PG 19Eusebius of Caesarea
Theodore Gaza's Book on the Months
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1167–1168page 1 of 25
PG 19:1167ΘΕΟΔΩΡΟΥ ΠΕΡΙ ΜΗΝΩΝ Α'. Πρὸ ἔργου μὲν καὶ τὸ τὰς ὀνομασίας εἰδέναι τῶν μηνῶν, καὶ τάξει χρῆσθαι ὡς Ἀθηναῖοι ἦγον οὐ ῥᾴδιον δὲ τοῦτο λαβεῖν. Τῶν τε γὰρ πρότερον καὶ τῶν καθ᾿ ἡμᾶς δὴ ἐλλογίμων οἱ μὲν οὐθὲν περὶ τά ξεως καὶ χρείας ἔφασαν τούτων· οἱ δὲ τάξιν μέν τινα ἀποδεδώκασι, τὸ ἐφεξῆς οἰόμενοι λέγειν· πύρέω δὲ ἀποπλανώμενο: τοῦ ὀρθοῦ ἐλέγχονται φανερῶς. Επι δ' ἑρμηνεύοντες, ὅστις μὲν 'Εκατομβαιὼν τῶν μη νῶν, ὅστις δὲ Ποσειδεὼν, καὶ τῶν λοιπῶν ἕκαστος ὡς εφαρμόττοι πρὸς τὰ ὀνόματα τῶν μηνῶν, καθάπερ ἄγουσι Ῥωμαῖοι τοὺς χρόνους, οὐδὲν ὅ τι καὶ ὑγιὲς εἰπεῖν ἀποδιδόασιν, οὐδὲ δὴ συνωδά γε ἀλλήλοις φα σίν· ἀλλ' ὁ μὲν Μάρτιον λέγει τὸν Ἑκατομβαιώνα, ὁ δὲ Ἰούλιον· ὁμοίως δὲ κἀπὶ τῶν ἄλλων διαφωνοῦσιν ἀλλήλοις, ἅμα καὶ διαμαρτάνοντες ἕκαστοι τἀληθοῦ;. Καὶ Πλήθων δ' ἐφ' ἡμῶν ἀνὴρ τῶν ἐπιφανῶν, χαλε πὸν ἡγούμενος εὑρεῖν τὸ ἀνάλογον τούτοις, εἰς ἐπι ζητεῖν· κἀν τοῖς περὶ νομοθεσίας δὴ λόγοις, περὶ ἡμερῶν καὶ μηνῶν, καὶ ἐνιαυτοῦ ὑφηγούμενος, οὐκ όνομάζει ὡς Αττικοὶ ἦγον τοὺς μῆνας (καίτοι τάλλα τὰ περὶ τὴν φωνὴν ἕπεσθαι προθυμούμενος Αττι κοῖς, καὶ σφόδρα περὶ τοῦτο σπουδάζων), ἀλλ' ὅπερ ἂν ὁ τυχὼν εἴποι, ἁπλῶς οὕτως ἐκ τοῦ συμβεβηκότος καλεῖ, τὸν μὲν πρῶτον, τὸν δὲ δεύτερον, καὶ τοὺς ἄλλους ὁμοίως, ὡς ἕκαστος ἔχει τάξεως πρὸς τὸν πρῶτον· καθάπερ εἴ τις, τοὺς τῆς χειρὸς δακτύλους ὀνομάσαι ἐθέλων, οὐ τὸν μὲν καλεῖ μέγαν, ἢ ἀντί χειρα, τὸν δὲ λιχανὸν, τὸν δὲ μέσον, καὶ τοὺς λοιποὺς ὡσαύτως· ἀλλ' ὑπ' ἀπορίας τῶν ἑκάστοις κειμένων γε ὀνομάτων πρῶτον, καὶ δεύτερον, καὶ τρίτον προσ αγορεύει. Εοικε δὲ μηδὲ τοῖς πολὺ πρόσθε ῥᾴδιον εἶναι· ὅτι δὴ καὶ Πολυδεύκης, τὰ Ὀνομαστικὰ Καί σαρι Κομμόδῳ συγγεγραφώς, τὰς μὲν ἡμέρας τοῦ μηνὸς ὅπως ἀριθμητέον τε καὶ ὀνομαστέον λέγει, εἰ καὶ μὴ καλῶς, τοὺς μῆνας δ' αὐτοὺς παρασιγῶν ἀπολείπει. Χρῆν δὲ καταριθμῆσαι καὶ τούτους ἀνα μάζοντα καὶ διασαφοῦντα, εἴπερ ᾔδει· ἄλλως τε καὶ Κόμμοδον τῶν ἑτερογλώττων τινὰ ᾿Αττικίζειν διδά σκοντα τὴν φωνήν. Εστι μὲν οὖν οὐ ῥᾴδιον ἀποδοῦ και τοῖς Ῥωμαίων ὀνόμασι τὰ τῶν ᾿Αθηναίων περί τοὺς μῆνας, καὶ τὴν προσήκουσαν τάξιν εὑρεῖν. Οὐ μὴν ἀλλὰ ζητητέον καὶ τῶν ἐπὶ πραγματείαις δια φόροις μνημονευσάντων μηνός του τὰ λεγόμενα ἐπι σκεπτέον· καὶ ἐκ πλειόνων συλλογιστέον διορίζοντας, ἐφ' ὅσον διακριβοῦσθαι καὶ περὶ τῶν τοιούτων ἂν εἴη· ὅπως ἂν Ελληνικοῖς ὀνόμασι τῶν μηνῶν ἔγω
col. 1169–1170page 2 of 25
PG 19:1169μεν χρῆσθαι, Ἑλληνικῶς φράζοντες, ἀλλὰ μὴ, έθνεῖα παραμιγνύντες, ξενίζωμεν περὶ τὴν πατρῷαν φωνὴν, καὶ ἐκμελῆ τὸν λόγον ποιῶμεν. Φιλοσόφου δὲ καὶ τὸ περὶ τούτου ἐσκέφθαι· τῆς αὐτῆς γὰρ ἐπι στήμης ἐστὶν ὀρθῶς τε τοῖς κειμένοις χρῆσθαι ονό μασι, καὶ μηδὲν ἀλλοεθνὲς ἐπιπολάζειν τοῖς οἰκείοις ἐν· ὥσπερ ἀμέλει καὶ τὰ μὲν μὴ ὑπάρχοντα νομο θετεῖν, τὰ δὲ μοχθηρῶς ὀνομασμένα τοῖς πολλοῖς διορθοῦσθαι. Οὕτω γὰρ ἂν ἑκάστη τῶν ἐπιστημῶν, βέλτιον τὸ αὐτῆς ἔργον ἀποτελοῦσα, συμβάλλοιτο εἰς τὴν πολιτικὴν κοινωνίαν· μάλιστα δὲ αἱ περὶ τοὺς λόγους. Μῆνες Αθηναίων. Β. Δώδεκα μὲν τοίνυν τὸν ἀριθμὸν εἶναι ὀνόματα μηνῶν ταῦτα, ὡς Ἀθηναῖοι ἦγον, πάντες ὁμολογοῦσι Μουνυχιωνα, Θαργηλιώνα, Σκιροφοριώνα, Εκατομβαιώνα, Μεταγειτνιώνα, Βοηδρομιώνα, Μαιμακτηριώνα, Πυανεψιώνα, Ανθεστηριώνα, Ποσειδεῶνα, Γαμηλιώνα, Ελαφηβολιῶνα. Περὶ δὲ τάξεως καὶ τοῦ ἐφεξῆς ἡ διαφορά τε καὶ ἀμφισβήτησίς ἐστι· πρὸς δὲ καὶ περὶ τοῦ, πῶς δεῖ, μεταφέροντας εἰς τὴν Λατίνων φωνὴν, ὀνομάζειν. Πρῶτον δὴ περὶ τάξεως καὶ τοῦ ἐφεξῆς τούτων ἔπειτα περὶ ἑρμηνείας θεωρητέον. Δοκεῖ γὰρ ὥσπερ στοιχεῖον ἑρμηνείας οὖσα τούτων ἡ τάξις· καὶ τὰ πολλὰ ἴσως τῶν πρὸς τὴν ἑρμηνείαν τεινόντων δέοι ἄν, λαμβάνοντας ἐκ τῶν τῆς συντάξεως οἰκείων, δει πνύειν. Μετὰ δὲ ταῦτα περὶ χρείας ῥητέον· τούτου γὰρ ἕνεκα καὶ τὴν τάξιν εἰδέναι μάλιστα προαιρούμεθα. Καὶ πρὸς τούτοις, εἴ τι ἄλλο πως οἰκεῖον τῇ σκέψει τῇδέ ἐστι, προσληπτέον, βραχύ τι συμπερι. λαμβάνοντας, ἵνα μὴ τοῦ ἔργου μείζον τὸ πάρεργον γίνηται. Περὶ τάξεως τῶν μηνῶν. Γ'. Ειλήφθω τοιγαροῦν μὴν ὁ τυχών πρῶτος τῷ λόγῳ· ἔστω δὲ, εἰ δοκεῖ, Ποσειδεών· μετὰ Ποσει διῶνα δὴ εὐθὺς Γαμηλιών. Μάρτυρες δὲ τούτου Άρι στοτέλης τε καὶ Θεόφραστος, ἄνδρες παλαιᾶς μνήμης, καὶ ἐμπείρως ἔχοντες τῆς ᾿Αθηναίων φωνῆς. Δεῖ γὰρ μὴ ἁμάρτυρα φάσκειν, ὡς οἱ προτοῦ θέσεις πρὸς τῷ ψευδεῖ καὶ ἀδεσπότους ἀποδεδώκασι, λέγοντες περὶ τούτων· ἀλλ' ἐφ' ἑκάστοις μάρτυρας παρέχεσθαι ἄνδρας ἀξιοπίστους, ὥσπερ ἐν δικαστηρίῳ. Πᾶν γὰρ τὸ ἐν τούτοις πιστὸν οὐκ ἐκ τεκμηρίων καὶ λόγων τοιούτων, ἀλλ' ἐξ ὧν τινες τῶν ἐνδόξων εἰπόν ἐστι. Τούτων δὴ ὁ μὲν ἐν τῇ περὶ τὰ ζῶα ἱστορία ὧδε λέγει «Ἡ δὲ θυννίς ἅπαξ τίκτει· ἀλλὰ διὰ τὸ τὰ μὲν πρώτα, τὰ δὲ ὄψια προΐεσθαι, δις δοκεῖ τίκτειν. Ἔστι δὲ ὁ μὲν πρῶτος τόκος περὶ τὸν Ποσειδεῶνα πρὸ τῶν
col. 1171–1172page 3 of 25
PG 19:1171τῇ περὶ τὰ φυτὰ ἱστορίᾳ ἀρχὴν εἶναί φησι τοῦ δευ τέρου τῶν ἀροτῶν μεθ᾽ ἡλίου τροπάς χειμερινὰς, τοῦ Γαμηλιώνος μηνός. Ἔχει δὲ ἡ λέξις αὐτῷ ὧδε· «Και λοῦσι δὲ οὕτως οὐ πρὸς τὴν σποράν βλέποντες, ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου. Ἐπεὶ ἡ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. χειμερινοῦ γὰρ ἀρχὴ μετὰ τροπάς θερινάς, τοῦ Μεταγειτνιῶνος μηνός (καλοῦσι δὲ τοῦτον πρῶτον τῶν ἀρο τῶν)· τοῦ δευτέρου πάλιν μεθ᾽ ἡλίου τροπάς χειμερινὰς, τοῦ Γαμηλιώνος μηνός.» Εἰ δὴ περὶ Ποσειδεώνα πρὸ τῶν τροπῶν, καὶ Γαμηλιώνος μετὰ τροπάς· Γαμηλιῶνα μετὰ Ποσειδεῶνα εἶναι ἀνάγκη. ὡς δὲ καὶ ἐφεξῆς, συμφανὲς ἐκ τοῦ προκειμένου, καὶ τῆς φρά σεως τοῦτ᾽ ἀκούειν χρεών. Ο γὰρ περὶ Ποσειδεῶνα πρὸ τῶν τροπῶν λέγων καὶ Γαμηλιῶνος μετὰ τροπάς, ἤτοι περὶ τὸν ὀνομαζόμενον μῆνα τὰς τροπὰς εἶναι βούλεται, ἢ περὶ τὸν ἐγγύτατά γε δηλοῦν. Οτι δε καὶ χειμερινὸς αὖ ὁ Ποσειδεών, δῆλον ἐξ ὧν Αρι στοτέλης ἐν τῇ αὐτῇ ἱστορίᾳ διευκιρνει περὶ ἰχθύων τῶν καλουμένων κεστρέων. Εἰπὼν γὰρ πρόσθεν, ὅτι χειμῶνος ὁ κεστρεὺς τίκτει, μετὰ ταῦτα καὶ τὸν μήνα, περὶ δν τίκτει, ὀνομάζει λέγων, ὅτι ποσειδεῶνος. Αμφω δὲ ταῦτα ἐν τῷ πέμπτῳ τῆς ἱστορίας ἐπὶ τῇδε τῇ λέξει·. Τίκτει δ' ἔνια καὶ χειμῶνος καὶ θέρους· χειμῶνος μὲν λάβραξ, κεστρεὺς, βελόνη θέρους δὲ περὶ τὸν Εκατομβαιώνα θυννίδες· εἶτα ῎Αρχονται δὲ τίκτειν τῶν κεστρέων οἱ μὲν χελώνες τοῦ Ποσειδεῶνος, καὶ ὁ μύξων καλούμενος, καὶ ὁ κέ φαλος· κυοῦσι δὲ τριάκοντα ἡμέρας. • Τοῦτο δ' αὐτὸ πάλιν καὶ ἐν τῷ ἑβδόμῳ φησίν. Αμα δὲ δῆλον, ὅτι καὶ τροπικὸς ὁ Ποσειδεών. Εἰ γὰρ περί Ποσειδεώνα πρὸ τῶν τροπῶν, χειμερινὸς δ' ὁ Ποσειδεών· φανε ρόν, ὅτι περὶ Ποσειδεῶνα αἱ τροπαί. Περὶ γὰρ πρῶ τον μήνα τῶν χειμερινών γίνονται αἱ τροπαί. Καὶ ἡ ι περὶ Ποσειδεῶνα πρὸ τῶν τροπῶν ο ῥῆσις, ἄρα τὸ πότε τοῦ μηνὸς διορίζει· ὡς καὶ μετὰ τροπάς γινομένου τοῦ περὶ τὸν αὐτὸν μῆνα, περὶ δν αἱ τροπαί. Οὐ μὴν ἀλλὰ καὶ τῶν ὀρνίθων ἀλκυὼν τίκτει μὲν περὶ τροπάς χειμερινάς. Διὸ καὶ καλοῦνται, ὅταν εὐδιειναὶ γέ νωνται αἱ τροπαί, Αλκυόνειαι ἡμέραι, ἑπτὰ μὲν πρὸ τροπῶν, ἑπτὰ δὲ μετὰ τροπάς· καθάπερ καὶ ᾿Αρι στοτέλης φησί· καλεῖται δὲ Ποσειδεωνὶς τοῖς πολλοῖς ἡ ὄρνις, παρά του τῶν ἀστείων, ὡς ἔοικε, τοὔνομα εἰληφόσι, παρὰ τὸ τίκτειν Ποσειδεῶνος μηνός· ὥστε σημεῖον καὶ τοῦτ᾽ ἂν εἴη τροπικὸν εἶναι τὸν Ποσειδεῶνα, καὶ τῶν χειμερινῶν πρῶτον. Νῦν μὲν οὖν ἐπ τούτων ειλήφθω χειμερινόν τε καὶ τροπικὸν εἶναι τὸν Ποσειδεῶνα· ὕστερον δὲ καὶ δι᾿ ἀκριβείας μᾶλ λον δειχθήσεται. Τὴν δ᾽ ἀκρίβειαν οὐχ ὁμοίως ἐν ἅπασιν ἐπιζητεῖν δεῖ, ἀλλ' ἐν ἑκάστοις κατὰ τὴν ὑπου κειμένην ύλην, καὶ ἐπὶ τοσοῦτον, ἐφ' ὅσον οἰκεία τῇ μεθόδῳ. τροπῶν, ὁ δ᾽ ὕστερος τοῦ ἔαρος. ο Θεόφραστος δὲ ἐν Μετὰ δὲ Γαμηλιῶνα εὐθὺς Ελαφηβολιών τελευταίου γὰρ μηνὸς τῶν χειμερινῶν δεῖ· οὑτοσὶ δὲ το
col. 1173–1174page 4 of 25
PG 19:1173ΙΩΕ λευταῖος. Σημεῖον δέ· Θουκυδίδης γὰρ ἐν τετάρτῃ τῶν ἱστοριῶν τὴν ἑνιαύσιον ἐκεχειρίαν, τὴν γενο μένην Λακεδαιμονίοις καὶ ᾿Αθηναίοις, τελευτῶντος ὀγδόου ἔτους τῷ πολέμῳ, τετράδι ἐπὶ δέκα τοῦ Ἐλαφηβολιῶνος μηνὸς ὁμολογεῖσθαί φησι· τὴν δ' αὐτὴν ἐκεχειρίαν καὶ διελθόντος τοῦ χειμῶνος ἅμα ἦρι τοῦ ἐπιγινομένου θέρους γεγονέναι. Κάν τῇ πέμπτῃ δ' αὖ τῶν αὐτῶν ἱστοριῶν σπονδὰς γενέσθαι φησὶν ἐπὶ ἄρχοντος ᾿Αθήνῃσιν ᾿Αλκαίου, Ελαφηβολιώνος μηνὸς ἕκτῃ φθίνοντος. Τὰς δ᾽ αὐτὰς σπονδὰς καὶ τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι γενέσθαι φησίν. Ἔτι δ' Αριστοτέλης τῶν θηρίων τὴν ἄρκτον ἱστορεί τὴν ὀχείαν ποιεῖσθαι τοῦ μηνὺς τοῦ Ἐλαφηβολιώνος χύειν δὲ ἡμέρας τριάκοντα, καὶ τίκτειν περὶ τὸν καιρόν, ὃν φωλεῖ· ὅταν δὲ ἐκθρέψῃ τρίτῳ μηνί, ἐκβαίνειν ἤδη τοῦ ἔαρος. Ταῦτα δ' εἰπὼν ἐν ἑβδόμῳ, πάλιν ἐν ὀγδόῳ φησὶ τὴν ἄρκτον ἐντίκτειν περὶ τοῦτον τὸν καιρὸν, καὶ φωλεῖν ἕως ἂν ὥρα ᾗ ἐξάγειν τοὺς σκύμνους· τοῦτο δὲ ποιεῖν τοῦ ἔαρος περὶ τρίτον μῆνα ἀπὸ τῶν τροπῶν. Ωστ' ἐάν τε τίκτειν ἀπὸ τρο πῶν χειμερινῶν περὶ τρίτον μῆνα, ἐάν τε ἐξάγειν ἀπὸ ἐαρινῆς Ισημερίας περὶ τρίτον ἀκούειν δέῃ κατ' ἄμφω δὲ τὸν Ἐλαφηβολιῶνά γε μῆνα τελευταῖον εἶναι τῶν χειμερινῶν καὶ τρίτον συμβαίνει. Τίκτειν γάρ φησι περὶ ὃν καιρὸν μάλιστα φωλεῖ· φωλεῖ δὲ τὰ χερσαία πάντα τοῦ χειμῶνος, ὡς εἴρηται ἐν τῷ ὀγδόῳ. Χειμερινὸς ἄρα ὁ Ελαφηβολιών, περὶ δν κύει. Οὐ πρῶτος δὲ, οὐδὲ δεύτερος τρίτος ἄρα· εἴ γε τρεῖς περὶ ἑκάστην τῶν ὡρῶν μῆνές εἰσιν. Εφεξῆς δ' Ελαφηβολιῶνι Μουνυχιών· τέταρτος μὲν γὰρ ἀπ' Ελαφηβολιώνος Σκιροφοριών, τρίτης δὲ ἀπὸ Μουνυχιῶνος. Αριστοτέλης ἐν τῇ αὐτῇ περὶ ζώων Ιστορία ὧδε καταριθμούμενος τέταχε· «Τίκτουσε δ' οἱ πλεῖστοι τῶν ἰχθύων ἐν μησὶ τρισὶ, Μουνυχιῶνι, καὶ Θαργηλιώνι, καὶ ΣκιροφοριῶνιΔημοσθένης δὲ ἐν τῷ Περὶ παραπρεσβείας λόγῳ· «Η μὲν τοίνυν εἰρήνη,» φησίν, «Ελαφηβολιώνος ἔκτῃ ἐπὶ δέκα ἐγένετο· ἀποδημήσαμεν δὲ ἡμεῖς ἐπὶ τοὺς ὅρκους τρεῖς ὅλους μῆνας. Καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἦσαν οἱ Φωχεῖς σῶοι. Εχομεν δὲ ἀπὸ τῆς πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους τρίτῃ ἐπὶ δέκα τοῦ σκιροφοριῶνος.» Καὶ Αἰσχίνης δὲ ἐν τῇ περὶ παρα πρεσβείας απολογία, ὑπειπών, ὅτι δὴ τὴν ἐπι στολὴν γράψεις Χάρης Ελαφηβολιώνος μηνὸς ἕκτῃ φθίνοντος, ἐπήνεγκε τάδε·. Ακούετε, ὅτι μουνυχιῶνος ἐψηφίσθη τρίτῃ ἐσταμένου· ὁ δὲ Κερσοκλέ στης πόσαις πρότερον ἡμέραις ἀπώλεσε την Θρά κην, πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης στρατηγός, καὶ ἐπιστολὴ, τοῦ προτέρου μηνός· εἴπερ Ἐλαφηβολιὼν ἐστι Μουνυχιώνος πρότερος. ο Οτι περὶ Μουνυχιωνα ἡ ἐαρινή ισημερία. Δ'. Δῆλον δὲ τοῦτ' αὐτὸ καὶ ἐκ τοῦ δεῖν μῆνα συν εχῆ εἶναι, περὶ δν Ισημερία ἐαρινή. Περὶ Μουνυχιωνα δὲ αὕτη. Θεόφραστος γὰρ ἐν τοῖς αὐτοῖς περὶ ἀροτοῦ, ὥσπερ ἀπὸ τροπῶν εἶναί φησι τὴν ἀρχὴν τοῦ πρώτου, καὶ δευτέρου τῶν ἀρετῶν, ὡς καὶ τὴν τοῦ τρίτου ἀπὸ Ισημερίας εαρινῆς εἶναι ἐνδεικνύμενος· Ἀρχὴ τοῦ τούτου, ο φησίν, εδν καλοῦσι θερινόν, Μουνυχιώνος
col. 1175–1176page 5 of 25
PG 19:1175ἐν ᾧ σπείρεται σίκυος, κολοκύνθη, βλίτον. Οὐ μὴν Μετὰ τὰ φυσικά ἀλλὰ καὶ τῶν ἰχθύων τοὺς πλείστους τίκτειν περὶ εαρινήν ισημερίαν Αριστοτέλης φησί· τοὺς δὲ πλεί στους καὶ ἐν τρισὶ μησί, Μουνυχιώνι, Θαργηλιώνι, Σκιροφοριῶνι, ὡς εἴρηται. Οὐκοῦν περὶ Μουνυχιῶνα ἡ ἑαρινὴ ισημερία, καὶ ἐφεξῆς Ἐλαφηβολιῶνι Μου νυχιών. Μετὰ δὲ Μουνυχιῶνα εὐθὺς εἶναι Θαργη λιῶνα, εἶτα Σκιροφοριῶνα, επίδηλον οὐκ ἐκ τῶν νῦν δὴ εἰρημένων ᾿Αριστοτέλους μόνον, ἀλλὰ καὶ ἐκ τῶν λεχθέντων αὐτῷ περὶ βοῶν καὶ ἐλάφων ἐν τοῖς αὐτοῖς περὶ ζώων ἱστορουμένοις. ο "Αρχονται τῆς ἐχείας, φησὶν, καὶ βοῦς περὶ τὸν Θαργηλιώνα μῆνα καὶ τὸν Σκιροφοριῶνα αἱ πλεῖσται· οὐ μὴν ἀλλ᾽ ἔνισι καὶ μέχρι τοῦ μετοπώρου κυίσκονται. ο Καὶ τοὺς ἐλά φους δὲ ἀποβάλλειν περὶ Θαργηλιώνα τα κέρατα λέ γει· τοῦτο δὲ δευτέρῳ μηνὶ τῶν ἐαρινῶν συμβαίνον ὁρῶμεν. Εἰς ταυτὸ δὲ τείνει καὶ τὸ ἐν τοῖς Μετὰ τὰ φυσικὰ ῥηθέν· ὅτι ι ἐξ ισημερίας ἐγένετο ὁ πλοῦς, ο καὶ ι ἐκ Διονυσίων Θαργήλια, διότι μετὰ τὰ Διο νύσια. Δῆλον γὰρ, ὅτι Μουνυχιώνος καὶ περὶ ἰστ με ρίαν ἐαρινὴν ἤγετο Διονύσῳ ἡ ἑορτή. Σκιροφοριώνα δ' ἑξῆς εἶναι Θαργηλιῶνι μαρτυρεῖ καὶ Θεόφραστος ἐν τοῖς αὐτοῖς περὶ φυτών, λέγων·. Πεύκην, καὶ ἐλάτην, καὶ δρῦν διαλείπειν περὶ τὴν αύξησιν, καὶ τρεῖς ἀφιέναι βλαστούς· τὸν μὲν πρῶτον ἄκρου ἔαρος, εὐθὺς ἱσταμένου τοῦ Θαργηλιώνος· τὸν δὲ δεύτερον διαλιπούσας περὶ τριάκοντα, ἢ μικρῷ πλείους ἡμέρας ἐπιβάλλεσθαι περὶ τὸν Σκιροφοριώνα μῆνα λήγοντα· τὸν δὲ τρίτον διαλιπούσας περὶ πεν τεκαίδεκα ἡμέρας, ἐπιβάλλεσθαι ἓξ ἢ ἑπτὰ ἡμέρας Εκατομβαιώνος. ο Μαρτύριον δὲ καὶ τὸ ψήφισμα, ὅπερ Αἰσχίνης προφέρεται ἐν τῷ Κατὰ Κτησιφῶντος λόγῳ. Φησὶ γὰρ γεγράφθαι Θαργηλιώνος μηνός δευτέρα φθίνοντος, ἀγορὰν ποιῆσαι τῶν φυλών, Σχι ροφοριῶνος δευτέρᾳ ἱσταμένου καὶ τρίτῃ. Ἐπὶ δὲ Σκιροφοριών. Εκατομβαιώνα εἶναι δηλοῖ μὲν καὶ ἐκ τῶν νῦν εἰρημένων Θεόφραστος, οὐχ ἥκιστα δὲ καὶ ἐξ ὧν ἱστορεῖ περὶ τῆς τομῆς τοῦ αὐλητικοῦ καλάμου. Λέγει γὰρ πρὸ ᾿Αντιγενίδου μὲν, ἡνίκα ηύλουν ἀπλά στως, ὡραίαν τὴν τομὴν εἶναι ὑπ' Αρκτούρῳ Βοτ δρομιῶνος μηνός· ὕστερον δὲ, ἐπειδὴ εἰς τὴν πλάσιν μετέβησαν, μετακινηθῆναι· τέμνειν γὰρ τοῦ σκιροφοριῶνος καὶ Εκατομβαιῶνος· ώσπερεὶ πρὸ τροπῶν μικρὸν, ἢ ὑπὸ τροπάς. Καὶ Ἀριστοτέλης δὲ τρεῖς έφεξῆς τέταχε τουτουσὶ μῆνας, εἰπών· «Τῶν δὲ μαλακοστράκων οἱ κάραβοι μετὰ τὴν ὀχείαν κυοῦσι, καὶ ἴσχουσι τὰ ἐὰ περὶ τρεῖς μῆνας, Σκιροφοριώνα, καὶ Εκατομβαιῶνα, καὶ Μεταγειτνιῶνα.» Ετι δὲ βέβαιον καὶ ἐκ πολλῶν ἄλλων. Μῆνα γὰρ τάξαι δεῖ προσεχή, περὶ ἂν αἱ θεριναὶ τροπαί· τέταρτον γὰρ ἀπὸ Μουνυχιῶνος, ὃς δὴ πρῶτος ἦν τῶν ἐαρινῶν. Περὶ Εκατομβαιῶνα δὲ αἱ τροπαὶ αἱ θεριναι, ὡς καὶ ᾿Αρι στοτέλης διασαφεῖ, λέγων ἐν τοῖς αὐτοῖς περὶ ζώων Ενια δὲ τίκτει χειμῶνος καὶ θέρους· χειμώνας μὲν λάβραξ καὶ κεστρεὺς, θέρους δὲ περὶ τὸν Ἔκα τομβαιῶνα θυννίδες, περὶ τροπάς θερινάς·» καὶ πάλιν Οχεύονται θύννοι, καὶ σκόμβροι, ο φησί, ο περι τὸν Ἐλαφηβολιώνα φθίνοντα· τίκτουσι δὲ περὶ τὸν Εκατομβαιώνα ἀρχόμενον.» Ο γὰρ πρότερον περί
col. 1177–1178page 6 of 25
PG 19:1177τροπάς θερινάς είπε, τοῦτ' αὐτὸ ὕστερον περὶ Ἑκα τομβαιώνα ἀρχόμενον λέγει· ὡς ἄρα περὶ Εκατομ Επιῶνα ἀρχόμενον τῶν θερινών γινομένων τροπῶν ὁμολογούμενον δὲ τούτοις καὶ τὸ περὶ τομῆς τοῦ» αθλητικοῦ καλάμου Θεοφράστῳ λεχθέν· «Τέμνουσι γὰρ δὴ νῦν, ο φησί, τοῦ Σκιροφοριῶνος καὶ Ἑκα τομβαιώνος, ώσπερεί πρὸ τροπῶν μικρὸν, ἢ ὑπὸ τροπάς· ν καὶ τὸ πρότερον δὴ παρατεθέν, ὅτι τρο πάς θερινάς, τοῦ Μεταγειτνιῶνος μηνός· εἴ γε μετά Εκατομβαιώνα Μεταγειτνιών ἐφεξῆς. "Οτι ἀρχὴ ἐνιαυτοῦ Ἀθηναίοις ὁ Ἑκατομβαιών. Ε΄. Καὶ Ἀθηναῖοι δὲ τοῦ ἐνιαυτοῦ ἤρχοντο ἀπὸ Εκατομβαιῶνος, διὰ τὸ τὰς τροπὰς γίνεσθαι περὶ αὐτόν. ᾿Απὸ γὰρ θερινῶν τροπῶν ἡ ἀρχὴ ἦν ἐκείνοις τοῦ ἔτους· ὥσπερ Ῥωμαίοις ὕστερον ἀπὸ τῶν χει μερινῶν. ᾿Αρχὴν μὲν οὖν εἶναι τοῦ ἔτους τὸν Ἑκα τομβαιώνα δῆλον Δημοσθένης ποιεῖ ἐν τρίτῳ τῶν Ολυνθιακῶν, λέγων· «Μετὰ δὲ ταῦτα, διελθόντος τοῦ ἐνιαυτοῦ τούτου, Ἑκατομβαιών, Μεταγειτνιών, Βοηδρομιών· τούτου τοῦ μηνός μόγις μετὰ μυστή για δέκα ναῦς ἀποστείλατε.» Επιδείκνυσι γὰρ τὴν Αθηναίων ἀμέλειαν καὶ εἰς τρεῖς ἔτι μῆνας τοῦ ἐπιόντος ἐνιαυτοῦ προσπαρατετάσθαι· ὡς δ᾽ ἀπὸ ἱερινῶν τροπῶν εἶναι τὴν ἀρχὴν, Σιμπλίκιος, ἐξ ηγούμενος Αριστοτέλους τῆς φυσικῆς ἀκροάσεως τὸ πέμπτον, ὧδε περὶ τοῦ φύσει προτέρου καὶ ὑστέρου – λέγων πιστοῦται· «Ας δὲ ἡμεῖς ποιούμεθα ἀρχάς, ἐνιαυτοῦ μὲν περὶ θερινάς τροπάς, ὡς Ἀθηναῖοι· ἢ περὶ μετοπωρινάς, ὡς οἱ περὶ τὴν νῦν καλουμένην Ασίαν· ἢ περὶ χειμερινὰς, ὡς Ῥωμαῖοι· ἢ περὶ ἑκρινάς, ὡς Αραβες καὶ Δαμασκηνοί· μηνὸς δὲ, ὥς τινες, ἀρχὴν τὴν πανσέληνον λέγουσιν ἢ τὴν νέαν ἔσονται θέσει αὗται. ο Πάλιν εἰ ἀρχὴ μὲν τοῦ ἔτους ἀπὸ τροπῶν θερινῶν ᾿Αθηναίοις, ὡς Σιμπλίκιος λέ γει· θέρους δὲ περὶ τὸν Εκατομβαιώνα περί τροπάς τίκτουσι θυννίδες, ὡς Ἀριστοτέλης· συμπέρασμα, ὅτι ἀρχὴ τοῦ ἔτους ὁ Εκατομβαιών, τροπικὸς ὢν θερινός. Αλλὰ μὴν καὶ ἑορτὴν Ἀθηναῖοι τότε ἦχον δημοτελή, καὶ ἔθυον μεγαλοπρεπῶς τῷ Ηλίῳ, ὡς περὶ τροπάς ὄντι· ὅθεν καὶ τοὔνομα τῷ μηνὶ Εκατομβαιών, Κρονίῳ πρότερον, ὡς Πλούταρχος φησι, καλουμένῳ. Κέκος δὲ, Πρόκλου χλευάζων, γελοίως τὰς Ἡσιόδου ἐξηγεῖται ἡμέρας, ἕτερον εἶναι μῆνα Εκατομ Επιῶνος τὸν Κρόνιον ὑπολαμβάνων, καὶ τρίτον συν τάττων ἀπὸ Εκατομβαιώνος· καὶ Θαργηλιώνα μὲν καὶ Μεταγειτνιῶνα μηδαμῶς ὀνομάζων ὑπ' ἀμαθίας, Ληναιώνα δὲ (ἂν καὶ αὐτὸς ᾔδει Ἰανουάριον δντα) καταλέγων ἐν τοῖς τῶν ᾿Αθηναίων μησὶ, καὶ δεύτερον τιθεὶς ἀπὸ Εκατομβαιώνος. Εκατομβαιώνα μὲν οὖν εἶναι μετὰ Σκιροφοριῶνα εὐθὺς, καὶ περὶ Ἑκα τομβαιώνα τὰς θερινὰς εἶναι τροπάς, φανερὸν δὴ ἐνθένδε· Μεταγειτνιώνα δ' ἑξῆς εἶναι, εἶτα Βοηδρο μιώνα, δήλωσις μὲν καὶ τὰ Δημοσθένους ἄρτι είρη
col. 1179–1180page 7 of 25
PG 19:1179κατο μένα· ἐπιμαρτυρεῖ δὲ καὶ τὸ Θεοφράστου περὶ ἀρος τοῦ λεχθὲν πρότερον, Μεταγειτνιῶνα ἐφεξῆς εἶναι Εκατομβαιώνι. Τοῦ γὰρ χειμερινοῦ ἀρχὴν μετὰ τρο πὰς θερινὰς τοῦ Μεταγειτνιῶνος μηνὸς εἶναί φησιν αἱ δὲ θεριναὶ τροπαὶ περὶ Εκατομβαιώνα ἦσαν· καὶ ἔτι τὸ ᾿Αριστοτέλους περὶ κυήσεως τῶν καράβων. Μετὰ γὰρ Εκατομβαιώνα Μεταγειτνιώνα αριθμεῖ ἐφεξῆς. Βοηδρομιῶνα δὲ ἐπὶ Μεταγειτνιώνι εἶναι συλλογίσασθαι δεῖ, καὶ ἐκ τοῦ ῥηθέντος Ἀριστοτέλει περὶ τόκου τῶν καράβων ἐστί. Πρὸ ᾿Αρκτού ρου γάρ φησι τοὺς καράβους ἐκτίκτειν· κυοῦσι δ περὶ μῆνας τρεῖς, Σκιροφοριώνα, Εκατομβαιώνα, Μεταγειτνιώνα· Αρκτούρός τε περὶ Βοηδρομιώνα ἐπιτέλλει. Οχεύεσθαι γὰρ τὰς ἐλάφους φησὶ μετ' Αρκτούρον περὶ Βοηδρομιώνα. Καὶ Θεόφραστος ὡραίαν εἶναι τὴν τοῦ καλάμου τομὴν ὑπ' ᾿Αρκτούρῳ, Βοηδρομιώνος. Καὶ Σουΐδας δὲ δὴ ὁ λεξικὸς ὑγιές εἴρηκε τοῦτό γε, δεύτερον εἶναι ᾿Αθηναίοις μῆνα τόν Μεταγειτνιῶνα εἰπών· μετὰ δὲ Βοηδρομιώνα έρ εξῆς Μαιμακτηριών. Δῆλον δέ· Αριστοτέλης γὰρ ἐν τοῖς αὐτοῖς περὶ ἐλάφων, τοῦτον ἑξῆς τέταχεν εἰπών Η δ' ὀχεία γίνεται μετ' Αρκτούρον, περὶ τὸν Βοτ δρομιῶνα καὶ Μαιμακτηριῶνα.» Καὶ τῶν ζώων δὲ τὰ ἀσθενέστερα πρότερον ποεῖσθαι τὴν μετάστασιν πρὸς τὰς μεταβολὰς τῶν ὡρῶν ἐπιδεικνὺς, όρτυγας μὲν Βοηδρομιώνος, γεράνους δὲ Μαιμακτηριώνος μεταβάλλειν φησί· καθάπερ ἀμέλει δὴ καὶ ὁρῶμεν τὰς γεράνους τοῦ ἐπιόντος μηνός μετὰ τοὺς ὄρτυγας ἀπαίρειν ἐκ τῶν ψυχρῶν τόπων εἰς τοὺς ἀλεεινούς. Αμα δὲ δῆλον καὶ ἐκ τοῦ μῆνα δεῖν τάξαι, περὶ ἂν ή φθινοπωρινή ισημερία· τέταρτον γὰρ ἀπὸ Ἔχει τομβαιώνος, περὶ ἂν ἡ θερινὴ ἦν τροπή. Μαιμακτηριὼν δὲ, περὶ ἂν ἡ ἰσημερία. Περὶ ᾿Αρκτοῦρον γάρ ἡ ἰσημερία. Περὶ Μαιμακτηριώνα δὲ ὁ ᾿Αρκτούρος. Τῶν δὲ θέσεων τῇ μὲν αὐθέντης Θεόφραστος, ἀνθεῖν ἱστορῶν τὴν κερωνίαν περὶ ᾿Αρκτοῦρόν τε καὶ ἴσημε ˙ ρίαν· καὶ προσέτι Γαληνὸς ὁ ἰατρὸς, γράφων ἐν τοῖς περὶ ὑγιεινῶν λόγοις ὧδε·. Εστι μὲν ὡραιότατον τῆς ἐλάτης τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ᾿Αρ κτούρου, ὅστις καιρὸς ἐν Ρώμῃ ὁ καλούμενος μὲν Σεπτέμβριος ἐστι· ν τῇ δ' αὐθέντης ᾿Αριστοτέλης Μετ' 'Αρκτούρον ο γάρ, φησί, ο περὶ Βοηδρομιώνα καὶ Μαιμακτηριῶνα, ο ὡς εἴρηται. Ἡ οὐ τὸ πάρε γυς ἂν σημαίνοι ὁ οὕτω φράζων. Τοῦτο δὲ ἄτοπον ἐπεὶ καὶ ἡ φύσις πρὸς τὰς ὥρας ποιεῖται τὰς οχείας καὶ τοὺς τόκους τῶν ζώων· καὶ ἤτοι ὅλῃ χρῆται τη ὥρᾳ, ἢ τῷ μέσῳ που μάλιστα τῆς αὐτῆς, ἄλλως το καὶ εἰ τῇ ἀρχῇ χρησαμένη ήδη τυγχάνοι. Σημεῖον δ' οὐ μικρὸν τοῦ προσεχοῦς καὶ τὸ περὶ βοῶν οὕτω ῥηθέν· ο "Αρχονται τῆς ὀχείας αἱ βοῦς περὶ τὸν βαρ γηλιώνα μῆνα καὶ τὸν Σκιροφοριῶνα. Οὐ μὴν ἀλλ' ἔνιαι καὶ μέχρι τοῦ μετοπώρου κυίσκονται. Τὸν γὰρ τῶν πλείστων χρόνον ενώσας περὶ τοὺς δύο μήνας Θαργηλιῶνα καὶ Σκιροφοριῶνα, διεστείλατο πρὸς τὸν τῶν ἐνίων. Ολως τε ὅπου ποτ᾽ ἂν οὕτως ἑρμηνεύτ συντάξας, μηθὲν προσδιορίζων, τὸ ἐφεξῆς τοῦ χρόνου λαμβάνει· δῆλον δὲ τὰ καθ᾽ ἕκαστα μετιόντι. Αλλά μὴν καὶ τῶν γαλεῶν ἀστερίαν ἄρχεσθαι μὲν ὀχεύεσθαι μηνός Μαιμακτηριῶνός φησι, δὶς δὲ τοῦ μηνὸς ἀπω
col. 1181–1182page 8 of 25
PG 19:1181τίκτειν. Ταῦτα δὲ συμβαίνειν εὐθὺς ἀπὸ ισημερίας φθινοπωρινῆς οἱ περὶ Τάραντα ἁλιεῖς λέγουσιν. Εἰκὸς δὲ καὶ τῷ λόγῳ· τῶν γὰρ ἐχθύων ὀλίγοι τίκτουσι μετα οπώρου, ὡς καὶ Αριστοτέλης ἱστορεί, οἷον σάλπη, σαρ γὸς, καὶ ὅσα ἄλλα τοιαῦτα· καὶ νάρκη, καὶ ῥίνη, μικρόν πρὸ ισημερίας τῆς φθινοπωρινῆς. Εἰ δὲ ἀστερίας μαιμακτηριῶνος τίκτει, εἰκὸς τὸν μῆνα τοῦτον μὴ εἶναι δεύτερον ἀπὸ τῆς ἱσημερίας, ἀλλὰ πρῶτον· καὶ περὶ Ισημερίαν δὴ τίκτειν, καὶ ἀστερίαν τῶν σελαχωδῶν ὄντα, καὶ ὁμογενῆ τῇ νάρκῃ καὶ ῥίνῃ. Ισημερία μὲν οὖν διὰ ταῦτα περὶ Μαιμακτηριῶνα· καὶ ἑξῆς ὅδε Βοηδρομιών έστι. Πυανεψιών δὲ μετὰ Μαιμακτηριώνα εὐθύς. Τὸ δὲ πιστὸν καὶ παρὰ Πλουτάρχου ληπτέον, λέγοντος ἐν τῷ Θησέως βίῳ ἄγειν Αθηναίους τὴν τῶν Οσχοφορίων ἑορτήν Πυανεψιώνος, Θησέως καταστήσαντος· φέρειν τε τοὺς ὄσχους, ὅτι συγκομιζομένης ὁπώρας ἐπανῆκε Θησεὺς μετὰ τῶν ἡθέων ἐκ Κρήτης, Πυανεψιώνος ὀγδόῃ ἑσταμένου. Δῆλον γὰρ, ὅτι ἀμ τελικῆς ἀπώρας ἡ κομιδὴ ἦν. Ἡ δὲ ὀψιαιτέρα μετ' Αρκτοῦρον· ἢ εἰς τρίτον μῆνα οὐκ ἂν γένοιτο περὶ Αττικήν. Τρίτος δ᾽ ἡμῖν Πυανεψιών ἀπὸ Βοηδρομιῶνος, καὶ μετ' Αρκτοῦρον. ᾿Αλλὰ μὴν καὶ Θεό φραστος ἐν τοῖς αὐτοῖς περὶ φυτῶν ἱστορεῖ κόμαρον ἀνθεῖν Πυανεψιώνος. Ορᾶται δὲ τοῦτο γινόμενον περὶ Ἀττικὴν, καὶ τὰς ὁμοίας τὴν κρᾶσιν χώρας δευτέρῳ μηνὶ ἀπ' Ισημερίας φθινοπωρινῆς· τρίτῳ δ᾽ ἀπανθεῖν, καὶ τὸ μεμαίκυλον ἤδη ἀδρυνόμενον ἴσχειν. Πυανεψιώνος δὲ καὶ τὴν ἐν Αἰγύπτῳ κοκκυ μηλέαν ἀνθεῖν φησι· τοῦτο δὲ περὶ δεύτερον γίνε σθαι μῆνα ἀπὸ ισημερίας Αἰγύπτιοι λέγουσι. Καὶ ἄλλως δὲ δόξειεν ἂν ἀμφισβητοῦντι μάλιστα τῶν ἄλλων ἁπάντων μηνῶν ὁ Πυανεψιών εὐθὺς εἶναι μετὰ Βοηδρομιώνα, εἴ γε περὶ αὐτὸν ἡ κομιδὴ τῆς ὀπώρας, ὡς Πλούταρχος ἔφη. Οὐκ ἔστι δέ· Μαιμακτηριῶνα γὰρ εἶναι ἀποδέδεικται δή. Ὁ ἄρα μετ' ἐκεῖνον εὐθὺς δδ᾽ ἐστίν. Υστατος δὲ τῷ καταλόγῳ τῷδε ἡμῖν Αν θεστηριών· τῷ γὰρ ὑπολειπομένῳ τὴν λοιπὴν ἀπονεῖ και χώραν δὴ ἀναγκαῖον. Καὶ πίστις ἱκανὴ τέως γε τοῦτο ἂν εἴη. "Αμα δὴ δῆλον, καὶ ὅτι περὶ Ποσειδεῶνα αἱ χειμεριναὶ τροποὶ ἀκριβέστερον, ὅπερ κατ' ἀρχὰς ἀπελίπομεν τοῖς ὑστέροις. Εβδομος γὰρ ὅδε ἀπὸ Εκατομβαιώνος καὶ τροπῶν θερινῶν. Φιλόστρα της δὲ πάμπολυ διέστηκε, φάμενος Αθηναίοις νόμι μον εἶναι τοὺς παῖδας τριετεῖς γενομένους στεφανοῦσθαι τῶν ἀνθέων μηνός ᾿Ανθεστηριώνος. Δῆλος γάρ ἐστιν ἐαρινὸν τόνδε μῆνα καταριθμῶν. Εἰ μὲν οὖν οἱ ἐπ' αὐτοῦ ᾿Αθηναῖοι, τὴν τῶν προγόνων περὶ τοὺς μῆνας σύνταξιν ὑπαλλάξαντες, ἄλλως ἐχρῶντο, ἀληθὲς ἀντιλέγοι· πλὴν ἡμῖν, οὐχ ὅ τι οἱ ἐπὶ Φιλοστράτου Αθηναῖοι ἦγον, ἐπιμελὲς εἰδέναι τε καὶ λαβεῖν, ἀλλ᾽ ὅ τι οἱ ἐπ' Ἀριστοτέλους καὶ Θεοφράστου. Εἰ δὲ δὴ τὸ μὲν περὶ τοὺς παῖδας αὐτὸς λογοποιεί τε καὶ πλάττεται, ὡς καὶ ἄλλα πολλὰ, σοφιστής ὤν· τὸν δὲ μῆνα ἀπὸ τῶν ἀνθέων ἐτυμολογῶν ὑπείληφεν ἐαρι νὸν εἶναι· οὕτω δὲ καὶ πολλῷ μᾶλλον εὐκαταφρονη τότερα τὰ κατ' αὐτὸν γίνεται. Οὐδὲ γὰρ δὴ τὰ τῆς ἐτυμολογίας πιθανώτερα ἀπὸ τῆς ἕξεως τῶν ἀνθέων ἢ ἀπὸ τῆς στερήσεως φαίνοιτ' ἄν. Ὅτι γὰρ στέρεσθαι τότε ἀνθέων συμβαίνει τὴν ὥραν, Ανθεστη
col. 1183–1184page 9 of 25
PG 19:1183ριῶνα τὸν τελευταῖον τῶν φθινοπωρινῶν μήνα ώρα μάσθαι φαίημεν ἂν ἡμεῖς· εἴ τι δέοι καὶ τοῖς ὀνόμια κατακολουθεῖν. Τὸ ἐφεξῆς τῶν 'Αττικών μηνών. Γ. Τὸ μὲν οὖν ἐφεξῆς τῶν Ἀττικῶν μηνῶν ὧδε ἡμῖν διὰ τὰς εἰρημένας αιτίας ὑφηγείσθω Εκατομβαιών, Μεταγειτνιών, Βοηδρομιών, Μαιμακτηριών, Πυανεψιών, ᾿Ανθεστηριών, Ποσειδεών, Γαμηλιών, Ελαφηβολιών, Μουνυχιών, Θαργηλιών, Σκιροφοριών. Αἴτιον τῆς περὶ τοὺς μῆνας ἁγνείας. Ζ'. Τῆς δὲ περὶ ταῦτα ἀγνοίας τοῖς πρὸ ἡμῶν αἴτιον τὸ Ῥωμαίους ἅμα καὶ διορθῶσαι τὰ περὶ τὸν ἐνιαυ τὸν, καὶ ἄρξαι, ὥσπερ τῶν ἄλλων ἐθνῶν, καὶ τοῦ Ἑλληνικοῦ. Πρὸς γὰρ τῷ ἄρχειν ἑτέρων καὶ τὸ τῆς φωνῆς δὴ καθαρὸν καὶ κομψὸν Ἕλληνες ἀπολωλεκότες, πρὸς τὴν τῶν ἀρχόντων φωνήν, ᾗ φιλεῖ γίνε σθαι, ἐξίσταντο, καὶ τῶν Ῥωμαϊκῶν ὀνομάτων ἄλλοις τε πολλοῖς, καὶ δὴ καὶ ταῖς τῶν μηνῶν προσηγορίαις τοῖς σφετέροις ἀναμιγνύντες ἐχρῶντο· δεξάμενοί το ἀποικίας Ῥωμαίων, αὐτούς τε ἄχρι καὶ νῦν Ῥω μαίους ἀντὶ Ἑλλήνων καλοῦσι· καὶ ὥσπερ οἰκείας ταῖς τῶν Ῥωμαίων ἀμφὶ τοὺς μήνας χρώνται ένα μασίαις. Περὶ ἑρμηνείας τῶν μηνῶν. Η'. Ερμηνείας δ' ἕνεκα πρὸς τοὺς τῶν Ρωμαίων μῆνας, εἰ λάβοιμεν ἀρχὴν ὁμολογουμένην ένα τινὰ τῶν μηνῶν, ὀνομάσαντες ὀρθῶς, ὡς Αθη ναῖοι ἦγον, καὶ ὡς Ῥωμαῖοι τὸν αὐτὸν προσαγορεύειν ειώθασιν· ἔσται δὴ οὕτω καλῶς ἀποδεδομένον, ὡς ἑκάστους γε μεθερμηνευτέον, καὶ ὡς περὶ ἑκάστην δήπου τῶν ὡρῶν χρηστέον τοῖς Αθηναίων ὀνόμασι τούτοις. Περὶ γὰρ τάξεως τῶν Ῥωμαϊκῶν 159 η γε ἀμφισβητεῖ οὐδεὶς, εἰ πρῶτος Ἰανουάριος, εἶτα Φεβρουάριος, εἶτα Μάρτιος, καὶ οἱ λοιποί, καθάπερ καὶ λέγονται ἐφεξῆς. Εἰλήφθω δὴ οὖν τις τῶν τροπικῶν. Ἔστω δὲ, εἰ δοκεῖ, Εκατομβαιών. Εἰ τοίνυν περὶ Εκατομβαιώνα αἱ θερινα! τροπαὶ ᾿Αθηναίοις, δῆλον, ὅτι περὶ ὃν ἄν ποτε ὦσι Ῥωμαίοις τῶν οἰκείων μηνῶν αἱ αὐταὶ τροπαὶ, οὗτός ἐστιν Εκατομβαιών. Λέγω δὲ κατ' ἀναλογίαν, ὥσπερ σήπιον, καὶ ἀκανθαν, καὶ ὀστοῦν. Ανάλογον γὰρ, καὶ πάντα ἁπλῶς ἑρμη νεύειν δεῖ, μὴ ὅτι τοὺς μῆνας, εἰ μέλλοι τι όφελος εἶναι τῆς ἑρμηνείας. Περὶ Ἰούνιον δὲ Ῥωμαίοις ἀεὶ αἱ θεριναὶ τροπιὶ, ὡς ἴσασι πάντες· ὁ ἄρα Ἰούνιος ἐστιν Εχε τομβαιών. Θεμένοις δὲ δὴ Ἰούνιον εἶναι τὸν Ἑκατομ αιώνα, ἔργον οὐδὲν τῶν ἄλλων ἔκαστον ἑρμηνεῦσαι. Ο γὰρ ἀεὶ ἐπιὼν τῶν ᾿Αττικῶν κατὰ τὴν ὑποτελεί
col. 1185–1186page 10 of 25
PG 19:1185σαν σύνταξιν, τῷ ἀεὶ ἐπιόντι τῶν Ῥωμαϊκῶν ἐφαρ μόττων, καὶ πρὸς τὰς ὥρας τοῦ ἐνιαυτοῦ συμφωνῶν ὑπάρξει. Απορήσειε δ' ἄν τις, εἴ γε τοὺς χρόνους Αθηναῖοι ἦγον κατὰ τὴν σελήνης φοράν, Ρωμαῖοι δὲ κατὰ τὴν ἡλίου λογίζονται, πῶς ἂν οἱ τῶν ᾿Αθη ναίων ἐφαρμόζοιντο τοῖς μὲν 'Ρωμαίων μησὶν, ὥστε καὶ ἀπαρτίζειν ἀεὶ, καὶ Ἰούνιον μὲν τὸν Εκατομ βαιῶνα, Ἰούλιον δὲ τὸν Μεταγειτνιῶνα ἑρμηνεύειν ὀρθῶς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Οὐ γὰρ ἐσο ταχὴς ἡ σελήνη τῷ ἡλίῳ· οὐδ᾽ ἅμα τελευτῶσι καὶ ἄρχονται, ὡς εἰπεῖν, περὶ τὸν τοῦ ζωδιακού μερι σμόν. Ανάγκη δὴ ἐπαμφοτερίζειν τοὺς τῶν ᾿Αθη ναίων μῆνας. Εἰ δὲ δὴ ἕκαστος ἐπαμφοτερίζων ἀμ φοῖν, ἐπιλήψεται τοῦ τε προτέρου, ὡς Ῥωμαῖοι ἄγουσι, καὶ τοῦ ὑστέρου μηνός, τί μᾶλλον ἀπὸ τοῦ προτέρου μεθερμηνευόμενος ὀνομάζοιτο ἂν καλῶς ἢ ἀπὸ τοῦ ὑστέρου; “Ον δὴ τρόπον καὶ Γαληνὸς περὶ τοῦ τῆς ἐλάτης σπέρματος γράφων, ο Οστις καιρός, φησίν, ἐν Ρώμῃ μὲν ὁ καλούμενος μὴν Σεπτέμβριος ἐστιν, ἐν Περγάμῳ δὲ παρ' ἡμῖν Υπερβερεταῖος, ᾿Αθήνῃσι δὲ Μυστήρια.» Τὰ γάρ του μυστήρια Βοηδρομιώνος ἦν. Περὶ εἰκάδα γὰρ τοῦ Βοηδρομιώνος ὁ μυστικός Ἴακχος ἐξήγετο, ὡς καὶ Πλούταρχος ἱστο ρεῖ. Εοικε δὲ καὶ ὁ Ρωμαῖος Πλίνιος, παντοδαπής ἱστορίας συγγραφεύς, οὕτω μεταφέρων Ἀριστοτέλους τὸ περὶ τόκου τῶν ἰχθύων, ὡς οἱ πλεῖστοι τίκτουσιν ἐν τρισὶ μησὶ, Μουνυχιῶν:, Θαργηλιώνι, Σκιροφοριώνι, φάναι ἐν τρισὶν, Απρίλι, Μαΐῳ, Ιου νίῳ, τίκτειν τοὺς πλείστους. Ἔτι τοῦ ἐνιαυτοῦ, ὡς μὲν Ῥωμαῖοι ἄγουσι, τριακόσιαι καὶ ἑξήκοντα καὶ πέντε ἡμέρα: εἰσίν· ἀκριβολογεῖσθαι δ᾽ εἰς τὸ παρὸν οὐ δεῖ· ὡς δὲ ᾿Αθηναῖοι, κατὰ μὲν Ἀριστοτέλη, τριακόσιαι καὶ ἑξήκοντα. • Ενιαι δὲ, φησί, κύουσι τῶν κυνῶν πέμπτον μέρος τοῦ ἐνιαυτοῦ, τοῦτο δέ ἐστιν ἡμέρας ἑβδομήκοντα καὶ δύο·, καθ' Ηρόδο τον δὲ καὶ ἄλλους, τριακόσια: πεντηκοντατέσσαρες. Ὥς τοσούτων δὴ γινομένων, εἰ τῶν μηνῶν οἱ μὲν πλήρεις τε καὶ τριακονθήμεροι, οἱ δὲ κοῖλοί τε καὶ μιᾷ τῶν ἑτέρων ἡμέρᾳ λειπόμενοι ἐναλλαξ εἶεν παρ' ἕνα, ὁποτέρως δ᾽ ἂν ἔχῃ, τὸ ἐπιὸν δὴ ἔτος ἀεὶ προτε ρήσει, καὶ ἐκ προσαγωγῆς εἰς ἐναντίας ὥρας ἐκπο σοῦνται οἱ μῆνες ὑποφερόμενοι. Πάλιν εἰ τὸ Ιλιον Άλω τελευτῶντος τοῦ ἔαρος, ὀγδόῃ φθίνοντος Θαργηλιῶνος μηνός, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὡς ὁ ᾿Αλικαρνασσεύς Διονύσιος ἀρχαιολογῶν τὰ Ῥωμαϊκά φησι· πῶς τροπικός θερινός ὁ Ἑκατομβαιών; “Οδε γὰρ ὁ λόγος ἀποφαίνει Σκιρο φοριῶνα είναι τροπικόν θερινόν. Ανομόλογον δὲ καὶ τὸ Θεοφράστου, ὅτι ἄκρον ἔαρος εὐθὺς, ἱσταμένου τοῦ Θαργηλιώνος. Εἰ γὰρ ἄκρου βαρος ὁ Θαργηλιών, οὐκ ἂν τροπικὸς ὁ Ἑκατομβαιών εἴη· πολὺ δ᾽ ἧττον ὁ Μουνυχιών ἐαρινός τε καὶ ἱσημερινός. Έοικε δ' ἀπεμφαίνον καὶ τὸ τοῦ Πλουτάρχου ο Συγκομιζομέ της οπώρας Πυανεψιώνος ὀγδόῃ ἱσταμένου.» Δοκεῖ 'γὰρ ὁ Πυανεψιών μᾶλλον εἶναι ἰσημερινὸς φθινοπω ρινὸς ἢ ὁ Μαιμακτηριών, εἴ γε ἀμπελικῆς ὀπώρας ἡ κομιδὴ ἦν.
col. 1187–1188page 11 of 25
PG 19:1187Λύσαι δὴ δεῖ τὰ ἀπορούμενα ταῦτα, ἵν' ή τε σκέ ψις γίνηται κατὰ τρόπον, καὶ τὸ πιστὸν μᾶλλον ἔχῃ τὰ εἰρημένα. Τοὺς μὲν οὖν πάνυ αρχαίους αλογίστως τε καὶ ἀτάκτως κεχρῆσθαι τοῖς μησί, καὶ ἄλλοις ἄλ λως τὸν ἐνιαυτὸν ὡρικέναι, παρά τε ἄλλων καὶ Πλου τάρχου ἀνδρὸς πολυμαθεστάτου πυθέσθαι ἔστιν. Ενιοι γοῦν τῶν βαρβάρων τρισὶν ἐχρῶντο μησὶν εἰς τὸν ἐνιαυτόν· καὶ τῶν Ἑλλήνων Αρκάδες μὲν τέτο ταρσιν, ᾿Ακαρνάνες δὲ ἐξ. Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτὸς, εἶτα τετράμηνος, ὥς φασι. Διὸ καὶ ἀρχαιότατοι εἶναι δοκοῦσι, πλῆθος ἐτῶν καταριθμοῦντες σφίσιν ἀμήχανον, ἅτε δὴ τοὺς μῆνας τιθέμενοι εἰς ἐτῶν ἀριθμόν. Καὶ Ῥωμαῖοι δὲ πρότερον δεκάμηνον ἦγον τὸν ἐνιαυτὸν, καὶ τῶν μηνῶν τοὺς μὲν οὐδὲ εἴκοσιν ἡμερῶν, τοὺς δὲ πέντε καὶ τριάκοντα, τοὺς δὲ καὶ πλειόνων· ἐκεῖνό τε μόνον ἐσκόπουν, ὅπως ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν ὁ ἐνιαυτὸς ἔσται ἔννοιαν δὲ τῆς γινομένης περὶ τὴν σελήνην καὶ τὸν ήλιον ἀνωμαλίας οὐκ εἶχον. Ὕστερον δὲ Νομᾶς Πομπίλιος βασιλεύων λέγεται δύο τε προσθεῖναι μῆνας καὶ τὸ παράλλαγμα τῆς ἀνωμαλίας ἡμερῶν ἕνδεκα γίνεσθαι λογιζόμενος· ὡς τοῦ μὲν σεληνιακοῦ ἔτους τριακοσίας πεντηκοντατέσσαρας ἔχοντος ἡμέρας, τοῦ δὲ ἡλιακοῦ τριακοσίας εξηκονταπέντε· τὰς ἕνδεκα ταύτας διπλασιάσας, ἐπαγαγεῖν παρ' ἐνιαυτὸν ἐπὶ τῷ Φεβρουαρίῳ μηνὶ τὸν ἐμβόλιμον, εἴκοσι καὶ δυσῖν ἡμερῶν ὄντα. Εἰκὸς δ᾽ ἐκεῖνον ταῦτα πρὸς ὁμοίαν τινὰ ᾿Αθηναίων χρῆσιν πεποιηκέναι. Σόλωνα γὰρ πρῶτον ᾿Αθήνῃσι τὴν περὶ τοὺς μῆνας ἀνωμαλίαν συνιδεῖν φασι· καὶ τὴν μὲν ἡμέραν, καθ᾽ ἣν ἡ σελήνη καταλαμβάνει τε καὶ παρέρχεται τὸν ἥλιον, τάξαι ἔνην καὶ νέαν καλεῖσθαι· τὴν δ' ἐφεξῆς νουμηνίαν προσαγορεῦσαι· ἄχρι τε τριακάδος τὸν μῆνα ἠριθμηκέναι· καὶ ὅλως ἐπὶ τὸ βέλτιον διαθέσθαι τὰ περὶ τὸν ἐνιαυτόν. Χρῆσιν δ' ἐμβολίμου μηνὸς καὶ Ἕλλη σιν ἀνέκαθεν εἶναι δηλοῖ καὶ Ἡρόδοτος, λέγων· Ελ ληνες μὲν διὰ τρίτου ἔτεος εμβόλιμον ἐπεμβάλλουσι τῶν ὡρέων είνεκεν· Αἰγύπτιοι δὲ, τριακονθημέρους ἄγοντες τοὺς δώδεκα μήνας, ἐπάγουσιν ἀνὰ πᾶν ἔτος πέντε ἡμέρας παρὲς τοῦ ἀριθμοῦ· καί σφιν ὁ κύκλος τῶν ὡρέων εἰς ταυτό περιιών παραγίνετα:.» Εἰ δὲ Νομᾶς μὲν εἴκοσι καὶ δυοῖν ἡμερῶν τὸν ἐμβόλιμον έταξεν, Ηρόδοτος δὲ τριακονθήμερον καταριθμεί οὐθὲν τουτὶ πρὸς τὸν νῦν λόγον. Αλλ' ἐκεῖνο δῆλον κἀκ τούτων, ὡς Ἀθηναῖοι χρώμενοι ἐμβολίμῳ προσ ἕνην καὶ νέαν, νουμηνίαν ανεπλήρουν τὸ ἐλλείπον πρὸς τὴν ὅλην περίοδον τοῦ ἡλίου τῶν ὡρῶν ἕνεκα. Περὶ ἐνιαυτοῦ. Θ'. Διχῶς οὖν ἐθεώρουν τὸν ἐνιαυτὸν, οἷον τὸν μὲν ἑξήκοντα καὶ τριακοσίαις ἡμέραις οριζόμενον τῷ ἡλίῳ, διὰ τὴν εἰς τοσαύτας μοίρας κατατομὴν τοῦ λοξοῦ· καὶ τούτου δὲ μέρος πέμπτον Αριστοτέλης εἶναί φησιν ἡμέρας ἑβδομήκοντα καὶ δύο· τὸν δὲ τέτο ταρσι καὶ πεντήκοντα καὶ τριακοσίαις τῇ σελήνη. Ανάλογον δὲ καὶ τοὺς μῆνας ἦγον, τοὺς μὲν κατά τὸν ἥλιον, τοὺς δὲ κατὰ τὴν σελήνην· ἐπέβαλλόν τι τοῖς μὲν τριάκοντα ἡμέρας, τοῖς δὲ πέντε, καὶ εἴ του
col. 1189–1190page 12 of 25
PG 19:1189πλείονος δέοι διὰ τετάρτου ἐνιαυτοῦ. Τὰ δ᾽ ἄρα βοή ς θεια ἦν, διατείνουσα μὲν οὐ πόῤῥω, ἱκανὴ μέντοι εἰς τὸ αὐτὸ ἀντικαθιστάναι, καὶ εἴργειν ἐν τοῖς αὐτοῖς που ὅροις τοὺς μῆνας· ἴαμά τε τῆς ἀνωμαλίας ἐτύγ χανεν ὄν, ὡς καὶ Πλούταρχος λέγει, μειζόνων ἰαμά των δεήσεσθαι μέλλον. Καῖσαρ οὖν ὁ πρῶτος μοναρχήσας 'Ρωμαίων, τοῖς ἀρίστοις τῶν μαθηματικῶν πρόβλημα περὶ τούτου προθεὶς, ἐκ τῶν ὑποκειμένων ἤδη μεθόδων ἰδίαν τινὰ καὶ διηκριβωμένην μᾶλλον ἐπανόρθωσιν ἔμιξε. Δοκοῦσι δ' Αιγύπτιοι πρῶτοι μησὶ χρήσασθαι καθ' ἥλιον τριακονθημέροις δώδεκα, καὶ πέντε ἡμέρας ἐπαγαγεῖν κατ' ἐνιαυτὸν ἕκαστον τό τε ἐπιτρέχον μόριον τῆς ἡμέρας εἰς ἐκπλήρωσιν τοῦ ὅλου ἐνιαυτοῦ ἐκ περιόδων πλειόνων ἐτῶν ἀπο λαβόντες, συνθέσθαι μίαν ἡμέραν. Ἕλληνες δὲ παρ' ἐκείνων ἄλλα τε πλείω τῶν οὐρανίων θεωρημάτων, καὶ ταῦτα παρέλαβον, τὰ μὲν μεθερμηνευθέντων εἰς τὸ Ἑλληνικὸν τῶν ὑπομνημάτων, τὰ δὲ καὶ συνδιατρίψαντες τοῖς ἐκεῖ ἱερεῦσι, περιττοῖς οὖσι τὴν τῶν οὐρανίων ἐπιστήμην. Πλάτωνα γοῦν φασί τινες καὶ Εύδοξον, ἀποδημήσαντας εἰς Αἴγυπτον, ὁμιλῆσαι τοῖς ἱερεῦσι τρισκαίδεκα έτη. Μυστικούς γὰρ ὄντας καὶ δυσμεταδότους, ἔδει τῷ χρόνῳ καὶ ταῖς θεραπείαις ἐκλιπαρῆσαι, ὥστε τινὰ τῶν θεωρημάτων ἱστορῆσαι. Ταῦτα μὲν οὕτω διαιρεῖν ἴσως οὐ χεῖρον· τό τε δι ηπορημένον φανεὶς ὁ ἐμβόλιμος λύει. Καὶ εἴ τι διὰ πλείονος ἔτι χρόνου παραλλάττει, εἰκὸς καὶ τοὺς πά και συνορῶντας καὶ τοῦτο δήπου ἐπανορθοῦσθαι, ὁτὲ μὲν μακρότερον, ότὲ δὲ βραχύτερον τὸν ἐμβόλιμον ποιουμένους. Τὸ δ' ἀκριβέστατον, καὶ μηδὲ παρ᾽ ὀλί γον τι πλημμελεῖν, οὐκ ἐπιζητεῖν δεῖ· ὁπότε καὶ νῦν, ἐπίδοσιν τῆς ἀστρολογίας τοσαύτην λαβούσης, ὅμως ἢ τῆς κινήσεως ανωμαλία διαφεύγει τὸν λόγον, περι γινομένη τῆς τῶν μαθηματικῶν ἐμπειρίας. Τὰς μέν τα τῶν μηνῶν περιόδους ὁμολογεῖν ταῖς ὥραις ἀεὶ ποιεῖ ὁ ἐμβόλιμος τῷ τρίτῳ ἀεὶ ἐπαγόμενος τῶν ἐτῶν. Τὸ δὲ πρὶν ἐμβολάσαι, καὶ περὶ τὸ ἐμβολάζον αὐτὸ ἔτος ὑπενεχθέν τε καὶ ἐπαλλάξαν τῶν μηνῶν, ὅτι δεῖται λόγου, πῶς ἂν ἑρμηνευόμενον τυγχάνοι τοῦ ἱκανοῦ. Δῆλον γὰρ, ὅτι τὸ ἐμβολάζον συχνὰ παρ' ἕνα που ἕξει τοὺς μῆνας ἀνομολόγους ταῖς ὥραις. Διὸ καὶ Θεόφραστος, ο Εαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιώνος,» φησίν, ὡς τοῦ Μουνυχιώνος χειμερι τοῦ δὴ γενομένου· τοῦ δ᾽ ἐμβολίμου θερινοῦ τροπικοῦ, ἢ καὶ περιστήσαντος την τροπὴν εἰς ἱστάμενόν που τὸν Εκατομβαιῶνα· τοῦτο μὲν οὖν μὴ συμβαίνειν οὐχ οἷόν τέ ἐστι. Διὰ γὰρ τοῦτο καὶ ὁ ἐμβόλιμος ἐπάγεται, ἀναπληρῶν τὸ ἐνδεὲς, καὶ εἰς Εκατομ δαιῶνα τὰς τροπὰς ἀποκαθιστάς. Τὴν δ᾽ ἑρμηνείαν ποιητέον ἐπὶ τῶν οὕτω χρονολογούντων, στοιχείῳ χρωμένους τῷ παρόντι ἀεὶ τροπικῷ μηνὶ καὶ τῷ ἑξῆς τῶν μηνῶν κατὰ τὰ ὑποτεθέντα. Οἷον ἐπειδὴ Θεό φραστος, ο Ακρου ἔαρος, εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, ο φησί, μεθερμηνευτέον Μαρτίου, καὶ μὴ ᾿Απρίλιος. Πάλιν ἐπειδὴ: Θουκυδίδης Ελαφηβολιώνα τελευταῖον μῆνα τῶν χειμερινῶν εἶναί φησι, τοῦτον μὲν Φεβρουάριον ἑρμηνευτέον· τὸν δ' ἐπιόντα Μουνυχιῶνα θετέον έαρος εἶναι ἀρχὴν, καὶ Μάρτιον μετα Φοαστέον Λατίνοις. Ὥστε δὴ καὶ συμβαίνει δύο
col. 1191–1192page 13 of 25
PG 19:1191Θαργηλιώνα· καὶ φθινοπωρινούς δύο Μαιμακτηριώνα καὶ Βοηδρομιώνα· ὡς δ' αὕτως καὶ τροπικούς δύο θερινούς, Εκατομβαιώνα καὶ τὸν ἐμβόλιμον· καὶ χειμερινούς, Ποσειδεῶνα καὶ Γαμηλιώνα. Διόπερ Αριστοτέλης, «Η αλεκτορίς, ο φησί, ο τίκτει όλον τὸν ἐνιαυτὸν, ἔξω δύο μηνῶν τῶν ἐν τῷ χειμώνι τροπικῶν· ν καὶ τὸ ἐν τοῖς Μετεωρολογικοῖς έπε ἐγένετο κομήτης ἀστὴρ πρὸς "Αρκτον, μηνός Γαμ λιώνος, περὶ τροπάς ὄντος τοῦ ἡλίου χειμερινάς. Καὶ Ανθεστηριώνος δὲ ἅψαιτ' ἂν ποτε ἡ τροπή λίγου τος. Αλλ' οι γε όνομαζόμενοι τροπικοί χειμερινό δύο οἱ εἰρημένοι εἰσίν. Απλώς μέντοι θέρους ἀρχὴν υποληπτέον εἶναι τὸν Εκατομβαιώνα, καὶ τροπικών θερινόν· ἀνάλογον δὲ καὶ τοὺς ἄλλους. Δεῖ γὰρ μὴ τὸ συμβαίνον, ἀλλὰ τὸ σκοπούμενον λαμβάνειν τῷ λόγῳ. Εἴρηται γοῦν καὶ ἐν τοῖς Φυσικοῖς τῶν λό. γων, ὡς δεῖ ἕκαστον λέγειν τοῦτο εἶναι, δ φύσει βού λεται εἶναι, καὶ ὁ ὑπάρχει· ἀλλὰ μὴ δ βίᾳ καὶ παρὰ φύτιν. Ισημερινούς εἶναι ἐαρινούς, Μουνυχιωνά τε καὶ Διονύσιος δὲ παρ᾽ Εφόρου εἰληφώς λέγει, Θαργηλιῶνος ἀλῶναι τὸ Ἴλιον. Πλούταρχος γοῦν ἐν τῷ Φουρίου Καμίλλου βίῳ Ἔφορον ἀναγεγραφέναι τοῦτό φησιν· οὐ μὴν δὲ καὶ ο πρότερον ἑπτακαίδεκα ἡμέ ραις τῆς θερινῆς τροπῆς» λέγει· ἀλλ᾽ οὖν Θαργηλιών νος κἀκεῖνός φησιν. Εἰ μὲν οὖν Εφορος, σκιροφοριῶνος φάναι βουλόμενος, εἶπε (μὴ ἐντὸς ὢν αὐτοῦ) Θαργηλιώνος, ὥσπερ ἐν ἄλλοις αὖ ἀντὶ Ἰβηρίας τῆς κατὰ τὴν Εὐρώπην μεγίστης χώρας, πόλιν εἶναί τινα τὴν Ἰβηρίαν φησίν· ἀγαπάτω μηδὲν ἐπιτιμώμενος, σκῆψιν ἐπιτιμήσεως καὶ ταῦτ᾽ οὐ μικρὰν δεδωκώς εἰ δ' ἄρα τις τῶν φαύλων γραφεὺς διήμαρτεν, ἀντὶ Σκιροφοριώνος - Θαργηλιώνος» μεταβαλών, καθά περ καὶ ἐπ' ἄλλων συμβαίνει, καὶ μάλιστα ἐπὶ τῶν εἰς πρᾶσιν γραφομένων τοῖς βιβλιοπώλαις (χρῶνται γὰρ φαύλοις καὶ τοῖς τυχοῦσι γραφεῦσιν)· Εφορος μὲν ἀναίτιος ὡς ἂν εἴη· αἰτιάσαιτο δ' ἄν τις τοὺς μὴ ἐπανορθωσαμένους την γραφήν, ἀλλ' ἀνεπισκέπτως ειρηκότας, ο Θαργηλιῶνος ἑπτακαίδεκα ἡμέραις πρὸ τῆς θερινῆς τροπῆς.» Φησὶ δὲ, καὶ ὡς αἱ τὸν ἐνια τὸν ἐκεῖνον ἐκπληροῦσαι περιτταὶ ἡμέραι, εἴκοσι τὸν ἀριθμὸν ἦσαν μετὰ τὰς θερινὰς τροπάς· τὸ δ' ἀσύν τακτον παντελῶς καὶ μαχόμενον, εἰ ὡς ᾿Αθηναίοι ἦγον ποιεῖται τὸν λόγον. Εἰ γὰρ περιτταὶ εἴκοσι μετά τὰς τροπές, δῆλον, ὅτι ἡ τροπὴ ἦν τῷ οἰχομένῳ ἔτει, ἕνῃ καὶ νέα Θαργηλιώνος μέν, ὡς ἐκεῖνος λέγει, Σχι ροφοριῶνος δὲ, ὡς ἡμεῖς. Διαφερέτω δὲ μηθὲν πρός γε τὸ νῦν. Αλλ' ἔστω Θαργηλιῶνος αὐτῷ· οὐκοῦν τῷ ἐπιόντι ἐνιαυτῷ ἡ τροπὴ ἔσται, Σκιροφοριώνος νου μηνίᾳ. "Ην δ' αὐτῷ ἐνάτῃ ἱσταμένου. Εἰ γὰρ ὀγδός φθίνοντος τοῦ Θαργηλιῶνος ἐάλω τὸ Ἴλιον, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, δήλον, ὅτι ἐνάτη ἱσταμένου τοῦ ἐπιόντος μηνὸς ἦν ἡ τροπή
col. 1193–1194page 14 of 25
PG 19:1193ἐνάτη ἱσταμένου, τρεῖς εἶναι τὰς περιττὰς ἀναγκαῖον. Φανερὰ δὲ μᾶλλον ταῦθ᾽ ὕστερον ἔσται, ἐπειδὰν περὶ χρήσεως ἐμβολίμου μηνός λέγωμεν. Εἶτ᾽ οὖν Ἐφό ρου ἁμάρτημα τοῦτ' ἔστιν, εἴτε γραφέως, καὶ τοῦτο εἰς κοινὸν ἐκκείσθω σκοπεῖν. Απαρτίζειν δ᾽ ἀεὶ τοὺς τῶν ᾿Αθηναίων μῆνας τοῖς τῶν Ῥωμαίων δη λονότι οὐκ ἂν εἴη. Επαμφοτερίζειν οὖν τι συμβαίνει. Οἷον, φέρε εἰπεῖν, Εκατομβαιὼν τὸ μὲν Ἰουνίου ἐπιλαμβάνει, τὸ δὲ Ἰουλίου· καὶ Μεταγειτνιὼν τὸ μὲν Ἰουλίου, τὸ δ᾽ Αὐγούστου· καὶ Βοηδρομιών τὸ μὲν Αὐγούστου, τὸ δὲ Σεπτέμβριος. Ωσαύτως δὲ καὶ οἱ λοιποὶ πάντες ἀμφιλαφεῖς εἰσι τὰ πολλά· ἐπεὶ ἐνίοτέ γε καὶ ἰσάζειν συμβαίνει· οἷον καὶ τῆτες συμβέβηκε, νουμηνίαν ἅμα Απρίλιος μηνὸς ἡλιακοῦ, καὶ σελήνης ἄγειν. Ερμηνεύειν μέντοι ἁπλῶς χρεών ἀπὸ τοῦ προτέρου· οἷον, Αὔγουστον τὸν Βοηδρομιῶνα, ἀλλὰ μὴ Σεπτέμβριον, ἵνα θερινός ᾖ· τρίτος γὰρ ἀπὸ Εκατομβαιώνος· τροπικὸς δὲ θερινὸς ὁ Ἑκατομβαιὼν, ὡς δεδειγμένον ἐστί. Γαληνῷ δὲ διέφερεν εὐθὲν πρός γε τὸ τῆς ἐλάτης σπέρμα καὶ τὴν σύνθεσιν τοῦ ἀκόπου, εἴτ᾿ ἀπὸ τοῦ ἑπομένου Σεπτέμβριος, εἴτ' ἀπὸ τοῦ ἡγουμένου Αύγουστος ἑρμηνεύοιτο ὁ τῶν μυστηρίων μήν· ἄλλως τε καὶ τῶν ἐσημερινῶν τε καὶ τροπῶν περί που εἰκοστὴν τετάρτην τοῦ μηνός ἡμέραν, ὡς Ῥωμαῖοι ἄγουσι, λαμβανομένων τοῖς τότε οὖσιν ἀνθρώποις· καὶ προσέτι Ισημερινοῦ γινο μένου ποτὲ καὶ τοῦ Βοηδρομιώνος, ἐπειδὰν πλείους ὦσιν αἱ μετὰ τὴν τροπὴν περιτταὶ ἡμέραι. "Οθεν δὴ καὶ ᾿Αριστοτέλης, «μετ' ἀρκτοῦρον περὶ Βοηδρο μιῶνα,» φησίν, ὥσπερ αὖ ἀνάπαλιν, περὶ λήγοντά που τὸν Εκατομβαιῶνα τῆς τροπῆς γενομένης, συμ βαίνει τρυγᾷν τὰς ἀμπέλους περὶ ἱστάμενον τὸν Πυανεψιώνα· καθὰ Πλούταρχος ἐπισημαίνει συμβῆναι, ὅτε Θησεὺς ἐπανῆκεν ἐκ Κρήτης. Η ισημερία μέντοι περὶ λήγοντα που τὸν Μαιμακτηριώνα ὑπο ήρξε. Πλίνιον δὲ οἰητέον, μὴ ὡς Αριστοτέλους λέ ξιν μεταφέροντα, ὧδε ποιεῖσθαι τὸν λόγον, ἀλλ' ἰδίαν αὐτῷ δόξαν περὶ τόκου τῶν ἰχθύων ἀποφαινόμενον. Θαυμαστόν τε οὐθὲν, εἰ καὶ ταῖς χώραις δια φορὰ περὶ τὰς γενέσεις ἐστίν. ᾿Αλλὰ δῆλον, ὅτι καὶ τῶν ζώων, ὥσπερ τῶν φυτῶν, πολλὴν ποιοῦσι δια φορὰν οι τόποι, οὐ μόνον κατὰ μέγεθος καὶ εὐτροφίαν, ἀλλὰ καὶ κατὰ τοὺς τόκους, τοῦ τὰ μὲν ὀψιαίτερον γενναν, τὰ δὲ πρωϊαίτερον. Ο δε μὲν τοίνυν ἁπλῶς τε καί πη ἑρμηνεύοντες, οὐκ ἂν διαμαρτά νοιμεν τοῦ ἱκανοῦ. Περὶ χρήσεως τῶν μηνῶν. Ι. Ἐπεὶ δ᾽ ἔστι μὲν χρῆσθαι μησὶ καὶ κατὰ τὴν ηλίου περιφοράν, ὡς Ρωμαῖοι ἄγουσιν· ἔστι δὲ καὶ τὴν τῆς σελήνης, ὡς Ἀθηναῖοι ἦγον· πότερον ᾿Αθη ναίοις επόμενοι χρησόμεθα, ἢ Ῥωμαίοις, κατονομά ζαντες μὲν ὡς Ἀθηναῖοι, τὴν δέ γε τοῦ ἐνιαυτοῦ εἰς μῆνας διαίρεσιν κατὰ ταὐτὰ Ῥωμαίοις τιθέντες; Πλήθων μέν φησιν, ὅτι κατὰ φύσιν δὴ ἄγοιτ' ἂν έτος μὲν κατὰ τὸν ἥλιον, μὴν δὲ κατὰ τὴν σελήνην διὰ τί δὲ, οὐ λέγει. "Αλλοι δέ τινες, καὶ αἰτίαν ἀπο διδόντες, πάντα πρὸς τῶν οὐρανίων κοσμεῖσθαι τὰ τηδέ φασι, καὶ μεγάλα εἶναι τὰ τῆς σελήνης ἔργα. ΧΙΧ.
col. 1195–1196page 15 of 25
PG 19:1195& ᾿Αλλοιούσθαι γὰρ σαφῶς τὰ ἐπίγεια πάνθ' ὑπ᾽ ἐκεί Ο νης. Τοῦτο μὲν οὖν εὖ λέγεται. Σημεῖον δ᾽ οὐδέν ἐστι τοῦ χρῆναι ἄγειν κατὰ σελήνην, καὶ μὴ καθ' ηλιόν γε τοὺς μῆνας. Συνεχῆ μὲν γάρ πως τὰ τῇδε ταῖς ἄνω φοραῖς εἶναί φαμεν καὶ ἡμεῖς, καὶ πᾶσαν αὐτῶν τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· καὶ τὸ μὲν καλὸν ἅπαν, ὅσον ἂν ᾖ ἐνθάδε καλὸν, καὶ τὸ τετα γμένον, ἄνωθεν ἐγγίνεσθαι φύσει· τὸ δ᾽ ἄτακτον καὶ πεπλανημένον, ὑπάρχειν ἐκ τῆς ἐνθάδε ὕλης· ἔστω δὲ καὶ πόλλ᾽ ἅττα ἀλλοιοῦν τὴν σελήνην πλήρη τε οὖσαν, καὶ διχότομον, καὶ ἀμφίκυρτον, καὶ μηνοειδή, κρίνεσθαί τε τὸ περιέχον, καὶ μεταβάλλειν τὰ τῇδε κατὰ διαμέτρους, καὶ τετραγώνους, καὶ ὅλως ποιάς τινας στάσεις αὐτῆς· οὐ μὴν δὲ καὶ εύλογον διὰ ταῦτα ἐῶντας διαιρεῖν τὸν τοῦ ἡλίου ἐνιαυτὸν εἰς μήν νας, καὶ χρῆσθαι, ἑτεροῤῥεπεῖν ἐπὶ τὴν σελήνην, καὶ ἑκόντας εἶναι διίστασθαι. Οὐδὲ δὴ κατὰ φύσιν τὸ μὲν ὅλον προσήκειν τῷ ἡλίῳ, τὰ δὲ μέρη ἑτέρῳ τῳ μάλ λον ἐπιβάλλειν ἢ τῷ ἡλίῳ. Μέρη γὰρ τοῦ ὅλου ένι αυτοῦ οἱ καλούμενοι μήνες, ἢ ὅ τι δήποτε καλεῖν φίλον τὸν εἰς δώδεκα μερισμὸν τῆς τοῦ ἡλίου περι φορᾶς. Τὸ δὲ τοῦ ὅλου ποιητικὸν, καὶ τῶν μερῶν ταὐτὸ ποιητικὸν ἐξ ἀνάγκης ἐστίν. Ἐκ τῶν μερῶν γὰρ τὸ ὅλον, καὶ τῇ γενέσει πρότερα τοῦ ὅλου τὰ μέρη. Εστι δὲ καὶ ἀνωμαλώτερόν τε καὶ ἀτακτότερον τὸ πρὸς τὴν φορὰν τῆς σελήνης ἄγειν· δι' δ καὶ συχνὰ ἐπιβάλλουσι μῆνα οἱ οὕτως ἄγοντες, καὶ πρά γματα ἔχουσι, τὰ μὲν δωδεκάμηνα, τὰ δὲ τρισκαι δεκάμηνα ποιούμενοι τῶν ἐτῶν. Οὐκοῦν παρὰ φύσιν γε μᾶλλον. Τάξις γάρ τις ἡ φύσις, καὶ παρὰ φύσιν πᾶν τὸ πλημμελές τε καὶ ἄτακτον. Τὸ δ' ἀχρησίαν τοῦ ἡλίου καταγινώσκειν διὰ τὴν τῆς σελήνης δύνα μιν καὶ τὰ φαινόμενα, αίτημα λίαν μέγα ἐστὶ, καὶ προσέχοντος αἰσθήσει μᾶλλον ἔοικεν εἶναι ἢ λογισμῷ. Τά τε γὰρ τῆς σελήνης ἔργα διὰ τὸν ἥλιον, ὡς εἰπεῖν, ἅπαντ᾽ ἐστί· τό τε μάλιστα κοσμοῦν τὰ τῇδε, καὶ ῥυθμίζον, καὶ διατάττον, ὁ ἥλιος ἐστι. Καὶ μὴν καὶ τῆς περὶ τοὺς ἄλλους ἀστέρας εὐκρασίας αἴτιον εἶναι τὸν ἥλιον ἄλλοις τε τῶν ἐνδόξων καὶ Στράβων τῷ γεωγράφῳ δοκεῖ. Εναργέστερα μέντοι τὰ περὶ τὴν σελήνην συμβαίνοντα κατὰ διαφόρους φάσεις ἐκ τῶν πρὸς τὸν ἥλιον ἀποστάσεων ἡμῖν ἀπαντᾷ. Ωστ' ἐπι τηρητέα μέντοι καὶ ταῦτ' ἐστὶν, εἴτε καθ᾿ ἑβδομάδας εἴτε καθ᾽ ἕτερον μῆνα δοκεῖ σεληνιακόν. Οὐ μὴν δὲ καὶ μόνοις τοῖσδε χρωμένους ἐατέον τοὺς καθ' ἥλιον μῆνας ὁμαλεστέρους ὄντας παρὰ πολὺ, καὶ μέρη τῶν ἐκ Θεοῦ ὡρῶν, καὶ τοῦ ὅλου ἐνιαυτοῦ οἰκεῖά τε καὶ αὐτοφυῆ. Κατὰ φύσιν γὰρ τοῦθ᾽ ἁπλῶς· εἴπερ καὶ ἐξ αἰτίου, καὶ προτέρου, καὶ ἀναγκαιοτέρου. Τὸ δὲ ἀπὸ τῆς σελήνης, γνωριμώτερον ἂν ἡμῖν καὶ σαφέ στερον, ὁδός ἐστιν ἐπὶ τὰ τῇ φύσει γνωριμώτερά τε καὶ τελεώτερα. Δι' δ καὶ οἱ περὶ Καίσαρα τὸν ἐπι ωνομασμένον τοῖς Ῥωμαίοις θεὸν, ταύτην Ιόντες, ἐπὶ τἀκριβέστερον ἐληλύθασι μηνῶν τε καὶ ἐνιαυτοῦ δια τάξεως πέρι. Οἱ δ' ἄρα τοῖς ἐν ποσὶ καὶ ἡμῖν σαφε στέροις ἐπιμένοντες διὰ τέλους εοίκασιν οὐ καλῶς κρίνειν, τί τὸ δι' αὐτό, καὶ τί τὸ δι' ἕτερον αἱρετέον. Ολως τε δεῖ νομίζειν τὰ ὕστερον χρόνῳ μακρῷ δι ηκριβωμένα περὶ ἀστρολογίαν πολύ τι τῶν ἀρχαίων
col. 1197–1198page 16 of 25
PG 19:1197διαφέρειν· ἀλλὰ μὴ ἑκόντας ὑπ' αὐθαδείας πρὸ τῶν τελεωτέρων τὰ ἀτελέστερα ἐπαινεῖν, ὥσπερ ἐν γήρᾳ τὰ τῶν νέων φρονεῖν ἔτι προαιρουμένους. Ἐπεὶ καὶ Γαληνὸς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν λόγοις τὸν ἐνιαυτὸν ἐπὶ ταῖς πέντε καὶ ἑξήκοντα καὶ τριακοσίαις ἡμέραις, ἐπικείμενον ἔχειν τι μόριον ἡμέρας μεῖζον ἢ ὡς τέταρτον λέγει. Τὸ δ' οὐ μείζον, ἀλλ' ἔλαττον εἶναι, ταῖς ὕστερον ἐπιτηρήσεσιν εἴρηται. Εἰ δ' ἄρα που μηδὲ τὰ περὶ τὴν ἡλίου κίνησιν τἀκριβές παν τάπασιν ἴσχοι ἡμῖν· ἀλλ᾽ οὖν γε πολὺ τῶν περὶ τὴν σελήνην ἀκριβέστερ᾽ ἐστὶ, καὶ τὸ πλημμελούμενον εὐδιορθωτότερον· εἴ γε μίαν μὲν διὰ τετραετηρίδος ἡμέραν ἐμβόλιμον, μίαν δὲ σχεδόν διὰ διακοσαετηρί δος ἐκβόλιμον ποιεῖσθαι, ἀποχρώντως ἂν ἔχοι, ἢ ὁπόσον ἂν διὰ πλείστου οι περιόντες ἀεὶ τῷ χρόν νῳ ἀστρονομίας ἐμπειρότατοι κρίνωσιν. Οὐδὲν γὰρ τῷ παρόντι προσίσταται λόγῳ, εἴ τινες ἀμφισβητοῦσι περὶ τοῦ τῶν ἐτῶν πλήθους. Αναμφισβητήτως γὰρ ἡ ἐπανόρθωσις ἔσται διὰ πλείστου, ὅπως ἂν ἔχῃ. Οτι καὶ τοῖς σοφοῖς δοκεῖ βέλτιον τὰ κατὰ ἥλιον ἄγειν. ΙΔ΄. Ἐπαινεῖ δὲ διαφερόντως καὶ Πλούταρχος τὴν Καίσαρος επανόρθωσιν, δεινὸς ὢν κρῖναι, ὧδε λέγων Ἡ δὲ τοῦ ἡμερολογίου διάθεσις καὶ διόρθωσις τῆς περὶ τὸν χρόνον ανωμαλίας, φιλοσοφηθείσα χαριέντως ὑπ' αὐτοῦ, καὶ τέλος λαβοῦσα, γλαφυρωτάτην παρέσχε χρείαν.» Ηρόδοτος δὲ καὶ σοφωτέρους οἴεται είναι Αἰγυπτίους Ελλήνων, παρ' ὅσον οἱ μὲν διὰ τρίτου ἔτους επεμβάλλουσι μῆνα· οἱ δὲ, τρια κονθημέρους ἄγοντες τοὺς μῆνας, πέντε ἡμέρας ἐπάγουσιν ἀνὰ ἕκαστον ἔτος. Οὐ χεῖρον δὲ καὶ πάλιν τὴν λέξιν αὐτοῦ παραθέσθαι· "Αγουσι δὲ τοσῷδε σοφώτερον Ελλήνων, ἐμοὶ δοκέειν, ὅσῳ Ἕλληνες μὲν διὰ τρίτου ἔτεος ἐμβόλιμον ἐπεμβάλλουσι τῶν ὡρέων εἶνεκε· Αἰγύπτιοι δὲ, τριηκοντημένους ἄγοντες τους δικώδεκα μῆνας, ἐπάγουσι ἄνα πᾶν ἔτος πέντε ἡμέρας παρὲξ τοῦ ἀριθμοῦ.. Τὸ δὲ τριακονθημέρους ἄγειν τοὺς μῆνας, κατὰ ἥλιον ἄγειν εἶναι, δηλοῖ Στράβων οὕτωσὶ λέγων· «Αἰγυπτίων δ' ἐστὶ καὶ τὸ τὰς ἡμέ ρας μὴ κατὰ σελήνην ἄγειν, ἀλλὰ κατὰ ἥλιον, τοῖς τριακονθημέροις δώδεκα μησὶν ἐπαγόντων πέντε ἡμέρας κατ' ἐνιαυτὸν ἕκαστον. • Πλήθων μὲν οὖν πολύ τούτων ἀπάδει λέγων κατὰ φύσιν εἶναι μᾶλλον τὸ κατὰ σελήνην ἄγειν τοὺς μῆνας, καὶ τὸν μὲν ἐνιαυτὸν τῷ ἡλίῳ, τοὺς δὲ μήνας διαιτῶν τῇ σε λήνη. Πῶς χρηστέον μησὶ καὶ ἐνιαυτῷ. ΙΒ. Ἡμεῖς δὲ ὀνόμασι μὲν τοῖς εἰρημένοις καὶ τάξει χρησόμεθα τῶν μηνῶν, πράγμασι δὲ κατὰ τὴν Καίσαρος επανόρθωσιν, ᾗ χρώμενοι Ρωμαίοι ἄχρι καὶ νῦν, ἧττον ἑτέρων σφάλλεσθαι περὶ τὴν ἀνωμαλίαν δοκοῦσι χιλιοστὸν καὶ πεντακοσιοστὸν ὀλίγου δεῖν τόδε ἔτος. Λαμβάνειν τε ἀξιοῦμεν, εἴ τινες χρήσ
col. 1199–1200page 17 of 25
PG 19:1199ρόντες, ἐάν τε βάρβαροι· οἰκείους τε πάντας νομί ζειν, ἀνθρώπους γε όντας, καὶ μετειληφότας τῆς αὐτῆς ἡμῖν φύσεως· καὶ χάριν ὁμολογεῖν τοῖς εύ ροῦσιν, ἀλλὰ μὴ φθονοῦντας ἐρίζειν, καὶ ἐθελοκακεῖν. Ημέραις τοιγαρούν τριακοσίαις καὶ ἑξήκοντα καὶ πέντε ὁριζόμενος ἡμῖν ὁ ἐνιαυτὸς ἔσται, κατὰ τὴν ἡλίου περίοδον, προστιθεμένου τοῦ καὶ μορίου ἡμέρας ἐπ' ἔλαττον ἢ ὡς τεταρτημόριον τῷ ἀριθμῷ τῷδε. Καὶ μῆνες συμπληροῦντες τὸν τῶν ἡμερῶν ἀριθμὸν οἱ μὲν τριακονθήμεροι, οἱ δὲ μιὰ ὑπερβάλο λοντες τοὺς ἑτέρους ἡμέρᾳ· εἰς δὲ καὶ δυοῖν μὲν ἐλλείπων τῶν τριακονθημέρων ἑξῆς τριῶν ἐτῶν, μια δὲ τῷ τετάρτῳ. Ἑπτὰ γὰρ οἵδε, Ποσειδεών, Γαμη λιών, Μουνυχιών, Σκιροφοριών, Μεταγειτνιών, Βοη σιμόν τι ἐφεῦρον τῷ βίῳ, ἐάν τε Λατῖνοι ὦσιν οἱ εὐ δρομιών, Πυανεψιών, μια ὑπερβαλοῦσι τοὺς τρια κονθημέρους· οἱ δὲ λοιποὶ τριακονθήμερος, πλην Ελαφηβολιώνος. Οδε γὰρ ἡμέρας ἕξει εἴκοσι μὲν καὶ ὀκτὼ ἑξῆς τριῶν ἐτῶν, εἴκοσι δὲ καὶ ἐννέα τῷ τετάρτῳ, διὰ τὴν παρεμβαλλομένην ἡμέραν. Διὰ τί δὲ τοῖς περὶ Καίσαρι οὕτω τὰ περὶ τὰς ἡμέρας δι ῄρηται, ὡς τονδὶ μὲν τριακονθήμερον εἶναι, ἀλλὰ μὴ το δί, τονδί δ' ὑπερβάλλειν, τονδί δ' ἐλλείπειν, ἑτέρας ἐστὶ θεωρίας. Περὶ τῆς ἐμβολίμου ἡμέρας. ΙΓ΄. Μῆνα μὲν οὖν οὐδένα ἐπεμβαλοῦμεν οὐδέποτε μίαν δὲ διὰ τετραετηρίδος ἡμέραν τῷ Ελαφηβ λιῶνι, καθάπερ τῷ Φεβρουαρίῳ Ῥωμαῖοι δίσεκτον οὕτω καλοῦντες ἐκ τοῦ δι; τὴν αὐτὴν ἡμέραν προσ 164 γράφειν ἔκτην πρὸ Καλενδῶν Μαρτίων, δόξαν οὕτω Καίσαρι Σεβαστῷ. Ἡμεῖς δ᾽ ὀνόματι χρῆσθαί τῳ οὐ δεόμεθά γε τοιούτῳ· ἐμβόλιμον γὰρ μόνον καὶ ἔνην προσαγορεύειν καλῶς ἔχει ἡμῖν. Περὶ δὲ τῆς ἐκδο λίμου σκεπτέον καὶ ὅ τι ἂν δοκῇ παρακαλεῖν δέον καὶ Λατίνους ταὐτὸ δεχομένους ἐπανορθοῦσθαί σφισι τὸν ἐνιαυτὸν, ἵνα συμφωνῶμεν. Εκβολίμου γάρ το ἡμέρας χρόνου ήδη μακροῦ διελθόντος μὴ γενομένης, πολύ τι δὴ προτεροῦσιν αἱ τροπαὶ ἐφ' ἡμῶν τῆς ἐξ ἀρχῆς τροπικῆς ἡμέρας γε τοῦ μηνός. Οὕτω μὲν οὖν ἀκτέον τοὺς μῆνας, χρωμένους ὀνόμασι τοῖς ἀποδοθεῖσιν. Περὶ ἀρχῆς τοῦ ἐνιαυτοῦ. ΙΔ΄. Ἀρχὴν δὲ τοῦ ἐνιαυτοῦ οἱ μὲν ᾿Αθηναῖοι τὴν Εκατομβαιώνα ἦγον μῆνα, ὡς δέδεικται πρότερον, ὡς ἀπὸ τροπῶν θερινῶν· Ῥωμαῖοι δὲ τὸν Ἰανουάριον, ὡς ἀπὸ τροπῶν χειμερινῶν, ἡ δὴ καὶ οἰκειοτέρα δοκεῖ εἶναι ἀρχή. Καὶ εὖ τήνδε ἐπαινεῖ Πλή θων. Νόμῳ γὰρ ἄλλων ἄλλην τοῦ ἔτους ἀγόντων ἀρχὴν, φύσει πως ἔοικεν αὕτη οὖσα ἀρχή· ἡνίκα δὴ ήλιος, ὁ τῆς γενέσεως κύριος, τοῦ πρόσω Ιέναι λέ γων ἀνακάμπτειν ἄρχεται ὡς ἡμᾶς, καὶ τὸν μὲν τοῦ φωτὸς αὔξει χρόνον, τὸν δὲ τοῦ σκότους μειοί. Ὀρθῶς οὖν καὶ Νουμᾶς ἀρχὴν τοιαύτην Ρωμαίοις τέταχε, Ρωμύλου πρότερον τὸν Μάρτιον προτάξαντος μῆνα. Καὶ ἡμῖν δὴ ἀρχὴ αὕτη ἔστω, καὶ νέο; τοῦ ἐνιαυτοῦ μὴν Γαμηλιών· ἵνα καὶ συμφωνῶμεν Ῥωμαίοις, ὥσπερ καὶ τὰ περὶ τοὺς μῆνας, καὶ τὰ περὶ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ. Οδε γὰρ Ἰανουάριος
col. 1201–1202page 18 of 25
PG 19:1201ἦν. Νῦν δ' Ελληνες, ἀρχὴν ἐνιαυτοῦ τε καὶ ἰνδικτιῶνος ποιούμενοι ἀπὸ Ισημερίας φθινοπωρινῆς, τὰ μὲν περὶ Ἰνδικτιῶνα (δηλοῖ δὲ διάταγμα ἡ λέξις) συνάδουσι Ρωμαίοις, τὰ δὲ περὶ τὸν ἐνιαυτὸν οὔ. Καίτοι συμφέρεσθαι ἔδει καὶ ταῦτα, ἄλλως τε καὶ Χριστοῦ νόμοις χρωμένους. Οὐ γὰρ οἶμαι Ρωμαίους τούς γε νῦν ὄντας διὰ τὴν ἡλίου τροπὴν μᾶλλον, ἢ τὸ τότε γεννηθῆναι Χριστὸν, οὕτως ἄγειν· ἀλλὰ τὴν μὲν τροπὴν συμβεβηκέναι, αὐτοὺς δὲ τὴν γένεσιν πρεσβεύοντας τοῦ Θεοῦ, ᾗ θέμις, ἀρχὴν ποιεῖσθαι τὴν εἰρημένην. Ἐνιαυτοῦ μὲν ταύτην θετέον ἀρχήν. Πῶς ἀριθμητέον τὰς τοῦ μηνὸς ἡμέρας. ΙΕ΄. Αριθμεῖν δὲ τὰς μηνὸς ἑκάστου ἡμέρας Πλή θωνι μὲν δοκεῖ εἰς τέτταρα διαιροῦντας τὸν μῆνα, τὸ μὲν ἱστάμενον, τὸ δὲ μεσοῦν, τὸ δὲ φθῖνον, τὸ δὲ ἀπιόν· λαμβάνοντι, ὡς ἔοικε, τὸ μὲν παρὰ Πολυδεύκους, τὸ δέ τι καὶ αὐτῷ καινοτομοῦντι. εὐμαρέστερον γὰρ, οἶμαι, διατίθεσθαι τὰ περὶ τὰς ἱερομηνίας οὕτω συνέβαινε, καίν᾽ ἄττα καθισταμένῳ ἱερά· ἡμῖν δὲ διαφερέτω μηθὲν διαριθμεῖν, ὡς Αθηναῖοι, τριχῆ διαιροῦντες, τὸ μὲν ἱστάμενον ἔλεγον, τὸ δὲ ἐπὶ ίστάμενον, δέκα, τὸ δὲ φθίνον. Ἐπειδὴ καὶ συνῳδά πως οὕτω: ἐπὶ δέκα, μᾶλλον Ῥωμαίοις ἔσται τὰ περὶ τὴν διαίρεσιν ἡμῖν.: φθίνον, Τριχῇ γὰρ καὶ οὗτοι διαιροῦντες, τὸ μὲν Καλένδας προσαγορεύουσι, τὸ δὲ Νώνας, τὸ δὲ Εἰδούς. ἀριθμητέον οὖν ὧδε· νουμηνίαν μὲν τὴν πρώτην, εἶτα δευτέραν ἱσταμένου, καὶ τρίτην, καὶ ἑξῆς εἰς τὸ πρόσω ιόντι ἄχρι δεκάτης· μεθ᾽ ἣν πρώτην ἐπὶ δέκα· εἶτα δευτέραν ἐπὶ δέκα, καὶ ἑξῆς ἄχρι είκο στῆς. Ἡ αὐτὴ δὲ καὶ εἰκάς· μεθ' ἣν ἐνδεκάτην φθίνοντος, ἢ δεκάτην, ἢ ἐννάτην, ἢ ὀγδόην, ὡς ἔτυχεν ἔχων ὁ μὴν, καὶ ἑξῆς ἀναλύοντι ἄχρι δευτέρας. Οὕτω γὰρ Αθηναῖοι ἠρίθμουν, οὐ προστιθέντες, ἀλλ' ἀφαιροῦντες, καὶ ἀναλύοντες μέχρι τριακάδος, Σόλωνος ἡγησαμένου πρὸς τὰ τῆς σελήνης φῶτα οὕτω μειούμενα. Καὶ ᾿Αριστοφάνης δὲ ὁ κωμικὸς οὕτως ἀριθμεῖ Πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα Εἶθ' ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν Δέδοικα, εὐθὺς ἔσθ' ἕνη τε καὶ νέα. Μετὰ δὲ δευτέραν ἀκτέον ἔνην. Χρεία δ' ἕνης καὶ νέας οὐκ ἔσται ἡμῖν, διὰ τὸ μὴ κατὰ σελήνην ἄγειν. Ἔνην δὲ τὴν τελευταίαν τοῦ μηνὸς ἡμέραν καλεῖν καὶ ἡμᾶς κωλύει οὐθὲν, ὅτι καὶ νέα ἡ πρώτη, πλείους τε αἱ φθίνοντος γίνονται ἡμέραι, καὶ ἔσθ' ὅτε ἐλάττους τῶν Ἀττικῶν, διὰ τὸ τοὺς μὲν τρια κονθημέρους τῶν μηνῶν ἡμῖν εἶναι, τοὺς δὲ μιᾷ ὑπερβάλλειν τῶν ἑτέρων ἡμέρᾳ, ἕνα δὲ καὶ δυεῖν μὲν ἐλλείπειν τῶν τριακονθημέρων ἑξῆς τριῶν ἐτῶν, μιᾷ δὲ τῷ τετάρτῳ, ὡς εἴρηται πρότερον. Οἱ μὲν οὖν ἐνδεκάφθινοι, οἱ δὲ δεκάφθινοι, εἴς δὲ καὶ ἐκτάφθινος, καὶ ἐναφθινος· ἑπτὰ μὲν γὰρ οἵδε, Που σειδεών, Γαμηλιών, Μουνυχιών, Σκιροφοριών, Μετ
col. 1203–1204page 19 of 25
PG 19:1203ταγειτνιών, Βοηδρομιών, Πυανεψιών, ένδεκα ἕξουσι φθίνειν, ἵστασθαι, χαλκεύειν, χορηγεῖν, εἰ δημιουργεῖν, σχοινίον αὐθέντης Ει η φθίνοντος ἡμέρας· δέκα δὲ οἱ λοιποί, πλὴν Ἐλαφηβολιῶνος. Οὗτος γὰρ ὀκτὼ μὲν ἑξῆς τριῶν ἐτῶν, ἐν νέα δὲ τῷ τετάρτῳ. Καὶ μὴν εἴ τις τὸ φθίνειν, καὶ ἵστασθαι ἴδιον είναι λέγοι σελήνης, ἐνθυμείσθω, διότι καὶ ἐπ' ἄλλων πολλῶν χρῆσις ἀπ' ἄλλων μεταληφθεῖσα κεκράτηκεν ἀκυρόλογος· οἷον καὶ τὸ χαλκεύειν, καὶ χορηγεῖν, καὶ δημιουργεῖν. Ωνομάζετο δέ ποτε καὶ βυβλία μόνον, τὰ ἐκ τῆς βύβλου τῆς ἐν Αἰγύπτῳ φυσ μένης παπύρου γινόμενα. Νῦν δὲ και τὰ ἐκ λίνου ῥάκους κατεργασθέντος πιλήματα διάκολλα, ἐν οἷς γράφομεν, τοὔνομα ἔχει τοῦτο. Καὶ σχοινίον πρόσθεν τὸ ἐκ σχοίνου τῶν ἑλείων φυτοῦ· νῦν δὲ καὶ τὸ ἐκ λίνου καὶ ἐρίων πρὸς τὴν αὐτὴν χρείαν κλωθόμενον, σχοινίον προσαγορεύεται. Καὶ αὐθέντης δὲ ὁ αὐτόχειρ μόνον ἐλέγετο πάλαι. Νῦν δὲ καὶ ὁστισοῦν αἴτιος, καὶ δημιουργός, εἴτ' οὖν αὐτουργός, καὶ ἐπιστάτης πρά γματος οὐτινοτοῦν, αὐθέντης καλεῖται· ὑπὲρ τὰ χίλια δὴ ἔτη κεκρατηκότος τοῦ τοιούδε σημαινομένου ἐπειδὴ, Ῥωμαίοις, θαμὰ δὴ ὁμιλοῦντες Ελληνες, συνίδοιεν τὴν σφετέραν αὐτῶν φωνὴν ἔτι δεομένην τοῦ γε ἀνάλογον ἂν τῷ αὑτορ ο ὀνόματι τῶν Ῥω μαίων ἀκριβέστερον προσοικειουμένου ταῖς χρείαις. Οὕτω γὰρ βιαζόμενοι, ὡς εἰκὸς, πράγματι συχνά ἥκοντι εἰς χρείαν όνομα ιδιαίτερον θέσθαι, τὸ αὐθέντης δὴ εἰς τοῦτο ἀλλοτριονομοῦντες μετενηνόχασι. Βασί λειος οὖν τῶν ἡμετέρων ἱεροφαντῶν ἐπὶ Ἰουλιανοῦ αὐτοκράτορος γενόμενος ἀνὴρ, καὶ τὴν φωνὴν οὐχ ἧττον ἢ τὴν διάνοιαν κεκοσμημένος, τὰ τοῦ θείου Πνεύματος χαρίσματα οὐ λειτουργικῶς, ἀλλ' αὐθεντικῶς ο γίνεσθαι λέγει. Και Συνέσιος φιλόσοφος τῶν λογιωτάτων μικρὸν ὕστερον ἐπὶ Θεοδοσίου, πυνθανόμενος πατριάρχου Θεοφίλου, εἰ χρὴ νομίζειν ἐπίσ σκοπον ᾿Αλέξανδρον τινα, χειροτονηθέντα ὑπὸ Ἰωάν νου τοῦ μετὰ ταῦτα νομισθέντος ἁγίου, καὶ ἐπονομασθέντος Χρυσοστόμου, τότε διά τινα συμβάσαν δια φορὰν καὶ στάσιν τῶν Ἐκκλησιῶν ἀφωρισμένου γνώμῃ συνοδικῇ, ὧδ᾽ ἐπιφέρει· «Πρὸς ὅ δεῖ τὴν αὐθεντίαν τῆς ἀποστολικῆς διαδοχῆς ἀποκρίνασθαι ἁπλῶς καὶ σαφῶς.» Οὐ μὴν ἀλλὰ καὶ Ῥωμαίοι, ὡς Πλούταρχος ἱστορεῖ, τὴν εἰς τρία διαίρεσιν τοῦ μηνὸς πρὸς τὰς μεγίστας τρεῖς διαφορὰς τῆς σε λήνης τυγχάνουσι πρότερον πεποιηκότες· Καλένδας μὲν τὴν νουμηνίαν καλέσαντες, ὅτι περὶ τὴν σύνοδον οὖσα τόθ᾽ ἡ σελήνη ὥσπερ λέληθεν, ἐπιλελοιπότος δὴ παντελῶς τοῦ φωτός· τὸ γὰρ ο κλὰμ ο Ρωμαίοις τὸ λάθρα διασημαίνει, ὅθεν τὰς Καλένδας ὠνομάσθαι φησί. Νώνας δὲ, ὅταν καταφανής πρῶτον ἐπὶ δυσμῶν γίνηται νέα· Εἰδοὺς δὲ, ὅταν, πανσέληνος οὖσα, εὐειδεστέρα τὴν ὄψιν ᾖ. Αλλ' ὅμως ὕστερον καίτοι, καθ' ἥλιον ἄγοντες τοὺς μῆνας, ὁμοίως ὁρί ζοντες τὸν χρόνον, Καλένδας, καὶ Νώνας, καὶ Εἰδοὺς ἔτι καλοῦσιν, ἀνόμασι καταχρώμενοι οἷς πρότερον ἄγοντες κατὰ σελήνην ἐχρῶντο κυρίως. Οὐθὲν δὴ ἄτοπον οὐδ᾽ ἡμῖν, εἰ ἱστάμενον λέγοιμεν, καὶ φθίνοντα, μὴ κατὰ σελήνην ἔτι, ἀλλὰ κατὰ ἥλιον ἄγον τες. Ανάλογον τοίνυν ἡμῖν ἕξει νουμηνία μὲν ταῖς Καλένδαις, τὸ δὲ ἱστάμενον τῷ πρὸ Νωνῶν, τὸ δὲ ἐπὶ δέκα τῷ πρὸ Εἰδῶν, τὸ δὲ φθῖνον τῷ πρὸ Καλεν
col. 1205–1206page 20 of 25
PG 19:1205δῶν. Ὡς δ' ἡμῖν οὐκέτι χρήσιμος ἕνη καὶ νέα, οὕτως οὐδὲ Ῥωμαίοις τὸ Ιντερλούνιον· τὴν γὰρ ἡμέραν, ἧς τὸ μὲν τῷ λήγοντι μηνί, τὸ δὲ τῷ ἀρχομένῳ προσ ήκει κατὰ σελήνην, Ρωμαίοι οὕτω καλοῦσι. Ταῦτα μὲν δὴ οὕτω λαμβανόμενα εὖ ἂν ἔχοι. Οὐκ ἂν ἀφαι ρεῖται δ' ὁ λόγος οὐδὲ ἰδιώτας τὴν τῶν ἡμερῶν τῆς σελήνης γνῶσιν, οπόσαι ἑκάστοτε. Πολύ γάρ τι συμ βάλλεται εἰς τοῦθ᾽ ἡ τῶν ἡμερῶν τοῦ καθ' ἥλιον μηνός εἴδησις· καὶ ῥᾴδιον προστιθέντι ταῖς ἑπακταῖς εὑρί σκειν τὸν ἀριθμόν. Τὸ δ' ἀκριβὲς οὐκ ἀπαιτητέον ἐν τούτοις. Ἐπακταὶ ἐφ᾽ ᾧ α' ἀριθμὸς ἡμερῶν ἐπαγομένων ἡλιακοῦ μηνός, ἐφ᾽ ᾧ β'. Αριθμός μηνῶν επαγομένων ἐνιαυτοῦ, ἀπὸ Μουνυχιῶνος ἀρχομένου, ἐφ᾽ ᾧ γ'. Γινόμενος ἀριθμὸς ἐκ τῶν α', β', γ' ὁμοῦ ληφθέντων, ἐφ᾽ ᾧ δ'. Ὑπερέχων τῶν τριάκοντα, ἐφ' ᾧ ε'. Υπεροχὴ ἐφ' ᾧ ζ'. Σελήνης ἡμερῶν ἀριθμὸς ἐπαγομένων, ἐφ᾽ ᾧ η'. Τὸ δὴ δ' ἔσται ἴσον τῷ γ', ἐὰν μὴ τὸ ε' ὑπάρχῃ τῷ δ. Ἐὰν δ' ὑπάρχῃ, τὸ ζ' ἔσται ἴσαν τῷ δ'. Τὸ δὲ α' ληπτέον ὅ τι ἐστίν. Ἱκανὸν γὰρ ὡς πρὸς τοὺς πολλοὺς τὸ ὅ τι. Ἔστι δ' ἄρα εἴκοσι καὶ ὀκτὼ τοῦ νῦν παρόντος ηραρχικοῦ ἔτους. Ἐπαυξέσθω δὲ καθ᾽ ἕκαστον ἔτος ἠραρχικόν προσθέσει τῶν ἕν δεκα. Καὶ ἐπειδὰν τῶν τριάκοντα ὑπερέχῃ, ειλήφθω ἡ ὑπεροχή α'. Καὶ οὕτω δὴ ἐπαύξοντι αἱεὶ καὶ λαμ βάνοντι ληπτέον τὸ α'. Πρόσθεσις ἐφ᾽ ᾧ θ'. Ετέρα ὑπεροχὴ ἐφ᾽ ᾧ ι'. Προσληφθέντος δὴ τοῦ θ' τῷ α', ἔσται τὸ α', ὡς ἐννέα τοῦ ἐπιόντος ἠραρχικοῦ ἔτους καὶ πάλιν προσληφθέντος, ἔσται ὡς εἴκοσι τοῦ ἐφ εξῆς ἔτους· εἶτα ὡς μία τοῦ μετὰ ταῦτα. Τὸ γὰρ ι' δὴ ὡς μία. Καὶ οὕτως ἀεί· ἐπιστημονικώτερον δὲ ὧδε. Εὕρεσις τῶν ἐπακτῶν. 14. Διηρήσθω παρὰ ἐνεακαίδεκα τὰ ἀπὸ γενέσεως τοῦ Θεοῦ ἀπαγόμενα ἔτη, προσκειμένου τούτοις καὶ ἑνὸς ἔτι ἑτέρου ἔτους. Εἰλήφθωσαν δὲ αἱ ὑπὲρ τὰς ἐνεακαιδεκάδας περιττεύουσαι ἡμέραι, καὶ πολυπλα σιασθήτωσαν ἐπὶ τὸν ἕνδεκα· εἶτα διαιρεθήτωσαν παρὰ τριάκοντα. Αἱ γὰρ ὑπὲρ τὰς τριακοντάδας πλεονάζουσα: τὸ α' αἱ ἐπακταί εἰσιν. Οἷον, χίλια μὲν καὶ τετρακόσια καὶ ἑβδομήκοντα νῦν τὰ ἀπὸ θεογονίας έτη. Προσκείσθω δὲ τούτοις καὶ ἕν. Διαιρεθέν των δὴ τούτων παρὰ ἐνεακαίδεκα, δῆλον ὅτι ὀκτὼ αἱ πλεονάζουσαι. Ληφθεισῶν δὲ τῶν ὀκτὼ ἐπὶ τὸν ἕνδεκα, ὀγδοήκοντα καὶ ὀκτὼ γίνεται τὸ ἐκ τούτων. Διαιρεθέντος δ' αὖ τούτου εἰς τριακοντάδας, τὸ πλεο νάζον ἔσται εἴκοσι καὶ ὀκτώ. Τοῦτο δ' ἦν α' τοῦ νῦν παρόντος ἐνιαυτοῦ· ἀνάλογον δὲ καὶ τὸ λοιπὸν αἰεὶ ἡ εὕρεσις ἔσται τοῦ α'. Πάλιν δὴ καὶ οὕτω λαβόντα τὸ α', προσθετέον αὐτῷ τὸ β' και γ' τό τε σύνολον τὸ δ'
col. 1207–1208page 21 of 25
PG 19:1207Ἐὰν δ' ὑπερέχῃ, τὴν ὑπεροχήν εἶναι λεκτέον. Αλλά μὴν οὐδὲ ταῖς ἱερομηνίαις ἐμποδὼν καθίσταται του των οὐθέν. Τοῦ γὰρ ὅλου ἐνιαυτοῦ διαιρουμένου εἰς πεντήκοντα καὶ δύο επτάδας, ἐκ τεττάρων δὴ καὶ ἡμῖν τῶν μηνῶν ἕκαστος ἔσται ἑπτάδων, ἔξω τῶν ὑπεραρίθμων γε ἡμερῶν· καὶ τέτταρας ἕξει τὰς ἁγιωτάτας τῶν ἱερομηνιών δι' ἑβδόμης μίαν· πλην εἰ ἄρα ἀπὸ κυρίας ἄρχοιτο προτερῶν, ἡ μεταξύ τῆς ἑπτάδος που ύστερῶν. Ἐξ δὲ ὁ τοῦ Πλήθωνος ἔχων, πλέον τι τοῦ δέοντος ἀφαιρεῖται τῶν ἀναγκαίων ἔργων τῇ πόλει. ᾿Αργεῖν γὰρ ἀνάγκη τοὺς ἄγοντας ἱερομηνίαν. Καὶ ἅμα τρεῖς ἐφεξῆς ἱερομηνίας συμβ βαίνει ποιεῖσθαι· ἔνην μὲν Πλούτωνι· ἔνην δὲ καὶ νέαν ἐπὶ τῇ ἑαυτῶν ἐπισκέψει· νουμηνίαν δὲ τῷ Διί. Τοῦτο δὲ προσκερὲς ἂν εἴη οὕτω συμβαίνον. Βέλτιον οὖν διαλείποντας ἄγειν (τῶν γὰρ ἐκ διαλειμμάτων, ἡδέων μὲν ὄντων, ἡδίων ἡ αἴσθησις, λυπηρῶν δὲ, εὐφορητοτέρα·) ὀλίγας τε ὡς ἔνι μάλιστα ἄγειν ἑορ τάς· ἐν γὰρ τῶν φαύλων πολιτευμάτων ἐστὶ καὶ τὸ πολλὰς ἄγειν· καὶ σημεῖον οὐ θεοσεβείας, ἀλλὰ τρυ φῆς ἐστι. Τίνες δ᾽ ἂν εἴησαν ἱερομηνίαι, Πλήθων. μὲν ἤρμοττε φάναι, ὡς δή τινας ἑτέρας τῶν ἡμῖν να μιζομένων νομοθετοῦντι· ἡμῖν δὲ ἥκιστα δεῖ, ἄλλως τε καὶ μὴ περὶ τούτου νῦν ὄντος τοῦ λόγου. Δῆλον γὰρ ὅτι τὰς νομιζομένας τέτταρας ἕξει τῶν μηνῶν ἕκαστος Θεῷ τῷ αὐτῷ ἀναστάντι. Αμεινον γὰρ εἰς ἐλάττω ὡς ἂν μάλιστα ἡ συναιρεῖν τὰ περὶ τὸ θεῖον. Τῇ δ' ἡμῶν αὐτῶν ἐπισκέψει ἱερομηνίαν ὁρίσαι ἀνὰ ἕκαστον μήνα, καὶ ἅπαξ τοῦ μηνὸς ἐπίσκεψιν ποιεῖσθαι τῶν πεπραγμένων ἡμῖν, ὡς ἀξιοῖ Πλήθων, οὐχ ἡμεῖς γέ φαμεν· ἀλλὰ καθ' ἡμέραν ἑκάστην τοῦτο ποιεῖσθαι ἄνευ ἱερομηνίας, νύκτωρ ἐπὶ ὕπνῳ ἱκανῷ, καὶ τροφῆς πέψει τῇ πρώτῃ ἀναλογιζομένους τί δή ποτε πεπραχότες τῇ προτεραίᾳ ἐσμέν· κἄν τι ᾗ πε πλημμελημένον, ἔωθεν εὐθὺς, ᾗ ὅσιον, ἐπανορθω σαμένων, λογίων ἀκροᾶσθαι καθαρτικῶν, καὶ ἐπι όπτας τῶν ἁγιωτάτων ἱερῶν γενομένους. Ενίοτε δὲ μοίρᾳ ἀγαθῇ καὶ τοῦ θύματος γευσαμένους, ἐπ᾽ ἔργον πορεύεσθαι ἀπὸ τοιαύτης ἀρχῆς. Ἀλλὰ περὶ μὲν τού των ἐν ἄλλοις. ξητέον εἶναι τὸ τ', ἐὰν μὴ ὑπερέχῃ τῶν τριάκοντα. Πῶς ἀριθμητέον τὰς τῆς ἑβδομάδος ἡμέρας. ΙΖ'. Ὑπάρχει δὲ καὶ τὰς τῆς ἑπτάδος ἡμέρας ἀριθμεῖν ἤτοι ὡς οἱ νῦν Ἕλληνες, τὴν μὲν πρώτην κυρίαν καλοῦντας, τὴν δὲ δευτέραν, τοῦτ' αὐτὸ δεν τέραν· εἶτα τρίτην, τετράδα, πέμπτην, ἔκτην, ἐδ δόμην· ἢ ὡς οἱ νῦν Ῥωμαῖοι κατὰ τοὺς πλάνητας τῶν ἀστέρων, μετὰ τὴν κυρίαν σελήνης ἡμέραν, εἶτα Αρεος, εἶτα Ἑρμοῦ, εἶτα Διός, εἶτα Αφροδίτης, εἶτα Κρόνου. Τὸ δὲ Παρασκευὴν μὲν τὴν ἕκτην, Σάβ βατον δὲ ὀνομάζειν τὴν ἑβδόμην, οὐκ ἔχει, ὡς ἔοιχε, λόγον ἡμῖν· ἀλλὰ Ἰουδαίοις ἴσως· παρεσκευάσθαι γὰρ ἐκείνους πρὸ τοῦ Σαββάτου δεῖ, ὡς δὴ μηθενός ἔργου ἀπτομένους ὑπὸ δεισιδαιμονίας τῇ ὑστεραίᾳ. Ἡμῖν δὲ οὐθὲν δεῖ. Οὔτε γὰρ τῇ ἑβδόμη ἀργοῦμεν
col. 1209–1210page 22 of 25
PG 19:1209ἡμεῖς, τῇ καλουμένῃ Σάββατον Ἰουδαίοις· ἀλλὰ τῇ πρώτῃ, κυρίᾳ ἡμῖν ούσῃ καὶ ἱερομηνία Χριστῷ ἀνα στάντι· οὔθ' οὕτως ἀργοῦμεν ἄγοντες ἑορτὴν, ὡς μηδὲ ἐψῆσαί τι, καὶ τράπεζαν παραθέσθαι θεμιτόν εἶναι· ἀλλὰ δεῖν παρεσκευάσθαι πᾶν τῇ προτεραίᾳ. Οὐκοῦν οὔτε τι χρήσιμον, οὔτ᾽ ἄλλως εύσχημον ἡμῖν τὰ Ἰουδαίων ταῦτα ὀνόματα εἰς καταριθμησίν γε ἑβδομάδος τῆς ἡμετέρας λαμβάνειν. Οὐδὲ δὴ καὶ τὸ Σάββατον οὖν ὁμοίως ἔχει τῷ Ὡσαννὰ καὶ τῷ Σαβαώθ ἅπερ ἔκφυλα μὲν καὶ ταῦτα· ἐπιφωνεῖται δ' ὅμως ἐν ταῖς ἱεροποιίαις ἑκάστοτε παρὰ τῶν ζακόρων ἐπ ἀναγκες. Τὰ μὲν γὰρ ἐξωσιωμένα δὴ τοῖς κυριωτάτοις καὶ μεγίστοις τῶν ἱερῶν ὄντα κατά τι ἀπόῤῥητον μὴ οὐ θεμιτὸν ᾗ παραλλάττειν· τὸ δὲ περιειργάσθαι καὶ μηδεμίαν ἔχον ἀνάγκην Ἰουδαΐζει. Ἡμεῖς μὲν τοίνυν περὶ μηνῶν τε καὶ ἡμερῶν, καὶ ἐνιαυτοῦ, οὕτω χρῆσθαι μάλιστα ἀξιοῦμεν. Πῶς δεῖ ἄγειν τοὺς χρόνους κατ' Αθηναίους. ΙΗ'. Εἰ δέ τῳ διαφέροι ἄγειν ὡς 'Αθηναῖοι, τῇ μὲν τάξει χρήσεται δὴ τῇ ἐπιδειχθείσῃ, εἴ τι ὁ λόγος ὅδε διαιρεῖ· ἀρχὴν δὲ τάξας τοῦ ἔτους τὰς θερινάς τροπάς, ὁριεῖ τῶν μηνῶν τοὺς μὲν τριακονθημέρους καὶ πλή ρεις, τοὺς δὲ μιᾷ τῶν ἑτέρων λειπομένους ἡμέρᾳ ἐναλλάξ παρ' ἕνα, ὡς ἡμίσεως του ἐνδέοντος μιᾶς, πρὸς τὸ τριακονθήμερον εἶναι τὸν τῆς σελήνης μη γιαῖον χρόνον. Αριθμήσεται δὲ τὰς ἡμέρας ἄχρι τῆς εἰκοστῆς, ὃν εἴρηται τρόπον μετὰ δὲ ταύτην, δε κάτην φθίνοντος, εἰ πλήρης ὁ μήν· εἶτα ἐνάτην, καὶ ἑξῆς ἀναστρέφων ἄχρι δευτέρας· μεθ᾿ ἣν ἔνην καὶ νέαν. Εἰ κιῖλος ὁ μὴν, ἐνάτην φθίνοντος. καὶ ἑξῆς τὸ ἀνάλογον, ὡς καὶ Πολυδεύκης ἀριθμεῖ· οὐχ ἱκανῶς δὲ, διότι κοίλου μόνου καταλέγει ἡμέρας. Πλήθων δὲ ἕνην μὲν τὴν εἰκοστὴν ἐνάτην, ἕνην δὲ καὶ νέαν τὴν τρια κοστὴν λέγων, οὐδὲν ἀπᾷδον ἡμῶν φησι, τό γε περὶ τὸ πρᾶγμα. Ην γὰρ δευτέραν φθίνοντος ἡμεῖς ἀριθμοῦμεν, ἔνην καλεῖ, ἵν' ἴσως αὐτῷ ἱερομηνία οὖσα τῷ Πλούτωνι, αὐτόθεν δὴ κἀκ τῆς προσηγορίας τὸ σεμνὸν ἔχῃ καὶ τραγικόν. Δεῖ γὰρ καί τινος τοιούτου τοῖς περὶ τὰ ὅσια πραγματευομένοις. Πειρατέον δὲ κατὰ σελήνην ἀριθμεῖν τὰς ἡμέρας. Ἐπεὶ καὶ τὸ τῶν μηνῶν τοὺς μὲν πλήρεις, τοὺς δὲ κοίλους λαμβάνειν, τουτὶ βούλεται. Οὐχ ἱκανὸν δέ· ἀλλὰ δεῖ που καὶ ἄλλ' άντα πραγματεύεσθαι συχνά, εἰ μέλλοι σώζεσθαι τὸ ὁμόλογον· χαλεπὸν δὲ διὰ τὴν πολλὴν τῆς σελήνης ἀταξίαν. Δι' ὅπερ οὐδ' Αθηναίοι φαίνονται κατορθοῦντες· ὡς ἔστι τεκμήρασθαι καὶ ἐξ ὧν δὴ ὁ κωμικὸς ποιεῖ τὴν σελήνην θυμαίνειν, ὅτι οὐδὲν κατὰ σελήνην ἦγον τὰς ἡμέρας ᾿Αθηναῖοι ὀρθῶς, ἀλλ᾽ ἄνω τε καὶ κάτω ἐκυδοιδόπων· οὕτω γὰρ κέχρηται τῇ λέξει. πειρατέον μέντοι κατὰ τὸ δυνατὸν διορθοῦσθαι, χρωμέ τους τοῖς ἐμπειροτάτοις ἀεὶ τῶν ἀστρολογικῶν θεω ρημάτων συμβούλοις.
col. 1211–1212page 23 of 25
PG 19:1211Περὶ ἐμβολίμου μηνός. ΙΘ'. Καὶ μὲν δὴ καὶ μηνὸς ἐμβολίμου δεήσει τοῖς Αττικοῖς ἔτεσι, καθάπερ εἴρηται πρότερον, ἵν' εξ μήνες συμβαίνοντες διατελῶσι ταῖς ὥραις. Επεμβλη τέον δ' ἄρα ἐπὶ Σκιροφοριῶνι μηνὶ τριάκοντα ἡμέρας. Μάρτυρες δὲ τούτων Μακρόβιος Ρωμαίος συγγραφεὺς καὶ Ἡρόδοτος· ὁ μὲν λέγων ἐν τοῖς Κρονίοις τῶν συγγραμμάτων, μεθερμηνευόμενος Γλαύκιππον ἐν τοῖς περὶ τῶν ᾿Αθήνησιν ἱερῶν καὶ ὁσίων ὑπομνήμασι, φάναι Αθηναίους τὰς περιττὰς ἡμέρας τῷ τε λευταίῳ ἐπεμβάλλειν μηνὶ τοῦ ἐνιαυτοῦ· τελευταῖος δὲ Σκιροφοριών ἦν· ὁ δὲ αὖ ἐκ τούτων διασαφῶν τρια κονθήμερον τὸν ἐμβόλιμον εἶναι· «Εἰ δὲ δὴ ἐθελήσει τοῦ θ' ἕτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι εἰς τὸ δέον, μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριάκοντα πέντε, ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι καὶ πεντήκοντα. Δι᾿ ὁπόσου δὲ χρόνου ἐπεμβλητέον, εἴ τις Ηροδότῳ πείθεσθαι ἀξιοῖ, αὐτόθεν ἐκ τῶν νῦν δὴ παρατεθέντων ἔχει λαβεῖν τὸ ζητούμενον. Εναλλάξ γάρ τοι παρ' ἕνα γίνεσθαι τὸν ἐμβολισμὸν δηλοῖ τοῦ θ᾽ ἕτερον τῶν ἑτέων λέγων, καὶ τριακονταπέντε μῆνας ἐμβολίμους τῶν ἑβδο μήκοντα ἐτῶν ἀριθμῶν. Η τοῦτο μὲν ἴσως δεῖται σκέ ψεως, πῶς ἂν, θατέρῳ ἀεὶ τῶν ἐτῶν ἐπεμβαλλομένων. τριάκοντα ἡμερῶν, συμβαίνοι τοὺς μῆνας ὁμολογεῖν ταῖς ὥραις ἀεί· ἐπεὶ δὲ μάτην ἂν γίνοιτο διὰ πλειόνων τὸ δι' ἐλασσόνων δυνάμενον γίνεσθαι· γίνοιτο δ' ἂν δι' Ελασσόνων, εἰ διὰ τετάρτου ταύτη γινόμενον εὖ ἂν ἔχοι· ληφθέντων μὲν τῶν μηνῶν καθ' & εἴρηται, ἐπεμβαλλομένων δὲ τριάκοντα ἡμερῶν τῷ τρίτῳ ἔτει ἀεὶ, τοῦτο δ' ἐστὶ παρὰ δύο γίνεσθαι τὸν ἐμβολισμέν πλὴν εἰ ἄρα ἀπό τινος τῶν ἀρχικῶν τροπικῶν ἡμερῶν ἄρχεται ὁ ἐνιαυτός. Αὗται δ' εἰσὶ πρώτη, δευτέρα, τρίτη, τῆς ὅλης καὶ αὐτοτελοῦς περιόδου· πρώτη μὲν τῆς πρώτης ενδεκάδος καὶ ἀτελοῦς περιόδου· δευτέρα δὲ τῆς δευτέρας ἐνδεκάδος καὶ ἀτελοῦς περιόδου· τρίτη δὲ τῆς ἑξῆς ὀκτάδος συμπληρούσης τὴν ὅλην τε καὶ αὐ τοτελή περίοδον. Βούλεται μὲν γὰρ ἡ ἔφοδος κἀπὶ τού των τὴν τριάδα· συμβαίνει δὲ περιττεύειν μηθὲν τῷ τελευταίῳ ἔτει· ἀλλ᾽ ἤτοι ἐλλείπειν, ὡς ἐπὶ τῆς πρώ της ενδεκάδος καὶ τῆς δευτέρας, ἢ ἰσάζειν, ὡς ἐπὶ τῆς ἑξῆς γε ὀκτάδος. Δι' ὅπερ ἀνάγκη τῷ μετὰ τὸ ἀρχικὸν εὐθὺς ἔτει επάγειν τὰς περιττάς. Δεῖ μέντοι καί τινος ἑτέρας προσθήκης διὰ τὰ ἐπιτρέχοντα μέσ ρια, εἴ γε ἡμέρας ἐλλείπει μιᾶς που διὰ τετραετηρίδος. Αναπληρωτέον δὲ κατὰ μέρος ὧδε. Υποκείσθω Εκατομβαιώνος νουμηνία τὴν τροπὴν εἶναι τῷ πρώτῳ ἔτει· οὐκοῦν τῷ δευτέρῳ δευτέρα ἐπὶ δέκα. Τούτῳ δ' ἐπαχθέντος τοῦ ἐμβολίμου, αὐτό τε συμπεπλήρωται, καὶ ἡ τροπὴ ὀγδόῃ τοῦ ἐμβολίμου φθίνοντος ὑπάρχει τῷ ἐπιόντι, καὶ περιτταὶ ὀκτών δεῖ δὲ ἔνδεκα. Οὐκοῦν εἰς τετάρτην ἱσταμένου του Εκατομβαιῶνος ἐπανήκει τῷ ἑξῆς ἡ τροπή· εἶτα εἰς πέμπτην ἐπὶ δέκα τῷ ἐχομένῳ πρόεισι. Τοῦτο δ' αν ἐμβολάζον εἰς πέμπτην τοῦ ἐμβολίμου φθίνοντος
col. 1213–1214page 24 of 25
PG 19:1213καθίστησε τὴν τροπὴν τῷ ἐπιόντι, καὶ περιττάς πέντε. Ὥστε τὸ ἐφεξῆς δὴ ἑβδόμῃ ἱσταμένου τοῦ Εκατομβαιώνος τροπιάσει, καὶ ὀγδόῃ ἐπὶ δέκα τὸ μετ' αὐτό. Τούτου δὲ πάλιν ἐμβολάζοντος, ἡ τροπή δευτέρᾳ τοῦ ἐμβολίμου φθίνοντος ἔσται τῷ ἐπιόντι, καὶ περιτταὶ δύο. Τῷ ἄρα ἑξῆς εἰς δεκάτην τοῦ Εκατομβαιώνος περιΐσταται ἡ τροπὴ, καὶ τῷ ἐπὶ τούτῳ εἰς δεκάτην δὴ φθίνοντος. Τουτὶ δ' ἐμβολάζον τελευταῖον τῆς πρώτης ενδεκάδος, εἰς δευτέραν ἱστα μένου τοῦ Εκατομβαιῶνος ἀποκαθίστησι τὴν τροπήν, περιττὴν μὲν μηδεμίαν ὑπολείπον, μιᾶς δ' ἔτι δέον. Αὕτη μὲν οὖν πρώτη ενδεκάς, καὶ περίοδος ἐν μέρει καὶ ἀτελῆς, ἀρχομένη μὲν ἀπὸ νουμηνίας τοῦ Ἑκα τομβαιώνος, τελευτώσα δὲ εἰς δευτέραν ἱσταμένου, δι᾿ ἑπτάδος ιθαγενούς δηλαδὴ βοηθουμένης τετράδος ἐμβολιμαίων ἐτῶν· δευτέρα δὲ ὁμοία εἰς τρίτην ίστα μένου ἀποκαθίστησι τὴν τροπήν· τρίτην δ' ἔχουσα τάξιν ὀκτάς, ὁμοίως ἐφοδευομένη, πληροῖ τὴν τῆς ὅλης καὶ αὐτοτελοῦς περιόδου ἀποκατάστασιν, εἰς νουμηνίαν ἀποκαθιστᾶσα τοῦ Εκατομβαιώνος. Καὶ ἀεὶ οὕτως περιῖστάμεναι αἱ τροπαί, ὁμολόγως τοῖς μησὶν ἔξουσι, προστιθεμένων καὶ τῶν ἐπιτρεχόντων μορίων, ὅπως ἂν ἄμεινον δοκῇ προστιθέναι. Θεωρεί σθω δὲ ταῦτα κἀπὶ τῆς ἐκτεθείσης διαγραφής. Ταῦτα μὲν ἐκ τούτων θεωρείσθω, ὅτῳ ἐπιμελές· εἰ δέ τῳ φίλον καὶ κατὰ Πλήθωνα διαιρεῖν τε καὶ ἀριθμεῖν, οὐδ᾽ αὐτῷ τι κωλύει χρῆσθαι τῇ τάξει τε καὶ ὀνομασία τῶν μηνῶν τῇ ἀποδοθείσῃ. Κἂν Πλήθων οὕτω διονο μάζων περὶ μηνῶν ἔγραφεν, εἰ παρ' ἄλλου λαβεῖν τὴν πρὸς ἀλλήλους σύνταξιν τῶν μηνῶν εἶχεν ὀρθῶς· οὐ θὲν γὰρ αὐτῷ οὔτε τὰς ἱερομηνίας, οὔτε τῶν ἡμερῶν τὴν καταρίθμησιν ἐλυμαίνετ᾽ ἂν ἤ γε τῶν μηνῶν ὀνομασία, ὡς Ἀθηναῖοι ἦγον· ἐῶ λέγειν, ὡς καὶ ἐσέμνυνεν ἂν κομιδῇ ἐπικοσμοῦσα τὸ γράμμα. Νῦν δ' ὅδε τὸ μὲν ἄτοπον ἡμῖν τῆς ἐκφορᾶς τῶν Ῥωμαϊκῶν ὀνο μάτων φεύγων, Ιανουάριον καὶ Φεβρουάριον, καὶ τὰ τοιαῦτα οὐκ ὀνομάζει· ἀπορῶν δὲ τὴν σύνταξιν τῶν Ἑλληνικῶν, καὶ τὸ περὶ τὴν ζήτησιν ταλαίπωρον εὐ λαβούμενος, ἐπὶ τὸ πρόχειρον τρέπεται τοῦ ἀριθμοῦ. Περὶ ἀρχῆς τῆς ἡμέρας. Κ'. Ἡμέρας δ' ἀρχὴν (συγγενές γὰρ τῷ περὶ μη νῶν λόγῳ καὶ τοῦτο) Αθηναῖοι μὲν ἀφ᾿ ἡλίου δυσμῶν ἦγον, τὴν νύκτα τῇ μετ᾿ αὐτὴν ἡμέρᾳ λογιζόμενοι, καὶ τὸν μεταξὺ τρένο μέχρι τῶν ἑτέρων δυσμῶν μίαν τιθέμενοι ημέραν, ὡς Αύλος Ῥωμαίων λόγιος Μάρκον Βάρωνα αναγεγραφέναι φησί· Ῥωμαῖοι δὲ οἱ μὲν ἀρχαῖοι ἀπὸ μέσων νυκτῶν ἤρχοντο, οἷς καὶ Πλή θων ἑπόμενος ἀρχὴν τοιαύτην ποιεῖται· οἱ νῦν δὲ ἀφ' ηλίου ἀνίσχοντος ἄγουσι· παραπλησίως δὲ καὶ οἱ νῦν Έλληνες. Καίτοι τοὐναντίον ἐχρῆν σύμπαντας τούς γε ἀπὸ Χριστοῦ ποιεῖσθαι, χαριζομένους τῷ ἀρχηγέτῃ. Οὕτω γὰρ μόνον ἔσται τριταῖον ἀναβιῶναι αὐτὸν τε θνεῶτα, ἐὰν ἡ τῆς ἡμέρας ἀρχὴ λαμβάνηται ἤτοι ἀπ' ἄκρας νυκτὸς, ὡς ᾿Αθηναῖοι ἦγον, ἢ ἀπὸ μέσης, ὡς Ρωμαῖοι. Πότερον δέ, οὐ ῥᾴδιον ἀποφήνασθαι. Οἱ μὲν γὰρ περὶ τὸν "Αθων θεολόγοι κατα μέσην ἀκριβῶς
col. 1215–1216page 25 of 25
PG 19:1215νύχτα γενέσθαι τὴν ἀναβίωσιν ἐξηγοῦνται, καὶ τῶν ἀναστατικῶν ἄρχονται ὀργίων εὐθὺς ἀπὸ μέσων νυ κτῶν. Λόγος δ' αὐτῶν, ὅτι τὰς εἰς τὸ μνῆμα ἀφικομένας γυναῖκας ἐπαμείψασθαι τὰ νενομισμένα όρθρου μὲν ἔτι βαθέος παραγενέσθαι, μὴ εὑρηκέναι δὲ τὸν νεκρὸν, οἱ περὶ Λουκᾶν τῶν εὐαγγελιστῶν γεγράφασιν ἱστοροῦντες. Τὸ γὰρ τοῦ ἄρθρου βαθὺ τὸ ἐγγύς που τῆς μέσης νυκτὸς μηνύειν ὑπολαμβάνουσιν. "Αμα δὲ καί τι πλέον ἐπιλαμβάνοιτ᾽ ἂν οὕτω τῆς τρίτης ἡμέρας. Τὸ δὲ πλέον, σημεῖον δὴ τῆς τριάδος ἐστὶν ἐναργέστερον. Τῶν δ᾽ Ἰταλιωτῶν οἱ περὶ τὴν Ῥώμην μετὰ μέσην που νύκτα φασὶ, καὶ τὸ βαθὺ, ἀφιστάντες ἱκανῶς τοῦ μέσου, ἀκούουσι. Μηδενὸς δ᾽ ἄρα τῶν συγγραφέων ἀποσαφοῦντος, ὁπότε τῆς νυκτὸς ὁ Θεὸς ἀναβιῴη, ἔοικε μὲν ἀσφαλεστέρως ἂν ἔχειν, εἴ τις ἀπ' ἄκρας νυκτός τιθεῖτο τὴν τῆς ἡμέρας ἀρχήν. συμβαίνει γὰρ αὐτῷ ἐξ ἐπιμέτρου τὸ μετὰ τὴν μέσην. Οι; δ' ἐπὶ τούτῳ μόνον ὁ λόγος βέβηκεν, οὐ μᾶλλον τι θάρρος ἐπιτυγχάνειν, ἢ κίνδυνον παραναστατεῖν. Ατοπον μέντοιγε ἕτερον αὖ ἀκολουθήσει θεμένοις ἀκρόνυχον τὴν ἀρχὴν, τό, τῇ ὑστεραίᾳ νόμιμον δν ἐσθίειν χρεῶν, ἐξεῖναι κρεωφαγεῖν ἀπ᾿ ἄκρας τῆς ἡγουμένης νυκτός· καὶ πάλιν ἀπηγορευμένον αὖ, με ἐξεῖναι δεῖπνον ἐκ κρέατος τῆς αὐτῆς ταύτης νυκτός γε ελέσθαι. Περὶ τούτου μὲν οὖν εἰσαῦθις ἐπισκεπτέο ἐστὶ βέλτιον, καὶ τοὺς περὶ ταῦτα δεινούς παρακαλέσαντας συμβουλεύσασθαι, καλῶς ἔχει. Δεῖ γὰρ τὴν σκέψιν οὕτω ποιεῖσθαι, ὡς μήτε συμβαίνειν ἐκ τοῦ λόγου ἐναντίον τοῖς ὁσίοις μηθεν, εὐαγῶς τε τῆς ἡμέ μας κατάρχειν τοῦ Θεοῦ χάριν. "Οθεν ἀριθμητέον τοὺς χρόνους. ΚΑ'. Οσιον δὲ καὶ τοὺς χρόνους ἀριθμεῖν ἀπὸ γενετῆς τοῦ αὐτοῦ Θεοῦ· ἀλλὰ μὴ, ὡς οἱ νῦν Ελ ληνες, ἀπὸ κόσμου γενέσεως, ἐξακισχιλιοστὸν ἐναχο σιοστὸν ἑβδομηκοστὸν ἔγδοον τόδε ἔτος καταριθμοῦντες. Προφητῶν μὲν γὰρ ἴσως καὶ ταῦτα· ἄμεινον δε, τιμῶντας Χριστὸν, ἀπ' αὐτοῦ ἄρχεσθαι, καθάπερ οἱ νῦν ὄντες 'Ρωμαῖοι ἄγουσι, χιλιοστὸν τετρακοσιοστὸν ἑβδομηκοστόν τόδε διαριθμούμενοι ἔτος· καίτοι τῶν πάλαι Ῥωμαίων ἀπὸ κτίσεως Ρώμης ἀριθμούντων ὥσπερ ᾿Αθηναῖοι μὲν ἀπὸ Ὀλυμπιάδος πρώτης, ἄλλοι δὲ ἀπὸ τῶν Τρωϊκῶν. Περὶ μὲν οὖν τῶν μηνῶν ταύτῃ διωρίσθω τῶν λογίων χάριν ἀνδρῶν· εἴ τις ἄρα ἐλπὶς διάλεκτον τοῖς έπιγινομένοις ἔσεσθαι Ἑλληνικὴν· ἀλλὰ μὴ, ὡς ἄλ λων πάλαι ἐθνῶν, καὶ τοῦ Ἑλληνικοῦ νῦν παντὸς καὶ γένους καὶ λόγου τελευτὴν εἶμαρτο εἶναι. Μάρτυρες τῷ λόγω Βασίλειος. Πλήθων. Αύλος Ῥωμαῖος. Αριστοτέλης. Γαληνός. Μακρόβιος Ῥωμαῖος. Θεόφραστος. Δημοσθένης.
Page scan enlarged

Notebook

Full View