀληθεῖς μὲν πᾶσαι αἱ γεννήσεις, ἀλλ' οὐκ ἐμφερεῖς ὅτι οὖν τῆς ἐνθέου σαρκὸς ὁ τόκος καὶ Θεοῦ σεσαρκωμένου ἐστὶ τόκος, ὡμολόγηται· ἀλλ' ὡς πρέπει ἑκατέρῳ. Οὔτε γὰρ σὰρξ οὔτε τόκος ἀλλοιῶσαι Θεοῦ φύσιν δύνανται. Τουναντίον μὲν οὖν Θεὸς καὶ σαρκὸς φύσιν, καὶ φυσικὸν τόκον, ἀλλοιῶσαι κατὰ τοὺς ὄρους καὶ καιροὺς καὶ τρόπους τῆς αὐτοῦ οἰκονομίας ἡνίκα ἂν ἐθέλοι, δεδύνηται· τόκος ἄρα Θεοῦ μὲν ὡς έναρ ξαμένου σαρκώσεως, σαρκὸς δὲ ὡς ἐναρξαμένης ὑπάρξεως. ΚΕΦΑΛ. ΙΒ'. Εἰ τὰ τέκτοντα πρὸς τὰ τίκτοντα κατ' ουσίαν παρο αλλάττει, καὶ τὰ τικτόμενα πρὸς τὰ τικτόμενα ἀνάγκη πάσα κατ' ουσίαν παραλλάττειν· καὶ εἰ τοῦτο, πῶς τοῦ Πατρὸς καὶ τῆς Παρθένου κατ' οὐσίαν παραλλαττόντων, οὐ παραλλάττειν ἀνάγκῃ τὸν Θεὸν Λόγον αὐτὸν ἑαυτοῦ κατ' οὐσίαν, ἀμφοτέρων ὑπάρ χοντα κατὰ ἀλήθειαν Υἱόν; Τὸ δὲ αὐτὸν ἑαυτοῦ κατ' οὐσίαν παραλλάττειν λέγειν τὸν πάσης ἁπλότητος ἐπέκεινα, πάσης ἐκστάσεω; ἐστι ἐπέκεινα. Αλλὰ πῶς, ὦ οὗτοι, τῷ φέροντι ἤδη τὸ δοκοῦν ἀποφθέγ γεσθε; καὶ γὰρ ἰχθύας τε καὶ ἕτερα ζῶα καὶ πετεινὰ καὶ ἑρπετά τινα ἐκ τῆς ἀλλήλων συνουσίας, ὡσαύτως δὲ καὶ ἐξ ὑδάτων αὐτοφυῶς καὶ ἐκ γῆς καὶ ἐξ ἀέρος τίκτεται· καὶ ὅμως ὅμοιά εἰσι τὴν οὐσίαν διαφερόντων φύσει τῶν τεκόντων· οὐ γὰρ ταυτὸν οὐσία ζώου τε καὶ ὕδατος καὶ γῆς· ἰχθὺς δὲ ὅ τε ἐξ ὕδατος, καὶ ὁ ἐξ ἰχθύος γεννώμενος· ὡσαύτως καὶ ἀδιαφόρως καὶ ὄφεις καὶ ἕτερα πλεῖστα τοιαῦτα. Δευτέρως δὲ ἀντιστροφῇ τὸ ὑμέτερον βασανίσωμεν θέμα· εἰ γὰρ τὰ διάφορα τῇ φύσει, διάφορα τίκτειν ἀνάγκη, καὶ τὰ ἀδιάφο τα τῇ φύσει, ἀδιάφορα τίκτειν ἀνάγκη· ἐπεὶ οὖν εἴς καὶ οὐ πλείους, ἢ διάφοροι ἁπλῶς ἥλιοι, οὗτος δὲ ἐν ἀέρι φῶς, ἐν ὕδατι δὲ ζῶα, ἐν δὲ γῇ πόας καὶ ταύτας διαφόρους τίκτει, ἆρα πάντων ἀδιάφορον ἡμῖν νομιστέον τὴν οὐσίαν; 'Αλλ' οὐδεὶς ὑμῖν τάδε συμφθέγξεται. Πλὴν ἔστω καὶ τάδε ὑμῖν συγκεχωρημένα· τοῦτο δὲ ὅμως δείξατε, ὡς πολλάκις εἴρηται, τί τὸ κωλύον μὴ εἶναι τὸν αὐτὸν ἑκατέρων υἱόν· καὶ εἰ τὰ τίκτον τα κατ' ουσίαν παραλλάττει, τὸν καθ' ἑκατέραν γέννησιν ἐξ ἑτέρας οὐσίας τικτόμενον, τί ἐμποδίσει ὡς ἐξ ἑτέρας οὐσίας προτεχθέντα, ἐν τῇ δευτέρᾳ γεννήσει διάφορον εἶναι πρὸς τοὺς τεκόντας κατὰ τὴν πρώτην γέννησιν, καὶ ἐκ τοῦ ὅλου ἑαυτοῦ διαφόρους ἔχειν λόγους πρὸς ἑκάτερον τῶν τεκόντων; ἢ ὡς μὴ σωζομένης τῆς πρώτης οὐσίας ἐπὶ τῇ δευτ τέρα γεννήσει, ἢ ὡς μὴ ἐπιγινομένου τινὸς προγε γεννημένῃ ὑποστάσει· οὕτω γὰρ ἂν οὐδεὶς τῶν κατὰ πνεῦμα γεγεννημένων, ἔμεινε σὰρξ ὁπωσοῦν, ἐπεὶ Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι, τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστιν.» Ει δὲ τὴν ἐπίκτησιν τῶν ἐκ τῆς δευτέρας γεννήσεως προσληφθέντων τῷ λόγῳ τὴν πρώην ἁπλότητα αὐτοῦ οὐ συγχωρεῖν καθορᾶσθαι νομίζετε, σκεπτέον ὡς
col. 1675–1676page 139 of 185
PG 86:1675τὴν παραλλαγήν τήνδε τῆς οὐσίας οὐκ ἐντὸς τῆς φυσικῆς αὐτῆς ἁπλότητος τοῦ Λόγου, ἀλλ' ἐκτες θεωρεῖτε, ήγουν ἐν τῷ συνθέτῳ τῆς ὑποστάσεω; ὥστε τὸν βουλόμενον, τὸ τῆς πρώτης γεννήσεως ἀδιάφορον τῇ οὐσίᾳ πρὸς τὸν τεκόντα φυλαχθὲν θεωρεῖν, ὡς ἐν μέρει δὲ τοῦ τῆς δευτέρας γεννήσεως ὅλου δεῖ ὁρᾷν· καὶ πάλιν τὸ τῆς δευτέρας γεννήσεω; πρόσλημμα τοῦ Λόγου, σαφῶς δεῖ νοεῖν ἐν τῇ ὁμοιώσει τῆς Παρθένου μητρὸς αὐτοῦ τῆς διαφορές τῶν δύο οὐσιῶν τοῦ συνθέτου ἄμφω ἐχούσης τάς κα οὐσίαν ὁμοιότητας· καὶ οὕτως οὐδεὶς οὔτε τὸν Λόγοι τῆς ἑαυτοῦ οὐσίας παραλλάττειν φήσειεν ἂν, ούτε τὸν σύνθετον καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῆς διαφορᾶς τῶν γονικῶν αὐτοῦ φύσεών τι παραλεία πέναι νομίσειεν· οὐ γὰρ ὡς κατασκευάζετε ἁπλῶς καὶ γυμνὸν τὸν Λόγον ἄμφω τεκεῖν φαμεν του; γεννήτορας αὐτοῦ· ἀλλὰ τὸν μὲν Πατέρα, ἁπλῶς καὶ ἁπλοῦν· τὴν δὲ Μητέρα, μετὰ σαρκὸς σύνθετον τὸν αὐτὸν τεκεῖν ἐν Χριστῷ νοοῦμεν. ΚΕΦΑΛ. ΙΓ'. Εἰ κυρίως καὶ κατὰ ἀλήθειαν ἐγεννήθη ἡ οὐσία τοῦ Θεοῦ Λόγου ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ἔστιν ὁμοούσιος αὐτῷ, πάντη οὐσίαν καὶ κυρίως καὶ κατά ἀλήθειαν ἐγεννήθη ἐκ γυναικὸς ἢ οὐσία τοῦ Θεοῦ Λόγου· καὶ ἔστιν ἀνόμοιος αὕτη πάντη κατ' ουσίαν οὐ τὸ κυρίως καὶ κατὰ ἀλήθειαν γεννηθῆναι τὴν οὐκ σίαν ἐκ τῆς οὐσίας ἐστὶ, τὸ ποιοῦν πάντη ὅμοια κατ' οὐσίαν τὰ τικτόμενα τοῖς τίκτουσιν, ἀλλά τι ἕτερον, ὅπερ οὐδὲ ἐπινοῆσαι δυνατόν. Κυρίως μὲν καὶ κατά ἀλήθειαν ἡ οὐσία τοῦ Θεοῦ Λόγου ἔκ τε τῆς ουσίας τοῦ Πατρὸς καὶ ἐκ τῆς ἁγίας Παρθένου γεγέννηται ἀλλ' οὐ τῇ ὁμοίᾳ γεννήσει, οὔτε τὸ αὐτὸ ἐξ ἑκατέ μου λαβοῦσα ἡ κεκτημένη. Ἐκ μὲν γὰρ τῆς τοῦ Πατρὸς πρώτης αὑτοῦ γεννήσεως μόνος καὶ μόν καὶ ὅλης καὶ ὅλος τὸ εἶναι ἔχει· ἀνάρχως τε τούτο καὶ ἀχρόνως καὶ ἀϊδίως καὶ κατὰ τὰ λοιπὰ θεοπρεπῆ· ἐκ δὲ τῆς δευτέρας, τὸ σαρκικῶς εἶναι ἄρξι σθαί τε συνθέσεως ἀπὸ χρόνου, καὶ τὰ λοιπὰ τῆς καθ' ἡμᾶς ὁμοιώσεως· πῶς οὖν οὐκ εἰς τὸ αὐτὸ οὐδὲ κατὰ τὸν αὐτὸν τρόπον τῆς γεννήσεως γεννηθείς, τὰ αὐτὰ ὑμῖν εἰσπράττεται γνωριστήρια θατέρου τόχου πρὸς ἔνδειξιν ἀληθῆ τῆς πρώτης αὐτοῦ καὶ δευτέρας γεννήσεως, ἐν ἀμφοτέραις τε πάντως ὁμοίωσιν ἢ ἀνομοιότητα; Οὐ γὰρ εἰ μὴ τὰ αὐτὰ έψεται ταῖς οὐ ταυταῖς γεννήσεσι, διὰ τόδε οὐδὲ γεν νήσεις εἶεν κυρίως καὶ ἀληθεῖς· οὐ γὰρ ἐπεὶ μὴ ποτάμιος, διὰ τόδε οὐδὲ ἵππος ἀληθῶς ὁ χερ σαῖος· ἄμφω γὰρ ἀληθῶς ἵπποι· οὐδὲ ἐπεὶ μὲ θαλάττιον, διὰ τοῦτο οὐδὲ ζῶον τὸ χερσαίον· οὐκ ἀρκέσει οὖν τὸ κυρίως καὶ κατὰ ἀλήθειαν γεν νηθῆναι, δεῖξαι τὴν ὁμοιότητα τῆς οὐσίας, ὅπερ ὑμεῖς εἰς αἰτίαν ὁμοίου παρηγάγετε, εἰ μὴ καὶ κατ τὴν τοιάνδε γέννησιν τῶν ἀληθῶν γεννήσεων, ή των τὴν ὅμοια δεικνῦσαν τὰ τικτόμενα, τὶ γεγέννηται πάντως· καὶ ὑμεῖς γὰρ ἐν ἀρχῇ δεδώκατε ὡς τὰ μὲν χείρονας, τὰ δὲ κρείττονας, τὰ δὲ ὁμοίους παρ ίστησι τοῖς γεννηθεῖσι τοὺς γεννήσαντας· ἄλλως τε πρὸς μὲν τὸν Πατέρα γεννηθείς, ὡς ὅλον τι ἔσκ τὴν ὁμοίωσιν ὁ Λόγος ὡς Θεός· Χριστὸς δὲ γεννή
col. 1677–1678page 140 of 185
PG 86:1677θεὶς καὶ οὐ λόγος ἁπλῶς, καὶ πρὸς τὴν Μητέρα ἐκ μέρους μὲν ἔχει τὴν ὁμοίωσιν την φυσικήν, ἀλλὰ καὶ ἐκ μέρους τὸ ὅμοιον· διότι εἷς καὶ ὁ αὐτὸς ὑπάρχων, κατὰ θάτερον τῶν ἐν αὐτῷ μερῶν, τήν τε πρὸς τὸν Πατέρα καὶ πρὸς τὴν Μητέρα φυσικήν ὁμοίωσιν κέκτηται καὶ διαφοράν· ὁμοίως δὲ καὶ ἡμεῖς τοῖς ὑμετέροις ἀντεπάγοντες, δείξωμεν τὰ ἡμέτερα εἰ γὰρ κυρίως καὶ κατὰ ἀλήθειαν ἐγεννήθη ἐκ Σαούλ Ιωνάθαν, ἔστιν ὅμοιος αὐτῷ κατ' οὐσίαν· καὶ κυρίως καὶ κατὰ ἀλήθειαν ἐγεννήθη ἀπ' αὐτοῦ Λόγος, καὶ ἔστιν ἀνομοιότατος αὐτῷ κατ' οὐσίαν· οὐ τὸ κυρίως γεννηθῆναι ἐστι σαφῶς αἴτιον τῆς ὁμοιότητος, ἀλλ᾽ ὁ τῆς ὁμοιότητος τοῦ ὅλου ή μέρους ἴδιος τρόπος τῶν ἐν ταῖς γεννήσεσι νοουμένων. ΚΕΦΑΛ. ΙΔ'. Εἰ ἐγεννήθη ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς κατὰ θεότητα, καὶ σώζει τὴν κατ᾽ οὐσίαν πρὸς αὐτὸν ὁμοιότητα, ἐγεννήθη δὲ καθ' ὑμᾶς ὁμοίως ὁ Υἱὸς καὶ ἐκ τῆς Παρθένου κατὰ θεότητα, σώζειν ἀνάγκη τὴν πρὸς αὐτὴν κατ' οὐσίαν ὁμοιότητα κατὰ τὴν θεότητα· εἰ δὲ τοῦτο, ἕξει πάντως καὶ ἡ Παρθένος τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα κατ' οὐσίαν ὁμοιότητα· τὰ γὰρ τῷ αὐτῷ ὅμοια, καὶ ἀλλήλοις ἐστὶν ὅμοια. Ἀλλ᾽ οὔτε πᾶν, οὔτε κατὰ πᾶσαν γέννησιν, οὔτε κατὰ τὸ ὅλον ἑαυτοῦ τὸ ἔκ τινος γεννώμενον, σώζειν ἀνάγκη τὸν τῆς φύσεως τοῦ τεκόντος λόγον ἀπαράλλακτον δέ δεικται καὶ εἴρηται πολλάκις. Ἰδοὺ γὰρ καὶ φύσει τέκνα ὀργῆς, καὶ υἱοὶ ἀπειθείας καὶ ἀνομίας, καὶ υἱοὶ σκότους, καὶ τέκνα τοῦ πονηροῦ, καὶ υἱοὶ τοῦ αἰῶνος τούτου, καὶ τέκνα τοῦ διαβόλου, ἀλλὰ καὶ τέκνα Θεοῦ, καὶ θελήματος θείου γεννήματα, καὶ υἱοὶ φωτός, καὶ υἱοὶ ἡμέρας, καὶ υἱοὶ δυνάμεως, καὶ υἱοὶ Ὑψίστου εἰρηνται τῇ ἁγίᾳ Γραφῇ, κατὰ διαφόρους ἀληθεῖς κατὰ τὸν οἰκεῖον λόγον γεννήσεις καὶ τοὺς ἑκάστης γεννήσεως τρό πους· καὶ οὐδὲν ἂν τῶνδε γέννημα εἴποι τις ἐξ ἀνάγκης ὁμοούσιον τῷ τεκόντι· οὐδὲ γὰρ ὀργὴ τὰ τέκνα τῆς ὀργῆς· οὔτε αἰὼν τὰ τέκνα τοῦ αἰῶνος οὐδὲ θεοὶ τὴν οὐσίαν τὰ τέκνα τοῦ Θεοῦ πάντα· οὐ δὲ ὁμοούσιοι τῷ Ὑψίστῳ οἱ υἱοὶ τοῦ Ὑψίστου. Ο κοῦν πρῶτα μὲν, οὐκ εἴ τι ἔκ τινος, τοῦτο καὶ ὅμοιον πάντως τῷ ὅλῳ τῆς οὐσίας αὐτοῦ λόγῳ εἶναι ἀναγκαῖον· πάλιν δ' οὖν ἐροῦμεν, ὅτι τότε ἂν ὑμῖν εἶχε τὸ εὔλογον ἡ ἀπορία, εἰ κατὰ τὸ αὐτὸ καὶ ὡσ αύτως τὸν αὐτὸν ἐξ ἑκατέρου προεληλυθέναι ειρή καμεν Χριστόν. Εἰ γὰρ ἐπεὶ κατὰ τὴν θεότητα ἐκ Πατρός γεγέννηται, καὶ κατὰ τὴν θεότητα ἐκ Μη τρὸς ὁ αὐτὸς γεγέννηται, ἑτέρως μέντοι, ήγουν ὅτι σεσάρκωται, τὸν αὐτὸν ἀπαιτεῖτε λόγον πρὸς ἑκάτερον τῶν γεννητόρων ἔχειν αὐτὸν κατ᾽ οὐσίαν, δέον ὑμᾶς λέγειν καὶ Πέτρον, ἐπεὶ κατὰ τὴν οὐσίαν ὑπὸ Ἰωνᾶ γεγέννηται, καὶ κατὰ τὴν οὐσίαν τῷ ἁγίῳ Πνεύματι εμφορούμενος, τοῦτό τε ἐπενδυσάμενος πνευματικός γεγέννηται, σώζειν αὐτὸν τήν τε πρὸς τὸν Ἰωνᾶν καὶ τὴν πρὸς τὸ ἅγιον Πνεῦμα κατὰ τὸ ὅλον καὶ οὐκ ἐκ μέρους κατ' οὐσίαν ὁμοιότητα καὶ εἰ τοῦτο, πάντως καὶ Ἰωνᾶς ὁ τούτου πατήρ, ἕξει τὴν πρὸς τὸ ἅγιον Πνεῦμα κατ' οὐσίαν ὁμοιότη
col. 1679–1680page 141 of 185
PG 86:1679τα· τὰ γὰρ τῷ αὐτῷ ὅμοια, καὶ ἀλλήλοις, ὡς δέ δοκται· εἰ οὖν τόδε διὰ τάδε οὐ κεκώλυται, ἀλλ᾽ ἔστιν ἐκ μέρους τῆς ὑποστάσεως αὐτοῦ ἑκατέρω δ' οούσιος. πῶς οὐχὶ καὶ Χριστὸν οὕτως νοεῖν αἱρησόμεθα; ΚΕΦΑΛ. ΙΕ. Πᾶν τὸ κυρίως καὶ κατὰ ἀλήθειαν τίχτον αἴτιον τοῦ τικτομένου· οὐδὲν δὲ αἴτιον του τικτομένου, νεώτερον τοῦ τικτομένου οὐδέν οὖν οὐ νεώτερον τοῦ τικτομένου, δημιούργημα τοῦ τικτομένου· οὐδὲν ἄρα κυρίως και ἀλήθειαν τίκτον, δημιούργημα τοῦ τικτομένου. ᾿Αλλὰ δέον ὑμᾶς ἦν προσθεῖναι τῇ πρώτῃ τοῦ πα όντος επιχειρήματος προτάσει, ὅτι κατ' ἐκεῖνο ὁ λέ γεται τεκεῖν, καὶ ὡς τέτοκεν· οὕτως γὰρ καὶ αἴτιόν ἐστι τοῦ τικτομένου τὸ τίκτον, ἐπεὶ οὕτω καὶ ὁ διὰ τοῦ Εὐαγγελίου γεννήσας Παῦλος, ἀληθῶς μὲν ἐστ τοκεὺς καὶ αἴτιος προσεχῶς, οὗ τῆς σαρκικῆς ἐ ὑπάρξεως τῶν γεννηθέντων, ἀλλὰ τῆς κατὰ διδα σκαλίαν πίστεως αὐτῶν· πολλοὶ γὰρ τῶν ὑπ' αὐτοῦ κατὰ ταύτην τὴν γέννησιν αὐτῷ γεγεννημένοι υἱεί, καὶ παλαιότεροι κατὰ τὸν τῆς σαρκὸς χρόνον ἦσαν τούτου· καὶ νεώτερος τούτων οὗτος ἐγεγόνει κατά χρόνον, ὁ αἴτιος αὐτῶν προσεχῶς κατὰ τὴν πίστιν πῶς οὖν τὸ μὴ κατ' αὐτὸ τὸ εἶναι ἁπλῶς, ἀλλὰ κατὰ τὸ τοιῶσδε εἶναι τυχὸν μόνον, ήγουν τὸ σεσαρκωμένον εἶναι τὸν Λόγον, οὐ μόνης της νεωτέρας καταστάσεως, ήγουν τοῦ τοιῶσδε αὐτοῦ εἶναι, λέγοιτο αίτιόν τε καὶ παλαιότερον εἶναι, ἀλλὰ καὶ τῆς οἱασοῦ, ὑπάρξεως αὐτοῦ ἑτέρας ήδη ομολογουμένως προγεγεννημένου καὶ ἑτέρᾳ γεννήσει; Πῶς δὲ καὶ Νικόδημος μὴ προϋφεστηκέναι τοῦ Κυρίου καθ᾽ ὀντιναοῦν λόγον ὁ νυκτερινὸς μαθητὴς ἐξ ἀνάγ της δοθήσεται, ἐπεὶ γεννηθῆναι αὐτὸν προετρέπετο γέροντα ήδη όντα δι' ὕδατος καὶ Πνεύματος; εἶτα τα ἡμῖν ἄτρωτα φυλάττοντες τὰ ὑμέτερα. ΚΕΦΑΛ. 17'. Πᾶν τὸ κυρίως καὶ κατὰ ἀλήθειαν τικτόμενον, τὸ εἶναι ἔχει ἐκ τοῦ τίκτοντος· οὐδὲν τὸ εἶναι ἔχον ἐκ τοῦ τίκτοντος, πρὸ τοῦ οἰκείου τόκου ἐστίν· οὐδὲν ἄρα κυρίως καὶ κατὰ ἀλήθειαν τικτόμενον, πρὸ τοῦ οἰκείου τόκου ἐστίν. 'Αρα οὖν καθ' ὑμᾶς εἴ τι τὸ εἶν ναι ἔχειν ἁπλῶς λέγεται ἔκ τινος, τοῦτο κυρίως μόνον καὶ κατὰ ἀλήθειαν ἐξ αὐτοῦ γεγεννημένον εἴη, καὶ υἱὸς λέγοιτο; οὐ μὴν καὶ εἴ τι τὸ τοις της εἶναι ἔκ τινος ἔχει; καὶ πῶς Σηθ καὶ οἱ ἀπ' αὐτοῦ, θείας υἱότητος ἀξιοῦνται καὶ υἱοὶ Θεοῦ λέγονται; πῶς δὲ υἱοὶ Ἰσραὴλ οἱ ἐξ Ἰουδαίων; πῶς δὲ τέκνα Θεοῦ τὰ τέκνα τῆς ἐπαγγελίας τοῦ Θεοῦ; ἀλλὰ καὶ οἱ ἀναγεγεννημένοι ἐκ σπορᾶς ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος; πῶς δὲ υἱοὶ τῶ νυμφῶνος οἱ ἀπόστολοι; πῶς δὲ Ονήσιμος υἱός Παύλου ὃν ἐγέννησε τοῖς δεσμοῖ; αὐτοῦ; φύσει δὲ τέκνα ὀργῆς καὶ υἱοὺς ἀνομίας, ἢ πάλιν υἱοὺς φωτὸς καὶ ζωῆς καὶ τὰ τοιαῦτα προσ αγορεύεσθαι ἐν τῇ ἁγίᾳ Γραφή, τίς λόγος παρ εσκεύασεν; ἢ πῶς τὴν συμβεβηκυίαν αὐτοῖς τοιάν δε κατάπτωσιν ἢ ἀνάστασιν οὔτε σὺν τῷ εἶναι, οὐδὲ ἐκ τοῦ τὸ εἶναι δόντος, ὅμως κυρίως γέννησιν καλ
col. 1681–1682page 142 of 185
PG 86:1681λέγεται ἴσμεν; Εἰ γὰρ μόνον ἐκ τῆς τοῦ εἶναι αἰτίας τὴν υἱότητα τούτων γνωρίζετε εἶναι, ἔσται ὑμᾶς ἐξ ἀνάγκης δοξάζειν, ὡς Ἰούδας τε καὶ ὁ διάβολος ἐπεὶ υἱοὶ λέγονται ἀπωλείας, παρ' αὐτῆς καὶ τὸ εἶναι ἔλαβον· εἰ δὲ καὶ ὑμεῖς φατε, ὅτι τὸ μὲν εἶναι ὁ Ἰούδας καὶ οἱ λοιποὶ οἱ κατ᾽ αὐτὸν ἐκ Θεοῦ ἔσχον· τὸ δὲ τοιῶσδε εἶναι, οὐκ ἔσχον ἐκ Θεοῦ· καθὶ λέγονταί τι νες υἱοὶ σκότους καὶ κατάρα; τῇ ὁμωνύμῳ υἱότητι, καθ' εκάτερα διεγνώκατε λεγομένου; υἱούς· ἐν δὲ τοῖς ὁμωνύμοις, οὐδὲν μᾶλλον τοῦ ἑτέρου κυρίως ὠνόμασται· οἵ τε γὰρ πάλιν ἐκ μετανοίας πρὸς ἀρε τὴν καὶ διὰ πίστεως τῷ Πνεύματι ἀναγεννηθέντες, υἱοὶ Νυμφῶνος καὶ τέκνα βασιλείας καὶ τὰ τοιαῦτα καὶ ὑμῖν ὡμολόγηνται. Καὶ πῶς οὐ δεδώκατε τὸ ζητούμενον ἡμῖν; ἰδοὺ γὰρ τὸ τοιῶσδε εἶναι, καὶ τοιοῦδέ τινος μετειληφέναι τινά, πολλάκις μὲν ἐνουσίου, πολλάκις δὲ καὶ ἀν υποστάτου τινός, υἱὸν τοῦδε ἀληθῶς εἶναι καὶ λέγε σθαι αὐτὸν ποιεῖ· ἐν γὰρ τοῖς ὁμωνύμοις, ὡς εἴρη ται. οὐκ ἔστιν ἔτερον ἑτέρου μᾶλλον ἢ κυριώτερον λεγόμενον· εἰ γὰρ καὶ τὸ ζῶον τοῦ γεγραμμένου μᾶλλον δοκεῖ, καὶ κυριωτέρως τόδε τι λέγεσθαι, ἀλλ᾽ οὐχ ὡς ὁμώνυμον τότε, ἀλλ᾽ ὡς οὐ κυρίως ὠνομασμένου τὸ κυρίως ὀνομασθέν· δύο γοῦν κυρίως ὠνομασμένων ἡ ὁμωνυμία οὐχ ἕξει ποτὲ τὸ μᾶλλον καὶ ἧττον· οὐ γὰρ μᾶλλον κύων ὁ χερσαίος ἢ ὁ θαλάττιος, ἧττον ζῶον ἢ κύων. Τὸ γεγραμμένον οὖν, ὡς αἴτιον ἢ παράδειγμα ή τι τοιοῦτον τὸ μᾶλλον ἔχει ἄλλως τε εἰ τοῦ εἶναι αὐτοῦ αἴτιον εἶναι δεῖ τὸν ἀλη θώς λεγόμενον τεκεῖν πάντα, οὐδεὶς ἄνθρωπος ἀντ θρώπου πατήρ· οὐδὲ ἕτερον ζῶον ζῶον ἕτερον τέτο κε· ψυχὴν γὰρ νοητικὴν ἢ αἰσθητικήν, οὐκ ἔχει τὰ σπέρματα· ἀλλὰ μετὰ τὴν μόρφωσιν καὶ τελείαν διοργάνωσιν τοῦ ἀψύχου εμβρύου, ψυχοῦται τὸ ζώον καὶ μάλιστα ἄνθρωπος ὑπὸ τοῦ πλάττοντος πνεῦμα ἀνθρώπου ἐν αὐτῷ Θεοῦ· διὸ καὶ φονέα ζώου, τὴν μετὰ τὴν διαμόρφωσιν αἴτιον τῆς ἐξαμβλώσεως, κρίνει ὁ θεῖος νόμος· ἄρα οὖν σαρχοτόκοι μόνον καὶ μάλιστα οι πατέρες· οὐδεὶς δὲ ἀνθρώπου τόκος καθ' ὑμᾶς ἐστιν· οὕτω δὲ ἐπεὶ ῥεῖ καθημέραν καὶ ἀμείβεται τὸ σῶμα, καὶ οὐδὲ ἐν τῷ σώματι ἔσται τις μοῖρα τῷ χρόνῳ τῶν γονέων, οὐδὲ τῆς σαρκὸς εἶεν πατέρες· ἀλλὰ καὶ γέρων ὁ Ἰσαὰκ πάντη ἐξέστη τοῦ εἶναι υἱὸς Ἀβραὰμ καὶ οἱ λοιποί· καὶ πὼς εἴρηται ὑπὸ τοῦ Θεοῦ·. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρει καλῷ;» ᾿Αλλὰ ταῦτα πρόδηλα ἄτοπα· καὶ γὰρ αὐτὸς ὁ Ἀπόστολος λέγων τοὺς μὲν εἶναι τῆς σαρκὸς πατέρας, οὓς καὶ ἔσχομεν παιδευτάς· καὶ τὸν Θεὸν λέγων Πατέρα τῶν πνευμάτων είναι μόνον, αὐτός φησι μητέρα. Τιμοθέου Εὐνίκην, καὶ οὐ τῆς σαρκὸς Τιμοθέου μόνον· δῆλον οὖν ὡς ἀληθῶς, εἰ καὶ μὴ τὸ εἶναι αὐτὸ ἁπλῶς, ἀλλὰ τὸ σαρκωθῆναι καὶ σεσαρκωμένος εἶναι ὁ Λόγος ἔσχεν ἐκ τῆς ἁγίας Παρθένου, Υἱός τε ἀληθῶς αὐτῆς ἐστι· καὶ νεώτερος ταύτης ἐν τῷ τοιῶσδε εἶναι, ήγουν σύνθετος ἐξ ἁπλοῦ, καὶ σεσωματωμένος ἐξ ἀσωμάτου φανήσεται. Ει
col. 1683–1684page 143 of 185
PG 86:1683ΚΕΦΑΛ. ΙΖ'. Τὸ κυρίως καὶ κατὰ ἀλήθειαν τικτόμενον, εἰ ἐν χρόνῳ τίκτεται, δυνάμει μόνον ἐστὶν ἐν τῷ τέκτονα πρὸ τῆς ἰδίας συλλήψεως, ὡς ἐν τῇ τοῦ Ἀβραμ ὀσφύϊ ὁ Λευΐ· τὸ δὲ δυνάμει μόνον ἐν τῷ τίχτοντι δν, ἀρχὴν λαμβάνει τοῦ εἶναι ἐν τῷ τίκτοντι· τὸ κυρίως ἄρα καὶ κατὰ ἀλήθειαν τικτόμενον, εἰ ἐν χρόνῳ τίκτεται, ἀρχὴν τοῦ εἶναι λαμβάνει ἐν τῷ τίχτοντ Ἵνα μὴ πολλάκις περὶ τῶν αὐτῶν ὑμῖν διασαφοῦντες συλληρῳδῶμεν, παντὶ ὑμῶν τῷ σκοπῷ τοῦ νῦν ἐπιχειρήματος συγχωρήσωμεν, ὡς ἂν ἔχοι· δυνά μενο: λέγειν, ὡς καὶ κυρίως καὶ ἐν χρόνῳ ἐγεν νήθη Τιμόθεος Παύλῳ· καὶ ὅμως οὐκ ἦν δυνάμει ἐν αὐτῷ, ὅτε Στέφανος ἐλιθάζετο· οὐ γὰρ ἀνάγκη προεἶναι κατὰ πᾶσαν γέννησιν ἐν τοῖς τίκτουσι τὰ Β΄ ὁπωσοῦν τικτόμενα· τοῦτο δὲ ὑμῖν ἐροῦμεν, ὅτι τοῦ Δεσπότου ὑμῶν Χριστοῦ, τὴν μὲν τῶν αὐτοῦ φύσεων ἀρχὴν οὐ τῆς οὐσιώσεως ἀλλὰ τῆς συνουσιώσεω; μόνον ἐν τῇ ἁγίᾳ Παρθένῳ λαβεῖν, τουτέστι τὴν τοῦ Λόγου· τὴν δὲ ἑτέραν τῶν ἐν αὐτῷ φύσεων, ήγουν τὴν τῆς σαρκός, ἀρχὴν τῆς τε οὐσιώσεως καὶ συνο ουσιώσεως ἐν αὐτῇ λαβεῖν. Κατὰ θάτερον οὖν λόγον ἑκατέρας ουσίας τοῦ τεχθέντος συνθέτου Χριστού, ἀληθῆς γενέτειρα ἡ τεκοῦσα τὸ συναμφότερον δεί κνυται κατὰ χρόνον· ἔκ τε γὰρ τοῦ εἰς τὸ εἶναι καὶ τοῦ εἰς τὸ τοιῶσδε εἶναι ἐγχρόνως προάγειν, γεννήτορες ἀληθῶς οἱ τεκόντες ονομάζονται· ὅπου ἐνθάδε οὐ φυσικοῦ ὄντος τοῦ τόκου, οὐδὲ προαποκεῖσθαι τὸ δυνάμει τῇ τις ἐπὶ τοῦδε τοῦ τύπου, φυσικώτατοι· οὐ γὰρ ἂν θαυματουργίας εἴη παρα δόξου ἔτι ἐνέργεια· εἰ δὲ μὴ θαῦμα ὑπὲρ φυσικὴν δύναμιν τῷδε μαρτυρεί, οὐδὲ Θεὸς ὁ τεχθεὶς κατά τὰς φυσικὰς δυνάμεις νοηθήσεται. ΚΕΦΑΛ.ΙΗ. Εἰ κυρίως καὶ κατὰ ἀλήθειαν ἐτέχθη ὁ Θεὸς Λόγος ἐκ γυναικός, ἢ ὁ τεχθεὶς ὑπὸ χρόνον· ἡ ἡ γυνὴ ὑπὲρ χρόνον· ἀλλὰ μὴν οὔτε Θεὸς ὑπὸ χρόνον οὔτε γυνὴ ὑπὲρ χρόνον· οὐκ ἄρα κυρίως καὶ κατά ἀλήθειαν ἐτέχθη ὁ Θεὸς ἐκ γυναικός. Αλλ' οὐκ εἰς τὸ εἶναι, ἀλλ᾽ εἰς τὸ τοιῶσδε εἶναι ἐκ γυναικός τε καὶ ὑπὸ χρόνον τεχθῆναι εἰρηται, ληρωδέστατη. ΚΕΦΑΛ. 18'. Εἰ κατὰ ἀλήθειαν Υἱὸς τῆς Παρθένου ὁ Θεὸς λό γος, τοῦτο ἔσται κατ' οὐσίαν, ὅπερ ἐστὶν ἡ τεκοῦσα αὕτη δέ ἐστι ζῶον λογικὸν θνητόν· καὶ ὁ Θεὸς ἄρα καθ' ὑμᾶς, ζώον λογικὸν θνητὸν ἔσται. Αλλ' Υΐδί ἀληθινὸς ἐν τῷ λόγῳ ἑκάστης νοεῖται γεννήσεω; υἱοποιοῦ· καὶ πᾶς ὁ κατὰ τὴν οἰανοῦν γέννησιν τοιάνδε γεννώμενος· οὐ πᾶσα δὲ γέννησις, εἰ καὶ ἀληθεῖς δείκνυσι τους γεννηθέντας υἱούς, ήδη και ὁμοίους κατὰ πάντα ὡσαύτως δείκνυσι τοῖς γεννῶσιν, ὡς καὶ ὑμεῖς εἰρήκατε ἐκ προοιμίων· εἰ δὲ τοῦτο αὐτὸ, ήγουν ἢ ὁμοίωσις ποιεῖ τὴν ἀληθῆ υἱότητα, ἐπεὶ μᾶλλον ἔοικε τὸ ἐν εἰκόνι πρόσωπον τοῦδε, ήπι τοῦ ἰδίου τέκνου ἡ ὄψις πρὸς αὐτὸν κρινομένη, μάλι λον εἴη γιὸς τοῦδε ἡ εἰκὼν, ἤπερ τὸ ἐκ τῆς οὐσία;
col. 1685–1686page 144 of 185
PG 86:1685αὐτοῦ τέκνον· καὶ πῶς πρὸ μικροῦ τὴν οὐσίαν καὶ. οὐ τὴν ὁμοίωσιν αἰτίαν ἐλέγετε;Ὄντως οὖν εἰ μὲν κατὰ πᾶν τὸ εἶναι καὶ ἐκ παντὸς τοῦ εἶναι ἡ ἀλη θῆς ἐστι γέννησίς τινος, ἀναγκαίως καὶ ἡ ὁμοίωσις όλου τοῦ γεννήσαντος πρὸς ὅλον τὸ γέννημα ἔσται εἰ δὲ κατὰ τὸ τοιῶσδε εἶναι μόνον ἔν τινι μέρει, ἐκ μέρους δὲ καὶ τοῦ εἶναι τοῦδέ τινος συνθέτου ἡ γέν νησίς ἐστιν, οὐχὶ κατὰ πᾶν τὸ εἶναι ἔσται ἡ ὁμοίωσις πρὸς τὸ γεννῆσαν τοῦ γεννηθέντος· ὅμως δὲ ἐκ μέρους τε τοῦ κατὰ τὸ εἶναι, καὶ ἐκ μέρους τοῦ κατὰ τὸ τοιῶσδε εἶναι τοῦ ἑνὸς αὐτοῦ προσώπου γεννήτωρ εἴη ὄντως ὁ γεννήσας· ὥσπερ καὶ ἐπὶ ἀν θρώπου ὁρῶμεν, τοῦ μὲν σώματος τὴν γέννησιν εἰς τὸ εἶναι ἐκ τῶν γονέων ἔχοντος, τῆς δὲ ψυχῆς οὐκ εἰς τὸ εἶναι ἁπλῶς (τοῦτο γὰρ ἐκ Θεοῦ ἔχει ὡς καὶ ὁ πρωτόπλαστος Αδάμ), ἀλλ᾽ εἰς τὸ σὺν τῷ διαπλασθέντι αὐτῇ εἶναι σώματι, οὗ καὶ χωρὶς δύναται εἶναι· λαμβάνει γὰρ τοῦτο παρὰ τῶν, ὡς εἰπεῖν, τοῦ μὲν σώματος αἰτίων, αὐτῆς δὲ τῆς ψυχῆς νυμφοστό λων μόνον· καὶ ὅμως ἄμφω τῶν φύσεων ὡ; ἑνὸς ἀνθρώπου κυρίως τε καὶ κατὰ ἀλήθειαν οἱ αὐτοὶ λέγονται τοκέες. Τί οὖν ὑμᾶς τὰ ἐξ ἀπιστίας φιμοῖ βομβήματα, Θεὸν μὴ λέγειν ὀρθῶς τὸν τεχθέντα σεσαρκωμένον Λόγον; ἡνίκα καὶ ψυχὴν τὴν σαρκωθεῖσαν ἀνενδοιάστως ὁμολογεῖτε γεγεννῆσθαι ἐκ τῶν τοῦ εἶναι τῆς σαρκὸς αἰτίων καὶ σὺν τῷ σώματι τοὺς αὐτοὺς καὶ αὐτῆς τοκέας ὀνομάζετε; ΚΕΦΑΛ. Κ'. ᾿Αλλά, φησίν, οὐ ψυχοτόκον, ἀλλ' ἀνθρωποτόκον φαμὲν τὴν γεννῶσαν ἄνθρωπον. Τί οὖν μὴ καὶ ὑμεῖς Χριστοτόκον μᾶλλον λέγετε; Ἀλλ᾽, ὦ οὗτοι, τὸ μὲν ἄνθρωπος, φύσεως ὄνομα· τὸ δὲ Χριστός, οὐ φύ σεως, ἀλλὰ προσώπου· πῶς οὖν τὸ τῆς φύσεως ὄνομα τοῦ τεχθέντος, ἐκ τοῦ προσωπικοῦ σημά νωμεν; ΚΕΦΑΛ. ΚΑ'. ᾿Αλλὰ διὰ τί οὖν, φησί, μὴ ἀνθρωποτόκος ὑμῖν, ἤπερ Θεοτόκος δοκεῖ; Ῥητέον οὖν ὡς εἰ μὲν τῶν δύο Χριστοῦ φύσεων ἡ ἀνθρωπίνη τῆς θείας ἐπ εκράτησε πρὸ θανάτου τε καὶ μετὰ θάνατον, ἀνάγε κης οὔσης ἐκ μιᾶς μόνον τῶν φύσεων αὐτοῦ ὀνομάζεσθαι τὸν τόκον, καλῶς ἀνθρωποτόκον φατέ. Εἰ δὲ ἀεὶ τὸ τῆς θείας φύσεως ἄτρεπτον κατεκράτησε τοῦ τῆς ἀνθρωπίνης φύσεως τρεπτοῦ, καὶ πρὸς τὰ κρείττονα μεταβαλὸν συνεξεθέωσεν αὐτὴν ἑαυτῷ, ὥσπερ καὶ ὁ σίδηρος πυροῦσθαι λέγεται, καὶ οὐχ τὸ πῦρ σιδηροῦσθαι, πῶς οὐκ ἐκ τῆς μενούσης ὡσαύτως ἐν τοῖς ἰδίοις λόγοις ἀεὶ φύσεως, καὶ τὴν ἑτέραν εἰς ἑαυτὴν μεταποιούσης, ἀλλ' ἐκ τῆς μετα ποιουμένης ονομαστέον τὸ τεχθέν, ἢ τὸν τόκον, ἢ τὴν τεκοῦσαν, ὦ οὗτοι; ΚΕΦΑΛ. ΚΒ'. Εἰ ὁ Θεός Λόγος ἐτέχθη ἐκ τῆς Παρθένου, ἐν χρόνῳ ἐτέχθη· πᾶν δὲ τὸ ἐν χρόνῳ τικτόμενον χρή του πρὸς τελείωσιν δεῖται· εἰ ὁ Θεὸς ἄρα ἐκ τῆς Παρθένου ἐτέχθη, χρόνου πρὸς τελείωσιν ἐδεήθη. ο
col. 1687–1688page 145 of 185
PG 86:1687Λι, ο 'Αλλ', ὦ σοφοί, οὐδὲ ψυχὴ ἁπλῶς χρόνου δεῖται προς τελείωσιν, ἀλλὰ τὸ ταύτης φυσικὸν ὄργανον καὶ οἰκητήριον οὐσιῶδες. Οθεν καὶ μετὰ τὴν νεότητα τοῦ ζώου, καὶ πλεονάσαντος τοῦ χρόνου· ἐπεὶ τὸ ὄργανον ἀνεπιτηδειότερον πάλιν αὐτῇ καθίσταται πρὸς τὴν ὑπουργίαν (τὰ γὰρ χρόνῳ ἀκμάσαντα καὶ χρόνῳ παρακμάζει)· τοὐναντίον ή φατε ἐν χρόνῳ ὑφίησι πάλιν τῶν ἑαυτῆς ἐνεργειῶν καὶ τελειώσεων μηδὲ ὁρῶσα ὡσαύτως ἢ ἀκούουσα, ἐν ἑκατονταετία τυχὸν, ὡς ἐν τῇ τριακονταετία· καὶ δείκνυσι σαφώς, ὡς οὐχ ἑαυτῆς, ἀλλὰ τοῦ ὀργάνου ἦν τὸ ἀπὸ τοῦ χρόνου χρήσιμον καὶ ἀχρήσιμον πρὸς τελείωσιν λοιπὸν δὲ καὶ αὐτῆς, διὰ μέσου μέντοι τούτου. Πώς οὖν ὑμεῖς πᾶν τὸ ἐν χρόνῳ τικτόμενον, χρόνου δεῖ σθαι πρὸς τελείωσιν οἰκείαν, οὕτως ἀπερισκέπτως φατέ; καὶ οὐχ ὅτι πολλάκις οὐκ αὐτὸ πρώτως, αλλά τι τῶν οἰκειωθέντων αὐτῷ τῷ ἐγχρόνως τικτομένῳ, καὶ κατὰ φύσιν συνουσιωμένων τοῦδε δεῖται, καθ ορᾶτε; Εἰ γὰρ μηδὲ ψυχὴ τοῦτον ὑμῶν καταδέχεται τὸν λόγον, πότε γε μᾶλλον Θεός, δς μηδὲ ἤρξατο τοῦ εἶναι, ἀλλὰ μόνον τὸ τοιῶσος εἶναι χρονικῶς κατεδέξατο Ταῦτα οὖν ἐξ ἀθυροστομίας ἡμῖν βαττολογοῦντες, ἐπιτριβήσεσθε, καὶ οὐκ ἀπὸ νη φούσης δια νοίας ὑποτίθεσθε. ΚΕΦΑΛ. ΚΓ'. Εἰ ἔνθα ὁ Θεὸς Λόγος, ἐκεῖ ὁ Πατήρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ τῆς οὐσίας ἀδιαίρετον, ἦν δὲ ἐν τῇ γαστρὶ τῆς Παρθένου καθ' ὑμᾶς ὁ Θεὸς Λόγος κατ' ουσίαν, ἦν ἄρα ἡ Τριὰς ἐν τῇ γαστρὶ τῆς παρθένου. Οἱ πάσης ἀσεβείας ἐρανιζόμενοι σπέρματα, ἵνα τὴν οἰκείαν βλασφημίαν ὑποτρέφοιτε, τί φατε; Δέον γὰρ ὑμᾶς στρεβλουμένους ἡμῖν διαστρέψαι κατὰ τὸν Ψαλμῳδόν. Ἐπεὶ ὁ Υἱὸς ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστι, καὶ τὸ μὲν τοῦ Πατρός ἐστιν ἐν ᾧ ἐστι· τὸ δὲ αὐτός ἐστι καθ᾽ ὑμᾶς, ἀλλὰ καὶ ἑτέρως, ἐπεὶ ὅπου ὁ Πατὴρ, ἐκεῖ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμά ἐστιν, ἐν δὲ τῷ τοῦ Πατρὸς κόλπῳ ὁ Υἱὸς, οὐκοῦν καὶ ἐν τῷ ἰδίῳ κόλπῳ ὁ Υἱὸς ἅμα τῷ Πατρὶ καὶ τῷ Πνεύ ματι τῷ ἁγίῳ· καὶ ἐπειδὴ τὸ ἅγιον Πνεῦμα ὡς περιστερὰ ἐπέπτη ἐν Ἰορδάνῃ βαπτιζομένου τοῦ Κυρίου, ἄρα καὶ ὁ Πατὴρ ἐφίπτατο. Εἰ δὲ ταῦτα μετάγειν ἐκ τοῦ ἑνὸς προσώπου καὶ ἐπὶ τὰς ἑτέρας ὁμοουσίους ὑποστάσεις, ὁ τῆς εὐσεβείας οὐ βιάζεται λόγος, ἢ τὸ αὐτὸ νοεῖν ἐπὶ τῆς ἁγίας τοῦ Λόγω κυήσεως εἰσπραχθήσεσθε, ἢ ἀποκληρώσει τὸν τῆς παρούσης ὑμῶν ἀπορίας λόγον προάγετε, τῆς ὁμοι τροπίας συνωμολογημένης καὶ ἐπὶ τῶνδε· καὶ ἀρχέ σει ὑμῖν οὕτως καὶ περὶ τοῦδε ἐπιστομίζεσθαι. Δέον γὰρ ὑμᾶς κακουργοῦντας, καὶ τὰ τῶν ἄλλων αἱρέ σεων προβαλλομένους εὑρέματα, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου ποιοῦντας, Ασπίς παρ' ἐχίδνης φάρμακον δανείζεται· ὡς τῶν ὑμετέρων οὐκ ἀρχούντων ὑμῖν εἰς παντελῆ κακοδοξίαν σοφισμάτων, ἀπόρῳ τὴν ἀπορίαν ἐλέγχεσθαι· κατὰ τὴν γενομένην Κυριακήν μέθοδον πρὸς τὴν τῶν Φαρισαίων πανούργον ἐρώ τησιν, διὰ τῆς περὶ τοῦ βαπτίσματος Ιωάννου πρὸς αὐτοὺς ἀντεπερωτήσεως.
col. 1689–1690page 146 of 185
PG 86:1689ΚΕΦΑΛ. ΚΑ'. Εἰ ἐν τῇ γαστρὶ τῆς Παρθένου ἡ Τριάς κατ' ού σίαν, ἐγεννήθη δὲ ὁ Θεὸς Λόγος κατ' οὐσίαν ἐκ τῆς Παρθένου, ἡ Τριὰς ἄρα ἐγεννήθη ἐκ τῆς παρθένου. Ἐπεὶ οὖν ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεγέννηται ἀδιαίρετος δὲ τῆς ἁγίας Τριάδος ἡ οὐσία, ἄρα καὶ ὁ Πατὴρ αὐτὸς καὶ τὸ ἅγιον Πνεῦμα, γεγένηνται καθ᾽ ὑμᾶς· ἔτι ἐπεὶ ὁ Πατὴρ οὐ γεγέννηται ἔκ τινο;, οὐδὲ ἐκπεπόρευται, οὐδὲ ὁ Υἱὸς οὐδὲ τὸ Πνεῦμα ἄρα καθ' ὑμᾶς ἐκ τοῦ Πατρός εἰσιν· ἀδιαίρετος γὰρ αὐτ τοῖς ἡ οὐσία· ἐπὶ πλεῖον μὲν οὖν ταῖς ὑμετέραις συμπεριάγεσθαι δυσφημίαις παραιτούμεθα, ἵνα μὴ πρὸς ἔλεγχον ὑμῶν ἀσχολούμενοι, πρὸς ἀθεσμολο γίαν ἑαυτοὺς καὶ ἡμεῖς συνεθίζωμεν. Αλλ' ούτωσι μὲν πρὸς τὸ παρὸν ἐφεκτέον σχολιευομένους ὑμᾶς τὸν δὲ περὶ τῶνδε λόγον ὅπως τε λέγεται καὶ ὅπως νοεῖται, τοῖς ἰδίοις ὑποφήταις ἡ ἀλήθεια ἔδειξεν ἐν οἷς τοῖς κακῶς διαιροῦσι καὶ φαύλως συγχέουσι τὸν τῆς ἁγίας ὑπερουσίου Τριάδος λόγον ἀπελέγχει. ΚΕΦΑΛ. ΚΕ. Πᾶς τόκος εγνωσμένος τῇ θείᾳ Γραφῇ ἐκ τῶν πάντη ἀνομοίων ἀνόμοια τίκτων, ἐπαίνου τὸ τίκτον ἢ ψόγου δείκνυσιν ἄξιον· ἐπαίνου μὲν, ὡς, «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ἐτέ κομεν· ο ψόγου δὲ, ὡς τὸ, «Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.» Πᾶν δὲ τὸ ἐπαι νούμενον ἢ ψεγόμενον ἐν τῷ τίκτειν, ἐκ τῆς προαιρέσεως καὶ οὐκ ἐκ τῆς οὐσίας τὸ τικτόμενον τίκτει πᾶς ἄρα τόκος γινωσκόμενος τῇ θείᾳ Γραφῇ ἐκ τῶν πάντη ἀνομοίων ἀνόμοια τίκτων, ἐκ τῆς προαιρέσεως καὶ οὐκ ἐκ τῆς οὐσίας τίκτει τὸ τικτόμενον. Ποίαν ἡμῖν ἄρα ἀνομοιότητα υποτίθεσθε τὴν κατ' οὐσίαν, ἢ κατά τι συμβεβηκὸς, καὶ πῶς ἔσται ἀληθὲς τὸ εἰρη μένον ὑμῖν, ἐξεταστέον. Εἰ μὲν γὰρ κατὰ τὴν ουσιώδη διαφορὰν ὡς ἐν ποιότητι φυσικῇ κατε, ἰδοὺ ἔκ τε λίγων καὶ σιδήρων καὶ ξύλων πυρεκβόλων πῦρ γεννᾶται, ἐξ ἀνομοίων ὃν ἀνόμοιον κατ' οὐσίαν· καὶ οὔτε ἐπαίνου οὔτε ψόγου δείκνυσιν ἄξιον τὸ τίκτον· ἔκ τε λαχάνων, κάμπαι· καὶ ἐκ μυῶν, εὐλαί· ἀνομοίων ὄντων τῶν τεκόντων κατὰ τὴν οὐσίαν αὐτοῖς· καὶ οὔτε ψεκτόν οὔτε ἐπαινετόν· ἀλλ' ὅμως τοῖς παραδείγμασιν ὑμῶν ἐπιστήσαντες, μᾶλλον τὴν κατὰ τὴν ὕπαρξιν άνα ομοιότητα λέγεσθαι ὑμῖν νοήσομεν· καὶ τὸ ἀνόμοιον τὸ ἐπαινούμενον ἢ ψεγόμενον, ὡς ἐξ ἀνθρώπου τὴν ἀνομοίαν, ἢ τὸ Πνεῦμα τῆς σωτηρίας τικτόμενον. Ἐπεὶ οὖν τὸ τίκτον ἐπὶ τῶν ἀνομοίων πάντως ἐπαίνου ἢ ψόγου ἀξιοῦτε, κἀντεῦθεν ἐκ προαιρέσεως εἶναι τὸν τόχον συλλογίζεσθε· ἵνα καὶ ἐκ τῆς κατὰ τὸν Δεσπότην ἀνομοιότητος ἐκ προαιρέσεως λέγε σθαι τὴν κατ' αὐτὸν γέννησιν ἐκ τῆς Δεσποίνης συν άγετε τάχα, ματαιολόγοι· πρῶτον μὲν μνήσθητε, ὡς τοὐναντίον καὶ ὁμοίωσιν τῷ Χριστῷ, εἰ καὶ μὴ κατὰ τὸ ὅλον, πρὸς τὴν μητέρα μεμαρτυρηκαμεν· ἀνο μία δὲ οὐδεμίαν ἔχει ουσιώδη ὁμοίωσιν πρὸς τὸν ἄνομου καθ᾽ ὕπαρξιν δεύτερον δὲ ὅτι καὶ τὸ ἐκ μέρους ἀνόμοιον πρὸς αὐτὴν, οὐ τοιαύτης ὁρᾶται ἀνομοιότητος οἵαν νῦν ὑμεῖς ἐν παραδείγμασιν ὑπέθε
col. 1691–1692page 147 of 185
PG 86:1691τοιάσδε πρὸς τοιάνδε οὐσίαν· ἵνα δὲ καὶ συν ενεχθῶμεν τῷ καταγελάστῳ τῆς ὑμετέρας δεινότητος, εἰ πάντα τὰ ἐν τῇ θείᾳ Γραφῇ ἐξ ἀνομοίων καθ' ὕπαρξιν γεγεννημένα ἔπαινον ἢ ψόγον τῷ τέκτονα επιφέρειν οἴεσθε, τί φατε, ἐπεὶ υἱὸς ἐδύνης Βεν.1 μὶν, καὶ υἱὸς παρακλήσεως Βαρνάβας, καὶ Ἠλεί πρεσβύτερος ἐτῶν εἴρηται; Ανάγκη άρα τὰ ἔτη αντι τὰ τεκόντα εἶναι τὴν Ἠλεί, καὶ ταῦτα ἐπαίνου ψόγου ἀξιωθῆναι· καὶ τὴν ἐδύνην δὲ καὶ τὴν παρά κλησιν οὕτως ἔχειν. Εἰ δὲ καὶ ταῦτά τις συγχωρήσοι τὰ μάταια, πῶς τό γε ἑξῆς ἀδακρυτί παρ' ὑμῶν ἀκούσεται, ἐκ προαιρέσεως τίκτειν τὰ ἔτη, ἢ τὴν ἐδύνην, ἢ τὴν παράκλησιν κατά προαίρεσιν γεννή διδασκόμενος; καὶ ἐξ ἀνυπάρκτου πράγματος προϊόν 3 σθεύγεστώτος πρὸς ἀνυπόστατον, ἀλλὰ μᾶλλον οὐσία; σαν μανθάνων παρ' ὑμῶν τὴν ὕπαρξιν Ηλεὶ καὶ Βαρνάβα καὶ Βενιαμὶν, καὶ κατὰ προαίρεσιν τι κτόντων; ΚΕΦΑΛ. ΚΑ'. Εἰ ὁ Θεὸς Λόγος ἐτέχθη ἐκ τῆς Παρθένου, τἂν ἃ τὸ τικτόμενον ἢ ἐκ τῆς οὐσίας τίκτεται τοῦ τέκτον τος, ἢ ἐκ τῆς προαιρέσεως· καὶ τὸ ἐκ τῆς οὐσία; τικτόμενον, τὸ εἶναι πάντως ἔχει ἐκ τοῦ τίκτοντας τὸ δὲ ἐκ τῆς προαιρέσεως, πῆ μὲν τὸ εἶναι ἔχει ἐκ τοῦ τίκτοντος, πῇ δὲ τὸ τοιόνδε εἶναι, εἴπατε πόλιν βούλεσθε τετέχθαι τὸν Θεὸν, ἐκ τῆς οὐσίας της Παρθένου, ἢ ἐκ τῆς προαιρέσεως; ὁπότερον γάρ αὐτῶν εἴπητε, τὸ συναγόμενον δῆλον. Όψέ ποτε καὶ ἄκοντες ἡμῖν συνομολογεῖτε τόκον εἶναι, τόν τε εἰς τὸ εἶναι, καὶ ὁμοίως πάλιν τὸν εἰς τὸ τοιῶσδς εἶναι μόνον προαγαγόντα τι· εἰ δὲ τὸν ἐκ τῆς οὐσίας το κον μόνον τοῦ εἶναι αἴτιον, καὶ οὐχὶ καὶ τοῦ τοισὸς εἶναι, ἤγουν καὶ τῆς φυσικῆς διαφορᾶς τοῦ γεννα μένου φατέ, ἐπεὶ ἀπὸ κώνου πίτυς γεννᾶται, ἡ ἐκ τῆς προαιρέσεως, καὶ οὐκ ἀπὸ τῆς οὐσίας τοῦ κώνου, εἰς τὸ εἶναι τοῦτο αὐτὸ πίτυς γεγέννηται, ἢ ἐκ τῆς οὐσίας μὲν αὐτῆς γεγέννηται τοῦδς· καὶ ἔστι ἅπλωσον, οὔτε δὲ πίτυς, οὔτε ἕτερόν τι εἶδος· πλὴν εἰ μὴ καὶ ἄλλῳ γεννήτορι κατά προαίρεσιν τίχτοντε υπου ληθῇ εἰς γέννησίν τινα· ὧν τί μᾶλλον ήλιθιώτε μου; ΚΕΦΑΛ. ΚΖ'. Εἰ ἐγεννήθη ὁ Θεός Λόγος κυρίως καὶ κατὰ ἀλή θειαν ἐκ τοῦ Πατρὸς, καὶ ἔστιν ὅμοιος αὐτῷ κατ' οὐσίαν· καὶ εἰ ἐγεννήθη ὁ αὐτὸς ἐκ μητρὸς κυρίως καὶ κατὰ ἀλήθειαν, καὶ ἔστι αὕτη ἀνόμοιος κατ' οὐ σίαν, οὐδὲν διαφέρει ὑπὸ ὁμοίων [κατ' οὐ] ἢ ἀνομοίων γεννᾶσθαι. Εἰ δὲ τοῦτο, οὐδὲ τὰ ἀνόμοια διενεχθής σεται πρὸς ἄλληλα κατ᾿ οὐσίαν· ἐνδεχόμενον δὲ ἦν, καὶ τὸν Θεὸν Λόγον ἐκ τοῦ Πατρὸς κατὰ ἀλήθειαν γεννηθέντα, εἶναι αὐτῷ κατ' οὐσίαν ἀνόμοιον· ἀλλὰ πάντα ἀδύνατα καὶ τῆς ὑποθέσεως αὐτῶν ἄξια. Έτα ράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη· ταῦτα εὐκαίρως ὑμῖν ἐπ άδεται παρ' ἡμῶν, τῆς θείας δυνάμεως ἐπιδεικνύσης καὶ εἰς ὑμᾶς τὸ δραστήριον τῆς πάλαι ἐπιτιμίας τῶν
col. 1693–1694page 148 of 185
PG 86:1693καθ' ὑμᾶς τὴν θεομάχου πρόθεσιν ἀραμένων καὶ τὴν ἐν Βαβυλῶνι πυργοποιίαν συστησαμένων· «Δεῦτε γὰρ, φησὶ καὶ τότε περὶ ἐκείνων, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας.» Εντεῦθεν οὖν ὄντως καὶ ὑμῖν: « οἱ νυνὶ πεφυρμένοι τε καὶ σκινδαλμοὶ καὶ ἐπάλληλοι ῥαψολογία: εἰσὶ τῆς ἀσεβείας τὴν αἰσχύνην ἐπικρύπτειν μηχανώμεναι. Πρώτιστα μὲν οὖν γνῶμεν, ἡ ἐξ ὁμοίων ἢ ἀνομοίων γέννησις, πῶς λέγεται ὑμῖν; τῆς ὁμοιότητος, ἢ ἀνομοιότητος; πρὸς τὰ τίκτοντα τῶν τικτομένων, πῶς νοουμένης; οὐ γὰρ δὴ τὸ μὴ ὑπου στὰν καὶ εἶναι λεγόμενον, ἐξ ὁμοίων ἢ ἀνομοίων γέννησιν ἔχειν λεχθήσεται· μεταγενεστέρα γὰρ τῆς γεννήσεως αὐτοῖς ἡ ὁμοιότης ἢ ἀνομοιότης πρὸς αὐτ τοὺς κατὰ τὸν οἰκεῖον λόγον. Αφείσθω δὴ ὅμως ὑμῖν τοῦτο· ἴσως γὰρ ἐκ τοῦ τέλους ταῦτα διεγνωκότες εἱρήκατε. Τί δὲ οὖν; ἀδύνατον τὸν κατά διαφόρους γεννήσεις γεννηθέντα, καὶ ἐκ διαφόρων τὴν φύσιν γεννητόρων, διάφορον ὄντα ταῖς φύσεσι, καὶ ἀληθῶ;, καθ᾿ ἑκατέραν τεχθῆναι γέννησιν καὶ τοῦ μὲν τῶν τεχόντων ὅμοιον κατά τι τῶν αὐτοῦ, τοῦ δὲ ἀνόμοιον δείκνυσθαι, διὰ τὸ διάφορον τῶν τούτου γεννήσεων καὶ τῶν γεγεννημένων τοῦδε οὐσιῶν; Εδείχθη γὰρ ἐν τοῖς πρώτοις ἡμῖν, ὅτι καὶ ἐκ τῆς αὐτῆς καὶ κατὰ πᾶν γένος καὶ εἶδος καὶ πάντα ἀριθμὸν ἀδιαφόρου οὐσίας παρὰ τὸν διάφορον τρόπον τῆς γεννήσεως, ὅμοιά τε καὶ ἀνόμοια πολλάκις γίνεται τὰ τικτόμενα πρὸς τὰ τίχτοντα· οὐκοῦν ὀρθοτομοῦσι τὴν ἀλήθειαν οι φασιν ὅτι ἐγεννήθη μὲν ὁ Λόγος ἐκ τοῦ Πατρός ἀληθῶς, κατὰ τὴν ἰδίαν δὲ μόνου τοῦ Πατρὸς γέννησιν καὶ οὐσίαν, καὶ ἔστι ὅμοιος αὐτῷ κατ' οὐσίαν τὴν ὡς Λόγου Θεοῦ· ἐγεννήθη δὲ καὶ ἐκ Μητρός ἀληθῶς, κατὰ τὴν ἰδίαν αὐτῆς καὶ μόνης γενομένην τοῦδε γέννησιν, καὶ ἔστι καὶ αὐτῇ τῇ Μητρὶ ἑαυτοῦ κατ' οὐσίαν αὐτοῦ τὴν ὡς ἀνθρώπου ὅμοιος, κατὰ δὲ τὴν ὡς Λόγου, ἀνόμοιος αὐτῇ· πλὴν Υἱὸς ἀληθῶς ὁ Λόγος τοῦ τε ὁμοίου Πατρὸς, καὶ τῆς ἀνομοίου αὐτῷ Μητρός· ἀληθῆς γὰρ ἑκάτερος τρόπος τῶν ἐπ' αὐτοῦ γεννήσεων ἐδείχθη, ὅ τε τοῦ εἶναι, καὶ ὁ τοῦ τοιῶς. δε. Οὐ γὰρ δὴ ὁμοι της συνίστησιν ἁπλῶς τὴν υἱό τητα, ὡς πολλάκις εἴρηται· ἡ γὰρ ἂν πάντες ἄνθρωποι ὅμοιοι ὄντες κατ' οὐσίαν ἀλλήλοις, υἱοὶ ἅμα καὶ πατέρες, καὶ τέκνα τῶν τέκνων οἱ γεννήτορες ἦσαν, καὶ οἱ ἀδελφοὶ δὲ τῶν ἑαυτῶν ἀδελφῶν εἶναι υἱοὶ, διὰ τὴν κατ' ουσίαν ὁμοιότητα πρὸς αὐτοὺς νομισθείησαν. ΚΕΦΑΛ. ΚΗ'. Εἰ τὸ ἀϊδίως ὂν ὕστερον γεννᾶται κατὰ ἀλήθειαν, καὶ τὸ μηδὲ ὅλως ὂν, ἐνεργείᾳ μὴ ὂν, γίνεται κατὰ ἀλήθειαν· εἰ δὲ τὸ δεύτερον ἀδύνατον, καὶ τὸ πρῶ τὸν ἄρα. Αλλ' εἰ καὶ ἂν τὸ ἐν οὐ γίνεται, ἀλλὰ τὸ το σδε ὂν, εἰς τὸ ἑτέρως τοῶσδε εἶναι, εἰ καὶ οὐ κατα τροπὴν ἀλλὰ πρόσληψιν καινοτέραν, γεννᾶσθαι δυνατόν· οὐδὲ γὰρ κατὰ τὸ αὐτό τις ὑμῖν ἀϊδίως τε εἶναί τι καὶ ἀπὸ χρόνου ἄρχεσθαι εἴρηκεν. Οὐκοῦν τί κωλύει τὴν κατὰ τὰ εἶναι ἄναρχον νοούμενοι, κατὰ τὸ ἀλλοίως είναι, ήγουν σεσαρκωμένον, ἀρξά μενον εἶναι; ἀλλοίως γὰρ εἶναι αὐτὸν, οὐ κατά τρο
col. 1695–1696page 149 of 185
PG 86:1695πὴν ἡ ῥεῦσιν τοῦ οἰκείου εἶναι, ἀλλὰ κατὰ πρόκειτ ψιν καὶ ἔνωσιν οὐσιώδη ἑτέρου πράγματος τοῦ πρώην κεχωρισμένου ἀπ' αὐτοῦ, φαμέν. ΚΕΦΑΛ. ΚΘ'. Εἰ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν το τοῖς ἤδη ὄντα γενέσθαι νῦν ἀδύνατον, τὸν τούτων Δημιουργὸν πρὸ τῶν αἰώνων ἐκ Πατρός γεγεννημέν τον ἐπ' ἐσχάτων γεννηθῆναι, ἀδυνατώτατον. Οὐ γὰρ ὄντα ἁπλῶς, γίνεσθαι λέγει τις, ἢ καὶ εἰς τὸ εἶναι γεν νᾶσθαι ἁπλῶς τὸν οὐρανὸν, ὦ οὗτοι· καινὸν μέντα γίνεσθαι ἐκ παλαιοῦ, καὶ μετασχηματίζεσθαι, και ἀφθαρσίαν ἀμφιέννυσθαι μετὰ τῆς λοιπῆς ἑτέρας κτί σεως, καὶ ἐλευθεροῦσθαι ἐκ τῆς δουλείας της φθορά;, ὡς καὶ τὰ ἡμέτερα σώματα επενδυόμενα τῷ θνητῷ τὴν ζωὴν, καὶ ἀνιστάμενα ἄφθαρτα, πάντες οἱ τῆς εὐπ βείας τρόφιμοι συνομολογοῦσιν. "Αρα δ' οὖν καθ᾽ ὑμᾶς, ἐπεὶ ἤδη πώς ἐστιν ήγουν φθαρτὸς ὁ κόσμος, οὐκέτι ἐροῦμεν αὐτὸν κατὰ τὸ ἄφθαρτον γίνεσθαι, είτουν ἀναγεννᾶσθαι. Τὸ γὰρ ὄν, φατέ, οὐ γίνεται· μὴ προσ θέντες, ὅτι ὁ ἔστιν οὐ γίνεται, ἀλλ᾽ οὐδὲ ὁ μὴ ἔπι γίνεσθαι συγχωροῦντες τῷ ἐπωσοῦν ὄντι· κατὰ δὲ ταῦτα ὑμῶν τὰ θεσπίσματα, οὐδέ τι φθαρτόν ἄρ θαρτον κατὰ τὴν ἐλπίδα ἡμῶν τὴν σωτήριον λέγειν τινὶ τοῦ λοιποῦ συγκεχώρηται. Ἐπειδὴ γὰρ τὸ φαρ τὸν ἐνδὺς ἐγεννήθη ἄνθρωπος, τὸ ἄφθαρτον ἐνδυ; μενοι ἀναγεννώμεθα. ΚΕΦΑΛ. Δ΄. Εἰ ἐνδέχεται τὴν χθὲς γενέσθαι αὔριον, ἐνδεχέσθω καὶ τὸν ὄντα ἀϊδίως, τεχθῆναι ἐπ' ἐσχάτων· ἀλλὰ τὸ πρῶτον ἀμήχανον, καὶ τὸ δεύτερον κατ' επίτασιν. Εἰ μὲν ἐλέγομεν κατὰ τροπὴν τοῦ ἀϊδίου γενέσθαι τὸν αὐτὸν ὑπὸ χρόνον, καλῶς ὄντως εἰρήκατε ἄν. Εἰ δὲ φυλαχθέντος τούτῳ τούτου δ ἦν, ἐπιγέγονεν αὐτῷ τῇ προσλήψει τοῦ παρ' αὐτὸν ὃ οὐκ ἦν, δῆλον ὡς τὸ νῦν συναμφότερον θεωρούμενον, ἐπεὶ τῇ τοῦ νέου πρὸς τὸ ἀεὶ ὂν συνθέσει γέγονε πάλαι μὴ οὕτως νοούμενον ὡς νῦν γέγονε τὸ αὐτὸ ὑποκείμενον ἔν. Πῶς οὖν ἀντιφέρεσθε ἡμῖν εὐλόγως; Καὶ γὰρ καὶ ἡ χθὲς ἡμέρα ἣν φατε, κατὰ μὲν τροπὴν αὔριον, ήγουν αύρινὴ ἡμέρα οὐ γίνεταί ποτε, ἀπολιποῦσα τὸ χθεσινὴ εἶναι, πρὸς τὴν σήμερον· πλὴν ἐπιγινομένης αὐτῇ πρὸς τῇ σήμερον καὶ τῆς αὔριον, καὶ τὸ γενέσθαι προχθές, ἐπικτήσεται· μείνασα καὶ ἐν τῷ εἶναι χθές· ήγουν ἑξῆς πρὸς τὴν μετ᾿ αὐτὴν ἡμέτ ραν· ὥσπερ καὶ προχθές ἐστι πρὸς τὴν τρίτην ἀπ᾿ αὐτῆς ἡμέραν. ΚΕΦΑΛ. ΛΑ. Εἰ ἐνδέχεται τὸ πρότερον μὴ ὂν, ὕστερον εἶναι μὴ γεννηθὲν ἡ ποιηθὲν, ἐνδεχέσθω καὶ τὸ ἀϊδίως δν, ὕστερον κατὰ ἀλήθειαν γεννηθῆναι· ἀλλὰ τὸ πρότε μον ἀμήχανον, καὶ τὸ ὕστερον ἄρα. Ἰδοὺ δὴ οὖν ἡμεῖς, δ μὲν ἦν ὁ Λόγος, ήγουν ἄσαρχος, τοῦτο οὐ γίνεσθαί φαμεν· ὁ δὲ οὐκ ἦν, ήγουν σὰρξ καὶ σεσαρκωμένος, τοῦτο γενέσθαι πιστεύομεν· ἕως τοῦδε γὰρ ταῖς ὑμετέραις ταυτολογίαις συνανελίττεσθαι
col. 1697–1698page 150 of 185
PG 86:1697καταδεξόμεθα· καὶ τί ἡμῖν ἐκ τοῦδς τὸ ἔγκλημα; ΚΕΦΑΛ. ΛΒ'. Τὸ ἄνωθεν γεννώμενον, τουτέστι δευτέρα γεννήσει, ἐξ ὕδατος καὶ Πνεύματος, ἢ καὶ διὰ διδασκαλίας γεννᾶται· τὸ δὲ οὕτως γεννώμενον, εἰ; υἱοθεσίαν γεννᾶται· τὸ δὲ εἰς υἱοθεσίαν γεννώμενον, ἐκ τῆς οὐσίας οὐ γεννᾶται τοῦ γεννῶντος· τὸ ἄνωθεν ἄρα γεννώμενον, οὐκ ἐκ τῆς οὐσίας γεννᾶται τοῦ γεν νῶντος. Τὴν οὖν ἄνωθεν γέννησιν, πῶς ὀνομάζετε ἡμῖν; εἰ μὲν τὴν κατὰ τόπον, ὡς ὑπὲρ γῆς καὶ τοὺς ἐκ γῆς οὖσαν, καὶ ἁπλῶς ὡς οὐράνιόν τινα ταύτ τὴν ἴστε, ἵνα τὰ πλεῖστα σιγήσωμεν τῶν πρὸς ὑμᾶς λέγεσθαι δυναμένων, ἀνάγκη διότι πάσης ἑτέρας γεννήσεως μᾶλλον ἡ τοῦ Λόγου ἐκ Πατρὸς ὑπερουράνιος ἐστι γέννησις, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ " ζωὴ αὐτοῦ, ταύτην μάλιστα ὑμᾶς εἰδέναι ἄνωθεν οὖσαν γέννησιν· οὐκοῦν εἰς υἱοθεσίαν καὶ τὸν κατά ταύτην γεννώμενον ήγουν τὸν Λόγον γυμνὸν ἀνάγκη ἐστὶ δοξάζεσθαι· καὶ ἔσται οὗτος, οὐ φύσει Υἱὸς καθ᾿ ὑμᾶς, ὁμοιογενής Υἱὸς καὶ Λόγος τοῦ Πατρός· τὸ δὲ ἐπόμενον τῆς ὑμετέρας προτάσεως, σαφέστερόν πώς ἐστιν ἀσεβέστερον. Τὸ γὰρ οὕτως γεγεννημένον, οὐδὲ ἐκ τῆς οὐσίας τεχθῆναι συνάγεται· οὐκοῦν οὐδὲ ἐκ τῆς τοῦ Πατρὸς ὁ Υἱὸς καθ᾽ ὑμᾶς· ἀλλὰ τὴν Αρείου πρὸς τῇ ὑμετέρα κακοδοξία παράνοιαν ἐκυ ρώσατε· εἰ δὲ ταῦτα μὲν οὕτως οὐκ ἐκδέχεσθε, ἄνω θεν δὲ γέννησιν τὴν οἱονεὶ ἐπανάληψιν τῆς γεννήσεως τῆς πρώτης οἴεσθε, καὶ τοῦ αὐτοῦ ὑποκειμέν νου δὶς τὴν αὐτὴν γέννησιν τῇ ὡς ἐξ ὑπαρχῆς σημαί σίᾳ διὰ τοῦ ἄνωθέν φατε· καὶ ἁπλῶς ἀναγέννησιν, ἢ καὶ δευτέραν γέννησιν, ἴστε τήνδε· καὶ ἐν τῷδε πάλιν πόρρω τῆς ὀρθοδοξίας ἀπεπλανήθητε, ἀναγέννησιν ἐπὶ Χριστοῦ παραφέροντες καὶ διανοούμενο ἐκείνων γὰρ λέγεται αναγέννησις, ὧν παλαίωσίς τις καὶ ῥύπος καὶ νόσος ἐπιγενομένη, τὸ ἐκ τῆς πρώτης γεννήσεως ὑποκείμενον πάλαι τε δν ἀμόλυντον ἐκιβδήλωσε πως ἢ διέφθειρεν ἢ κατεμάρανεν· ὥσπερ ἡμῖν τὸ κατ' εἰκόνα Θεοῦ, τὸ ἐκ πρώ τῆς ὂν γεννήσεως ή παράβασίς τε ἡ πρώτη καὶ αἱ μεταγενέστεραι τῶν ἐπὶ τὰ φαυλότερα προσηλώσεις· τὸν δὲ Θεόν Λόγον οὐδεὶς, οὐδὲ τῶν λίαν ἀθέ σμων, ἐδόξασε πώποτε κατὰ τὴν πρώτην αὐτοῦ γέννησιν, ἔκ τινος ἀπροσεξίας ἢ ἐπιβουλής, παλαιωθέντα τῇ ἁμαρτίᾳ, νῦν δεῖσθαι τῆς ἀνακαινιζούσης αὐτὸν ἀναγεννήσεως, καὶ διὰ τοῦτο τὴν δευτέραν ὑποστῆναι γέννησιν. Πῶς οὖν μηδενὸς ἀναγέννησιν, εἴτουν ἄνωθεν γέννησιν, ἐπὶ τοῦτον λέγοντος ἢ νοοῦντος, ἀλλὰ τὴν γέννησιν αὐτοῦ τὴν δευτέραν μετὰ τῆς πρώτης, πάντων ὁσίων ὁμολογούντων, τὴν ἀναγέννησιν ἀντὶ γεννήσεως ἀληθοῦς, δευτέρας τε την τάξιν, ἐπὶ τὸν Θεὸν Λόγον μετηγάγετε, ἵνα ἐντεῦθεν ἡμῖν τὸ δοκοῦν ὑμῖν συλλογίσησθε; Ετι μέντοι, οὐδὲ ἐκεῖνο πῶς ὑμῖν ἔδοξε νενοήκαμεν τὸ ἐκ τοῦ Πνεύματος γεννώμενον, μὴ ἐκ τῆς οὐσίας οἴεσθαι ἢ γὰρ ὡς ἐνέργεια εἰς ξύλον ἐκ τῆς φύσεως τοῦ τέκτοός ἐστιν, ἡ ὡς πῦρ ἐκ πυρὸς ἐν ξύλῳ ἐκ τῆς οὐσίας ὑπάρχει. ᾿Αλλ' εἰ μὲν κατὰ τὸ πρῶτον, δῆλον ὅτι ἐνεργεῖν τι τὸ γεννηθὲν ὥσπερ οὐδὲ ἡ ἐνέργεια
col. 1699–1700page 151 of 185
PG 86:1699αὕτη ἡ ἐν τῷ ξύλῳ, τὰ τοῦ τέκτονες οὐ δυνήσεται εἰ δὲ κατὰ τὸ δεύτερον, σαφὲς ὅτι ἐνεργεῖν τὰ τοῦ πυρὸς καὶ τὸ γεννηθὲν ἐν τῷ ξύλῳ πῦρ, δυνήσεται εἰ δὲ τοῦτο, μετάληψις γέγονε της τεκούσης αυτός οὐσίας τῷ γεννηθέντι· τοῦτο γὰρ μαρτυρεί δηλαδή, ἑπομένη καὶ τῷδε, ταύτης ἡ φυσική ενέργεια. Εἰ δὲ μετάληψις γέγονεν οὐτίας, εἰ μὴ ἐκ τῆς οὐσίας ή γέννησις, ἀλλ' ἐξ ἐνεργείας ἀνουσίου, ἔσται ἀνούσια κατακρατοῦντα τῆς οὐσίας, καὶ οὐσιῶν αίτια, όπερ ἀδύνατον. ΚΕΦΑΛ. ΑΓ. Εἰ κυρίως καὶ κατὰ ἀλήθειαν ἐγεννήθη ὁ Θεξ; Λόγος ἐκ τῆς Παρθένου, καὶ ἔστιν αὕτη ἀνόμενος, καὶ κυρίως καὶ κατὰ ἀλήθειαν ἐγεννήθη ὁ αὐτὸς ἐκ Πατρὸς, τί κωλύε: εἶναι αὐτὸν καὶ τῷ Πατρὶ ἀνόμουν. μήτε τῶν γεννήσεων κατ' εἶδος παραλλαττουσών, μήτε τοῦ γεννωμένου καθάπαξ; Καὶ γὰρ εἰ μὲν ὄντως αἱ γεννήσεις κατ' εἶδο; οὐ παρήλλαττον, καὶ τὸ ὅλον του γεννήματος ὡσαύτως εἶχεν ἐν ἑκατέρᾳ γεννήσει, ἰσχὺν εἶχεν ἂν ὑμῖν τὸ ἐπιχείρημα. Επειδὴ δὲ του σαύτη τῶν γεννήσεων ἡ διαφορὰ, ὡς τὴν μὲν ἀΐδιον νοεῖσθαι, τὴν δὲ ἀρχομένην· καὶ τὴν μὲν ἀσωμάτ τως, τὴν δὲ ἐν σώματι· καὶ τὴν μὲν ἀδιαστάτως, την δὲ διαστατῶς· καὶ ἁπλῶς τὴν μὲν τοῦ Λόγου γυμνού καὶ ἁπλοῦ, τὴν δὲ Χριστοῦ τοῦ συνθέτου οὗταν· καὶ τὴν μὲν ἀκυήτως, τὴν δὲ διὰ κυήσεως εἶναι, ἄλλοις τε μυρίοις ἀπαραβλήτοις διενηνοχότων, πως, λέγετε, συνάγετε ἐπὶ ἑκατέρας τῶν γεννήσεων τοῦ αὐτοῦ ἑνὸς Υἱοῦ τὸ πρὸς τοὺς τεκόντας ἀνόμοιον ἐφείλειν ἕπεσθαι, ὡς ὁμοειδῶν οὐτῶν τῶν τούτου γεννήσεων; ἀλλ᾽ ἐν ᾧ προσπταίοντες οὐκ ἐπισκέπτετε, μάθετε, ὦ οὗτοι, εἶχε μὴ ἀεὶ γνωσιμαχεῖν βούλεσθε. Τῷ γὰρ κυρίως καὶ κατὰ ἀλήθειαν ἑκατέραν λέγεσθαι γέν νησιν, οἴεσθε τὴν αὐτὴν εἶναι θατέραν θατέρα, καὶ ὁμοειδεῖς ἄμφω τὰς γεννήσεις ὑπολαμβάνετε· σύ σκοποῦντες ὅτι εἰς τὸν ἑαυτῆς λόγον ἑκατέρα κυρίως ἐστὶ καὶ κατὰ ἀλήθειαν, καὶ οὐκ εἰς τὴν τῆς ἑτέρας. Εἰ γὰρ πάντα όμοειδή νομιστέον οἷς τὸ κυρίως καὶ κατὰ ἀλήθειαν ἐπιμαρτυρεῖται, δέον ὑμᾶς ἐπεὶ ὁ λί ος κυρίως καὶ κατὰ ἀλήθειαν σῶμα εἶναι λέγεται, καὶ ὁ ἥλιος δὲ κυρίως καὶ κατὰ ἀλήθειαν σῶμα είναι λέγεται, καὶ ὁ Θεὸς ἀσώματος κυρίως τε καὶ κατὰ ἀλήθειαν λέγεται, ὁμοειδή νομίζειν τόν τε λίθον καὶ τὸν ἥλιον καὶ τὸν Θεόν· ὁμοίως δὲ ἄνθρωπόν τε καὶ βάτραχον· ζῶά τε ὄντα καὶ κυρίως καὶ κατὰ ἀλήθειαν ἑκάτερον λεγόμενα· καὶ τὸ ὕδωρ ἄζωον ἀληθῶς λε γόμενον, ὁμοειδῆ νομιστέον· οὐρανόν τε καὶ κέγχρον καὶ τὰ λοιπὰ πάντα τῶν ὄντων ὡσαύτως, ἐξορισθείση; ὑμῖν πάσης ἀνομοιότητος· τῷ ἰδίῳ λόγῳ κυρίως ἐπὶ καὶ κατὰ ἀλήθειαν, τοῦτο ὅπερ ἐστί, κἂν ὁμωνύμως ποτὲ καὶ ἐπὶ ἑτέρου τὸ τοῦδε ὄνομα, ὡς ὄντος, λέγοιτο. Εἰ ὁ Θεὸς Λόγος ἐγεννήθη κατὰ ἀλήθειαν ἐκ τῆς Παρθένου, πᾶσα δὲ γέννησις μὴ ψεγομένη, ή τε τὸ εἶναι διδοῦσα τῷ τικτομένῳ, καὶ ἡ μὴ διδοῦσα, που κατ' αὐτίαν τοῦ γεννῶντος ἔχει τὸ γεννώμενοι, ἔλαττον· ἴσον μὲν, ὡς τή, ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ· καὶ γὰρ, Ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγε
col. 1701–1702page 152 of 185
PG 86:1701λίου ἐγὼ ὑμᾶς ἐγέννητα· ἔλαττον δὲ, ὡς ἡ τῶν π στῶν ἐκ Θεοῦ γέννησις· κρεῖττον δὲ οὐδεμία· ή τους ἄρα κατ' οὐσίαν ὁ Θεὸς τῆς Παρθένου, ἢ ἐλάττων ἀλλ᾽ ἑκάτερα δυσσεβὴ· οὐκ ἄρα ὁ Θεὸς κατὰ ἀλήθειαν ἐγεννήθη ἐκ τῆς Παρθένου. ᾿Αληθῶς μὲν πᾶσα γέν νησις μὴ ψεγομένη, τὸ ἴσον ἢ ἧττον δείκνυσι τοῦ γεννηθέντος πρὸς τὸν γεννήσαντα. 'Αλλ', ὦ τοῦ μεγα λείου τῆς θείας οἰκονομίας ἀναίσθηται, σκοπεῖτε ὡ; τοῦτο ἔχει πᾶσα γέννησις, οὐ μόνον ἢ μὴ ψε, ομένη, ἀλλὰ μηδὲ θαυμαζομένη ὡς παράδοξος· ἐπὶ δὲ τοῦ τῆς οἰκονομίας θεοπρεπούς Λόγου (τοῦτο γὰρ δὴ τοῦτό ἐστι τὸ ὑπερφυές τῆς ἀγαθότητος μυστήριον, καὶ τὸ τῆς θείας φιλανθρωπίας τεκμήριον), ὅτι ὁ πάσης κτί σεως Ποιητὴς καὶ παντοίας γεννήσεως αἴτιος καὶ πά σης φύσεως Δεσπότης καὶ τὸ ὑπερκόσμιον τοῦ παντός κόσμου κράτος, γέννησιν κατεδέξατο· καὶ ταύτην ἐκ φύσεως ἐπικήρου και φθαρτῆς καὶ εὐεπηρεάστου δι' ἡμᾶς τε ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ 8 κείνου πτωχείᾳ πλουτήσωμεν. Εἰ οὖν ὄντως καὶ τῶν μὴ θαυμαζομένων ἦν γεννήσεων, οὕτως ἔχειν ἔδε καὶ τήνδε τὴν γέννησιν μὴ ψεγομένην· εἰ δὲ καὶ θαυμάζεσθαι ἔδει, ἀνάγκη παρὰ τὴν συνήθη γέννησιν πάντων ἔχειν αὐτήν τι, ἐπεὶ οὐδὲ θεία τότε ἂν ὑμῖν ἀμογητὶ δειχθήσεται· εἰ δὲ δεῖ, ἐκ τῶν καθόλου συλ λογιστέον ὑμῖν καὶ τῶν πάντη ὁμοίων ἄρα, ὦ σοφο!! πόσα οὖν γέννησις ὁμοίως τῇ δε θαυμαζομένη· καὶ τῇδε ἐοικυία, ὅτι χεῖρον ἢ ἴσον ἔχει τὸ τεχθὲν τῷ τεκόντι, τοῦτο δείξατε. Τίς δὲ ὑμῶν οὐ δακρύσει τὴν τύφλωσιν; ὅτι δι' ὧν ἐχρῆν πιστοῦσθαι περὶ τοῦ θείου Τόκου, ήγουν ἐκ τῶν παραδόξων καὶ ὑπερφυῶν καὶ παρὰ τὴν συνήθειαν λόγων, διὰ τούτων κατασκευάζειν σπεύδετε, ὅτι οὐ Θεοῦ ἐστιν ἡ γέννησις, ἐπεὶ μὴ Ομοίως ἔχει ταῖς φθαρταῖς ἡμῶν καὶ φυσικαῖς γεννή σεσιν, ὡς καθ' ὑμᾶς εἰ γεννήσει τῇ καθ' ὑμᾶς ἐγεν νήθη, τότε ἂν εἶναι ἀξιόπιστον τὸ ὑπὲρ ἡμᾶς αὐτὸν εἶναι τὸν τεχθέντα· εἰ δὲ μηδὲ τότε, πόθεν ἔδει πιο στῶσαι ἡμᾶς τὸν Θεὸν περὶ τῆς ἑαυτοῦ γεννήσεω; τῆσδε, εἴπατε· εἴπερ μηδὲ ἐκ τῶν καθ᾿ ἡμᾶς, μηδὲ ἐκ τῶν ὑπὲρ ἡμᾶς, ὦ οὗτοι! ΚΕΦΑΛ. ΛΕ. Εἰ ὁ τόκος ἐκ τῶν πάντη ὁμοίων ἀληθινὸς, ὃς κατ' οὐσίαν τίκτων ὅμοια τῶν τεκτόντων κατὰ ἀλήθειάν ἐστιν, ὁ πάντη ἀνόμοια τίκτων κατ' ουσίαν, ἐκ τῶν ὁμοίων, οὐκ ἔστι κατὰ ἀλήθειαν τόκος. Τὰ γὰρ ἐναντία, οὐ συναληθεύουσί ποτε· ἀλλὰ τὸ πρῶτον οὐκ ἄρα τὸ ὕστερον. Ὅτι μὲν ὅ τε ἐκ τῶν ὁμοίων, καὶ ὁ ἐξ ἀνομοίων· ὅ τε εἰς τὸ εἶναι, καὶ εἰς τὸ τοιῶσδε εἶναι· καὶ εἴ τις ἕτερος τόνου τρόπος, τόκος ἐστί τε καὶ λέγεται ἀληθῶς τῇ θείᾳ Γραφῇ κατὰ τὸν ἑαυτοῦ λίγον, καὶ ὑμεῖς εἰρήκατε πολλάκις μέχρι τοῦ νῦν. Εἰ δὲ τὸ μὲν εἶναι τόκον διδοῦντες, οὐ κυρίως ὅμως καὶ κατὰ ἀλήθειαν τοῦτο εἶναί φατε τὸν οὐκ ἐξ ὁμοίων κατ' οὐσίαν γινόμενον, ἀνάγκη τῇ ὁμοιώσει τῶν τικτόντων, καὶ οὐ τῷ λόγῳ τοῦ τόκων, εἰδέναι ὑμᾶς τὴν ἀληθινὴν γέννησιν. Ηδη μὲν οὖν ἐλέλεκτο τοῦτο ὑμῖν μικρὸν ἀνωτέρω δεόντω·. Πῶς γὰρ ἀν όμοιος τῶν ἑτέρου βάτραχος ἐκ τοῦ ὁμοίου γεννηθείη
col. 1703–1704page 153 of 185
PG 86:1703βατράχου; Καίτοι οὐδὲ τίκτεται όλως βάτραχος ἐκ βατράχου ποτέ. Ἀλλ᾿ ἐπεὶ τοῖς αὐτοῖς ἐξ ἀπορίες πάλιν κατακυλίεσθε· πρὸς τοῖς εἰρημένοις ἡμῖν ἐν τοῖς φθάσασι, καὶ τάδε νῦν ἀκούσεσθε· Ε! ὁ ἐκ τῆς οὐσίας τοῦ πυρὸς πυρσὸς, καὶ ὁ ἐκ τῆς οὐσίας το κόκκου κόκκος, καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ ἀνθρώπου ἄνθρωπος, καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ Θεὸς, πάντα μὲν ἐκ τῆς οὐσίας συνωμολόγηνται, οὐχὶ δὲ τὴν 2 τὴν ἀκραιφνῆ ὁμοιότητα ἐπὶ πάντων πρὸς τὰ γεν νῶντα ἔχουσι τὰ γεννώμενα, ἀλλὰ μόνος Θεὸς ἔχει τί πάντη ἀπαράλλακτον, πῶς δυνατὸν ὡσαύτως κυρίως κε κατὰ ἀλήθειαν ἑκάστου τούτων λέγεσθαι τὴν γέννησ εἰ καὶ ἐκ τῆς οὐσίας ἐστίν; Ανάγκη γὰρ καθ' ὑμᾶς δια φόρου οὔσης τῆς ὁμοιώσεως ἐξ ἧς τὸ κυρίως καὶ κατά ἀλήθειαν τῷ τόκῳ προσμαρτυρεῖτε, διάφορον εἰδέναι ὑμᾶς καὶ τὴν τοῦ τόκου κυριότητα· ὑπερ προφανές καταγέλαστον. "Ο γὰρ κύριόν ἐστι, οὐ διάφορον ἔτι καὶ ὃ διάφορον, οὐχὶ κύριόν ποτε κατὰ τὸ αὐτό. Σύ νετε δὲ, ὦ φυσικοί, μᾶλλον πεφυσιωμένοι, ὅτι καὶ λί θοι καὶ σίδηρος καὶ ξύλα πῦρ γεννα, καὶ οὔτε πάρ ὄντα, οὔτε κατὰ τὸν αὐτὸν τρόπον τοῦ πυρὸς γεννι καὶ ὅμως οὐκ ἄν τις εἴποι οὐδὲ ὑμῖν ὅμοιος, ὡς οὔτε ἀληθινοῦ πυρὸς γέννησίς ἐστιν ἡ ἐξ ἀνομοίων αὐτῷ προελθοῦσα φύσεων. Οὐκοῦν εἰς οὐδὲν ὑμῖν ἄπας ὁ κυκεὼν τῆς τοιᾶσδε ὑμῶν λέσχης κατέστρεψεν. ΚΕΦΑΛ. ΑϚ΄. Ἔτι δὲ ἀκουστέον αὐτῶν καὶ τοῦδε. Εἰ απαρχές τε καὶ ἄτρεπτο; ὁ Λόγος, κατά φυσικὸν αὐτοῦ λόγου, φησί, πῶς ἔσται σεσαρκωμένος ὁ αὐτὸς μένων ἄτρο πτος; οὕτως γὰρ ἂν καὶ τρεπόμενος λέγοιτο ἂν ἔτι ἄτρεπτος μεῖναι. Εἴτε οὖν οὐχ ὁ Θεὸς σὰρξ γέγονεν, οὐ Θεοτόκος ἡ τεκοῦσα τὴν σάρκα· εἶτε αὐτὸς γέγο νεν, οὐ Θεὸς λοιπὸν ὁ μὴ ἄτρεπτος, οὐδ᾽ ἄρα Βεστό κος οὐδαμῶς ἡ τοῦ τρεπτοῦ μήτηρ. Τί οὖν οὕτως ὑμῶν ἄγαν κωφωθέντων οὐκ ἐνηχεῖ τοῖς ὠσὶ παντ λῶς οὐδ' ὁ τῆς βροντῆς Υἱὸς λέγων, «Καὶ ὁ Λόγοςσὰρξ ἐγένετο;» Ἀλλ᾽, ὦ οὗτοι, εἰ μὲν σεσαρκωμέν νον τὸν λόγον κατὰ τροπὴν ἀκούετε τῆς φύσεως, ως φαμεν λελιθωμένον τὸ φυτὸν τοῦ κοραλίου, καὶ νενε χρωμένον τὸ πρὶν ζῶον, ὄντως ἂν τὸ ἄτρεπτον καταλύεσθαι εἰκότως δόξητε. Ε! δὲ ὥσπερ κεχρυσωμένων τὸ ξύλον, καὶ ὡπλισμένον τὸν ἄνδρα λέγομεν, κατά τὴν πρὸς τὸν χρυσὸν ἕνωσιν, καὶ τῶν ὅπλων τὴν ἀνά ληψιν καὶ ἐπένδυσιν, τὴν πρόσληψιν τῆς σαρκὸς ἐν τῷ λόγῳ δοξάζοντες, πῶς τροπὴν αὐτῷ φύσεως εἰς άγομεν; Εἴπερ γὰρ ξύλον ἔτι ἄχρυσον τὴν φύσιν, τὴ τὴν ἐνυπόστατον φύσιν αὐτοῦ κεχρυσωμένον· καὶ ἀνὴρ ἔτι ἀσίδηρος, ἢ μᾶλλον εἰπεῖν ἐκ ψιλοῦ τετ χωμένος τὴν φύσιν, ὁ τὴν φυσικὴν ὑπόστασιν αὐτοῦ σεσιδηρωμένος οπλίτης, ἢ ἐν ἀκμῇ λασιούμενος, καὶ ὁ Λόγος ἄσαρκος μένει τὴν φύσιν, ήγουν τον οπ σιώδη Λόγον, ἐπιγενομένην τῇ φυσικῇ αὐτοῦ ὑπο στάσει, περικείμενος σάρκα· ἐν τοῖς μὲν γὰρ οὐσιώδεσι λόγοις ὁρᾶται τὸ ἄτρεπτον τὴν φύσιν, οὐκ ἐν τοῖς ἐπιγενομένοις τῇ ουσίᾳ· μενούσης δὲ ἐν αὐτῶς ὡσαύτως τῆς φύσεως, ἡ περὶ τὴν ὑπόστασιν ἐπισ θεωρία γίνεται.
col. 1705–1706page 154 of 185
PG 86:1705ΚΕΦΑΛ. ΛΖ'. Αλλά φασι καὶ τόδε οἱ πάντα λέγειν εἰδότες, ἵνα μὴ τῇ ἀληθείᾳ συμφθέγξωνται, ἵνα καὶ τοῖς ἐξ ἀγρά φου αὐτῶν ῥήμασιν ἐπεξέλθωμεν· ὅτι ἰδοὺ καὶ κατὰ τὰς ὑμετέρας ὑποθέσεις καὶ κατασκευὰς, καὶ ἐκ μέ ρου; καὶ κατά τι ἔξεστιν ὀνομάζειν τινός τινα μη τέρα. Πῶς οὖν εἰ μὴ ἄσαρκον γεννηθῆναι Θεὸν ἐξ αὐτῆς δοξάζετε, λέγουσιν ἡμῖν ἀνθρωποτόκον καὶ ἐκ μέρους ταύτην Παρθένον ἀντιφέρεσθε, τὸ Θεοτό. κος ὄνομα μόνον αὐτῇ κατ' ἐξαίρετον ἀποκληρώσαντες, ἀλλ' οὐδὲ Χριστοτόκον ἐκ τοῦ ὅλου φάσκοντας αὐτὴν οἰκειότερον, καταδέχεσθε; Καὶ πρὸς τοῦτο δέ φαμεν αὐτοῖς πρῶτον μὲν, Πῶς δύνασθε ἄθλιοι ἀνθρωποτόκον ὀνομάζειν τὴν ἁγίαν Παρθένον, ἐκ μέρους, οἱ δὲ ἐκ μέρους αὐτὴν Θεοτόκον ὀνομάζειν μὴ καταδεξάμενα; Οὐ γὰρ δι' ὧν τις λόγων τὰς ὀνομασίας ἀποσκευάζεται τῶν ἐναντίων, διὰ τούτων καὶ προβάλλεσθαι δύναται τὰς ἰδίας, πλὴν εἰ μὴ κατ' ἐξουσίας τρόπου τοῦτο ποιῇ. Δεύτερον δὲ ἀκούσεσθε παρ' ἡμῶν, ὡς ἐξ ἐκείνων ὀνομάζειν τῶν μερῶν τὸ ὅλον, ἔθος τῇ θείᾳ Γραφῇ σαφέστατα, τῶν κατ' ἐπικράτειαν εἶναι ἐν τῷ συνθέτῳ φαινομένων· καὶ γὰρ ὡμολογημένως, ἔκ τε ψυχῆς καὶ σώματος τῶν ἀνθρώπων συνεστώτων πάντων, ὅμως ἡνίκα ὁ κατὰ θάτερον μέρος τῆς συνθέσεως ἐπεκράτησε τοῦ βίου, καὶ τῆς ζωῆς τῶν ἀνθρώπων λόγος, εἴρηται ὡς οὐ μὴ μείνῃ τὸ πνεῦμάμου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καί τοι ώμολογημένως, οὐκ ἀψύχων ὄντων τῶν σαρκικῶς βιούντων τότε, ἀλλ' ἐπικρατηθέντος τῇ φύσει τῆς σαρκός· Ἰακὼς δὲ πάλιν ἐν σ' ψυχαῖς εἰσ εἶναι εἰς τὴν Αἴγυπτον ἀναγέγραπται, οὐκ ἀσωμά. τως δηλονότι τὴν παρουσίαν ἐκεῖσε ποιησάντων, ἀλλὰ τῶν ἐξ Ἰακὼβ τῇ κατὰ τὸ κρεῖττον τῶν ἐν τῷ ἀν θρώπῳ πολιτείᾳ μαρτυρουμένων· ἕως πληθυνθέντες οἱ υἱοὶ Ἰσραήλ, χυδαῖοι ἐγένοντο· οὐκοῦν δεόντως τῇ τοῦ θείου μέρους ἐπικρατείᾳ ὁσίως τε καὶ τοῖς ἱεροῖς λόγοις ἀκολούθως, Θεὸν τὸν ὅλον Χριστὸν ὀνομάζου μεν· μάλιστα δὲ ὅτι καὶ τὸ ἰδικώτατον Θεοῦ γνω ριστήριον ἐν τῷ κατ' αὐτὸν ὅλῳ, καὶ οὐκ ἐν τῷ ἑνὶ μόνον μέρει θεωροῦμεν, ὅπερ ἐστὶ τὸ ἀναμάρτητον ἔτι μὴν καὶ πᾶσαν θεοπρεπῆ πρᾶξιν ἐν αὐτῷ ὅλῳ γινώσκομεν. Τρίτον δὲ ὑμῖν φαμεν· Πῶς πάντων τῶν κυρίωνὀνομάτων, μάλιστα τῶν φερωνύμως κειμένων, ἰδικῷ τινι γνωρίσματι παρὰ τοὺς λοιποὺς τῶν ὁμοειδών καὶ ὑπεξηρημένῳ σημαινομένων, ἵνα οὕτως νοοῖτο κατ' αὐτὸ τὸ πρόσωπον ἰδικῶς οὗ ἐστιν ἡ κλῆσις τοῦ ὀνόματος, άνθρωποτόκον λέγειν τὴν Παρθένον τὴν τοῦ Θεοῦ Λόγου γενομένην Μητέρα βούλεσθε; Πᾶσα γὰρ καὶ ἑτέρα τεκοῦσα ἐν ἀνθρώποις γυνή, τῷ ὀνόματι τούτῳ προσαγορεύεται τε καὶ σημαίνεται. Οὐ γὰρ τοῦτο ἰδικῆς τινος, ἀλλὰ πάσης γυναικός ονομασία. Πῶς οὖν ἔσται κύριον τῆς Παρθένου; Ιδιάζειν γὰρ δεῖ τὰ τῶν ὑποστάσεων· καὶ πῶς τι αὐτὴν ἐκ τοῦ κοινοῦ προσαγορεύων ὀνόματος, ἰδικῶς σημαίνει, ὥσπερ είωθε τὰ καθέκαστον ὀνόματα δηλοῦν τὸν δεῖνα; Εἰ γὰρ καὶ ὡς ἐπίθετον ληφθείη, ἀλλ' ὡς ἰδικὸν
col. 1707–1708page 155 of 185
PG 86:1707ἐπίθετον ἀντιστρέφειν δεῖ πρὸς τὸ ὑποκείμενον τῶν ὀνομάτων· οὕτω γὰρ ἔχει καὶ ἐπὶ τῶν διωνύμων, δύο ονομάτων καθ᾽ ἐν προσώπου κυρίως τεταγμένων, ὡς ἥλιος ὁ καὶ ὑπερίων, καὶ διχομηνὶς ἡ σελήνη ε γάρ ἐστι καὶ ἐπὶ ἑτέρων τάδε τὰ ἐπίθετα ὡς κατά λαβεῖν. Σαφέστερον δὲ εἰπεῖν, τὸ ἀνθρωποτόκος καὶ Θεοτόκος, ὀνόματά εἰσιν ἐπίθετα προσώποις· τὰ δὲ ἐπίθετα, ἢ κοινά ἐστιν, ὡς φιλοπάτωρ ὁ Πτολεμαῖος, καὶ φιλάδελφος ἕτερος· καὶ γὰρ καὶ ἄλλοι τῶν ὁμοι δῶν αὐτοῖς γεγόνασι καὶ εἶεν φιλοπάτορες καὶ φύ ἀδελφοι, καὶ σχεδόν πάντες· ἡ ἰδικά ἐστιν, ὡς ἀμι τρογενής μόνος ὁ Ἀδάμ· καὶ τριχοσθενὴς ὁ Σαμψών μόνος, παρὰ τοὺς ὁμοφυείς πάντας· τὸ δὲ ἀνθρω Εpίποτόκος ἐπίθετον ὄνομα, ὡς μὲν ἰδικὸν οὐκ ἐν λέ γοιτο κατὰ τῆς ἀχράντου Παρθένου, μυρίων καὶ ἑτέρων οὐσῶν ἀνθρωποτόκων γυναικῶν δηλαδή· ὡς δὲ κοινὸν εἰ φῇ τις αὐτὸ καὶ κατ' αὐτῆς ὡς καὶ καθ' ἑτέρων, εἴπερ ἀληθῶς ἔσται κοινὸν, κατὰ τὸν αὐτὸν τρόπον ἐν πᾶσιν οἷς ἐπίκειται, δεῖ αὐτὸ ὀνομάζεσθε, καὶ τὸ αὐτὸ πρᾶγμα ὡσαύτως πάντη κατά πάν σημαίνειν· οὐ γὰρ συνώνυμα ἔσται τινὰ, μὴ κοινωνοῦντα τῷ τε ὀνόματι καὶ τῷ πράγματι τῷ αἰτίῳ τοῦ ὀνόματος. Η οὖν καὶ τὰς λοιπὰς γυναῖκας πάσας, ἀνθρωποτόκους σὺν αὐτῇ λεγομένας, καὶ αὐτὰς ἀνάγκη θεανθρώπους τινὰς τεκεῖν κατὰ Χριστὸν, ὥσπερ αὕτη ἀπὸ μέρους τε καὶ αὐτὰς, καὶ οὐκ ἐκ τοῦ ὅλου οὕτως ὀνομάζεσθαι, ἢ μηδὲ τήνδε σύνθεσ τινα τεκεῖν ἄνθρωπον, μηδὲ ἀπὸ μέρους· ἀλλ᾽ ἐκ τοῦ ὅλου οὕτως ονομάζεσθαι, ήγουν ἀνθρωποτύχον εἰ δὲ μηδὲ αὕτη· ἐξ ὅλου, μηδὲ ἐκεῖναι ἐκ μέρους εἴρηνται ἀνθρωποτόκοι· ἀλλ᾽ οὔτε αὕτη ψιλόν τέτο κεν ἄνθρωπον, οὔτε ἐκεῖναι σύνθεον πώποτε γεγεννήκασι, πῶς ἔσται ἐν αὐταῖς κοινῶς τὸ ἀνθρωποτόχο; ὄνομα κείμενον οὐκοῦν ἐπείπερ, μήτε ἰδικῶς τῇ ? Δεσποίνῃ, μηδὲ κοινῶς ὀνομάζεσθαι ήρμοσε τοῖς τὸ ὄνομα, ὡμολόγηται ὡς κατ' οὐδένα λόγον ἀνθρωποτόκος ἀληθῶς ἂν λέγοιτο ἡ ἁγία Θεοτόκος· αὐτῆς ἐν μόνον ἰδικῶς τὸ ὄνομα τὸ ἐκ μέρους οὐ κεκώλυται, πῶς ἢ πόθεν εἰς ὁμωνυμίαν τινὰ πρὸς ἑτέραν τῶν γυναικῶν οὐκ ἐκπιπτούσης, κατὰ τόδε ὡς ἐπὶ τοῦ ἀνθρωποτόκος ἐδείχθη. ᾿Αλλὰ καὶ τόδε γοῦν σκοπητέον ἔτι, ὡς εἰ τὰ τῶν προσώπων ὀνόματα ἰδικὴν ὑπόστασίν τινα τοὐδέ τι νος σημαίνοντα, οὐκ ἐκ κοινῶν τινων ὦ ἐστι καὶ ἐτέ ροις, ἀλλ᾽ ἐξ ἰδικῶν καὶ αὐτοῦ μόνου ὄντων, τοῦ ἀνα μαστοῦ προσώπου θέλει λαμβάνεσθαι· εἴπερ καὶ γυναῖκες λέγονται ἄπειροι, καὶ ἀνθρωποτόκοι ἀμέσ τρητοι, καὶ παρθένοι μυρίαι, πλεῖσται καὶ Μαρίας εἰσί· καὶ μόνον ἰδικώτατον καὶ κυριώτατον καὶ στ μαντικώτατόν ἐστι τῇ ἁγίᾳ ἀχράντῳ καὶ ἀειδίξω Παρθένῳ ὄνομα τὸ Θεοτόκος· ὅπερ καὶ ἀφ' ἑαυτῶν μάθοιεν οἱ ἀντιλέγοντες μὴ πρὸς ἔριν μόνην ἀπὸ εσκληκότες· εἰ γὰρ ἁπλῶς τὸ γυνὴ ἡ Παρθένος ή ἁγία ἀκούσειαν καὶ αὐτοὶ, οὔπω στηρίζονται ἐφ' ἐν τὸ δέ τι πρόσωπον τὴν φαντασίαν· εἰ δὲ τὸ Θεοτόκος ἐνηχηθείεν, ἄλλης οὐκ οὔσης τοιᾶσδε, εὐθὺς ἐπὶ τὴν Θεομήτορα ταύτην ἀποβλέπουσιν ἀναμφιβόλως, περὶ αὐτῆς πεπεισμένοι εἶναι τὸ λεγόμενον· καὶ οὕτω
col. 1709–1710page 156 of 185
PG 86:1709μὲν τάδε· πῶς δὲ καὶ αὐτοὶ ἀνθρωποτόκον ἐκ μέ. ρου; αὐτὴν λέγειν βούλονται, εἰπάτωσαν. Εἰ μηδὲ Θεοτόκος ἐκ μέρους ὄντως, ὅπουγε τὰ λόγια καὶ ψυχὴν μόνον τὸν ἄνθρωπον, καὶ σάρκα μόνως εκά λεσαν· καὶ ἡ κοινὴ δὲ πάντων χρῆσις, ἕως τοῦ νῦν μήτε ἀνθρωποτόκος, μήτε Θεοτόκος ἐκ μέρους λέ γοιτο, ἄτοκος ἢ ἀνώνυμος ἔσται κατά γε τὸ ὄνομα τὸ φυσικὸν τοῦ τεχθέντος ἐξ αὐτῆς· τὸ γὰρ Χριστὸς, προσωπικὸν, καὶ οὐ φυσικὸν, οὐδὲ τοῦ εἴδους ὄνομά ἐστιν, ἵνα λέγοιτο Χριστοτόκος, ἀλλὰ τοῦ προσώπου, ὡς εἰ καὶ Ἰαννοτόκος ή Ελισάβετ λέγοιτο, ὅπερ οὐ νῦν ἐστι τὸ ζητούμενον ἡμῖν, ἀλλ' ὅπως ἂν ἐκ τῆς φύσεως τοῦ τεχθέντος λέγοιτο. Εἰ δὲ καὶ πρὸς τάδε τις εἴποι ὅτι καὶ Θεοτόκος κοινόν τι ὄνομα ἀπὸ φύσεως τοῦ τεχθέντος ἐπικείμενον καὶ τῷ Πατρὶ καὶ τῇ Μητρὶ τοῦ Κυρίου ἐστὶ, καὶ δέον ἢ ἐν ἀμφοῖν ὁμοίαν θεωρεῖσθαι γέννησιν αὐτοῦ, ἢ τῇ κυριωτέρα προσκυρωθῆναι τὸ ὄνομα ἐπεὶ οὖν μόνον τε Θεὸν καὶ εἰς τὸ εἶναι, εἰ καὶ ἀχρόνως, καὶ ἀεὶ προάγει ὁ Πατήρ τὸν Υἱόν, πῶς οὐ μᾶλλον αὐτὸς ἰδικῶς ἂν λέγοιτο Θεοτόκος μόνος, κοινῶς δὲ οὐδεὶς σὺν αὐτῷ; ἀλλ᾽ εἴδηλον ὡς οὐ δύο ναται ἐκ τῆς οὐσίας ὁ Πατήρ λέγεσθαι τοκεύς· οὐ γὰρ οὐσίαν ἑτέραν ἀριθμῷ ἑτέρα ἔτεκε θεία· τρι θείας γὰρ τόδε· ἀλλὰ τῶν τῆς αὐτῆς ὄντων οὐσίας μιας διαφόρων ἰδιωμάτων θάτερον θατέρου αἴτιον ἐν αὐτῇ· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῆς οὐσίας Δαβίδ, τοῦτο αἴτιον τοῦ μουσικοῦ αὐτοῦ ἰδιώματος, οὐ μὴν ἑτέρας οὐσίας μουσικῆς ᾗ ὡς οὐσία· καὶ γὰρ ς καὶ τῶν ἁμούσων οὐσία ἐστίν. Εἴ ποτε οὖν ἢ ἀνθρωποτόκον ἢ καὶ Χριστοτόκον εἴπητε, ὅσον οὔπω τῆς ἀσεβείας ὑφήσαντες, οὐδὲ οὕτως ἐροῦμεν ὡς ἰδιω τάτην ὀνόματι σημαίνετε· τῶν γὰρ κατὰ τὴν Ἰσραὴλδιὰ τοῦ αἰσθητου μύρου χριομένων βασιλέων τε καὶ ἱερέων λεγομένων πλείστων χριστῶν, καὶ τῶν διὰ τῆς θείας ενεργείας χριομένων προφητῶν καὶ τῆς θείας προχειρίσεως, οἷον Κῦρος ὁ Περσῶν βασιλεύς, οἷς πλείους εἰσὶ μητέρες, οὐ διακριθήσεται οὐδ' οὕτως· πάσαις γὰρ τῷ αὐτῷ ἐπιθέτῳ ονόματι, μία, τε καὶ κοινὴ ἔσται κλῆσις σὺν αὐτῇ. Συνθέτου γὰρ πράγματος ἔκ τε χρίσεως καὶ χριομένου ἔστι δηλω τικὸν ὄνομα τὸ Χριστός· οὐ μὴν οἵας ἐστὶ φύσεως ἢ τὸ χρίσμα ἢ τὸ χρισθέν· οὐκοῦν οὐδὲ οὕτως αὐτὴν ἐξονομάζειν ἔστιν εἴ τῳ κυρίῳ καὶ ἰδίῳ αὐτῆς ὀνό ματι, τῶν τε συνωνύμων καὶ ὁμωνύμων αὐτὴν δια κρίνειν βουληθείημεν. 'Αναγκαίως οὖν ἐκ τοῦ προσ όντος αὐτῇ ἀληθῶς καὶ μόνως παρὰ τὰς λοιπάς πάσας γυναῖκας ὀνομαστέον τὴν ἄχραντον παρθένον· τοῦτο δέ ἐστι τὸ, Θεὸν φύσει ὄντα τεκεῖν ἀψευ δῶς γεννήσει οὐ φυσικῇ οὔσῃ Θεοῦ ἀλλ᾽ ἐπιτηδευτῇ. Διὸ δὴ καὶ Θεοτόκος ἡ Παρθένος ἀληθῶς ἤδε ἐπὶ τούτοις φαμὲν, ὅτι εἷς ὁ τόκος οὐκ ἐκ σπορᾶς, οὐ κατὰ φύσιν, οὐχ ὅμοιός τινι τῶν ἀνθρώπων, ἀλλὰ θεῖος διὰ τῆς ἀῤῥαγοὺς μήτρας παρθενικῶς ἐδείχθη πῶς οὐ κυρίως Θεοτόκος καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς ἀποτάξεως λέγοιτο; Ἐπὶ τούτοις δὲ λεγέσθω ἡμῖν καὶ
col. 1711–1712page 157 of 185
PG 86:1711τοῦ κατὰ τοὺς παῖδας, ἡ τῶν ἐπιθέτων ὀνομασία προσ γέγονεν· οὕτως γὰρ κλυτόπαιδα, καὶ ἀνακτόκον, καὶ καλλίγονόν φαμεν τήνδε· καί το: οὐκ ἐξ ἀρχῆς τῷ βρέφει τῆς ἀρετῆς ἢ τῆς ἀξίας ἐνεργείας συμ προελθούσης, ἀλλ᾽ ὕστερον ἐμφανισθείσης, καὶ τοῖς γονεῦσι τὴν ὀνομασίαν προσαγαγούσης· ἐπεὶ οὖν καὶ ἡμεῖς, εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· τοῦ μὲν ἐν αὐτῷ Λόγου Θεοῦ κατὰ φύσιν ὄντος, τῆς δὲ κατὰ φύσιν σαρκός μετὰ τὴν ἀνάστασιν αὐτῆς θεωθείσης εἰς τὸ παντελὲς· οὐκ ἔχοντες οὐδὲ ἐκ μέρους, οὐδὲ κατὰ λόγον τινὰ, τὶ τῶν αὐτοῦ ἢ περὶ αὐτῶν γυμνὸν κατανοῆσαι θεότητος· χαρισθέντος καὶ τῷ μὴ κατὰ φύσιν ἐν αὐτῷ θείῳ τοῦ ὀνόματος τοῦ ὑπὲρ πᾶν ὄνομα Κυρίου τε καὶ Θεοῦ γενομένου Ἰησοῦ τούτου ἐν Ἰουδαῖοι ἐσταύρωσαν· ἐξ ἀνάγκης οὐκέτι καὶ ἀνθρωποτόκον μητέρα, ἀλλὰ Θεοτόκον Μητέρα μόνον ὀνομάζομέν τε καὶ προσκυνοῦμεν τὴν πάνσεπτον· τοῦ γὰρ ἐξ αὐτῆς προελθόντος,τὸ μέν τοι κατ' οὐσίαν, τὸ δὲ κατὰ μετὰ ουσίαν θεῖον εἰδότες, ὅλον αὐτὸν Θεὸν τέλειον δοξά ζομεν καὶ προσκυνοῦμεν· εἰ καὶ γινώσκομεν σεσώ σθαι τὸ ἐξ ἀνθρωπότητος θεωθὲν ἐν τῷ τεχθέντι ὑπ' αὐτῆς Χριστῷ, καὶ τὸ ἀφράστως σαρκωθέν· κρειτ τώσει γὰρ καὶ οὐκ ἀναιρέσει τόδε τεθέωται· καὶ εὐδοκία οὐ τροπὴ τὸ ἕτερον σεσάρκωται. ὅτι πολλάκις πολλοῖς τῶν γεννητόρων, ἐκ τοῦ τέλους Εἰ δὲ, φασὶν, ὡσεὶ καὶ ἐκ μέρους τινὰ λέγοιντο όνο ματα; ἀλλ' ἡμεῖς Θεὸν οὐχ ὡς ἐκ μέρους τὸν Χρι στὸν ὀνομάζομεν· εἰ γὰρ καὶ μέρος λέγεται Χριστοῦ ἡ θεότης πρὸς σαφήνειαν τῆς συνθέσεως αὐτοῦ, ἀλλὰ παντὸς μέρους καὶ ὅλου νοεῖται αὐτῆς τελειότερος ὁ Λόγος· οὐ γὰρ τὸν Λόγον ἥττονα Χριστοῦ φαμεν, ἀλλ᾽ ἁπλούστερον· 8 γάρ τι μέρος λεγόμενον τοῦ τε σὺν αὐτῷ συγκειμένου μέρους, αὐτῆς πρὸς ἑαυτὸ ἑνώσεως τοῦδε καὶ τοῦ τῆς συνθέσεως αὐτοῦ τρόπου, αἴτιόν τε καὶ συνεκτικὸν καὶ κυριεῦον θεωρεῖτα καὶ ἄγον τὸ οἰκεῖον ὅλον μᾶλλον ἢ ἀγόμενον, ὡς μέσ ρος ὑπὸ τοῦ οἰκείου ὅλου, ὡς φύσις τοῖς ἄλλοις συν θέτοις· πῶς οὐ κυρίως καὶ κατὰ ἀλήθειαν μᾶλλον τοῦ τε ἑτέρου μέρους καὶ τοῦ κατ' αὐτὸ ὡς ὅλου νοουμένου, τὴν ὀνομασίαν τοῦ προσώπου, καὶ τοῦ ὑφεστῶτος περὶ αὐτὸ παντὸς συγκρίματος ἐξ ἑαυτοῦ ποιήσοιτο; ἔσχατον δὲ ὑμῖν καὶ τόδε λεκτέον, ὡς εἰ Χριστὸν ὀνομάζοντες αὐτὸν τὸν Κύριον καὶ Θεὸν ἴστε σημαίνεσθαι, καὶ οὐδὲν ἧττον εἰς θεότητα διὰ θα τέρου τῶν ὀνομάτων περὶ αὐτοῦ λογίζεσθε, τί δυσχεραίνετε ἐπὶ τῇ Θεοτόκος φωνῇ, ἀντὶ τῆς Χριστοτό κου; καὶ ὡς ἐκ τοῦ ὅλου μᾶλλον Χριστοτόκον ἀπο καλεῖν βούλεσθε; Εἰ γὰρ ταυτὸν Χριστὸς τῷ Θεῷ, καὶ ἡ Χριστοτόκος τῇ Θεοτόκῳ ὀνομασίᾳ· εἰ δὲ ἔτε ρόν τι ἴστε Θεὸν παρὰ τὸ Χριστὸν, πρώτην ὑμῶν ταύτην τὴν βλασφημίαν ὁμολογεῖτε· καὶ οὐ περὶ τῆς δευτέρας λοιπὸν ὡς πάντη ἀπίστοις ἅπαξ καὶ ἀσε βέσιν Ιουδαίοις, Χριστιανικῶς προσδιαλεγόμεθα ἀλλ' ἐπεὶ ταῦτα σὺν Θεῷ καλῶς ὑμῖν ὡμολόγηται καὶ ἀποδέδεικται, ὅσιον καὶ δίκαιον καὶ ἀληθινὸν Θεοτόκον ὄντως τὴν ἁγίαν Παρθένον Μαρίαν ἐν οὐρα
col. 1713–1714page 158 of 185
PG 86:1713νοῖς ὑμνεῖσθαι, καὶ ἐπὶ γῆς προσκυνεῖσθαι, σώφρονι λογισμῷ καὶ ἀμωλύντῳ διανοίᾳ χείλεσί τε άγνοῖς καὶ ὑπὸ πάντων μακαριζομένην, νῦν δὲ καὶ εἰς πά σας τὰς γενεὰς τῶν αἰώνων. Αμήν. Ταῦτα μὲν οὖν παρ' ἡμῶν πρὸς ὑμᾶς τὴν ἀληθῆ τε καὶ πρέπουσαν ιδικωτάτην ονομασίαν τῆς ἁγίας Παρθένου Θεοτό και παραιτουμένους. ΚΕΦΑΛ. ΛΗ. "Οτι οὐδὲ Θεὸς ὁ Χριστὸς εἰκότως ὀνομάζεται, τολμῶσι κατασκευάζειν. Θεὸς ἦν ὁ Λόγος· γέγονεν ἄνθρωπος· εἰ Θεοτόκος † Παρθένος, δῆλον ὅτι οὗ ἦν ὁ Λόγος, ἔστι Μήτηρ ἡ Παρθένος, οὐχὶ οὗ γέγονεν· εἰ δὲ διὰ τὸν ἄνθρωπον ἔχει μητέρα, τοῦ ἀνθρώπου Μητέρα μὴ ἔχοντος, ούτ δὲ ἄρα ὁ Λόγος δύναται ἔχειν μητέρα. ᾿Αλλὰ καὶ οὗ ἦν καὶ γέγονεν ὁ Λόγος, ἔστι μήτηρ ἡ Παρθένος καὶ ἅμα μὲν, ἀλλ᾽ οὐχ ὁμοίως· τοῦ μὲν γὰρ Λόγου, ὡς ἐξ αὐτῆς ἐναρξαμένου σαρκώσεως· τῆς δὲ σαρκός, ὡς ἐξ αὐτῆς ἐναρξαμένης ὑπάρξεως. ΚΕΦΑΛ. ΑΘ. Κατὰ μὲν τὸν προφήτην, τὸ Ἐμμανουὴλ ὄνομα, σημείον ἐστὶν ὄνομα τοῦ ἐκ τῆς Παρθένου τῷ οἴκῳ Δαβὶδ τικτομένου τε καὶ διδομένου· κατὰ δὲ τὸν Αἰσ γύπτιον, τοῦ δοτῆρος τοῦ σημείου Θεοῦ ἐστι τὸ ὄνο μα τὸ Ἐμμανουήλ. Αλλ᾿ οὐ σημεῖόν ἐστιν ὁ Ἐμμα νουήλ· ὄνομα γάρ ἐστι ὑποστάσεώς τινος σημαντικὸν, καθ᾿ ἣν μεθ᾿ ἡμῶν τῶν ἀνθρώπων Θεός γέγονε πῶς δὲ γέγονεν μεθ' ἡμῶν, ἢ δῆλον ὡς καὶ πρώην διειστήκει ἡμῶν; διέστηκε δὲ ἡμῶν Θεός, οὐκ ἐνερ γείᾳ, οὐ σχέσει, οὐ τόπῳ πώποτε· φύσει ἄρα, ὥστε καὶ φύσει τῇ ἡμετέρᾳ νῦν ἤνωται τὴν φύσιν, καὶ ἔστιν ὄντως μεθ᾿ ἡμῶν· σημεῖον δὲ οὐ γέγονεν μεθ' ἡμῶν· ἀλλ᾽ εἴγε καὶ ἄρα ἐν ἡμῖν τις εἴποι, οὐ μεθ' ἡμῶν τὸ σημεῖον· τοῦ δὲ Ἐμμανού, τὸ μεθ' ἡμῶν ὡμολογημένως σημαίνοντος κατὰ Ἑβραίους, τὸ ἢλ, ποῦ ποτε ἀκήκοαν σημεῖον σημαίνειν, καὶ οὐ τὸν Θεὸν σαφῶς λέγειν; ΚΕΦΑΛ. Μ. Τῶν τικτομένων ἡ φύσις, θετοῖς ὀνόμασιν οὐδα μου παραδηλοῦται· τὰ γὰρ θετὰ ὀνόματα, τῶν τῇ φύσει συμβαινόντων ἔστι σημαντικά· τοιοῦτον δὲ καὶ τὸ Ἐμμανουὴλ ὄνομα, ἅτε θετὸν ὄνομα. Οὐ τὴν φύσιν οὖν δηλοῖ τοῦ λαβόντος, τοῦ Ἐμμανουὴλ ή κλῆσις κατὰ τὸν Αἰγύπτιον· ἀλλὰ Θεοῦ τὴν συμμαχίαν εἶναι, μετὰ τῶν εἰληφότων τὸ Ἐμμανουὴλ εἰς σημεῖον ἐκείνης. Αλλ' οὐδὲν ἕτερον ὄνομα ἰδικὸν ὅ φασί τινες καὶ Κύριον ήγουν τὸ καθ' ὑποστάσεως ἑνὸς προσώπου κείμενον, φύσεως ἐστι δηλωτικὸν ἁπλῶς οὔτε γὰρ ὁριστικῶς, ἀλλ᾽ οὐδὲ σημαντικῶς, ὡς τὰ κοινὰ καὶ προσηγορικά τισὶ λεγόμενα ονόματα, ἐπὶ τὴν οὐσίαν ἀναπέμπει τὴν ἔννοιαν· ἀλλ᾽ οὐδὲ τὸ οπωσοῦν κατὰ πλειόνων· ξάνθον γὰρ ἵππον τινὰ καὶ ποταμὸν καὶ ἄνθρωπον, ἔστι φαντασθῆναι ἀκούσαντας· τῶν οὖν προσωπικῶν ὀνομάτων ἀεὶ θετοῖς τισι καὶ συμβεβηκόσι ταῖς οὐσίαις δηλούντων τὰς ὑπου στάσεις, ἄρα γε καὶ τὸ Ἐμμανουήλ, κατά προσώπου κείμενόν ἐστι, καθ᾿ ὃ πρόσωπον συμβέβηκεν ἡμῖν κοινωνίαν ἔχειν πρὸς Θεόν· εἴπερ μεσίτης Θεοῦ καὶ
col. 1715–1716page 159 of 185
PG 86:1715ἀνθρώπων οὗτός ἐστιν· εἰ δὲ τὸ ὄνομα κατὰ τῆς συμμαχίας ἐστὶ κείμενον, καὶ τὸ ὀνομαστὸν ἡ συμ μαχία ἐστὶ τὸ καὶ ὑποκείμενον τοῦ Ἐμμανουήλ ἄρα οὖν, εἰ ὁ τέξεται ἡ Παρθένος, τοῦτο καλέσουσ τὸ ὄνομα Εμμανουὴλ κατὰ τὸν προφήτην, συμμετ χίαν ἔτεκε καὶ οὐ φύσιν, οὐχ ὑπόστασιν ἡ ἐν γαστρ συλλαβοῦσα κόρη· εἰ δὲ τόδε ἄτοπον διὰ τῆς σημα σίας ὀνομαστικῶς σημαινομένην, τινὰ αὐθυπόστατον ὕπαρξιν νοήσομεν. ΚΕΦΑΛ. ΜΑ'. Εἰ διὰ τοῦτο Θεοτόκος ἡ Παρθένος, ὅτι τὸν ἅλη. θινὸν Θεὸν ἐγέννησε, καὶ ὁ ἀληθινὸς ἄρα Θεός, διὰ τοῦτο ἀληθινὸς Θεὸῖ, ἐπειδὴ παρθενογέννητος. Αλ οὐκ εἴ τι παρωνύμως ή φερωνύμως ώνομασμένον ἀναγκαίως ἔχει ἀληθῆ προωμολογημένην τὴν μέθο " εξιν ή σύμβασιν τοῦ ὀνοματιστικοῦ αἰτίου, διὰ τοῦτο ρωνύμως, οὔτε ἀφ' ἑτέρου· ἐκ γὰρ τῆς ἰδίας ἐστὶ καὶ εἰ καθ᾽ αὐτὸ ἢ πρὸς ἕτερόν τι ἔχοι κείμενον ενα μὰ τὸ ἀφ' οὗ ἡ μέθεξις, ἢ ἡ παρωνυμία πρὸς αὐτ τὸ μετέχον ἢ παρωνομασθέν, ἀναγκαῖον τῷ καθ᾿ αὐτὸ ὀνόματι, ἢ τῷ πρὸς ἕτερον κειμένῳ, πολύ τ ἀλλαχόθεν ειλημμένον ὄνομα ἀντιστρέφειν· οὐ γὰρ ἐπεὶ ὁ φιλῶν τὴν δικαιοσύνην, ὄντως φιλοδίκαιος ονομάζεται, διὰ τοῦτο ὡσαύτως καὶ ἡ δικαιοσύνη, ἐκ τοῦδε δικαιοσύνη λέγοιτο, διότι φιλεῖται ὑπὸ τοῦ ἀν θρώπου· καὶ γὰρ καὶ ἡ ἀδικία ὑπὸ ἀνθρώπου φιλεῖται· ἄλλῳ οὖν λόγῳ δίκαιον τὸ δίκαιον, καὶ καθ' αὐτὸ καὶ ἰδιαζόντως· καὶ ἄλλῳ ὁ φιλοδίκαιος, ὁ πρός τί πως ἔχων, ἤγουν πρὸς τὸ δίκαιον· Θεοτόκος οὖν ὡς Θεὸν τεκοῦσα φερωνύμως· Θεὸς δὲ οὔτε φε φύσεως αὐτῷ ὄνομα. ΚΕΦΑΛ. ΜΒ'. Εἰ κατὰ τὴν εἰς σάρκα τροπὴν γέγονε σαρξ ὁ Λό γος, δῆλον ὅτι ὁ Λόγος ἔχει Δημιουργὸν καὶ Μητέρα εἰ δὲ χωρὶς τροπῆς γέγονε σάρξ ὁ Λόγος, πῶς μή τρεπόμενος ὁ Λόγος, ὡς τρεπόμενος πράττεται καὶ τίκτεται; Τίκτεται μέν τινι γεννήσει, οὐ μεταπλάτα τόμενος δὲ, ἀλλ' οὐδὲ ἁπλῶς μένω, γυμνός, οὐδὲ εἰς τὸ εἶναι· οὐδὲ μένων εἰς τὸ ὡσαύτως πάντη υπου γράφεσθαι, ἀλλὰ μετὰ σαρκός· καὶ εἰς τὸ τοιῶσδε εἶναι τὸ λοιπὸν ἄλλοιωθέντα πως τὴν ὑπόστασιν, ὡς τολμήσας ἐρῶ, οὐ τροπῇ τῶν ἰδιωμάτων τοῦ Λόγου. ὥσπερ οὐδὲ τῶν ὡς Θεοῦ· ἀλλ᾽ ὑποδοχῇ καὶ συμπαραλήψει ἑτέρων τῶν Ἰησοῦ ἰδιωμάτων, καὶ τῶν ὡς ἀνθρώπου, κατὰ μίαν τὴν αὐτὴν ὑπόστασιν τοῦ Αὐ γου αὐτοῦ ἐπαυξηθεῖσαν καὶ πλεονάσασα, φυσικοῖς τε καὶ ὑποστατικοῖς ἰδιώμασιν, ὑπὲρ πάντα τὰ ἑκα τέρωθεν αὐτῇ ὁμοούσια πρόσωπα· καὶ πλάττεται οὖν, οὐδαμῶς δὲ ὡς Λόγος, ἀλλ' ὡς καὶ Χριστὸς ὁ Λόγος· καὶ τοῦτο κατά τι μέρος αὐτοῦ, ἔχουν κατά τὴν σάρκα μόνον. ΚΕΦΑΛ. ΜΓ. Τὰ μὴ τῆς θεότητος τοῦ Λόγου, ταῦτα οὐδὲ τοῦ Λόγου· πῶς τοίνυν ὁ Αἰγύπτιος, δευτέραν ἀρχὴν γεννήσεως τῇ μὲν τοῦ Λόγου θεότητι οὐ δίδωσι, τῷ δὲ Θεῷ λόγῳ δίδωσιν; Η γὰρ ὑπόστασις αὐτοῦ καθ' ἦν καὶ Λόγος Θεὸς ὢν τὴν φύσιν νοεῖται, δευτέραν ἔχει ἀρχὴν, οὐκ ἔτι ἁπλὴ καὶ μονοφυὴς ἐν ταῖς θείοις προσώποις νοουμένη, ἀλλὰ σύνθετος καὶ διφυής και
col. 1717–1718page 160 of 185
PG 86:1717προσκυνουμένη ὡς Χριστοῦ τοῦ σεσαρκωμένου, ἀν θρωπίνως θείου Λόγου. ΚΕΦΑΛ. ΜΔ΄. Τὸ Θεὸν Λόγον χωρίσας ὁ Αἰγύπτιος τῆς θεότητος, αὐτὸν μὲν ἐκ τῆς Παρθένου δογματίζει σαρκικῶς τικτόμενον· τὴν δὲ αὐτοῦ θεότητα ὑποβάλλειν τῇ αὐ τῇ σαρκικῇ γεννήσει, ᾗ ὑπέβαλε τὸν Θεὸν Λόγον, ἐσχάτης εἶναι μανίας λέγει. Οὐχ ἁπλῶς γὰρ γεννήσει ἀλλὰ σαρκικῇ, τουτέστι ρευστῶς καὶ εἰς τὸ εἶναι όλως προαγούσῃ τι οὐχ ὑποβλητέον Θεόν. ΚΕΦΑΛ. ΜΕ'. Εἰ τῇ θεότητι Θεὸς ὁ Λόγος, καὶ τῇ ἀνθρωπότητι ἄνθρωπος ὁ Λόγος, πῶς ὅ ἐστι τῇ σαρκὶ οὐ τίκτεται ὁ Λόγος, ἀλλ' ὅ ἐστι τῇ θεότητι; δογματίζει γὰρ τὸ Θεοτόκος ὁ Αἰγύπτιος, καὶ τοὺς λέγοντας τὸ ἀνθρωποτόκος ἀναθεματίζει. Καὶ ὅ ἐστι σαρκί τίκτεται ὁ Λόγος· ἀλλ' ἡ τεκοῦσα οὐ δύναται θατέρῳ τῶνδε, ήγουν τῷ χείρονι τῶν ὀνομάτων, ἰδικῶς ὀνομάζεσθαι· ἔστι γὰρ κοινὸν ὄνομα τόδε πάσαις ἀνῆκον γυναιξὶ, καὶ κατὰ τόδε πάσαις συνεμπίπτουσα. ΚΕΦΑΛ. ΜΟ'. Τὴν τοῦ νόμου διάταξιν περὶ τοῦ καθαρισμοῦ τῶν τικτομένων ἣν ἐπλήρωσεν ἡ Παρθένος ἀνάγνωθι, καὶ μάθε. Θεὸν ἐκαθάρισεν ὁ νόμος κελεύων & ἔφη, καὶ ἡ Παρθένος πληροῦσα αὐτά; ἢ ἄνθρωπον; ἐὰν γὰρ σπερματισθῇ γυνή, φησὶν ὁ νόμος, καὶ τέκῃ ἄρσεν, ἔστω ἀκάθαρτος ἑπτὰ ἡμέρας τῆς ἀφέδρου τοῦ αἰ ματος αὐτῆς, καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας και θιεῖται ἐν τῷ αἵματι αὐτῆς τῷ καθαρῷ· αὕτη παν τὰς ἁγίου οὐχ ἅπτεται· καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι τῆς και θάρσεως αὐτῆς· καὶ ὅταν πληρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως αὐτῆς, οἴσει ἀμνὸν ἄμωμον ἢ δύο νεοσσούς περιστερᾶς εἰς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ποιήσει ὁ ἱερεὺς τὸ μὲν περὶ ἁμαρ τίας, τὸ δὲ εἰς ὁλοκαύτωσιν· καὶ καθαρίσει αὐτὴνἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς· καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὸ ἅγιον· ὅτι δὲ ἐπλήρωσεν ἡ Παρ θένος ταύτην τὴν διάταξιν, μαρτυρεῖ Λουκᾶς ὁ εὐαγ γελιστὴς λέγων· Καὶ πληρώσαντες, φησί, τὰς ἡμέρας τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήνεγκαν αὐτὸν εἰς τὸ ἱε ρὸν παραστῆσαι αὐτὸν τῷ Κυρίῳ, καὶ τοῦ δοῦναι δύο νεοσσοὺς περιστερῶν. Πολλὰ ἀσεβῆ τῇ ἀπορίᾳ τῇδε ἕπεται· εἰ γὰρ μὴ τύποι τινῶν πνευματικῶν οἱ και μικοὶ τῆς σαρκὸς καθαρισμοὶ καὶ ἑτέροις ἐπικείμενοι, οὐ γὰρ Χριστῷ, ἄχρι τῆς παρουσίας αὐτοῦ τοῦ ἀληθινοῦ καθαρτηρίου τῶν ὅλων Χριστοῦ· ἄρα γε καὶ αὐτὸν καθάραντες τὸν ποιησάμενον τὸν και θαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν Χριστὸν καὶ ἰσχυρότερον καὶ ἁγιώτερον παριστῶσι Χριστοῦ τὸν νόμον, τοῦ τὸν νόμον τῶν ἐντολῶν καταργήσαντος· τί οὖν ἔδει καταργῆσαι ἐλθόντα αὐτὸν τὸν νόμον; καί τοι διὰ τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμψεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· καὶ οὐ μόνον καθῄρησεν, ἀλλὰ καὶ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐ τοῦ· ἔχων οὖν τὴν ἰσχὺν τοῦ παντὸς καθαρισμού ἐν τῇ σαρκὶ αὐτοῦ τῇ θεοπλόκῳ Χριστός, πληροί
col. 1719–1720page 161 of 185
PG 86:1719πάντα τὰ τοῦ νόμου δικαιώματα σαρκικῶς, ἵνα την αὐτοῦ οἰκονομίαν, ποιεῖ τάδε· καὶ δεῖξαι ἐκ τῆς ἀσθενούσης αὐτὸν ἐκπληρῶσαι, πάσης σαρκικής ξαμένης. φύσιν τῆς σαρκός, τῆς νομικής κατακρίσεως και κατάρας ελευθερώσῃ, καὶ ἀξίαν αὐτὴν ἀποδείξῃ τῆς πνευματικῆς διαβιώσεως ἣν αὐτῇ χαρίσασθαι προσ ἔθετο· εἰ δὲ ἐπιδεῆς ὡς ἀνθρώπου τόχος τούτων ἦν, καὶ περιτομῆς ἄρα, καὶ βαπτίσματος μετανοίας τοῦ Ἰωάννου, καὶ τῶν λοιπῶν· εἰ οὖν ἐδεῖτο τοῦ τῆς μετανοίας ὄντως βαπτισμοῦ, πάντως ὡς ἁμαρ τωλός· οὐ γὰρ δικαίων ἐπαινετῶν ἐστιν ἡ μετάνοια εἰ δὲ καὶ μὴ χρήζων τελεῖ τινα Χριστὸς, δῆλον ὡς πρὸς τὸ πᾶσαν δικαιοσύνην πληρῶσαι τὴν κατὰ σάρκα τοῦ νόμου πληρώσεως αὐτῆς τὴν ἑαυτοῦ θεότητα, φύσεως, μόνης δὲ θείας ουσίας αὐτὸν καταπρα ΚΕΦΑΛ. ΜΖ. Πανταχοῦ ἡ σύλληψις καὶ ὁ τόκος τὸν οὐκ ὄντα ἄγει εἰς γέννησιν· ἀλλ᾽ εἰ κατὰ τὸν Αἰγύπτιον, οὐ τὸν ἄνθρωπον ἐγέννησεν ἡ Παρθένος, ἀλλὰ τὸν ἀληθινὸν Θεόν, δῆλον ὅτι τὸν οὐκ ὄντα ἐγέννησε· καὶ εἰ ὁ νεόπλαστος καὶ νεοτόκος καὶ νεόκλητος ὁ αὐτὸς οὗτος καὶ Θεὸς, ἐξ ἀνάγκης καὶ νέος Θεός· καὶ ἡ μὲν θε α Γραφὴ βοᾷ Μὴ ἔστω σοι Θεὸς πρόσφατος· ὁ δὲ Αἰ γύπτιος ἀντιβοᾷ, Εστω· καὶ τοὺς μὴ λέγοντας εἶναι Θεὸν πρόσφατον, ἀναθεματίζει. "Αρα οὖν ὁ λέγων οὖς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ἡμῖν, καὶ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα, καὶ ἡ δια θήκη ἡ ἐξ ὅρους Σινᾶ εἰς δουλείαν γεννῶσα, οὐκοντα ὅλως σημαίνει γεννηθῆναι τινας, ἢ ἑτέρως ὄντας, πρὸς τὸ ἑτέρως πως είναι γεννᾶσθαι· καὶ οὐ τῇ οὐσίᾳ, ἀλλὰ τῇ ἐπουσιώσει τοῦ πνεύματος δηλοί εἰ δὲ τοῦτο, δῆλον οὐ πᾶσα γέννησις ἁπλῶς, τὸν οὐκ ὄντα ἄγει εἰς τὸ εἶναι, ἀλλὰ καὶ εἰς τὸ πῶς εἶναι, γεννηθῆναι τινας δυνατόν. ΚΕΦΑΛ. ΜΗ'. Ο μὴ ὁμολογῶν τὴν Παρθένον Χριστοτόκον, ούτε τὸν Χριστὸν ὁμολογεῖ ὅπερ ἐστί· προοίμιον γὰρ τῶν περὶ Χριστοῦ λόγων, ἡ γέννησις ἡ ἐκ τῆς Παρθένου. 'Αλλ' οὐκ ἰδίως σημαντική προσηγορία τῆς Παρθένου ἁγίας, τὸ Χριστοτόκος· καὶ αἱ μητέρες γὰρ Δαβίδ καὶ Σαμουὴλ καὶ τῶν ἱερέων, χριστοτόκοι ὀρθῶς λέ γσιντο ἂν, καὶ αἱ τῶν προφητῶν πάντων, μάλιστα δὲ Ἱερεμίου· εἴρηται γὰρ αὐτῷ ὅτι ἡ Πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε·, Ιωάννης τε ἐν Και λία τῆς Ἐλισάβετ ἐσκίρτησεν ἀγαλλιώμενος τῷ Κυ ρίῳ· καὶ δῆλον ὅτι ἐν χρίσει καὶ μετοχῇ τοῦ ἁγια στικοῦ Πνεύματος ἦσαν, καὶ ἐν γαστρὶ ὄντες ἔτι οἶδε· χριστοὶ οὖν Κυρίου οἱ προφῆται ἀφ' οὗ ἐγί νοντο καὶ ἐτέκτοντο· Θεοτόκος δὲ μόνη ἰδίως ἐστὶν ἢ αὐτὸ τὸ Πνεῦμα ἐν αὐτῇ σκιασθὲν καὶ κατοικῆσαν, καὶ τῇ ἀπ᾿ αὐτῆς σαρκὶ συλληφθὲν εἰς ἑνὸς Υἱοῦ τοιοῦδε ὑπόστασιν ἔτεκε· τέτοκε γὰρ οὐχ ἡγιασμένον μόνον, ἀλλὰ καὶ ἁγιοποιοῦντα τὸ γεννηθὲν ἐξ αὐτῆς ἅγιον· διὸ καὶ οὐκ αὐτῆς μόνης, ἀλλὰ καὶ Θεοῦ Υἱὸς ἐκλήθη. ΚΕΦΑΛ. ΜΕΘ'. Θεοτόκον τὴν Μητέρα τοῦ Ἰησοῦ λέγειν ἡμεῖς οὐκ αὐθεντήσομεν, τῆς ἁγίας Γραφῆς οὐδαμοῦ αὐτὴν
col. 1721–1722page 162 of 185
PG 86:1721οὕτω προσαγορευούσης, αλλ' οὐδὲ τῶν τις Πατέρων ἀλλὰ κατὰ τὴν φωνὴν τοῦ ἀγγέλου λέγοντος τοῖς ποιμέσιν· Ἐτέχθη ὑμῖν σήμερον Χριστός Κύριος καὶ κατὰ τὸ εἰρημένον, ο Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ· ο καὶ τὸ Νῦν δέ με θέλετε ἀποκτεῖναι ἄν θρωπον ὅς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· ο άνθρωπο τόχον φύσει, καὶ ἀξία Χριστοτόκον αὐτήν φαμεν 8 μὴ παρελάβομεν οὐ νομοθετοῦντες προπετώς καθ' ὑμᾶς. Ἐὰν οὖν ὅτε μὲν διαρρήδην Θεὸν τὸν Χριστὸν κυριολεκτεῖ τὰ λόγια, ἐπεξηγεῖσθε καὶ μετεκλαμβά νετε αὐτολεξεί εἰρημένον, ὅτε δὲ ἀπὸ διανοήματος συνάγει συμπέρασμα, οὐκ αὐτολεξεί κείμενον, οἷον ἐπὶ τῆς Θεοτόκου, τότε κυριολεξίαν ἀπαιτεῖτε, δῆ λον ὡς παντὶ τρόπῳ μόνην τὴν ὀρθοδοξίαν δραπετεύ Στε εἰ γὰρ οὖν ὄντως ὁ μὴ κεῖται τοῖς λογίοις ῥητῶς οὐδὲ ὑμῖν ἐστι λεκτὸν, οὐδ᾽ ὅτι ἀῤῥεύστως ἐγέννησε τὸν Λόγον ὁ Πατὴρ, οὐδ' ὅτι ὁμοφυὲς Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, οὐδ᾽ ὅτι τὸ πῦρ ὁ Θεὸς ἔκτισεν, ἢ τὸν ἀέρα· οὐδ' ὅτι σκότος οὐκ ἔκτισεν, οὐδ᾽ ὅτι θνηταὶ τῶν ἀναίμων μυρμήκων καὶ καρκίνων καὶ σφηκῶν καὶ λοιπῶν αἱ ψυχαί, καὶ τὰ ἄλλα μυρία, ὦ οὗτοι· πλὴν ἵνα πάντα ὑμῖν ἀφῶμεν, καὶ αὐτοὶ ἀνθρωποτόκον ἢ Χριστοτόκον αὐτὴν θεσπιστι κῶς ἀποκαλοῦντες, ποῦ ἡμῖν δείξετε τοῦτο κείμενον ἐν τῇ ἁγίᾳ Γραφῇ περὶ τῆς ἁγίας Παρθένου; Εἰ δὲ οὐδαμοῦ, σαφῶς ὁ φεύγειν προσποιεῖσθε, διώκοντες κατελήφθητε· εἰ δὲ μηδὲ τούτῳ μηδὲ ἄλλῳ ὀνό ματι αὐτὴν προσαγορεύειν ἐπιτηδεύοιτε ἀπὸ τοῦ τόκου παρωνομασμένῳ, ἢ οὐδὲ νοοῦντές τι περὶ τοῦ τεχθέντος, καὶ πῶς περὶ ὧν οὐκ ἴστε δογματίζετε; Ο Η νοοῦντες μὲν, αἰδούμενοι δὲ τὰ οἰκεῖα φρονήματα διὰ τοῦ προφορικού λόγου θριαμβεῦσαι ἡμῖν, τοῦτο πάσχετε; Ἡμεῖς δὲ κατὰ τὸν ᾿Απόστολον, εὐχόμεθα σὺν Θεῷ παῤῥησιάζεσθαι ἐν τῷ Εὐαγγελίῳ, καθὼς δεῖ λαλῆσαι· οὐ γὰρ ἐπαισχυνόμεθα τῷ Εὐαγγελίῳ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστὶν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι. ΛΟΓΟΣ Ε. Πέμπτης αὐτῶν ἀσεβείας· ἔκφανσις, ἀναίδην την φυσικήν θεότητα αρνουμένων Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. ΚΕΦΑΓΑΙΟΝ Α'. Πότε οὖν, φασί, τὸ ὅλον ἴστε Χριστοῦ Θεόν; Εὐθὺς ἀπὸ τοῦ τόκου; ἢ μετὰ τὴν ἀνάστασιν; εἰ γὰρ ἀπὸ γεννήσεως εὐθὺς, καὶ ἀπαθῆ ἄρα καὶ ἀθάνατον ἀεὶ ὥστε τὸν Χριστόν; τίς οὖν ἔπαθε καὶ ἀπέθανε καὶ ἐτάφη καὶ τὰ λοιπὰ ἀνθρώπινα ὑπέστη; Εἰ μὴ φαν τασία ἦν τὰ λεγόμενα περὶ Χριστοῦ· εἰ δὲ οὐκ ἀπὸ τόκου ἦν τὸ ὅλον Χριστοῦ Θεὸς ἐξ ἀρχῆς, ἦν καθ' ὑμᾶς ὅτε οὐκ ἦν ὅλος Θεὸς ὁ Λόγος. ᾿Αλλὰ τὸ ὅλον
col. 1723–1724page 163 of 185
Liber V
PG 86:1723Χριστοῦ ἀεί τε Θεόν, διὰ τὸν ἐν αὐτῷ λόγον και ἄνθρωπον ἴσμεν· τοῦ δὲ ἁπλῶς Λόγου μόνον, Θεὸν ἀεὶ τὸ ὅλον ὡς λόγου· πότε δ' οὖν καὶ αὐτοὶ λαβεῖν τὸν Χριστὸν, ὅν φασιν ἄνθρωπον τὴν φύσιν, οἷονται δόξαν καὶ χάριν, υἱοθεσίαν τε καὶ ἀξίαν τῆς θείας τιμῆς καὶ ὄνομα τὸ ὑπὲρ πᾶν ἔνομα; Ταῦτα γὰρ ὁμολογοῦσιν ἐξ ἀρχῆς εὐθὺς ἀπὸ συλλήψεως αὐτῷ· καὶ τίς ἡ ὄνησις τῶνδε τῶν μεγάλων δι ρεῶν, οὐδὲ πάθους οὐδὲ ἀτιμίας οὐδὲ θανάτου αὐτὸν ἐξαιρουμένων; Καὶ εἰσέτι γὰρ εἴη παθητὸς, εἰ με δὲν πλέον ἐπεκτήσατο νῦν, ἡ ἑτέρῳ τινὶ καὶ δι' ἑτέ ρου παθών τότε, ἐλεύθερος γέγονε παθῶν. Τι; οὖν ὁ ὑπὲρ Χριστοῦ καὶ ἡμῶν παθών, λεγέτωσαν εἰ δὲ μετὰ τὴν ἀνάστασιν ταῦτα ἔσχεν, ἡ ἄρα ὅτι οὐκ ἦν, οὐδὲ ἐν τῇ κατὰ χάριν υἱοθεσίᾳ καὶ τιμή καὶ ἀξίᾳ ἦν φασι· καὶ τότε δὴ τότε παντοίως με λώτατον αὐτὸν ἀποφαίνουσιν ἄνθρωπον καθ' ἡμᾶς ἄρα οὖν οὐδὲ κατὰ τὴν οἰανοῦν οἰκείωσιν ἢ ἀναφορὰν τὰ εἰς αὐτὸν γινόμενα τότε, εἰς τὸν Λόγου ἀνατρέχουσι· καὶ πῶς τὸν Ἑαυτὸν ἐταπείνωσε μορ φὴν δούλου λαβών, ὁ Λόγος εἴρηται, καὶ αἰσχύνης θάνατον καταφρονήσας; Πῶς δὲ καὶ τὸ, «Εἰ γὰρ ἔγνωσαν,οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν; ο Καὶ πῶς τότε,τό, «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὑπὸ Πέτρου ὡμολογεῖτο;» Και, «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, ο ὑπὸ τοῦ Πατρὸς ἐμπρ τυρεῖτο; Αρα οὖν οὐδὲ αὐτοὶ ἐλεύθεροι τῆς ἰδίας ἀπορίας· ἡμεῖς δ᾽ οὖν φαμεν ὡς καὶ γενομένης ἐξ ἀρχῆς τῆς ἐν τῇ ἁγίᾳ τῆς Παρθένου μήτρας, του Λόγου καὶ τῆς σαρκὸς ὑποστατικῆς ἑνώσεως, ὅμως εὐδοκία ἦν αὐτοῦ τοῦ Λόγου συμπτωχεῦσαι ἐν πάσῃ τῇ διαβιώσει τῆς σαρκὸς, τὴν φυσικὴν αὐτοῦ μεγα λειότητα· ῖνα ὁ πάντα λόγῳ ποιῶν Λόγος, καὶ οὐχ άρπαγμῷ ἡ ἀδικίᾳ ἐν δίκῃ γε καὶ αὐτὸς διὰ πάσης τῆς ἀχράντου αὐτοῦ διαβιώσεως συνυψώσῃ τὴν ἐν ωθεῖσαν αὐτῷ ἀνθρωπότητα, μετὰ τὸν τῆς σαρκός θάνατον, τῆς πνευματικῆς ἀθανασίας καὶ ἀϊδίου τιμῆς καὶ μακαριότητος ἀπαρχομένην· τούτῳ του Χριστὸς δόξαν αἰτῶν παρὰ τοῦ Πατρὸς ἐκ προσ ώπου τῆς ἀνθρωπότητος αὐτοῦ, καὶ ἐκ προσώπου τοῦ Λόγου τοιαύτην εἶναι εἰπὼν οἷαν καὶ πρὸ κατα βολῆς κόσμου εἶχε, καὶ ἑαυτὸν ὁ ἔνδοξος ἅμα καὶ ἄδοξον ἀνακηρύττων, ήκουεν ὅτι ἐδόξασα ἤδη, τους ἐστι διὰ τῆς ἐκ Παρθένου παραδόξου γεννήσεως καὶ τῶν λοιπῶν θεοσημειῶν, καὶ πάλιν δοξάσω ήγουν διὰ τῆς μετὰ τὸν θάνατον ἀναστάσεως, καὶ ἀφθαρσίας, καὶ κόσμου κατακρατήσεως, καὶ τῆς κατὰ πάντων ἐξουσίας καὶ ὑπερυψώσεως, καὶ ἁπλῶς δι ὁμοίας θεώσεως, καὶ τῆς προκοσμίου δόξης τοῦ Λόγου τοῦ ἐν αὐτῷ. ΚΕΦΑΛ Β'. Αλλά φασι πάλιν· Καὶ πῶς εἰ ἐν Χριστῷ ὁ ζῶν Λόγος τοῦ Θεοῦ ἐστιν, εἴρηται τῷ ᾿Αποστόλῳ περὶ Χριστοῦ ὅτι καὶ ἀπέθανε καὶ ἐτάφη, καὶ ὅτι ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς; Ἡμῖν τε πῶς παραβάλλεται πάλιν ἐν τῷ, Εἰ γὰρ νεκροὶ οὐκ ἐγεί ρονται, οὐδὲ Χριστὸς ἐγήγερται; δῆλον γὰρ ὡς καὶ αὐτὸς νεκρός καθ' ἡμᾶς γενόμενος· καὶ τὰ λοιπὰ
col. 1725–1726page 164 of 185
PG 86:1725μαρτυρεῖται τάδε. Αλλ ἴσασι καὶ αὐτοὶ νῦν ἐκου σίως ἐπιλελησμένοι τῶν σφῶν διορισμῶν ὡς πολλάκις ἐκ τοῦ ὅλου τὸ μέρος καλεῖ ἡ ἁγία Γραφή· ὡς τὸν Ἐκεῖ ἔθαψαν ᾿Αβραάμ οὐ γὰρ δὴ καὶ ψυχὴν ᾿Αβραάμ, ἀλλὰ μόνον τὸ σῶμα· τάδε οὖν σαφῶς περὶ τοῦ ἀν θρωπίνου Χριστοῦ εἴρηται· ἐπεὶ πῶς ἔχει χώραν περὶ τοῦ αὐτοῦ λέγεσθαι καὶ τὸ Ἐν νεκροῖς ἐλεύθερος; πῶς τε εἰ καθ᾽ ὑμᾶς νεκρὸς γέγονεν ἀπαραλλάκτως, αὐτὸς ἤγειρε τὸν ἑαυτοῦ ναὸν ἐν τρισὶν ἡμέ ραις; ὁ καὶ σώματι καὶ ψυγῇ ὡς φασι πάντη άπρακτος γενόμενος, ὡς πᾶς ἄνθρωπος μετὰ θάνατον· καὶ γὰρ οὐδὲ τὴν οἰανοῦν ψυχῆς ἐνέργειαν ἐδίδοσαν μετὰ θά νατον ἀνθρώποις, ἄχρι τῆς ἀναστάσεως, ἐν τοῖς ἔμ προσθεν αὐτῶν ἐπιχειρήμασι, πόσω γε μᾶλλον θείαν πρᾶξιν; πῶς δὲ εἰ αὐτὸς ἔχει τὴν ἐξουσίαν τοῦ τὴν ἰδίαν ψυχὴν θεῖναι καὶ ἀπολαβεῖν αὐτήν, καθ᾿ ἡμᾶς γέγονε νεκρός; τίς γὰρ ὁ τοιαύτης οὐκ ἀξίας ἁπλῶς, ἀλλ᾽ ἐξουσίας, πώποτε ἐν ἀνθρώποις γέγονεν; ἔτι μὴν εἰ μὴ Θεὸς ἐν Χριστῷ, καὶ κατὰ τὸν θάνατον καὶ τὸ πάθος καὶ κατὰ λοιπὰ, κόσμον ἑαυτῷ καταλλάσσων, ὡς γέγραπται, πῶς ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, αὐτὸς καὶ οὐκ ἄλλος, ἢ δι᾽ ἄλλου ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου; καὶ πῶς τὸν Κύριον τῆς δόξης ἀληθῶς ἐσταύρωσαν; καὶ πῶς εἴρηται τὸ, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξήγειρε, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως οὐτοῦ τοῦ ἐγερθέντος ὡμολογημένως; δῆλον γὰρ ὡς εξεγερτικὴ οὖσα νεκρῶν καὶ ἑτέρων σωμάτων ή δύναμις τοῦ Κυρίου, πολλῷ μᾶλλον τὸ ἴδιον ἤγειρε σῶμα ᾧ ήνωτο καθ' ὑπόστασιν· προσεχεστέρως γὰρ ἐνεργοῦσα αὐτή, καὶ οὐκ ἄλλη ζωοποιὸς ἀναστήσει αὐτό· πῶς δὲ αὐτοῦ τοῦ ἰδίου Υἱοῦ οὐ φείσασθαι, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παραδοῦναι αὐτὸν εἴρηται ὁ Πατήρ; εἰ γὰρ ἀντιπρόσωπον δέδωκεν, οὐκ ὄντως εἴρηται τάδε περὶ τῆς ἀγάπης αὐτοῦ τῆς εἰς ἡμᾶς σαφὲς οὖν ὡς ἀπό μέρους, ἥ τε ζωοποιῖα καὶ ἡ νέα κρωσις, ἑκατέρα λέγεται περὶ Χριστοῦ· οὐ γὰρ κατὰ τοῦ ὅλον ὡσαύτως ἄμφω, ἐπεὶ μὴ συναληθεύει τὰ ἐναντία πώποτε περὶ τοῦ αὐτοῦ· εἴπερ οὖν ὄντως τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν οἱ Χριστὸν ἐπὶ ξύλου κρεμάσαντες, δῆλον ὡς ὁ αὐτὸς ἐκ μὲν τοῦ Θείου Λόγου, τὸ εἶναι Κύριος τῆς δόξης εἶχε τὸ δὲ ἀληθῶς σταυροῦσθαι, ἐκ τῆς ἀνθρωπείας σαρκός φύσει τε γὰρ ὡς θεὸς ἐποφείλεταί τε τὴν παρὰ πνε των δόξαν· ἐξουσιάζει τε αὐτῆς δοξάζων οὓς βούλεται, μόνος καὶ φύσει ὡς ἄνθρωπος πάθος ὑπέμεινεν. ΚΕΦΑΛ. Γ'. Τί οὖν, φησίν; οὐ προφανέστατα είρηται περί Χριστοῦ, ὡς ὑπὸ τοῦ Θεοῦ ἀνέστη, καὶ οὐκ ἀφ' ἑαυ τοῦ; καὶ ὅτι διὰ τὴν ὑπὸ τοῦ ἁγίου Πνεύματος γενο μένην αὐτοῦ ἀνάστασιν ἐκ νεκρῶν, ὡρίσθη Υἱὸς Θεοῦ; πῶς οὖν λέλεκται, ἂν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν; καὶ τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ, κατὰ Πνεῦμα ἀγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν. Αλλ' εἰπάτωσαν οἱ ἐρευνητικοὶ τῶν Γραφῶν, ὡς οἴονται, εἰ τὸ ἀναστῆναι ἐκ νεκρῶν διὰ τοῦ θείου Πνεύματος, ἁπλῶς τοῦτο δόξαν Υἱοῦ Θεοῦ περιποιεῖται τῷ ἀνισταμένῳ, πῶς ὁ υἱὸς τῆς χήρας ἐπὶ Ἠλίου, καὶ ὁ τῆς Σωμανίτιδος ἐπὶ Ελισσαιέ, καὶ Ταβηθὰ ἐπὶ Πέτρου, καὶ οἱ λοιποὶ οἱ ἀναστάντες ἐκ νεκρῶν, οὐχ υἱοὶ
col. 1727–1728page 165 of 185
PG 86:1727Θεοῦ ὡρίσθησαν; δῆλον γὰρ ὡς καὶ οὗτοι δυνάμει Θεοῦ καὶ διὰ τοῦ Πνεύματος τῆς ἁγιωσύνης τοῦ ἐν τοῖς ἀναστήσασιν αὐτοὺς ἐνεργοῦντος ἀνέστησαν εἴπερ μὴ ἔστι ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων, πάρεξ τοῦ Κυρίου, ὅς ἐστι Πνεῦμα τὸ ζωοποιόν φύσει μόνον ὅν· καὶ γὰρ ἐν αὐτῷ μόνῳ τῷ Θεῷ ζωὴ ἦν, καὶ αὐτὸς θανατοῖ καὶ ζωογονεί, ἀποκτείνει καὶ ζῆν ποιεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει· δῆλον οὖν ὡς τῷ ἑαυτὸν ἀναστῆσαι, παρέστησεν ἑαυτὸν Υἱὸν Θεοῦ ὁ Κύριος· μὴ συνθανὼν τῷ ἀνθρωπίνῳ αὐτοῦ μέρει, διότι ἀθάνατος Θεὸς ἦν, ἀλλ' ἐνεργῶν ἀπὸ μέρους τὴν ἰδίως θείαν ἐνέργειαν, καὶ ζωοποιῶν τὸ θανὸν αὐτοῦ μέρος· καὶ τοῦτό ἐστι τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως τοῦ Θεοῦ, εἰς ἡμᾶς τοὺς πιστεύοντας κατά τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἦν ενήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν ἐνδιδομένη γὰρ καὶ εἰς ἡμᾶς διὰ τῆς μεταλήψεως τοῦ ἁγίου αὐτοῦ σώματος, ζωοποιεῖ καὶ τὰ θνητά σώματα ἡμῶν μετὰ θάνατον, διὰ τοῦ ἐνοικοῦντος θείου αὐτοῦ Πνεύματος ἐν ἡμῖν· οὐκοῦν σαφὲς ὅτι οὐ διότι ἀνέστη ἁπλῶς, ἐδοξάσθη Υἱὸς Θεοῦ ὁ Κύριος, ἀλλ' ὅτι ἰδίᾳ δυνάμει· ἐπεὶ νεκροὺς ἤδη πλείστους καὶ ἄλλους πρότερον καὶ μετὰ Χριστὸν ἀνέστησε το Πνεῦμα τῆς ἁγιωσύνης, ἐν οἷς οὐ λέγεται τὸ ὑπερ βάλλον μέγεθος αὐτοῦ, ὥσπερ κατὰ τὴν ἰσχὺν ταύ την, ἐμφανίσαι· οὐκ ἀλόγως οὖν, οὐδὲ ἀπὸ τῆς τυ χούσης δόξης, οὐδὲ μὴν ἐκ λόγου τινὸς τῶν συμβεβηκότων, ὡρίσθη Υἱὸς Θεοῦ Χριστός, ἀλλ᾽ ἐκ τῆς κατά τὴν ἀνάστασιν τοῦ σώματος αὐτοῦ ἐνεργείας, παρα στήσας ὄντως θείαν αὐτοῦ εἶναι τὴν δύναμιν, ἐκ δὲ τῆς δυνάμεως, τὴν οὐσίαν· οἱ γὰρ ὅροι εἴτουν όρισμοί τῶν ὑποκειμένων πραγμάτων, ἐκ τῶν οὐσιωδῶν λαμβάνονται λόγων, ὦ σοφοί παρ' ἑαυτοῖς· καὶ τοῦτο ὅλον οὐκ ὤφειλε λαθεῖν τὴν ὑμετέραν ἀμαθῆ πολυμάθειαν· τόδε οὖν αὐτὸ σαφέστατα βοᾷ τὸν Υἱὸν Δαβ:3 Χριστὸν καὶ Υἱὸν Θεοῦ εἶναι· διότι ἐξ αὐτῆς τῆς κατά τὴν ἀνάστασιν αὐτοῦ ἐνεργείας, ὅμοιος Θεῷ τὴν οὐ σίαν δέδεικται· καὶ τοῦτο τεκμήριον ἔχομεν περὶ αὐύ τοῦ, ὡς γνησιωτάτου Υἱοῦ φύσει τοῦ Θεοῦ καὶ Πα τρό;· οὕτως οὖν ὡρίσθη Υἱὸς Θεοῦ, κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν. ΚΕΦΑΛ. Δ'. Αλλ' οἱ τὸν ἀπόστολον καὶ ἀρχιερέα, φησί, τῆς πίστεως ἡμῶν μὴ κατανοοῦντες, καθὼς Παῦλος ἐν τέλλεται ὑμῖν, εἴπατε, Ποῖον ἴστε ἱερέα ταυτοφυῇ τῷ ἱερατευομένῳ ποτέ; ἢ τίνα ἀπόστολον οὐχ ὑποτεταγμένον τῷ ἀποστείλαντι αὐτόν; ἢ οὖν ὁ Λόγος ὢν, περὶ οὗ τάδε εἴρηται, αὐτὸς ἥττων ἐστὶ φύσει καὶ τάξει τοῦ Θεοῦ, ὡς Ἀρείῳ δοκεῖ; εἰ ἐκεῖνος μὴ ἔστιν, ἕτερόν τινα παρὰ τὸν Λόγον αὐτὸν εἶναι δεήσει, τὸν λειτουργόν τε καὶ διάκονον Θεοῦ νοούμενον ἐνερ γείᾳ τοῦ Λόγου. ᾿Αλλὰ τί δὴ τῶν μειζόνων ἀφέμενοι τῆς θεότητος Λόγων, καὶ τῶν πτωχοτέρων τῆς ἀν θρωπότητος, ταῦτα ἡμῖν μόνον παράγετε; ἡμεῖς γὰρ καὶ κτίσμα φαμὲν εἶναι Θεοῦ τὸν αὐτὸν Χριστὸν, δν καὶ Κτίστην ἁπάντων οἴδαμεν· ἀλλ' οὐκ ἐκ τοῦ αὐτ τοῦ τῶν ἐν αὐτῷ τὰ ὄντως ἄνισα δοξάζοντες δηλαδή τῷ τοῦ ἄρα, καὶ Θεὸν καὶ ἱερέα καὶ θύμα, τὸν αὐ τὸν εἶναι ἴσμεν Χριστόν· μὴ γὰρ ὅτι ἱερεὺς λέγεται,
col. 1729–1730page 166 of 185
PG 86:1729λάτρης καὶ λειτουργὸς μόνον ὑμῖν ἐντεῦθεν νοείσθω Θεοῦ, κατὰ τὸν ἐπὶ παντὸς ἱερέως λαμβανόμενον λό γον ἀλλ' ὅτι τοῦ αὐτοῦ Ἀποστόλου περὶ τοῦ αὐτοῦ καὶ πάλιν λέγοντος ἱερέως ἀκούετε· Τοιοῦτον ἔχοντες ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μετ γαλωσύνης, ἐν τοῖς ἐπουρανίοις. Αὐτὸ τοῦτο δ' ὑπορή σατε ἡμῖν ἐν ἑαυτοῖς σκοπεῖτε, ὅτι οὐκ ἔστιν ἱερέως τὸ σύνθρονον εἶναι τῷ ἱερατευομένῳ καὶ σύντιμον καὶ ὁμόδοξον, ἀλλά τινος ἰσοφυοῦς καὶ ἰσοσθενοῦς τῷ ἐνδόξῳ Θεῷ· ούκουν ἄρα ὡς ἱερεὺς συγκαθέζεται Θεῷ ἐν οὐρανοῖς ὁ ἱερεὺς τοῦ Θεοῦ γενόμενος ἐπὶ γῆς, καὶ τὴν ἰδίαν σάρκα ἱερουργήσας Θεῷ, καὶ ἀναγαγὼν αὐτὴν πρὸς Θεὸν, ἀλλ᾽ ὡς καὶ Θεὸς ὢν ἀληθῶς ὁ αὐτός. ΚΕΦΑΛ. Ε'. Βασανιστέον δὲ καὶ τὸ ἀτρανῶς μὲν καὶ ἀθάρσως ὅμως ἐν πλείοσιν αὐτῶν ἐπιχειρούμενον· δεδόσθω γάρ, φασί, κατὰ συνδρομὴν εἶναι καθ' ὑμᾶς καὶ Θεὸς ὁ αὐτὸς Χριστός· ὁ δὲ Ἰησοῦς, τί ὑμῖν εἶναι δοκεῖ; οὐ γὰρ δὴ καὶ αὐτὸν Λόγον καὶ σάρκα ἐρεῖτε εἰ γὰρ καὶ αὐτὸς ὁμοίως Θεός, δῆλον ὡς οὐκ ἀεὶ ὁ Χριστός, Θεός· τὸν γὰρ Ἰησοῦν ὅν φατε Θεὸν, τοῦ τον καὶ Κύριον καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, σαφῶς εἴρηται· οὐχ ὁ ἦν οὖν ὁ Ἰησοῦς εἴτουν Κύριος, τοῦτο γέγονε ποιηθεὶς Χριστὸς καὶ Κύριος· οὐδεὶς γὰρ γίνεται ὅ ἐστιν· οὐδ᾽ ἄρα οὖν Θεὸς ἀεί ἐστιν ὁ Ἰησοῦς, ἐπεὶ μηδὲ Κύριός ἐστιν· εἰ δὲ ὁ μὲν Ἰη σοῦς ἄνθρωπος, ὁ δὲ Χριστὸς Θεὸς ὑμῖν νοεῖται, ἢ μόνον Θεὸς ἔσται ὥσπερ ὁ Λόγος, καὶ ὁ Λόγος Χριστὸς, καὶ πρὸ τῆς σαρκώσεως· ἢ Θεὸς καὶ ἄν θρωπός τις ἕτερος παρὰ τὸν Ἰησοῦν καὶ ἔσονται δύο ἄνθρωποι, μετὰ τὴν ποίησιν τοῦ Ἰησοῦ εἰς Χριστὸν ἐν αὐτῷ φαινόμενοι· ὧν ὁ μὲν σύνθετος τὴν ὑπόστασιν, ὥς φατε· ὁ δὲ Ἰησοῦς, ποιητὸς Χριστός· εἰ δὲ Χριστὸς, Θεὸς καὶ ἄνθρωπος ὄντως νοεῖται· καὶ οὕτως ὁ Ἰησοῦς ἐπίκτητον ἀνθρωπότητα λαβών, καὶ θεότητα τὴν Χριστοῦ, τρεῖς μὲν ἀνθρώπους, δύο δὲ θεοὺς εἶναι ἑαυτὸν ἐπιδείξηται Χριστός γενόμενος ἢ εἰς Θεὸν καὶ ἄνθρωπον μερισθῆναι ὁ Ἰησοῦς λου γισθήσεται, ποιηθεὶς Χριστός. Φαμὲν οὖν σὺν τῷ θεολόγῳ πρὸς τάδε καὶ ἡμεῖς, ὅτι πᾶν πνεῦμα 8 μὴ ὁμολογεῖ Ἰησοῦν ἐν σαρκὶ ἐλη λυθότα, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· εἰ δὲ οὐχ ἕτερον κηρύσσει, τόν τε Λόγον σάρκα γενόμενον, καὶ τὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθότα, δῆλον ὡς τὸν αὐτὸν οἶδεν Ἰησοῦν τῷ Χριστῷ, καὶ Χριστὸν τὸν αὐτὸν τῷ λόγῳ Χριστός τε γὰρ οὐκ ἄλλοθεν λέγεται, ἢ διὰ τὸ κει χρίσθαι, καὶ πιαίνεσθαι τῇ θεότητι τοῦ Λόγου ἡ σάρξ· καὶ Ἰησοῦς, ὅ ἐστι Σωτὴρ, οὐχ ἑτέρωθεν κέκληται, ἢ διὰ τὸ σωτήριον ἔχειν φυσικὴν δύναμιν οὕτως γὰρ αὐτοῦ καὶ ὁ ἄγγελος τὴν φερώνυμον κλῆ σιν ἐξηγήσατο λέγων ' ι Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ο οὖν ἔχων δύναμιν, οὐ μόνον τοῦ μὴ ἁμαρτάνειν, ἀλλὰ καὶ λυτροῦσθαι τῶν ἁμαρ τιῶν, τίς ἂν εἴη τὴν φύσιν, εἰ μὴ Θεός; Τοῦτο γὰρ οὐδὲ Ἰουδαῖοι ἠγνόησαν, εἰπόντες ὅτι «Οὐδεὶς δύναται
col. 1731–1732page 167 of 185
PG 86:1731ἡ ἀφιέναι αμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· ν καὶ Ἰησῶς καὶ ἐν τῷ λέγεσθαι δὲ ποιῆσαι τὸν Θεὸν τὸν ἄνθρωπον κατ' εἰκόνα Θεοῦ, πρῶτον ἄνθρωπον, εἶτα εικόνα Θεοῦ γενέσθαι αὐτὸν νοήσομεν. οὖν ὠνόμασται, ὡς αὐτὲς ὧν ὁ Θεὸς ὁ λέγων· «Ούκ ἔστι πάρεξ ἐμοῦ δίκαιος καὶ σώζων· ὅτι τοῦ Κυρίου ἡ σωτηρία ο· καὶ ὁ Οὐ πρεσβὺς, οὐδ' ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς· εἰ δὲ καὶ ἑτερός τις λέγεται Ἰησοῦς, ὥσπερ οὖν ὁ τοῦ Ναυῆ, καὶ ὁ ἐπ λεγόμενος Ἰοῦστος, δῆλον ὡς ἢ ἀπὸ μέρους πνευματικῆς μεταλήψεως, ἢ κατὰ τύχην, ἢ τύπον ἐστὶν ἡ όμωνυμία· ὥσπερ καὶ ἐπὶ τῶν χριστῶν λεγομένων προφητῶν καὶ ἱερέων καὶ βασιλέων· τὸ δὲ μὴ εἶναι ἀεὶ Χριστὸν τὸν Ἰησοῦν διὰ τὸ εἰρηκέναι τὴν Πέτρον, καὶ Κύριον καὶ Χριστὸν πεποιηκέναι τὸν Ἰησοῦν τὸν Θεόν, εύηθες λίαν· εἰ γὰρ πάντως μεταβολή, ή προ κοπὴν προϋποκειμένου σημαίνει τὸ ἐποίησεν, ἄρα γε καὶ ὁ λέγων οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε καὶ ἐποίησε σε καὶ ἔπλασέ σε πρῶτον κτῆμα εἶναι Θεοῦ, εἶτα ποίημα αὐτοῦ γενέσθαι σημαίνει τὸν λαὸν αὐτοῦ καὶ ὁ εἰπὼν, ο Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ που νηρὸν ἐνώπιόν σου ἐποίησα, ο οὐ τὸ πονηρὸν ποιήσας ἅμα ἦν καὶ ἁμαρτών, ἀλλ' ἥμαρτε πρώτον, εἶτα τὸ πονηρὸν ἐποίησε· καὶ τίς ταῦτα δούς, οὐ διὰ πάσης τῆς ἱερᾶς Γραφῆς σοφιστικῶς ληρῶν ἐλεγχθήσεται; ΚΕΦΑΛ. Ζ'. Αἱ θεῖαι Γραφαὶ τὸν Χριστὸν καλοῦσι, καὶ ἕνα Θεὸν, καὶ ἕνα ἄνθρωπον, καὶ ἕνα Χριστό, ἀλλ' ὁ μὲν εἷς Θεός, κατὰ φύσιν ἐστὶν εἰς· ὡσαύτως καὶ δ᾽ εἰς ἄνθρωπος· ὁ δὲ εἰς Χριστὸς, κατὰ τὴν ἐκούσιον ἕνωσιν Θεοῦ πρὸς ἄνθρωπον ἐστιν εἰς Χριστός δια φέρει ἄρα ὁ εἷς Θεὸς, τοῦ ἑνὸς Χριστοῦ. Ἀλλὰ οὐ τῷ μὴ εἶναι Θεὸς τῷ δὲ εἶναι καὶ ἄνθρωπος, διατέ ρει τοῦ εἶναι μόνον Θεός, Χριστός· κατὰ δὲ τόνος τὸν συλλογισμόν, καὶ ἀνθρώπου ἄρα διαφέρει ἂν τὴν φύσιν, Χριστός· εἰ δὲ καὶ Θεοῦ καὶ ἀνθρώπου διαφέρει τῇ φύσει Χριστὸς, τί ἂν εἴη εἴπατε τὴν φύσ σιν· εἰ δὲ διὰ τάδε μὴ τῇ φύσει πάντως δεῖν διαφέρειν τοῦ ἀνθρώπου Χριστόν φατε, οὐδ᾽ ἄρα τοῦ Θεοῦ ἀναγκαίως, ἐκ τῶνδε διαφέρει. ΚΕΦΑΛ. Ζ'. Κύριον καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τὸν Ἰησοῦ ποῦ τάσσεις τὸν Θεὸν Λόγον, ὦ Αἰγύπτιε; ποιοῦντα Κύριον; ἢ ποιούμενον Κύριον; μὴ ποιῶν ἰδικὰς δια νομάς· ἀπόκριναι πρὸς τὴν ἐρώτησιν. Ποιοῦντα μὲν ὄντως, ἀλλὰ τῇ τῆς ἰδίας φύσεως ἐνδόσει εἰς τὴν τοῦ ἀνθρώπου φύσιν, καὶ ἐμπλοκῇ κατὰ μίαν τὴν ἰδικὴν αὐτοῦ πάλαι ὑπόστασιν ΚΕΦΑΛ. Η'. Εἰ παραπλησίως ἡμῖν κεκοινώνηκε σαρκὸς καὶ αἵματος ὁ Χριστὸς, δῆλον ὅτι φύσει τῇ καθ᾽ ἡμᾶς ἐστιν ἄνθρωπος ὁ Χριστός. Εἴ τι οὖν τῶν αὐτῶν καὶ ὡσαύτως κοινωνεί, πάντως καὶ τῆς αὐτῆς ἐστι πάνω τη φύσεως, καὶ μόνης τῶν ἑτέρων τῶν τοῦ αὐτοῦ συμμετασχόντων· ἄρα οὖν ἐπεὶ τῶν τεσσάρων στοι χείων, μύρμηξ τε καὶ πέρδιξ καὶ καρὶς καὶ πάρδαλις μετέχει, τῆς αὐτῆς εἰσι τάδε φύσεως πάντη; Σκόπει δὲ, ὦ οὗτος, ὅτι τῶν μὲν αὐτῶν τοῖς παιδίας
col. 1733–1734page 168 of 185
PG 86:1733καὶ ὁμοία κοινωνίς φησὶ τὸ λόγιον κεκοινωνηκέναι τὸν Υἱόν, ήγουν αἵματος καὶ σαρκός· οὐ μὴν καὶ τὸν κοινωνήσαντα τοῖσδε καθ᾿ ἡμᾶς, ὅμοιον ἡμῖν φησὶν ἁπλῶς· ὥστε ἐξ ὁμοίου καὶ ἀνομοίου ἡμῖν ἐκεῖ νος σύγκειται· πῶς οὖν μόνον καθ' ἡμᾶς ἔσται ἄν θρωπος; ΚΕΦΑΛ. Θ'. Εἰ ὁ Πατήρ ποτὲ μὲν τοῦ Θεοῦ Λόγου μόνου Πα τὴρ, ποτὲ δὲ καὶ Πατὴρ καὶ Θεὸς, ἢ ἄρα εἰς τὸ μεῖζον προέκοψεν ὁ Πατήρ, ἢ εἰς τὸ ἔλαττον κατεβιβάσθη Ο Υιός. ᾿Αλλὰ Πατὴρ μὲν τοῦ ἀοράτου Λόγου ἀεὶ, Θεός δὲ μόνης τῆς ὁρωμένης σαρκὸς τοῦ Λόγου ἐστίν. ΚΕΦΑΛ. Γ. Εἰ ὁμοῦ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐκ ἔστιν ὁ Θεὸς Θεὸς τοῦ ἀνθρώπου, δῆλον ὅτι οὐκ εἰσὶν ἀλλήλοις ὅπερ λέγονται· τουτέστι οὔτε Θεὸς τῷ ἀνα θρώπῳ ὁ Θεὸς, οὔτε ἄνθρωπος τῷ Θεῷ ὁ ἄνθρωπος. ᾿Αλλ' αἱ μὲν ἐν Κυρίῳ φύσεις, οὕτως ἔχουσι πρὸς ἀλλήλας ἀντεξεταζόμεναι· τούτων γὰρ ἡ μὲν ἐθέωσε δηλονότι ὡς θεία, ἡ δὲ ἐθεώθη ὡμολογημένως ὡς μὴ φύσει θείᾳ πάλαι· Χριστὸς δὲ αὐτὸς, ἤγουν ἡ ξυνωρὶς τῆς θεότητος καὶ ἀνθρωπότητος, οὔτε ἁπλῶς Θεὶς ἀνθρώπου καὶ ὅλον ἑαυτοῦ, οὔτε ἄνθρωπος Θεοῦ καὶ ἑαυτοῦ κατὰ τὴν ὑπόστασιν· ἀλλ᾽ ἅμα Θεός τε καὶ ἄνθρωπος ὁ αὐτός· πρός τε Θεὸν διαφέρων τῇ ἐπενδύσει τοῦ ἀνθρωπίνου, καὶ πρὸς ἀνθρώπους διοίσων τῇ ἐνοικήσει τοῦ Θείου. ΚΕΦΑΛ. ΙΑ'. Λειτουργὸν τῶν ἁγίων τὸν Χριστὸν ὀνομάζει ἡ ἁγία Γραφή· καὶ πᾶς λειτουργὸς, τοῦ Θεοῦ δηλονότι, τῷ Θεῷ αὐτοῦ λειτουργεῖ· καὶ εἰ τὰ τοῦ νόμου σκιά ἦν τῶν ἐν τῇ χάριτι, ἐν δὲ τῇ σκιᾷ εἶχεν ὁ νόμος λειτουργὸν, δῆλον ὅτι καὶ ἐν τῇ χάριτι ἔχει λειτουργὸν. Ἐπεὶ οὖν καὶ θῦμα εἶχεν ή σκιά, καὶ λειτουργοῦ ὄντος τοῦ Χριστοῦ ὡς ἀνθρώπου καθ᾽ ὑμᾶς, ποῦ ζητοῦμεν καὶ τὸ θῦμα τῆς σκιᾶς; εἰ νοήσομεν οὖν τὸ ἀποστολικὸν ὅτι διὰ Πνεύματος ἁγίου ἑαυτὸν ἄμωμον προσήνεγκε τῷ Θεῷ, γνωσόμεθα ὡς ὁ αὐτός τε καὶ ἐφάπαξ· οὐ γὰρ καὶ πολλάκις, καὶ εἷς καὶ οὐ πλείους ἱερατεύων ἐστὶ, λειτουργός τε Θεοῦ, καὶ θύμα Θεῷ ὁμοίως τε καὶ Θεὸς λειτουργούμενος· εἰ γὰρ διὰ Πνεύματος ἁγίου προσφερόμενο; ἑαυτὸν προσενεγκεῖν λέγεται, καὶ οὐδ' ἑτέρου προσενεχθῆναι, δῆλον ὡς τῆς αὐτοῦ φύσεώς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅ ἐστι καὶ Θεός. ΚΕΦΑΛ. ΙΒ'. Εἰ τῆς κεφαλῆς οὐ δεσπόζει ὁ Θεὸς Λόγος, οὐδ' ἄρα ὅλου τοῦ σώματος δεσπόζει· εἰ δὲ τῆς ἐκκλησίας Κύριος ὁ Θεὸς Λόγος, ἐξ ἀνάγκης καὶ τῆς κε φαλῆς τῆς Ἐκκλησίας ἐστὶ Κύριος. Εἰ κατὰ φύσιν πάντη ισότιμος τὴν τάξιν καὶ ὁμοταγής ἡ κεφαλὴ πρὸς τὸ ὅλον σῶμα, οὐδ᾽ ἄρα κεφαλὴ ὄντως ἐστὶν ἥτις ὡς ἀρχὴ καὶ ἐπικείμενον μέρος τῷ ὑποκειμένῳ αὐτῆς ὅλῳ σώματι νόεται· εἰ δὲ ὄντως ὑπέρκειταί τε αὐτοῦ φυσικῇ θέσει, καὶ ἐξ αὐτῆς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται καὶ ἐπιχορηγείται τὰς δυνάμεις, δῆλον ὡς μεθέξει τινὸς ἡγεμονικῆς τοῦ σώματος φύσεως παρὰ τὴν ἡγεμονευομένην ὑπ' αὐτ
col. 1735–1736page 169 of 185
PG 86:1735τῆς ὁμοούσιον αὐτῇ φύσιν αὐτοῦ τοῦ ὅλου σώματός ἐστιν· ἧς εἰ μὴ μετέχει, οὐδ᾽ ἄρα κεφαλή ἐστιν, ώ; μηδὲ ἡγεμονοῦσα λοιπὸν καθ᾿ αὐτήν· εἰ δὲ μετέχει τοῦ κινοῦντος καὶ ἄγοντος τὸ σῶμα, οὐδ᾽ ἄρα λοι τὸν ἡγεμονευόμενον, ἀλλὰ ἄρχον ἐστίν· οὐκοῦ, ὡς μέλους μὲν ἡμῶν οὔσης καὶ τῆς σαρκὸς ἑαυτοῦ Κα ριος ὁ Λόγος, εἰ καὶ ταύτης τῆς κεφαλῆς ἡμῶν νοουμένης, ἐπὶ καὶ αὐτὴ ὑπ' αὐτοῦ λέγεται· κεφαλή γὰρ καὶ Χριστοῦ ὁ Θεὸς εἴρηται· οὐ μὴν καὶ ὅλου Χριστοῦ· τοῦ γὰρ ὅλου καὶ ἡ κεφαλὴ αὐτὴ, ήγουν ὁ Λόγος· καὶ αὐτὸς ἑαυτοῦ οὐ δεσπόζει· εἰ δὲ καθά φῆς τὸ δεσπόζον τοῦ λοιποῦ, καὶ τῆς κεφαλῆς δε σπόζει, ἐπεὶ Χριστοῦ κεφαλὴ ὁ Θεὸς εἶναι ἐῤῥήθη, ἄρα καὶ τοῦ Θεοῦ δεσπόζει ὁ Θεό; τοῦ γὰρ σώμα τος ὑποτεταγμένου τῷ Θεῷ ήγουν Χριστοῦ ὅλου, ὡς φατε, καὶ τὴν κεφαλὴν αὐτοῦ, ἤγουν τὸν Θεὸν, δεξ ὑποκεῖσθαι τῷ αὐτῷ Θεῷ. ΚΕΦΑΛ. ΙΓ. Εἰ μὴ Θεὸς καὶ δεσπότης τοῦ Χριστοῦ ὁ Θεὸς Λόγος, δῆλον ὅτι οὐδὲ ναός τοῦ Θεοῦ Λόγου ὁ Χριστός· εἰ δὲ καὸς τοῦ Θεοῦ Λόγου ᾖ ὁ Ἰησοῦς, ἐξ ἀνάγκης καὶ Θεὸς αὐτοῦ καὶ δεσπότης ὁ Θεὸς Λόγος. Η σὰρξ μέσ νη ναὸς τοῦ Λόγου· ὁ γὰρ Χριστός ναός ἅμα καὶ Θεὸς ἐνοικῶν τῷ ναῷ ἐστιν· οὔτε γὰρ χρίσμα μόνον, οὔτε χρισθησόμενον ὁ Χριστὸς ἀληθῶς, ἀλλὰ χρόν σμα καὶ ὁ χρισθείς· ἦν δὲ τὸ μὲν χρισθὲν τὸ ἀν θρώπινον τοῦ Κυρίου· τὸ δὲ χρίσμα, οὐκ αἰσθητὸν δηλαδή τι ὅλως, ἀλλὰ τὸ θεῖον αὐτοῦ· Θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτὸς Χριστός. ΚΕΦΑΛ. ΙΔ'. Εἰ πάντα διὰ τοῦ Λόγου οὐ μόνον γέγονεν, ἀλλὰ καὶ γίνεται, δῆλον ὅτι καὶ ὁ Ἰησοῦς καὶ Κύριος καὶ Χριστὸς διὰ τοῦ Θεοῦ Λόγου ἐγένετο· πάντων δὲ τῶν δι' αὐτοῦ, Θεὸς καὶ Δεσπότης ὁ Λόγος. Εἰ οὖν δὴ Κύριος καὶ Χριστός, καθὼς εἴρηται, ἐποιήθη ὑπὸ τοῦ Θεοῦ, ὁ Ἰησοῦς, τῶς ἔτι ὑπὸ τοῦ Θεοῦ δεσπόζεται; Οὐ γὰρ καθολικῶς τὸ κυριεύειν πάσης τῆς πα ρὰ τὴν φύσιν αὐτοῦ οὐσίας ἔχων ὁρᾶται λοιπόν, ὥσ περ νοοῦμεν ἐπὶ τοῦ κυρίως Κυρίου πρὸς ὃν εἴρηται, "Οτι τὰ σύμπαντα δοῦλα σά· εἰ δὲ ὅτι τινῶν κυριεύει, οὐ μὴν καὶ πάντων τῶν παρ' αὐτὸν ὥσπερ ὁ Θεός, τοῦτο εἴρηται καὶ αὐτὸ; γενέσθαι, καὶ Πιλάτος καὶ Ηρώδης ἆρα, ὡς ἐκ μέρους τοιοίδε κύριοί εἰσι, καὶ γέγοναν ὑπὸ Θεοῦ· ἔτι μὴν εἰ μὴ κατὰ τούσδε καὶ αὐτὸς ἀξίᾳ τινὶ καὶ κωδικέλλοις ἔλαβε τὴν κυ ριότητα ποιηθεὶς Κύριος, δῆλον ὡς κατὰ τὴν ποίη σιν αὐτοῦ, τὴν φύσιν αὐτὴν ὑπὸ τοῦ Θεοῦ κυρια κῶς, ὡς εἰπεῖν, ποιηθεὶς ἐν τῷ κτίζεσθαι, Κύριός ἐστι πάντων, δηλονότι χωρὶς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· εἰ δὲ οὐ θέμις ἀνυποστάτῳ κυριότητα οὐσιῶσθαί τινα φύσει εἰς Κύριον, δῆλον ὡς ἐνδύσει κυριευούσης φύσεως εἰς τὴν γενομένην φύσιν γεγέ νηται μέν, Κύριος δέ ἐστιν ὁ Ἰησοῦς οὗτος· τίς δὲ ἡ κυριεύουσα πάντων φυσικῶς οὐσία; ἡ θεία προ δήλως· ταύτης δέ τί; Τὸ εἰς τὸν Ἰησοῦν ἐνδόσιμον ἐστι, ὁ κτίστης αὐτοῦ Λόγος· ἑαυτῷ γὰρ περι κτίσας αὐτὸν, καὶ συμφὺς τῷδε ἀπ' αὐτῆς ποιήσεως αὐτοῦ· Κύριον αὐτὸν ὄντως δι᾿ ἑαυτοῦ ἐποίησε τῇ μεθέξει οὖν αὐτοῦ τοῦ Λόγου καὶ ἐν αὐτῷ γεγονώς
col. 1737–1738page 170 of 185
PG 86:1737καὶ ὤν, Κύριος ὁ Ἰησοῦς, πῶς ἂν εἴη ὡς γεγονώς ὑπ' αὐτου, δοῦλος τοῦ πεποιηκότος αὐτὸν Κύριον ὡς ποίημα λοιπόν; Εἰ γὰρ τὸ Κύριον εἶναι αὐτὸν ἀναιρεθῇ, καὶ τὸ ποιηθῆναι αὐτόν· Κύριον γὰρ αὐτ τὸν ἐποίησεν· εἰ δέ ἐστι ποίημά τε καὶ Κύριος, οὐκ ἄλλως δὲ Κύριος ἐποιήθη, πλὴν διὰ τῆς οὐσιώδους ἕξεως τοῦδε αὐτοῦ τοῦ ποιήσαντος αὐτὸν, ἢ καὶ ἑαυτοῦ δεσπόσει ὁ φύσει Κύριος, ἢ καὶ τὸ ποιητὸν Κύριον ήγουν τὸ ἀνθρώπινον αὐτοῦ συνελευθερώσει ἑαυτῷ καὶ πάντων κατεξουσιάσει· ἄρα δ' οὖν καὶ ἐν τῇ συνηθείᾳ ἐλεύθερον ποιῆσαι τόνδε ἕτερόν τινα λέγοντες, ἐκ τοῦδε αὐτοῦ καὶ δοῦλον γενέσθαι, τὸν ποιηθέντα ἐλεύθερον, λογισόμεθα. ΚΕΦΑΛ. ΙΕ'. Χωρὶς τοῦδε δεσπάζεσθαι ὑπὸ τοῦ Θεοῦ τὴν ὑπο ἀκοὴν πληρῶσαι, ἢ ἀναμάρτητον γενέσθαι τῇ τοῦ νόμου φυλακῇ, ἀδύνατον ἀνθρώπῳ. Εἰ οὖν τὸ δε σπόζεσθαι ἁπλῶς ἐστι τούτων αἴτιον, μόνης ὑπο ακοής χρεία ἦν ἡμῶν, καὶ οὐκ οικονομίας Χρι στοῦ εἰς δικαίωσιν ἡμῶν· ἐπεὶ πάντες ἡμεῖς καὶ ὁ διάβολος αὐτός, δεσποζόμεθα ὑπὸ τοῦ Θεοῦ, ἀναμάρτητα ἄρα τα πάντα, καὶ ἐν φυλακῇ τοῦ νόμου ἐγένοντο ἂν καὶ ἄνευ τοῦ Χριστοῦ ὑποτασσόμενα· καὶ μετὰ δὲ τὴν σάρκωσιν τοῦ Λόγου μὴ ὑπακούοντα τῷ μόνῳ, οὐ δικαιοῦταί ποτε· τὸ οὖν ἐναντίον δείκνυται, ὦ οὗτοι· ὅτι σάρκα ἁμαρ ὦ οὗτοι· ὅτι σάρκα αμαρ τίας οὖσαν φύσει δικαιωθῆναι καὶ ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ Θεοῦ οὐ δυναμένην, οὐκ ἦν δικαιωθῆναι καὶ πληρῶσαι πᾶσαν ὑπακοὴν, εἰ μὴ διὰ μεταλήψεως οὐσίας ἀναμαρτήτου, ἥτις ἐστὶν ἡ θεία μόνον. ΚΕΦΑΛ. ΙΓ'. Το «Ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ο εἰ μὴ τὸν ἄνθρω σαν λέγει τῇ χρίσει τοῦ Πνεύματος τιμώμενον, ἀλλὰ τὸν Θεὸν Λόγον, πρὸς ἀτιμίαν αὐτὸν ἔχρισεν ὁ χρισ σας αὐτὸν, μείζονα ὧν ἔλαβε διὰ τῆς χρίσεως ἔχον τα ἐν τῇ οἰκείᾳ φύσει· πᾶς γὰρ ὁ χριόμενος, χρίς ται ἵνα λάβῃ τινὰ ἃ ἐν τῇ φύσει ἔχειν οὐ δύναται. Αλλά τί γέγονε διὰ τῆς χρίσεως τὴν φύσιν ὑπὸ τοῦ Θεοῦ οὗτος ὁ χρισθεὶς, ὁ Ψαλμῳδὸς προσλέγει· τῷδε οὖν προσεκτέον· Θεὸν γὰρ καὶ αὐτὸν ὀνομάζει λοι πὸν τὸν ὑπό του χρισθέντα πέφυκε δὲ οὔτε αἰσθη τὸν οὔτε νοητόν τι Θεὸν ὄντως ποιεῖν, πλὴν ἡ ὄντως θεότης· ἀνάγκη οὖν θεότητα εἶναι τὴν χρίουσαν, διὰ τὸ ι ὁ Θεός σου· ν καὶ θεότητα τὸ χρίσμα, διὰ τὸ θε ποιῆσαι· καὶ Θεὸν εἶναι τὸν χρισθέντα δεικνύειν, καὶ οὐχ ὁμωνύμως οὕτω λεγόμενον· καὶ γὰρ ὁμοιογραφεῖται τῷ Ἑβραίῳ ἑκάτερόν τι ἐν τῷ χω ρίῳ ο Θεός, ο διὰ τῶν ἀνεκφωνήτων χαραγμάτων Θεὸν δὲ καὶ ἄνθρωπον τὸν κεχρισμένον οιητέον· ὡς μὲν γὰρ ὑποκείμενόν τι τῷ χρίσματι, ἄνθρωπος ἐστι, καθό καὶ τὸ, ο Θεός σου ο εἴρηται· ὡς δὲ ἐν μεθέξει τοῦ θέλω ποιοῦ χρίσματος τοῦ καθ᾽ αὑτό τε οὐσιωμένου, καὶ οὐσιωδῶς ὄντος ἐν αὐτῷ, Θεὸν ἀπηρτισμένον. ΚΕΦΑΛ. ΙΖ'. Αληθῶς κατὰ τὸ εἰρημένον, «Ο ἀσεβής, ὅταν ἔλθη εἰς βάθος ἀσεβείας, καταφρονεῖ· ν οἱ λέγοντες Θεὸν ἢ Δεσπότην τοῦ Χριστοῦ τὸν Θεὸν Λόγον, οὐκ ἀφ' ἑαυ
col. 1739–1740page 171 of 185
PG 86:1739Λ τῶν τοῦτο λέγουσιν, ἀλλὰ τῇ τοῦ Πνεύματος του ἁγίου διδασκαλίᾳ τῇ διὰ τῶν προφητῶν τε καὶ ἀπο στόλων· ἔτι δὲ καὶ αὐτοῦ τοῦ Χριστοῦ πειθόμενοι λέγουσι Δαβίδ γάρ, φασί, καὶ Πέτρος ὁ ἀπόστολος εἴρηκεν, «Εἰς αὐτὸν προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός"» καὶ αὐτὸς ὁ Σωτὴρ, «Θεέ μου, Θεέ μου, ἵνα τί με εγκατέλιπες· καί, «Πνεῦμα Κυρίου ἐπ' ἐμέ ο καὶ ὁ Προφήτης, «Εχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Αλλά εἰς ἀγνοεῖ πλεῖστα τοιῶσδε εἰρημένα τῇ ἁγία Γραφή. πως εἴρηται τῶν πρὸς εὐσέβειαν παρεσκευασμένων; καὶ γὰρ ὁ λέγων·. Ευλόγει η ψυχή μου, τὴν Κύριον» εἰ καὶ ὅλος ἐστὶν ὁ λέγων, ἀλλ' ὡς ἀπὸ μέσ ρους αὐτοῦ μόνου, παραινεῖ τῇ ψυχῇ αὐτοῦ· καὶ ὁ λέγων ὅτι «Γῆ εἰμι καὶ σποδός,» εἰ καὶ ὅλος ἐστὶν ὁ λέγων, ἀλλὰ περὶ μέρους αὑτοῦ φησι μόνον, ήγουν τοῦ σώματος· καὶ τὸ γοῦν, «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου,» καὶ τὸ, ο Πνεῦμα Κυρίου ἐπ' ἐμὲ,» εἰ καὶ ἀπὸ τοῦ ὅλου Χριστοῦ λέγοιτο, ἀλλ' ἐκ τῆς ἀνθρωπό. τητος αὐτοῦ ἰδίως ἀκουστέον αὐτὰ, καὶ τὰ ὅμοια· στις καὶ ἦν ἣν ἔχρισε τὸ Πνεῦμα, καὶ ἔδειξεν ἐπὶ τῇ χρίσει αὐτοῦ εἰς αὐτὴν Χριστόν· τὸ δὲ, ο Θεέ μου, Θεέ μου, ἵνα τί με εγκατέλιπες; ν τῷ μὴ παρέλκοντι διπλασιασμῷ, εἰ φρικτότερον κατανοήσομεν, διττήν σχέσιν ἔχειν τὸ χωρισθέν πως πρὸς τὸ ἐγκαταλειφθὲν τάχα αἰνίττεται· τοῦ μὲν πρώτου ο Θεός μου, ο ὡς πρὸς κτήτορα φωνοῦντος τοῦ κτήματος· οἷον καὶ τὸ «Σὺ Κύριε Θεέ ἡμῶν, τοῦ δὲ δευτέρου, ὡς πρὸς ἴδιον κτῆμα βοών τοῦ τοῦ κτήτορα;· οἷον τὸ «Ινα τί περίλυπος εἶ, ἡ ψυχή μου; ο διαλογιστέον δὲ ἔτι καὶ τόδε, ὡς εἰ τῶν οὐσι τῶς ἡνωμένων ἐστὶ χωρισμὸς ὁ θάνατος, ἐπὶ δὲ τῷ θανάτῳ, ὡς φής, πρὸς τὸν Θεὸν εἴρητο παρὰ τοῦ ἀνθρώπου τόδε, ἄρα γε οὐσιωδῶς αὐτῷ ἥνωτο ὁ τότε ἐγκαταλιπεῖν αὐτόν πως λεγόμενος· οὐκοῦν τὸ αὐτὸ ἓν πρόσωπον, Θεό; τε καὶ ἄνθρωπος ἦν· καὶ οὗτος ὁ θνήσκων καὶ πάσχων τὸν χωρισμὸν τῶν ἐν αὐτῷ κατὰ φύσιν ἀχωρίστων ἀπὸ τοῦ χωριστικοῦ θανάτου, εἰ δὲ τῇ ἐνεργείᾳ τοῦ Θεοῦ εἰποιτε τον χωρισμόν εἶναι ἐκ τοῦ ἁγίου ανθρώπου, τοὐναντίον ὁρῶμεν κατὰ πάντα τοὺς ἁγίους γινόμενον· μᾶλλον γὰρ συμ παρόντα καὶ ἐνισχύοντα ἐν τοῖ; ἀγῶσι καὶ πάθεσι τοὺς θεοφόρους, τὸν Κύριον ἴσμεν, ἢ ἐγκαταλιμπάνοντα αὐτοὺς ἐν τοῖς περὶ τὸν θάνατον καιροῖς· καὶ τάδε μὲν οὕτως· τὸ δὲ «῎Εχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ν οὐδὲ δεῖται ἐξωτέρας επεξηγήσεως, αὐτοῦ τοῦ Δαβίδ τοῦ εἰδότο; Θεὸν αὐτοῦ, εἶναι τὸν χρίσαντα, καὶ Θεὸν ὄντως τὸν χρισθέντα αὐτὸν ἐχομένως ὁμολογοῦντος. ΚΕΦΑΛ. ΙΗ'. ῾Ο ἀναθεματίζων τοὺς λέγοντας τὸν Ἰησοῦν παρά τοῦ Πνεύματος δεδοξάσθαι, ἀναθεματίζει τοὺς λέ γοντας τὸν Ἰησοῦν κεχρίσθαι τῷ Πνεύματι. Οὐχί τὸ γὰρ Πνεῦμα τὸ χρίσαν, οὐκ ἂν προσεπλάσθη ἀμέσως τῷ χρισμένῳ, εἰ μή τινα πνευματικὴν ὁμοειδῆ αὐτῷ φύσιν ἔνδοξον εὗρεν ἐν αὐτῷ· οὐδὲ γὰρ τὸ αἰσθητὸν μύρον ἐν οὐκ αἰσθητῇ φύσει προσιζά ναι· οὐδὲ πῦρ ὕδατι ἐπαλείφεται· οὐ μὴν οὐδὲ ἀεργῆ καταχρίεται· οὐδὲ τὸ Πνεῦμα οὖν τὸ καταβὰν ἐξ οὐρανοῦ καὶ μεῖναν ἐπ' αὐτὸν, σαρκὶ ἁπλῶς ἐπαν
col. 1741–1742page 172 of 185
PG 86:1741επαύσατο τοῦ Ἰησοῦ τῇ ἀνθρωπότητι· ἅπαξ ἀποφήσαντος τοῦ Θεοῦ, μὴ μένειν τὸ Πνεῦμα αὐτοῦ ἐν ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας λοιπόν οὐκοῦν τῇ ἐπιγνώσει τοῦ συγγενοῦς αὐτῷ Λόγου τοῦ Πατρὸς, πρὸς τὸ ἴδιον ἐπέπτη· τὸ δὲ ὁμοούσιον οὐ δόξα τῷ ὁμοουσίῳ· ἦν ἄρα Κύριος διὰ τὸν λόγον τὸν θεῖον ὁ γενόμενος καὶ Χριστὸς διὰ τὴν χρίσιν τοῦ Πνεύματος, αὐτὸς Ἰησοῦς· καὶ Κύριον γὰρ αὐτὸν διὰ τοῦ Λόγου, καὶ Χριστὸν διὰ τοῦ Πνεύματος ὁ Θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν ἐν Ἰουδαῖοι ἐσταύρωσαν· τῇ τε ἐνδόσει τοῦ Λόγου αὐτοῦ καὶ περιθέσει τοῦ Πνεύματος αὐτοῦ, τά τε ἐντὸς καὶ ἐκτὸς τῆσδε τῆς ἀγίου κιβωτοῦ καταχρυσῶν ὁ Πατήρ θείᾳ μαρμαρυγῇ· εἰ δὲ καὶ ἀπὸ γεννήσεως εὐθὺς Χριστὸς καὶ Κύριος ἐν πόλει Δαβὶδ ὀνομάζεται τῷ ἀγγέλῳ προαναφωνητικῶς· καὶ γὰρ καὶ Σαμουὴλ πρὶν χρίσαι τινὰ τῶν υἱῶν Ἰεσσαὶ ἔλεγεν, • Ἀλλ᾽ ἢ ὁ Χριστός Κύριος;» ΚΕΦΑΛ. ΙΘ'. Εἰ μὴ ἄρα ἐκ τοῦ Πνεύματος ἔλαβεν ὁ Ἰησοῦς, καθὰ διδάσκει ὁ Αἰγύπτιος, τὸ ἐνεργεῖν δύνασθαι, τίνος ένεκεν δέδωκεν αὐτῷ ὁ Πατήρ τὸ Πνεῦμα; Οὐ μέτρῳ γὰρ, φησί, δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα· ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· πῶς οὖν, εἰ μὴ μέτρῳ καὶ ἀξία δίδοται αὐτῷ ὑπὸ Θεοῦ Πατρὸς τὸ Πνεῦμα; Οὐχ ὡ; ἄτονος ἄνθρωπος πρὸς ἐνέργειαν θείαν ἔλαβεν ὁ Ἰησοῦς τὸ Πνεῦμα· εἰ γὰρ μὴ ἔστι μέτρου φύσεως ἑτέρας λαβεῖν τὸ Πνεῦμα τὸ ἐκ τοῦ Πατρὸς ἐκπο ρευόμενον, ἀλλ' ὁμοφυΐᾳ καὶ ἀγάπῃ μόνῃ τῇ πρὸς αὐτὸν δίδοται, μόνος δὲ ὁ Υἱός Πατρὶ καὶ τῷ Πνεύ ματι ὁμοούσιος, δῆλον ὡς διὰ φυσικὴν ἀγάπην τῷ ὁμοουσίῳ Υἱῷ δέδωκε τὸ ὁμοούσιον αὑτοῦ Πνεῦμα δ Πατήρ· πάντα γὰρ δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ ὁ Πατήρ· ὥστε λέγειν τὸν Υἱόν, ο Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. ο ΚΕΦΑΛ. Κ'. Ζωοποιός ἐστι τοῦ Κυρίου ἡ σὰρξ πιστευομένη ὅτι ὑπὸ τοῦ Θεοῦ Λόγου ἐζωοποιήθη· ἄλλως γὰρ οὐκ ἔστι ζωοποιός. Ἀλλ᾿ οὐκ ἐνεργεία του ζωτικοῦ Λόγου νῦν ἁπλῶς ἐζωοποιήθη, ὥσπερ ἐν τῇ τοῦ "Αδάμ δημιουργία· ὅτῳ γὰρ ἂν πάλιν δυνάμει καὶ τὸ φθαρτὸν εἶχε καὶ νῦν ὁ ἄνθρωπος· ἀλλ' ἐνοικήσει φύσεως ζωτικῆς εἰς φύσιν, καθ' ἔνωσιν οὐσιῶν δύο, τὴν ὑπόστασιν μίαν ἀποδεικνῦσαν· ὡς μὴ ἰσχύειν πώ ποτε λοιπὸν τὸ δυνάμει ένα ποκείμενον φθαρτόν τῇ φύσει τῇ ἀνθρωπίνῃ, εἰς τὸ ἐνεργεία προελθεῖν ὡς κατὰ ἀνθρωπίνης ὑποστάσεως συνεναποκειμένης η αὐτῇ ἐν τῇ τῆς ἀφθαρτοποιοῦ δυνάμεως, τῆς αὐτο φύσει ζωῆς, καὶ εἰς τὴν αὐτὴν θείαν ὑπόστασιν συν εχούσης τὴν ἀνθρωπείαν φύσιν· οὕτω γοῦν τινες καὶ τοὺς φθοροποιοὺς τῆς γαστρὸς ὁποὺς ἢ βοτάνας δι' ἑτέραν τινὰ ὠφέλειαν προσφέροντές τισι τοῖς ἰδίως ἐφεκτικοῖς αὐτῆς είδεσι μίξαντες, εἰς ἑνὸς φαρμάκου σύνθεμα, ἀδεῶς τὸ λοιπὸν παρέχουσι φθοροποιίαν γαστρὸς λοιπὸν οὐκ εὐλαβούμενοι διὰ τὸ συμπεπλεγμένον ἐφεκτικὸν τῆς γαστρὸς ἐν ἑνὶ καὶ τῷ αὐτῷ φαρμάκω ἅμα. ΚΑΦΑΛ. ΚΑ'. Οὐκ ἔστιν ἄνθρωπος μὴ ὤν τις ἄνθρωπος· καὶ ὁ
col. 1743–1744page 173 of 185
PG 86:1743λαμβάνων τὸν ἄνθρωπον Θεός τινὰ ἄνθρωπον λαμβάνει, τὸν διὰ μὲν τὴν φύσιν ὄντα ἄνθρωπον, διὰ δὲ τὴν λῆψιν ὄντα ὑπὲρ ἄνθρωπον. Εἰ μὲν οὖν τινα ὄντα ἄνθρωπον ἤδη ὕστερον ἔλαβεν ὁ Θεὸς, καλῶς λέγεις· εἰ δὲ τῇ λήψει καὶ μετὰ τὴν λῆψιν ὡράθη τις ὢν ἄνθρωπος, πῶς τινα ἄνθρωπον ἔλαβε γυμνόν ἄτευκτον ἔτι τῆς προσλήψεως αὐτοῦ; εἰ δὲ διὰ τὴν φύσιν ἄνθρωπός ἐστι τῇ φύσει καὶ διὰ τὴν λῆψιν ὑπὲρ ἄνθρωπον, οὐκ ἄλλο τι ἀλλ' αὐτὴν τὴν φύσιν πάν τως ἐτράπη οὖν τοῦ εἶναι ὁ ἦν τῇ φύσει διὰ τῆς λή ψεως· τί οὖν γέγονεν; ἢ γὰρ ἕτερόν τι, 8 οὐδὲ Θεός, οὐδὲ ἄνθρωπος ἐστι τὸ προσλαβόμενον ήγουν ἄρα οὖν καθ' ὑμᾶς, καὶ φύσις μία ἐστὶ Χριστῷ, καὶ αὐτὴ θεία· καὶ ὑπόστασις δὲ αὐτῷ μία προδήλως καὶ αὐτὴ Θεοῦ, ΚΕΦΑΛ. ΚΒ'. Γέγραπται ὅτι καὶ ὁ ἁγιάζων, ήγουν Χριστός, και οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες, δηλαδὴ ἐκ τοῦ Θεοῦ δι' ἣν αἰτίαν οὐδὲ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων, «Απαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοίς μου· › καὶ πάλιν, «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετ ἔσχε τῶν αὐτῶν.» Αλλ' εἰ καὶ ἐξ ἑνὸς πάντες, ἀλλ' οὐχ ὡσαύτως· ὁ μὲν γὰρ καὶ γεννήσει καὶ ἀχράντω καὶ ἀνάρχῳ ἐστὶν ἐξ αὐτοῦ· οἱ δὲ κτίσει μόνον, οὐ τῆς αὐτῆς δὲ φύσεως, ὅ τε νἱὸς τοῦ κεραμέως καὶ ἡ στάμνος, καίτοι ἐξ αὐτοῦ γενόμενοι άμφω· ἄλλως δὲ ὁ φύσει ἁγιάζων, καὶ οἱ φύσει ἁγιαζόμενοι, πως ὁμοφυείς; εἴπερ μὴ καὶ ὁ κτίζων καὶ οἱ κτιζόμενοι διὰ τί δὲ καὶ καλεῖν αὐτοὺς ἀδελφοὺς οὐκ ἐπαι σχύνεται; τίς γὰρ αἰσχύνη καὶ ὑποπτεύεται ἐν ὁμοουσίοις πάντη καὶ ἱσοτίμοις; ἢ τίς ἔπαινης ταπεινοφροσύνης τῷ καλοῦντι ἑαυτὸν, δ φύσει ὅλος ἐστὶ μηδὲν πλέον ἔχων τοῦδε; οὐδὲ γὰρ ὁ μορφ φή δούλου φύσει ὢν μόνον, δοῦλον ἑαυτὸν λῶν ἀκενόδοξος· τίς δὲ γνωμικὴ ἐποίησε συμπάθεια πρὸς τὰ κεκοινωνηκότα παιδία αίματος και σαρκὸς φύσει, τὸν τῇ φύσει ἑαυτὸν πάντη ὅμοιον καὶ αὐτὸν παραπλησίως τῆς σαρκὸς καὶ αἷματος φύσει κοινωνῆσαι; Κἂν γὰρ μὴ ἐβούλετο, μᾶλλον δὲ καὶ εἰ μὴ ἐκοινώνησαν, μηδὲ ἐγένοντο ὅλως οὗ τοι οἱ ὁμοούσιο: παῖδες τῷδε· εἰ λόγῳ τῆς οἰκείας φύσεως κεκοινώνηκεν αἵματι καὶ σαρκὶ, πάντως ἂν καὶ μόνος ὧν τοῖσδε ἐκοινώνησε· σαφὲς οὖν καὶ ἐν τούτοις τὸ ὑπερφυὲς ἡμῖν τοῦ καταδεξαμένου τὸ ὁμοφυὲς ἡμῖν Θεοῦ ἐνανθρωπήσαντος, καὶ τὸν ἄνε θρωπον ἀποθεώσαντος ὃς καὶ παιδία καλεῖ τούσδε τοὺς ἑαυτοῦ κατὰ σάρκα ἀδελφοὺς, λέγων, «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· › ἐπεὶ δὲ εἰ καὶ κατά σαρκικὴν γέννησιν ἀδελφός ἐστιν αὐτοῖς ἐξ Αδάμ προελθὼν τοῦ προπάτορος εἰς τόνδε τὴν ἐν ἑστῶτα αἰῶνα, ἀλλ' ὅμως τὸ ἑαυτοῦ σῶμα ἐξ ἀνα στάσεως νεκρὸν πνευματικὸν ποιήσας, καὶ τοῦτο εἰς τροφὴν ἡμῖν παρέχων τοῦ ἐνθεῖναι καὶ ἡμῖν δι' αὐ τοῦ δύναμιν εἰς ἀνάστασιν μετὰ τὴν νεκρότητα ενεργητικὴν πνευματικῆς σωμάτων ἀναβιώσεως, αὐτὸς αἴτιος ἡμῖν ἐστι σαφῶς τῆς τοιάσδε ἐν τῷ
col. 1745–1746page 174 of 185
PG 86:1745μέλλοντι αἰῶν: πνευματικῆς φύσεως καὶ ἀτελευτή του καὶ ἀφθάρτου καταστάσεως τῶν νῦν ἐν ἡμῖν φθαρτῶν σωμάτων· τούτῳ τοι καὶ εἴρηται οὗτος οὗ τὰ παιδία εσμέν, Πατὴρ τοῦ μέλλοντος αἰῶνος· δι' ἡμᾶς γὰρ οὓς ἀφθάρτους ἀνιστᾷ πνευματικοῖς σώμασι καὶ τοὺς τόπους καὶ τὰ περὶ ἡμᾶς πάντα κατάλληλα τοῖς ἐνδιαιτωμένοις καὶ περιπολοῦσι καὶ διαβιοῦσι καὶ ἁπλῶς ἐμπολιτευομένοις αὐτοῖς, ἄφθαρτα ἀποκαθ έστησε σώματα· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν δόξαν τῆς ἐλευθερίας τῶν τέκνων τοῦ Θεοῦ τούτου τοῦ καὶ ὡς ἀνθρώπου ἀδελφοῦ καὶ Πατρὸς λέγοντος· «Ιδού ἐγὼ καὶ τὰ παιδία & μοι ἔδωκεν ὁ Θεός, κ. ΚΕΦΑΛ. ΚΓ'. Εἰ αὐτὸς ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων «Εταπεινώθη κενώσας ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφήν, οὗτός ἐστιν ὁ ὑπερυψωθεὶς, καὶ ᾧ ἐχαρίσατο ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ο ἄρα γε 8 κατὰ φύσιν εἶχεν ὁ Λόγος, ὕστερον κατά χάριν ἔσχεν. 'Αλλ' εἰ μὲν ὁ αὐτός ἐστι ὁ καθ' ἑτέραν μὲν τῶν αὐτοῦ φύσεων και νωθεὶς εἰς τὴν φύσει δούλην ἀνθρωπότητα, ὑψωθεὶς δὲ τὴν ἑτέραν εἰς τὴν φύσει δεσπόζουσαν θεότητα, ἄρα γε τῆς ταπεινώσεως ἑτέρου, ἑτέρῳ ὁ μισθὸς ἀποδέδοται ἀλόγως τε καὶ ἀδίκως· πλὴν ἡ ταπείνωσις, καὶ καθ' ὑμᾶς τοῦ Λόγου ἐστίν· αὕτη δὲ μέχρι θανάτου, καὶ θανάτου σταυροῦ εἴρηται προβῆναι τοῦ Λόγου ἄρα ιδία χωρίς σαρκικῆς συμφυΐας καὶ τῆς οἰασοῦν συνυποστάσεως ἑτέρας οὐσίας τὰ πάθη καὶ τὸν θάνατον εἶναι συνάγετε. ΚΕΦΑΛ. ΚΑ'. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· εἰ οὖν ὁ ἐπὶ γῆς ὀφθεὶς, οὗ τὴν δόξαν ἐθεάσαντο ὡς Μονογενούς παρά Πατρὸς, αὐτός ἐστιν ὁ φύσει Θεὸς, πῶς ἀληθὲς τὸ προομολογούμενον; Καίτοι τὰ ἐπαγόμενα διασαφεί ὡς αὐτός ἐστιν ὅ τε φύσει ἰδίᾳ ἀόρατος, καὶ σαρκὶ ἰδίᾳ ὁρατὸς ἡμῖν· εἴρηται γὰρ ὅτι αὐτὸ τοῦτο τὸ μη δένα ἑωρακέναι Θεόν, ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, αὐτὸς ἐξηγήσατο· οὐ μέντοι ὅτι καὶ ὤφθη ἐθεασάμεθά τε, οὐ τὴν φύσιν αὐτοῦ ἔφη· δῆλον γὰρ, ὅτι καὶ ὁ Υἱὸς ὁμοφυὴς τῷ ἀοράτῳ Πατρὶ τὴν φύσιν, ἀλλὰ τὴν δόξαν αὐτοῦ, καὶ τήνδε οὐ τῆς φυσικῆς ἀξίας ἀλλὰ τῆς σχετικῆς πρὸς τὸν ίδιον Πατέρα τάξεως· φησὶ γὰρ ὅτι «Δόξα ὡς Μονο γενοῦς παρὰ Πατρός· ἡ ὁ δὲ «Ἐπὶ γῆς ὀφθεὶς» καὶ λα λῶν ἁπλανῶς λέγων· «Εγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν·, καὶ, ι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·, οὐ σαφῶς δηλοῖ ὅτι ὁ μὴ ἐκεῖνον ὁρᾷν δυνάμενος οὐδὲ τοῦτον, ἀόρατος ἄρα θεότητι· ὁρατὸς ἀνθρωπότητι Χριστός ὁ Θεὸς καὶ οὐκ ἄνθρωπος. ΚΕΦΑΛ. ΚΕ'. Εἰ πάντα οἰκειοῦται τὰ τῆς σαρκὸς ἴδια ὁ Λόγος, καὶ πάντων ἠξίωται τῶν τοῦ Λόγου ἡ σάρξ, ἄρα με καὶ τὸ ἐξ οὐκ ὄντων εἶναι ὅ ἐστι τῆς σαρκὸς φυσι κόν· καὶ τὸ τρεπτὸς εἶναι καὶ ὁρατὸς εἶναι καὶ τὸ περιέχεσθαι· εἰ δὲ καὶ ταῦτά τις δοίη, πῶς καὶ ἡ σὰρξ τῶν ἐναντίων μεταλήψεται; Η γὰρ ὁρατὴ, οὐκ
col. 1747–1748page 175 of 185
PG 86:1747Λ ἀόρατος· καὶ ἡ τρεπτή, οὐκ ἄτρεπτος. Αλλά πάπα οἰκειοῦνται, εἰς πρόσωπον τῆς ἑαυτοῦ σαρκός για μενα, εἴτε φυσικὰ πάθη, εἴτε ἐξωτέρας ὕβρεις, είτε ὅ τι οὖν αὐτῇ συμβεβηκός· τῇ γὰρ ἰδίᾳ ὑποστάσε αὐτὴν ἀνειληφώς, ἐπροσωποποίησεν· οὐ μέντοι τοὺς λόγους τῆς φύσεως τῆς σαρκός, οἰκειοῦται ἡ φύση τοῦ Λόγου· καὶ ἀξιώσασα γὰρ ὕστερον τὴν ἀνθρωπότητα, ἡ θεότης πρὸς τῇ ὑποστάσει καὶ θείων φυσικών ιδιωμάτων, ὅμως ἰδιάζει καὶ οὕτως, κατά τινα φυσικὰ αὐτῆς ἐξαίρετα· ἡ μὲν γὰρ ἐθέωσεν ὡς θεοποιός φύσις· ἡ δὲ ἐθεώθη ὡς θεοποιουμέν καὶ ἡ μὲν ὑψώθη φύσις· ἡ δὲ οὐχί· καὶ ἡ μὲν ἔλων τὰ ἴδια· ἡ δὲ ἔλαβε τὰ δέματα τα φυσικά· οὐδὲν ὧν ἐκ τῶνδε ἡμῖν ἡ τοῦ προσώπου ἕνωσις τὴν διαφοράν τῶν φύσεων λυμαίνεται. ΚΕΦΑΛ. Κα'. Εἰ φύσει Θεὸς ὁ Χριστὸς, πῶς λέγει ἐν τῷ σταυρῷ Θεέ μου, Θεέ μου, ἵνα τί με εγκατέλιπες; ν οὐδὲ γὰρ ἐστι Θεοῦ Θεὸς φύσει νοουμένου· ἄρα οὖν φύσει ἄνθρωπος ἐστιν ὁ λέγων ἑαυτοῦ Θεὸν τὸν Θεὸν σαφῶς. Ἐπ! οὖν Πατέρα ἡμῶν καὶ ἡμεῖς τὸν ἐν τοῖς οὐρανοῖς Θεὸν καλοῦμεν, ἄρα γε διὰ τόδε καὶ ἡμεῖς καὶ τὴ κατὰ σάρκα φύσει υἱοὶ Θεοῦ, ἢ οὐ δῆτα; Εἰ γὰρ μὴ φύσει πατέρα τοῦ ὅλου ἡμῶν δηλοῦμεν, ὃν καλου μεν Πατέρα, οὐδὲ πάσης φύσεως αὐτοῦ Θεὸν εἶνα ἀνάγκη, ὃν καλεῖ Θεὸν αὐτοῦ ὁ Χριστός. ΚΕΦΑΛ. ΚΖ'. Εἰ φύσει Θεὸν εἶναι ᾔδει τὸν Ἰησοῦν τὰ δαιμόνια, φησὶ, πῶς ἔλεγεν Εξορκίζω σε τὸν Θεὸν ἵνα μὴ βι σανίσῃς ἡμᾶς;» Ἔστω οὖν μὴ εἰδέναι αὐτὸν θεὸν τὰ ἀκάθαρτα πνεύματα· οὐδὲ γὰρ τῶν ἀνθρώπων τις δύναται εἰπεῖν Κύριον εἴτουν Θεὸν τὸν Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ λαλεῖ, καθώς γέγραπται Τί οὖν ὑμῖν ἀξιοπίστως εἰρῆσθαι δοκεῖ ὑπὸ τῶν ἐχθρῶν τε τῆς ἀληθείας ἀεὶ, καὶ φίλων καὶ διδα σκάλων τοῦ ψεύδους δαιμονίων;» ΚΕΦΑΛ. ΚΗ. Εἰ ἡ σὰρξ, σάρξ ἐστι καὶ οὐ θεότης, ἐπεὶ μη ετράπη ἡ θεότης εἰς σάρκα, μηδὲ πάλιν συναν πληροῖ τὴν οὐσίαν τῆς σαρκὸς, πῶς διὰ τὴν αὐτὴν αἰτίαν, οὐχὶ καὶ ὁ ἄνθρωπος ἐστι καὶ οὐ θεότη;; Καὶ γὰρ ἀληθῶς ἤ τε τῆς σαρκός, σαρκική εστι φύσις ἥ τε τῆς ἀνθρωπότητος ὡς ἀνθρωπείας, ἂν θρωπεία ἐστὶ φύσις· ἀλλ᾽ οὐχ ὑποστάσεις ταύτι ἰδικαὶ, οὐδέ τι τούτων ἐν Χριστῷ ἀπεσχοινισμένες ἐστὶ τοῦ ἑτέρου ὑφεστώς· καὶ ἐν τοῖς ἄλλοι, γὰρ πᾶσι ψιλοῖς ἀνθρώποις, οὐχ ἡ τοῦ ἀνθρώπου ἁπλῶς, ἀλλὰ τοῦδέ τινος ἑκάστη τε φύσις ἐνυπόστατος ὁρᾶν ται· καὶ ὅμως οὔτε ἡ σὰρξ ἐκ τοῦ σὰρξ ἁπλῶς λέ γεσθαι διακρίνοιτο τῆς ψυχῆς ἰδίᾳ ὑποστάσει, οὔτε ἡ ψυχὴ τῆς σαρκός· ὁ τοῦ μυστηρίου γοῦν τῆς ἐνανθρωπήσεως τοῦ Δεσπότου ἡμῶν λόγος τούτο διδάσκει· καὶ περὶ τούτου τὴν πίστιν ἡμᾶς ἀπαι τεῖ· ὡς τὴν προϋπάρχουσαν τῆς ἀνθρωπείας φύσεως ὑπόστασιν ἑαυτοῦ καὶ φύσιν ὁ Λόγος τὴν ἄπαρπεν πρὸ αἰώνων, ἐν ὑστέροις καιροῖς ἑαυτῷ σάρκα δι ριβαλὼν αὐτῇ τῇ ἰδίᾳ ὑποστάσει οὐκ ἀνθρώπου ψιλοῦ τὴν ἀνθρωπείαν φύσιν ἐνυπέστησεν.
col. 1749–1750page 176 of 185
PG 86:1749ΚΕΦΑΛ. ΑΘ. Εἰ ἡ μὲν σάρξ, σάρξ ἐστι, καὶ οὐ θεότης· ὁ δὲ ἄνθρωπος, ἄνθρωπός ἐστι καὶ οὐ θεότης, πῶς ἐκ μέρους τῆς σαρκὸς τὸν ἄνθρωπον ὀνομάζεις; Τῷ μὲν τῆς φύσεως λόγῳ ἄμφω ἡμῖν νοεῖται ἐπὶ Χρι στοῦ διαφέροντα πρὸς τὴν θεότητα· εἴτε ἀδιαφόρως ἔν τινι σημαίνοι ἀμφότερα, εἴτε ὡς μέρος ἡ σάρξ ὅλον δὲ λέγοιτο ὁ ἄνθρωπος· τῷ δὲ τῆς ὑποστάσεως λόγῳ ὡς μέρος νοουμένη ή σάρξ, πάλιν ὡσαύτως ἔχουσα τὴν ἔννοιαν πρὸς τὴν θεότητα τοῦ Χριστοῦ λογισθήσεται· καὶ ἔστιν ἡμῖν ἀνυπόστατος· οὐδὲ γὰρ ἐν τῷ λόγῳ, οὐδὲ ἐκτὸς τοῦ Λόγου, ἰδίαν ὑπόστασιν ἀποκεκλήρωται, ἀλλ' ἔστιν ὡς μέρος θεωρουμένη τοῦ ζώου ἀεί· ὁ δὲ ἄνθρωπος λεγόμενος ἐπὶ Χριστοῦ, ἐπεὶ οὐχ ἁπλῶς μέρος ἐστὶν ὁλότητος ὑποστάσεως, ἀλλ' ἐπὶ Χριστοῦ μόνον, οὐκέτι τὸν αὐτὸν τοῖς πᾶσιν ἀν θρώποις φυλάττει λόγον ὑποστατικὸν καὶ ἐπὶ Χρισ στοῦ· καὶ ἑτερότητος γὰρ ὑποστατικῆς, ὥσπερ ον καὶ φυκικῆς, ἐν αὐτῷ δείκνυσι Λόγον καθ᾽ αὑτὸν νοούμενος· ὅπερ οὐχ οὕτως ἔχει· ἐκμελὴς γὰρ ἔσται πᾶσα ἡ σύνθεσις τῆς ὁλότητος τοῦ προσώπου Χρισ στοῦ, φύσεσί τε καὶ ὑποστάσεσι διακεκριμένη και ψευδής ή ομολογία τῆς ἑνώσεως τῶν φύσεων, ἥνπερ εὐσεβῶς δοξάζομεν ἐπὶ Χριστοῦ· καινοτομεῖται γὰρ πρὸς τὸ πάλαι ἔνδοξον διὰ τὴν ἄφραστον ἕνωσιν τὴν πρὸς Θεὸν παρὰ πάντας ἀνθρώπους ὁ ἐπὶ Χριστοῦ λεγόμενος ἄνθρωπος, μή καθ' ἡμᾶς ἰδιάζουσαν ἔχων καὶ διακεκριμένην πάσης ὁμοειδούς καὶ ἑτεροειδοῦς φύσεως τὴν ἑαυτοῦ ἀνθρωπείαν ὑπόστασιν, ἀλλὰ κοινὴν καὶ ἀδιαίρετον τῆς τε ἑαυτοῦ καὶ τῆς ὑπὲρ αὐτὸν φύσεως οὗταν τοῦ Λόγου τὴν ὑπόστασιν· διὸ εἰ μὲν ὡς ἐκ μέρους φυσικοῦ τὴν ἀνθρωπείαν φύσιν ἐκ τῆς σαρκὸς ὀνομάζεται, οὐδε νὸς ὑπόπτου ἡμῖν πρὸς ῥᾳδιουργίαν γινομένου, ταυ τὸν ἴσμεν ἀμφότερα· εἰ δὲ ὡς ἐκ μιᾶς τῶν ὑποστάσεων τὸ ὅλον τοῦ Χριστοῦ οἷά τινος χοροῦ ὡς ἰδιο υπόστατον βουλόμενοι εἰσάγειν τὸ ἀνθρώπινον αὐτοῦ, λεγόμενον γυμνῶς, οὐδὲ τὴν σάρκα ἀντὶ τοῦ ἀνθρώπου τελείου γυμνοῦ λεγομένην καταδεξόμεθα. ΚΕΦΑΛ. Λ'. Εἰ ή σάρξ [σάρξ] ἐστι, καὶ οὐ θεότης, ὁ δὲ ἄνθρωπος οὐκέτι ἄνθρωπος ἐστι καὶ οὐ θεότης, εἰπὲ τί μὲν τῆς σαρκὸς ἡ θεότης, τί δὲ τοῦ ἀνθρώπου ἡ θεότης; Τῆς σαρκός, ταυτὸν δέ ἐστιν εἰπεῖν καὶ τοῦ ἀνθρώπου, συνενυπόστατος ἡ θεότης ἐν Χριστῷ· ἀλλὰ τῆς μὲν σαρκός, ὡς εἴρηται, ἀκαινίστως έχούσης κατά τε φύσεως καὶ ὑποστάσεως λόγον, καὶ ἐν αὐτῷ ὡς καὶ ἐν τοῖς λοιποῖς, μέρους τε καὶ διαφόρου θεωρουμένης πρὸς τὸ ὅλον· τοῦ δὲ ἀνθρώπου, συνενυπόστατός ἐστιν ἡ θεότης καινισθέντος παρὰ τοὺς πολλοὺς καθ᾽ ὑπόστασιν· ἀντὶ γὰρ ἰδικῆς, κοινήν· καὶ ἀντὶ ἀνθρωπείας, θείαν κτησαμένου ὑπόστασιν· καὶ ἀντὶ ὅλου ὑποστατικοῦ, ὡς μέρους ἐν αὐτῇ θεωρουμένου τοῦτο γὰρ αὐτῷ ὄντως ἐστὶ πρὸς ἀπαρτισμὸν τῆς τελείας μακαριότητος· καὶ παρατηρητέον, ὅτι οὐ πάντοτε ἡμῖν ἢ τε σὰρξ τὸν ἄνθρωπον ἐκ μέρους σημαίνει, ἢ ὁ ἄνθρωπος τὴν σάρκα, ἀλλ' ἡνίκα περί φύσεως μόνον εἴη ὁ λόγος· καὶ εἰ τοῦτο, οὐ διὰ τὸ πάντα τὸν ἄνθρωπον εἶναι σάρκα· ἀλλὰ διὰ τὸ ἐπὶ καὶ οὐ θείᾳ φύσει σύνθετόν φατε, οὐδὲ τὸν ἄνθρωπον
col. 1751–1752page 177 of 185
PG 86:1751Χριστοῦ ὡς μίαν ἀντιδιαστέλλεσθαι φύσιν κατὰ τὴν σάρκα, πᾶσαν τὴν ἀνθρωπότητα πρὸς τὴν θεότητα ὡς κτιστήν τε πρὸς τὸ ἄκτιστον, καὶ ὡς ἕνα ἄξεν ἐπιδεχομένην ἴδιον παρὰ τὴν θεότητα. ΚΕΦΑΛ. Α'. Εἰ ὅπερ ἐστὶ τῆς σαρκὸς ἡ θεότης, τοῦτό ἐστι καὶ τοῦ ἀνθρώπου ή θεότης· ἑτέρα δὲ ἡ σὰρξ παρὰ τὴν θεότητα (σὰρξ γάρ ἐστι καὶ οὐ θεότης), πῶς οὐχ ἔτε. ρος καὶ ὁ ἄνθρωπος παρὰ τὴν θεότητα; ἐπείπερ ἄν θρωπος καὶ οὐ θεότης. Οντως γὰρ ταυτόν ἐστι τῆς το σαρκός, καὶ ὡς σὰρξ μόνον λέγοιτο καὶ οὐχ ὡς ἄνθρωπος, καὶ τοῦ ἀνθρώπου ἡ θεότης· τί δὲ ἆρά ἐστιν αὐτοῖς, ἢ μόνον συνυπόστατος διὰ τῆς ἑνώσεως τῆς καθ' ὑπόστασιν· εἴτε ἄμφω τὸν ἄνθρωπον σημαίνοιεν, εἴτε τῇ μὲν ὡς μέρει, τῷ δὲ ὡς ὅλῳ φ σικῷ συνυφίστασθαί τις λέγει αὐτήν· ἕτερα δὲ πάλιν ἥ τε σὰρξ καὶ ὁ ἄνθρωπος, πῶς ἐστιν ἀληθῶς τῆς θεότητος ἐν Χριστῷ, εἰ μὴ φύσει; Επείπερ σάρξ τέ ἐστι καὶ ἄνθρωπος, καὶ οὐ θεότης τάδε, καθώς και ὑμεῖς φάτε, ἀλλὰ κατὰ φύσιν ἑτέραν, δηλαδὴ ἕτερά ἐστι τάδε καὶ οὐ καθ᾽ ὑπόστασιν ἄλλην· εἴπερ φύσις ἡ θεότης, καὶ φύσις ἑτέρα ἡ ἀνθρωπότης. ΚΕΦΑΛ. ΛΒ'. Εἰ τῆς σαρκὸς μὲν μέρος οὐκ ἦν ὁ Θεὸς Λόγος, του δὲ ἀνθρώπου μέρος ἦν, πῶς οὐκ Αρειανίζεις ή Απο λιναρίζεις; 'Αλλ' οὐδὲ τῆς σαρκὸς οὐδὲ τοῦ ἀνθρώπου μέρος ὁ Λόγος, μὴ γένοιτο· εἰ γάρ τις καὶ ἀντὶ μι χῆς τῇ σαρκὶ ἀθέσμως δοίη τὸν Λόγον κατὰ τοὺς μνημονευθέντας ὑμῖν θεολοιδόρους, ἀλλ' ὅμως οὐδὲ οὕτως ἀνθρώπου μέρος ἂν αὐτὸν παραστήσῃ εὐ γὰρ τὸ τοιόνδε ὅλον ἄνθρωπος ἔσται λοιπὸν τὸ ἐκ σαρκὸς ἀψύχου καὶ Λόγου θείου συμπληρούμενον σώματος γὰρ λογικῇ ψυχῇ ἐψυχωμένου, ὁ τοῦ ἀν θρώπου λόγος καὶ ὄρος ἐστίν· οὐ μὴν θείῳ λόγῳ ἐψυχωμένου· εἰ δὲ ἄρα καὶ λέγοι τίς πως μέρος τὸν Λόγον Χριστοῦ, δηλαδὴ ὡς ὅλου· καὶ οὐχ ὡς ἀνθρώπου ἁπλῶς φησι· καὶ τοῦτο μόνον πρὸς σημασίαν τοῦ ἂν εἶναι πρόσωπον αὐτοῦ ἐκ διαφόρων φύσεων συγκείμενον. ΚΕΦΑΛ. ΑΓ. Εἰ ὥσπερ μέρος οὐκ ἔστι τῆς σαρκὸς ὁ Θεὸς Λά γος, οὕτως οὐδὲ μέρος τοῦ ἀνθρώπου, πῶς οὐχ ἕτερος ὁ ἄνθρωπος παρὰ τὸν Θεὸν Λόγον; ὥσπερ οὖν καὶ ἕτερος ὁ Θεὸς Λόγος παρὰ τὴν σάρκα· ὁ Λόγος γὰρ Θεός ἐστι καὶ οὐ σὰρξ, ὥσπεροὖν καὶ ἡ [σὰρξ] σάρξἐστι καὶ οὐ θεότης. Οὐδὲ τῆς σαρκὸς, οὐδὲ τοῦ ἀνθρώπου μέρος ὁ Θεὸς λόγος, οὔτε κατὰ φύσιν, οὔτε καθ᾽ ὑπό στασιν, ἀλλὰ Χριστοῦ· ἐπεὶ μὴ ἀνθρώπου ψιλή τις ἦν ἡ ὑπόστασις τοῦ Δεσπότου ἡμῶν Χριστοῦ· ἔτε ρος οὖν τῆς τε σαρκὸς καὶ τοῦ ἀνθρώπου ἤγουν τῆς ἀνθρωπότητος κατὰ φύσιν μόνον νοοῖτο ἂν ὁ Λόγος ἐν Χριστῷ, οὐ μὴν καὶ καθ᾽ ὑπόστασιν· εἰ καὶ ὑμεῖς ὑπούλως ἔχοντες περὶ τὴν ὑπόθεσιν, σιωπᾶτε τὰς ἑτερότητας καὶ ταυτότητας τίνων γε, καὶ ὅπως ἐκά τερα λέγεται, ἵνα διὰ τῆς τοῦ ἑνὸς πράγματος ήγουν τῆς φύσεως ὡμολογημένης ετερότητος λεληθότως καὶ τὴν ἄλλου πράγματος ήγουν τῆς ὑποστάσεως τὴν ἑτερότητα παρεισενέγκοιτα· καὶ τὸ ἐξ ἀρχῆς ὑμῖν σπουδαῖον, δύο τὰς ὑποστάσεις δείξητε, καὶ τὴν ἔνω
col. 1753–1754page 178 of 185
PG 86:1753σιν τοῦ Δεσπότου ἡμῶν Χριστοῦ διαζεύξητε ἣν Λόγῳ μόνῳ καταδέχεσθαι προσποιεῖσθε· ὁ γὰρ κατὰ φύσιν τε καὶ ὑπόστασιν διακρίνων τι, κατ' οὐδὲν ἔτι ἢ ἄρα κατὰ συμβεβηκός μόνον τὴν τούτου συνάφειαν οίε τα ΛΟΓΟΣ Γ'. Εκτης αὐτῶν ἀσεβείας δεῖξις, Θεοφόρον ἄνθρωπον καὶ οὐ Θεὸν ἐνανθρωπήσαντα λεγόντων των Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Εἰ στολὴν ἔχει ὁ Λόγος τὴν σάρκα, κατὰ τὸ εἰρη μένον αὐτῷ διὰ τῶν λόγων αὐτοῦ περὶ ἑαυτοῦ, «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, ὁ δηλονότι ὁ ἀναθεματίζων τὸν λέγοντα θεοφόρον ἄνθρωπον τὸν Χριστὸν, πρὸ τοῦ λέγοντος τὸν φοροῦντα ἀναθεματίζει. Αλλ' εἴπερ ἡ στολὴ τοῦ Λόγου ἐστὶν ἡ σὰρξ, ὁ δὲ Λόγος Θεός, ἡ δὲ σάρξ ἐστιν ὁ ἄνθρωπος, θεὸν ἀνθρωποφόρον ἀκόλουθον μᾶλλον εἰπεῖν ἐπὶ Χριστοῦ· τοὺς δὲ ἀποστόλους αὐτοῦ ἐνδυσαμένους δύναμιν ἐξ ὕψους ἐπελθόντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ τούτους εἰκὸς καὶ τοὺς τοιούτους θεοφόρους καλεῖν, ἵνα τὸ ἐπίκτητον τῇ ὑποστάσει τῇ ἀνθρωπίνῃ, ή θεία φύσις νοηθῇ· ἐν δὲ τῷ Κυρίῳ, ἀνάπαλιν τὸ ἐπίκτητον τῇ θείᾳ ὑποστάσει, ἡ φύσις ἡ ἀνθρωπίνη δοξασθῇ· αὐτὸς γὰρ ἐνεδύσατο τὸ τῆς ἡμετέρας φύσ σεως, ὁ ἐνδύσας ἡμᾶς πάντας, τὸ τῆς ἑαυτοῦ φύσεως σάρκα λαβὼν καὶ δοὺς Πνεῦμα. ΚΕΦΑΛ. Β'. Τό, Θεὸς ἦν ἐν τῷ Υἱῷ, κατὰ τὸ εἰρημένον μὴ τὸν Λόγον λέγειν εἶναι ἐν ἀνθρώπῳ, ὡς ὁ φορῶν ἐν τῷ φορουμένῳ· οὐδ᾽ ἄλλως ἄρα δύναται ὁ Θεὸς εἶναι ἐν τῷ Χριστῷ. Εἰ οὖν οὕτως ἀδιαφόρως ὡς ὁ φορῶν ἐν τῷ φορουμένῳ, ἐν Χριστῷ ἦν Θεὸς, κατὰ περιορισμόν ἄρα καὶ περίληψιν καὶ σκέπην καὶ κάλυμμά ἐστιν ὁ Λόγος ἐν τῇ σαρκί· τοπικῇ τε παραθέσει πέρατος θατέρου προς θάτερον ἥνωται ἀλλήλοις, καὶ οἷον ὁ φλοιὸς ἢ τὸ ἔλυτρόν ἐστι περίθεμα τοῦ ἀμυγδάλου ἄρα οὖν καὶ περιγράφεται τῇ σαρκὶ ἢ πᾶς ἢ κατὰ τὸ πλεῖστον αὐτοῦ ὁ Λόγος· ἔτι μὴν οὕτως οὐκ εἰς τὸ φα νερωθῆναι τῷ κόσμῳ τὸν λόγον, ἀλλ' εἰς τὸ ἐπικαλυφθῆναι, καὶ μὴ γεγυμνώσθαι πρὸς κατανόησίν τινι ἔσται ἐπινοήσας ἑαυτῷ τὴν σάρκωσιν· ἄλλως δὲ σῶμα καὶ πρὸ σαρκὸς νοοῖτο ἂν ὁ Λόγος, εἰ οὕτως ἔχει ἐπιφάνειαν· ἵνα δὲ πάντα δοθῇ ἡμῖν λέγειν τὰ ἄτοπα, καὶ οὕτως οὐ θεοφόρος, ἀλλ᾽ ἢ ἀνθρωποφό ρος ὁ ἐκ Θεοῦ Θεός· ἢ εἰ Χριστὸς αὐτὸς ὁ φορούμενος ἦν καθ' ὑμᾶς ὁ καὶ θεοφόρος, δύο θεοῖς μετ σάζει Χριστός· ἑνὶ τῷ ἔνδον αὐτοῦ χωρουμένῳ, διότι
col. 1755–1756page 179 of 185
Liber VI
PG 86:1755Θεὸς ἦν ἐν Χριστῷ· καὶ ἑνὶ τῷ ἔξωθεν φορουμέν διότι θεοφόρος ὑμῖν δοκεῖ ὁ Χριστός. ΚΕΦΑΛ. Γ'. Ο τρόπος τῆς ἑκουσίου ἑνώσεως, τὴν ἐνύπα οὐκ ἀναιρεῖ· εἰ μὴ γὰρ ἐνυπάρχει, οὐδὲ έντα ᾿Αλλὰ ἡ κατὰ τὴν τῶν φύσεων εἰς ἀλλήλας ἐνι στον ἕνωσιν ἐνύπαρξις, ἐν δυάδι ὑποστάσεων πο οὐχ ὑπάρχει, ὡς ἐνοικοῦντος καὶ ἐνοικουμένου. ΚΕΦΑΛ. Δ'. Εἰ μὴ εἰς ναὸν ἢ φόρημα ἔχει ὁ Λόγος τὸν ἡγ που, ἐξ ἀνάγκης εἰς οὐσίαν ἔχει· ὁ δὲ λαμβάνει τ σάρκα εἰς οὐσίαν τοῦ Χριστοῦ, αὔξησιν παίς οὐσίας τοῦ Υἱοῦ, τρέπων καὶ ἀλλοιῶν αὐτὴν εἰς ἐπι ρον. 'Αλλ ἔστι μὲν καὶ ὡς εἰς ναὸν καὶ ὡς εἰς π νὴν καὶ ὡς εἰς φόρημα, κατὰ ἀναλογίαν τινὰ ὁ Δε γος ἐν τῇ σαρκί· οὐ μέντοι κατὰ ἀπαραλλαξίαν τα ἐν ἑνὶ τούτων ἐστίν· εἴπερ γὰρ μὴ ταυτόν ἐποι οὐδὲ ὡσαύτως τὸ ἐν τοῖσδε αὐτοῖς πᾶσιν ἐν είναι πολλῷ μᾶλλον τὸ μηδὲ ὡς ἕν τῶνδε πάντη εἶναι τ ἐχόμενον πρὸς τὸν ἔχοντα ἕξει ἐν Χριστῷ τὴν ἐν φοράν· εἰ δὲ τὸ παρὰ τάδε ὂν, εὐθὺς εἰς οὐσίαν προ ληφθῆναι, καὶ οὐκ εἰς ὑπόστασιν μᾶλλον, διά το πρὸς οὐσίαν συνελεύσεως ουσίας δηλοί, ἄρα γε το τ πυρὸς ἐν τῷ μύδρῳ πρὸς τὸν σίδηρον, καὶ τῆς ἐν χῆς πρὸς τὸ σῶμα ἐν τῷ ἀνθρώπῳ· ἐπεὶ μὴν ἐς ναοῦ ἐστιν ἡ εἴσδυσις, μήτε ὡς σκηνῆς ἡ ἐνοίκηση, μήτε ὡς φορήματος ἡ ἔνδυσις· οὔτε γὰρ περιε τὰ ἐν τούτοις τῇ τῶν φορουμένων αὐτοῖς οἴτων ἐνδυμάτων ἐπιπροσθεῖν ἐπιφανείᾳ, καὶ οἷον καὶ αὐτο τούτων εἶναι φορήματα· μὴ τὸ συμπάσχειν θατέρω θάτερον ἁπλῶς ἀνάγκη εἰς οὐσίαν σιδήρου μετα τὴν οἴεσθαι τῆς οὐσίας τοῦ πυρὸς ἐν τῷ μέχρι και τῆς ψυχῆς ἀμοιβὴν εἰς σῶμα ἐν τῷ ἀνθρώπιν ὅπουγε καὶ εἰ τροπή, ὥς φατε, ἦν, οὐκ ἐπαίτηση καὶ εἰ ἐπαύξησις, οὐ τροπὴ γέγονε μένοντας τις τοῦ προϋποκειμένου, γίνεται ἡ αὔξησις, ε μὴν το ἡ τροπὴ ὡσαύτως. ΚΕΦΑΛ. Ε'. Σ Εἰ θεοφόρον ἄνθρωπον εἰπεῖν τὸν Χριστὸν ἄτοπον, δίδαξον ἡμᾶς πῶς χρὴ ὀνομάζειν τὸν Χριστὸν ἄνθρωπον, θεόσαρκον ἄνθρωπον ἢ ἀνθρωπόσαρκον θεό ἀλλ᾽ εἰ τοιοῦτος ἄνθρωπος ὁ Χριστός, δῆλον ὅτι του τὴν τοῦ Ἀδὰμ φύσιν ἐστὶν ἄνθρωπος ὁ Χριστ Εγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τοῖς χείλεσί σου καὶ ἐν τῇ διανοίᾳ σου, τουτέστι σεσαρκωμένον θεόν, ἐς τ ὄντως ὑπὲρ τὴν φύσιν ᾿Αδάμ τι ἔχει, σώζων μέσα καὶ τὰ κατὰ ταύτην πάντα. ΚΕΦΑΛ. Γ'. Εἰ ὥσπερ ἦν πρὸ τοῦ σαρκωθῆναι ὁ Λόγος εἰς θεός καὶ εἷς Υἱὸς, οὕτως καὶ μετὰ τὴν σάρκωσιν, εξίσ ὅτι τὴν σάρκα εἰς φόρημα ἔχει καὶ ναὸν, καὶ οὐκ τη μέρος οὐσίας. ᾿Αλλὰ νῦν καὶ εἰς ἄνθρωπος ὁ αὐτή ἐστιν· ἐν ἡμῖν γὰρ κατελογίσθη· ὅθεν καὶ καὶ Ἐμμανουήλ· οὐδεὶς δὲ ναὸν οἰκῶν, ἢ ἱμάτιον φορά, ναοῖς ἢ ἱματίοις συγκαταλογίζεται.
col. 1757–1758page 180 of 185
PG 86:1757ΚΕΦΑΛ. Ζ'. Εἰ μὴ θεοφόρος ἄνθρωπος ὁ Χριστός, οὐδ᾽ ἄρα ἄνθρωπος ἐστιν ὁ Χριστὸς ὁ ἀκούων τὴν ἀλήθειαν παρὰ τοῦ Θεοῦ· «Τί με γάρ, φησί, ζητεῖτε, ἀποκτεῖναι ἄνθρωπον ὅς τὴν ἀλήθειαν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Πατρός; ο 'Αλλ' ἔστιν ἄνθρωπος θεοφόρητος, καὶ οὐ θεοφόρος· οὐ γὰρ ἡ σὰρξ ἐσκήνωσεν ἐν τῷ λόγῳ, ἀλλὰ ὁ Λόγος ἐν τῇ σαρκί. ΚΕΦΑΛ. Ι'. Ὁ κωλίων τὸν Θεὸν Λόγον τοῦ ἐνεργεῖν ἐν τῷ Ἰησοῦ, κωλύει τὸν ἄνθρωπον τοῦ ὁρᾶσθαι ὡς Θεόν Λόγον. Καλῶς ἔφης, εἰ τρανῶς ὁμολογήσεις· ἐνερ γεῖ γὰρ ἐν τῇ σαρκὶ ὁ Λόγος μόνος καθ' αὐτὸν τὴν θέωσιν αὐτῆς πρώτως ὡς Θεός, ἀλλὰ διὰ φυσικῆς αὐτοῦ πρὸς αὐτὴν συμπλοκῆς· ᾧ τρόπῳ καὶ ψυχή ἰδίως ἐνεργεῖ ἐν τῷ ἰδίῳ σώματι, κατὰ τὸν ἄνθρωπον, τὴν ζώωσ.ν αὐτοῦ· καὶ πῦρ ἐν τῷ σιδήρῳ, κατὰ τὸν μύδρον, τὴν πύρωσιν αὐτοῦ· τοῦτο δὲ ἀποδείκνυται, προελθὸν ὄντως τὸ ἔργον θατέρου τῶν συνελθόντων εἰς θάτερον διὰ τῆς τῶν εἰς τὰ ἐξώτερα ἐνεργειῶν ἐπιδείξεως τοῦδε τοῦ εἰς αὐτὸν ἐνεργήσαντος ἐκ τοῦ ἐνεργηθέντος τὸ λοιπὸν ἀεὶ προϊόντων. ΚΕΦΑΛ. Θ'. Εἰ οὐκ ἔστι Χριστὸς ὁ ἐνεργῶν ὡς Θεὸς, καὶ ἑνερο γούμενος ὡς ἄνθρωπος, ἢ ἄρα ἐνεργῶν μόνον ἐστὶν ὁ Χριστὸς, ἢ ἐνεργούμενον. Τὴν πρὸς αὐτὸν ἔκληψιν τῆς σαρκὸς ὁ Λόγος ἔπραξε· καὶ τὴν ἀνάστασιν αὐτ τῆς ἐκ νεκρῶν ἐνεργεῖ· οὐ μὴν Χριστὸς ὅλος ὑφ' ἑτέρου τάδε ἐνεργεῖται, ἢ εἰς ἕτερόν τινα ἐνεργεῖ Χριστοῦ γὰρ τοῦ αὐτοῦ, δι' ἂν ὁ Λόγος καὶ ἡ σάρξ κατὰ δὲ τὰς ἐν ἑτέροις ὑπὸ Χριστοῦ γινομένας ενερ γείας ἰδίως αὐτῷ πολλάκις διὰ τῆς σαρκὸς αὐτοῦ ἐνεργεῖ ὁ Λόγος θαυματουργῶν ὡς φυσικοῦ ὁρο γάνου λοιπὸν νοουμένης αὐτῷ προσείναι τῆς σαρ κός. ΚΕΦΑΛ. Ι. ᾿Αλλὰ μὴν καὶ ᾿Αθανάσιος, φησί, ὃν οὐ παραιτεῖσθε, ἐν τῷ περὶ ἐνανθρωπήσεως λέγει· Κατα σκευάζει ἑαυτῷ ναὸν τὸ σῶμα, καὶ ἰδιοποιεῖται τοῦτο ὥσπερ ὄργανον, ἐν αὐτῷ γνωριζόμενος καὶ ἐνοικῶν καὶ πάλιν, Τὸν ἑαυτοῦ ναὸν καὶ σωστικὸν ὄργανον προσάγων ἀντίψυχον ὑπὲρ πάντων. Νόει γοῦν ὅτι καὶ ὄργανον φυσικῶς ἡνωμένον ὡς σῶμα ψυχῇ, καὶ οἶκος οὕτως λέγεται· ὁ γὰρ Λόγος σάρξ ἐγένετο, εἴ ρηται, οὐ μόνον εἰς σάρκα ἁπλῶς ἐνῴκησεν. Χ. ΛΟΓΟΣ Ζ'. Εβδόμης ἀπιστίας αὐτῶν στηλίτευσις διαμεμφομένων τοῖς λέγουσι τὸν ἕνα τῆς ἁγίας Τριάδος πεπονθέναι σαρκί. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Πῶς λέγετε, φασὶν, ἕνα τῆς ἁγίας Τριάδος περ
col. 1759–1760page 181 of 185
Liber VII
PG 86:1759Λ πονθέναι σαρκί; Εἰ γὰρ οὐ τρεῖς θεούς, ἀλλ᾽ ὑποτά σεις φατέ, ἀκόλουθον ἐν λέγειν, ἢ μίαν τῆς Τρι ἀφορῶντας πρὸς τὴν ὑπόστασιν ἡ τὸ πρόσωπο, Σ μὴ ἕνα· πρὸς θεοὺς γὰρ ἢ πατέρας ή υἱοὺς, του ἀποδίδοται ἀῤῥενικῶς λεγόμενον· διότι οὐδὲ Ε καὶ ἄλλον ἀπαρατηρήτως τῇ χρήσει λέγειν τ Χριστὸν ἐν ὁμολογεῖτε, ἄλλο καὶ ἄλλο, ἀνέχεται Θαυμαστὸν ὅπως ἐν οἷς ὑμεῖς ὡς οἰκείαις προτ δόξαις ὅτε τὰ περὶ ὑποστάσεως τοῦ Κυρίου ἐξης ζετε, ἐν ταύταις νῦν ἡμᾶς ὥσπερ ἀσεβοῦντε; ἐ κνύειν βουλόμενοι, οὐκ ἠρυθριάσατε· ἰδικάς το τε καὶ τρεῖς τὰς οὐσίας τῆς ἁγίας Τριάδος ὑμεῖς το κατε· ὧν μίαν εἶναι τὴν λεγομένην ενανθρωπή καὶ τοῦτο εἶναι ὑπόστασιν ἐλέγετε μόνον, την οὐσίαν· πλὴν οὐ γὰρ ἐν τούτῳ εἶεν ἂν ἐλεύθεσαι τ εγκλήματος, εἰ τοὺς κατηγοροῦντας ἔχοιεν ἐπιτες συναμαρτήμονας οι κατηγορούμενοι· τοῦτο μὲν ἐτε σθω ὑμῖν· καὶ περὶ τῶνδε δὴ τάδε λέγειν έχον πρὸς ὑμᾶς καὶ νῦν· ὡς οὐ μόνον ταύτῃ τῇ τοῦ ἐρ θμοῦ σημαντική προσαγορευόμενον σημασία τὸν λόγο ἀῤῥενικῶς ένα φάσκοντες τῆς ἁγίας Τριάδος, θεί φαμεν, ἀλλὰ καὶ αὐτὸν Πατέρα καὶ τὸ ἅγιον Πνεύμα Θεὸν ἀῤῥενικῶς λέγομεν· καὶ οὐ διὰ τοῦτο τρο θεοὺς ἡμεῖς ταῦτα οιόμεθα. Οὐδὲ γὰρ οἱ ὅτεο: Πε ρες ἡμῶν οὔτε ἡ ἁγία Γραφή, ἔστιν ὅπη οὕτως ἐπ λέγεσθαι περὶ ἑνὸς ἑκάστου τῶν τριῶν τῆς θείας τ σεως προσώπων παρεφυλάξατο· καὶ ἀῤῥενικώς την τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐν πλείστοις κέκληκαν εν τὸ τὸ παντέλειον ἑκάστου ἐνουσίως τε κατὰ τὸ κοιν καὶ ἐνυπεστάτως κατὰ τὸ ἰδικὸν, τὴν αὐτὴν ἐν ταῖς τρισί γνωρίζειν ἅπασι τελειότητα θεότητός τε και κυριότητος· οὕτω γάρ φησι ἡ θεοσύλλεκτος ὁμήγυες τῆς ἐν Νικαία συνόδου, πιστεύειν εἰς ἕνα θεία Πατέρα Παντοκράτορα, καὶ εἰς ἕνα Κύριον Ἰαν Χριστόν· καίτοι τὰς ὑποστάσεις καὶ τὰ πρός θηλυκώς τε καὶ οὐδετέρως λέγοντες ἀεί· καὶ περ τούτων αὐτὸ δὴ καὶ τοῦτο ἐκτιθέμενο: τὸ σύμβος. κανόνα τινὰ καὶ γνώμονα τῆς περὶ Θεοῦ καὶ τῆς ἐν τῇ θείᾳ Τριάδι ὀρθοδοξίας· οὔτε εἰς ἐν πιστεύε εἰρήκεισαν, ἀλλ᾽ ἄμφω ἀῤῥενικῶς ἐκήρυξαν, κατά τ τὸ ἀριθμοῦ σημαντικὸν ὄνομα, ήγουν τὸ ἐν· κ κατὰ τὰ ἀπολελυμένον καὶ ἰδικὸν, ήγουν θεὸν κα Κύριον· τὰ δὲ ἱερὰ Λόγια, δύο τε αρρενικώς της πολλάκις καὶ περὶ ἓν πράγμα τὴν ἐνέργειαν μερι ζομένους· καὶ ὅμως, οὐκ ἀναγκαίως τοῦτον εἰς καθ' ὑμᾶς τὸν σκοπὸν τῆς πολυθεία;· ὡς τὸ, ο Γέρος Κύριος πῦρ παρὰ Κυρίου·, και, «Είπεν Κύρι τῷ Κυρίῳ μου·, και, ο Ἔχρισέ σε ὁ Θεός, όθ, σου, καὶ ἕτερα πλεῖστα, ὧν οὐδὲν τρεῖς εἶναι ἐπς ἔδειξεν. Η ἀνεῖλε τὸ μίαν εἶναι τὴν ἐν τοῖς τον θεότητα καὶ κυριότητα· καὶ γὰρ ἀλλαχόσε εἴρηται Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· ν και, ε 'Αγ ἅγιος, ἅγιος Κύριος Σαβαώθ, καὶ τὰ τοι ἐκ τοῦ ἁγίου αὐτοῦ Πνεύματος. Μή τι οὖν μίαν τ ἢ ἁγίαν, ἢ κυρίαν, ἢ θείαν εἰπεῖν ἀναγκαίως είνα τῷ Πνεύματι, ἵνα μὴ τοῖς παρ' ὑμῶν ἐγκαλουμένου εὐθύνηται; πῶς δὲ ἄρα ὑμεῖς αὐτοὶ τὸν Πατέρα τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ ἅγιον προσαγορεύετε. Η Ο
col. 1761–1762page 182 of 185
PG 86:1761μὲν οὖν μήτε Κύριον, μήτε Θεόν, (ταῦτα γὰρ ἀῤῥε νικῶς εἴρηται,) πῶς οὐκ ἄθεοι παντελῶς ἐστε; εἰ δὲ λέγετε ταῦτα καὶ ὑμεῖς περὶ ὧν ἡμῖν ἐγκαλεῖτε, πῶς οὐκ ἀναίσχυντοι λίαν κριθήσεσθε; ΚΕΦΑΛ. Β'. Εἰ ἡ ἁγία Τριάς ἀπαθὴς, ὁ δὲ Χριστὸς παθητός, εἴς δὲ ἐστι ὁ Χριστὸς τῆς ἁγίας Τριάδος, ἢ καὶ ἡ ἁγία Τριάς παθητή, ἢ ὁ Χριστὸς οὐχ εἰς τῆς ἁγίας Τριάδος· εἰ δὲ προσθῆτε τό, σαρκὶ πέπονθε, τὸ τοιῶσδε πάσχειν, οὐκ ἐλευθεροῖ πάθους· ὥσπερ ἂν καὶ εἴποι τις τοιῶσδε πεπνίχθαι τινά, οὐκ ἐλευθεροῦ τοῦ πάσχειν ἢ τοῦ πεπνίχθαι, τὴν περὶ οὗ εἴρηται. Αλλ' ὁ Χριστὸς οὐ μόνον εἷς ἐστι τῆς ἁγίας Τριάδος. ἀλλὰ καὶ εἰς τῆς ἀνθρωπότητος ἐν μιᾷ καὶ τῇ αὐτῇ αὐτοῦ ὑποστάσει· διὰ τὸ καὶ περισσόν τι τῆς φύσεως ἑαυτοῦ τὸν Θεὸν Λόγον, ἤγουν τὸ ἐξ αὐτοῦ πλάσμα, εἰς τὸ ἑαυτοῦ πρόσωπον ἀναλαβεῖν· τὸ δὲ ληφθέν, οὐχ ὑπόστασις ἂν ἐλήφθη, ἀλλὰ φύσις, τῇ φύσει τοῦ Λόγου ἐν τῇ ἰδίᾳ αὐτοῦ ὑποστάσει συνυποστάσα ἐδείχθη γὰρ οἰκείως κατά τόπον πολλάκις ὡς δυνατόν, καὶ πλείους φύσεις, ἐν μιᾷ ὑπάρχειν τῇ ὑποστάσει ἴδωμεν δὲ καὶ ἐπὶ παραδείγματος τὸ κατὰ τὸν Δεσπό την ἡμῶν Χριστὸν οὕτως· εἰ γὰρ ᾽Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼν μετὰ τὴν ἐνθένδε ἀποβίωσιν, ἤδη λοιπόν τῷ τῆς ἀθανασίας ορίζονται λόγῳ, πρὸς τὸ μᾶλλον ζώον λογικὸν ἀθάνατον ἕκαστος τούτῳ ὢν τῶν λοιπῶν Ἰωσὴφ δὲ εἰς αὐτοῖς ὢν κατὰ τὴν φύσιν, καὶ ὁμοούσιος ἀληθῶς, ἔτι δὲ ἄρχων Αἰγύπτου καὶ ζῶν κατὰ σάρκα, εἰ θνητὸς ὁρίζοιτο, ὡς πρὸς τὸν νῦν βίον ζήν ἔτι μετὰ σαρκὸς φθαρτῆς νοούμενος, ἄρα γε κἀκείνους καθ᾽ ὑμᾶς θνητούς ἔτι ὁρίζεσθαι καὶ δὶς θνή σκειν, ἵνα μὴ ψευδής εἴη ὄρος Ἰωσήφ, ἀναγκαίον ἢ καὶ τὸν Ἰωσὴφ ἀθάνατον εἶναι, καὶ πρὸ τῆς ἐνθεν δὲ ἀποβιώσεως, οὕτως ὁρίζεσθαι, ἵνα μὴ ἐκεῖνοι ψευδῶς λέγοιντο ἀθάνατοι· εἰ δὲ ταῦτα ἄτοπα, δῆλον * ὡς ἀληθῶς τοῖς τε ἀθανάτοις κατὰ τὸ πᾶν ἑαυτῶν 5 νοουμένοις προσώποις ὁμοούσιος ὁ Ἰωσήφ ἐστι καὶ πρὸ τῆς ἀποθέσεως τῆς σαρκὸς, κατ' ἐκεῖνο τῶν ἑαυτοῦ, καθ᾿ ὃ οὐ τεθνήξεται πώποτε, ήγουν τὴν ψυχήν· θνητός τε καὶ τοῖς θνητοίς συναρίθμιος ἐστι, καθὸ τὸ περισσὸν αὐτοῦ τέως πρὸς τοὺς κατὰ τὴν ἀθανασίαν ὁμοουσίους αὐτῷ, ἤγουν τὸ σῶμα ὁ ἐπεφέρετο· οὕτως οὖν καὶ ἡμεῖς σαρκὶ, καὶ οὐ τῇ θεότητι, παθητόν φαμεν τὸν ἐκ σαρκὸς καὶ θεότητος Χριστόν ἐπειδὴ δὲ λέγετε τὸ σαρκὶ μόνον διάφορον αἰτίαν καὶ τρόπον σημαίνειν τοῦ συμβεβηκότος τῷ ὑποκειμένῳ Χριστῷ κατηγορήματος, εἴτουν τοῦ παθήματος· οὐ μέντοι ὡς εἴς τινα τῶν οὐσῶν διαφόρων ἐν αὐτῷ οὐσιῶν μερικῶς τῆς αὐτῆς ὑποστάσεως αὐτοῦ τοῦτο πεισομένης λέγεσθαι, καθὰ ἡμεῖς νομίζομεν· οὐκοῦν ἀναγκαῖον ἡμᾶς κατὰ τὸν ἡμέτερον λόγον καὶ εἴτις λέγει τὸν ἕνα ἄνθρωπον τμηθῆναι σαρκί, ἅμα μὲν ; τῇ ψυχῇ πάντα διαιρεθῆναι τοῦτον ἀεὶ νωεῖν· μόνον δὲ τοῦτο φαντάζεσθαι περὶ τοῦ λεχθέντος· ὅτι οὐχ ὑπὸ ξίφους τυχὸν ἢ λίθου, ἀλλ' ὑπὸ σαρκὸς ὁ ἄν θρωπος όλος τέτμηται ψυχῇ τε καὶ σώματι διαι μεθεὶς διὰ τοῦδε τοῦ ὡς τμητικοῦ ἐργάνου· ἀκολού
col. 1763–1764page 183 of 185
PG 86:1763θως δὲ τοῦτον ψιλοῦσθαί τε καὶ ἑλκοῦσθαι, καὶ δάκνεσθαι σαρκὶ ἀκούσαντες, ἄνθρωπον κατ' ἄμφω νομίσετε, ήγουν κατά ψυχήν τε καὶ σῶμα ταυτι συμβεβηκέναι τῷ ἀνθρώπῳ, ἀλλὰ διὰ σαρκὸς ψιλό θρου δύναμιν ἐχούσης· ἔτι μὴν ἐπὶ τῶν ἐλευθερουμένων ἐκ βασάνου τὴν σάρκα καὶ παθόντων τη εἰ λέγοιμεν ὅτι ὁ δεῖνα ἀπαθὴς ἔμεινε σαρκὶ διὰ σαρκὸς, καὶ τοῦδε δοθέντος, ὁμοίως λέγεσθαι και ὑμᾶς ἔσται τὴν ψυχὴν διὰ τῆς σαρκὸς ἀπαθής οὐδὲν γὰρ αὐτῷ μετὰ τὴν σάρκα ἕτερον ὑπολείπεται· τον των δὲ ποῖος ἄφρων ἀνεπαίσθητος; Οὐκοῦν δῆλον ὡς τὸ σαρκί, οὔτε ὡς δι' ὀργάνου παθοποιοῦ εἴρηται οὔτε μὴν ὡς μέρος οὔσης τοῦ Θεοῦ Λόγου καθ᾽ αὑτὸν νοουμένου ἐν τῷ λέγεσθαι, Ὁ Θεὸς Λόγος έπαθε σαρα ὥσπερ φαμὲν ὅτι ὁ δεῖνα προσέπταισε τῷ πεδί, ξ ἐκρεμάσθη τῇ χειρί. Καὶ λέγοντες γὰρ τὸν Θεὸν Αύ γον, Χριστὸν νοοῦμεν μετὰ τὴν ἕνωσιν τῶν φύσεων ἀεί· καὶ ὡς Χριστοῦ μέρος φαμὲν τὴν σάρκα καθ' ήν παθεῖν καὶ τὸν Θεὸν Λόγον ὡς Χριστὸν λέγομεν· ὡς περ καὶ ἐπὶ ἀνθρώπου, ὡς ἐκ μέρους φαμὲν ἀσθε νεῖν μὲν σαρκί, ὑγιαίνειν δὲ Παῦλον τῷ πνεύματι καὶ τῇ σαρκὶ μὲν ἀπεῖναί τινων, τῷ δὲ πνεύματ σὺν αὐτοῖς εἶναι· οὕτω γοῦν καὶ θεοκτόνους νοητέον Ἰουδαίους, καὶ τὰ ὅμοια, ὡς Χριστοῦ ὄντος του Θεοῦ καὶ Λόγου. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, κατὰ τὸν ἀπόστολον Πέτρον, δῆλον ὡς καὶ Θεὸς ὁ Λόγος· οὐχ ὡς τὸ μέρος, ἀλλ' ὡς ὁ Χριστός λέγοιτο παθεῖν· καὶ γὰρ ὅλος Ἰὼβ λέγεται παθεῖν, τῆς σαρκὸς αὐτοῦ μόνης παθούσης·. Τῆς γὰρ ψυχές αὐτοῦ,» φησὶ τῷ διαβόλῳ, «μὴ ἅψῃ, ὁ Κύριος. ΚΕΦΑΛ. Γ'. Εἰ φάσκοιεν τὸ ἔπαθε σαρκὶ, ἀντὶ τοῦ οὐκ εἰς τὴν οἰκείαν οὐσίαν, εναντίως ἑαυτοῖς τοῦτο λέγουσιν εἰ γὰρ τὴν οὐσίαν ἐκείνην καθ᾽ ἣν ἔπαθεν ὁ Θεὸς Λόγος κατ' αὐτοὺς, οὐκ ἰδίαν αὐτοῦ λέγουσιν, ἵνα μὴ παθητὸν κατ' οὐσίαν ὁμολογήσωσι· τὸ δὲ μὴ ἴδιον, ἀλλότριον· τὸ δὲ ἀλλότριον ἄλλου τινὸς παρ' ἐκεῖνο οὗ μή ἐστιν ἴδιον, οὐ μόνον δύο οὐσίας λέγουσιν, ἀλλὰ καὶ δύο πρόσωπα, τοῦ τε Θεοῦ Λόγου ἓν, καὶ ἓν ἐκείνου οὗτινός ἐστι ἡ ουσία καθ' ἣν πέπονθεν ' ὁ Θεὸς Λόγος· τίνος γὰρ ἡ δῆλον ὅτι ἀνθρώπου; ὁ δὲ τις ἄνθρωπος, πρόσωπον. Αλλ' ἴδιος μὲν τῆς ψυχῆς ὁ νοῦς, ὡς δύναμις· ἴδια δὲ τὰ νοήματα ὡς ἐνέργειαι ἴδιον δὲ τὸ σῶμα ὡς ὄργανον· ίδιος δὲ τοῦ ἀνθρώπου τις υἱὸς ὡς ἐξ αὐτοῦ· ἴδιος δὲ τοῦ αὐτοῦ ἀγρὸς ὡς κτῆμα· καὶ πάντων ἀληθῶς ὄντων αὐτοῦ ἰδίων, οὐδὲν τούτων ὅμως, κατὰ τὸν τοῦ ἑτέρου λόγον, ίδιων τοῦ αὐτοῦ ἐστι, εἰ καὶ ἐπὶ τοῦ ἑνὸς πάντα λέγεται δῆλον δὲ ὅτι τοῦτο συμβαίνει, διὰ τὸ τοῦ ἰδίου πολύ σημαν. Ἐπεὶ οὖν ὁ ἀγρὸς ἴδιος τοῦ δὲ κατὰ τὸν οἰκεῖον λόγον ἀληθῶς, κατὰ δὲ τὸν αὐτὸν τοῦ ἀγροῦ λόγου οὐχ ὁμοίως ἴδια τὰ λοιπὰ τῷ αὐτῷ ἐστι, πᾶν δὲ καθ' ὑμᾶς τὸ μὴ ἴοιόν πως, εὐθὺς ἀλλότριον ἁπλῶς ἔσται, ἄρα ὁ μὲν ἀγρὸς ἴδιος τοῦδε, ὁ δὲ νοῦς καὶ τὸ σῶμα
col. 1765–1766page 184 of 185
PG 86:1765τοῖδε, καὶ τὰ λοιπὰ οὐκ ἴδια ἔσται αὐτοῦ· ταῦτα δὲ οὕτω φρονεῖν, πῶς οὐκ ἂν σαφῶς παραφρονεῖν; Πλὴν ὅ τε προσκυνητὸς ἡμῖν Θεὸς Χριστός δοξαζόμενος, ὅ τε καθ' ὑμᾶς ἄνθρωπος ἁπλῶς νοούμενος· ἢ καὶ εἴ τι ἕτερον αὐτῷ, πλὴν Θεοῦ, περισσότερον ὅμως ἀνθρώπου φιλοτιμεῖσθε, ἰδοὺ ἰδίαν ἑαυτοῦ ἀληθῶς σάρκα καὶ σῶμα παρίστησι, τὴν τοὺς ἤλους καὶ τὴν λόγχην ὑποστᾶσαν· ταύτης γὰρ ἦσαν μέλη. Περὶ ὧν φησι· «Ωρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ πά λιν τὴν μυστικὴν τοῦ τῆς εὐχαριστίας ἄρτου μετά ληψιν, ἰδίας σαρκὸς διάδοσιν εἶναι δείκνυσιν εἰπών «Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἑτέρωθι δὲ, «Τοῦτό μου ἐστὶ τὸ σῶμα·, ἔτι δὲ καὶ τὴν Ἐκκλησίαν, σάρκα αὐτοῦ ἰδίαν οἴεται· τοῦτο γὰρ διδάσκει φάσκων ὁ Ἀπόστολος· «Οὐδεὶς γὰρ πώποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ο ἐν ἑτέρῳ δέ· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους·, σαρκὸς οὖν καὶ σώματος αὐτοῦ ἰδίου τῆς Ἐκκλησίας τυγχανούσης, ἆρα τὸ οὐκ ἂν ἡ Ἐχε κλησία αὐτοῦ, οὐκ ἴδιον αὐτοῦ καθ' ὑμᾶς λογισθήσεται; Καὶ ἐπεὶ μὴ κατὰ ταύτην τὴν σάρκα ἐσταυρώθη, ἀλλ᾽ ὑπὲρ ταύτης, ἀναγκαίως ἔσται ἐν ἀλλοτρία σαρκὶ πεπονθώς; εἰ γὰρ τὸ οὐκ ἴδιόν πως, ἀλλότριον εὐθὺς καθ᾽ ὑμᾶς· ἡ δὲ Ἐκκλησία, ἰδία· τὸ μὴ κατὰ τὴν Ἐκκλησίαν ἴδιον αὐτῷ, πάντως ἀλλότριον αὐτοῦ ἔσται· ὡσαύτως καὶ εἰ τὴν σάρκα εἴποιτε ἰδίαν αὐτοῦ κυρίως εἶναι τὴν καθηλωθεῖσαν, ἡ Ἐκκλησία ἔσται οὐκ ἰδία αὐτοῦ, ἐπεὶ μὴ καθηλώθη τὸ γὰρ οὐκ ἴδιόν πως λεγόμενον, εὐθὺς ὑμῖν ἔδοξεν εἶναι καὶ ἀλλό τριον. 'Αλλ᾽, ὦ οὗτοι, οὐκ ἰδία μὲν τῆς φύσεως τοῦ Λόγου ἡ σάρξ, τῆς δὲ ὑποστάσεως αὐτοῦ γέγονεν ἐπ' ἐσχάτων ἀληθῶς τῶν χρόνων ἰδία· λέγομεν δὲ καὶ ἀνθρώπου εἶναι τὸ σχῆμα τὸ ὄρθιον, ἴδιον ὃν τῆς φύσεως τῆς ψυχῆς, τῇ δὲ ἐν σώματι αὐτῆς ὑπου στάσει ἐνθεωρούμενον. "Οπως οὖν τοῦτο περὶ ταύτης λέγεται εἰ ἐνοήσατε, οὐκ ἂν ἡμῖν τοὺς ὑπὸ σκιᾶς καὶ ὀνείρων συλλογισμούς ἀνεπλέξατε· ἀλλὰ ταῦτα μὲν περὶ τούτων. Ἐν δὲ τῷ τέλει τοῦ ἐπιχειρήματος ὑμῶν, τὸ τοῦ ληθάργου πάθος ὑποστῆναι δόξαντες δι᾿ ἀπροσεξίαν, πρὸς γέλωτα ἂν ἡμᾶς οὐ μέτριον συνεκινήσατε, εἰ μὴ τῷ φρικτῷ τῶν ζητουμένων προκατεστελλόμεθα πρὸς εὐλάβειαν. Εἰ γὰρ καὶ τὰ μάλιστα ψευδῶς ἅπαντα ὑμῖν εἴρηται, ἀλλ᾽ ὅμως ταυτὸν μὲν συνάγειν ὑμᾶς βουλομένους ὁρῶμεν νῦν, ὡς δύο τε οὐσίας καὶ δύο πρόσωπα ήγουν ὑποστάσεις λέγομεν ἐπὶ τοῦ Λόγου καὶ τῆς σαρκός· καὶ τοῦτο ὡς ἄτοπόν τι συμπέρασμα καὶ ἀθέμιτον δόξαν διανοουμένους ἡμᾶς ἐλέγχειν σπουδάζετε, ὅπερ χθες καὶ τρίτην, εἴη δὲ μὴ εἰς αὔριον, τῆς ὑμετέρας μό νης ἐστὶ θρησκείας τὸ κεφαλαιωδέστατον· καὶ πάντων μᾶλλον τὸ τῆς τοιάσδε δόξης ἄτοπον, ὑμέτερόν ἐστι γνωριστήριον· ἡμῖν ὄντως καὶ λίαν ἀπεχθές τε καὶ πολέμιον· διά τοι γὰρ τοῦτο αὐτὸ καὶ τοσαῦτα σὺν Θεῷ ὑμῖν ἀνταγωνιζόμεθα.
col. 1767–1768page 185 of 185
Elenchus
PG 86:1767ΚΕΦΑΛ. Δ'. Εἰ τὸ εἰς τῆς Τριάδος λεγόμενον, κοινὸν τῆς θεό τητος καὶ τῆς ἀνθρωπότητος Χριστοῦ ἐστιν, ἢ κατὰ τὸν αὐτὸν λόγον ἐστὶ κοινὸν τῷ Πατρὶ καὶ τῷ Πνεύ ματι, ἢ καθ᾽ ἕτερον καὶ ἕτερον πως ἐξ ἀμφοῖν ἀποτελουμένου Λόγου ἑνός· ἀλλ' εἰ μὲν κατὰ τὸν αὐτὸν ἡ κοινωνία, πρῶτον μὲν τῶς οὐχ ὁμοούσιος ή σάρξ τῷ Λόγῳ; εἶτα δὲ καὶ τετρὰς οὐ Τριὰς τὸ θεῖον; εἰ δὲ καθ᾽ ἕτερον κοινωνεῖ ὁ Λόγος καὶ καθ᾽ ἕτερον ἡ σὰρξ τῷ Πατρὶ καὶ Πνεύματι, πῶς οὐ δύο τὰς φύσεις τῆς ἁγίας Τριάδος εἰσάγετε; εἰ δὲ ὡς ὅλον ἐκ μερῶν τὸ εἰς τῆς Τριάδος λέγετε, ὁ Θεὸς Λόγος καθ' ἑαυτὸν, ἥμισυ ἑνὸς τῆς ἁγίας Τριάδος ἔσται· εἰ δὲ ἄρα καὶ ὁμοούσιον δεῖ λέγειν ἐκ δύο, καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦ μα λέγοντες, ἓξ μονάδων εἶναι τῆς ἁγίας Τριάδος τὸν Λόγον δεδώκατε. 'Αλλ' ὦ τὴν διάνοιαν ἰσχνος καὶ περὶ τὴν τῶν τιοῶνδε ἀκριβολογίαν δεινοί, ὡς οἴεσθε, πρῶτον μὲν οὐ καθ᾽ ὁ ἕν τι εἶναι καὶ ἐκ τῶν πολλῶν λέγεται τι, κατὰ τοῦτο πάντως καὶ κοινὸν εἶναι τοῖς πολλοῖς ἀνάγκη· ἀλλὰ καθὸ ἓν εἶναι λέγεται, καὶ σὺν πολλοῖς εἶναι· εἰ οὖν εἰς τῆς ἁγίας Τριάδος κατά τὴν ὑπόστασιν ὁ Λόγος εἴρηται, κατὰ γὰρ τὴν οὐ σίαν οὐχ ἓν ἐκ τριῶν, ἀλλ᾽ οἷς ἅμα σὺν τοῖς δύο δοξάζεται ὁ Λόγος· καὶ οὐκ ἔχει τινὰ κοινωνίαν κατά τὴν οἰκείαν ὑπόστασιν, οὔτε πρὸ σαρκὸς πρὸς τὸν Παν τέρα ἢ τὸ Πνεῦμα, οὐδὲ μετὰ τὴν σάρκα· ἐπεὶ μὴ τοῦ τα ὁ Λόγος ἐστίν· οὐδὲ μὴν ἁπλῶς ὡς ὑπόστασις ὑπο στάσει κοινωνήσει πώποτε· πῶς κοινωνίαν εἴτε καὶ ὡς ἁπλῶς Λόγου, εἴτε καὶ ὡς σεσαρκωμένου ηγουν Χριστοῦ ἐρωτᾶτε, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, πρὸ; τὰ ἕτερα δύο πρόσωπα, κατ' αὐτὸ τοῦτο καθὸ ἓν ἐκ τῶν τριῶν ἀνομοίων ἐστίν· οὐδὲ γὰρ ἐν τῷ λόγῳ, τ τῷ ἀριθμῷ τῆς ὑποστάσεώς εἰσι· τὸ γὰρ ἐν αὐτοῖς, τῇ οὐσίᾳ ἐστὶν ἀληθῶς, καὶ τῷ τῆς οὐσίας ἀριθμῷ· καθ᾿ ἢν οὐδέποτε οὐδὲ τρία εἰσὶν, ἵνα ἕνα τῶν τριῶν λέγοιμεν τὸν Χριστόν· καὶ πρὸς τὰ ἕτερα οὕτως ἔχειν αὐτὸν σκοποῦμεν τὴν ὁμοίωσιν· δῆλον γὰρ ὡς αἱ ὑποστάσεις οὐ κατὰ τὴν ὑπόστασιν, ἀλλὰ κατὰ τὴν ἐν αὐταῖ; οὐσίαν, μίαν ἔχουσι τὴν ἀπαράλλακτον φύσιν· ἐκ τοῦ γὰρ πάντη ταύταις εἶναι μίαν ὕπαρξιν, καὶ τὴν ταυ τότητα φαμεν· ὁμοίωσις μὲν γὰρ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ εἰκὼν εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς τότε λέγεται, ὅτε σὺν τῇ φύσει, καὶ τὸ ἰδίωμα τοῦδε νοεί ται, ήγουν τὸ ἐξ αἰτίου· οὕτως γὰρ καὶ τῆς εἰκόνος ὁ λόγος μετὰ τοῦ κοινοῦ τῆς ὁμοιώσεως ἔχει καὶ τὸ μὴ πρωτότυπον εἶναι ἀλλ᾽ ἐκ παραδείγματος, ίδιον αὐτῆς ὄντα λόγον· ὅτε δὲ καθ' αὐτὴν τὴν οὐσίαν ἄμφω τῶν ὑποστάσεων αὐτοὺς νοοῦμεν, οὔτε ὁμοίωσιν λοιπὸν ἔστι λέγειν· ἐπεὶ μὴ ἔστινἑτέρα πρὸς ἑτέραν συγκρινομένη· οὐδεμία γὰρ ὀφθήσεται ἑτερότης, ἀλλὰ μόν νου ταυτότητα αὐτῆς ἑνιαίως ἴσμεν· εἰ οὖν καὶ μὴ κατὰ λόγον τὴν ἐρώτησιν προσαγαγεῖν δεδύνησθε, ὅμως μέντοι κατὰ τὴν ἰδίαν κοινωνίαν τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ φανταζόμενοι τάδε πυνθάνεσθε, ταύτην λήψεσθε παρ' ἡμῶν τὴν ἀπόκρισιν, ὡς ὁ Λό γος ἓν πρόσωπον ὅλον ὑπάρχων, μία τε ὑπόσταση; τῆς ἁγίας Τριάδος· ἐξ ὑποστάσεων γὰρ οὐ φύσεω
Continue reading PG 86: Leontius Byzantinus →≣ entire volume