Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3215–3216page 1 of 2
PG 86:3215ταῦτα ἡμέρᾳ, τετάρτῃ δηλαδὴ καὶ εἰκάδι τοῦ Ἀρτο μισίου μηνός, μετὰ τὰς ἐπιλυχνίας ᾠδας, καὶ τὰς συνήθεις δοξολογίας, καὶ τὴν ὡς ἔθος παρ' αὐτοῖς τοῖς ἀδελφοῖς διδομένην εἰρήνην, εἰς χεῖρας ἡδέως τὸ πνεῦμα τοῦ Θεοῦ παρατίθεται, καθάπερ ὑπ' αὐτοῦ προσληφθείς ή μετακληθείς φιλοτίμως, ἐφ᾽ ἃ πυθών ἦν ἀε', καὶ ἅπερ ἐκ πλείονος αὐτῷ παρεσκεύαστο, καὶ ὧν οὐδ᾽ ἐνταῦθα εἶχεν ἀμυδρας τὰς ἐμφάπις. Καὶ νῦν ὁ μέν ἐστιν ἐκεῖ, τὰς ὑπὲρ ἡμῶν πρεσβείας προσάγων, καὶ τοσούτῳ μᾶλλον, ὅτῳ μετὰ μείζονο; τῆς παρρησίας καὶ πλείονος τῆς ἐγγύτητος· τὸ δὲ τούτου σῶμα τὸ θεῖον, θαυμάτων ὑπολέλειπται παρ' ἡμῖν ταμεῖον, ἀεὶ μὲν ἐξαντλούμενον, οὐδέ ποτε δὲ κενούμενον, ἀλλ' ὅσῳ πλέον λαμβάνομεν, τοσούτῳ μᾶλλον πληρούμενον, καὶ τὴν ἴασιν οὐ σώματος με νον ἀλλὰ καὶ ψυχῆς ὑπερβλύζον, ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰών νων. Αμήν. Τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου, τοῦ εἰς τὸ θετι μαστὸν ὄρος, ἐπιστολὴ πέμπτη πρὸς τὸν βα σιλέα Ἰουστῖνον τὸν Νέον. Τις δώσει, ἀεισέβαστε καὶ ἀγαθὲ δέσποτα, τοῖς ἐφθαλμοῖς μου πηγὰς δακρύων ἐπὶ τῷ πενθῆσαι καὶ κλαῦσαι πικρῶς καὶ ἀγορήτως ἐν ὅλαις ταῖς ἡμέραις τῆς ἐλεεινῆς μου ζωῆς; ὅτι περ ἐπὶ τοῦ θείου ζήτ λου τῆς ὑμετέρας θεοστεφοῦς καὶ Χριστιανικωτά της βασιλείας τοιαῦτα ὑπὲρ πάντα λόγον ἀσεβείας τετόλμηται πεπρᾶχθαι παρὰ τῶν ἀθέων καὶ ὑπὲρ πᾶσαν ἀκαθαρσίαν ἀκαθάρτων καὶ βδελυκτών 21 μαρειτῶν, τῶν τὰ λεγόμενα Κάστρα οικούντων πλάτ σίον τῆς πόλεως Πορφυρεῶνος, εἰς τὸν σεπτὸν οἶκον, ἦν τὸ θεάρεστον ὑμῶν κράτος ἐκέλευσε χτίζεσθαι ἐκεῖ. "Απερ κατὰ λεπτὸν γνώσεται ἡ ὑμετέρα θεο φύλακτος γαληνότης ἐκ τῶν σημανθέντων τῇ ἡμῶν ταπεινώσει παρὰ Παύλου τοῦ ἐσιωτάτου ἐπισκόπου τῆς αὐτῆς Πορφυρεῶνος, ἐκπεμφθέντων ἡμῖν παρά τοῦ μακαριωτάτου τῆς Ἑῴας πατριάρχου, καὶ αὐτοῦ ἐπὶ τούτῳ σφοδρῶς ἀλγήσαντος. Πῶς γὰρ οὐχὶ, ήμε ρώτατοι αὐτοκράτορες; διότι καὶ ἀψύχους λίθους ἱκανὰ ἦν παρασκευάσαι ἐκβοῆσαι τὰ τοιαῦτα ἀσεβι ματα, ἅτινα αὐτοὶ ἐθεάσατο ὁ εἰρημένος ὁτιώτατο ἀρχιερεύς. Ὑπὲρ γὰρ θάνατον καὶ ἀπώλειαν λελά γισται τῇ ἡμῶν ταπεινώσει τὸ ὅλως εἰς ἀκοὰς ἡμῶν ἐλθεῖν τοιαύτην ἀσεβείς ὑπερβάλλουσαν βλάστηση πράξιν, τετολμημένην εἰς αὐτὸν τὸν δι' ἡμᾶς έναν
col. 3217–3218page 2 of 2
PG 86:3217θρωπήσαντα Θεόν Λόγον, καὶ εἰς τὴν παναγίαν ἔνδο ξον Θεομήτορα, καὶ τὸν πάνσεπτον καὶ τίμιον στον οὖν, καὶ εἰς τοὺς ἁγίους αὐτοῦ. Διὸ ὑπομιμνήσκοντες ἀναφέρομεν ἐπὶ τὰς θείας ὑμῶν ἀκοὰς, ὅτι εἰ οἱ πανευσεβεῖς τῶν καλλινίκων ὑμῶν νόμοι παρακελεύονται, εἰκόνος βασιλέως ενυβρι ζομένης, θανάτῳ ἐξαισίῳ καὶ πανολεθρίῳ παραδίδοσθαι τοὺς τοῦτο ἐπιχειρεῖν τολμῶντας, πόσης ἄρα ἄξιοί εἰσι καταδίκης εἰς ἀπώλειαν, οἱ εἰς τὴν εἰκόνα τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τῆς παναγίας ἐνδόξου Θεοτόκου μετά πάσης ἀλέκτου ἀναιδείας, καὶ ἀσεβείας, καὶ διὰ τὸ ὑπερβάλο λον κακὸν οὐκ ἔχω τί εἰπεῖν, τοιαῦτα τετολμηκότες, μηδεμιᾶς εἰς αὐτοὺς • γενομένης φιλανθρωπίας; ἔθεν δυσωποῦμεν τὸ καλλίνικον ὑμῶν κράτος, μὴ ποιῆσαι ἔλεος εἰς τοὺς τοῦτο τετολμηκότας, μήτε φείσασθαι αὐτῶν, μήτε τὴν οἰανοῦν παράκλησιν ἢ ἀπολογίαν δέξασθαι περὶ αὐτῶν, ἵνα μὴ καὶ εἰς ἄλλο τι τραπώσι, καθὼς ἤδη θεωρίαν ἑωρακώς ἤμην δηλώσας τῷ Αὐγούστῳ μηνὶ τῷ ἁγιωτάτῳ καὶ θεοτιμήτῳ πατριάρχῃ, σημάνας ἐν τῷ τέως παρ' ἑαυτῷ ἔχειν. Οὐ γὰρ ἔκρυψεν ἀφ᾿ ἡμῶν ὁ Θεὸς τὰ διαβούλια αὐτῶν. "Οθεν πεπληροφόρημαι, ἀεισέβαστοι αὐτοκράτορες, ὅτι οὐχ ὑπενέγκοι βαστάσαι ἡ ὑπὸ τῆς μεγαλειότητος αὐτοῦ ἑλλαμπομένη θεοστήρικτος ὑμῶν καρδία τὴν τοσαύτην τῆς ἀτιμίας άτο πίαν, ἣν οὐδέποτε μέχρι τοῦ νῦν ἀκηκόαμεν, τάχα δὲ οὔτε ἄλλος Χριστιανός. Αλλ' ἐνορκῶ ὑμᾶς, δέσποτα, κατὰ τοῦ Ἐμμανουὴλ Θεοῦ ὑψίστου, μὴ ἀναμεῖναι μήτε πρὸς μικρὸν τοῦ γενέσθαι τὴν πρέπουσαν ἐκδίκησιν· κελεῦσαι δὲ ἐκζητηθῆναι καὶ τὰ ἐν τῷ φρέατι γεγονότα παρά τῆς ὑπερβαλλούσης αὐτῶν παγκακίστου πονηρίας, κατὰ τὴν ὑψὴν τῆς πρὸς τὴν ἡμῶν μετριότητα ἐπι στολῆς· μὴ προσδεχομένης τῆς ἡμερωτάτης ὑμῶν δεσποτείας, εἰ ἴσω; δόξουσί τινες ὑποσπείρειν ἀκαι, ρους λόγους, ὡς δεσποινικῶν αὐτῶν ὄντων, τοῦ Θεοῦ τοῦ δεδωκότος ὑμῖν τὸ κράτος οὕτως ὑπὲρ πᾶσαν ἀσέβειαν ἐνυβρισθέντος· ὅπως καὶ οἱ λοιποὶ αὐτῶν φόβον ἔχωσι πάσας τὰς ἡμέρας τῆς ἐπαρά του καὶ ἀφωρισμένης αὐτῶν βιώσεως· οὓς καὶ ἀπο δέξεται τὸ συγγενὲς αὐτῶν σκύτος εἰς τὴν καταδίκην τοῦ μέλλοντος αὐτοὺς κατεσθίειν ἀσβέστου καὶ ἀφεγγούς πυρός· καὶ καταθεματίσει αὐτοὺς εἰς τὰ καταχθόνια τῆς ἀβύσσου αὐτὸ τὸ πανάγιον καὶ παντοδύναμον Πνεῦμα Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τοῦ ἀπολέσθατ αὐτοὺς εἰς ἀπέραντον ἀπώλειαν. Τοῦτον γὰρ τὸν ζῆλον ἐνδεικνύμενοι σπουδαίως, Θεοφύλακτοι τρού παιούχοι, εἰς αὐτὸν τὸν συμβασιλεύοντα τῇ εὐσεβείς ὑμῶν μονογενῆ Θεὸν, ὑπὲρ τὴν τοῦ ᾽Αβραὰμ θυσίαν ἀποδεχθήσεσθε παρὰ τῆς αὐτοῦ παντεπόπτου θεότητος· καὶ ἔσται ἐπὶ πλείω εὐλογημένη καὶ μεγαλυνομένη τῷ κράτει τῆς ἰσχύος αὐτοῦ ἡ φιλόχριστος ὑμῶν βασιλεία ὑπὲρ πάσας τὰς ἔμπροσθεν βασιλείας Ισ.αυτάς.
Continue reading PG 86: Zacharias, Hierosolymitanus Patriarcha (cum De SS. Imaginibus) →≣ entire volume