PG 86Anonymous
Anonymous Author
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3235–3236page 1 of 16
PG 86:3235Ταῦτα πρὸς τοὺς ἐν ῾Ιερουσαλὴμ κατοικοῦντας, μᾶλλον δὲ καταλειφθέντας, ὁ καλὸς Ποιμὴν ἐσήμανε. Εμελεν γὰρ αὐτῷ καὶ περὶ τῶν σὺν αὐτῷ, καὶ τῶν ἀπὸ μήκοθεν ὄντων· καὶ μάλιστα τῶν ἐν τῇ Σιών. Εγίνωσκε γὰρ ὁ μακαρίτης τὴν οὖσαν ὀδύνην ἐν ταῖς καρδίαις αὐτῶν. Τῶν αἰχμαλωτισθέντων γὰρ σχεδόν χαλεπωτέρω; εδαμάζοντο, πρὸ ὀφθαλμῶν ὁρῶντες τους σωτηρίους οἴκους ἐπὶ τοῦ ἐδάφους ἐῤῥιμμένου, καὶ τὸν σταυρὸν, καὶ τὸν ποιμένα, καὶ τὴν ποίμνην ὑφ᾽ ἂν αὐτοὺς καταλιπόντας. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ πλῆθος τῶν ἐν τῇ πόλει σκηνωμάτων, καὶ ἡ τοῦ των δυσωδία, οὐ μετρίως αὐτοὺς ἐβασάνιζε, καὶ μάτ λιστα ὧνπερ γνωρίζειν ηδύναντο. Μαρτυρεί τοῖς εἰσ ρημένοις οὗτος ὁ καλὸς νέος ἡμῶν Νικόδημος, καὶ ἡ τούτου σχεδόν Μαγδαληνή σύζυγος, ἡ καλὴ καὶ σπουδαία ξυνωρί;· οἱ ἄξιον ὄντως μνήμης καὶ συγκ γραφῆς ἐργασάμενοι κατόρθωμα. Ἐκείνου; οἱ βου λύμενοι ερωτάτωναν, καὶ σαφῶς μανθάνουσιν τί τὸ ἐν Ἱερουσαλήμ γενόμενον. Οὗτοι γάρ, οὗτοι, σπουδαῖοι καὶ φιλόθεοι, μετά τῶν τῶν ἐχθρῶν ἔξοδον, καὶ ἐπὶ Περσίδα κάθοδον π ριερχόμενοι τὴν πόλιν ἅπασαν, καὶ τὰς πολιτείας, καὶ ὁρῶντες οὕτως κείμενα τὰ τῶν ἀδελφῶν λείψανα, περιποιούνται ἑαυτοῖς μισθὸν, ὄντως εἰς αἰῶνα μνημονευόμενον. Καὶ ἐπισυνάξαντες ἐν τῷ κατὰ μέρη κατερριμμένα σκηνώματα, ἀποτίθενται ἐν σπηλαίῳ πρὸ τῆς πόλεως, ἄχρι χιλιάδων ἑξήκοντα πέντε. Εί τις τοίνυν βούλοιτο παρὰ τῶν εἶ, εἰδότων μαθεῖν, αὐτοὺς ἐξεταζέτω· κἀκεῖνοι σαφῶς διδάξουσι, καὶ ἐροῦσιν, ἅπερ καὶ ἡμεῖς ἑωράκαμεν. Ποίοις σχήμασι καὶ ἤθεσι προέκειντο ἐπὶ τοῦ ἑδάφους οἱ μακάριοι ἐν Ἱερουσαλήμ κατασφαγῆναι ἀξιωθέντες· ὁ μὲν ἀπὸ κεφαλῆς ἕως καρδίας τὴν πληγὴν λαβών· ὁ δὲ ἀπὸ ὤμων ἕως κοιλίας· ἄλλος, πέντε ή δέκα ρομφαίας ἐν τοῖς ἐγκάτοις εἶχεν· ἕτερος κατὰ μέσης κακομα μένος, καὶ εἰς δύο διῃρημένος· ἄλλος πάλιν ἐν τῇ μαχαίρι τὴν κοιλίαν κεκεντημένος, καὶ πάντα αὐτοῦ τὰ ἐντὸς προχυθέντα· ἕτερος δίκην προβάτου ἐν μα κέλλῳ εἰς πολλὰ μέλη κατεκόπη. Τί δὲ τὰ ἄλλα ἐλεεινότερα; Οἱ μὲν ἐν ταῖς πλατεία;; προέχειντο θέαμα· ἄλλοι ἐν τοῖς εὐκτηρίοις· ἔτερα εἰς τὰ Ἅγια τῶν ἁγίων καταφεύγοντες εἰς βοήθειαν καὶ ὁ μὲν, τὸ σῶμα τὸν Δεσποτικόν· ὁ δὲ τὸν σταυρὸν τοῦ Χριστοῦ κατέχων· ἕτερος ἐν τῇ κολυμβήθρα κατα ερχόμενος· καὶ ἄλλος ὑπὸ θυσιαστήριον κρυβόμενο; ἐσφαγιάζετο. Καὶ θυσία ἐγίνοντο, μίαν μὲν ἔχουσα τὴν ἀπειλὴν, διάφορον δὲ τὸ κρίμα καὶ τὸ μυστή
col. 3237–3238page 2 of 16
De Persica Captivitate Opusculum
PG 86:3237Ρ:ον, ὥσπερ καὶ ἐπὶ αἰχμαλωσίας ἐλέγομεν. Οὐ γὰρ πάντες δι' ἁμαρτίαν αἰχμαλωτίσθησαν· ἀλλ᾽ ἵνα ἀμ φότεροι ἐκ τῆς ὑπομονῆς δόκιμοι γένωνται· ἄλλοι ἵνα τὸν λαὸν ὀλιγωροῦντα, λόγοις νουθετήσωσι, καὶ παραμυθήσωνται· ἕτεροι δὲ, ἵνα τὴν μέλλουσαν κάτ λασιν κουφοτέραν ἔξουσιν· τινὲς δὲ, ἵνα ταύτης εἰς πλήρες ἀπαλλαγῶσιν. Λοιπὸν δὲ πρὸς τὴν ἐπακολουθοῦσαν αὐτοῖς θλίψιν, καὶ πρὸς τὰς γενομένας αὐτῶν ἁμαρτίας, τάχα 11 χμαλωτίσθησαν καὶ παῖδες, ὅπως αὐτοὶ μὲν μὴ χείρου νες γένωνται· οἱ δὲ τούτους γεννήσαντες διὰ τῆς ἐκείνων παιδείας σωφρονισθώσιν. Ἴσως δὲ καὶ ἄλλοι, ἐπειδὴ τὰ τῶν ἀσεβῶν ἤθη πιστοὶ ὑπάρχοντες, Αγά ποῦσαν καὶ ἐπιθοῦσαν· διὸ καὶ παρέδωκεν αὐτοὺς Κύριος κατὰ τὰς ἐπιθυμίας αὐτῶν. Οἱ δὲ καὶ ἐκ τῆς παιδείας χείρονες ἐγένοντο, καὶ Χριστὸν ἠρνήσαντο, καὶ οὕτως τὸ πέρας τοῦ βίου ἐποιήσαντο. Αλλά γε κατὰ τὴν ἐμὴν ὑπόνοιαν, καὶ ἐκ τῆς αἰχμαλωσίας λυτρούμενοι, τὰ χείρω ήμελλον διαπράττεσθαι. Καὶ ταῦτα οὐχ ὁρίζοντες, ἀλλὰ γνώμην διδόντες λέγο μεν. Ομοίως δὲ καὶ ἐπὶ τῆς κατασφαγές, πολλή τις καὶ ἀσύγκριτος ἡ διαφορὰ καθέστηκεν· ἄλλον γὰρ μισθὸν ἔχει ἡ δι' ἄρνησιν Χριστοῦ ἀποκτενόμενος ἐν αὐτῷ γὰρ ἦν τὸ ἀρνήσασθαι, καὶ τοῦ θανάτου ἐκ:ί νου διασώζεσθαι· καὶ ἄλλον πάλιν τὸν πολεμοῦντα τοῖς ἐχθροῖς, ὑπ' αὐτῶν ἀναιρείσθαι. "Αλλως κατά τὴν διαφορὰν τῶν ἀρνήσεων, καὶ ἡ κόλασις γίνεται. Ἠρνήσαντο τοίνυν τινὲς τὸν Χριστὸν ἐκ βασάνων αἰπιζόμενοι· ἕτεροι ἐκ πείνης καὶ δίψης και κακο παθείας, τῆς σαρκὸς φεισάμενοι. "Αλλος πάλιν, ἢ διὰ κάλλος, ἢ διὰ δόξαν τοῦ παρόντος βίου ηρνήσαντο. Τινὲς ηπατήθησαν εἰς ἀσέβειαν, νήπιοι καὶ ἀνόητοι τυγχάνοντες καλοῦ καὶ κακοῦ. Τούτων πάντων, οἱ μὲν πρότεροι, ἐλαφροτέραν πάντως τῶν δευτέρων τὴν μέλλουσαν κόλασιν ὑπομένουσιν· οἱ δὲ δεύτεροι, ὀλιγωτέρας τῶν τρίτων τὰς μάστιγας κομίζονται. Τὸ δὲ τρίτον κρίμα, πάντων ἐστὶν ἀθλιώτερον. Περὶ δὲ τῶν νηπίων, ἂν μὲν πρὸ θανάτου ἄνδρες ἐγένοντο, καὶ εἰς συναίσθησιν ἦλθον, καὶ μὴ ἐπ ἀστρεψαν, καὶ αὐτοὶ τῇ κολάσει ἐπέπεσαν· οἱ δὲ ἄπει κι ἀρνησάμενοι, καὶ πρὸ φρονήσεως τοῦ βίου λυθέντες, τούτων τὸ κρῖμα μόνος ὁ κριτὴς ἐπίσταται, ὥσπερ καὶ τῶν λοιπῶν οἵτινες πάντες τιμωρηθήσονται, εἰ μὴ διὰ μετανοίας μεμελημένης καὶ ἐπι πόνου Χριστῷ ἐξομολογήσωνται, Χριστὸν ἐπὶ τῶν ἀνόμων κηρύττοντες, καὶ δούλους αὐτοῦ ἑαυτοὺς ὄνο μάζοντες. Ο γὰρ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων, ἔμπροσθεν πάλιν τῶν ἀνθρώπων χρεω στεῖ τὴν ὁμολογίαν ποιήσασθαι. Τὸ γὰρ κρίμα τοῦ Θεοῦ φοβερὸν καὶ ἀδέκαστον, καὶ παρὰ πᾶσιν· μά λιστα δὲ παρ' ἡμῖν, ἀκατάληπτον ἐξαιρέτως τὸ ἐπὶ τοῦ παρόντος τελούμενον. Τίς γὰρ μὴ ἐκπλαγήσεται, ὁρῶν ἐν τῇ ἀπειλῇ τινας ἐξ ἡμῶν ἐκ πτωχῶν πλουτήσαντας· ἐξ ἀπορίας εἰς εὐπορίαν ἐληλυθότας. Δού λοι εκυρίευσαν καὶ δεσπόται κατεδουλώθησαν. Οἱ ἐν πλατείαις καὶ ἀγοραῖς ἀναστραφέντες ἐν ἐρήμοις
col. 3239–3240page 3 of 16
PG 86:3239ταῖς πόλεσιν ἔφθασαν. Οσοι τινὲς ἁγνὸν βίον δια πράξαντες, εἰς ώμους δεσπότας περιέπεσον, καὶ ἁμαρ τωλοί τινες καὶ ἀκάθαρτοι, ἐν ἀνέσει κατέλαχον. ; κατέλαχον· καὶ οἱ πρώην τὰς ἐρήμους οἰκοῦντες, ἐν Αἰσχυνέσθωσαν Σαμαρειτών παῖδες. Ἰδοὺ πρὸ τῆς κρίσεως κρίσις. Ἰδοὺ πρὸ τῆς ἀναστάσεως ἡ ταύτης ἀπόδειξις. Εἰπέ μοι σύ, διὰ τί τὴν ἀνάστασιν ἡρνήσω; διὰ τί ταύτῃ ἀπιστεῖς; Οὐκ ἔστιν δικαιοκρίτης & Χριστός; Ναί, φησί. Μὴ ἀδικία, και προσωποληψία παρ' αὐτῷ; Οὐδαμῶς, φησί. Καὶ ποία λοιπὸν εἰπέ μοι, δικαιοκρισία, ἵνα ἐγὼ πάντα τὸν χρόνον μου δίκαιον, καὶ ἄμεμπτον, καὶ καθαρὸν δείξας· μὴ φονεύσας, μὴ κλέψας, μὴ ἐπιορκήσας, ἀλλὰ τὰς ἐντολὰς αὐτοῦ φυλάξας, ἐν ἀνάγκαις περιπέσω, καὶ ἐν ταύταις τὸ πέρας τοῦ βίου ποιήσω· καὶ ἄνδρες αἱμάτων, τόρνο, μοιχοί, ἀσεβεῖς, ἄθεοι, ἢ τάχα καὶ εἰδωλολάτραι ἐν ἀνέσει πάσῃ, μηδεμίαν θλίψιν ἐνταῦθα ὑπομένοντε;; Τοῦτο δίκαιον; οὐδαμῶς. Τοῦτο ἀπροσωπόληπτον; οὐδ᾽ ὅλως, ἐὰν μὴ ἔστι καιρός τις καὶ αἰὼν ἕτερος, ἐν ᾧ ἀπολήψεται ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Διὰ τοῦτο ἀναγκαία ἡ ἀνάστασις, ἵνα μὴ ὁ Θεὸς ἄδι και κριτὴς παρά τίνων ὑπονοηθήσηται. Ἐγὼ μὲν οὖν, ἄνθρωπος εἶναι ὁμολογῶν ἁμαρτωλός, ζῶον τρεπτὸν, καὶ ρευστῆς φύσεως, καὶ πιστεύω τῇ ἀναστάσει, καὶ προσκυνῶ τὸν Ποιήσαντα. Ηδη δὲ λοιπὸν πρὸς τὸ μνῆμα πορεύσομαι, καὶ ταύτης μου τῆς κλίνης οἶδα ὅτι οὐκ ἐγερθήσομαι· τὴν λύ πην δὲ καὶ τὸν πόνον τῶν αἰχμαλώτων, τῶν ἐκκλησιῶν, τῶν ἱερέων, συνοδοιπόρον κέκτημα. Ο του τέλους, ἐν ποίοις καταλιμπάνω τα πράγματα ἐγώ ἄθλιος. Πρὸς τὸν Δεσπότην πορεύσομαι. Διὸ καὶ τὴν ὑμετέραν κέλευσιν ποιῆσαι οὐκ ὤκνησα. Όμως ἐπεί περ διαθήκη ἐπὶ νεκροῖς βεβαία· ἀργύριον, καὶ χρυ σίον οὐχ ὑπάρχει μοι· ἀλλ' ὅ παρὰ Κυρίου ὁ ἀνάξιος εἴληφα, τοῦτο ὑμῖν καταλείψομαι, καὶ πρὸς ἅπαντας ὑμᾶς νυνὶ μικρὰ διαλέξομαι. ᾿Αλλὰ τοῦτο δυσωπῶ, μή ἀποστραφήσωμαι παρ' ὑμῶν τεταπεινωμένος, καὶ κατὰ ᾔσχυμμένος, ἀλλὰ μᾶλλον προσδεχθείην· οὐδὲ γάρ ἑτέραν ὑμῖν τοῦ λοιποῦ ὄχλησιν ποιήσομαι. Αύτη γάρ ἐστιν ἐσχάτη μου πρὸς ὑμᾶς παράκλησις· αὕτη ἡ πρὸς τοὺς ἀδελφούς μου διαθήκη. Τοῦτο τὸ τέλος τῆς ἐμῆς διαλέξεως, καὶ ἀρχὴ τῆς πρὸς ὑμᾶς παρα κλήσεως. 'Αλλ' αἰτοῦμαι, καὶ δέομαι, μὴ ὡς ἐκ ει δασκάλου, ἀλλ' ὡς ἐξ ἀδελφοῦ δέξασθαι· μὴ ὡς ἐκ δικαίου, ἀλλ' ὡς ἐξ ἁμαρτωλοῦ, καὶ ἐν ἀνομίαι, καὶ ἀσεβείαις, καὶ ἀμερίμναι; ζήσαντος, τὰς δυνηρές ἡμέρας τοῦ βίου μου. ᾿Αλλὰ μὴ πρὸς τὰ ἔργα, ἀλλὰ πρὸς τοὺς λόγους ἐμβλέψατε.· ἀκούσατε τοῦ Κυρίου, καὶ δυσωπήθητε, λέγοντος· Πάντα όσα ἂν λέγωσιν ὑμῖν οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι ποιεῖν, ποι εἶτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἰδοὺ νῦν προπορευόμενος ὑμῶν πρὸς ὑμᾶς διαθήσομαι· ὑμεῖς δὲ ὡς πιστοὶ καὶ εὐγνώμονες μὴ παρα
col. 3241–3242page 4 of 16
PG 86:3241γράψητε τὰ λεγόμενα, δεόμεθα, καὶ παρακαλοῦμεν. Καθάψασθαι γὰρ λοιπὸν τῶν καθ᾿ ἡμᾶς ῥαθυμοτέρων βουλόμεθα. Πρότερον δὲ περὶ αὐτῶν φθεγγώμεθα, καὶ ἀρχόμενοι λέγωμεν. Εὐλογητὸς εἶ, ὁ Θεὸς, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ είναι παραγαγὼν ἡμᾶς· ὁ ἐκ γῆς διαπλάσας, καὶ εἰς γῆν ἀποστρέφων, καὶ ἐκ ταύτης πάλιν παραδόξως ἐγείρων. Πρὸ πάντων δυσωπῶ πᾶσαν ψυχὴν, ἀκού ουσαν περὶ τῆς ἡμετέρας. ἀποβιώσεως, εἰς συμπάθειαν κινηθῆναι, καὶ τὸν Θεὸν αἰτεῖσθαι, ὅπως ἀθλίπτως, ἀκινδύνως, ἀνεμποδίστως παρελθεῖν με τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας· καὶ τοὺς πικρούς τελώ νας, καὶ κοσμοκράτορας τοῦ ἀέρος τούτου, καὶ φθά σα με τὸν ἀέρα τῆς ἐλευθερίας, καὶ Χριστῷ μετὰ παρρησίας παρασταθῆναι, καὶ τῆς τῶν σωζομένων μερίδος ἀξιωθῆναι. Έπειτα, πᾶσα σπουδὴ καὶ πᾶσα πάντων φροντί; γένηται καὶ πόνος, ἵνα αἱ τοῦ Θεοῦ Ἐκκλησίαι φυλαχθῶσιν άσειστοι, τὴν ὀρθὴν πίστιν ἀμολύντως κατ ἔχουσαι, καὶ τοὺς ἑαυτῶν ποιμένας θεόφρονας κεκτημέναι. "Οπου γὰρ ὁ ποιμὴν ἀγαθὸς, ἐκεῖ καὶ ἡ ποί μνη ἀγάλλεται. Οπου ποιμὴν ὅσιος, ἐκεῖ σκιρτῶσι τὰ πρόβατα. Ὅπου ποιμὴν ἔμπειρος, ἐκεῖ λύκο: οὐκ ισχύουσιν. Οπου εὐσέβεια ἀνθεῖ, ἐκεῖ ὁ λαὸς εὐπλοεῖ. Καὶ γὰρ οὐδαμόθεν ετέρωθεν κλυδωνιζόμεθα, ἀλλ᾽ ὅτι οἱ μὲν πολλοὶ τῶν ποιμένων καὶ κυβερνητῶν ἐξ ἔλιπον· καὶ αὐτοὶ δὲ οἱ καταλειφθέντες, οὐ πολλὴν τὴν φροντίδα κατέχουσιν, οὐ πολλὴν τὴν σπουδήν· ἀλλὰ φίλαυτοι γεγονότες, οὐκ εὐχερῶς προαιροῦνται τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τίθεσθαι· ἄλλους φωτίζειν ἐπιχειροῦντες, αὐτοὶ ἀφώτιστοι τυγχάνοντες· καὶ ὑπὲρ ἄλλων Θεὸν ἱκετεύοντες, ἀπαῤῥησίαστον ἔνδον τὸ συνειδὸς περιέχουσιν· ὡς εἰς αὐτοὺς πληροῦσθαι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, Ἰατρέ, θεράπευσον σεαυτόν. Καὶ, Εκβαλε πρῶτον τὴν δοκὸν ὀφθαλμοῦ σου, εἶθ' οὕτως ἐμβλέπεις εἰς τὸ κάρφος τοῦ ἀδελφοῦ σου. Ακουσάτωσαν οἱ ἱερεῖς, οἱ τὸν λαὸν ἁγιάζειν λέγοντες· οἱ τῇ φρικτῇ καὶ φοβερά τραπέζη παριστάμενοι οἱ τῶν Σεραφίμ μειζότερον ἀξίωμα περικείμενο.. Ἐκεῖνος οὐκ ἐτόλμησεν τῇ χειρὶ τοῦ ἄνθρακος άψα σθαι, ἀλλ᾽ ἐν τῇ λαβίδι τούτῳ προσέψαυσεν· σὺ δὲ ταῖς χερσίν σου ταῖς πηλίναις τὰ τοῖς Σεραφίμ ἀθέατα δια δεῖ; [διδοῖς] μυστήρια. Ποία σου ἄρα ἡ δεξιὰ ἐκείνη ὑπ άρχειν ὤφειλε! Πόσην καθαρότητα ἐν ἑαυτῇ περιξε βλῆσθαι, τοῦ οὐρανοῦ ὑψηλοτέραν, τῶν ἀγγέλων λαμ προτέραν, τῶν Χερουβὶμ ἁγιωτέραν εἴθε, καν τῆς ἀκα θαρσίας ἀπηλλαγμένην. Οὐ φρίττομεν, εἰπέ μοι, τοιαύ της δόξης ἐν ταῖς χερσὶν ἐφαπτόμενοι, καὶ τοιοῦτον πῦρ κατέχοντες ἀπερχόμεθα; Κλέπτομεν ἐν ταῖς χερσὶν, κρατοῦμεν ἀκαθαρσίας, ψηλαφώμεν τὰ μὴ προσ ήκοντα, ἁρπάζομεν ἐν αὐταῖς τὰ ἀλλότρια· τύπτομεν ἐν αὐταῖς τὸν ἀδελφὸν, μολύνομεν καὶ πισσοῦμεν δι' αὐτῶν καὶ τὴν ψυχὴν, καὶ τὸ πνεῦμα· καὶ ἐχόμεθα, καὶ τῇ φρικτῇ τραπέζῃ καὶ φοβερα παριστάμεθα, καὶ τὰ μέλη τοῦ Χριστοῦ διαμερίζομεν. σ Ει
col. 3243–3244page 5 of 16
PG 86:3243Τί γάρ; Ἐν μακέλλω παρίσταται, άνθρωπε; Μία με σαι κἂν τοὺς ἐν τραπέζῃ βασιλική παρισταμένους, τῇ φθαρτῇ τῇ αἰσθητή. Ολως γὰρ ὧδε ἐπίγ όν τι ποιεῖται; [ἐννοῶν ὀφείλεις;] ὅλως μετάρσιος ο γίνῃ; ὅλως ἐπὶ γῆς, καὶ οὐκ ἐν τῷ ἀέρι; μᾶλλον δὲ ἐν τῷ οὐρανῷ· καὶ οὐ μόνον, ἀλλ' ὡς αὐτῷ τῷ Δε σποτικῷ θρόνῳ παριστάμενος, οὕτως φρίττειν και τρέμειν ἐχρῆν. Καὶ τί λέγω, ὡς ἐν τῷ θρόνῳ Δε σποτικῷ; Οίδα ὅτι πολλούς δάχνει τὰ λεγόμενα, ἀλλ' ἀνάγκη ῥηθῆναι διὰ τὰ λεγόμενα [ισ. γιν μενα]. Βούλομαι γὰρ ὑπομνῆσαι νῦν, καὶ δυσωπήσει περὶ ταύτης τῆς θείας καὶ ἀναιμάκτου θυσίας. Τάχα γάρ τις συνέφερεν μακρὰν ταύτης ἀπέχεσθαι. ΕΙ γὰρ ὁ ἀναξίως ἐσθίων καὶ πίνων τὸ τοῦ Κυρίου σύ μα, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τί λοιπὸν ὁ ἀναξίως διακονῶν, καὶ μεταλαμβάνων; Καὶ οὐκ αιδούμεθα, ἔξωθεν μὲν τῷ σώματι ἐξαλλάττοντες, καὶ χεῖρας για πτοντες, καὶ πόδας υποδήμασι κοσμοῦντες, καὶ τὰ πρόσωπα, καὶ τὴν κεφαλὴν καλλωπίζοντες· ἔνδυσιν καθαρὰν καὶ ἀστράπτουσαν ἔχοντες· ἔσωθεν δὲ, τῇ ψυχῇ τὰ πάθη του διαβόλου ήμφιεσμένοι, καὶ ὅλη τὴν ψυχὴν ἐσκοτισμένην, καὶ τὴν ἐσθῆτα αὐτῆς μετ μολυσμένην ἔχοντες· ἐν σώματι λοιπὸν καὶ θεωρία. οὐκ ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Κυρίῳ δουλεύοντας; Βούλεσθε γυμνώσω, καὶ ἑτέραν τῶν καθ' ἡμᾶς τοὺς ἱερεῖς ἐλεεινοτάτην συμφοράν, καὶ ἡ ἀκοὴ φόβος, καὶ τρόμος καθέστηκε; Ακουέτωσαν οἱ νοσοῦ τες, καὶ διορθούσθωσαν. Αμεινον γὰρ τῆς λειτουργίας ἀφίστασθαι, ἢ ἐν αὐτῇ ὄντα τοὺς ὀφθαλμοὺς εἰς τὰς τῶν προσώπων εὐμορφίας ρέμβεσθαι. Φρίξον, ἄν θρωπε· εἰς γῆν καταδύθητι, μὴ κατελθὸν πῦρ ἀναλώσει σε. Εἰ γὰρ τῇ ἐπιγείῳ βάτῳ προσεγγίσαι θελή σας Μωϋσῆς, κωλύεται ἄχρι; οὗ λύσει τὸ ὑπόδημα, πόσῳ γε μᾶλλον ἡμεῖς τὸν ἀγγέλοις ἀθέατον ὁρῶντες, καὶ ψηλαφῶντες, καὶ μεταλαμβάνοντες, ἐφείλομεν λῦσαι τὰ νεκρὰ καὶ ἐξοδίας γέμοντα ἔργα τῆς ψυ χῆς. Τύπος τῆς τραπέζης τῆς μυστικῆς ἡ βάτος! τύπος δὲ τῶν ἁμαρτημάτων τὰ ὑποδήματα. Ταύτην τὴν φοβερὰν λειτουργίαν Δαβιδ τρέμων ἔλεγεν Νι ψομαι ἐν αθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, Ανάνηψον, ἄνθρωπε. Τί τοῖς προσερχομένοις λέ γεις, Σῶμα καὶ αἷμα τοῦ Ἀμνοῦ τοῦ Θεοῦ διδόμενόν σοι εἰς ἄφεσιν ἁμαρτιῶν; Τί λέγεις; "Αλλον καθαίρειν ἐπιχειρεῖς, καὶ ἑαυτῷ οὐ φροντίζεις; Εἰς ἄφεσιν ἁμαρτιῶν λέγεις, καὶ σὺ προσθήκην ἁμαρτιῶν καὶ ἐν αὐτῇ τῇ μεταδώσει ἐργάζῃ; Εννόησον της τραπέζης ἐκείνης τῆς φοβερᾶς τοῦ δείπνου τοῦ μυστικού [κατ' ἔλλειψιν τοῦ, περί], καὶ εὑρήσεις ἐν ἐκείνῳ ἅπαντα ἡμῖν τυπικώς προειρημένα. Ιδωμεν δυσωπῶ ἕκαστος ἡμῶν, πῶς ἐν ταύτῃ παριστάμεθα, μήπως καὶ ἡμεῖς ὡς Ἰούδας τὸν Χριστὸν τοῖς νοητοῖς Ἰουδαίοις προδίδω μεν. Ὅταν γὰρ σὺν αὐτῷ διατρίβοντες ἐν τῇ φοβερα λειτουργία καὶ θυσία, χώραν τῷ Σατανά δώσωμεν ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ, οὐδὲν ἧττον καὶ ἡμεῖς παρα εδώκαμεν. Τι δὲ καὶ ὁ νιπτὴρ ὁ φοβερὸς ἡμᾶς ἐκεῖν
col. 3245–3246page 6 of 16
PG 86:3245διδάσκει, καὶ ἡ τοῦ λεντίου περίζωσις; Τὴν τῶν δι-? δασκάλων καὶ ποιμένων δῆλον ὅτι συγκατάβασιν. Τί δὲ δηλοῖ τὸ ἀρξάμενον ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων νίπτειν τοὺς πόδας; Ακουέτωσαν οἱ τὰς προκαθεδρίας ζητοῦντες, πῶς ὁ Χριστὸς τοὺς ἐσχά τους ἐδόξασεν, διὸ καὶ ἔλεγεν Ἔσονται οἱ ἔσχατοι πρώτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Καὶ ἐν μὲν τῇ βίβλῳ τῆς ζωῆς, οὐ φροντίζομεν οὐδὲ πρῶτοι οὐδὲ ἔσχατοι ἀπογραφῆναι· ἐν δὲ τῇ ματαίᾳ δόξῃ τῶν ἀνθρώπων μαινόμεθα, καὶ ἀλλήλους διὰ ταύτην κατεσθίομεν. Τίς ἐστιν πρῶτος; τίς ἐστιν ἔσχατος; Βούλει σοι εἴπω, τίς ὁ πρῶτος παρὰ Χριστῷ, ἄκουσον εὐθέως είνας μακαρίζει· Μακάριοι, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα νῶν. Μὴ εἶπεν, Μακάριοι οἱ πρῶτοι τῷ σώματι, ἢ οἱ πρῶτοι τῷ ἀξιώματι, ἢ ἐν διαδήμασιν; Οὐδαμῶς. Πᾶσα γὰρ δόξα ἀνθρώπου ὡς ἄνθος χέρτου. Πᾶσα δυναστεία, ὡς σκιὰ μεσίμβρου, εἰ καὶ νῦν τινες ἐπ αίρωνται. Ποῦ οἱ ἐξ αἰῶνος βασιλεῖς; πρὸς αὐτοὺς γὰρ ἀποφθέγξομαι· καὶ αὐτοὶ γὰρ ἄνθρωποι, καὶ τῆς ἡμετέρας φύσεως ὑπάρχουσιν. Ποῦ οἱ τοσοῦτοι ἡγε μόνες; ποῦ οἱ δυνάσται; ποῦ οἱ ἐξουσιασταί; Εἰ μὲν ἀγαθὰ διεπράξαντο, καὶ τὰς πιστευθείσας αὐτοῖς ψυχὰς διέσωσαν, πάντως ἐν τοῖς ἐπουρανίοις ὑπάρ χουσιν· εἰ δὲ τῆς ποίμνης ήμέλησαν, πάντως ἐν τ ῖς καταχθονίοις διατρίβουσιν. Παιδεύθητε, πάντες οι κρίνοντες τὴν γῆν δουλεύσατε τῷ Κυρίῳ ἐν φό βῳ· δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ, καὶ ἀγαλλιάσασθε αὐτῷ ἐν τρόμῳ. Εἰς πρόσωπον γὰρ αὐτοῦ ὑμᾶς ἔτα ξεν ἐπὶ τῆς γῆς. Παιδεύθητε ἐκ τῆς αὐτοῦ φιλανθρωπίας, καὶ μὴ ἀναβάλλεσθε τὰς τῶν δεομένων ἱκεσίας. Ο γὰρ λαοῦ προϊστάμενος καὶ κεφαλὴ ὑπάρχων, εὐ χερῆ ἀληθῶς τὴν ἀπώλειαν, ὑπὲρ τὴν σωτηρίαν κα κτηται. Οἱ γὰρ τῶν παραπονουμένων στεναγμοὶ οὐκ ἐῶσιν αὐτοῦ τὴν προσευχὴν πρὸς Θεὸν ἀνέρχεσθαι ἀλλ᾿ ὥσπερ τείχος σιδηροῦν, οὕτως αὐτὴν ἀντιπέμ πουσιν, καὶ ἁπρακτον ἀπεργάζονται. Μέγας ὁ τῶν ψυχῶν κίνδυνος· μέγα τὸ τούτων φορτίον· φοβερὸν τὸ τούτων κρίμα, καὶ τοῖς πολλοῖς ἐπικίνδυνον. Μετρήσατε ἐξ ἑαυτῶν, καὶ οὕτως τῶν δεομένων εἰσακούσετε ἐν τάχει, ὥσπερ καὶ ὑμεῖς παρὰ Θεῷ σπεύδετε ὑπακουσθῆναι. ᾿Αναλάβετε τὴν τῶν ἱκε τευόντων ὑμᾶς θλίψιν, και ποιήσατε ἐν τάχει τὴν δικαίαν ἐκδίκησιν. Οὐκ οἴδατε ὅτι μετὰ τὴν ἐξ ὕψους βοήθειαν, εἰς ὑμᾶς πάντες οἱ καταπονούμενοι ἀπο βλέπουσιν; Ορᾶτε, προσέχετε ὑμεῖς· μὴ εὐλογίας κατ' αὐτῶν τῶν ἀδικουμένων κομίσησθε, δυναμένας ὄντως χωρίσαι ὑμᾶς τοῦ προσώπου τοῦ Θεοῦ· τύπος πᾶσιν ἀνθρώποις γίνεσθε, τύπος ἀγαθὸς, τύπος καὶ ὑπόδειγμα πάσης ἀγαθοεργίας· τύπος πραότητος καὶ πρὸ πάντων ἀμνησικακίας. Τύπου ἔχοντες, τὸ μέλλον ἀπροσωπόληπτον δικαστήριον, τὸν ἀδωροδό κι του κριτήν, μὴ διὰ τῶν δώρων τὴν ἱδρῶτα, μᾶλλον δὲ τὰ αἵματα τῶν χηρῶν καὶ ὀρφανῶν κατεσθίετε. Πῦρ γὰρ, φησὶν ὁ Σολομών, καταφάγεται οἴκους Εωροδεκτών. Μὴ διὰ δῶρα πιπράστε τὸ δίκαιον, ἵνα μὴ ὡς Χριστὸν πωλήσαντες κρίνησθε.
col. 3247–3248page 7 of 16
PG 86:3247Εἰς μέγα ἀληθῶς σκάμμα προήχθητε, οξυτέραν ἔχον τὴν ἀπώλειαν ὑπὲρ τὴν σωτηρίαν. Εἰ γὰρ τὸ ἑαυτοῦ κρίμα δοῦναι κίνδυνος μέγας καθέστηκε, πότ σῳ γε μᾶλλον καὶ τοῦ λαοῦ; Νήψατε, ὅτι ἔχετε καὶ ὑμεῖς ἐν οὐρανοῖς Βασιλέα τῶν βασιλέων, καὶ Κριτὴν τῶν κριτῶν· Δικαστὴν τῶν δικαστῶν, καὶ Κύριον τῶν κυρίων, Εν ᾧ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρείτε, μετρηθήσεται ὑμῖν. Περὶ ὑμῶν παραγγελλόμεθα, Μή πεποιθέναι ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστιν σωτηρία. Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ ψυχὴν σώζων, ώ; Θεός ὁ κτίζων· οὐκοῦν ὁ ψυχὴν [ἀπολλύων] ἀπόλλων, ὡς διάβολος ὁ καταλύων. Ορα μή σε τὸν τὴν πορφύραν καὶ τὸ διάδημα περικείμενον ἐξεπαιρέτω ὁ διάβολος. Μὴ γὰρ διὰ τοῦτο καυχήσῃ, ἀλλὰ φοβοῦ. καὶ τρέμε. Οὐκ ἤκουσας τοῦ λέγοντος, Δυνατοὶ δυνατώς έτα σθήσονται; Εἰς σωτηρίαν τοῦ λαοῦ ὁ Κύριος ἡμᾶς προεστήσατο, οὐκ εἰς ἀπώλειαν. Τοῦ ἐλεεῖν τοὺς δεο. μένους, οὐ μέντοι ἀφαρπάζειν τὰ τῶν δεομένων. Αμεμπτον βίον ἀναλάβετε, οἱ προεστώτες, ἵνα μὴ ἑτέρους νουθετοῦντες, ἐντρέπεσθε. Τοῖς ἀτάκτοις ἐπιτιμᾶτε· τοῖς ἀσθενέσι συμπαθεῖτε· τοῖς πταίουσι συγγινώσκετε· τοῖς ἀδιορθώτοις ἐπεξέρχεσθε· ξένους εἰσδέχεσθε· ἀδυνάτοις διακονεῖτε. Μὴ εἴπῃς· Βασιλεύς εἰμι· μὴ εἴπῃ;" "Αρχων ή κεφαλή. Πότε ταπεινοφρονήσεις τοσοῦτον ὅσον ὁ Κύριος, ὃς οὐκ ἀπηξίωσεν δού λων πόδας νίψαι; Βούλεσθε ὑμῖν δείξω και βασιλέως καὶ πατριάρχου φωνάς; Ὁ μὲν Δαβὶδ ἔλεγεν· Ἐγώ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων, καὶ ἐξου θέτημα λαοῦ. Ὁ δὲ Ἀβραάμ· Ἐγώ εἰμι γῆ καὶ σποδός. Ομοίως καὶ ὁ Βαπτιστής Ιωάννης ἔλεγεν Οὐκ εἰμὶ ἄξιος ἵνα τὸν ἱμάντα λύσω τοῦ ὑποδήματος Χριστοῦ. ᾿Ακούσωμεν τὴν τῶν ἁγίων ταπείνωσιν, καὶ ζηλώσωμεν. Εις τί μεγαλοφρονεῖς, ὦ ἄν θρωπε; εἰς βασιλέα, ἢ εἰς θησαυρούς, ἢ εἰς στρατόπεδα, ἢ εἰς δουλείαν; εἰς κάλλος, ἢ εἰς ύπαρξιν, εἰς σοφίαν, ἢ εἰς φρόνησιν; Καὶ τίς ὁ ταῦτα δώσας; Τίς δ ταῦτα χαρισάμενος; Οὐχ ὁ Χριστός; μὴ μεθ᾿ ἡμῶν ἐγεννήθησαν; μὴ μεθ᾿ ἡμῶν συμπορεύονται; μή ἡμεῖς αὐτὰ ἐκτισάμεθα; Οὐδαμῶς. Εἰ δὲ καὶ ἐλά βομεν, οὐ διὰ τὴν ἑαυτῶν χρείαν, ἀλλὰ καὶ διὰ τὴν τῶν δεομένων περίστασιν. Ἡμεῖς δὲ οὕτως διακείμενα ὥσπερ ἀθάνατοι, καὶ εἰς αἰώνα τους χρήμασιν διαμένειν δυνάμενο:. ᾿Αλλὰ καὶ νῦν δυσωπῶ ἅπαντας, ἄρχοντας καὶ ἀρχομένους, δούλους καὶ δεσπότας, εὐγενεῖς καὶ ἀγενεῖς, ἐπιστρέψωμεν, εἰ δοκεῖ, ἐκ πλάνης τῆς ὁδοῦ ἡμῶν· ἐπιστρέψωμεν των προτέρων συνηθειών ἡμῶν. Ἐπιστροφῆς γὰρ καιρός, ὡς οὐδέποτε. Ἰδοὺ καιρὸς μετανοίας, διὰ τὴν ἐπικειμένην αἰχμαλωσίαν. Ἰδοὺ καιρὸς ἐξομολογήσεω;, διὰ τοὺς παιδευομένους
col. 3249–3250page 8 of 16
PG 86:3249ἀδελφοὺς ἡμῶν. Ιδού καιρὸς δεήσεως, διὸ προσέχω μεν μετὰ ἀκριβείας τοῖς λεγομένοις· καὶ μὴ μόνον ἀκούσωμεν, ἀλλὰ καὶ ποιήσωμεν. Επιστήσωμεν τὸν νοῦν, παρακαλῶ, ἐπεὶ καὶ βασιλικῆς ἐπιστολῆς ὑπαναγινωσκομένης, πάντες τρέχουσι πάντες σπου δάζουσι· πάντες μαθεῖν ἐπιζητοῦσι. Καὶ τί λέγω βα σιλικῆς κελεύσεως ἀναγινωσκομένης; κιθαριστῶν καὶ αὐλητῶν καὶ μίμων ἀκούοντες, μετὰ πολλῆς τῆς σπου τῆς παριστάμεθα, ἵνα αἰσχρὸν γέλωτα θεασώμεθα, καὶ ἀσχήμων πραγμάτων παίγνια ἱστορήσωμεν. Εἰ οὖν ἐν τοῖς τοῦ διαβόλου θεάμασι, τοιοῦτοι θερμοί καὶ πρόθυμοι τυγχάνομεν, πόσην κόλασιν Εξομεν, ὅτι ἐν ταῖς ἐκκλησίαις μετὰ τοιαύτης αμελείας καὶ ῥᾳθυμίας καὶ ἀτονίας ἱστάμεθα· ὥσπερ ἐκ πυρὸς, οὕτως τῆς προσευχῆς ἐξειλῆσαι σπεύδοντες; καὶ τὸ χαλεπώτερον, ὅτι καὶ εἰσερχόμενοι ἐν αὐταῖς δι' ἐξάλειψιν ἁμαρτημάτων, ἔστιν ὅτε προσθήκην θραυ μάτων ποιούμενοι ἐξερχόμεθα. Καὶ πῶς ἐγὼ τὸ εἰρη μένον ποιήσω κατάδηλον; Οὐχ ὡς ἑτέρους κατακρίνων, ἀλλὰ τὰ ἑαυτοῦ ἐλαττώματα θριαμβεύων. Εἰπέ μοι, ἐν ταῖς ἐκκλησίαις καὶ εὐκτηρίοις εἰσ ερχόμενοι, τίνος ἕνεκεν ἐκεῖ πορευόμεθα; Πάντως ἐρεῖς, Διὰ προσευχήν· δι᾿ ἐξάλειψιν παραπτωμάτων. Καγώ σοι ἐρῶ, Πῶς οὖν δι᾿ ἕτερα εισερχόμενοι, τὰ Εναντία διαπράττομεν; Τί ποιεῖς, ἄνθρωπε; Διὰ προσ ευχὴν εἰσελήλυθας, καὶ τὰ πρόσωπα, καὶ τὸ κάλλος τὸ μὴ σὸν κανονίζεις; δι' ἐξάλειψιν ἁμαρτιῶν, καὶ τούτοις προστιθῶν, οὐκ αἰσχύνῃ ποιῶν τὸν οἶκον τοῦ Θεοῦ πρόξενόν σοι ἁμαρτίας; ἵνα τοῦ ἐπουρανίου Βα-. πλέως μυστήρια θεάσῃ, καὶ τὰ τοῦ διαβόλου πρά γματα περιεργάζῃ; ἵνα τοῖς ὀφθαλμοῖς δακρύσῃς, καὶ τούτους εἰς οὐρανοὺς ἀνυψώσης, καὶ ταῦτα ἀφιῶν ταῖς γυναιξὶν ἐν αὐταῖς διανεύῃ; ἵνα τοῦ Δεσποτικοῦ σώματος ἐν τῷ στόματι ἀπολαύσῃς, καὶ ταῦτα ταύταις προσομιλῶν, τοῦτο μολύνεις; Ο πονηρᾶς ἐναλλαγῆς! ὼ τῆς κατασχούσης τω ρώσεως ὁ Οὐδὲ τὴν ὥραν τῆς προσευχῆς τῷ Θεῷ τὸν νοῦν ἀναπέμπομεν, ἀλλὰ καὶ αὐτὴν ταῖς ἡμετέραις πλημμελείαις ἀσχολούμεθα. Είπω καὶ ἕτερον χαλε πώτερον τούτου. Τοὺς ἀδελφοὺς ἡμῶν πολλάκις προ κομίζοντες, ἢ λιτὰς καὶ ἱκεσίας τῷ Θεῷ ὑπὲρ ἀπει λῶν προσφέροντες, καὶ ἐκεῖσε τοῖς προειρημένοις ἐνασχολούμεθα. Καὶ ἁπλῶς πᾶσαν ἡμῶν τὴν ζωὴν τῷ διαβόλῳ κατεδουλώσαμεν. Ἐν ἁμαρτίαις κοιμώμεθα, ἐν ἁμαρτίαις ἐγειρόμεθα· ἐν ἁμαρτίαις προερ χόμεθα, εἰς ἁμαρτίας ἀναχωρούμεν· εἰς ἁμαρτία;, καὶ ἐν ἐκκλησίαις, καὶ ἐν τοῖς οἴκοις, καὶ ἐν ταῖς ἀγο ραῖς, καὶ ἐν τοῖς μνήμασι πορευόμεθα. Καὶ τὸ ἀνοητότερον, ὅτι οὕτως τῷ διαβόλῳ δουλεύοντες, καὶ ἐν παντὶ και ρῷ, καὶ τόπῳ, καὶ πράγματι, τὸν Θεὸν παροργίζοντες,:? λέγομεν, καὶ ξενιζόμεθα, λέγοντες· Πόθεν ἀπειλαί; πόθεν αἱ παιδεῖαι; πόθεν ἡ αἰχμαλωσία; πόθεν ή του? σαύτη ὀργὴ ἐφ' ἡμᾶς; Ο πολλῆς καὶ ἀμυθήτου πωρώσεως 1 τοὺς ἀδελ φοὺς ἐν μνημείῳ κατατιθέντες, οὐδὲ ἐξ αὐτῆς θεωρίας εἰς συναίσθησιν ἐρχόμεθα. Εμβλέψατε πρὸς τὸν τάφον, οἱ ἄφρονες, καὶ ἀνανήψατε. Εμβλέψατε πρὸς τὴν σομόν, οἱ μεγαλόφρονες, καὶ μὴ φυσᾶσίε. Ιδετε τὰ ὀστᾶ, οἱ σοφιζόμενοι, καὶ μὴ ἐπαίρεσθε.
col. 3251–3252page 9 of 16
PG 86:3251᾿Αλλὰ ἐὰν σοφοί ἐστε, ἐὰν πολλὴν φρόνησιν κέκτησθε, διδάξατέ με, καὶ ἑρμηνεύσατέ μοι ἐν ἐκείνοις τοῖς διεφθαρμένοις ὀστέοις, τίς ἐστιν ὁ βασιλεὺς, καὶ τῆς ὁ ἰδιώτης· τίς ὁ τύραννος, καὶ τίς ὁ ἀδύνατος· τίς δ πλούσιος, καὶ τίς ὁ πένης· τίς ὁ σοφὸς, καὶ τίς ὁ ἄπο φος· τίς ὁ παῖς, καὶ τίς ὁ γέρων· ποία ἡ εὐειδὴς κόρη, καὶ ποία ἡ γραῖς· ποία ἡ ἀπανθοῦσα τῷ κάλλει, και ποία ἡ μαρανθεῖσα τῷ χρόνῳ. Μὴ ἔχεις εἰπεῖν; μὴ δύ νασαι δεῖξαι; Οὐδαμῶς. Οὐ πάντες κόνις ἐγένοντο; σε πάντες τέφρα; οὐ πάντες σκωλήκων καὶ δυσωδίας πλήρεις; οὐ πάντως καὶ ἡμᾶς τὸ αὐτὸ ποτήριον μένει; οὐ πάντως ἡ αὐτὴ ὁδός; μὴ ἀποτᾶσθε, ὦ ἄφρονες μὴ πλανήσωμεν ἑαυτούς, ὦ φίλοι. Πάντα γὰρ παρέλ χονται καὶ ἀπόλλυνται· καὶ ὥσπερ στρουθίον ἐκ τῆς χειρὸς ἡμῶν, οὕτως ἐξαίφνης πέτανται. Τοῦτο γινό σκων ὁ Σολομών, ἔλεγεν· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Τοῦτο ἐννοῶν καὶ ὁ Δαβίδ ἐβόα· ν εἰκόνι διαπορεύεται ἄνθρωπος, καὶ μά την ταράσσεται. Οντως γάρ, ὄντως μάτην ταράττη, άνθρωπε· μέ την τρέχεις μάτην κοπιᾶς ἀγωνιζόμενος, θορυβούμενος, χειμαζόμενος· συνάγων τὰ μετ᾿ ὀλίγον ἀπολ λύμενα τοῦ βίου πράγματα· τὰ μηδέν σε ἐν ἡμέρᾳ κρίσεως ὠφελῆται ἰσχύοντα. Κἂν γὰρ πάντας τοὺς θησαυρούς ἐπισυνάξωμεν, γυμνοὶ τοῦ παρόντος βίου εξερχόμεθα, ὥσπερ καὶ εἰσήλθομεν. Γυμνοὶ ὄντως, ἐλεεινοί, σκυθρωποί, σκοτεινοί, συντετριμμένοι, περ φορτωμένοι, τετραχηλισμένοι, έμφοβοι, έντρομοι, κατηφεῖς, ἀδυνηροί, ἐμμέριμνοι, εἰς γῆν τὸ πρόσωπο ἔχοντες, ἀπολογίαν δὲ ἀγαθὴν μὴ εὐτρεπίσαντες. Ο τως οἱ ἁμαρτωλοὶ πορευόμεθα ἐν φροντίδι ζήσαντες, καὶ ἐν ἐδύναις θνήσκοντες. Οὕτως θαπτόμεθα, ο τως ἀνιστάμεθα, καὶ οὕτως ἀπολογούμεθα, μᾶλλον δὲ, οὕτως αἰσχυνόμεθα, εἰς ἐκεῖνο τὸ πικρὸν, εἰς ἐκεῖνο τὸ οἰκουμενικὸν, τὸ φοβερὸν καὶ τοῖς πολλοῖς σχε τεινόν· τὸ ἀπροσωπόληπτον, τὸ ἀδωροδόκητον, τὸ ἀνερμήνευτον δικαστήριον, καὶ κριτήριον, καὶ κολαστήριον· ὅπου ἄγγελοι τρέμουσιν, όπου θρόνοι τίθενται, ὅπου αἱ βίβλοι ἀνοίγονται, ὅπου ὁ ἄσβεστος τοῦ πυρὸς σκοτεινός ποταμός. Ὥσπερ γὰρ μόλιβδος, ἢ πίστα λελυμένη ὑπὸ του ρὸς, οὕτως καὶ τὸ πῦρ ἐκεῖνο ἀφώτιστον τυγχάνει. Οπου ὁ ἀνήμερος σκώληξ, καὶ ἀκοίμητος· ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἐδυνηρὸς τάρταρος ὁ μὴ μετέχων θέρμης, ὅπου ὁ ἀσίγητος κλαυθμός, ὅπου ὁ ἀτελεύτητος βρυγμός, ὅπου τὸ αἰώνιον δάκρυον, ὅπου οἱ ἀσίγητοι στεναγμοί, ὅπου τὸ ἀπαραμύθητον πέντ θος, ὅπου τῶν βασανιζομένων αἱ φωναὶ ἐλεειναὶ καὶ ἐδυνηραί· Φεῖσαι, φεῖσαι· ἄνες, ἄνες· ἐλέησον, ἐλέτ σον· σῶσον, σωσον· δικαστά, δικαστά· ὅπου ούχ ἔστι γέλως, ἀλλὰ θρήνος· ὅπου οὐκ ἔστι χαρμονή. ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστιν εὐφροσύνη, ἀλλ' ἐδύνη· ὅπου οὐκ ἔστι τρυφή, ἀλλὰ κριτής· ὅπου αὐκ ἔστι πλοῦτος, ἀλλὰ σκότος· ὅπου οὐκ ἔστι χορεῦσαι, ἀλλὰ στενάξαι. Φοβερὸν τὸ ταῦτα ἀκοῦσαι, ἀλλὰ φοβερώτερον καὶ πικρότερον ἰδέσθαι· καὶ πάλιν ὁδ νηρότερον καὶ ἀθλιώτερον τὸ ταῦτα παθεῖν.
col. 3253–3254page 10 of 16
PG 86:3253Τι γάρ ἐστιν ιδέσθαι πᾶσαν τὴν κτίσιν ἐξαίφνης ἀνισταμένην, καὶ συναγομένην, καὶ κατακρινομένην, καὶ διδοῦσαν δίκας ὑπὲρ λόγων, ὑπὲρ ἔργων, ὑπὲρ λογισμῶν πονηρῶν; Ἡμεῖς δὲ καὶ ὑπὲρ τοῦ βαπτίσματος, ὑπὲρ τῆς τῶν μυστηρίων ἀναξίου μεταλήψεως, ὑπὲρ ἱερωσύνης, ὑπὲρ λειτουργίας ἠμελημένης, ὑπὲρ ὧν ἐν νυκτί, ὑπὲρ ὧν ἐν σκοτίᾳ τὸν Θεὸν παρωργίσαμεν. Μέγας φόβος, ἀδελφοί, τότε· μέγας τρόμος· μεγάλη ἡ ἡμέρα· μεγάλη ἡ ἀνάγκη ή τότε γινομένη, οἷα οὔτε γέγονεν, οὔτε γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης, ὅτε ἡ νὺξ καταλάβῃ, ὅτε ἡ φωνή γε νήσεται· Ἰδοὺ δὲ Κριτής, ἁμαρτωλοί· δίκαιοι, ἀνα στῆτε εἰς τὴν ἀπάντησιν αὐτοῦ. Τότε οἱ ἄγγελοι προτρέχουσιν, αἱ σάλπιγγες βοῶσιν, τὰ ἄστρα πια πτουσιν, ὁ ἥλιος σκοτίζεται, οἱ οὐρανοὶ ὡς βιβλίον εἰλίσσονται, ἡ σελήνη ἀπόλλυται, τὰ ἄστρα ὡς φύλο θα πίπτουσιν, τὰ ὄρη ὡς κηρός τακήσονται, αἱ πη γαὶ ξηρανθήσονται, πᾶσα ἡ γῆ κλονηθήσεται, αἱ ἄβυσσοι τρέμουσι, τὰ καταχθόνια σείονται, τὰ ἐπί γεια, τὰ οὐράνια. Τὰ ἄνω καὶ τὰ κάτω ἀνάγκης γέ μουσιν. Αἱ Δυνάμεις τοῦ Βασιλέως προτρέχουσιν, τὰ Σεραφίμ βοῶσι, τὰ ἐξαπτέρυγα σείονται, τὰ Χερου δὶμ εὐλαβοῦνται, τὰ μνήματα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ ψυχαὶ ἀθροίζονται· αἱ κολάσεις ἕτοι μοι, αἱ ἀπολαύσεις [ ἐκποδὼν] γεγόνασιν. Μηδεὶς τῇ ἀναστάσει ἀπιστείτω· μηδεὶς τὰ λεγό μενα εξουθενείτω. Γενήσονται γὰρ ὄντως, καὶ ἀλη θῶς γενήσονται. Ακούσωμεν τοῦ Κυρίου λέγοντος, ὅτι, Καὶ αἱ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ πᾶσα ἡ γῆ οὐ ταραχθήσεται; Αἱ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, αἱ μηδέποτε ἁμαρτήσασαι, αἱ τὰς καρδίας ἡμῶν φωτίζουσαι, αἱ τὸν Θεὸν ἀεὶ ὑμνολογοῦσαι· καὶ πῶς ἄρα ἡμεῖς μέλλομεν τότε ὑφίστασθαι; Πολὺς ὁ φόβος, ἀδιήγητος ο τρόμος, ἀνερμήνευτος ἡ ἀνάγκη, ἀμέτρητος ἡ αἰσχύνη τότε τοῖς κατ' ἐμὲ γινομένη, ὅταν αὐτῶν θριαμβεύωνται, ἐνώπιον τῶν οὐρανίων καὶ ἐπιγείων, ἀγγέλων καὶ ἀ θρώπων, καὶ δημοσιεύονται αἱ πορνείαι, αἱ μοιχεῖαι, τὰ ψεύδη, αἱ ἐπιορκίαι, πῶς τότε αἰσχύνονται; πῶς τήκονται; Μέγας ὁ χειμὼν ἐκεῖνος τότε· μέγας ὁ κλύδων, χαλεπή ή περίστασις, ἀκατάληπτος ἡ ἀνάγκη, ὁ ὀλολυγμὸς ἀδιήγητος. Βούλεσθε τὰ κατ' ἐκείνην τὴν φοβερὴν ἡμέραν ἀκριβεστέρως ἐξετάσωμεν; Συμφέρει γὰρ ἀληθῶς ταύτης καθ' ὥραν μνημονεύειν ἐν νυκτὶ καὶ ἡμέρᾳ Τί οὖν φησιν ὁ Δανιήλ; Εθεώρουν ἐν δράματι τῆς νυκτός, ἕως οὗ θρόνοι ετέθησαν· καὶ Παλαιές ἡμερῶν εκάθισεν. Ο θρόνος αὐτοῦ φλόξ πυρός οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἶι κεν ἔμπροσθεν αὐτοῦ. Χιλίαι χιλιάδες παρεστήκασιν αὐτῷ, καὶ μυρίαι μυριάδες ἐλειτούργυιν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν. Εγώ Δανιὴλ ἴδον, καὶ ἔφριξε τὸ πνεῦμάμου, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάρασσεν με. Βαβα!! ὁ προφήτης όραμα μόνον τῆς κολά σεως ἰδὼν ἔφριξει και τί ἄρα ἡμεῖς μέλλομεν ύπο μένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα ἔλθωμεν, και ἁμαρτημάτων μόνον πεφορτωμένοι; βάσανα· παριστάμενοι γυμνοί, καὶ τὸ φορτίον τῶν
col. 3255–3256page 11 of 16
PG 86:3255Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται τότε τὰ τῶν πέρνων σώματα κατακαίονται. Τότε τῶν λοιδόρων τὰ στόματα συντρίβονται, καὶ οὐκ ἔσται ὁ ἐλεῶν. Τότε οἱ ἄσπλαγχνοι ἀνηλεώς κολάζονται. Τότε παλλωπιζομένων τὰ πρόσωπα άσβολοῦνται. Τότε τῶν διανευόντων οἱ ὀφθαλμοὶ σκοτίζονται. Τίς ὁ ἐλεῶν τίς ὁ σώζων Ποῦ τότε γονεῖς; ποῦ ἀδελφοί; ποῦ καὶ τήρ; τοῦ μήτηρ; ποῦ φίλος ποῦ ἡ τῶν βασιλέων φαντασία Καὶ τί λέγω πατὴρ καὶ μήτηρ; Οὐδὲ αὐτοὶ οἱ ἄγγελοι, οὐδὲ οἱ μάρτυρες, οὐδὲ ἀπόστολοι, τότε παρακαλοῦντες εἰσακούονται. Μηδείς, ἀδελφοὶ; ἑαυτὸν φρεναπατάτω. Οπου γὰρ Θεὸς κλείσῃ κατὰ ἀνθρώπου, λοιπὸν τίς ἀνοίξει; Ποῦ τότε ἄρχοντες; Ησχύνθησαν. Ποῦ δικασταί, Κατεδικάσθησαν. Ποῦ τότε οἱ δοῦλοι οἱ μαστιζόμενοι ἀφειδῶς; Ποῦ ἀἱ δουλίδες, αἱ καταπονούμεναι ὧδὲ ἐξ ἡμῶν; Τότε αὐτοὶ ἐν ἀγαθοῖς, οἱ δὲ τούτων δεσπόται ἐν θλιβεροῖς. Ποῦ ὁ καλλωπισμὸς τοῦ σώματος; Ποῦ αἱ χροαὶ τῶν ἱματίων; Ποῦ ἡ τοῦ χρυσίου δοκιμασία; Ποῦ ὁ κτύπος τοῦ ἀργύρου; Ποῦ αἱ τῶν μαργαριτῶν τιμαί; Ποῦ ἡ κόσμησις τῶν χειρῶν; Ποῦ ἡ τρυφή; Ποῦ ὁ οἶνος ὁ διάφορος; Ποῦ οἱ ἵπποι; Ποῦ οἱ χρυσοί χαλινοί; Ποῦ οἱ παρατρέχοντες; Ποῦ οἱ παρασύροντες δοῦλοι; Ποῦ αἱ οἰκίαι κεκαλλωπισμέναι; Ποῦ ἐν τῇ φοβερᾷ ὥρᾳ ἐκείνῃ οἱ τῇ ἀναστάσει καὶ τῇ κολάσει μὴ πιστεύοντες; καὶ ὡς ἀθάνατοι διακείμενοι; Ποῦ θησαυρίζοντες, καὶ τοὺς ἀδελφοὺς μὴ ἐλεοῦντες; Ποῦ τὰ σηρικά; Ποῦ τὰ βύσσινα; Ποῦ τὰ πολύτιμε υποδήματα; Ποῦ τὰ μύρα; Ποῦ τὰ καπνίσματα τα μάταια, τὰ εἰς τὸ κάλλος τῆς νεότητος ἀναλισκόμενα; καὶ ταῦτα ὁρῶντες τινας κλάσματος ἄρτον δεομένους, καὶ ὀσφρήσεως οἴνου ἐπιθυμοῦντας, καὶ μὴ ἐλεή σαντες. Τί σε τότε ὠφελήσουσιν αἱ νῦν κοσμούμεναι κλί ναι; Ποῦ τότε οἱ τοὺς πτωχοὺς ὀνειδίζοντες καὶ ἀπο στρεφόμενοι; Ποῦ τότε μέλλουσι παραπέμπεσθαι οι παραβλέποντες τοὺς ἐν ἀνάγκαις; Ποῦ οἱ σοφοὶ καὶ ῥήτορες; Ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; Ποῦ ἄρα τότε, ἢ πῶς μέλλουσι θρηνείν, οἱ διηνεκῶς γελῶντες; Ποῦ οἱ τοὺς εὐλαβεῖς μυκτηρίζοντες; Ποῦ οἱ ἀμεριμνῶντες, καὶ λέγοντες· Φά γωμεν καὶ πίωμεν· αύριον γὰρ ἀποθνήσκομεν; Ποῦ οἱ τοῦ φόβου τοῦ Θεοῦ καταφρονοῦντες, καὶ τῆς ἑαυτῶν ἀπολογίας φροντίδα μὴ ποιούμενοι, ἀλλὰ λέ Ο γοντες - Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ δῶρον ἐλεεῖ ἡμᾶς; Οίμοι, ἀδελφοί, πῶς τότε μέλλουσιν ἀποδύρεσθαι, οἱ τὰ προειρημένα εἰπόντες, καὶ ποιήσαντες; Πῶς τότε κόψονται, καὶ οὐκ ἔσται ὁ ἐλεῶν αὐτούς; Πόσα στενάξουσιν, καὶ οὐκ ἔστιν ὁ οἰκτείρων αὐτούς, οὐδὲ ὁ λυτρούμενος; Πῶς τότε ἑαυτοὺς κατακόπτοντες εἰ πωσιν· Οὐαὶ, οὐαὶ, ἑαυτοὺς ἐχλευάσαμεν; ᾿Αληθῶς ἑαυτοὺς ὑπατήσαμεν. Οντως επλανήθημεν πλάνην χαλεπὴν, καὶ αἰώνιον. Εδιδασκόμεθα, καὶ οὐ προστ είχομεν. Ενουθετούμεθα, καὶ καταφρονοῦμεν. Δι εμαρτύροντο ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν. Τῶν Γρα φῶν ἀκούοντες, ταύτας παρεξηγούμεθα, Δικαία ή κρίσις τοῦ Θεοῦ. Οντως ἀξίως κολαζόμεθα,
col. 3257–3258page 12 of 16
PG 86:3257Αληθῶς πρεπόντως ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Οὐαὶ, οὐαὶ, διὰ πρόσκαιρον τῆς σαρκὸς ἡδονὴν τὴν ῥυπαρὰν, ἰδοὺ ἀθάνατα βασανιζόμεθα! Μικρόν χρό νον μὴ σπουδάσαντες, οἱ τάλανες, ἑαυτοῖς τὴν σως τηρίαν ἀπεκλείσαμεν. Διὰ πρόσκαιρον δόξαν, τῆς ἀληθοῦς ὄντως δόξης ἐξεπέσαμεν. Διὰ σῶμα καὶ ἀκάθαρτον τρυφήν, τῆς τοῦ παραδείσου τρυφῆς ἐστε ρήθημεν. Διὰ πλοῦτον μάταιον, τοῦ πλούτου της βασιλείας ἀπετύχομεν. Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπελαύσαμεν· ἀλλ' ἐν τούτῳ, οἱ μὴ ἀπολαύσαντες, εὐφραίνονται. Νῦν οἱ νηστεύσαντες τρυφῶσιν. Νῦν εἱ ἁγνὸν καὶ ἄσπιλον καὶ ἀμόλυντον τὸ σῶμα φυλά ξαντες, εἰς τὸν οὐράνιον νυμφῶνα χορεύοντες εἰσέρχονται. Νῦν οἱ κλαύσαντες ἀγάλλονται· οἱ καταφρονήσαντες τῶν ἐπιγείων ἀπολαμβάνουσι τὰ οὐράνια. Πάντες ἀγάλλονται, μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι, τῇ κου λάβει ἀξίως κατεδικάσθημεν· καὶ νῦν κράζομεν, καὶ οὐκ ἔστιν ἡ ἐλεῶν· στενάζομεν, καὶ οὐκ ἔστιν ὁ σώ ζων· βρύχομεν, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος· κλαίομεν, καὶ οὐδεὶς ὁ παρακαλών. Ἵνα οὖν καὶ ἡμεῖς μή μετ' ἐκείνων τῶν ἀφρόνων καὶ ἐλεεινών, τὰ τοιαῦτα βήματα ἐν τῷ μέλλοντι αἰῶνι μετανοοῦντες ἀνόνητα εἴπωμεν, δεῦτε, Προφθάσωμεν τὸ ἑαυτῶν τέλος. Προλάβωμεν τὸν θάνατον, ἵνα μὴ προληφθῶμεν. Δράμωμεν πρὸς Χριστὸν ἐν ὅσῳ ἐν τῇ θύρα καθέζεται τους μετανοούντας δεχό. μένος. Στενάξωμεν· μετανοήσωμεν· ἐξυπνισθῶμεν, δέομαι, ἐκ τοῦ ὕπνου τῶν ἀνομιῶν ἡμῶν. Ὑψώσωμεν γ. τὰς χεῖρας ἡμῶν πρὸς τὸν σῶσαι δυνάμενον, καὶ εἰ: " πωμεν· Κύριε, σῶσον, ἀπολλύμεθα. Μόνον σπεύ σωμεν πρὶν ὁ ἥλιος δύσῃ· πρὶν ἡ θύρα ἀποκλεισθῇ πρὸ τοῦ τὴν πανήγυριν λυθῆναι· πρὶν ἡ νύξ τῆς Αναστάσεως ἔλθῃ, καὶ οὐδεὶς ἐργάσασθαι δύναται. Μὴ πλανηθῶμεν· οὐκ ἔστιν ἐν ᾅδῃ ἐξομολόγησις οὐκ ἔστιν ἀνάκλησις· οὐκ ἔστι μετάνοια. Ταῦτα τῶν αἱρετικῶν τὰ δόγματα. Οὐχ ὁρῶμεν τοὺς κατα δίκους, ὅτι ἐὰν δυνηθῶσιν ἐν φυλακῇ ὄντες, ἢ διὰ τῶν συγγενῶν, ἢ διὰ χρημάτων αφθόνων ἐξευμενίσασθαι, εὖ καὶ καλῶς· ἐπεὶ, ἐπὰν τὴν ἀπόφασιν δέξωνται, οὐκ ἔστι παράκλησις. Αιδεσθῶμεν λοιπόν, ἀδελφοί, πόσα τὸν Δεσπότην παροργίζομεν. Αὐτὸς εὐεργετεί, σκέπει, τρέφει, ζωοποιεῖ. Ἡμεῖς δὲ παροργίζομεν, παρακούομεν, παροξύνομεν αὐτόν. Ἕως πότε, ἀδελφοί, ἕως πότε αἱ ἡδοναί; ἕως πότε οὐ νή φωμεν; ἕως τίνος ῥαθυμῶμεν; Οἱ προφῆται νουθετοῦντες ἡτόνησαν· ἀπόστολοι παρακαλοῦντες ἀπέκαμον· εὐαγγελισταί λοιπὸν παρ' ἡμῖν ἑλήρησαν· ὁ Θεὸς παιδεύων ἡτόνησεν, ἵνα οὕτως είπω. Οὐ γὰρ βούλεται, οὐδὲ θέλει οὕτως παιδεῦσαι· οὐ φιλεῖ μα στίξαι, ἀλλ' ἐπιστρέψαι. Θεραπεύσωμεν λοιπὸν καὶ αὐτὸν, ἐπειδὴ τὸν διάβολον ἀεὶ θεραπεύομεν, καὶ τὰ θελήματα αὐτοῦ σπουδαίως εργαζόμεθα. Επιδείξωμεν λοιπὸν τῷ φιλανθρώπῳ θεῷ μετάνοιαν με μεριμνημένην, καὶ κρίσεως ἡμέραν μεμελετημένην, καὶ ἁμαρτίαν παρ' ἡμῖν μεμισημένην, καὶ γνώμην ἐνηλλαγμένην, καὶ καρδίαν συντετριμμένην. "Ανακαι
col. 3259–3260page 13 of 16
PG 86:3259νισθῶμεν πάλιν διὰ μετανοίας, ἐπειδὴ ἐπαλαιώθημεν δι' ἁμαρτίας. Εναλλάξωμεν τὸν βίον, ἵνα καταλλάξωμεν τὸ θεῖον. Πῶς δὲ τοῦτο ἵνα γένηται, ἐγώ λέγω Ερευνησάτω ἕκαστος τὸ ἑαυτοῦ συνειδός· τὸ ἑαυ τοῦ φορτίον, καὶ τὰ ἑαυτοῦ κακὰ κοπτέτω. Ο κλέ στῆς ἐννοῶν τὴν ἐπικειμένην ἀπειλὴν, καὶ τὴν μέλ λουσαν κόλασιν, παυσάσθω τοῦ κλέπτειν· ὁ πόρνος κατανοείτω, καὶ στησάτω πρὸς Θεὸν συνθήκας, ὅτι τῆς τοιαύτης δυσωδίας παύεται. Κἂν δὲ πάλιν πέση, πάλιν ἀναστήτω, καὶ τῷ διαβόλῳ πολεμείτω· καὶ έως θανάτου τούτῳ μή συγχωρείτω. Ο ψεύστης, μηκέτι τῇ προτέρᾳ συνηθείᾳ ἐμμενέτω, ἐννοών τοῦ λέγοντος· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεύδος. Ο φονεύσας, μετανοείτω· "Ανδρα γὰρ είν μάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ο μέθυσος, έννοείτω τὴν τῶν αἰχμαλώτων πεῖναν, καὶ τὴν ἐκ τοῦ οίνου τικτομένην βλάβην, καὶ ἑαυτὸν σωφρονιζέτω. Ο μοιχεύσας, μὴ ἑαυτὸν ἀπογινωσκέτω, ἀλλὰ τὴν ἁμαρ τίαν περικοπτέτω, καὶ τεύξεται συγγνώμης. Χθές ἐλοιδοροῦμεν τὸν πλήσιον· σήμερον αὐτὸν εὐ λογήσωμεν. Χθές κατελαλήσαμεν· σήμερον παυσώμεθα. Χθὲς ἐνυβρίσαμεν· σήμερον [αὐτῷ] μετανοήσωμεν. Χθὲς ἐμνησικακήσαμεν σήμερον συγχωρήσωμεν. Χθές ἐθησαυρήσαμεν σήμερον σκορπίσωμεν. Χθες υπερηφανευόμεθα· σήμερον ταπεινοφρονήσω μεν. Χθὲς ἀδίκως ἐτοκίζομεν· σήμερον καὶ τὰ ἑαυ τῶν μεταδώσωμεν πένησιν. Μὴ μείνωμεν ὅπερ εσμέν, δυσωπῶ, ἵνα μὴ καὶ ἡ ἀπειλὴ μείνῃ ἐφ' ἡμᾶς. Ὅπερ ἐστὶν ἐναλλάξωμεν, καὶ ἡ ὀργὴ πέπαυται. Μὴ εἴπῃς, 'Αμαρτωλός είμι, παράνομος, φονεύς, φαρμακός, λῃστὴς, καὶ οὐ προσδέχεται με. Μηδεν τοιοῦτον εἴπῃς, ἄνθρωπε. Τί γάρ; Διὰ δικαίους ὁ Θεὸς ἦλθεν; Οὐδαμῶς· ἀλλὰ δι' ἡμᾶς τοὺς ἀσώτους, τοὺς ἀνόμους, τοὺς βλασφήμους, τοὺς ἀκαθάρτους, τους βαθύμους, τοὺς πόρνους, τοὺς ψεύστας· δι' ἡμᾶς ἐξ οὐρανοῦ κατῆλθεν· δι᾿ ἡμᾶς ἐν μήτρα ᾤκησεν· δι' ἡμᾶς ἀνεπτύσθη· δι' ἡμᾶς ἐραπίσθη· δι' ἡμᾶς ἐσταυρώθη. Διὸ νίψωμεν, καὶ προσενέγκωμεν αὐτῷ καὶ ἡμεῖς ὑπὲρ τούτων ἁπάντων, ἐξομολόγησιν καὶ ἐπι στροφὴν καρδία;, μήπως ονειδίσῃ ἡμᾶς ἐν καιρῷ κρίσεως, λέγων· 'Δ ἁμαρτωλοὶ καὶ ταλαίπωροι, διὰ τί μου καταφρονήσατε; Οὐ δι' ὑμᾶς ἐνηνθρώπησα; Οὐκ εἶπον ὅτι, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ αμαρτωλούς; Διά τί οὐκ ἐπεστρέψατε; Τί ὑπὲρ ἐμοῦ ὑπεμείνατε; Τί μοι προσφέρετε, ἵνα ὑμᾶς δέξω μας; Τί οὖν μέλλομεν ἔχειν τότε, ἀδελφοί; νηστείαν; ἀγρυπνίαν; μαρτυρίαν; σωφροσύνην; ταπείνωσιν, ἀμνησικακίαν; ἐλεημοσύνην; ἀγάπην; μακροθυμίαν; Οὐδὲν τοιοῦτον ἔχομεν ἀληθῶς, οὐδὲ ἐπράξαμεν ἵνα αὐτῷ προσενέγκωμεν. ᾿Αλλὰ τί ἄρα μεθ' ἡμῶν ἀπέρ χεται, βούλεσθε εἴπω; μὴ λυπήσω λέγων· ἀλήθειαν γὰρ ἐρῶ. Εστιν ἰδεῖν παρ' ἡμῶν ἐνταῦθα ὄντα, καὶ ἐν ἡμῖν ἀπερχόμενα, καὶ τότε θριαμβευόμενα, άδι κίας, μισαδελφίας, φθόνους, ἀκαταστασίας, πορνείας, μέρας, φιλαργυρίας, ἐπιορκίας, καταλαλιάς, λοιδο
col. 3261–3262page 14 of 16
PG 86:3261ρίας, διαβολάς, ψευδομαρτυρίας, αἱρέσεις, διχαστα. σίας. Ταῦτα ἡμῶν τὰ κακὰ ἐφόδια. Αὕτη ἡμῶν ἡ σιδηρᾶ ἄλυσις. Διό πονήσωμεν, παρακαλώ, ὧδε μια κρὸν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ· ἀγωνισώμεθα πρὸς καιρὸν, ἵνα μὴ βασανισθῶμεν αἰωνίως. Ο χρό νας μικρός, ἡ δὲ κρίσις μακρά. Τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ λύων οὐδεὶς, καὶ ὁ σπεύδων νικά. Οὐαὶ τῷ ῥᾳθυμοῦντι, ζητεῖ γὰρ τὸν καιρὸν ἦν καὶ κῶς ἐδαπάνησεν. Οὐαὶ τῷ ἀμελοῦντι, ὅτι ζητήσει σταγόνα ὕδατος ἐν τῷ πυρί. Οὐαὶ τῷ ἀπιστοῦντι τῇ κρίσει, ὅτι διὰ τῶν ἔργων καὶ τῶν βασάνων πεισθήσεται. Οὐαὶ τῷ μὴ μετανοοῦντι, ὅτι πρὸς αὐστηρὸν κριτὴν πορεύεται. Οὐαὶ τῷ μὴ τρέχοντι, ὅτι ἐν ἐρη μίαις αὐλισθήσεται. Οὐαὶ τῷ ἀπελπίζοντι, ὅτι πρὸς ἀποτόμους ἀγγέλους παραδίδοται. Χρυσὸν μὲν γὰρ ὁ ἀπόλλων, ἄλλον εὑρήσει· χρόνων δὲ ὁ ἀπέλων, οὐχ εὑρήσει ἕτερον πρὸς μετάνοιαν. Μὴ φεισώμεθα σώματος, καὶ ψυχὴν ἀπολέσωμεν, ἀλλὰ κατατρίψωμεν αὐτό· ἐπειδή, Μακάριοι οι πεν θοῦντες, οἱ πεινῶντες, οἱ διψώντες, οι ποιοῦντες, ὅτι μέλλουσιν αιωνίων κόπων καὶ κολάσεων ἀπαλ λάττεσθαι. Τὸ σῶμα, πηλός ἐστιν· καὶ ἐλεύσεται ὥρα, καὶ ἡμέρα φοβερὰ καὶ ἀπαραίτητος, καὶ εἰς γῆν ἡ γῆ πορεύεται· καὶ ἡ κόνις πάλιν κόνις γίνε και Νήψωμεν, δυσωπῶ· ὁδοιπορήσωμεν, ὀξυποδήσω μεν· ἐλεύσεται ὄντως ὥρα ἐσχάτη, ἐλεύσεται πάντως μὴ ἑαυτοὺς ἀπατήσωμεν. Εστω καὶ τρυφῶμεν ἔστω καὶ πλουτῶμεν πεντήκοντα, ἢ καὶ ἑκατὸν ἔτη. Εἶτα, καὶ μετὰ τοῦτο, τί; Νόσος. Καὶ ἐκ ταύτης, τί; Αδυναμία. Καὶ ἐκ ταύτης, τί; Ἡ φρικτὴ ἐκείνη ὥρα, ἡ παρὰ πάντων προσδοκωμένη καὶ φριττομένη καὶ ἀμελουμένη. Μέγας, ἀδελφοί μου, ο φόβος τότε γίνεται. Μέγα ιδέσθαι ψυχὴν ὑπὸ ἀγγέλων χωρίζου μένην τοῦ σώματος κενήν· ὑπὸ δαιμόνων λογοθέτου μένην. Μεγάλη ἡ ὥρα τῆς ἀνάγκης καὶ τοῦ χωρι σμοῦ ἐκείνου, ὅταν οἱ ὀφθαλμοὶ ἡμῶν ἀλλοιωθήσον ται· ὅταν ἡ φωνὴ ὑπὸ τῆς συνοχής κρατηθήσεται ὅταν ἡ γλῶσσα τὸν λόγον οὐ δίδωσιν. Εἶτα στρέφομεν τοὺς ὀφθαλμοὺς ὧδε συχνά· τὸ πνεῦμα ταράττεται ἔλιγγιᾷ ἡ ψυχή συστρέφει τὸν νοῦν τῇδε κἀκεῖσε ζητεῖ τὸν ῥυόμενον· τάχα δὲ καὶ τῶν παρεστώτων δέεται· ἴσως δὲ καὶ τῆς κλίνης φεύγειν δοκιμάζομεν. Τοὺς παρεστῶτας ἡμῖν φίλους, ἢ ἀδελφοὺς, ἢ γονεῖς, οὐ γνωρίζομεν· τάχα δὲ γνωρίζοντες, λαλῆσαι αὐτοῖς οὐκ ἰσχύομεν. Τῶν θρηνούντων ἡμᾶς ἀκούομεν καὶ τούτους παραμυθήσασθαι οὐ δυνάμεθα. Τὰ τέκνα ἐδυνώμενα καὶ δακρύοντα βλέπομεν, καὶ τὸν πόνον τῆς ὀρφα νίας αὐτῶν ἔχοντες, πορευόμεθα. Καὶ τί λέγω τέκνα; Ἐμοὶ δοκεῖ ὅτι ἐκείνης τῆς ὥρας καταλαβούσης, ού δεὶς μεριμνᾷ, οὐ τέκνων, οὐ φίλων, οὐκ ἀδελφῶν, οὐ γυναικό;· οὐδὲ ἄλλη φροντίς τις καὶ λύπη συνέχει αὐτὸν, εἰ μὴ ἡ τῶν ἑαυτοῦ παραπτωμάτων, καὶ πως ἀπαντήσει τῷ κριτῇ, καὶ τί ἀπολογήσεται· καὶ ποία
col. 3263–3264page 15 of 16
PG 86:3263Λ ὥρᾳ ἡ ἀπόφασις κατ' αὐτοῦ ἐξέρχεται, καὶ ποῖος εί πος δέξεται; "Αρα τὸ ἐξώτερον σκότος; "Αρα στον ἡμῖν ἐλπὶς ἐλέους; εἶτα ἐννοεῖ ἐξαίφνης, καὶ ἐφίστανται ἄγγελοι ἀπότομοι παρὰ τοῦ Δεσπότου τῶν ψυ χῶν ἀπεσταλμένοι. Τότε τούτους ἡμεῖς θεωροῦντες ἀνευτρέπιστοι όντες, πῶς ἄρα, πῶς μέλλομεν ταράττεσθαι, σπαράσσειν καὶ φεύγειν; δοκιμάζειν μεν, μή δύνασθαι δέ. Τότε ἀτενίζομεν πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς, στυγνῷ προσώπῳ· παρακαλοῦντες, ικετεύοντες, γονυπετεῖν δοκιμάζοντες, λέγομεν· Ἐλεήσατε ἡμᾶς, φιλάνθρωποι ἄγγελοι. Μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν κριτὴν ἀπενέγκητε. Μή με γυμνόν πάσης ἀγαθοεργίας τοῦ σώματος χωρίσητε. Ελεήσατε, μιμούμενοι Δεσπότου φιλανθρωπίαν. Έάσατε ὀλίγον χρόνον μετ τανοῆσαι, στενάξαι, ἐλεημοσύνας ποιῆσαι. Δυσωπῶ, δ τάλας, δυσωπήθητε, παρακαλώ. Παρακλήθητε, δέομαι, διότι κακῶς τὸν ἑαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνή λωσα. Ταῦτα παρ' ἡμῶν τότε ἀκούοντες οἱ ἄγγελοι, λέ γουσι πρὸς ἡμᾶς· ε ἀθλία ψυχή, πάσας σου τὰς ἡμέ ρα; ποῦ ἦς; Διὰ τί ἡμέλησας; Πῶς ἄρτι μετανοήσαι θέλεις; Σοῦ λοιπὸν ὁ ἥλιος ἔδυσεν. Σοῦ ὁ χρόνος τετέ λεσται. Σοῦ τῆς ἀκάρπου ἡ ἐκτομὴ ἔφθασεν. Ὁ Θεὸς ἐκέλευσεν· τίς τὸ ποτήριον ἀποστρέψαι σου δύναται; Ο τάλαινα, ἔξελθε μετὰ αἰσχύνης· χωρίζου μετ' ὀδύνης. Δεύρο, καταδικάζου ἐν πυρὶ αἰωνίῳ, κατὰ τὴν ἀταξίαν σου, καὶ κατὰ τὰς πράξεις σου. Οὐδεμία σου λοιπὸν ἐλπίς. Οὐκ ἔστι σωτηρία· οὐκ ἔστι μετ τάνοια· οὐκ ἔστιν ἀνάκλησις· οὐκ ἔστιν ἔλεος· οὐκ εἰσὶν οἰκτιρμοί· οὐκ ἔχεις παραμυθίαν· οὐκ ἔστιν ἀναμονή· οὐκ ἔχεις φιλανθρωπίαν· οὐκ ἐστὶ σοι λοι πὸν φιλανθρωπία· οὐκ ἔστι σοι λοιπόν ευσπλαγχνία κολαζομένῃ, ἀλλὰ αἰώνιος τιμωρία. Ταῦτα ἀκούσαντες, καὶ πιστεύοντες ἀληθῆ εἶναι, καὶ οὐ μύθους, αγωνισώμεθα, πρὸ τῆς ὥρας ἐκείνης είναι έτοιμοι. Σεσυνήθικα, καὶ οὐ δύναμαι μετανοῆσαι. Οὐχ ὁρᾷς τὰ νήπια τὰ θηλάζειν συνηθίσαντα, πῶς κατὰ μικρὸν, ἀνακόπτομεν; μὴ πλανηθῶμεν, ἀδελφοί. Κρίσις ἐστίν· κόλασις αἰωνία, καὶ πῦρ ἄσβεστον, καὶ σκώληξ ἀκοίμητος, καὶ τάρταρος, καὶ βρυγμός, καὶ κλαυθμός, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν· καὶ οὐ ψεύδεται, μὴ γένοιτο. Ο γὰρ οὐρανὸς, φησὶν, καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Τούτων αὐτοῦ, ἀδελφοί, τῶν φοβερών λόγων, καὶ τῆς φρικτῆς ώρας ἐκείνης τῆς προειρημένης διὰ παντὸς μνημονεύσω μεν· ἐν ἑσπέρᾳ, καὶ πρωί, καὶ μεσημβρίᾳ· ἐν ἀγορᾷ, ἐν ἐκκλησίᾳ, ἐν πανηγύρει, ἐν κλίνῃ, ἐν βαλανείῳ, ἐν τραπέζῃ δοξάζοντες μάλιστα, ἵνα μὴ ὑπὲρ μέτρον τρυφήσωμεν. Μηδέποτε ταύτης επιλαβώμεθα· φησί γὰρ ἡ θεία Γραφή, Υπομιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσῃς. Τάχα δὲ μικρὸν ἐγὼ τοῦ Σοφοῦ τὸν λόγον ἐναλλάτο των, λέγω Υπομιμνήσκου, ὦ ἄνθρωπε, τῶν ἐν αἰχμαλωσίᾳ ἀδελφῶν ἡμῶν, καὶ εἰς αἰῶνα οὐ μὴ ἁμάρτ
col. 3265–3266page 16 of 16
PG 86:3265τῆς· καὶ δυσωπῶ, μὴ αὐτῶν ὡς ἄσπλαγχνοι ἐπιλαθώμεθα· ἀλλ᾽ ἐν παντὶ καιρῷ καὶ τόπῳ μνημονεύ. σωμεν· ὥσπερ τὴν μνήμην τοῦ θανάτου, οὕτως καὶ τὴν ἐκείνων ἐν αὐτοῖς περιφέροντες. Ἐὰν ἐν εὐκτη ρίαις διάγωμεν, ἐκεῖ αὐτῶν μάλιστα μετά δακρύων μνημονεύσωμεν. Κἂν πάλιν ἐν τραπέζῃ ἀνακείμενοι ὑπάρχωμεν, καὶ ἐν αὐτῇ τὴν αἰχμαλωσίαν μνημονεύσωμεν, λέγοντες· Πῶς οἱ ἀδελφοὶ ἡμῶν ἄρτι τῷ λιμῷ δαμάζονται, ἡμεῖς δὲ ἐσθίομεν καὶ εὐφραινόμεθα; Κἂν ἐν τῇ κλίνῃ καθεύδοντες σὺν τῇ συμβίῳ ἐσώμεθα, εκείνων τὴν ἔννοιαν ἀναλάβωμεν ἐκπλητο τόμενοι, καὶ λέγοντε· Πῶς οἱ εὐγενέστεροι ἡμῶν σὺν τοῖς θηρίοις ἐν τῇ ὥρᾳ ταύτῃ ἐν ἐρήμοις ἐπὶ τοῦ ἐδάφους καθεύδουσιν; Οὐκ αἰσχυνόμεθα, ἀδελφοί, οὐδὲ τὴν μέλλουσαν κρίσιν φρίττομεν· ὅτι περ ἡμεῖς σηρικὰ καὶ βύσσι- @ να ἐνδεδυμένοι ἐν τῇ ἐκκλησίᾳ ἐρχόμεθα, τοὺς ἀδελ φοὺς ἡμῶν πρὸ τῶν πυλῶν τῆς ἐκκλησία; γυμνούς καὶ ἐῤῥιμμένους καὶ ταλαιπώρους παραβλέποντες; Ακουέτωσαν αἱ κοσμούμεναι καὶ καλλωπιζόμεναι, καὶ παυσάσθωσαν. Τί ποιεῖς ὦ γύναι, τῷ καιρῷ οὐ πρέποντα πράγματα; Αρά σε οὐ μαστίζει χαλεπῶς τὸ συνειδῆς, ὅτι περ ἐν τοιαύτῃ ἀπειλή χρυσῷ καὶ μαργαρίταις καταχού σμῆσαι σου τὸν τράχηλον, τὰς χεῖρας, τοὺς πόδας, την ζώνην, βλέπουσα τοὺς τοὺς ἀδελφούς, ἴσως δὲ καὶ εὐγενεστέρους, σιδήροις, καὶ κλοιοῖς, καὶ ξύλοις πεπε δημένους, καὶ πεφορτωμένους, καὶ καταβαρουμένους; Οὐκ αἰδούμεία; Οὐ συστελλόμεθα τῶν τοιούτων πρα γμάτων; ᾿Αλλὰ τί εὐθέως τῶν τοιούτων ἀφρόνων τὰ ῥήματα; Διὰ τοῦτο, φησὶν, δέδωκέν μοι ὁ Θεὸς ἵνα αὐτῶν ἀπο λαύσω, καὶ ἐν αὐτοῖς εὐφραίνωμαι. Πεπλάνησαν, ἄν θρωπε. Ελυτρώσατό σε Χριστό;· πλοῦτόν σοι δέδω χεν, ἵνα τοὺς σοὺς ἀδελφοὺς λυτρώσῃς· ἵνα αὐτοῖς συμπαθήσῃς, καὶ διὰ τῆς συμπαθείας, ἑαυτὸν ὄντως σώσῃς. Εκδυσαι συντόμως τα περιττὰ καὶ ἀνόνητα μᾶλλον δὲ τὰ βλαβερὰ καὶ ὀλέθρια. Πείνασον ὀξέως. Διαθρυψον πεινῶσι τὸν ἄρτον. Σῶσον κηδεύοντας. Αν γυμνὸν ἴδῃς, τοῦτον ἔνδυσον, ἐννοῶν ὅτι γυμνὸς πρὸς τὸν κριτὴν ἀπελεύσῃ. Ἐὰν ξένον θεάσῃ, ὑπόδεξαι δι' αὐτοῦ Χριστὸν, τὸν διὰ σὲ ἐπὶ γῆς ξενιτεύσαντα. "Αν χρεωφειλέτην λάβης απορήσαντα, γονυπετοῦντα, δυσωποῦντα, ἄφεσιν παρακαλοῦντα, κατανύγηθι· πα σαν ὀφειλὴν εὔλογον, ἢ ἄλογον διάῤῥηξον. "Αν ασθε νοῦντα ὄψει, οξέως περιποίησαι· τὴν σὴν ὑγείαν αἰδέ σθητι. Αν αἰχμάλωτον θεάσῃ δακρύοντα, προσπίπτοντα, ταλαιπωροῦντα, χειμαζόμενον, τόπον ἐκ τό που πρὸς εὐποιίαν μετερχόμενον, μαστιζόμενον ὑπὲρ Χριστοῦ, καταπονούμενον, καὶ ὡς κτήνος πιπρασκόμενον· μὴ μόνον χρήματα, ἀλλ᾽ εἰ δυνατόν, τὰ ἑαυτῶν σώματα μεταδώσωμεν. Καλὸν γὰρ ἀγορῆσαι Χριστὸν πιπρασκόμενον. Τὴν γὰρ κρίσιν πᾶσαν αὐτὸς πεπί στευται· καὶ μέλλει ἡμῖν, ὡς Θεός, τὴν βασιλείαν χαρίζεσθαι. Οὐκ ἀκούομεν τί ὁ πλούσιος ἐκεῖνος ἔπαθεν; Επειδή
Page scan enlarged

Notebook

Full View