PG 87Procopius Gazaeus
Commentary on Isaiah
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 87:2208Ὡς ἂν δὲ μὴ περὶ αὐτῶν εἰρῆσθαι ταῦτα παῖδες Ἰουδαίων νομίσωσι, τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν χάριν παρίστησι· Καὶ ποιήσει , λέγων, Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο . Τί δὲ ποιήσει ; Κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς, ποτὸν ἑξῆς εἴρηται· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, πίονται εὐφροσύνην, πίονται οἶνον . Οὐκ ἄρα τῷ Ἰουδαίων λαῷ τὸ συμπόσιον, πᾶσι δὲ τοῖς ἔθνεσι λέγει παρασκευάσειν τὸν Κύριον. Οὐκ ἐν φάραγξιν, οὐδ’ ἐν πεδίοις, οὐδ’ ἐν πολλοῖς ὄρεσιν, οὐδ’ ὡς ἔτυχεν ἐπί τινος ὄρους , ἀλλ’ ἐπ’ ἐκεῖνο περὶ οὗπερ ἔφησε δεικτικῶς, ἐπὶ τὸ ὅρος τοῦτο . Ποῖον. ἢ τὸ δηλωθὲν ἐν τῷ Βασιλεύσει, Κύριος ἐν ὄρει Σιών; Ἐκεῖ τοῖς ἔθνεσι τὸ συμπόσιον, καὶ τὸ τῆς ἀθανασίας ποτὸν, περὶ οὖ φησιν ὁ Παῦλος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ.» Ἐν οἷς οἱ ἀπὸ τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν, πίονται εὐφροσύνην, καὶ πίονται τῆς ἀληθινῆς οἶνον ἀμπέλου. Περὶ οὗ ὁ Σωτὴρ ἔλεγεν· Οὐ μὴ πίω αὐτὸ, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ἀλλὰ καὶ χρίσονται μῦρον , οὐκέτι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ληψόμενοι, ἀλλ’ αὐτοῦ τοῦ πληρώματος τῆς θεότητος μεθέξοντες τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οὐκ ἐκ μέρους ἔτι γινώσκοντες, καὶ ἐκ μέρους προφητεύοντες, ἀλλ’ ἐκ τοῦ τελείου μέτοχοι γενόμενοι τοῦ Χριστοῦ ὡς καὶ αὐτοὺς ἀποφανθῆναι χριστοὺς, Θεοῦ τε υἱοὺς, καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ. Κατὰ δὲ τοὺς περὶ τῆς ἐπιδημίας εἰρῆσθαι λέγοντας, ὄρος μὲν ἡ Ἐκκλησία οὖσα σκοπευτήριον, καὶ ὅρασις εἰρήνης, διὰ τὸ τῶν δογμάτων ὑψηλὸν καὶ τῶν ψυχῶν τὸ ἀτάραχον· οἶνος δὲ καὶ μῦρον , σαφῶς τὸ μυστικὸν χρίσμα, καὶ τὸ σωτήριον αἷμα παρέστησεν. Γράφει γὰρ καὶ ὁ μακάριος Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου.» Τούτῳ γὰρ οἱ βαπτιζόμενοι χρίονται, σύμβολον τοῦ μεταλαχεῖν τοῦ θείου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλ’ ἐπεὶ τούτων ἀνάξιος Ἰσραήλ· Παράδος αὐτὰ , φησὶ, τοῖς ἔθνεσιν , ὥσπερ τις παρακαταθήκην ἐν μυστηρίῳ παραδίδωσι. Διὸ καὶ θαυμαστὰ , καὶ βουλὴν ἀρχαίαν ἔλεγεν ὁ προφήτης αὐτά. Οὐ γὰρ ὥσπερ ὁ πάλαι νόμος δι’ ἀγγέλων λαληθεὶς ἐδόθη μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ Χριστὸς τῶν ἐθνῶν ἡ προσδοκία· κατὰ τό·
PG 87:2210«Καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Τὸ δὲ αὐτὸ, φησὶν, ἦθος ὁ προφήτης ἐφύλαξεν· ὡς γὰρ παραμυθούμενος τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἄλλων ἐθνῶν ἔλεγε τὴν ἀπώλειαν διικνουμένων, διὰ πάντων τοῦ Θεοῦ δεικνύων τὴν πρόνοιαν. Ὠλιγώρουν γὰρ οἱ ἐξ Ἰσραὴλ, συνεχέσιν ἐλέγχοις καὶ παιδείαις ὁρῶντες αὐτοῖς ἐπικείμενον τὸν Θεὸν, οὐ φιλανθρωπίας Θεοῦ ταῦτα δοκοῦντες τεκμήρια, τῆς δὲ ἰδίας ἀπωλείας ἐνθήκην ἐν ἐλευθερίᾳ διάγειν τὰ ἔθνη νομίζοντες, ὡς ἂν μὴ ὄντα ὑπὸ Θεόν. Μηδὲ γὰρ δίκην αὐτοὺς ἐφ’ οἷς ἐπλημμέλουν εἰσπράττεσθαι. Οὔτω καὶ νῦν διὰ τῶν χρηστοτέρων τὴν εἰς ἅπαντας κηδεμονίαν ἐδήλωσεν. Οὐ γὰρ τοῖς ἔθνεσι ταῦτα περινοστῶν ὁ προφήτης ἀπήγγελλεν· ἀλλὰ τοὺς Ἰουδαίους ἐπαίδευε τὰ μετὰ πλείστους γενησόμενα χρόνους, πιστούμενος αὐτὰ διὰ τῶν ὅσον οὔπω γενησομένων ὑπ’ Ἀσσυρίων. Πῶς δὲ τεύξεται τούτων τὰ ἐξ ἀρχῆς ἀσεβοῦντα, παρίστησιν ἔθνη διὰ Χριστοῦ φυγόντα τῆς εἰδωλολατρείας τὸν θάνατον , ἐφ’ ᾧ ἂν αὐτά τις ἐδάκρυσεν ὄνειδος ἔχοντα τὴν ἀσέβειαν. Ἦν δὲ τὸ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαιομένων ἀπώλειαν ὑπὸ τοῦ διαβόλου γεγενημένην, ὃς καὶ θάνατος εἴρηται.
Ὅσον μὲν οὖν ἧκεν εἰς τοὺς ἀνθρώπους, ἀπώλοντο· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία τὸν ὀνειδισμὸν αὐτῶν τῆς ἐφυβρίστου δουλείας τοῦ διαβόλου ἀφείλετο. Εἴποις δ’ ἂν, καὶ ὡς ἐπὶ καιροῦ πάνυ, τῇ τοῦ μυστηρίου παραδόσει καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Διὸ καὶ σαρκὸς ἀνάστασιν ἐν τῷ τοῦ βαπτίσματος ὁμολογοῦμεν καιρῷ, καὶ ὡς διὰ τοῦ Ἀδὰμ καταδραμὼν τοῦ γένους τῶν ἀνθρώπων ὁ θάνατος , θρήνων ἡμῖν ὑποθέσεις καὶ δακρύων παρέσχετο. Τούτου δὲ φυγὴν ἡ τριήμερος παρέσχε τοῦ Σωτῆρος ἀνάστασις πρωτοτόκου γεγονότος ἐκ τῶν νεκρῶν καὶ ἀπαρχῆς τῶν κεκοιμημένων. Ἕψεται δὲ τῇ ἀπαρχῇ καὶ πρώτῳ τὰ μετὰ ταῦτα, τοῦτ’ ἔστιν ἡμεῖς, οὓς διαῤῥήξας τὸν σάκκον περιέζωσεν εὐφροσύνην, ὡς ἐπεμβαίνειν τῷ θανάτῳ. «Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.» Πᾶν οὖν ἡμῶν ἀφῄρηται δάκρυον , διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως οὐ λυπουμένων ἀμέτρως, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δέ φησι τοῦ λαοῦ τὸν θάνατον , ὡς ἐκ τῆς ἡμῶν παραβάσεως ἐσχηκότα τὴν γένεσιν· ἢ καὶ τὴν ἁμαρτίαν, δι’ ἧς ἐκβέβηκεν ἡ φθορά.
PG 87:2211Ἀλλ’ ἐπεὶ πολλοῖς ἄπιστον τῆς ἀναστάσεως τὸ μυστήριον, ὄντως ὑπάρχον παράδοξον, φησὶν, ὅτι Τὸ στόμα Κυρίου ἐλάλησεν . Ἤγουν ἐπειδὴ λίαν ἦν ἄπιστον, ἐκ τῶν ἐθνῶν ἀπολεῖσθαι τὴν πλάνην, εἰκότως τοῦτο προσέθηκεν. Εἰ δὲ τῆς εἰδωλολατρείας ἔτι σώζεται λείψανον, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ δείκνυσθαι τίνων ἡμᾶς ὁ Λυτρωτὴς ἠλευθέρωσε πάλαι τῶν ἀνθρώπων θυσίαν τὰ τέκνα προσαγόντων τοῖς δαίμοσι. Καὶ τὸ ἐφ’ ἡμῖν δὲ οὕτως ἐκ τῆς αὐτεξουσίου γνώμης ἐδείκνυτο. Τὸ δὲ ἐπὶ τὸ ὄρος , κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διάνοιαν ἑτέραν παρίστησι. Σαφῶς γὰρ οὕτως ἐξέδωκε Σύμμαχος· Καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρῆσις ἡ κεκριμένη κατὰ πάντων τῶν ἐθνῶν, καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. Καὶ ἐξαλείψει Κύριος ὁ Θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι Κύριος ἐλάλησεν .
Οἷς Ἀκύλας καὶ Θεοδοτίων συμφώνως ἐξέδωκαν, δηλοῦντες ὡς ὅτ’ ἂν τὸ συμπόσιον ἐν ὄρει τῷ προειρημένῳ ποιήσει τοῖς ἔθνεσι Κύριος, μετασχεῖν ἀξιώσας τῶν ἀῤῥήτων αὐτοῦ μυστηρίων, τὸ τηνικαῦτα τοῦ ἐξουσιαστοῦ τὸ πρόσωπον καταποντίσας , ἀφανὲς γενέσθαι ποιήσειεν τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν, τοῦτ’ ἔστι τοῦ θανάτου νῦν μὲν ἐξουσιαστοῦ ῥηθέντος, παρὰ δὲ τῷ Ἀποστόλῳ βασιλέως, ἐβασίλευσε λέγοντος ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως. Ἐπεὶ τοίνυν ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος , εἰκότως ταῦτά φησιν. Ἀντὶ δὲ τοῦ προσώπου τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας Σύμμαχός τε καὶ Θεοδοτίων ἐξέδωκαν, οὕτω δηλοῦντες τὸ ἀφεγγές τε καὶ σκότους πλῆρες τοῦ θανάτου χωρίον. Τότε τοίνυν, ὅτεπερ οἱ ἅγιοι συμβασιλεύσωσι τῷ Χριστῷ, ὁ πάντας καταπίνων καταποθήσεται θάνατος . Τὸ δὲ αἴτιον ἡ χρίσις, δι’ ἣν οὐκ ἔτι θανάτῳ δουλεύσουσιν. Ἅπερ ὠφελημένος ὁ θεῖος Ἀπόστολος ἔφασκε· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν,» καὶ τὰ ἐπ’ αὐτοῖς. Ὅτε καὶ πᾶν ὄνειδος ἀφαιρεθήσεται. Ὄνειδος γὰρ ἦν τοῖς κατ’ εἰκόνα Θεοῦ πεποιημένοις ἀνθρώποις, τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς. θιβ.
PG 87:2213Καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ’ ὃν ἠλπίζομεν. Καὶ ἠγαλλιώμεθα, ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, κ.τ.λ. Καταποθέντος τοῦ θανάτου κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, οἱ τοῦ νέου αἰῶνος υἱοὶ χαριστήριον ᾄσουσιν ᾠδὴν τὸν ἑαυτῶν Σωτῆρα θεώμενοι λέγοντες· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν , τὸν πρὶν ἐλπισθέντα νῦν ὁρῶντες ἡδόμεθα, τὰ ἐπιόντα λυπηρὰ δι’ αὐτὸν καρτερήσαντες. Ἀνθ’ ὧν ἐν τῷ τῆς βασιλείας ὄρει , τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσι. Ἡ δὲ Μωαβῖτις , κατὰ δὲ τὴν Ἑβραί̈δα Μωὰβ , τῆς ἀσεβείας ὑφέξει τὴν δίκην. Ἀντὶ δὲ τοῦ ἀλοηθήσεται , Σύμμαχος ἐξέδωκεν ἁλοήσομεν . Τίνες δὲ οἱ ἁλοῶντες, ἑξῆς ἐπιφέρει λέγων· Καὶ πατήσουσιν αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα . Νόει δὲ Μωὰβ , τὸν παρὰ Μωαβίταις τιμώμενον δαίμονα κατὰ Θεοῦ μὲν ἐπαρθέντα, συντρίψαντα δὲ τοὺς ὑφ’ ἑαυτῷ, καὶ αὐτὸν δὲ τὸν Ἰσραὴλ τῷ Βεελφεγὼρ τελεσθῆναι ποιήσαντα· καὶ ἐν τῇδε περὶ Μωὰβ ἔλεγεν ὁράσει, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Περὶ οὗ καὶ ὁ Ἱερεμίας φησί·
«Καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ.» Καὶ πάλιν· «Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς.» Οἷος δὲ ἦν, δηλοῖ λέγων· «Ἐγγὺς ἡμέρα Μωὰβ, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα.» Καὶ πάλιν· «Ἴδετε πῶς συνετρίβη βακτηρία εὐκλεής.» Καὶ πάλιν· «Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. Δήσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγάλυνεν.» Καὶ πάλιν· «Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτὸς, ἐπειδὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραήλ.» Καὶ ἑξῆς· «Ἤκουσα, φησὶν, ὕβριν Μωὰβ, ὕβρισεν σφόδρα τὸ ὕψος καὶ ὑπερηφανία.» Ἐπειδὴ οὖν φοβερὸς Ἰουδαίοις νενόμιστο, παρίστησιν αὐτοῦ τὴν ἐν τῷ μέλλοντι κρίσιν. Ἀντὶ δὲ τοῦ, Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ οἴκου σου ταπεινώσει , Σύμμαχος, Καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τειχῶν σου κύψει , φησί. Τεῖχος δὲ καὶ ὀχύρωμα αἱ δυνάμεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο . Νοήσεις δὲ δι’ ἑνὸς, οἷα πείσονται καὶ οἱ τὰ λοιπὰ τῶν ἐθνῶν ἀπατήσαντες δαίμονες. Τοῦτο γὰρ ἡμῖν ὁ προφήτης κατέλιπεν. ΚΕΦΑΛ. Κ. αη. Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας, λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τὸ τεῖχος, καὶ περίτειχος.
PG 87:2215Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, κ.τ.λ. Μετὰ δὲ τὴν τούτων ἀπώλειαν Χριστοῦ βασιλεύοντος τῶν ὑφ’ αὑτῷ κατὰ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἣν Ἰουδαίαν καλεῖ τὸ πλάτος ἐκείνης μηνύων τῆς πόλεως· τὸ δὲ ἐν αὐτῇ τῶν ἁγίων πολίτευμα, πόλιν Θεοῦ , ἀκολούθως τῇ χώρᾳ τῆς ἐπὶ γῆς Ἰερουσαλὴμ, ἄμα μὲν ὑποδηλῶν τὴν ἀλήθειαν, ἅμα δὲ τοὺς Ἰουδαίους παραμυθούμενος [καὶ] εἰς τὴν τῶν προκειμένων ἐλπίδα προτρέπων, οἳ τυχόντες τῶν ἐπαγγελιῶν ᾄσουσιν ᾆσμα τὸ ἐπουράνιον. Τὸ δὲ ᾆσμα· Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν . Ἡ κάτω γὰρ ἐπὶ γῆς οὐκ ὀχυρὰ πολλάκις ἁλοῦσα. Ἡ δὲ ἄνω, καὶ ὀχυρὰ , καὶ σωτήριον , ὅπερ Ἰησοῦς ἡ τῶν Ἑβραίων ἔφη φωνή. Αὐτὸς γὰρ τῶν μακαρίων Σωτὴρ, πόλις, τεῖχός τε, καὶ περίτειχος . Ταύτης δὲ πύλας , τὰς διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους νοήσομεν, ἃς ἀνοιγῆναί φησιν οὐκ Ἰουδαίοις, ἢ τῷ Ἰσραὴλ, ἢ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ τοῖς δικαιοσύνην , καὶ ἀλήθειαν , καὶ εἰρήνην φυλάττουσι . Περὶ ὧν πᾶς ἐρεῖ θεοφιλής· «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.« Ἀνοίγονται δὲ αὐτοῖς, ἐπειδήπερ ἐπὶ σοὶ ἤλπισαν ἕως τοῦ αἰῶνος , ὃς καθεῖλες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς καὶ τὰς πόλεις αὐτῶν, καθεῖλες, συντέλειαν τοῦ θνητοῦ ποιησάμενος βίου, ἢ τὰς ἀσεβεῖς αὐτῶν πολιτείας ἠφάνισας. Συνῳδὰ ταῦτα τοῖς εἰρημένοις, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τοὺς δὲ σοὺς πραεῖς ἄνδρας, οὓς ἔφης κληρονομῆσαι τὴν γῆν, ταπεινοὺς ὄντας πρότερον, κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας, κατακρατεῖν αὐτοὺς τῶν πάλαι ποιήσας ὑπερηφάνων τὰς κεφαλὰς, ὅτε καὶ ἡ τῶν ἀσεβῶν ὁδὸς εὐθεῖα , μηδενὸς αὐτοῖς ἐκ ποδῶν ἔτι καθεστῶτος, οὗπερ αἴτιον ἡ τοῦ Θεοῦ δικαιοκρισία . Τὴν δὲ προκειμένην ῥῆσίν τινες ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐξέλαβον. Τὸν γὰρ τὰ σύμβολα παραδεδωκότα τὰ μυστικὰ, περὶ ὧν ἔλεγεν, Θεὸν ὄντα γνώσεσθαι τοὺς ταῦτα λαβόντας, εἰ καὶ γέγονεν ἐν σαρκί. Τὸν δὲ λόγον ἁρμόττειν φασὶ τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ προσεδόκων αὐτὸν, ἐκ τῶν Γραφῶν ὡς ἥξει μαθόντες· ὡς ἐδήλωσε Συμεών τε, καὶ Ζαχαρίας, ὡς εἴρηται, τυχόντες ἧς εἶχον ἐλπίδος.
PG 87:2216Οἱ δὲ τοιοῦτοι προσομολογοῦσιν ἐπὶ τὸ ὄρος τοῦτο δώσειν ἀναπαύσειν τὸν Θεὸν , δηλονότι τὴν Ἐκκλησίαν, καὶ Χριστὸς γὰρ ἐβόα· «Δεῦτε πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Δι’ αὐτοῦ γὰρ ἀπεθέμεθα τὸ τῆς ἁμαρτίας φορτίον, καὶ τοῦ φόβοι τῶν ἐπὶ ταύτῃ κολάσεων. Προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθά. Γέγραπται γὰρ περὶ τῶν ἁγίων, ὅτι εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Εἶτα δείκνυσι τὴν ἐπὶ τῇ τῶν μυστικῶν παραδόσει τῆς εἰδωλολατρείας κατάλυσιν, τοῖς τῶν πιστευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ, διὰ τὸν δόντα πατεῖν αὐτοῖς ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Διὰ μιᾶς δὲ χώρας εἰδωλολατρούσης, πάσας ἐδήλωσεν. Τὰς δὲ χεῖρας ἀνήσει , φησὶν, ὁ τῆς εἰδωλολατρείας εὑρετὴς, ἐκλυομένης αὐτοῦ τῆς δυνάμεως, δι’ ἧς ἐταπείνου τὸν ἄνθρωπον. Ἀντὶ δὲ τῆς ἐνεργείας τὴν χεῖρα παρείληφε, δι’ ἧς ὑπέταξεν ἑαυτῷ τοὺς ἐπ’ ἔργοις ἀγαθοῖς ἐκτισμένους ὑπὸ Θεοῦ. Πρὸς αὐτὴν δὲ τὸν λόγον ἀποστρέψας τὴν Μωαβῖτιν, ὕψος καταφυγῆς τοῦ τοίχου τὸ ταπεινούμενον αὐτόν φησι τὸν τῆς ἀπάτης καὶ τῆς εἰδωλολατρείας προεστηκότα .... θιε.
Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾖ ἐπεθύμει ἡ ψυχή μου. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴς, κ.τ.λ ... εἰς τὴν ἐπιοῦσαν ἡμέραν. Ὥσπερ δὲ ἐν παντὶ ῥήματι Θεοῦ τρέφεται ἡ ψυχὴ , οὕτω καὶ ἐν παντὶ προστάγματι καταυγάζεται. Σπουδὴ τοίνυν ἔστω τὴν δικαιοσύνην μαθεῖν . Διδακτὸν γὰρ οὐ φυσικὸν, ὡς τὸ ὁρᾷν τε καὶ ἀκούειν, μυσταγωγὸς δὲ πρὸς τοῦτο Χριστὸς, ἐφ’ οὗ λέγεται τό· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Τοῦτο δὲ καὶ νῦν τοῖς ἐκ τῶν ἐθνῶν πεπιστευκόσιν ὁ προφήτης παρακελεύεται, ὅπερ ἔοικε τῷ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ νῦν γὰρ ὁ προφήτης πάντας καλεῖ πρὸς τὴν εὐαγγελικὴν δικαιοσύνην τοὺς ἀνὰ πᾶσαν οἰκοῦντας τὴν γῆν, οὐ τοὺς ἐξ Ἰσραὴλ μόνους, ὡς τοῦ Μωσέως ὁ νόμος· τὸ δὲ ἀπειθεῖν οὐκ ἀζήμιον. Πέπαυται γὰρ ὁ ἀσεβὴς οἰχόμενος πρὸς ἀπώλειαν, πᾶς ὃς ἂν μὴ μάθῃ δικαιοσύνην μηδὲ ποιήσῃ ἀλήθειαν , τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ δηλονότι λατρείαν τε καὶ προσκύνησιν.
PG 87:2218Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν. Χριστὸς δὲ μόνος ἀλήθεια , ὃς καὶ γέγονεν ἡμῖν παρὰ τοῦ Πατέρος δικαιοσύνη , καὶ ἃ δεῖ παραγγέλλει δικαιοσύνη τέ ἐστι καὶ ἀλήθεια. Αἴρεται δὲ ὁ ἀσεβὴς, ἴνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου . Φησὶ γάρ· «Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται.» Μὴ συνὼν γὰρ Χριστῷ, πῶς ὄψεται τὴν δόξαν αὐτοῦ; Λαμβάνεται δὲ τοῦτο καὶ εἰς τὸν διάβολον, καὶ τοὺς ἀγνώμονας Ἰουδαίους. Ἀπειλοῦντος γὰρ τοῦ Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην , εἰς ἀνάμνησιν ὁ προφήτης ἦλθε τῆς τοῦ Ἰσραὴλ ἐξ ἀπειθείας ἀγνοίας. Ὁ μὲν γὰρ τοῦ Θεοῦ Υἱὸς βραχίων λεγόμενος τοῦ Πατέρος, δι’ οὗ τὰ πάντα γέγονε, σαρκωθεὶς ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς διὰ πίστεως, τὰ ὑπὲρ φύσιν καὶ λόγον εἰργάζετο, διὰ τούτων, ὡς Θεὸς εἴη, δεικνύς. Διόπερ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι.» Οἱ δὲ ὁρῶντες καὶ διδασκόμενοι, πρὸς τῷ μὴ πιστεύειν, Σαμαρείτην, καὶ δαιμονῶντα, καὶ μέθυσον, καὶ τέκτονος ἐκάλουν υἱόν.
Σωζομένων δὲ τῶν ἐθνῶν, πονηρῷ καιόμενοι ζήλῳ, πυρίκαυστοι γενέσθαι μᾶλλον ἤθελον, ἢ ταῦτα βλέπειν σωζόμενα. Τοῦτο δὲ καὶ ἐπὶ τῇ τοῦ Σωτῆρος γεννήσει πεπονθέναι φησὶν αὐτοὺς ὁ προφήτης, ὅτι παιδίον ἐγεννήθη ἡμῖν Υἱός. Διὸ πρὸς τὸν Πατέρα φησὶν ὁ προφήτης· Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐχ ᾔδεισαν . Ὡς δὴ κοινοῦ τινος ὑπερορῶντες ἀνθρώπου, διὰ τῶν ἔργων αὐτὸν ἐπιγινώσκειν ὀφείλοντες. Γνόντες δὲ αὐτοῦ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, αἰσχυνθήσονται , ὅτε καὶ ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν, ὡς ἂν μὴ πᾶσιν ἔκπυστον γένηται. Αἰσχυνθήσονται δὲ καὶ ὅτ’ ἂν ἴδωσιν αὐτὸν ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατέρος, ὅτε καὶ τοῦ νυμφῶνος ἐκκλείονται οἱ διὰ τοὺς πατέρας τετιμημένοι. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, νῦν δὲ καὶ τότε τὰ ἔθνη ζηλώσουσι πυρὶ τῷ αἰωνίῳ παραπεμπόμενοι. «Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπὶ οὐκ ἔθνει.» Ὑπὲρ δὲ τούτων αἰτεῖ τὸν Θεὸν ὁ προφήτης τὴν πρὸς αὐτὸν εἰρήνην τούτοις δωρήσασθαι. Οὕτω γὰρ πλήρη παρὰ σοῦ τὴν χάριν ληψόμεθα, τοσαῦτα διὰ τοὺς πατέρας τετιμημένοι.
PG 87:2220Καὶ περὶ ἑαυτοῦ δὲ τοῦτο λέγοι ἂν ὁ προφήτης ὁμολογῶν ὡς πολλὰς παρὰ σοῦ λαβὼν εὐεργεσίας, ταύτην μεγίστην ὁμολογήσω τὴν πρὸς σὲ τοῦ ἔθνους εἰρήνην . Κατὰ τό· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ .» Οὗ δὴ γεγονότος. κτῆσις ἐσόμεθα καὶ κλῆρος Θεοῦ, οὐδένα ἄλλον εἰδότες , τῷ σῷ νόμῳ πειθόμενοι λέγοντι· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Λέγοι δ’ ἂν εἰρήνην καὶ τὸν περὶ οὗ λέλεκται, «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.» Τὸ δὲ, πάντα γὰρ ἀπέδωκας ἡμῖν , φασί τινες δηλοῦν τὴν κατ’ ἀξίαν τῶν ἁμαρτημάτων δίκην αὐτοῖς ἐπαχθεῖσαν. Ἐκείνων γὰρ δικαίως ἡμῖν ἐπαχθέντων, δὸς τὸν μόνον ἀπαλλάξαι τῆς πρὸς σὲ δυσμενείας δυνάμενον. Λόγῳ μὲν δεσποτείας ἅπαντα σά . Γένοιτο δὲ διὰ Χριστοῦ καὶ λυτρωθέντας ἡμᾶς τῆς ἐν ἁμαρτίαις νεκρώσεως , οἰκείωσιν ἔχειν τὴν σὴν, ὅτε καὶ τίνων ἐῤῥύσθημεν εἰδότες, ἄλλον οὐκ ἔτι γνωσόμεθα .
Οἱ δὲ τῇ στερήσει τῆς ζωτικῆς δικαιωσύνης ἐμμείναντες, καὶ νεκρωθέντες διὰ τὰ τῷ Θεῷ, μένουσιν οὕτως, οὐκ ἔχοντες ἴασιν , μηδενὶ τῶν ἰᾶσθαι δυναμένων πνευματικῶν διδασκάλων πειθόμενοι. Διὸ φειδόμενος αὐτῶν, ἀπολέσθαι πεποίηκας , μὴ παριδὼν ἐν κακίᾳ χρόνον ἐπιζῆσαι μακρότερον, ὡς ἂν μὴ χείρους ὦσιν ἐν τοῖς τῆς ἁμαρτίας γεννήμασιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ τὰ ρκ συνέτεμεν ἔτη, καὶ τὰ ξ τὰ διὰ τοῦ παρόντος εἰρημένα προφήτου, συμφώνως οἷς ὁ νζ λέγει ψαλμός· «Ἄνδρες αἱμάτων καὶ δόλιοι οὐ μὴ ἡμισεύσουσι τὰ ἡμέρας.» Καὶ πάλιν· «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν.» Τινὲς δέ φασι δύνασθαι νοεῖν νεκροὺς καὶ οὓς ἤγειρεν ὁ Χριστὸς, ὡς τὸν Λάζαρον· οὓς οὐκ ἂν ἕτερος ἀνέστησεν ἰατρός . Ὅπερ ἔδει σκοποῦντα τὸν Ἰςραὴλ, Θεὸν ὁμολογῆσαι Χριστόν. Τοῦτο δὲ μὴ ποιήσας, ἀπώλετο . Πλὴν οὐκ ἄρδην. Σέσωσται γὰρ τὸ κατάλειμμα. Πᾶν δὲ ἄρσεν αὐτῶν ἐστι, τὸ ἡγούμενον τάγμα. Τὸ γὰρ ἄῤῥεν ἡγεῖται τοῦ θήλεως. Εἴποις δ’ ἂν καὶ τοὺς ἐν συνέσει τῇ τοῦ νόμου νεανικοὺς κατὰ τὸ προφητικὸν τό· Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς. Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς.
PG 87:2221Τοιοῦτον καὶ τό· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί·» οἷς αἰτεῖ προστεθῆναι κακά . Οὐ μόνον γὰρ τῆς Θεὸν ἐξέπεσον οἰκειότητος, δι’ ὧν εἰς αὐτὸν ἐπαρῴνησαν, ἀλλὰ καὶ ταῖς ἐκ τῶν πολεμίων ἀπώλοντο συμφοραῖς. Τοὺς δὲ ἄῤῥενας ῥηθέντας, καὶ ἐνδόξους ἐκάλεσεν, ὡς τῶν λοιπῶν ὑπερέχοντας, ὥσπερ οὖν καὶ κακὰ , τὰ κακωτικά. Ὡς τὸ, «Ὁ κτίζων κακά.» Καὶ τὸ, «Οὐκ ἔστι κακία ἐκ πόλει, ἣν Κύριος οὐκ ἐποίησεν.» ιιθ. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡσεὶ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου, κ.τ.λ. Ὡσανεὶ παροῦσαν τὴν καθόλου κρίσιν ὁ προφήτης ὁρῶν, καὶ τῷ τοῦ Θεοῦ παριστάμενος βήματι, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δὲ ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ. Καὶ ποτὲ μὲν καταλέγει τὰς ἐκ Θεοῦ τοῖς ἀγαθοῖς ἀμοιβὰς, ποτὲ δὲ τὰς κατ’ αὐτῶν καταλέγει τιμωρίας, πάντα παιδεύων ἠμᾶς ἅπερ αὐτὸς ἐκ τοῦ Πνεύματος ἐπαιδεύετο .
Φησὶν οὖν ὡς ὅτε καιρὸς ἦν, τὴν στενὴν καὶ τεθλιμμένην ὑπὲρ τῶν τῆς εὐσεβείας ἀγώνων ὁδεύοντες, ὑπὸ τῆς σῆς ἐδυναμούμεθα μνήμης , ὥς τε λέγειν, θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι. Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι. Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Ἐπαίδευεν γὰρ ἡμᾶς ἡ θλίψις , εἰδότας ὅτι ὃν ἀγαπᾷ Κύριος παιδεύει. Τῷ γὰρ σῷ πόθῳ πᾶσα θλίψις μικρά τις ἡμῖν ἐνομίζετο λογιζομένοις, ὡς Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς . Διὸ πᾶσαν ὑπομένοντες θλίψιν , ἐῴκειμεν κυούσῃ γυναικὶ, καὶ ὅσον οὔπω μελλούσῃ τεκεῖν. Καὶ τὸν γὰρ ἀγαπητόν σου καὶ μονογενῆ Λόγον ἔχοντες ἔνδον, καὶ τὸν ἡμῖν κατασπαρέντα φόβον τῆς σῆς εὐσεβείας πάλαι ἐκαρτεροῦμεν γενναίως, δεδιότες ἐξαμβλῶναι τὸν ἐν ἡμῖν ἀγαπητόν σου κυούμενον, καὶ τὸν φόβον τὸν σόν. Τοιγαροῦν οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, τέλος ἀμφοῖν τὴν σωτηρίαν τοῦ πνεύματος τοῦ ἡμετέρου κτησάμενοι. Τοῦτο γὰρ ἀπογεννήσαντες φανερὸν τοῖς ἐπὶ γῆς κατεστήσαμεν, ὡς ἂν ζηλοῦντες γένοιντο παραπλήσιοι.
PG 87:2223Μὴ λαβόντες γὰρ τοῦτον τὸν φόβον, μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας , ἄγονοι δὲ καὶ ἄκαρποι μείναντες, ἐλπίδος ἐκπεσοῦνται τῆς παρὰ σοῦ. Οἱ δὲ τῆς σῆς ὄντες μερίδος, εἰ καὶ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν διαγωνίσαιντο, τῆς παρὰ σοὶ ζωῆς οὐκ ἀποπεσοῦνταί ποτε. Ἀναστήσονται γὰρ οἱ νεκροί · ἢ κατὰ τὸν Ἀκύλαν, ζήσονται οἱ τεθνεῶτές σου . Ἢ κατὰ Σύμμαχον καὶ Θεοδοτίωνα, ζήσονται οἱ νεκροί σου Νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες ἕτεροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας νεκροὺς ; Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ὡς ἡμαρτηκότες πρὸς θάνατον. Νεκροὶ δὲ Κυρίου, οἱ πάντα δι’ αὐτὸν ὑπομείναντες (περὶ ὧν οὐ τεθνηκότων , ἀλλ’ ὡς κοιμηθέντων ἐξέδωκαν οἱ λοιποὶ) κατὰ μὲν τὸ πρῶτον, ἐξυπνίσεσθε οἱ ἐν τοῖς μνημείοις· κατὰ δὲ τὸ δεύτερον, Ἀγαλλιάσονται , ἢ αἰνέσουσιν κατὰ τὸν Ἀκύλαν, ἢ ἀλαλάξουσι , κατὰ τὸν Θεοδοτίωνα. Κοίμησις γὰρ ὀνομάζεται τῶν ἁγίων ὁ θάνατος .
Αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἡ παρὰ σοῦ δρόσος , ὁ μονογενής σου Λόγος δηλαδὴ, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς , ὁμοῦ μὲν ἴασιν τῶν ἀνθρωπίνως αὐτοῖς ἡμαρτημένων παρέξει, ὁμοῦ δὲ ἀνάστασιν τῶν ἐπὶ γῆς ἐσπαρμένων σωμάτων, ὡς ἡ δρόσος ἡ αἰσθητὴ ἡμέρα κατιοῦσα πρὸς γῆν, ἐκτρέφειν καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα σπέρματα. Ἀλλ’ οὐ τὰ τῶν ἀσεβῶν τοιαῦτα. Πεσεῖται γὰρ αὐτῶν ἡ γῆ . Ὡς οὖν ἐκπεσόντες Θεοῦ, αὐτοῖς σώμασι καὶ ψυχαῖς εἰς τιμωρίαν παραδοθήσονται. Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἑρμήνευσαν· Ἐκ πολλῆς ὁ προφήτης φιλοθεί̈ας κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων κινηθεὶς, καὶ φήσας, Πρόσθες αὐτοῖς κακὰ, Κύριε · δέον ὑπὲρ αὐτῶν παρακαλεῖν τὸν Θεὸν, εἴγε τούτοις συνέπασχε, τὸ τῶν κακωτικῶν θλίψεων πρὸς ἀπολογίαν ἐπήνεγκε χρήσιμον, ὡς Θεοῦ μνήμην πέφυκε πᾶσιν ἐργάζεσθαι, ὥσπερ οὖν λήθην οἶδε ποιεῖν εὐροοῦντα τὰ πράγματα. Ἐν θλίψει γὰρ μικρᾷ παιδευόμεθα , Θεοῦ τὴν ὀργὴν συγκεραννύντος πᾶσιν ἡμέρως. Ἐξ ἀγάπης ἄρα τὸ, Πρόσθες αὐτοῖς , ἔφη, κακά . Προαιρέσει γὰρ ἀκάρπῳ λυσιτελούντως ἀνάγκη προσφέρεται. Τοιοῦτον τό·
PG 87:2225«Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἀλλ’ οὐχ ἡμεῖς, φησὶ, κατ’ ἐκείνους ἐπὶ τῷ ἀγαπητῷ σου διετέθημεν υἱῷ· δίκην δὲ μᾶλλον ὠδινούσης γυναικὸς, τῶν ταῦτα τολμώντων κατεβοήσαμεν τὴν ψυχὴν ὀδυνώμενοι. Τοιοῦτος Ἡσαί̈ας βοῶν· «Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν;» Περὶ ὧν ἔφασκε καὶ Δαβίδ· «Σκοτισθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Τινὲς δὲ θλίψιν μικρὰν , τὴν μὴ χωροῦσαν εἰς ἔργα φασὶν ἀπειλήν. Φιλανθρώπως γὰρ ἀπειλεῖ Θεὸς, φόβῳ τῶν κακῶν ἀπεῖρξαι βουλόμενος. Οὐ μισεῖ γὰρ τὸ ἴδιον πλάσμα, οὐδὲ παρήγαγεν ὡς ἂν τιμωρήσηται. Εἰ γὰρ ἦν τοιοῦτος, ἐνῆν αὐτῷ καὶ σιωπῇ τὴν τιμωρίαν ἐργάζεσθαι. Νῦν δὲ σώζειν ἐθέλων προαπειλεῖ. Ἐπεὶ τοίνυν φησὶ τὰ ἡμέτερα τοιαῦτα γέγονεν, ὡς διὰ μεγάλων τιμωριῶν τὸ χρέος ἐκτιννύναι, χρεία τοῦ σοῦ ἀγαπητοῦ τὰς συμφορὰς ἡμῖν διαλύοντος χάριτι. Ἀφ’ οὗ γὰρ κατὰ τὴν προφητείαν ἡ παρθένος λέγεται τετοκέναι, πανταχοῦ εὐαφόρμως μνημονεύει τοῦ παιδίου.
Οἱ δὲ λέγοντες ἐκ φιλοθεί̈ας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατέρος ὅπερ ὠδίνουσα γυνὴ, ἐμμένουσι τῇ τροπῇ, σωτηρίας λέγοντες πνεύματα τεκεῖν τοῖς ἐπὶ τῆς γῆς · ὅπερ ἁρμόττει προφήταις, ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. Τῆς γὰρ θείας μυσταγωγίας ἄνωθεν πλουτοῦντες τὰ σπέρματα, τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας ἐξέτεκον , τὴν ἐν πνεύματι δηλονότι διδασκαλίαν. Φίλον γὰρ τῇ Γραφῇ πνεῦμα καλεῖν ἔσθ’ ὅτε τάς τινων συγγραφὰς, κατὰ τό· «Δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θείου εἰσίν.» Πνεύματι γὰρ ἁγίῳ τὸ σωτήριον κήρυγμα λέγεται, κοσμικῷ δὲ, τὰ τούτῳ μαχόμενα. Διό φησιν ὁ Παῦλος· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Πνεῦμα τοίνυν σωτηρίας , τὸ εὐαγγελικὸν ἐκάλεσε κήρυγμα τὴν αἰώνιον ζωὴν προξενοῦν. Τινὲς δέ φασιν τὴν ἐκ τῆς ἀπειλῆς ὠφέλειαν ἐμφαίνειν. Ὡς ἀγαθὸν γὰρ σπέρμα τὸν σὸν φόβον δεξάμενοι, καὶ τοῦτον κυοφορήσαντες, ἐν καιρῷ τῷ δέοντι σωτηρίαν ἐκαρπωσάμεθα. Ἔτι γὰρ οὖσιν ἡμῖν ἐπὶ γῆς καιρὸν μετανοίας ἐχαρίσω, μὴ προανελὼν τῇ κατ’ ἀξίαν δίκῃ, ἀλλ’ ἐνδοὺς ἐπιστραφεῖσι σωθῆναι.
PG 87:2226Καὶ νεκροὶ ὄντες τοῖς παραπτώμασι, νῦν ἐγερθησόμεθα ὡς ἀπὸ μνημείων ἀντιλήψεως τυχόντες τῆς παρὰ σοῦ. Ὑφ’ ἧ τελοῦντες, ἀγαλλιασόμεθα τῶν κακῶν ἔργων ἀπεσχημένοι. Τὸν σὸν γὰρ ἔλεον ὡς δρόσον ἐφ’ ἡμᾶς ἐκπέμπεις ἰατικὴν τῶν ἀσεβῶν ἀπολλυμένων. Τοῖς φύσει δὲ συμβαίνουσι παραδείγματι χρῆται πρὸς κατανόησιν. Καὶ παρ’ Ἰεζεκιὴλ δὲ τῶν Ἰουδαίων ἀπειρηκότων εἰ διὰ μακρὸν χρόνον, τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τοῦ ναοῦ τὴν οἰκοδόμησιν ὁ Θεὸς ὑποδείκνυσι τῷ προφήτῃ, νεκρῶν ὀστᾶ καὶ διὰ κηρύγματος τοῦ προφήτου ζωοποιεῖσθαι κελεύει, ζωπυρῶν τῷ λαῷ τὰς ἐλπίδας διὰ τῆς τῶν ἀπεγνωσμένων ἀναβιώσεως. Τινὲς δέ φασιν, ἐπείπερ ἔφη πνεῦμα τεκεῖν ἐπὶ τῆς γῆς σωτηρίας , ὁρᾶται δὲ τῶν ἐπὶ γῆς ἔτι κατισχύων ὁ θάνατος, ὥς τινος ζητοῦντος, ποῦ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὄνησις. Ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα ; τὴν ἀπολογίαν ἐπάγων φησὶν, ἀναστήσονται οἱ νεκροί .
Ὑπὲρ παντὸς γὰρ, καθά φησιν ὁ Ἀπόστολος, ἐγεύσατο θανάτου Χριστὸς, καὶ πάντων τῶν κεκοιμημένων γέγονεν ἀπαρχὴ, καὶ πάντων ἀνισταμένων τοῦ θανάτου τὸ κράτος καταργηθήσεται, εἰ καὶ νῦν ἔτι θνήσκομεν, μήπω τοῦ τῆς ἀναστάσεως παρόντος καιροῦ. Τότε γὰρ ἀναστήσονται πάντες. Καὶ τίς ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστίν. Τὴν δὲ ζωοποιὸν τοῦ πνεύματος ἐνέργειαν οὕτω καλεῖ, δι’ ἧς ἀναστήσονται. Καὶ τοῦ Δαβὶδ λέγοντος· «Ἀποστρέψαντος γάρ σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ἀλλ’ οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται· ἡ δὲ γῆ πεσεῖται τῶν ἀσεβῶν . Ὃ δεῖ παθεῖν τῇ τῶν Ἰουδαίων χώρᾳ συνέβη. Πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ τοὺς τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ γῆς . κ, κα. Βάδιζε, λαός μου· ἔσελθε εἰς τὸ ταμεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου. Ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου, κ.τ.λ.
PG 87:2228Μετὰ τὴν διδασκαλίαν τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ πνεῦμα τὸ προφητικὸν ὁρῶν τοὺς ἁγίους ἐπὶ ταὐτὸ συνηγμένους, τήν τε ἐπιοῦσαν ἐξ ἑτέρου μέρους τοῖς ἀσεβέσι κατανοῆσαν ὀργὴν, προσφωνεῖ τοῖς ἁγίοις ἀναχωρεῖν πρὸς βραχὺ, μηδὲ θεωροὺς γενέσθαι τῆς τῶν ἀσεβῶν ἀπωλείας. Ταμεῖα δὲ αὐτῶν, αἱ πολλαὶ παρὰ τῷ Πατέρι τυγχάνουσι μοναὶ δικαίως ἅπασι διαιρούμεναι, εἰς ἃς εἰσελθὼν , φησὶ, μὴ περιεργάζου τὰ πόῤῥω τοῖς ἀσεβέσι γινόμενα. Παρελθούσης δὲ τῆς ὀργῆς , ἀναπετάσας τῶν σῶν ταμιείων τὰς θύρας , μετὰ πολλῆς ἐξουσίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα, καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ Θεοῦ. Τινὲς δέ φασιν, ὡς ἐπείπερ ἤμελλον οἱ τὸ σωτήριον πνεῦμα πᾶσι καταγγέλλοντες τοῖς ἐπὶ γῆς δεινοῖς ἀνηκέστοις καὶ θανάτῳ περιπεσεῖν, τούτους ἐπαλεῖφον τὸ τοῦ Θεοῦ πρόσωπον ἐπεισάγεται λέγον· Εἴσελθε εἰς τὰ ταμεῖά σου , τὰ μνήματά φασι, τἀπὶ γῆς εὐφήμως οὕτω καλῶν, παραγγέλλων ἐν ἴσῳ τοῖς ἀποκρυπτομένοις ἀποκλείειν τὰς θύρας μέχρι παρέλθῃ ἡ ὀργὴ Κυρίου . Εἴρητο μὲν γὰρ τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Λυθήσεται δὲ τῆς ἐκ κατάρας φθορᾶς ἐν τῇ συντελείᾳ καταργουμένου θανάτου.
Συμβουλεύει τοίνυν ἀνασχέσθαι τοῦ θανάτου μέχρι παρέλθῃ , κἂν μυσταγωγοῦντας συμβαίη τοῦτο παθεῖν πρὸς τῶν μισούντων τὴν ὑπ’ αὐτῶν κηρυττομένην ἀλήθειαν. Ἐπάξει γὰρ αὐτοῖς ἐξ ἁγίου τὴν πρέπουσαν ὀργὴν ὁ Θεός . Τὸ δὲ, Θεὸς ἐξ ἁγίου , ὅμοιον τῷ· «Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα πῦρ, καὶ θεῖον,» ὁ Υἱὸς ἀπὸ τοῦ Πατέρος· «Ὁ γὰρ Πατὴρ, φησὶ, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ.» Τῆς οὖν ὀργῆς ἐπαγομένης κατὰ τῶν τοῖς ἡγιασμένοις ἐπενεγκάντων χεῖρας φονικὰς, οὐ κατακρύψει τοὺς ἀνῃρημένους ἡ γῆ . Τοῦτ’ ἔστι, Τοῦ Θεοῦ τὴν κρίσιν οὐδὲν διαφεύξεται, τῶν ἁγίων μαρτύρων ἐν μνήμῃ κειμένων αὐτοῦ. Καὶ Μωσῆς γὰρ ἔφη, Τὸ αἷμα τῶν υἱῶν αὐτοῦ. Ἤγουν φησὶ μηδένα λαθεῖν τῶν ἐν τῇ γῇ πάλαι τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων, ὀργῆς ἐπ’ αὐτοὺς φερομένης δηλαδὴ τῶν ἐν ταῖς κολάσεσι διακονουμένων ἀγγέλων, κατὰ τὸ ῥηθὲν ἐπ’ Αἰγυπτίων· «Ἀπέστειλεν ἐπ’ αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλίψιν ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν.» Καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος, τὰ αἵματα , τοῦτ’ ἔστι τὰ πρὸς θάνατον ἑαυτῇ πλημμεληθέντα ἐξομολογουμένη πάντως ἀποκαλύψειε .
PG 87:2230Τινὲς δὲ οὕτως ἐξηγήσαντο· Πρὸς τὰ ἐν ψυχῇ κεκρυμμένα κινήματα Θεὸς ἐφαρμόττεται. Ἐπειδὴ γὰρ, ποτὲ μὲν ἠπείλει, ποτὲ δὲ χρηστὰς ἐλπίδας παρείχετο, ἐξ ὧν ἐθορυβοῦντο, μὴ εἰδότες ὃ πράξουσιν, εἰκότως ἐπιστροφὴν τῇ ψυχῇ ἐργαζόμενος, χωρεῖν εἰς ἑαυτὴν κελεύει, ἔργα τε ἐποπτεύειν τὰ ἴδια, οὐ μεταβατικῇ κινήσει, τῇ δὲ τῶν λογισμῶν ἀνακρίσει πορευομένων, ὡς ἂν προφθάσαντες τὸν μηνυθέντα κριτὴν, εἴτι μὲν πονηρὸν, ὡς ὕλην ὑπάρχον πυρὸς δαπανήσωσι, φυλάττοιεν δὲ τὰ χρηστὰ δίκην χρυσίου δοκιμαζόμενα. Ὁμοίως καὶ ὁ Σωτὴρ παρακελεύεται τοῦ ταμιείου κλείειν τὰς θύρας ὁμοῦ μὲν τὰς αἰσθητὰς, ὁμοῦ δὲ παιδεύων τῆς τῶν περιττῶν ἀπαλλάττεσθαι προσπαθείας, ὡς ἂν ὁρῶν Θεὸς σχολάζουσαν τὴν διάνοιαν, ὡς εἰς καθαρόν τινα πίνακα τὰ ἴδια γράφῃ βουλεύματα. Οὕτως ἐννοοῦντος Ἱερεμίου τὰ Ἠσαί̈ᾳ προφήταις τε λοιποῖς πραχθέντα παρὰ τῶν Ἰουδαίων, καὶ προσδοκῶντος πείσεσθαι χείρονα, καὶ τῆς ἰδίας κρείττω δυνάμεως, πρὸς ταῦτα τῆς ψυχῆς αὐτοῦ τὰ κινήματά φησιν ὁ Θεός· «Πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σέ.» Διότι μετὰ τοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
Ὀργὴν δὲ ἐπαγομένην ἀπὸ Κυρίου , οὐ τὴν ἐκ θυμοῦ φησὶ τροπὴν (ἀπαθὲς γὰρ τὸ θεῖον) τὴν δὲ πρὸς τὰ παρ’ ἡμῶν πλημμεληθέντα δίκην ὀφειλομένην, ἣν ἐπάγει οὐ πρὸς τοὺς παροικοῦντας, ἀλλὰ κατοικοῦντας ἐπὶ τῆς γῆς , οἱ τοῦ παρόντος αἰῶνος μόνον εἰσὶ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἁπάσας ἀπειρηκότες, λέγοντες· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν.» Οἷς ἐναντία τῶν παροικούντων ἐπὶ τῆς γῆς ἡ διάθεσις. Τῆς δὲ δίκης ἐπαχθείσης, τὰ ἑκάστου κακὰ πρόδηλα γίνεται, ἅπερ μακροθυμοῦντος ἔτι τοῦ Θεοῦ συγκαλύπτεται. Πᾶσι γὰρ δῆλον ἐπαγομένης ὀργῆς ὡς ἡ δίκη πονηρῶν ἐστι πράξεων τιμωρὸς, εἰ καὶ πρώην ἐλάνθανον. Τοῦτο καὶ ἐφ’ ὑμῶν ἔσται, φησὶ, θυσάντων τὰ τέκνα τοῖς δαιμονίοις. Καὶ αὕτη τοίνυν ὑμῶν ἡ γῆ κατηγορήσει δεξαμένη τούτων τὰ αἵματα . Καὶ ταῦτα μὲν οὗτοι. ΚΕΦΑΛ. ΚΖ. αια. Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα, κ.τ.λ.
PG 87:2231Οἱ δὲ περὶ τῆς συντελείας εἰρῆσθαι ταῦτα, καὶ τῆς ἐπὶ ταύτῃ νομίσαντες κρίσεως, ἔφασαν, ὡς τούτων ἐπιτελεσθέντων ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Διὸ ἐπὶ τέλει τῶν ὅλων, καὶ μετὰ πάντα (τοῦτο γάρ ἐστι τὸ, τῇ ἡμέρᾳ ἐκείνῃ) ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν (μήτι δὲ τοῦ τὴν ἁγίαν, σκληρὰν ἐξέδωκαν οἱ λοιποὶ) ἥτις μηδενὶ τῶν ἄλλων ἐπαχθεῖσα ἐτηρεῖτο τῆς αὐτοῦ κακίας, ἀναλόγως τῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ σκελίσαντι, καὶ στάσεως καταβαλόντι τῆς παρὰ τῷ Θεῷ. Περὶ οὗ φησὶν, «Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς.» Ὁ μετὰ τοὺς πρωτοπλάστους καὶ τοὺς ἐξ αὐτῶν δι’ ἀπάτης ἑλὼν, προσφυῶς ὄφις ῥηθεὶς, ὡς ἕρπων τε χαμαὶ καὶ τοῖς τῶν ἀνθρώπων ἐφεδρεύων ποσὶν, ὡς ἂν αὐτοῖς τὸν ἰὸν ἐμβαλὼν τῆς ὀρθῆς καὶ πρὸς τὸν Θεὸν ἀγούσης καταβάλοι πορείας. «Αὐτὸς γάρ σου, φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.» Μωσῆς μὲν οὖν τὴν ἐξ αὐτοῦ μόνον ἀπάτην εἰπὼν, τὴν μένουσαν αὐτὸν δίκην παρέλιπεν, ἣν ὁ παρὼν προφήτης ἐδίδαξεν. Ἡ μὲν οὖν τοῦ Θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ, κατὰ τό·
«Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου,» τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται πρὸς διόρθωσιν. Ὁ δὲ [ ὅφις ] ὅλος δι’ ὅλου καμπύλος καὶ σκολιὸς ἕρπων τε χαμαὶ ἐπὶ κοιλίαν καὶ στῆθος καὶ τὰς ἁπάντων πτέρνας τηρῶν, μετὰ τοὺς ἀσεβεῖς πάντας, τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν ἔφασαν οἱ Ἑβδομήκοντα· δι’ ἧς ὁ τοῦ Θεοῦ σημαίνεται λόγος ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὃς ὡς ἐναντίῳ τῷ δράκοντι ἐπελθὼν ἀνεῖλεν φασὶν αὐτὸν, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ, καὶ πρὸς τὸ μὴ ὃν ἀναλύων τὴν ὕπαρξιν, οὐ δὲ γὰρ τῆς ὀργῆς τοῦ Θεοῦ καταξιοῦται παιδευτικῆς οὔσης καὶ ἐπιστρεπτικῆς, περὶ ἧς φησί· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μὴ δὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Τὸ μὲν γὰρ ἐλεγκτικὸν, τὸ δὲ παιδευτικόν. Ἅπερ ἁρμόττει τοῖς ἡμαρτηκόσιν ἰάσιμα, ἀλλ’ οὐ τῷ Δράκοντι τῷ ἐξαφανισθῆναι μόνον ὀφείλοντι. Τὴν δὲ ἐπαγομένην θεασάμενος μάχαιραν χωρήσεται πρὸς φυγὴν , δι’ ἀφροσύνην λέγειν οὐχ οἷός τε ὢν, «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προςώπου σου ποῦ φύγω;» Πειράσεται δ’ οὖν εἰς τοὺς ἰδίους ἀποφεύγων ἰουχοὺς [ φ .
PG 87:2233ἰωχμοὺς] κατακρύπτεσθαι τῇ καλουμένῃ θαλάσσῃ, ἐν ᾗ εἴρηται δράκων οὗτος, «ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ.» Περὶ οὗ φησιν Ἰώβ· «Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Καὶ μεθ’ ἕτερα· Τοῦτό ἐστιν ἀρχὴ πλάσματος Κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.» Καὶ πάλιν· «Αὐτός ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.» Διδάσκει δὲ τούτου χάριν αὐτῷ συγκεχωρῆσθαι τὸ ζῇν, ἐπὶ τῷ πρὸς τῶν ἁγίων ἐγκαταπαίζεσθαι γυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ. Λελυμένου δὲ τοῦ ἀγῶνος, καὶ τῶν ἀμοιβῶν ἑκάστῳ δικαίως παρεχομένων μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν, ἡ μάχαιρα ἐπαχθήσεται ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν . Ὡς δὲ Σύμμαχος, κατὰ Λευϊαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ, καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ . Ὡς δὲ Ἀκύλας, ἐπὶ Λευϊαθὰν ὄφιν ἐσκιρωμένον ἢ ἐπειρωμένον [ φ . ἐσκιῤῥωμένον ἢ ἐπεῤῥωμένον], καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ . Ὡς δὲ κύριον ὄνομα τὸ Λευϊαθὰν πανταχοῦ, κατὰ τὸ Ἑβραϊκὸν, ὀνομάζεται. Κἂν τῷ γὰρ, «Ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι,» Λευϊαθὰν εἴρηται.
Καὶ ἐν τῷ, «Δράκων οὗτος.» Καὶ ἐν τῷ «Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ.» Πολυώνυμος δέ ἐστιν, ὡς πολυκέφαλος. Δράκων, καὶ ὅφις, καὶ διάβολος, κῆτός τε, καὶ Σατανᾶς, καὶ Λευϊαθὰν, καὶ λέων, καὶ βασιλίσκος ὀνομάζεται. Ἐπὶ δὲ τῆς πρώτης ὁ Σωτὴρ παρουσίας οὐκ ἐχρήσατο αὐτῷ ὡς μαχαίρᾳ , οὐδὲ ἀνεῖλεν αὐτὸν, ἐπέβη δὲ μόνον αὐτῷ, καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. Πρὸς ὃν εἴρηται· «Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα, καὶ δράκοντα.» Καὶ νῦν δὲ αὐτὸν πατεῖ, διδοὺς τοῖς μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τῇ δὲ συντελείᾳ παντελῶς αὐτὸν ἀνελεῖ . Κἀνταῦθα ὁ περὶ τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως περιγράφεται λόγος. Ἕτεροι δέ φασιν, ὡς τοῖς αὐτοῦ τέκνοις τοῖς ἀποκτείνασι τοὺς ἁγίους συνανελεῖ καὶ τὸν Σατανὰν, ὃν καὶ φεύγοντα διὰ δειλίαν καλεῖ, καὶ σκολιὸν , διὰ πανουργίαν. Πλὴν ἀναιρεθήσεται. Καὶ γὰρ ἀπρακτήσει λοιπόν. Μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ὑποστὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, τῆς εἰς αἰῶνα φλογὸς ἀτελεύτητον ὑπομένων τὴν κόλασιν.
PG 87:2235Ἄλλοι δὲ λέγουσιν, ὡς μάχαιραν ἐνταῦθα τὴν ἐνέργειαν τῆς δίκης καλεῖ, ἣν ἁγίαν φησὶν, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ δεικνὺς, ὡς οὐκ εἰς ἀπώλειαν οἱ τιμωρούμενοι καταστρέψουσιν, ἁγιωσύνης δὲ αἴτιον αὐτοῖς ἔσται μετανοήσασιν. Καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται Θεὸς παιδεύων, ἀλλὰ καθᾶραι καὶ ἁγιάσαι ἐπιστρέψοντας. Δράκοντα δὲ τὸν Ἀσσύριον, ἢ τὸν Χαλδαῖον καλεῖ. Τὴν δὲ ἀναφορὰν ἐπ’ αὐτὸν ποιεῖται τὸν τῆς κακίας γεννήτορα τὸν διάβολον, ὃς τῆς παντελοῦς συντελείας ἐπενεχθείσης, καὶ τῶν τοῦ κόσμου μερῶν παρελθόντων, ἃ τὴν πλάνην αὐτῷ καὶ τὴν ἐπιθυμίαν .... τὴν ἐμὴν δύναμιν. Ἀλλ’ οἱ μὲν τοῦ Θεοῦ πολέμιοι. Ἡμεῖς δὲ, ὡς ἂν σωφρονισθέντες ἀφ’ ὧν ἐκεῖνοι πεπόνθασιν, εἰρήνην ποιήσωμεν αὐτῷ . Ταῦτα γὰρ ὁ προφήτης τοῖς τῆς ἰδίας μερίδος φησί· «Χαλεπὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Οἱ δὲ ἐρχόμενοι τίνες εἰσιν ἐπενήνοχεν. Τέκνα Ἰακὼβ βλαστήσει , καὶ ἑξῆς· σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμενος, περὶ οὗ πρότερον ἔλεγε· «Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα.» Ἰουδαῖοι γὰρ ὄντες, τέκνα ἦσαν τοῦ Ἰακώβ .
Ἐξήσθησαν δὲ οὐ ξύλα, χόρτον, καλάμην, βλαστὸν δὲ ἀγαθὸν , καὶ ἄνθος εὐῶδες πᾶσαν γῆν τῆς εὐωδίας πληρώσαντες. Αὐτοῖς οὖν, καὶ τοῖς αὐτῶν φοιτηταῖς, τὸ ποιήσωμεν εἰρήνην αὐτῷ , παραινῶν φησὶν ὁ προφήτης. Ἐπληροῦντο δὲ ταῦτα ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην ἐκήρυττον· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατέρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Διὸ καὶ πόδας εἶχον ὡραίους, δι’ ὧν τ’ ἀγαθὰ τῆς εἰρήνης εὐηγγελίζοντο. Τινὲς δέ φασι τοῖς ἁπανταχόθι λαοῖς ταῦτα παραινεῖν τὸν προφήτην. Ἐπειδὴ δὲ δεδυσσέβηκεν εἰς τὸν λυτρωπὴν Ἰσραὴλ, καὶ ἀπελάκτισεν ὁ πρωτότοκος, ἡμεῖς οἱ μέλλοντες ἥξειν κατὰ καιροὺς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ πλάνης εἰς γνῶσιν, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ποιήσωμεν εἰρήνην , τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας, καὶ καθῃρημένου τοῦ Σατανᾶ, οὐδὲν ἐμποδὼν σπείσασθαι τῷ Κυρίῳ, καὶ τοῖς ἐκείνου πειθαρχῆσαι προστάγμασιν. Τοιαῦτα καὶ Παῦλος τοῖς ἐξ ἐθνῶν·
PG 87:2236«Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ .» Παρακαλέσας δὲ τοὺς ἐρχομένους (περὶ ὦν φησὶ καὶ Δαβὶδ, «Ἀναγγελήσεται αὐτῷ γενεὰ ἡ ἐρχομένη»), τὸν λόγον ἐπὶ τοὺς ἀποστόλους μετήνεγκε χαίρων, ὅτι Χριστῷ τὴν οἰκουμένην ἐκτήσαντο. Σύμφωνον δὲ τῷ, ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ , τὸ, «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.» Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες, οὓς χάριν καὶ στέφανον ὁ μακάριος ὠνόμασε Παῦλος. Τινὲς δέ φασι τοῖς ἐφ’ αὑτοῦ ταῦτα συμβουλεῦσαι τὸν προφήτην μὴ βουλόμενον αὐτοὺς τῶν προηπειλημένων εἰς πεῖραν ἐλθεῖν. Μεταθέσθε γὰρ, φησὶν, οἱ πρὸς τὸν ἑαυτῶν δημιουργὸν ἀράμενοι πόλεμον, ἄμαχον αὐτὸν ἔχειν τὴν φύσιν ἐπεγνωκότες. Οὕτω γὰρ καὶ τὰ τοῦ γένους ἐπίδοσιν λήψεται, καὶ ἡ οἰκουμένη πᾶσα παρ’ ὑμῶν οἰκηθήσεται. Ἀντὶ δὲ τοῦ, εἰρήνην ποιήσωμεν αὐτῷ οἱ ἐρχόμενοι , παρέθεντό τινες κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, εἰρηνοποιήσει μοι τοὺς ἐρχομένους , καὶ Εἶπον· εἰς γὰρ τοὺς τελευταίους ἡ ἐπιστροφή. Εἶτα φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς οὕτως ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται ; ὁ δὲ νοῦς·
Μήτι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην, καὶ ταῦτα παρ’ αὐτῶν πάσχοντες τὰ δεινότατα; διὸ πρὸς τοὺς ἀπίστους φησίν· Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ ; ἀλλ’ ἐπεὶ πάντα ἔφερον γενναίως διὰ Χριστὸν, ἐπήνεγκεν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ , τοῦτο αἴτιον τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καὶ τῆς εὐλογίας εἰπών. Εἰ γὰρ σωθήσεται διὰ τῆς τεκνογονίας, ἑὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακὼβ τέκνα βλαστήσαντα , διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι αὐτῶν τῇ εὐλογίᾳ. Δηλοῖ δὲ πολλοὺς διὰ τῆς ἀποστολικῆς σωθήσεσθαι χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς. Μάλιστα δὲ ταῦτα γενήσεσθαί φησι τῆς εἰδωλολατρείας καταργουμένης τῇ τῶν εἰρημένων διδασκαλία. Τινὲς δέ φασιν, ἐπειδήπερ εἶπεν, ὡς ἡ οἰκουμένη τοῦ καρποῦ τοῦ Ἰσραὴλ ἐμπλησθήσεται , ὥς τινος ἀνθυποφέροντος·
PG 87:2238καὶ μὴν γέγονε σκληρὸς , καὶ τοὺς ἁγίους ἀπέκτεινέ φησιν, ὡς οὐ πρὸς ἃ ἔπραξαν αὐτοῖς, ἡ τῆς ἡμερότητος προσῆλθεν πηγὴ, νικῶν δὲ φιλανθρωπίᾳ, οὐκ εἰς ἅπαξ ἀπολεῖ τὸ διὰ τοὺς πατέρας ἀπόλεκτον γένος. Τοιγαροῦν φησὶ διά τινος τῶν προφητῶν ὁ Θεός· «Τί σοι ποιήσω, Ἐφραί̈μ; Τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαί σε, καὶ ὡς Σεβωείμ; Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐκ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶ̈μ, διότι Θεὸς ἐγὼ ἐν σοὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ὡς γὰρ Θεὸς ἄφατον ἔχει τὴν ἡμερότητα. Τινὲς δέ φασιν ὡς οὐ τῶν ὁμοίων ἔτυχον. Αὐτοὶ μὲν γὰρ ἀνέστησαν εἴδωλα πρὸς ἀναίρεσιν τῆς αὐτοῦ θεότητος ὅσον τὸ ἐπ’ αὐτούς· αὐτὸς δὲ οὐ παντελῶς αὐτοὺς ἀναιρεῖ, ἀλλὰ τὰ μὲν ἐπιπλήττων, τὰ δὲ ὑπομιμνήσκων, ὧν ἔτυχον ἀγαθῶν, τὴν ἀνάκλησιν τῆς αἰχμαλωσίας ἐποιήσατο. Λέγων δὲ, Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς ; ὑπομιμνήσκει τῆς ἀπειλῆς, ἧς κατὰ τῶν εἰδώλων ἐποιοῦντο θρασέως ἐπαγγελλόμενοι ἐκτρίψειν αὐτὰ, παρακαλῶν αὐτοὺς εἰς ἔργον ἀγαγεῖν τὴν ὑπόσχεσιν.
Οὕτω γὰρ, φησὶ, καὶ ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν καθαρισθήσεσθε. Ἀλλὰ γὰρ ἐπὶ τὴν πρώτην ἐξήγησιν ἐπανέλθωμεν. Ταῦτα γὰρ τῶν ἀποστόλων πεποιηκότων, καὶ τοῦ κηρύγματος πεπληρωκότων τὴν γῆν, τὸ πάλαι κατοικούμενον ποίμνιον ἀφεθήσεται . Οὐ γὰρ ἐδέξατο τὸν καλὸν ποιμένα τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων. Διὸ τὰς ἑαυτῶν ψυχὰς, οἷα δὴ χώρας τινὰς, ἐποίησαν βόσκημα , ἃς ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο, καὶ ἐν αὐταῖς οἱ φθείροντες ἀνεπαύσαντο. Ἅπερ οὕτως ἐξέδωκε Σύμμαχος· Πόλις γὰρ ὠχυρωμένη μόνη, καλὴ ἀφεῖται, καὶ ἐγκαταλέλειπται, ὡς ἔρημος. Ἐκεῖ νεμηθήσεται μόσχος, καὶ ἐκεῖ κοιτασθήσεται, καὶ ἀναλώσει τοὺς κλάδους αὐτῆς. Ἐν τῷ ξηρανθῆναι τὸν θερισμὸν αὐτῆς, συντριβήσονται . Οἷς καὶ τὰ τῶν λοιπῶν ἑρμηνευτῶν συμφωνεῖ. Αὔτη δέ ἐστιν ἡ καὶ πρὶν εἰρημένη πόλις ὀχυρὰ καὶ ἀμπελὼν ἡ καλὸς, ἥν φησιν ἔρημον ἔσεσθαι μετὰ τὸ τῶν ἀποστόλων πανταχοῦ κυρωθῆναι τὸ κήρυγμα, καὶ τὴν τῆς εἰδωλολατρείας καθαίρεσιν. Τινές φασιν. ὡς εἰπὼν μὴ τὴν ἴσην ἀπαιτηθήσεσθαι δίκην ὧν κατὰ τῶν ἁγίων ἐπλημμέλησεν Ἰςραὴλ, ἐπάγει ποῖον ἄρα τὸ μέτρον τῆς ἐπ’ αὐτοῖς ἔσται κινήσεως.
PG 87:2240Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτοὺς , δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος. Ἀπεπέμψατο γὰρ τὸν Ἰσραὴλ ὁ Σωτὴρ μαχόμενος , ἀντὶ τοῦ ἐπιπλήττων. Ἔφασκε γὰρ ὀνειδίζων αὐτοῖς· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας,» καὶ τὰ ἐφεξῆς. Ὁρᾷς ὡς ἐπιπλήττων, αὐτοὺς ἀπεπέμψατο. Ἀλλὰ σέσωσται τὸ κατάλειμμα, καθά φησιν Ἡσαί̈ας· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάςσης, τὸ κατάλειμμα σωθήσεται.» Ὀνειδίζει δὲ καὶ ὁ προφήτης μετὰ παῤῥησίας αὐτοῖς, ὡς μελέτην πεποιημένοις ἀναιρεῖν τοὺς ἁγίους. Κἂν ἀρνήσησθε, φησὶν, μάρτυς ὁ λέγων· «Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» Καὶ πάλιν· «Ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.» Διὰ μέσου δὲ τούτους ἐλέγξας, πάλιν ἔχεται τῆς πρώην ἀκολουθίας ὡς ἐκ Θεοῦ λέγων. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο ποῖον; ἐπειδὴ οὐχ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται. Ἀνήσει γὰρ καὶ αὐτῷ κατὰ καιροὺς τὰ ὀφλήματα. Καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ .
Εἰ γὰρ ἀπῄτει πρὸς ἀξίαν τὴν δίκην, οὐκ ἂν ἔργῳ προῆλθε τὸ ῥηθὲν Ἀβραὰμ, «Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε,» τοσαῦτα πεπλημμεληκότων τῶν ἐξ αὐτοῦ. Πότε δὲ, φησὶν, ἔσῃ τῶν πλημμελημάτων ἐλεύθερος; ὅτε οἱ διὰ πίστεως κεκλημένοι τῆς ἀρχαίας καταστρατεύσωνται πλάνης, πᾶν αὐτῆς ἐξαλείφοντες λείψανον, συμφώνως τοῖς ἀποστολικοῖς· ὅτ’ ἂν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Κατοικούμενον δὲ ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ, ὡς πάλαι ποιήσεσιν ἀγαθοῖς πληθυνόμενον. Ὃ καταλειφθὲν οἱ νοητοὶ κατανεμεθήσονται θῆρες, μηδενὸς ἔτι τὰς πονηρὰς ἀποσοβοῦντος δυνάμεις. Ἀλλ’ οὐδὲ Ῥωμαῖοι δηλοῦντες ἀπεῖπον πρινὴ καὶ τῶν σμικροτάτων ἀπέδειξαν ἔρημον. Τινὲς δὲ βόσκημα τὴν ἐκ τῶν πολεμίων φορολογίαν σημαίνειν φασίν. Ὡς γὰρ εὐλογίαν παυομένοις τῆς εἰδωλολατρείας ἐπήγγελται, οὕτως ἐρημίαν μετὰ δουλείας τοῖς ἀπομείνασιν. ιαιγ. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν· διὰ τοῦτο οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτοὺς, οὐδὲ πλάσας αὐτοὺς, οὐ μὴ ἐλεήσει. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκούρων, κ.τ.λ.
PG 87:2241Τὴν παντελῆ τῶν ἐκ περιτομῆς ἐρημίαν εἰπὼν, ὡς ἀνδρῶν οὐχ εὑρισκομένων ἐν αὐτοῖς σωτηρίας ἀξίων, ἀνακαλεῖται γυναῖκας τῶν παραδόξων ἔργων εἰς μαρτυρίαν, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν τὸν ἐν σκότῳ καθήμενον λαὸν, καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν . Κατὰ δὲ τὸν Σύμμαχον· Γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν . Τίνες δὲ αὗται, μανθάνωμεν. Φησίν· «Ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ,» ὧν ἐπάγει τὰ ὀνόματα. Λουκᾶς δὲ, «Κατακολουθοῦσαι γυναῖκές τινες, αἵ τινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Αἵτινες μαθοῦσαι τὰ περὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος, ὑπέστρεψαν ἀπὸ τοῦ μνημείου εὐαγγελιζόμεναι πάντα τοῖς ἀποστόλοις.» Ἐπεὶ τοίνυν ὁ λαὸς ὁ μὴ ἔχων σύνεσιν , τῷ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καί τοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον Πνεῦμα καλεῖ. Τοὺς γὰρ ἀποστόλους διέβαλλον, ὡς νυκτὸς κλέψαντας τοῦ Σωτῆρος τὸ σῶμα.
Διὸ τὰς ἀνυπόπτους καλεῖ τῶν ἀνοήτων εἰς ἔλεγχον. Μόνοι γὰρ ἀπειθοῦσι, πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ὁρῶντες, τὴν ἔνθεον ἀρετὴν τοῦ εὐαγγελικοῦ μὴ συνορῶντες κηρύγματος. Γυναῖκες δὲ πρῶται πιστεύονται τὴν ἀνάστασιν, ἐπεὶ καὶ γυνὴ πρώτη τοῦ ὄφεως τὴν ἀπάτην ἐδέξατο. Διὰ τῆς οὖν ἀποστολῆς τῶν δεινῶν ἐγκλημάτων ἀποκρούονται τὴν αἰτίαν. Εἴρηται γὰρ πρὸς αὐτὰς τὸ χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ, «Ἐν λύπαις τέξῃ τέκνα,» πρὸς Εὔαν εἰπόντος. Ὡς ἀνοήτους δὲ τοὺς Ἰουδαίους οὐκ ἐλεήσειν φησίν. Ἐν δὲ τῷ καιρῷ λέγει τῷ δηλουμένῳ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ὅπερ πατάξει ἑρμήνευσαν οἱ λοιποὶ, δηλοῦντες πατάξειν Κύριον τοὺς ἀπίστους ἐκείνους, καὶ τὸν λαὸν τὸν ἀσύνετον. Εἶτα τόπον ἀφορίζει ἀπὸ τοῦ ῥείθρου ποταμοῦ ἕως τοῦ χειμάῤῥου Αἰγύπτου , κατὰ Σύμμαχον, ᾧπερ ἰσοδυναμοῦσι καὶ οἱ λοιποὶ περιορίζοντος τοῦ λόγου τὸν κατ’ Ἰουδαίων ὑπὸ Ῥωμαίων γενησόμενον πόλεμον, ἀπὸ ποταμοῦ τάχα τοῦ Ἰορδάνου μέχρι τοῦ χειμάῤῥου Ῥεινοκορούρων , ἥπερ ἐστὶν Αἰγύπτου μεθόριον.
PG 87:2243Ἀλλὰ τούτους μὲν, φησὶ, ῥαβδίσει Κύριος αὐτὸς, ἐπάγων αὐτοῖς τὴν μάστιγα τὴν ἐπιστρεπτικὴν, τὸ τῶν πολεμίων στρατόπεδον. Διὸ καὶ ἄνω ἔλεγεν· «Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τῆς ὀργῆς, καὶ τοῦ θυμοῦ ἐν ταῖς χερσὶν αὐτῶν.» Τινὲς δὲ φασὶν, ὡς Ἰουδαίας ὅροι Εὐφράτης καὶ Ῥεινοκόρουρα. Τὸ δὲ συμφράξει , ἀντὶ τοῦ πολιορκήσει, καὶ θλίψει. Ἡ γὰρ σύμφραξις , συγκλεισμός ἐστιν ἀφύκτων κακῶν. Ἀλλὰ καὶ συγκέκλεισται τῶν Ἰουδαίων ὁ νοῦς οὐ προσιεμένων τῆς ἀληθείας τὸ φῶς. «Πώρωσις» γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, «ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ, καὶ ἄχρι σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων ὁ Κύριος· Ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ . Εἰ γὰρ καὶ μὴ βούλωνται ἀθρόως προσιέναι τῇ πίστει (λαὸς γὰρ οὐκ ἔχων ἐστὶ σύνεσιν), ἀλλ’ οὖν ἀγαπητὸν βραχεῖς τινας καθ’ ἕνα συναγαγεῖν , οἷς καὶ Πέτρος ὁ μέγας ἐβόα· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου .....» ΚΕΦΑΛ. ΚΗ. ακβ.
Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραί̈μ. Τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρόν, κ.τ.λ. ... ἐλευθερίαν προσίεσθαι τῶν τύπων ἀφεμένους. «Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν.» Δεσμὸς δὲ ὁ νόμος δικαιῶν μὲν οὐδένα, κατασφίγγων δέ πως εἰς κόλασιν. Καὶ Δαβὶδ δὲ προθύμως συμβουλεύων ἐπὶ τὴν χάριν ἰέναι τὴν διὰ πίστεως, «Διαῤῥήξωμεν, φησὶ, τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν,» τὸ ἐκ νόμου βάρος αὐτοῖς ἐπικείμενον, ᾧ τοὺς ὑπὸ χεῖρας οἱ τῶν Ἰουδαίων ὑπῆγον διδάσκαλοι. Προτιμήσατε δὲ, φησὶ, τούτων τὴν σύντομον τῆς πίστεως χάριν, οὐ κατὰ τὰς μακρὰς οὖσαν περιόδους τοῦ γράμματος, ἥτις ἐδόθη πάσῃ τῇ γῇ, μόνοις δοθέντος Ἰουδαίοις τοῦ νόμου. Μωσῆς μὲν γὰρ ἔλεγεν·
PG 87:2245«Ἄκουε, Ἰσραήλ.» Ὁ Χριστὸς δὲ διὰ τοῦ ψάλλοντος, «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.» Τινὲς δέ φασι τὸ, καὶ ὑμεῖς μὴ εὐφρανθείητε , ἁρμόττειν μὲν καὶ πρὸς τὸν Ἰσραὴλ μὴ ἐπιμένειν τῇ τῶν ἁμαρτημάτων ἡδονῇ παραινοῦν, μηδὲ δεσμεῖν ἑαυτοὺς ἁμαρτήμασιν, πρὸς δὲ τὴν τῆς κρίσεως ἀκοὴν ὑποστέλλεσθαι· ἁρμόττειν δὲ καὶ πρὸς τὰ ἔθνη, ὡς οὐδὲ χαίρειν ὑμᾶς ἐπὶ τῇ τῶν Ἰσραηλιτῶν τιμωρίᾳ. Διαβήσεται γὰρ καὶ εἰς ὑμᾶς τὰ τῆς τίσεως ἁμαρτάνοντας. κγκθ. Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου. Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου, μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; ἢ σπόρον προετοιμάσαι, πρὶν ἐργάσασθαι τὴν γῆν; οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, κ.τ.λ. Τῷ στεφάνῳ τῆς ὕβρεως, τῷ τὸν ἔντιμον ἀποδοκιμάσαντι λίθον, ἔτι παρακελεύεται τὰ μὲν ὦτα παρέχειν τῇ δι’ ἀέρος φερομένῃ φωνῇ , πειθαρχεῖν δὲ τοῖς λεγομένοις, καὶ κατανοεῖν τὰ λεγόμενα. Εἶθ’ ὑποδείγματι κέχρηται, διδάσκων αὐτοὺς, ὡς ὄντες δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ἄρχοντες γὰρ ἦσαν καὶ ἱερεῖς, καὶ διδάσκαλοι. Καιρὸς γὰρ, φησὶν, ἀρότρου καὶ σπόρου διάφορος.
Καὶ παραλλάττει τῶν καρπῶν μετὰ θέρος ἡ κάθαρσις, τῶν μὲν ἀμάξης δεομένων, καὶ τεμνόντων τροχῶν ὅσοι τῶν ἄλλων ἁδρότεροι· τῶν δὲ μόναις ἀρκουμένων ῥάβδοις οἵπερ εἰσὶν ἀσθενέστεροι. Οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος γεωργῶν τὰς ψυχὰς, ἐν καιρῷ μὲν αὐτὰς διδασκαλίᾳ νεοῖ, ἀναῤῥηγνύση τοὺς λανθάνοντας λογισμούς. Ὅθεν δὲ καί φησιν· «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρηται ἐπ’ ἀκάνθαις.» Ἐπειδ’ ἂν δὲ τὸ οἱονεὶ πρόσωπον ὁμαλισθείη τῆς γῆς, πάσης ἀκανθώδους ἀνατραπείσης κακίας, τηνικαῦτα τοῖς ὑποκειμένοις κατάλληλα καταβάλλει τὰ σπέρματα , μείζω τε καὶ βραχύτερα. Διαιρέσεις γὰρ χαρισμάτων εἰσίν. Παρόντος δὲ τοῦ θερισμοῦ (συντέλειαν δὲ τοῦτον δηλοῦν ἐδίδαξεν ὁ Χριστὸς), τότε τοὺς ἀξίους τῶν σπερμάτων ἀπαιτήσει καρπούς. Τῶν δὲ μὴ παρεχόντων, οἱ μὲν τὰ σμικρὰ λαβόντες, μετρίαν, οἱ δὲ τὰ μεγάλα, μεγίστην εἰσπραχθήσονται δίκην, ὥσπερ οἱ μεγάλων ἀξιωθέντες, ἱερεῖς, καὶ γεγονότες στέφανος ὕβρεως μισθωτοί τε Ἐφραί̈μ, ὡς διαστρέψαι μὲν τὸν λαὸν, ἀποδοκιμάσαι δὲ λίθον τὸν ἐκλεκτόν.
PG 87:2246Τὸ δὲ, καὶ παιδεύσῃ κρίματι Θεοῦ, ἢ κατὰ Σύμμαχον, καὶ παιδεύσει αὐτὸν εἰς κρῖμα ὁ Θεὸς αὐτοῦ παρίστησιν ὡς φυσικῇ διδασκαλίᾳ γεωργὸς, καὶ δοθείσῃ παρὰ τοῦ Θεοῦ, τὰ περὶ τῆς διαφόρου τῶν καρπῶν κρινεῖ καθάρσεως. Ἀντὶ δὲ τοῦ, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται , Σύμμαχός φησιν· Κύμινον δὲ ἐν βακτηρίᾳ, ἄρτος δὲ λεπτοκοπηθήσεται . Τὸ ἄρτος ἀντὶ τοῦ σῖτος εἰπών. Ἀντὶ δὲ τοῦ, οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι. Οὐδὲ φωνὴ τῆς πικρίας μοῦ καταπατήσει ὑμᾶς , Θεοδοτίων καὶ Σύμμαχος ἐξέδωκαν. Ἁλλ’ οὐκ εἰς τέλος ἀλοῶν ἀλοήσει αὐτὸν, οὐδὲ ταράξει τροχὸς ἀμάξης αὐτοῦ, οὐ δὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν . Τοῦτ’ ἔστιν, Ἐπειδ’ ἂν ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων , τὴν περὶ αὐτὸν καλάμην ὁμοῦ καὶ τῶν βοῶν ταῖς ὁπλαῖς αὐτὴν λεπτυνόντων , αὐτὸν οὐκ ἀφανίσει τὸν σῖτον· ὥσπερ οὖν οὐδὲ τῶν ψυχῶν τὴν οὐσίαν ἡ κόλασις. Ὅπερ οἱ ἑβδομήκοντα νοοῦντες ἐξέδωκαν, Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι . Τοῦτ’ ἔστιν οὐ πρὸς ἀπώλειαν οὐσίας κολάζω, καθάπερ οὐ δὲ τροχὸς ἁμάξης ἀφανίζει τὸν σῖτον , ἀλλὰ καθαρὸν ἀπεργάζεται.
Ταῦτα δέ φησι, πάντα ὥσπερ εἰ τέρατα τοῖς μὴ νοοῦσιν ὑπάρχοντα οὐκ ἄνθρωπος ἔφη, ἀλλὰ Θεὸς ἀπεφήνατο. Εἰ δὲ πρὸς Θεοῦ βουλὴν δύνασθε παραμυθίαν εὑρεῖν, ματαίαν ταύτην ὑψώσατε. Κατὰ δὲ Σύμμαχον, Καί γε τοῦτο παρὰ Κυρίου δυνάμεων ἐξῆλθεν πάλαι, ἐδόξασε βουλὴν, ἐμεγάλυνε σωτηρίαν . Τὴν δὲ πᾶσαν ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο. Χριστοῦ παρενήνεκται πρόσωπον πρὸς πειθὼ τῶν εὐαγγελικῶν κηρυγμάτων τὸν Ἰσραὴλ ἐπαγόμενον, πρὸς ἃ, φησὶ, προσοχῆς χρεία πολλῆς, καὶ ῥᾳθύμως ἀκούειν οὐ δεῖ, φυλάττεσθαι δὲ τὸ, καὶ μετὰ ταῦτα πάλιν τῆς νομικῆς λατρείας ἀντέχεσθαι. Κατὰ τὸν θεῖον Ἀπόστολον γὰρ, «Κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε.» Δηλοῖ δὲ πάλιν ἡ προσοχὴ , τὸ κἀν ταῖς τοῦ νόμου σκιαῖς τὸν Χριστὸν εὑρίσκειν τυπούμενον. Οὐ γὰρ ἀλλότρια παραγγέλλω τοῦ νόμου, εἴγε νοοῖτο πνευματικῶς. «Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος γέγραφε.» Προφάσει γὰρ τῆς τοῦ νόμου φυλακῆς, ὡς εὐσεβοῦντες δῆθεν ἐδίωκον Ἰησοῦν , ὡς ἀλλότρια ταύτης διδάσκοντα.
PG 87:2248Διό φησι, μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν , δηλῶν ὡς ἀκανθώδει γῇ παρέοικε τῶν εἰδωλολατρούντων ὁ νοῦς, καὶ δεῖται λόγου, κατηχητικοῦ ἀρότρου δίκην αὐτὸν ἀναπτύσσοντος, ὡς ἂν εὐτρεπισθείη πρὸς τὸν σπόρον τὸν ἄνωθεν, καὶ καρποφορῆσαι δυνήσηται. Τοῦτο γέγονε τοῖς υἱοῖς Ἰςραὴλ ἐξελθοῦσι μὲν Αἰγύπτου, τὸν δὲ νόμον δεξαμένοις ὡς ἄροτρον . Ὡς ἂν κατεσκληκυῖαν αὐτῶν τῆς ψυχῆς ἀνατέμῃ τὴν γῆν . Δεῖ τοίνυν τοῦ ἀρότρου παυσαμένου, τὸν εὐαγγελικὸν ὑποδέχεσθαι σπόρον, καὶ παυσαμένων τῶν τύπων, δέξασθαι τὴν ἀλήθειαν. Ὁ δὲ γεωργὸς, φασὶ, κἂν ὁμαλίσῃ τὴν γῆν , οὐκ εὐθὺς καταβάλλει σπέρματα στερεώτερα. Τῶν δὲ σμικροτέρων κατάρχεται, διὰ τούτων πρῶτον γυμνάζων τὴν γῆν . Οὗτος γὰρ ἐν τοῖς σοῖς ὁρίοις τεχνικὸς τῆς γεωργίας ὁ τρόπος. Οὕτως οὖν ὁ νόμος ὁμαλίσας τὴν γῆν , τὰς ἀσθενεῖς σοι σκιὰς τῆς ἀληθείας ἐνέσπειρεν , οἰονεὶ κύμινον, καὶ μελάνθιον . Ἃ δὴ καθ’ ἑαυτὰ παντελῶς οὐκ ἔστιν ἐδώδιμα, τῇ δὲ πρὸς ἕτερα γίνεται χρήσιμα συμπλοκῇ, κριθὴν καὶ σῖτον , τοῦτ’ ἔστι, τὸν ἐκ τούτων ἄρτον γινόμενον. Οὕτω δεῖ τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὸν νόμον συμφέρεσθαι.
Ἄλλως γὰρ ἀδρανοῦς ὄντος πρὸς ἁμαρτιῶν ἀποκάθαρσιν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, τὸ δὲ ζωοποιὸν εἰσκεκόμισται κρῖμα , τοῦτ’ ἔστι Χριστὸς συντετμημένη πίστει δικαιῶν, ὃ ποιεῖν οὐκ εἶχον αἱ μακραὶ τοῦ νόμου περίοδοι. Τῷ δὲ πιστεύοντι, καθάπερ κριτῇ τῷ Κυρίῳ τὰ πρακτέα προςτάττοντι, καὶ τὰ τῆς πνευματικῆς εὐφροσύνης ἀκολουθεῖ. Ὡς χρησίμου δὲ πάλιν ἀντέχεται τοῦ παραδείγματος, δεικνὺς ὡς μετρία δίκη ῥᾳθυμοῦντας τοὺς νόμους μετήρχετο· καίτοι λέγων, «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ,» καὶ τὰ ἐπὶ τούτοις, καὶ ὅμως φιλανθρώπως ἐκόλαζεν, ὡσανεὶ ῥάβδῳ καθαρθείη μελάνθιον . Εἰ καὶ τηροῖτο δὲ, φησὶν, ὁ νόμος, καθ’ ἑαυτὸν ἄχρηστος τῆς τοῦ ἄρτου δεόμενος συμπλοκῆς. Σαφῆ δὲ ποιῶν τὴν εἰρημένην φιλανθρωπίαν, ἐπήνεγκεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσομαι . Οὐδ’ οὕτως ὑμᾶς ἡ ἐξ ἐμοῦ μέτεισι δίκη, ὡς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς. Διὸ καὶ τέρας καλεῖ καὶ θαύματος ἄξιον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραήλ. Ὅθεν φησὶ, Βουλῆς ἀγαθῆς ἐπιλάβεσθε , καταιτιώμενος ὅτι ματαίαν παράκλησιν μέγα τι καὶ ὑψηλὸν εἶναι χρῆμα νομίσαντες, τοῦ εἰκότος ἔξω ποι φέρονται.
PG 87:2250Εἴη δ’ ἂν αὐτὴ, καθ’ ἣν ἔλεγον· «Ἐποιησάμεθα συνθήκην μετὰ τοῦ ᾅδου,» καὶ τὰ ἐπὶ τούτοις. Ἤκουον γάρ· «Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.» ΚΕΦΑΛ. ΚΘ. α η. Οὐαὶ πόλις, Ἀριὴλ, ἣν ἐπολέμησε Δαβίδ· συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγεσθε γὰρ σὺν Μωάβ. Ἐκθλίψω γὰρ Ἀριὴλ, κ.τ.λ. Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοί φασιν, Ἰουδαίων παῖδες ὑπάρχειν τὴν Ἱερουσαλὴμ, λέγοντες ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς, Ἀριὴλ ὠνομάσθαι. Τοιγαροῦν Ἰεζεκιὴλ ἐν τοῖς τελευταίοις τὸν ναὸν διαγράφων οὕτω φησί· «Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου, ἐν πήχει πήχεως, καὶ παλαιστῆς.» Καὶ προβάς· «Καὶ ἀπὸ τοῦ Ἀριὴλ ὑπεράνω τῶν κεράτων πῆχυς· καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα·» ἑρμηνεύεσθαι δέ φασι λέων Θεοῦ. Ὂν γὰρ Θεοῦ τὸ θυσιαστήριον, κατήσθιε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα. Τινὲς δέ φασι τὴν πόλιν οὕτως εἰρῆσθαι, ἐπεὶ διὰ Θεοῦ, λέοντος δίκην, ἐσπάραττε τοὺς ἀνταίροντας. Τὸ δὲ, πόλις, ἣν ἐπολέμησε Δαβὶδ , οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ τὸν Ἀκύλαν, πολίχνη παρεμβλήσεως Δαβίδ .
Ἀλλοφύλων γὰρ οὖσαν, καὶ Ἰεβοῦς καλουμένην εἷλεν ὁ Δαβὶδ, τυφλοὺς καὶ χωλοὺς ἀποκτείνας τοὺς ἀνθεστηκότας αὐτῷ. Καθὰ καὶ Χριστὸς παρέστησε τοὺς ταύτης οἰκήτορας τυφλοὺς ὑπάρχοντας καὶ χωλοὺς, ὀρθοποδεῖν οὐκ ἐθέλοντας, οὐδὲ τὸ θεῖον εἰσδέχεσθαι φῶς, μάλιστα δὲ Γραμματεῖς τε καὶ Φαρισαίους. Ὅθεν Δαβὶδ μέν φησιν· «Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ὁ δὲ Παῦλος· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ὅτι δὲ καὶ τυφλοῖ δεδήλωκεν ὁ Σωτήρ· «Εἰς κρῖμα, λέγων, ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Τὰ μὲν γὰρ ἔθνη προδήλως ἀνέβλεψαν, οἱ δὲ τὸν ἐκ νόμου φέροντες φωτισμὸν ἐτυφλώθησαν. Δύναται δὲ καὶ τὸ, ἣν ἐπολέμησε Δαβὶδ , ἀντὶ τοῦ, δι’ ἣν ἐπολέμησε λέγεσθαι. Περὶ αὐτῇς οὖν ὁ προφήτης νῦν λέγει τῆς πόλεως ἀκολούθως τὰ προλαβόντα περὶ τῶν ἀρχόντων εἰπὼν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Διὰ τὰς τούτων γὰρ παρανομίας, καὶ ἡ πόλις ἤμελλε πείσεσθαι.
PG 87:2251Τοῖς οὖν ταύτην οἰκοῦσι φησὶν, Ἕως ἔτι καιρὸς ἐστὶν, γεννήματα συναγάγετε, ἀδείας ὑμῖν δοθείσης ἐπ’ ἐνιαυτὸν ἕνα , τὸν τῆς ἐπιδημίας λέγων καιρὸν, καθ’ ὃν ἐκήρυττεν ὁ Χριστὸς, ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. Τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν, ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. Συμβουλεύει τοίνυν, ἐν ὅσῳ καιρὸν εἶχον, τροφὰς ἐξ αὐτοῦ θησαυρίσαι πνευματικάς. Φάγεσθε γὰρ, φησὶ, συμβωὰμ , διὰ μιᾶς εἰδωλομανοῦς πόλεως τὰ ἔθνη δηλῶν. Κοινὴ γὰρ ἐν Ἐκκλησίᾳ τροφὴ τοῖς ἐκ τῶν δύο λαῶν. Φασὶ δὲ τὸ, φάγεσθε γὰρ σὺν Μωὰβ , μὴ κεῖσθαι κατὰ τὸ Ἑβραϊκὸν, μηδὲ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Καὶ ἄλλως δὲ, φασὶν, ἐκ τῆς συμφράσεως τῆς ἑρμηνείας περιττὸν ἀποδείκνυται. Μὴ βουλομένων δὲ τὰς νοητὰς ὑμῶν συνάγειν τροφὰς, ἐκτρίψω τὴν Ἀριὴλ , ὅπερ ἐστὶν Ἱερουσαλήμ. Ἀντὶ δὲ τοῦ, Καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος ἐμοὶ , Σύμμαχος ἔφη· Καὶ ἔσται κατώδυνος καὶ ὀδυνωμένη . Πλὴν νοήσεις ἰσχὺν αὐτῆς , νοητῶς τε καὶ αἰσθητῶς. Τὸ μὲν, ὅτι συνετρίβησαν πολέμῳ, καὶ ὁ πλοῦτος αὐτῶν δι’ ἁρπαγῆς Ῥωμαίοις ἐγένετο.
Τὸ δὲ, ὅτι γυμνοὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἐγένοντο, συναποβαλόντες καὶ τῆς ἐκ νόμου σοφίας τὸν πλοῦτον. Ὡς εἷλε δέ σε Δαβὶδ ἀλλοφύλων ὑπάρχουσαν, οὕτως ἁλῶναί σε ποιήσω πολιορκίᾳ . Καὶ νῦν γὰρ ἀλλοφύλων γέγονας οἰκητήριον πλήρης ἀρχόντων οὖσα κακῶν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως, οἳ καὶ κατὰ Χριστοῦ φωνὰς ἐπηρμένας ἐφθέγγοντο λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Τοὺς δὲ λόγους φησὶ τούτους ταπεινωθήσεσθαι , τοῦτ’ ἔστι τοὺς λέγοντας. Πολέμῳ γὰρ κακωθέντες, χρήσονται ταπεινοτάταις φωναῖς, ἐλεεινά τε λέγοντες καὶ λεπτὰ, καθάπερ ἐπὶ νεκυομαντείας οἱ δαίμονες ψυχὰς τὰς καλουμένας ὑποκρινόμενοι. Ὑποφανοῦσι γὰρ ἰσχνόν τι καὶ τετρηγός. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Καὶ χαρακώσω κατὰ σοῦ στάσιν καὶ ἀναστήσω κατὰ σοῦ πολιορκίαν, καὶ ταπεινωθήσῃ. Ἀπὸ τῆς γῆς λαλήσεις, καὶ ὑπὸ γῆν ἐδαφισθήσεται ἡ λαλιά σου, καὶ ἔσται ὡς ἐγγαστρίμυθος ἀπὸ τῆς γῆς ἡ φωνή σου, καὶ ἀπὸ τῆς γῆς ἡ λαλιά σου ῥοίσεται . Τὰ δὲ νῦν λεγόμενα παθεῖν μέλλουσαν τὴν Ἱερουσαλὴμ ὁ Σωτὴρ ἀποκλαίεται λέγων·
PG 87:2253«Εἰ ἔγνως καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα,» καὶ τὰ ἑξῆς. Ἀθρόα δὲ, φησὶν ὁ προφήτης, ἔσται σοι τὰ δεινὰ, ὡς ἐν στιγμῇ χρόνου. Θεοῦ γὰρ ἐπισκοπῇ , καὶ οὐκ ἐξ ἀνθρώπων γενήσεται. Παραδείκνυσι δὲ ὡς πυρίκαυστος ἔσται, βροντῆς ἐκ Θεοῦ καὶ σεισμοῦ καὶ καταιγίδος ἐπ’ αὐτὴν ἐνεχθείσης, ἤγουν τῶν πολεμίων τὴν ἔφοδον καθάπερ τινὰ βροντὴν καὶ σεισμὸν, καὶ καταιγίδα γενήσεσθαι καὶ φλόγα πυρὸς κατεσθίουσαν. Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ προειπὼν, ἐπιλέγει περὶ τῶν πολιορκησάντων αὐτὴν, ὀνειρώδη λέγων τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τούτων τὸ τέλος μαθεῖν. Μετὰ γὰρ τὸν τρόπον ..... θκα. Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου. Ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτὰ, κ.τ.λ. .... δρυτόμοι γὰρ ὥσπερ ἐγένοντο τοῖς ἐξ Ἱερουσαλὴμ οἱ καταδῃοῦντες αὐτοῖς. Ὃ δηλοῖ λέγων ὁ Ζαχαρίας·
«Διάνοιξον, ὁ Λίβανος, τὰς χεῖράς σου, καὶ καταφαγέτω δρὺς τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Κατὰ δ’ οὖν τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ’ ὃν αὐτὴ γενήσεται ἡ μεταβολὴ, τοῦ βιβλίου τοῦ προῤῥηθέντος, ἀκούσονται τοὺς λόγους οἱ πάλαι κωφοὶ , τοὺς ἐθνικοὺς δηλῶν, οὓς ἔλεγεν Λίβανον, λόγους τοὺς ἐσφραγισμένους Χερμὲλ , τῷ τῶν Ἰουδαίων λαῷ, διότι οἱ μὲν πρὶν ἀνήμεροι, γεγόνασιν ἥμεροι. Οἱ δὲ πρὶν ἥμεροι, τοὐναντίον ἀνήμεροι. Καὶ οἱ πρὶν ἐν ὀμίχλῃ καὶ σκότῳ τυγχάνοντες, ὄψονται τοῦ βιβλίου τὸ φῶς. Οἱ δὲ πρὶν ὁρῶντες τοῦ Θεοῦ τὰ μυστήρια, τυφλοὶ πρὸς ταῦτα γενήσονται . Καὶ οἱ μὲν πλουτήσουσιν εὐφροσύνην καὶ σωτηρίαν πνευματικὴν, ὧν ἦσαν ἐκ Πατέρων ἀλλότριοι. Οἱ δὲ τούτων ἐν ἐνδείᾳ γενήσονται. Ἐκπεσόντες ἐλπίδος, ἧς ἐντὸς ἐκεῖνοι γεγόνασιν, τὸ πρὶν ὄντες ἀνέλπιστοι, κατὰ τό· Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. Γεγόνασι δὲ τούτων ἐντὸς, μὴ προςκόψαντες τῷ λίθῳ τοῦ προσκόμματος , οἱ πιστεύσαντες τῇ ἐπικειμένῃ τῷ βιβλίῳ σφραγῖδι , ὅς ἐστι Χριστός.
PG 87:2255Ἐξέλιπε γὰρ ὁ πρὶν αὐτῶν κρατῶν ἀσεβὴς , ὅπερ ἐστὶν ὁ διάβολος ὃν ὑπερήφανον , φησὶ, καὶ τοὺς ὑπ’ αὐτὸν ἀσεβεῖς. Τῷ γὰρ τῆς ἀσεβείας ἄρχοντι συναπώλοντο πάντες οἱ δαίμονες. Ἀλλὰ καὶ τῶν ἐθνῶν σωθέντων οἱ κατηγορηθέντες οὐχ ὑπάρξουσιν οἱ Ἰουδαῖοι, Ἐκλείψει δὲ πᾶς ὑπερήφανος ἐν αὐτοῖς, καὶ τοῦ Χριστοῦ χλευάζων τὸν λόγον. Σύμμαχος γὰρ οὕτως ἐξέδωκεν· Καὶ ἀνηλώθησαν χλευάζοντες καὶ ἐξεκόπησαν πάντες οἱ εἰς ἀδικίαν ἐξαμαρτάνοντες ἀνθρώπους ἐν λόγῳ , οἳ, κατὰ τοὺς Ἑβδομήκοντα, τὸν νόμον παραβάντες, ἄνομοι λέγονται, ὑπερήφανοι δὲ, τοῦ Χριστοῦ καταλαζονευσάμενοι λέγοντες· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; πῶς οὖν λέγει, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Καὶ πάλιν· «Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἵδῃ εἰς τὸν αἰῶνα;» Ἔλεγον δὲ καὶ, «Δαιμόνιον ἔχει, καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε;» οὗτοι δὲ ἦσαν, οἱ τοὺς παιδεύοντας αὐτοὺς ἐν αὐλαῖς παγιδεύοντες, τοὺς προφήτας δηλονότι, καθ’ ὧν ἐπιβουλῆς ἁπάσης ἐθηρῶντο λαβάς. Καὶ ἀλλαχοῦ δέ φησι·
«Καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον ἐβδελύσσοντο,» οἳ καὶ τὸν δίκαιον λόγον, καὶ αὐτὸν δὲ Χριστὸν, τὴν δικαιοσύνην, μάτην ἐκκλίνοντες ἀπεσείοντο, μηδὲ ἔχοντες ἐγκαλεῖν. Τινὲς δὲ τὸ, ἐν πύλαις , οὐ λεληθότως, ἐν ἁπάσῃ δὲ παῤῥησίᾳ φασί. Καὶ δίκαιον , τὸν νόμον λέγουσιν ἐν ἀδίκοις ταῖς τῶν πρεσβυτέρων, ὡς εἴρηται, παραδόσεσιν. κβκδ. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ. Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ· ἀλλ’ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι’ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, κ.τ.λ. Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος, οὕς φησι καλεῖσθαι οἶκον Ἰακώβ . Ὃν οὐκ ἀξίοντα τοῦ θεοφιλοῦς Ἀβραὰμ, ἀπηλλοτρίωσεν ἀφορίσας Θεὸς, κατὰ τό· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.» Ἀντὶ δὲ τοῦ, Ὃν ἀφώρισεν ἐξ Ἀβραὰμ, Ὁ λυτρωσάμενος τὸν Ἀβραὰμ , ἐξέδωκε Σύμμαχος, δηλῶν ὡς οὐ τούτους ἐλυτρώσατο, πρὸς οὓς ἀποτείνεται. Φησὶν οὖν, ὡς Προφητευομένης τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς ἡμετέρας ἀποβολῆς καθ’ ὃν προφητεύεται ταῦτα καιρὸν, οὐκ ἐρυθριᾶτε φησὶν, ὡς ἂν μὴ πιστεύοντες ἔσεσθαι.
PG 87:2256Ἀλλ’ οὖν ὑμᾶς ὁ τῆς ἐκβάσεως ποιήσει καιρός. Τὰ γὰρ ὑμέτερα τέκνα , φησὶν, αἰσχυνθήσονται , τὸν Θεὸν Ἰακὼβ ὁρῶντες ὑπ’ ἀλλοφύλων ὑμνούμενον, φόβον ἐχόντων τὸν πρὸς αὐτόν. Καίτοι πρώην ἦσαν πλανώμενοι , καὶ τῆς θείας κατηγοροῦντες προνοίας, ὑπακούειν μαθήσονται . Καὶ μηδὲν ὑγιὲς περὶ Θεοῦ λέγειν δυνάμενοι, λαλήσουσιν εἰρήνην τοῦ πρὸς αὐτὸν ἀπηλλαγμένοι πολέμου. Ὁ δὲ Σύμμαχός φησιν· Ἀλλ’ ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ, ἁγιάζονται τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν Ἰσραὴλ κραταιώσουσι, καὶ μαθήσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν, καὶ γογγυσταὶ μαθήσονται παιδείαν . Οὕτω δέ τινες ἐξηγήσαντο· Τοῦ Θεοῦ προειρηκότος τῶν ἐξ Ἰσραὴλ τὴν ἀπώλειαν, εἰκὸς ἦν τοῦτο ψευδὲς ὑπονοῆσαί τινας, σωθὲν ὁρῶντας τὸ ἐγκατάλειμμα. Προλέγει τοίνυν, ὡς καὶ αὐτοὶ σωθήσονται διὰ πίστεως· «Ὅτ’ ἂν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται.» Ἐκ πάντων δὲ τῶν ἐθνῶν ἐξειλεγμένον λέγει καὶ Θεοῦ κλῆρον ἐξαίρετον γένος τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακώβ . Οὐκ ἐπιγνώσονται δὲ τὴν ἑαυτῶν ἁμαρτίαν ἅμα τῷ παροινῆσαι κατὰ Χριστοῦ.
Οὐδὲ μεταβαλοῦσι τὸ πρόςωπον ἐπὶ τὸ φρονεῖν αἱρεῖσθαι τὰ κρείττονα. Ἀλλ’ ὅτ’ ἂν οἱ τούτων υἱοὶ θεάσωνταί μου τὰ ἔργα , τὴν ὑπουράνιον κληθεῖσαν ὁρῶντες εἰς θεοσέβειαν, τότε τὸν ὄντως ἅγιον Θεὸν τοιοῦτον εἶναι νομίσουσι, καὶ φοβηθήσονταί με , καὶ ζήσονται. Γέγραπται γὰρ, ὡς ὁ φόβος Κυρίου ζωὴν ποιεῖ. Τοῦτο σύνεσις ἔσται τοῖς πεπλανημένοις ποτέ. Οἳ καὶ κατὰ Χριστοῦ διεγόγγυζον, ποτὲ μὲν λέγοντες· πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; ποτὲ δὲ ὅτι τὸ Σάββατον ἔλυε, προσφέρων τὴν σκιὰν εἰς ἀλήθειαν. Καὶ ὅτι πατέρα ἴδιον ἔλεγεν, τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐψέλλιζον δὲ μηδὲν ὀρθὸν εἰπόντες περὶ Χριστοῦ. Ἀλλ’ εἰρήνην λαλήσουσι πρὸς αὐτὸν λέγοντες· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· «Τὸ ὄνομά σου» ὀνομάζομεν. ΚΕΦΑΛ. Λ. αε. Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος, Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίας, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, κ.τ.λ.
PG 87:2258Τὰ περὶ τοῦ στεφάνου πληρώσας τῆς ὕβρεως, νῦν ὡς καὶ παῖδες Ἑβραίων φασὶ, τὰ περὶ τοῦ κατὰ τὸν Ἱερεμίαν λέγει καιροῦ, καθ’ ὃν ἁλούσης τῆς πόλεως, οἱ περιλειφθέντες ἐν Ἰουδαίᾳ φόβῳ τῶν Βαβυλωνίων εἰς Αἴγυπτον φεύγουσιν, ἀπαγορεύοντος Ἱερεμίου, ᾧ δὴ καὶ συνεβουλεύσαντο δι’ αὐτοῦ μαθεῖν ἀξιοῦντες ὅπερ ἐδόκει Θεῷ. Εἰπόντος δὲ μένουσιν ἐν Ἰουδαίᾳ γενήσεσθαι τὸν Θεὸν εὐμενῆ, εἰ δὲ προσφύγωσιν Αἰγύπτῳ, πάντας ἄρδην ἀπολέσθαι, Ψεύδη λαλεῖς ἔφασκον, ὑπὸ Βαροὺχ μισοῦντος ἡμᾶς πεπεισμένος, ἀλλ’ οὐχὶ λόγους ἀπαγγέλλεις Θεοῦ. Διὸ μετὰ τοῦ Βαροὺχ αὐτὸν εἰληφότες, κατέβησαν πάντες εἰς Αἴγυπτον. Ταῦτα προλέγει νῦν Ἡσαί̈ας σχεδὸν πρὸ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν Ἱερεμίου γενόμενος. Θρηνεῖ δὲ τοὺς ἀπειθήσαντας Ἱερεμίᾳ, καὶ ἀποστάτας καλεῖ τέκνων ἐγκαταλεγέντας τάξει τὸ πρότερον, ἀποστάντας δὲ Θεοῦ πρὸς ἀσέβειαν, καὶ τέκνων σφαγὴν, καὶ ἀπείθειαν τῶν ὑπ’ αὐτοῦ λεγομένων. Δοκεῖ δὲ παρ’ ἱστορίαν τὸ λέγειν, Ἐμὲ δὲ οὐκ ἐπηρώτησαν . Ἠρώτησαν γὰρ δι’ Ἱερεμίου. Ἀλλ’ οὐχ ὡς ἔδει τοὺς ἐρωτῶντας Θεόν. Ἐφ’ ᾧ γε πάντως πεισθῆναι. Τὸ δὲ τοῦ Πνεύματος ἰσότιμον ἔδειξεν.
Ὡς γὰρ εἶπε τὸ, οὐ δι’ ἐμοῦ , οὕτω καὶ τὸ, οὐ διὰ τοῦ πνεύματός μου . Τὸ δὲ, Φαραὼ , κοινός ἐστι τῶν ἐν Αἰγύπτῳ βασιλέων χρηματισμὸς, ὡς τῶν Ῥωμαίων ὁ Καῖσαρ. Ἐπελέγετο γὰρ τούτῳ καὶ τὸ Κύριον ὄνομα, οἷον Φαραὼ Νεχάω. Τὰ δὲ διὰ Μωσέως παράδοξα, καθά φησιν ὁ Δαβὶδ, ἐν πεδίῳ γέγονε τάνεως . Καὶ ἄνω δὲ περὶ Αἰγύπτου λέγων ὁ προφήτης, «Ἐξέλιπον, ἔφησεν, οἱ ἄρχοντες Τάνεως·» εἰκότως. Ἐπειδὴ περὶ τῆς τοῦ Σωτῆρος ἔλεγε παρουσίας· νῦν δὲ περὶ τῶν Ἱερεμίου λέγων καιρῶν, οὔ φησιν ἐκλελοιπέναι, ἀλλ’ εἶναί τινας ἀρχηγοὺς ἀγγέλους πονηροὺς , τοὺς αὐτοὺς λέγων τοῖς ἄνω λεχθεῖσιν ἄρχουσι Τάνεως. Δαίμονάς τινας ἐμφαίνων, οἵπερ ἐνήργουν τὰ ἐν Τάνει γενόμενα. Ἐνταῦθα γὰρ ἦν τότε τοῦ Φαραὼ τὸ βασίλειον. Πρὸς δὲ τῷ μὴ δύνασθαι βοηθεῖν ὑμῖν, γενήσονται αἰσχύνη καὶ ὄνειδος. Ἥλωσαν γὰρ σὺν αὐτοῖς Ἰουδαίοις Αἰγύπτιοι . Τινὲς δὲ τὰ μέχρι τοῦ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον , περὶ τῶν ἐπαναστάντων εἰρῆσθαί φασι τῷ Χριστῷ. Πονηρὰ δὲ βουλευόμενοι, μετὰ Θεοῦ πῶς ἐβουλεύοντο, μεθ’ οὗ βουλεύεται μόνος εἴ τις εὐσεβής τε καὶ δίκαιος; γέγραπται γὰρ, Λογισμοὶ δικαίων κρίματα. Οἱ δὲ περὶ τοῦ Σωτῆρος ἔφασκον·
PG 87:2260«Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὴν πόλιν, καὶ τὴν χώραν.» Ἄλλος ἔλεγεν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Καὶ κατὰ τὴν παραβολὴν δὲ ἔφασκον, «Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Καὶ πρὸς τοῖς δούλοις τοῖς προφήταις καὶ τὸν κληρονόμον ἀπέκτειναν. Πρὸς ὅπερ οἰκείως ἔφη, «Οἱ προστιθέντες ἁμαρτίας ἐφ’ ἁμαρτίαις.» Ὅτι δὲ αὐτοῖς ἄνωθεν ἡ γνώμη πρὸς ἀπόστασιν [ὁ] τὴν ἀπὸ Θεοῦ, δηλοῖ καὶ ἡ πάλαι κάθοδος εἰς Αἴγυπτον γενομένη παρὰ γνώμην Θεοῦ. Τὸ δέ· Εἰσὶ γὰρ ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροὶ , ἐπειδήπερ ᾤοντο τὴν τῶν ἐκεῖ βασιλέων αὐτοῖς ἐπαρκέσαι ῥοπήν. Ἀλλ’ ἦλθόν τινες ἀγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας ἀφόρητα· Τὴν γὰρ τύρων ἑλὼν, ἐπεστράτευσε τοῖς Αἰγυπτίοις ὁ Βαβυλώνιος. Ἠσχύνθησαν οὖν οἱ ἐπὶ τούτους ἐλπίσαντες, μεθ’ ὧν ἀπεσφάττοντο, μὴ μαθόντες παρὰ Δαβὶδ τὸ, «Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρωπον.» ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ. ιζ.
Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην, καὶ ὄνειδος, κ.τ.λ. Ἀντὶ τοῦ, ἡ ὅρασις, λῆμμα Σύμμαχός φησιν. Ἀντὶ δὲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, κτηνῶν νότου πάντες ἐξέδωκαν. Αἰνίττεται δὲ τὰ τετράποδα , ζῶα τὰ παρ’ Αἰγυπτίοις θεοποιούμενα, κεῖται δὲ κατὰ νότειον κλῖμα τῆς Ἰουδαίας ἡ Αἴγυπτος, ἔρημος οὖσα Θεοῦ, πάσης ἀλογίας ἐν αὐτῇ τιμωμένης, καὶ τῶν παρ’ αὐτοῖς ἐνεργούντων δαιμόνων, οὓς ἀνηγόρευον Θεοὺς, στενοὶ καὶ τεθλιμμένοι τυγχάνοντες τὰς ψυχάς. Ἐν θλίψει γὰρ καὶ στενοχωρίᾳ τόπον εἶχον ἀσπίδες καὶ λέοντες καὶ τὰ τοιαῦτα κακὰ, ὧν εἰκόνες ἦσαν ζῶα τὰ παρ’ ἐκείνοις θεοποιούμενα. Οἷς δὴ καὶ πόλεις ἐπωνύμους ἐκτήσαντο, τὴν λεόντων , καὶ τὴν κυνῶν, καὶ κροκοδείλων ἄλλην, καὶ τοιαύτας ἑτέρας, πρὸς οὓς Ἰουδαῖοι τὸν πλοῦτον ἀπέφερον. Τῆς γὰρ αὐτῶν ψυχῆς τὰ ταμιεῖα τῇ τῶν Αἰγυπτίων παρεδίδοσαν πλάνῃ, φέροντες αὐτὸν ἐπ’ ὄνων τε καὶ καμήλων , ἅπερ αὐτῶν τὴν ἀλογίαν καὶ τὴν ἀφροσύνην δηλοῖ.
PG 87:2262Βοηθεῖν γὰρ αὐτοῖς οὐκ εἶχεν, αἰσθητός τις Αἰγύπτιος, ἢ νοητός. Τινὲς δέ φασιν, ὡς ἔρημον τὴν Ἱερουσαλὴμ ἐνταῦθα καλεῖ, ὥσπερ οὖν αὐτὴν ἔλεγεν Ἀριὴλ, ὀνειδίζων τοῖς οἰκοῦσιν αὐτὴν, ὡς δίκην θηρίων ἐν ἐρήμῳ νεμομένων ἐπολιτεύοντο, μὴ τὴν παρὰ Θεοῦ δοθεῖσαν αὐτοῖς τιμὴν λογισάμενοι, δι’ ὃν ἡ πόλις ηὐξήθη, καὶ ναὸν ἔσχε Θεοῦ, Ἅγιά τε ἁγίων, καὶ ὥσπερ ἀνῆπτο παντὶ τῷ κόσμῳ λαμπτήρ· ἀλλ’ εἰς ἀλόγους ἐτράπησαν ἡδονὰς τὰ τῶν ἀλόγων ἠθημούμενοι, διὸ, τετράποδα καλεῖ, καὶ τὴν ὅρασιν οὐχ ὡς πρὸς ἀνθρώπους λέγει κομίζεσθαι. Τινὲς δέ φασιν ἐν τῇ κληροδοσίᾳ τῆς γῆς τὴν τοῦ Ἰούδα φυλὴν τὰ πρὸς ἠώ τε καὶ νότον τῆς χώρας λαχεῖν προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, δι’ ἧς ἦν ἀπιέναι τοὺς θέλοντας εἰς τὴν Αἴγυπτον. Ἐν καιρῷ τοίνυν τῆς τῶν Ἀσσυρίων ἐφόδου (τοῦτον γὰρ θλίψιν καὶ στενοχωρίαν ἐκάλεσεν) λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν. Λέοντας μὲν λέγων τοὺς δυνατούς τε καὶ ἄρχοντας, σκύμνους δὲ τοὺς εὐθὺς μετ’ αὐτοὺς, ἢ καὶ ἐξ αὐτῶν· καὶ τοὺς λοιποὺς, κατὰ λόγον τῆς πονηρίας, ἰοβόλα ζῶα καλῶν, καὶ πετόμενα , διὰ τὴν ἐφοτιοῦν τῶν ἀτοπωτάτων ὀξύτητα.
Καὶ ὁ τοῦ Σωτῆρος δὲ Πρόδρομος ὄφεις αὐτοὺς ἐκάλει καὶ γεννήματα ἐχιδνῶν. Καὶ ἵπποι δὲ θηλυμανεῖς ἐγενήθησαν, φησὶν ἡ Γραφή. Τοῖς γὰρ κακοῖς συνεχόμενοι, δέον ἐπὶ Θεὸν τὴν τῶν ἀγαθῶν καταφεύγειν πηγὴν, εἰς Αἴγυπτον τὸν πλοῦτον μετέφερον , ἧς καὶ τὴν προσηγορίαν ἐχρῆν ἀποστρέφεσθαι, λογιζομένους τὴν πάλαι δουλείαν, καὶ ὅσαις αὐτὴν ὁ Θεὸς ὑπὲρ αὐτῶν μετῆλθε πληγαῖς. Διό φησιν, Καθίσας γράψον ἐπὶ πυξίου ταῦτα . Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων, γραφῆναι ταῦτα ποιεῖ, πρὸς τὸ δειχθῆναι συμβαίνουσαν λαχόντα τὴν ἔκβασιν· τὰ δὲ τῶν προφητῶν ἔσται γνώριμα καὶ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος. Ἤγουν, φασὶν, Ἐπειδὴ μὴ τοσοῦτον ὁ λόγος καθικνεῖται τῶν νουθετουμένων, ὡς ἔγγραφος φωνὴ, τούτου χάριν γράψαι προσέταξεν. Τάχα δὲ, καὶ τὸ ἄκαρπον τῶν περὶ ὧν ἡ Γραφὴ, τὸ πυξίον δηλοῖ. Σχεδὸν οὖν ἔγγραφον μαρτυρίαν πρόθες κατ’ οἶκον καὶ κατ’ ἄνδρα· πᾶσιν ἀνάγνωθι, μήπως ὡς μὴ μαθόντες ὕστερον προφασίσαιντο· ἡ δὲ μαρτυρία, ὅτι ψευδεῖ βοηθείᾳ πεποίθασι , καὶ λάκκοις τοῖς οὐ δυναμένοις ὕδωρ συνέχειν, οὔτε ἴδιον, οὔτε φερόμενον ἔξωθεν, τὸν τἀγαθὰ πλουσίως αὐτοῖς χορηγοῦντα καταλιπόντες ἐμέ.
PG 87:2263Ἀπειθεῖς δὲ ὄντες, καὶ τοῖς λέγουσι τότε προφήταις ἐντραπήσονται ταῦτα περὶ αὑτῶν προειρηκότος ἐμοῦ. Ψευδεῖς δὲ αὐτοὺς εἰκότως ἐκάλει, ὅτι τοῦ Μωσέως αὐτοῖς τὴν νομοθεσίαν ἐκφήναντος ἔλεγον· «Πάντα ὅσα εἶπεν Κύριος ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα.» Καὶ τοῦ νόμου διαγορεύοντος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·» τὸν Θεὸν ἀφέντες πρὸς εἴδωλα κατεσύροντο. Δι’ ὅπερ υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς . Ψάλλει δὲ καὶ Δαβίδ· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτόν.» Καὶ ὡς ἀπὸ Χριστοῦ δέ φησιν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.» Ἅπερ ἐποίουν ἀπειθοῦντες τῷ νόμω· ἀντέλεγον γὰρ Ἱερεμίᾳ πρὸς ταῖς λοιπαῖς ἀπειθείαις ψεύδους αὐτὸν αἰτιώμενοι μὴ συγχωροῦντα κατελθεῖν εἰς τὴν Αἴγυπτον. Διόπερ ἐπιφέρει, Λέγοντες τοῖς προφήταις, Μὴ ἀναγγέλλετε ἡμῖν , καὶ τὰ ἑξῆς. Ἀνθ’ ὧν ἐξέδωκε Σύμμαχος· Καὶ τοῖς ὁρῶσι, μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς. Λαλήσατε ἡμῖν λεῖα. Ὁρᾶτε ἡμῖν πλάνας. Ἀπόστητε ἀπὸ τῆς ὁδοῦ. Ἐκκλίνατε ἀπ’ ἐμοῦ τρίβον. Παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ . Ἀνθ’ ὧν, φησὶν, ὡς ἁλούσης πόλεως, τεῖχος ὑμῖν ἡ ἁμαρτία ἐπιπεσεῖται, καὶ τοῦτο ταχέως.
Πόλεως δὲ τῆς οὕτω συντετριμμένης , ὡς ὀστράκινον ἄγγος εἰς λεπτὰ συντριβόμενον , ὡς ἄχρηστον εἶναι πρὸς ἀνθράκων κομιδὴν, ἢ σμικροῦ τινος ὕδατος , ὃ δηλοῖ φεύξεισθαι τούτων τὴν δίκην μηδενί. Ἤ τάχα δηλοῖ, ὡς Ἡ ἐλπισθεῖσα παρ’ ὑμῶν τῶν Αἰγυπτίων βοήθεια, καθάπερ τεῖχος πεπτωκὸς συντριβήσεται . Χριστὸς δὲ ὢν ὁ Θεὸς, καὶ τῶν ἀπειλῶν τὰς αἰτίας ἐκτίθεται, καὶ ὅπως ἔσται ταύτας διαφυγεῖν παραινεῖ, ὡς μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ὡς ἐν Ἰεζεκιὴλ αὐτός πού φησι, καὶ νῦν οὖν εἶπεν· Ὄτ’ ἂν ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ . Ὁ δὲ Σύμμαχος, ἐν μετανοίᾳ , φησὶ, καὶ ἀναπαύσει σωθήσεσθε, καὶ Ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν . Ἐὰν γὰρ κάθησθε, φησὶν, ἐν τῷ τόπῳ τῆς Ἱερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι, τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει . Ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι ἔσται . Ἐλπίσαντες γὰρ ἐπὶ τὸν Θεὸν, δυνήσεσθε σωθῆναι. Λέγεται δὲ Κύριος ἐν τούτοις ἅγιος τοῦ Ἰσραὴλ , οὐ μόνον ὡς αὐτὸ τυγχάνων ἁγιωσύνη, ἀλλ’ ὡς καὶ ἁγιάζων τὸν Ἰσραήλ.
PG 87:2265Ἄνω μὲν γὰρ ἅγιον ἔθνος ἐλέγετο καὶ ἱεράτευμα. Ἀποβαλόντας δὲ τὸν ἁγιασμὸν αὖθις αὐτοὺς ἁγιάσει, ἐὰν μετανοήσωσιν ἐφ’ οἷς ἥμαρτον. Οὐκ ἀρκεῖ δὲ μόνον πρὸς τοῦτο στεναγμὸς, ἀλλὰ καὶ τρόπων ἐπιστροφὴ , ὅτε τις ἑαυτοῦ λαμβάνει συναίσθησιν, ἔνθα ἦν ἀπάτης καὶ κακῶν ἐγνωκώς. Οἵα καὶ τῆς νοσούμεθα νόσον ἡ γνῶσις ἀναθεωροῦντος ἐπ’ ἀδείας τοῦ λογισμοῦ, καὶ σὺ δὲ γνώσῃ καταφυγὼν πρὸς τοὺς σώζειν ἑαυτοὺς οὐκ ἰσχύοντας. Θαῤῥοῦσι δὲ τῇ φυγῇ , καὶ μὴ βουλομένοις ἀκούειν φησί· Φεύξεσθε μὲν, οὐ μὴν διαφυγεῖν ἕξετε τῶν Βαβυλωνίων τὴν χεῖρα. Εἰς τοσοῦτο δὲ αὐτοὺς φεύξεσθε, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ’ ὄρους, καὶ ὡς σημαία ἐπὶ βουνοῦ . Ἢ κατὰ τὸν Σύμμαχον, ὡς ἱστὸς ἐπάνω ὄρους, καὶ ὡς ἱστία ἐπὶ βουνοῦ . Ὥσπερ γὰρ νηὸς διαπεσούσης ἐκ ναυαγίας σημεῖον ἐπ’ ὄρους ἱστὸς , ὡς ἄχρηστος κείμενος, μετὰ καὶ τῶν ἱστίων· οὕτως αὐτῶν ἐπίσημον γενήσεσθαί φησι τὴν ἀπώλειαν. Τινὲς δέ φασιν, ἐφ’ ὑψηλῶν χωρίων τίθεσθαι τοῖς στρατιώταις παρὰ τῶν στρατηγούντων σημεῖα, τῶν πρακτέων δηλωτικά.
Ἢ, καθά φασιν ἕτεροι, οὕτως ἡ καθ’ ὑμῶν ἔσται τιμωρία περιφανὴς, ὡς οὐκ ἔστι λαθεῖν ἱστὸν ἐπ’ ὄρους, καὶ σημεῖον ἐπὶ βουνοῦ . Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι. Τινὰς γὰρ ἐλεήσει Θεὸς οἶκτον λαβὼν ἐπ’ αὐτοῖς, δι’ ὧν ἐλεεῖ δοξαζόμενος. Ὡς γὰρ δίκαιος κριτὴς, τοὺς μὲν ἀξίους τιμωρεῖται· τοὺς δὲ δυναμένους ἐλέους τυχεῖν, ἐλεεῖ . Διό φησιν· Μακάριος ὁ μὴ ἀπογινώσκων ἐν τοῖς καταλαμβάνουσιν ἡμᾶς περιστατικοῖς. Τινὲς δὲ ταῦτα εἰρῆσθαί φασι διὰ τὸ σωθησόμενον τοῦ Ἰσραὴλ ἐγκατάλειμμα. Τινὲς δὲ τὴν διὰ τοῦ Κύρου σημαίνειν ἐπάνοδον. Ἄλλοι τὴν ἐν τῇ καθόλου κρίσει πρὸς ἃ πράττομεν ἀμοιβήν. Ἀπειλῶν δὲ φοβεῖ, καὶ θεραπεύει παραμυθούμενος, ἵνα μὴ τὸ μὲν ἀπαγόρευσιν, τὸ δὲ διάχυσιν ἀπεργάσηται. ιηκ. Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς. Καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν· καὶ ποῦ καταλείψετε δόξαν ὑμῶν; Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν, κ.τ.λ.
PG 87:2267Ἀκολούθως θεσπίζει τὴν ἐπάνοδον τοῦ λαοῦ μετὰ τὰ γεγονότα ἐπὶ Ἱερεμίου κακὰ, ἡνίκα πεπλήρωτο τῶν μὲν οἰκητόρων ἡ πόλις, τῶν δὲ γεωργούντων ἡ χώρα. Πάλιν δὲ ὁ τοῦ Θεοῦ ἀνῳκοδομήθη ναὸς ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου. Μεθ’ οὓς, Ἔσδρας, εἶτα Νεεμίας πρὸς τελείωσιν τῇ πόλει συνέπραξαν, ἐφ’ οἷς ἔμεινεν ἐπὶ πλεῖστον χρόνον ἀνάλωτος· ἅπερ δηλῶν ὁ προφήτης φησὶ, Καὶ πάλιν μένει ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ἡμᾶς . Καὶ ὅτι κριτὴς ὢν ἡμῶν, τοὺς μὲν ἀξίους αἰχμαλωσίας, παρεδίδου. Οὓς δὲ δίκαιον ἐλεεῖν , ἔσωζε. Διὸ μακάριον τὸ ἐμμένειν ἐν αὐτῷ . Ἢ, κατὰ Σύμμαχον, τὸ ὑπομένειν αὐτόν . Οἰκτειρήσας γὰρ Ἱερουσαλὴμ, ἀνοικοδομήσει πάλιν αὐτήν. Τὸ δὲ ἅγιος , ἐν τῷ, λαὸς ἅγιος , οὐ πρόσκειται παρ’ Ἑβραίοις, οὔτε κατὰ τὰς ἐκδόσεις τῶν ἅλλων· εἰκότως. Οὐδὲ γὰρ πάντως ἅγιος ὁ τὴν πόλιν μετὰ τὴν ἐπάνοδον οἰκήσας λαός . Ἀλλὰ καὶ ἐν τῷ, κλαυθμῷ ἔκλαυσεν , τὸ Ἑβραϊκὸν Οὐκ ἔκλαυσεν ἔχει. Διὸ Σύμμαχος, Οὐ κλαύσεις , φησίν. Ὁ δὲ Θεοδοτίων, Οὐ κλαυθήσεται . Εὐφροσύνης γὰρ ἦν καιρὸς, οὐ κλαυθμοῦ τοῖς ἀπειληφόσι τὴν πόλιν ἐλέῳ Θεοῦ . Κατὰ τό·
«Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.» Ἀντὶ δὲ τοῦ, Τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου · ὁ Σύμμαχός φησι· Πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούει σου . Ὁποῖον τῷ, «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.» Πρὸς μὲν τὸ παρόν φησιν, Ἄρτον θλίψεως δώσει σοι , κατὰ τὴν ἀρχὴν τῆς ἐπανόδου λέγων, τῶν περιχώρων θλιβόντων αὐτούς. Μετὰ γὰρ ταῦτα πᾶσαν αὐτοῖς εὐετηρίαν κατεπαγγέλλεται, καὶ πλάνης πρῶτον ἐλευθερίαν, τῷ γνῶσιν ἔχειν, ὅτι πλάνῃ καθέστηκεν, κἂν διαστρέφοιέν τινες ἐπ’ ἀλλοκότους ὁδοὺς προκαλούμενοι. Ὁδῷ γὰρ, φησὶ, πορεύσῃ μέσῃ τε καὶ βασιλικῇ τὰς ἑκατέρωθεν ἐκκλίνων, ὅτε καὶ μιανεῖς τὰ εἴδωλα μιαρὰ ταῦτα, καθάπερ τι τῶν ἄγαν ἀκαθάρτων ἡγούμενος. Τότε σοι τὰ τῆς εὐθηνίας, μέχρι τῶν ἀλόγων ζώων, γεωργικῶν δὲ μάλιστα, παρατείνεται. Σωματικὰς δὲ μέχρι τούτου τὰς ἐπαγγελίας αὐτοῖς παρασχὼν, ἐπάγει τὰς θειοτέρας τοῖς τούτων ἀξίοις, καὶ τὸν αὐτῶν χρόνον προσθεὶς λέγων· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτ’ ἂν ἀπολῶνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι .
PG 87:2268Ἢ κατὰ Σύμμαχον, ἐν ἡμέρᾳ σφαγῆς πολλῆς, ἐν τῷ πεσεῖν μεγάλους , κατὰ τὸν τῆς κρίσεως δηλονότι καιρόν. Πολλοὶ γὰρ κατ’ ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις δοθήσεται, ἅπερ ἐστὶν ὕδωρ διαπορευόμενον ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ βουνοῦ . Κατὰ δὲ Σύμμαχον, καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων . Ὥσπερ δὲ Σιὼν ὄρος τὸ ἐπουράνιον πολλάκις ἐλέγομεν, οὕτως αἱ πολλαὶ μοναὶ παρὰ τῷ Πατέρι, ὄρη ἐστὶν οὐράνια πρὸς τὴν ἀξίαν ἀποδιδόμενα, ἐφ’ ὧν τὸ διαπορευόμενον ὕδωρ τὸ ἀπὸ πηγῆς ἀναβλύζον ἂν εἴη, περὶ ἧς φησιν· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,» ἀφ’ ἧς ὁ ποταμὸς τοῦ Θεοῦ προχεῖται, περὶ οὗ γέγραπται· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων,» καί· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ·» ὅς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Οὗ μεταλαβόντες, ἀθανασίαν ἕξομεν, καὶ ζωὴν, ἅπερ ἐστὶ κατ’ οὐσίαν αὐτός. Ὅτε καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς, ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβὰς, ὥσπερ ἥλιός τε καὶ σελήνη μεῖζον φῶς καὶ δόξαν λαμβάνοντες, ἅτε δὴ καμόντες τῷ τοῦ Θεοῦ καλῶς διακονούμενοι νεύματι.
Ταῦτα δὲ ἔσται ὅτ’ ἂν οἱ ἄξιοι σφαγῇ παραδοθήσονται, καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγάλαυχοι πέσωσι, καθαίρεσιν τοῦ ὕψους λαμβάνοντες. Διό φησιν ὁ Ἀκύλας· Ἐν ἡμέρᾳ ἀποκταμένου πολλοῦ, ἐν τῷ πεσεῖν μεγαλυνομένους, καὶ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. Καὶ οὐκ ἐμνήσθη τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰακώβ . Παντὶ γὰρ ἀξίῳ πρόκειται τῆς ἐπαγγελίας τὰ δῶρα. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος ἔφησεν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Τέκνων λέγων ἐλευθερίαν, ἣν ὁ προφήτης εἶπεν ἴασιν τοῦ λαοῦ . Πολλὴν γὰρ εἶχον συντριβὴν ἐν τῇ παρούσῃ ζωῇ, ὡς λέγεσθαι· «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καί· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον.» Ὅθεν φησὶν ὁ Παῦλος· «Οἱ γὰρ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρυνόμενοι.» Καὶ ἐπὶ τοῖς ἁμαρτάνουσιν ἐβαρύνοντο, κατὰ τό· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων. Ἀλλ’ ἀνακτήσεται αὐτῶν ὁ Θεὸς τὰ συντρίμματα.» ΚΕΦΑΛ. ΛΑ. αθ.
PG 87:2270Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν. Οἱ ἐφ’ ἵπποις πεποιθότες, καὶ ἐφ’ ἅρμασιν. Ἔστι γὰρ πολλὰ, καὶ ἐφ’ ἴπποις πλῆθος σφόδρα, καὶ οὐκ ἤκουσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν· Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, κ.τ.λ. .... ἐλευθέρωσιν. Ὃ δὴ πολλοὶ πεποιήκασι θεοσεβείας ἀποστάντες πρὸς βίον εἰδωλικὸν καὶ Αἰγύπτιον . Τούτοις ἐπισυνάπτει τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον. Ὡς γὰρ λέων φησὶν ἐπὶ θήρᾳ τροφῆς κινηθεὶς, τοῖς ποιμνίοις ἐφάλλεται, οὐ κραυγὰς ποιμένων, οὐ διωκόντων πλῆθος ἐπιστρεφόμενος · οὕτω τοῖς πολεμίοις ὁ Κύριος ἐπιστὰς ἐξελεῖται τὸν Ἰσραήλ. Ἀγαγὼν δὲ πρὸς Ἱερουσαλὴμ οὕτως αὐτῶν ὑπερασπίσει, ὡς ὄρνις τῶν ἐν καλιᾷ νεοττῶν . Ὅθεν ὁ Σύμμαχος ἀντὶ τοῦ, καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν , οὕτως ἐξέδωκεν· Πληρώματος ποιμένων ἀπὸ φωνῆς αὐτῶν οὐκ ἡττηθήσεται, οὐδὲ ἀπὸ πλήθους αὐτῶν οὐχ ὑποταγήσεται . Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα νοητέον οὕτω·
Φασὶ τὸν λέοντα βοῇ προκαταπλήττοντα τὰς ἀγέλας καὶ τοὺς ἐφεστηκότας οὕτω ποιεῖσθαι τὴν ἔφοδον, οὕτω καὶ Κύριος προκαταπλήττων ἀπειλαῖς, οὐ μετανοοῦσιν ἐπιφέρει τὴν δίκην. Ὥσπερ οὖν καὶ τοῖς Ἀσσυρίοις μεγαλαυχήσασι σκέπων τὸν Ἰσραὴλ, καὶ ἀπὸ τῶν περιχώρων τῶν μετὰ τὴν ἐπάνοδον ἐπιτεθέντων αὐτῷ. Πρὸς ἑκατέρους γὰρ τῶν παραβολῶν τὴν ἑτέραν ἐφήρμοσεν. Τὴν δὲ τοῦ λέοντος ἐπὶ τῶν ἐξ Ἰσραήλ. Τινὲς παρειλήφασι, μηδὲ τὸν τῶν ἀλόγων παρεσχηκότων πρὸς τὸν ἡγεμόνα Θεὸν φόβον. Ὅθεν καὶ τὰ λεόντων , φησὶν, ὑμᾶς διαθήσει. Μετανοούντων δὲ, καθάπερ νεοττῶν ὄρνις ὑπερμαχήσεται . Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοιαύτη γέγονεν ἐφ’ ἡμᾶς ἡ τοῦ Σωτῆρος ἐπικουρία. Πάντας γὰρ ἀνθρώπους ὁ νοητὸς εἷλεν Ἀσσύριος. Ἀλλὰ Χριστὸς, οἷα λέων , ἐπιπηδήσας αὐτῷ κατήργηκεν αὐτὸν, τῷ ῥήματι τοῦ στόματος αὐτοῦ, τῆς Σιὼν τῆς Ἐκκλησίας ὑπεραγωνισάμενος. Ὁ μὲν γὰρ ἠπείλει, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Ὁ δὲ συνήγαγε τοὺς πιστεύοντας εἰς αὐτὸν, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγας.
PG 87:2272Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ ἐπαγγειλάμενος, προσφωνεῖ τοῖς ἀπελθοῦσιν εἰς Αἴγυπτον, Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον , προτρέπων εἰς Ἱερουσαλὴμ αὐτοὺς πάλιν ἐπανελθεῖν, διὰ τὰ ἐπηγγελμένα περὶ τοῦ ταύτης ἀνοικισμοῦ. Ὅπερ ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Μετανοήσατε, ὡς ἐβαθύνατε παραβῆναι, οἱ υἱοὶ Ἰσραήλ . Δηλοῖ δὲ αὐτοὺς ἐνβαθύνοντας μὲν τοῖς κακοῖς, τοῖς δὲ κατὰ Θεὸν ἐπιπολέους ὑπάρχοντας. Μετὰ δὲ τὴν ἐξ Ἀσσυρίων ἀπαλλαγὴν, ἔσται, φησὶν, ὑμῖν πάσης εἰδωλολατρείας ἀπαλλαγή. Καὶ σύμφωνος ἡ ἱστορία. Τὸν γὰρ ναὸν ἀναδειμάμενοι, καθαροὶ πάσης εἰδωλολατρείας ἐγένοντο. Τινὲς δὲ τοῦτό φασι γεγενῆσθαι καθ’ ὃν χρόνον ὑπερήσπισε τῆς Ἱερουσαλὴμ ὁ Χριστὸς Ἐκκλησίας. Πρὸς αὐτὴν γὰρ πάλιν ὁ λόγος ἀνέδραμεν, ὅτε τῆς εἰδωλολατρείας ἀπολομένης, καὶ ὁ νοητὸς αὐτῇ συναπῆλθεν Ἀσσοὺρ, οὐκ ἀνδρὸς μαχαίρᾳ πληγεὶς, λόγῳ δὲ θείῳ πεμφθεὶς εἰς τὴν ἄβυσσον σὺν ταῖς ἰδίαις δυνάμεσιν, ἃς διὰ τῶν ἰσχυρῶν νεανίσκων ἐδήλωσεν ἀῤῥαγεῖ πέτρᾳ τῷ Χριστῷ περιληφθείσας, ὡς χάρακι .
Οἱ δὲ ἄλλοι φασὶν, Ἐπειδὴ τὸν Ἀσσύριον Ἰουδαῖοι δείσαντες εἰς Αἴγυπτον ἀπεχώρησαν, ἐπαγγέλλεται τούτοις τὴν ἐκείνου καθαίρεσιν, τὴν εἰδωλολατρείαν διὰ τούτων δηλῶν ἐκ θείας πεπτωκυῖαν δυνάμεως, εἰ καὶ ἄνθρωποι ταύτῃ διακονοῦντες τὴν Ἀσσυρίων καθεῖλον ἀρχήν. Διὸ καὶ περὶ Βαβυλῶνος ἔλεγε προφητεύων· Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους. Ἀντὶ δὲ τοῦ, Πέτρα περιληφθήσονται ὡς χάρακι , ὁ Σύμμαχος ἔφη, Πέτρα αὐτοῦ ἡ φοβερὰ παρελεύσεται, καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ, φησὶ Κύριος , δηλαδὴ τοῦ Ἀσσυρίου. Πέτραν γὰρ αὐτοῦ τὸ στεῤῥὸν ἐκάλεσε τῆς ἀρχῆς. Προτρέπων δὲ τοὺς ἐν Αἰγύπτῳ φυγάδας ὑποστρέφειν εἰς Ἱερουσαλὴμ, Μακάριος , φησὶν, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ , διὰ τὸ μέλλειν αὐτὴν εἰς τὴν ἀρχαίαν ἀνακτίζεσθαι δόξαν, μᾶλλον δὲ κρείττονα. Διό φησιν ἐν ἑτέροις· «Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη, ὑπὲρ τὴν πρώτην.» Ὠβέλισται δὲ τὸ, μακάριος , ὡς μὴ κείμενον. Τὸ δὲ λοιπὸν ὁ μὲν Σύμμαχός φησιν, Ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἱερουσαλήμ .
PG 87:2273Ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων, Φῶς αὐτῷ ἐν Σιὼν, καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλὴμ , περὶ Θεοῦ λέγοντες τοῦ καθελόντος τὸν Βαβυλώνιον. Δι’ οὗ πυρὸς κατακαίει τοὺς τῆς αὐτοῦ καταφρονήσαντας πόλεως, μάλιστα δὲ τῆς Ἐκκλησίας, περὶ ἧς εἴρηται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Καί· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐν αὐτῇ γὰρ πῦρ ἐστι καὶ κλίβανος εἰς τὸ καταφλέγειν ἑκάστης ψυχῆς ξύλα, χόρτον, καλάμην. Καὶ κατὰ τὸν Ἀκύλαν δὲ, φῶς ἐκεῖ πρὸς τοὺς ἀξίους φωτίζεσθαι, καὶ πῦρ πρὸς τοὺς δεομένους καθάρσεως. ΚΕΦΑΛ. ΛΒ. αη. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ. Καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου. Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ, κ.τ.λ. Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τοῖς εἰρημένοις. Προειποῦσα γὰρ τὸ, «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ,» ἀκολούθως ἐπήγαγε τὸ, Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει .
Ἐπεὶ γὰρ ταῦτα μέλλει γίνεσθαι ἐν Ἱερουσαλὴμ, εἰκότως μακαρίζει τοὺς τούτων ἀπολαύειν μέλλοντας ἐν αὐτῇ. Οἱ δὲ λοιποὶ τὰ νῦν καὶ ἀρχῆς ἑτέρας ἀπέδωκαν. Διό φησι Σύμμαχος· Ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεὺς , συμφώνως τοῖς ἄλλοις. Οἰήσονται μὲν οὖν παῖδες Ἑβραίων εἰς Ζοροβάβελ τὸν λόγον ἀνάγεσθαι. ὃς ἐξ Ἰούδα καὶ Δαβὶδ καταγόμενος, ἦρξε μετὰ τὴν ἐπάνοδον τοῦ λαοῦ. Ἄρχοντας δὲ μετὰ κρίσεως τοὺς περὶ τὸν Ἰησοῦν τὸν ἱερέα φήσουσι λέγεσθαι. Ἀλλ’ οὐ συνᾴδει τὰ ἐφεξῆς τὸ, Φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ . Ὡς οὖν πληρώσας τὰ περὶ τῶν Ἱερεμίου χρόνων ὁ λόγος, ἐξ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς θεοφανείας θεσπίζει Χριστοῦ. Βασιλεὺς γὰρ μόνος ἐν ἀνθρώποις πέφηνε δίκαιος · καὶ οἱ ἀπόστολοι τῆς Ἐκκλησίας κατὰ κρίσιν ἡγήσαντο τὴν αὐτοῦ. Καὶ ἦν ἀκόλουθον τῇ μετὰ τὴν ἐπάνοδον καταστάσει τοῦ ἔθνους τῶν ἀγαθῶν ἐπισυναφθῆναι τὰ μέγιστα διὰ Χριστοῦ τούτοις γενόμενα, καὶ τοῖς μετὰ χρόνον ὀλίγον τὰ μετὰ πλεῖστον ἐσόμενα. Μακαρίους δὲ λέγει τοὺς ἐπὶ Χριστοῦ τὴν Ἐκκλησίαν οἰκήσαντας, πρὸς οὕς φησιν ὁ Σωτήρ·
PG 87:2275«Ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν.» Οὗτοι δέ εἰσιν οἱ διὰ Πνεύματος οἰκειωθέντες αὐτῷ, καὶ Χριστὸν καρποφορήσαντες ἐν Σιὼν τῇ νοητῇ. Ἐσχήκαμεν δὲ οἰκείους κατὰ Πνεῦμα τοὺς ἁγίους μυσταγωγούς. Κατ’ ἄμφω δὲ δίκαιος ὁ Χριστὸς, καὶ ὡς αὐτοδικαιοσύνη, καὶ ὡς κατὰ σάρκα γενόμενος ἄμωμος. Καὶ βασιλεύσει , φησὶν, εἰς δικαιοσύνην . Καινὴν λέγων βασιλείαν οὐκ εἰς δόξαν ἀνθρώπων, ἢ τὴν ἐκ τούτων τιμὴν, ἀλλ’ εἰς δικαιοσύνην . Οὕτω καὶ οἱ ἄρχοντες αὐτοῦ χρηματίζουσιν, οὐκ ἀνθρώπων λαβόντες ἀξίωμα τὴν ἀρχὴν , ἀλλ’ εἰς κρίσιν . Ὅπερ ἐξέδωκαν οἱ λοιποί· Καὶ ἄρχοντες εἰς κρῖμα ἄρξουσιν . Ἀντὶ δὲ τοῦ· Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ , ὁ Σύμμαχος, Καὶ ἔσται φησὶν, ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ λαίλαπος . Δηλῶν, ὡς ὁ βασιλεὺς ἀνὴρ ἔσται κατὰ φύσιν ὑπάρχων Θεὸς, κρύπτων αὐτοῦ τὴν θεότητα. Καὶ Ἀκύλας δέ φησιν, Ὡς κρύπτων πνεῦμα. Καὶ ἀποκρυφὴ ἐντινάγματος . Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐπειδὴ πάντα ἐλάλει ἐν παραβολαῖς, ὃς καὶ λέγει παρὰ Δαβίδ·
«Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου.» Ἃς κατ’ ἰδίαν τοῖς μαθηταῖς ἐξηγούμενος ἔλεγεν· «Ὑμῖν δέδοται γνῶναι.» Καὶ κρυβήσεται , φησὶν, ὡς ἀφ’ ὕδατος φερομένου. Πλῆθος γὰρ φερόμενον καὶ ἀπολλύμενον, τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ. Καὶ τοὺς ἐξ αὐτῶν συνισταμένους αὐτῷ, καλεῖ πειρασμοὺς οὐδὲν ὠφελοῦντας, ὅτε μὴ πάσχειν ἠβούλετο. Τοιγαροῦν λίθους βαλλόντων, αὐτοὺς ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως. Τοῦτ’ ἔστι φροντίζων οὐδέν. Διό φησιν ὁ Δαβίδ· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προςθήσει τοῦ κακῶσαι αὐτόν.» Ὅθεν ἐξ Ἰουδαίων ἀποκρύπτων τοὺς λόγους, τοῖς μαθηταῖς ἀπεκάλυπτεν. Ὃ δηλοῖ λέγων, Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ . Τὴν Σιὼν , τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, γῆν διψῶσαν ἐκάλεσεν, ἥτις ἦν πάλαι ἔρημος καὶ διψῶσα, καὶ ταύτῃ γέγονεν οὐ ποταμὸς ἁπλῶς, ἀλλ’ ἔνδοξος . Ἐπεὶ πολλοὶ ποταμοὶ , κατὰ τὴν Γραφὴν, ἐχρημάτισαν. Ὡς οἱ τοὺς διδασκομένους ποτίζοντες ἅγιοι, περὶ ὧν φησιν ἐν Ψαλμοῖς· «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἀποστόλων φωναί.
PG 87:2277Ἀλλ’ οὐδεὶς οὕτως ἔνδοξος , ὡς ὁ χειμάῤῥους τῆς τρυφῆς, παρ’ οὗ καὶ οἱ λοιποὶ τὰ θεῖα δέχονται νάματα. Καὶ οὐκ ἔτι ἔσονται πεποιθότες ἐν ἀνθρώποις . Ἀνθ’ οὗ, φησὶ Σύμμαχος· Οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν · διορατικοὺς δηλῶν τοὺς ἐν Ἐκκλησίᾳ νοοῦντας καλῶς τὸν ἐμφανῆ γενόμενον αὐτοῖς ποταμὸν, περὶ οὗ φησιν· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Καί· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἔλεγέν τε· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,» καὶ τὰ μετὰ ταῦτα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα νοητέον, ὡς καὶ ἐθνικοὶ καὶ Ἰουδαῖοι πρότερον ἐπ’ ἀνθρώπους ἐπεποίθεσαν · οἱ μὲν, τοὺς περὶ θεῶν καὶ δαιμόνων διδάσκοντας· οἱ δὲ, τοὺς ἐντάλματα παραδιδόντας ἀνθρώπων. Ὤοντο γὰρ μηδὲν τῶν περὶ τοῦ Θείου σοφοὺς ὄντας λανθάνειν αὐτούς. Ἀλλὰ τούτων ἀποστάντες Προσέξουσι τὰ ὦτα τῶν τοῦ Σωτῆρος ἀκροᾶσθαι ῥημάτων . Καὶ ἡ πρὶν ἀσθενοῦσα καρδία συνετισθήσεται. Σύμμαχος γὰρ ἐξέδωκε· Καὶ ἡ καρδία τῶν ἀκουόντων προσέξει τοῦ ἀκούειν . Ἀντὶ δὲ τοῦ λαλεῖν εἰρήνην, λαλεῖν τρανά.
Ψελλιζούσας δὲ γλώσσας φησὶ, τὰς τῶν περὶ Θεοῦ νοούντων ἢ λαλούντων οὐδὲν, οἵτινες ὕστερον ἔμαθον εἰρήνην λαλεῖν , τοῦτ’ ἔστι Χριστόν. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» ἐξ οὗ τρανὰ λαλοῦσιν ἐθνικοὶ μὲν, ἐγνωκότες Θεόν· Ἰουδαῖοι δὲ, παυσάμενοι τῆς τοῦ νόμου σκιᾶς, καὶ τῶν περιττῶν ἐνταλμάτων. Καὶ οὐκ ἔτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν · ὅπερ ἐποίουν πρότερον μωροῖς διδασκάλοις ἑαυτοὺς ἐπιτρέποντες, τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν. Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸν διὰ Μωσέως ἐν νόμῳ σκιαγραφούμενον οὐκ ἐπεγνωκότες, καὶ περὶ τοὺς προφητικοὺς ἀνοηταίνοντες λόγους· οἱ δὲ τούτων ὑπηρέται τοὺς ἀντιλέγοντας ἀνέστελλον, λεπτότερα συζητεῖν περὶ τῆς ἀληθείας οὐκ ἐπιτρέποντες, ἀναντιῤῥήτους εἶναι μηχανώμενοι τὰς ἐκείνων φωνάς· ὡς καὶ τοῖς Πυθαγόρου μαθηταῖς ἔθος ἦν τὸ, «Αὐτὸς ἔφα,» λέγειν. Καὶ ψυχὰς ἐρώσας ἀληθείας οὐ συνεχώρουν μαθεῖν. Εἰ γάρ τις μέτριος καὶ ταπεινὸς ὀρθὸν περὶ ἀληθείας προέφερεν τὸν λόγον, τοῦτον διασκεδαννύντες ἠφάνιζον.
PG 87:2278Λέγοι δ’ ἂν ταπεινοὺς καὶ τοὺς ἁγίους μυσταγωγοὺς, ὧν ἐν λόγοις κατεστρατεύοντο , τοὺς ἐν κρίσει λόγους αὐτῶν ἀφανίσαι σπουδάσαντες. Περὶ ὧν ἐπήγαγεν, οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο · ὧν καὶ ἡ βουλὴ μένει πάσης ἀσεβοῦς κατηργημένης βουλῆς . Κατὰ δὲ τὸν Σύμμαχον· μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν, ἐπιλέγεται· Ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται, καὶ ἡγεμὼν ἀναστήσεται . Ὁ γὰρ δίκαιος βασιλεὺς ἡγεμόνας ἡμῖν τοὺς ἀποστόλους δεδώρηται. Ὃς καί φησιν ἐν Ψαλμοῖς· «Σὺ δὲ, ἄνθρωπε, ἰσόψυχε ἡγεμών μου, καὶ γνωστέ μου.» Ἐν ἅπασι δὲ τούτοις οὐδαμοῦ Ἰσραὴλ, ἢ Ἰακὼβ, ἢ Ἰούδας ὠνόμασται, ἅτε περὶ Χριστοῦ τοῦ λόγου τυγχάνοντος, καὶ τῶν ἐν Ἐκκλησίᾳ ἐξάρχων, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν ἐκαρποφόρησε, πᾶσάν τε τὴν οἰκουμένην τῆς ἰδίας εὐλογίας ἐπλήρωσε. Διὸ τοὺς ἔχοντας ἐν Σιὼν σπέρμα μακαρίους ὠνόμαζε, τοὺς προφήτας δηλονότι τοὺς λέγοντας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν,» οἳ σπέρμα καὶ οἰκείους τοὺς ἐκ τῆς Ἐκκλησίας ἐκτήσαντο.
Τινὲς δέ φασιν ὡς μακαρίζει τὴν πόλιν, καὶ τοὺς ταύτης οἰκήτορας, ὧν Θεὸς κηδόμενος, ἀοράτῳ πληγῇ μετήρχετο τὸν Ἀσσύριον. Ἧς δίκαιον βασιλέα καθ’ ἱστορίαν μὲν τὸν Ἐζεκίαν φησί. Κυρίως δὲ δηλοῖ τὸν Σωτῆρα. Τὸ γὰρ ἀληθῶς μακάριον, τῶν οἰκούντων τὴν ἄνω Σιὼν, καὶ βασιλέα Χριστὸν ἐπιγραφομένων, εἰς ὃν τὴν ἄκραν δικαιοσύνην ἀνάγομεν, μὴ εὑρίσκοντες ἐν ἀνθρώποις τὸ ἄπτωτον· ὥσπερ οὖν ἐπ’ ἀνθρώπων τὸ μὲν μερικὸν τῆς κακίας ὁριζόμεθα, αὐτὴν δὲ πᾶσαν τὴν κακίαν τῷ διαβόλῳ προςνέμομεν. Καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ , καὶ τὰ ἑξῆς. Ὁ γὰρ ἐν ἑαυτῷ τοὺς λόγους τοῦ Θεοῦ μελετῶν ἐν δικαιοσύνῃ, ἀπ’ ὀργῆς ἐπαγομένης σκεπάζεται. Διό φησιν ὁ Δαβίδ· «Ὁ νόμος σου ἐν μέσῳ τῆς κοιλίας μου.» Τοῦ δὲ τοιούτου, φησὶν ὁ Σωτὴρ, «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις , φησίν. Ἐπιόντος γὰρ τοῦ Ἀσσυρίου πρὸς πόλεμον, ἀκόλουθον ἦν τοὺς ἠλπικότας ἐπὶ Θεὸν, τῆς τῶν Αἰγυπτίων βοηθείας ὑπεριδεῖν·
PG 87:2280τότε γὰρ ἂν ὑπῆρξεν ἰδεῖν τοὺς μὴ διαρθροῦντας τῆς θεοσεβείας τὸν λόγον , τρανῇ τῇ γλώττῃ τὸν τῆς εἰρήνης ὁμολογοῦντας βραβευτὴν, μὴ προϊσταμένους ἄρχειν αὐτῶν τὸν Αἰγύπτιον · ὃν μωρὸν ὁ λόγος, ὡς ἀσεβῆ, καθεστηκότα καλεῖ. Καὶ οὐκ ἂν ἠνέσχοντο τῆς τῶν τοιούτων ἀρχόντων συγχύσεως. Ἀκόλουθον γὰρ ἦν τὸν μωραίνοντα τὰ πρὸς Θεὸν, ἀνομίαν ποιεῖν, καὶ πλανᾶσθαι. Εἰς ὂν οἱ ἐλπίζοντες ἐξ ἀπάτης ἀλλήλων τὰς ἐλπίδας ἐκένουν δι’ αὐτοῦ τὸν κίνδυνον ἀποφεύγειν οἰόμενοι, τῶν εὐσεβῶν τὴν ἐναντίαν τούτοις ἐχόντων βουλὴν ψυχωφελῆ παρ’ ὅλην αὐτῶν ὑπάρχουσαν τὴν ζωήν. θκ. Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου. Θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε λόγους μου. Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος. Ἀνήλωται ὁ τρυγητός. Πέπαυται ὁ σπόρος, καὶ οὐκέτι μὴ ἔλθῃ. κ.τ.λ. Περὶ τῆς θεοφανείας, καὶ τῶν ἀποστόλων τῆς τε κλήσεως εἰπὼν τῶν ἐθνῶν, νῦν τῷ ἐκ περιτομῆς προσφωνεῖ λαῷ παρακελευόμενος θρηνεῖν, ὡς ἐκπεπτωκότι τῆς χάριτος ἐξ ἀπιστίας. Οὓς διὰ τὸ τῆς ψυχῆς ἔκλυτον, γυναῖκας καλεῖ. Ἤγουν τὰς αὐτῶν συναγωγὰς οὕτω δηλοῦσθαί φασιν.
Οἱ δὲ λοιποὶ τῶν ἑρμηνευτῶν, γυναῖκες εὐθηνοῦσαι , φασὶν, ἀντὶ τοῦ πλούσιαι. Πάλαι γὰρ ἐπλούτουν εὐθηνοῦσαι κατὰ Θεόν . Ἐτρύφων δὲ ἴσως καὶ πλούτῳ σωματικῷ. Τινὲς δέ φασιν, ὡς ἔθος τῇ Γραφῇ γυναῖκας καλεῖν πόλεις, ἢ κώμας. Καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέρας αὐτῆς προσαγορεύειν τὰς ἄλλας. Οὕτω ὁ θεῖος Δαβίδ· Ἤκουσε, φησὶ, καὶ ηὐφράνθη Σιών. Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Τοῦ δὲ Σωτῆρος τὸ πρόσωπον ταῖς πόλεσιν Ἰουδαίας τὰ νῦν συμβουλεῦόν φησιν, Ἀκούσατε τῆς φωνῆς μου , πρὸς τὸ εὐαγγελικὸν αὐτὰς ἀνακαλούμενον κήρυγμα. Καὶ, ὡς ἔτι πολυάνδρους πλουσίας καλεῖ, γενησομένας ἐρήμους, εἰ μὴ πείθοιντο λέγοντι. Τὸ δὲ ἐπ’ ἐλπίδι , φασὶν οἱ λοιποὶ, πεποιθυῖαι. Γυναῖκας δὲ λέγει τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρ’ Ἰουδαίοις συνόδους, αἷς διαναστῆναι καὶ ἀκοῦσαι παρακελεύεται. Θυγατέρας δὲ, τὰς μετὰ ταῦτα συστάσας τῶν αὐτῶν Συναγωγὰς, ἃς ἐνωτίσασθαι βούλεται. Ἀμφοτέρας δὲ κινεῖ πρὸς σύντονον ἀκοὴν τῶν λόγων ἀκούειν ἐπ’ ἐλπίδι λαμπρᾷ. Ἐνιαυτοῦ δὲ μεμνῆσθαι παρακαλεῖ, καθ’ ὃν ὁ Σωτὴρ ἐν ἀνθρώποις τὸ σωτήριον ἐποιήσατο κήρυγμα, παρὰ τῷ προφήτῃ λέγων·
PG 87:2282«Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με.» Καὶ προϊών φησι καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. Τούτου βούλεται μεμνῆσθαι τὰς προειρημένας μετ’ ὀδύνης κατανυττομένας ἐφ’ ὃν τετολμήκασιν, ἔχειν δὲ καὶ τὴν ἐπηγγελμένην τοῖς ἐφ’ οἷς ἔπραξαν μετανοοῦσιν ἐλπίδα. Ὅτε μὲν οὖν ὑπῆρχεν ἀμπελὼν Κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ , πολὺς ἦν παρ’ αὐτοῖς τρυγητὸς , παντὸς τοῦ ἔθνους τῷ τοῦ Θεοῦ καρποφοροῦντος ναῷ. Νῦν δέ φησιν, Ἀνήλωται , οὐχ ὡς ἀναληφθῆναι πάλιν, ὅπερ γέγονε μετὰ τὴν ἐξ Ἀσσυρίων ἐπάνοδον. Νῦν γὰρ οὐκ ἔτι φησὶν, ἀλλὰ καθάπαξ ἐκτέτμηται. Δείκνυσι δὲ, φασί τινες, ὡς ἀπειθοῦντι τῷ Ἰσραὴλ οὐκ ἀζήμιον τὸ χρῆμα γενήσεται. Ἤμελλον γὰρ οἱονεὶ τρυγᾶσθαι τούτων αἱ πόλεις Ῥωμαίων παραδοθεῖσαι χερσὶν, καὶ θηρίων ἐξ ἐρημίας ἐνδιαίτημα γίνεσθαι. Βούλεται τοίνυν τὴν κατὰ Θεὸν αὐτῶν ἅψασθαι λύπην τῆς προτέρας ἀπιστίας ἐξισταμένων. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἀπεργάζεται. Ἧς καρπὸς τὸ ἀποδύσασθαι μὲν τὴν τοῦ πλούτου περιβολὴν , ἀνδρικῷ δὲ ζωσαμένας σχήματι τὰς ὀσφῦς, κόψασθαι , τοῦ πρώτου αὐτῶν ἀμπελῶνος τὴν ἐρημίαν.
Καὶ κατὰ ψυχὴν δὲ τῆς νοητῆς εὐκαρπίας ἀποπεπτώκασιν Ἰουδαῖοι, ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσαντες, κατὰ τὴν τοῦ προφήτου φωνήν. Φησὶ δὲ καὶ ἕτερος, «Ἀνεμόφθορα ἔσπειραν. Καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. Δρᾶγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον.» Διὸ, φησὶν, αἱ πρὶν ἐπὶ Θεῷ πεποιθυῖαι , καὶ τὴν γνώμην μεταβαλοῦσαι, θρηνήσατε · ἀνῆκε γὰρ τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτόν. Καὶ γέγονεν ὄνων ἀγρίων εὐφροσύνη, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ’ ἔστιν ἀκαθάρτων πνευμάτων. Καὶ Δαβὶδ δὲ ὡς περὶ ἀμπέλου λέγει τοῦ Ἰσραήλ· «Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.» Ὡς γὰρ κεχερσωμένον παρορᾶται χωρίον [ λείπ . ὁ κτήτωρ, ἤ τι τοιοῦτον ], οὕτω Θεὸς ψυχὴν ἄκαρπον τῆς ἰδίας προνοίας οὐκ ἀξιοῖ. Ἀντὶ δὲ τοῦ ἀπὸ γεννήματος ἀμπέλου · ὁ μὲν Ἀκύλας φησὶν, ἐπὶ ἀμπέλῳ αὐξητικῇ · ὁ δὲ Σύμμαχος, περὶ ἀμπέλου πολυφόρου , πρὸς ἥν φησιν ἀλλαχοῦ· «Ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Ἀντὶ δὲ τοῦ, ἡ γῆ τοῦ λαοῦ μου , Σύμμαχος, ἐπὶ τὴν γῆν τοῦ λαοῦ μου , φησί.
PG 87:2284Συνῳδὰ δὲ τοῖς ἔμπροσθεν, ἐν οἷς ἔλεγεν· «Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας.» Καὶ ταύτας ἑρμηνεύων ἐπῆγεν· «Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησεν δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν·» Διὸ γέγονεν ὄνων ἀγρίων οἰκητήριος, καὶ βοσκήματα ποιμένων , ἢ ἀγελῶν κατὰ τὸν Ἀκύλαν. Ἅπερ εἰς ἔργον ἐξέβη. Εἰδωλολάτραι γὰρ ἐκ διαφόρων ἐθνῶν γεγόνασι ταύτης οἰκήτορες. Διὸ δεῖ, φησὶν, ὑμᾶς ἐπιμένειν ἐπὶ τοσοῦτον τῷ θρήνῳ, ἔως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς πνεῦμα ἀφ’ ὑψηλοῦ . Ἢ κατὰ Σύμμαχον, ἀνάψυξις ἐξ ὕψους . Πνευμάτων μὲν οὖν ἐστι διάφορα. Πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται, καὶ ἀναπαῦσαι τοῦ θρήνου, ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον, ὃ πέμψειν ὁ Σωτὴρ τοῖς μαθηταῖς ἐπηγγέλλετο. Τοῦτο καὶ νῦν, εἰ μετανοοῦσαι κλαύσωσιν, ἐπαγγέλλεται. «Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ οἱ κλαίοντες, ὅτι γελάσουσι.» Τινὲς δέ φασιν, ὡς ἐναργῆ τὸν χρόνον παρίστησιν τῆς τοῦ λαοῦ τῶν ἀπίστων χερσέως, ὅτ’ ἂν οἱ πεπιστευκότες θείου τεύξονται Πνεύματος, ἡνίκα καταφοιτῆσαν ἐξ ὕψους γλώσσαις πυρὸς μεριζομέναις εἰκάζετο. Τότε γὰρ ἔσται , φησὶν, ἔρημος, ὁ Χέρμελ . Καὶ πρόσθεν γὰρ ἔλεγεν·
ὅτι μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὅρος τὸ Χέρμελ. Καὶ Χέρμελ εἰς δρυμὸν λογισθήσεται. Ἐδήλου δὲ τοὺς μὲν ἐκ περιτομῆς ὁ Χέρμελ , ὃς καὶ Κάρμηλος λέγεται, ὄρος ὂν ἐν τῇ Σαμαρείᾳ, ἑρμηνευόμενον δὲ, ἐπίγνωσις περιτομῆς. Ὁ δὲ Λίβανος τὰ ἔθνη, τῆς Φοινίκης ὑπῆρχον. Ἔμελλεν γὰρ ἐκεῖνοι μὲν ἄκαρποι γενήσεσθαι, καὶ πυρὸς ὕλη, ὄρειοί τινες καὶ ἀνήροτοι τὴν ψυχὴν (τοιοῦτοι γὰρ οἱ δρυμοί )· μετελθεῖν δὲ τὰ ἔθνη πρὸς τὴν αὐτῶν θεοσέβειαν χρηματίζοντα Λίβανός τε καὶ ἔρημος, ἀντὶ τοῦ θεοσεβοῦς πάλαι λαοῦ μερὶς Κυρίου γινόμενα, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, καίτοι πρότερον ὄντα δρυμὸς καὶ ἔρημος , ἤπερ ὡς μεγάλων ἀγαθῶν ἠξιωμένη τὰ μετὰ ταῦτα λοιπὸν ἐπαγγέλλεται, καλῶν αὐτὴν Κάρμηλον , εἰς ὃν ἔλεγεν μετατεθεῖσθαι τὸν Λίβανον . Τινὲς δὲ Κάρμηλον τὸν ἐκ περιτομῆς νοοῦσι λαὸν, καὶ ζητοῦσι πῶς εἰς δρυμὸν λογισθήσεται , ἐν αὐτῷ πάλιν κατα..... καί φασι τοῦτο διὰ τὸ κατάλειμμα λέγεσθαι τὸ σωθὲν καὶ τοῖς ..... συναγελαζόμενον. Ἐν τῇ ἐρήμῳ τοίνυν δικαιοσύνην φησὶν ἀναπαύσεσθαι .
PG 87:2285Καὶ ἄνω γὰρ εὐθὺς τῇ περὶ Χέρμελ καὶ Λιβάνῳ μεταθέσει τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν, ἔλεγεν κωφοὺς ἀκούσεσθαι τοὺς λόγους τοῦ βιβλίου, καὶ τυφλῶν ἰδεῖν ὀφθαλμούς· οὕτω καὶ νῦν ἔργα φησὶν ἔσεσθαι δικαιοσύνης , ὧν τὸ κεφάλαιον ἡ τοῦ Θεοῦ ἐστιν εἰρήνη ὑπερέχουσα πάντα νοῦν, ὅς ἐστιν ἡ εἰρήνη ἡμῶν δικαιοσύνη τε καὶ κρῖμα . Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε καὶ ὀρθῷ κρίματι κατακριθείσης τῆς ἁμαρτίας. Ὃς καὶ κατὰ Παῦλον, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, Ἰουδαίῳ δηλονότι πρώτῳ καὶ Ἕλληνι. Διὸ τὴν πρὸς Θεὸν καταλύσαντες ἔχθραν πόλεσίν ἐσμεν ἀναπαύσεως , καὶ τῆς εἰς αἰῶνα τρυφῆς τὸν ἐκκλησιαστικὸν τῶν ἀρετῶν ἔχοντες πλοῦτον, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης· «Εὐφράνθη ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον·» ἔρημον καλῶν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, διὰ τὸ ἄκαρπον καὶ παντὸς ἐψιλωμένον ὑπερανεστηκότος φυτοῦ. Χριστοῦ δὲ κατοικήσαντος ἐν αὐτῇ, φησὶ πάλιν Ἡσαί̈ας·
«Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμοὺς, θήσω εἰς τὴν ἄνυδρον, γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην,» τὰς διαφόρους τῶν πιστευσάντων ἐπηρμένας δηλῶν ἀρετάς. Φησὶ δὲ νῦν ὡς οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης . Ἀντὶ γὰρ τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης, κατὰ Σύμμαχον, συνέστησε πόλιν , τὴν ἀπὸ περάτων ἕως περάτων καθολικὴν Ἐκκλησίαν. Λαὸν δὲ πάλιν ἀορίστως φησὶν, καὶ οὐ τὸν Ἰακὼβ, ἢ τὸν Ἰσραὴλ, ἐν τῇ καινῇ κατοικήσοντα πόλει. Εἶτα, ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν ὀργὴν τοῦ Θεοῦ κατὰ τὸν τῆς κρίσεως καιρὸν τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι, καὶ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ πυρὸς φλογὸς ἔλεγε κατεσθιούσης, κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία· εἰκότως νῦν περὶ τῶν μακαριζομένων ἐπήνεγκεν· Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει . Προλέγει δὲ καὶ τὰς ἐν δρυμοῖς ἀκάρπους ψυχὰς, ἐν γεωργουμένῃ γενήσεσθαι χώρᾳ, φυγούσας τὸ τραχὺ καὶ ἀνήμερον, νεούσας δὲ νεώματα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τινὲς δὲ χάλαζαν φασὶ τὴν θείαν ὀργὴν, δι’ ἣν ὑπὸ Ῥωμαίων ἑάλωσαν, σκεπασθέντων τῶν εἰς αὐτὸν πιστευσάντων.
PG 87:2287Εἶθ’ ἑξῆς μακαρίζει τοὺς τὴν ἔρημον ταύτην γεωργήσοντας, τῇ τῆς γεωργίας ἐπιμείνας μεταφορᾷ. Δηλοῖ δὲ τοὺς ἀποστόλους τοὺς κηρύξαντας Ἰουδαίοις καὶ Ἕλλησι. Δηλοῖ γὰρ ὁ μὲν βοῦς τὸν Ἰσραὴλ καθαρὸς ὣν, καὶ εἰς θυσίαν ἀναφερόμενος. Ὁ δὲ ὄνος τὰ ἔθνη. Δι’ ὅπερ ὁ νόμος τὰ πρωτότοκα τῶν ὄνων εἰς πρόβατα καταλλάττεσθαι βούλεται. Οὕτως οὖν ἑκατέρους, διὰ τοὺς πατέρας καλεῖ. Τὴν δὲ θείαν Γραφὴν ὕδωρ ἐκάλεσε πατουμένην ὑπὸ Ἰουδαίων καὶ ἐθνικῶν. Οὓς δὲ καλῶ, φησὶ, μακαρίους , οἱ διῶκται ταλαιπώρους καλέσουσιν, καίπερ συμπάσχοντας, ἵνα καὶ συμβασιλεύσωσιν. Ἀλλ’ ἀνθ’ ὑμῶν αὐτοί φησι τοιοῦτοι γενήσονται. Οὐ γὰρ ὑμᾶς ἀθετοῦσιν , ἀλλὰ τὸν ἀποστείλαντα. Διὸ παραδοθήσονται τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους γεγονότας Θεοῦ, καὶ ὡς σὴς ἱμάτιον διαφθείροντι. Τινὲς δὲ ὕδωρ τὸν ζῶντα τοῦ Θεοῦ λόγον σημαίνειν φασὶ, τῷ ζωτικωτάτῳ τῶν στοιχείων ἀπεικαζόμενον. Αὐτὸς γὰρ ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ κτίσας τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην. Τὸ δὲ, Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς , καὶ τὰ ἐπ’ αὐτῷ, Σύμμαχος οὕτως ἐξέδωκεν· Οὐαὶ ὁ ταλαιπωρίζων, αὐτὸς δὲ μὴ ταλαιπωρηθείς.
Καὶ ὁ ἀθετῶν, αὐτὸς δὲ οὐκ ἀθετηθείς. Ὄταν συντελέσῃς ταλαιπωρίζων, ταλαιπωρηθήσῃ· καὶ ὅταν κοπιάσῃ ἀθετῶν, ἀθετήσουσί σε · δηλῶν ὡς μακάριον ἐν τῷ τῶν πασχόντων εἶναι τάγματι, καὶ μὴ τῶν διωκόντων. Ἄθλιοι γὰρ οὗτοι, καὶ τὴν αἰτίαν ἐπήνεγκεν. Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἐξηγήσαντο· Ἀνδρῶν ἀπορία τῶν πειθομένων, τὰς γυναῖκας καλεῖ καὶ μάλιστα τὰς πλουσίας , αἳ τὸ σῶμα κοσμοῦσαι, καθάπερ ἔλεγεν ἄνω, τὴν ψυχὴν εἶχον ἀκόσμητον. Ἃς ὡς ἐξ ὕπνου διεγείρει, καὶ καλεῖ πλουσίας , οὐ τὸν πλοῦτον σκώπτων (παρὰ Θεοῦ γὰρ ἐδέδοτο), τὸν δὲ τρόπον τῆς χρήσεως. Τὰς ἀκοὰς τοίνυν ἐπ’ ἐλπίδι προξενούσῃ σωτηρίαν ὑπέχετε, τὴν μετ’ ἐνιαυτὸν αἰχμαλωσίαν εἰς νοῦν ἐμβαλλόμεναι. Καὶ λιμὸς δὲ διαδέξεται τοὺς διὰ κόρον ὑβρίσαντας, οὕτω τοῦ Θεοῦ θεραπεύοντος. Ὅθεν τὴν δίκην φθάσατε θρήνῳ , ἵνα πρὸς οὐρανὸν ἀναβλέψασαι, πνεῦμα σωτήριον ἐκεῖθεν καρπώσησθε. Διὰ δὲ τοῦ Χέρμελ , τὴν ἐσομένην ἐρημίαν τῆς χώρας ἐδήλωσεν. Κρῖμα δέ φησιν ἀναπαύσασθαι ἐν τῇ ἐρήμῳ , τὴν πόλιν οὕτω καλῶν·
PG 87:2289καὶ δικαιοσύνην ἐν τῷ Καρμήλῳ , τοῦτ’ ἔστιν, ἐν τῇ χώρᾳ, δηλονότι τῶν ἀδίκων οἰκητόρων ἐκπεπτωκότων, ὥσπερ τῶν ἀλλοφύλων πρότερον δι’ ἀσέβειαν. Πάντες γὰρ αὐτοῦ δημιουργήματα. Τοὺς δὲ πλημμελοῦντας μετέρχεται τῇ δίκῃ θεραπεύων διὰ χρηστότητα. Πάλιν δὲ μετανοοῦντας οἰκήσειν ἐν εὐθηνίᾳ φησίν. Θαῤῥήσει δὲ πᾶς δικαιοσύνην αὐχῶν, κἂν πάντα ταράσσηται. Καὶ οἱ ἐν τοῖς δρυμοῖς οὕτως ἀνεκτῶς οἰκήσουσιν , ὡς οἱ ἐν τῇ πεδιάδι · πανταχοῦ δὲ ταῖς ἀπειλαῖς χρηστὰς ἐλπίδας ἐγκαταμίγνυσιν, ἐκείναις φοβῶν, καὶ ταύταις παραμυθούμενος ἀπόγνωσιν, καὶ ῥᾳθυμίαν δι’ ἀμφοῖν φυλαττόμενος. Εἶτα τοῖς πρὸς γῆν ὁρῶσι τὴν ἐκ γῆς λαμβάνει παραβολήν. Οὐ γὰρ ἐκείνους φησὶ μακαρίζετε τοὺς ἀρδευομένην οἰκοῦντας, καὶ βουσὶ μὲν ἐργάσιμον, ὄνοις δὲ πρὸς ὁδοιπορίαν βατήν. Ἀλλὰ ψευδῶς αὐτοὺς μακαρίζετέ φησι. Τοιαύτην γὰρ ὑμεῖς οἰκοῦντες, τὸ μακάριον οὐκ ἐκτίσασθε, περὶ τὸν δόντα γεγονότες ἀγνώμονες. Οὐ γὰρ τοσοῦτον ὑμᾶς ὁ Ἀσσύριος, ὂν αὐτοὶ ἑαυτοὺς ταλαιπώρους ἐργάζεσθε. Θεῷ γὰρ εὐνοοῦσιν οὐδὲν ἐπῄει δεινόν. Ἀπεσείσθη γὰρ ἂν ὑμῶν, ὡς ἀφ’ ἱματίου σής . ΚΕΦΑΛ. ΛΓ. αιβ. Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς.
Ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, κ.τ.λ. Μακαρίσας τοὺς ἀποστόλους, καὶ ταλανίσας τοὺς αὐτοὺς ἀθετήσαντας, ὡς ἐξ αὐτῶν εὐχὴν ποιεῖται τῶν ἀποστόλων, ὡς οἱ μὲν ἀπειθεῖς καὶ πολεμοῦντες ἡμᾶς, ἀπολώλασιν· ἡμῶν δὲ σὺ σωτηρία. Μαθόντες γὰρ ὡς οὐδεὶς αὐτοὺς ταλαιπωρήσειεν, ἐκ πολλῆς ταῦτα περιχαρείας φασὶν, ὅτι διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ, καὶ διεσκορπίσθησαν ἔθνη . Κατὰ δὲ Ἀκύλαν καὶ Θεοδοτίωνα, ἀπὸ φωνῆς ὄχλου , ἤγουν πλήθους ἀνεχώρησαν λαοί . Δηλοῖ δὲ τὴν ὑπὸ πολλῶν ἅλωσιν πολεμίων, καὶ τῆς πόλεως ἔκπτωσιν. Ἀντὶ δὲ τοῦ, ἀπὸ φόβου σου , ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναι διεσπάρησαν , εἴρηκεν. Τῆς γὰρ ἰδίας ἐξέστησαν γῆς. Ἔκστασιν δέ τινες τὴν κατάπληξιν τὴν ἀπὸ τοῦ δέους εἰρήκασιν. Ἡ δὲ σωτηρία τοῖς ἁγίοις ἐν καιρῷ γίνεται θλίψεως , κατὰ τό· «Ὅτ’ ἂν ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ τό· «Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Τὰ δὲ τοῖς ἀπειθέσιν ἐσόμενα καὶ Μωσῆς καὶ προφῆται κηρύττουσιν. Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ὅταν εἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς·
PG 87:2290Πέσετε ἐφ’ ἡμᾶς.« Εἶτα ὡς πρὸς τοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη λέγει παρεισαχθὲν τοῦ Θεοῦ τὸ πρόσωπον, ὥς τινές φασι· Νῦν δὲ συναχθήσεται τὰ σκύλα ὑμῶν · τοῦτ’ ἔστιν, Οὐκ εἰς μακρὰν ἁλώσεσθε· καὶ τὸ εὐάλωτον δηλῶν τοῦ τῶν Ἰουδαίων λαοῦ, οἱονεὶ παίζοντες , φησὶν ἀκρίδων ὑμᾶς λήψονται δίκην, οὕτω δὲ καὶ τὰς ψυχὰς τῷ Σατανᾷ γεγόνασι παίγνιον· ἐφ’ ᾧ πάλιν ἀναφωνοῦσιν οἱ δίκαιοι. Ἤγουν ὁ προφήτης ἐπὶ τὸ τάγμα τῆς Ἐκκλησίας μεταβαίνων δοξάζει τὸν Θεὸν ἐπ’ αὐτοῖς τὸν ἐν ὑψηλοῖς κατοικοῦντα , ἢ τοῖς οὐρανοῖς, ἢ τοῖς ὑψώσασι τὴν διάνοιαν, οἳ καὶ Σιὼν χρηματίζουσιν, ὄντες Ἐκκλησία Θεοῦ. Καὶ δῆλον, ἐκ τοῦ πλήρης εἶναι λέγεσθαι κρίσεως καὶ δικαιοσύνης , συμφώνως οἷς ἔλεγε, »Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα καὶ δικαιοσύνη.« Ἣν γὰρ εἶπεν ἔρημον, νῦν ὀνομάζει Σιών . Προσήκατο γὰρ Χριστὸν τὴν δικαιοσύνην, ὃν ἡ ἐπίγειος Ἱερουσαλὴμ οὐκ ἐδέξατο. Ἡ δὲ κρίσις δηλοῖ τὸ μηδὲν ὑπὸ τῶν ἁγίων ἄκριτον γίνεσθαι. Διό φησιν, ἐν νόμῳ παραδοθήσονται . Τῷ γὰρ εὐαγγελικῷ παρεδόθησαν νόμῳ καινῷ· καὶ ἡ σωτηρία τούτων ἐν θησαυροῖς τοῖς ἀποκειμένοις ἐν οὐρανῷ.
Ἀντὶ δὲ τοῦ, ἐν νόμῳ παραδοθήσονται , Σύμμαχός φησιν· Ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία, καὶ γνῶσις. Φόβος Κυρίου αὐτὸς ὁ θησαυρός σου . Τῶν Ἑβδομήκοντα λεγόντων· Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια . Ἅπερ πρὸς τὸν Θεὸν ὥσπερ θυσία τις ἐξ ἀνθρώπων ἀνάγεται λογικὴ, ἃ καὶ θησαυροὶ δικαιοσύνης εἰσίν. Τὸ δὲ, ἐν νόμῳ παραδοθήσονται , τινὲς οὕτω φασίν· θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπολωλότας διὰ τοῦ νόμου , ὃν εἰς σωτηρίαν ἐδέξατο. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον, «Ἀθετοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἔδει γὰρ τὴν σκιὰν τὴν μέχρι καιροῦ διορθώσεως ἀργῆσαι Χριστοῦ τοῦ φωτὸς ἐπιλάμψαντος. Σκιομαχοῦντες τοίνυν περὶ τὸν νόμον τοῖς ἐχθροῖς παρεδόθησαν. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν καὶ ὁ διὰ Μωσέως νόμος σωτηρίας εὕρηται θησαυρός . Ἐν αὐτῷ γὰρ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· τὸ Χριστοῦ γὰρ ὡς ἐν τύπῳ περιέχει μυστήριον.
PG 87:2292«Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος ἔγραψεν.» Μεθ’ ἅ φησι πρὸς τοὺς ἀποστόλους, ὡς ὁ φόβος ὑμῶν ἐπὶ τοὺς ἀπίστους πεσεῖται· καὶ οἱ πάλαι φοβοῦντες ὑμᾶς, ἡττημένοι βοήσονται . Ἀντὶ δὲ τοῦ, Ἰδοὺ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται , Σύμμαχος μέν φησιν· Ἰδοὺ ὀφθήσομαι αὐτοῖς. Ἔκραξαν ἐκτενῶς . Ἐπιφέρει δὲ τίνες οἱ κράξαντες· ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν . Ὁ δὲ Ἀκύλας, Ἰδοὺ , φησὶν, ὁραθήσομαι αὐτοῖς. Βοήσω ἐκτενῶς . Καὶ τὸ λοιπὸν ὁμοίως· ὁ δὲ Θεοδοτίων, Ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς . Ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται . Πάντες οὖν δηλοῦσι τὸν Θεὸν ὀφθήσεσθαι τοῖς θησαυρίσασιν ἑαυτοῖς δικαιοσύνης καὶ τῆς σοφίας, τοὺς θησαυρούς . Ἦσαν δὲ τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἷς ἐγὼ μὲν ὤφθην . Οἱ δὲ ἐκέκραξαν ἐκτενῶς ἄγγελοι ὄντες εἰρήνης . Οἳ καὶ πικρῶς ἐβόων ἐν εὐχαῖς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ. Καὶ ὁ Σωτὴρ δὲ τὴν Ἱερουσαλὴμ ἀπεκλαίετο. «Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου.» Διό φησιν, Ἐρημωθήσονται παρὰ τούτων ὁδοί . Τὸ δὲ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν , ὀβελίζεται ὡς μὴ κείμενον.
Πεπαῦσθαι δέ φησι τοῦ ἐκ περιτομῆς λαοῦ τὰς ὁδοὺς , καὶ τὴν διαθήκην ἦρθαι τὴν διὰ Μωσέως δοθεῖσαν, μηκέτι τε αὐτοὺς εἰς ἀνθρώπους λογίζεσθαι . Τινὲς δὲ τὸ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται , φασὶν οὕτως· Παραθαῤῥύνει τοὺς ἁγίους μυσταγωγοὺς τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐξ ἀρχῆς μὲν γὰρ οἱ ἐκ περιτομῆς ἐκάκουν αὐτοὺς λέγοντες· «Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐν τῷ ὀνόματι τούτῳ.» Οὓς καὶ δεδιότες ἔφασκον οἱ ἀπόστολοι, «Καὶ τὰ νῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Νῦν δὲ δεδοίκασιν αὐτοὶ, τὴν πρὸς τοὺς πιστοὺς ἀγαπῶντες εἰρήνην , ἐλεεινῶς τε τούτοις ὑποκατακλινόμενοι. Οὐδὲ γὰρ εὐοδωθήσονται, φησὶν, θεομαχεῖν ᾑρημένοι. Καὶ τῶν Ἰουδαϊκῶν ἐθνῶν ὁ φόβος ἐπαύσατο , καὶ τῆς πρὸς αὐτοὺς διαθήκης ἠρμένης, ἀλλότριοι γεγόνασι τοῦ Θεοῦ καὶ ξένοι τῶν ἐπαγγελιῶν. Ὅτι μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. Διὸ, φησὶν, οὐδενὸς αὐτοὺς ἀξίους λογίσεσθε.
PG 87:2294Εἶτα ἐπιλέγει, ἐπένθησεν ἡ γῆ , ἀκολούθως διὰ τὰ περὶ αὐτοῦ εἰρημένα τῆς Ἰουδαίας, ἧς καὶ τὰ μέρη φησὶν, ὧν καὶ τὰ μεταξὺ τάττει, τὸν Λίβανον , τὴν Ἱερουσαλὴμ ἐπὶ τοῦ παρόντος οὕτω καλῶν, διὰ τὴν ἐν αὐτῇ θυσίαν, καὶ τὸν προσφερόμενον Λίβανον κατὰ τὸν νόμον. Καὶ δὴ καὶ κατῃσχύνθαι φησὶ τὸν Λίβανον , ὡς εἰ σαφέστερον ἔλεγε τὴν θυσίαν, καθῃρημένης τῆς ἐν νόμῳ λατρείας. Καὶ ἐν τῷ Ζαχαρίᾳ δὲ λέγεται, «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Καὶ Ἰεζεκιὴλ δέ φησιν· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου.» Ἅπερ ἑρμηνεύων φησίν· Ὅτ’ ἂν ἔλθῃ Ναβουχοδονόσωρ εἰς Ἱερουσαλήμ. Ἀλλὰ καὶ ἡ χώρα ἡ καλουμένη Σαρώννη ὁ Σαρώνας, ἕλη , φησὶν, ἐγένετο ἢ ἀχρειόστης ἐξ ἀκανθῶν ἐμπλησθεῖσα θρασύτητος. Δι’ οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς αὐτῶν ψυχαῖς ἀφανισθήσεσθαι. Ταῦτα μὲν ἐκείνοις. Φανερὰ δὲ ἔσται ἡ Γαλιλαία διὰ τὰ περὶ αὐτῆς εἰρημένα·
κατὰ τὸ, «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς μέγα ἀνέτειλεν αὐτοῖς.» Καὶ ὁ Χέρμελ δὲ φανερὸς ἔσται , περὶ οὗπερ ἔφησε· «Καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χέρμελ.» Τὸ δὲ τῆς Ἐκκλησίας δασὺ καὶ ἐπηρμένον δηλοῖ. Τοῦ γὰρ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὁ μὲν οὖν φιλάνθρωπος Θεὸς ἀγγέλους εἰρήνης ἀπέστειλε πρὸς τὸν Ἰσραὴλ πικρῶς αὐτοὺς [κλαίοντας, καὶ] ἱκετεύοντας τὸ κήρυγμα δέξασθαι. Μὴ δεξαμένων δὲ, φησί· Νῦν ἀναστήσομαι , καὶ τὰ ἑξῆς. Τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ’ ἣν ὄψονται τῆς θεότητος αὐτοῦ λαβόντες τὴν αἴσθησιν ὅτε δοξασθήσεται καὶ ὑψωθήσεται. Οἱ δὲ γνώσονται ὡς ματαίαν εἶχον ἰσχὺν πνεύματος , ὅτεπερ αὐτοὺς κατέδεται πῦρ. Ἀντὶ δὲ τοῦ, ἔσονται ἔθνη κατακεκαυμένα, λαοὶ πάντες ἐξέδωκαν· δηλονότι πρὸς οὓς ἦν ὁ λόγος οἳ καὶ ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη . Τινὲς δὲ τὸ ἀναστήσομαι , φασὶ, διὰ τὰς δίκας, ἃς ἔτισαν τῆς εἰς αὐτὸν παροινίας, ἁλούσης αὐτοῖς κατὰ κράτος τῆς πόλεως, ὅτε καὶ τὴν τοῦ παθόντος ἔμαθον δόξαν , οὐ καθ’ ἕνα τυγχάνοντος τῶν προφητῶν.
PG 87:2295Ὡς μελλούσης οὖν αὐτοὺς τῆς θείας, ὀργῆς καταλήψεσθαι, νῦν ἀναστήσομαι , φησὶν, ἀνεξικακήσας μέχρι τοῦ σταυροῦ. Ὑψώθη τοίνυν, αὐτοὺς μὲν τιμωρησάμενος, καλέσας δὲ τὰ ἔθνη. Γνώσεσθε δὲ νῦν , φησὶν, ὡς ὑπῆρχον ὑμῶν ἰσχυρότερος. Καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυμένη . Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν. Τινὲς δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν. Ἀπειθοῦντος τοῦ λαοῦ καὶ ταῖς ἀπειλαῖς καὶ ταῖς ἐπαγγελίαις, ὡς μηδὲν ὑπόλοιπον ὑπάρχειν πλὴν τοῦ παθεῖν, εἰς συμπάθειαν ὁ προφήτης κατενεχθεὶς, εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει πρὸς τὸν τῶν ὅλων Θεὸν, δηλῶν ὡς τὰ μὲν παρ’ αὐτῶν εἰς κακὰ συμπεπλήρωται, κεχρεώστηταί τε τούτοις ἡ δίκη. Χρεία δὲ τῶν σῶν ἡμῖν οἰκτιρμῶν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ καὶ θλιβομένοις. Δὸς οὖν σωτηρίαν τοῖς διὰ τὸν σὸν φόβον ὑπομείνασιν ἔκστασιν. Ἔλεγεν δὲ ταῦτα οὐχ ὡς ἀγνοοῦντα διδάσκων Θεὸν, ἀλλὰ τύπος γινόμενος τῷ λαῷ τὰ πρὸς σωτηρίαν αἰτεῖν. Ἃ γὰρ αὐτοὺς λέγειν ἐχρῆν, εἰς ἀκοὰς αὐτῶν ὁ προφήτης φησὶν, ἵνα μιμήσωνται.
Ὅτι γὰρ καὶ οἱ εἰς συμμαχίαν ὑπὸ τοῦ Ἀσσυρίου κληθέντες ἀψοφητὶ τελευτήσουσι, καὶ οἱ λοιποὶ πρὸς φυγὴν ἀπὸ τοῦ φόβου τραπήσονται, εὔδηλον τῶν Ἰσραηλιτικῶν σκύλων σωζομένων δυνάμει Θεοῦ, ἧς θεοσεβοῦντες τυγχάνουσι. Μὴ μετανοοῦντες δὲ στερηθήσονται, περιγινομένων αὐτῶν τῶν ἐχθρῶν ὡς ἀκρίδων. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς . Προκοπὴν δηλοῖ διανοίας, καὶ δίαρμα ψυχῆς ἀγαθόν. Οὐ γὰρ Θεοῦ πρὸς ἁγιασμὸν, ἀλλ’ ὡς τοῦ εὐχομένου προκόπτοντος, τὸ ἅγιος , λέγεται, ὑψοῦντος Θεὸν , ἐφ’ οἷς αὐτοῦ τὸ δίκαιον κατὰ τῶν ἡμαρτηκότων κρῖμα κατείληφεν καθόλου τε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Οὐ γὰρ εἰς ἀπώλειαν τὴν πόλιν, ἀλλ’ εἰς ἐπιστροφὴν τῶν ἐνοικούντων ἐπαίδευεν· ὅτε καὶ δικαιοσύνη παρ’ αὐτοῖς ἀκμάζειν ἠδύνατο, καὶ νόμος ἀνθῆσαι, καὶ ὁ λαὸς ἐκ τούτου καθάπερ ἀγαθὸν ἀρύσασθαι θησαυρόν . Ἀφ’ οὗ καὶ εἰς σοφίαν , καὶ ἐπιστήμην προέκοπτον, ἣ γεννᾷ εὐσέβειαν πρὸς Θεὸν καὶ θησαυροὺς δικαιοσύνης . Οὕτω δὲ διακειμένων, ὁρμὴν ἐχθρῶν ὑμῶν οὐ κρατήσειε φόβος , ἀλλ’ ἐκείνων ὁ ἐξ ὑμῶν, καὶ πρὸς εἰρήνην πρεσβεύσονται ἐμοῦ κατ’ αὐτῶν ὁρίζοντος ἐρήμωσιν, καὶ τὴν καθ’ ὑμῶν διαταγὴν καταπαύοντος.
PG 87:2297Οὐ γὰρ ἑαυτῶν ἐπῆλθον ὑμῖν, ἐμοῦ δὲ καθάπερ τινὰ διαθήκην αὐτοῖς διατάξαντος. Ἀλλ’ ἔχων με σύμμαχον καταφρονήσεις αὐτῶν. Εἶτά φησιν, Ἐπένθησεν ἡ γῆ , τοὺς τόπους ἀντὶ τῶν οἰκητόρων, καὶ ἀντὶ λογικῶν ἀναίσθητα πρὸς αἰσχύνην ἐκείνων παρείληφεν, οὓς ἔδει τὴν ἰδίαν θρηνῆσαι πληγήν. Ὁ δὲ τοὺς τόπους παρήγαγε μονονουχὶ συστενάζοντας καὶ συνωδίνοντας, κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, ἐφ’ οἷς ἡ Θεοῦ δύναμις ἐμφανὴς διὰ τῆς ἐνεργείας γενήσεται. Αἰσχυνθήσονται γὰρ ἐκ μεταβολῆς οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, ὅτι καταλιπόντες τὸν Θεὸν τὸν οὕτω τοὺς ἐναντίους τροπούμενον, πρὸς Αἰγυπτίους ἐπρεσβεύοντο, Θεοῦ καταστρώσαντος ρπε χιλιάδας, ὧν νεκρὰ τὰ σώματα πυρὶ παραδέδοται . Οὗτοι δὲ καθάπερ πυρὶ δαμαζόμενοι τὴν ἐφ’ οἷς ἔπραττον ὁμολογήσουσιν ἄνοιαν. ιγιθ. Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, καὶ γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται τρόμος τοὺς ἀσεβεῖς. Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; κ.τ.λ. Θεοῦ μὲν ἐγγὺς Ἰσραὴλ, ὅσον ἧκε εἰς τὸ νόμῳ παιδαγωγηθῆναι καὶ τέρασιν. Πόῤῥω δὲ τὰ ἔθνη. τῇ κτίσει λατρεύσαντα.
Καὶ ὅμως τὰ μὲν ἤκουσαν · οἱ δὲ οὐκ ἠνέσχοντο. Πλὴν ἀκούσονται , φησὶν, καὶ οἱ ἐγγίζοντες . Οὐδὲ γὰρ εἰς ἅπαν ἀπόλωλεν Ἰσραήλ. Ἐξ αὐτοῦ γὰρ γέγονεν ἡ τῶν πιστῶν ἀπαρχή. Τινὲς δὲ περὶ τῶν ἐθνῶν καὶ τὸ δεύτερον ἐξέλαβον. Πῶς γὰρ ἀκούσονται οἱ πόῤῥωθεν; ἐγγὺς δηλονότι γενόμενοι. Καὶ μανθάνοντες αὐτοῦ τὴν ἰσχὺν , ἣν ὑπὲρ Ἰσραὴλ θαυματουργῶν ἐπεδείξατο, οἳ καὶ πῶς οἱ ἐν Σιὼν ἀπέστησαν γνώσονται . Κατὰ δὲ τὴν ἑτέραν ἐξήγησιν, διαιρεῖ τοὺς ἐξ Ἰσραήλ. Ὧν οἱ μὲν ἤκουσαν , οἱ δὲ ἀπώσαντο τυγχάνοντες ἄνομοι, οὓς καὶ λήψεται τρόμος. Ἡ γὰρ τῶν ἐπενεχθέντων πεῖρα κακῶν εἰς φόβον ἀρκεῖ, καὶ πρός τι γνῶναι τὸν ὑπ’ αὐτῶν ὑβριζόμενον. Πρὸς οὓς καί φησι, Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται ; περὶ οὗ ἔλεγεν, ὅτι Πῦρ κατέδεται ὑμᾶς. Τόπον δέ φησι τὸν αἰώνιον , τὸν ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Κατὰ γὰρ τὴν τοῦ Σωτῆρος φωνὴν, «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Ὁ δὲ ἀπιθανῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωήν· ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.» Περὶ ὧν ἀλλαχοῦ φησιν ὁ προφήτης·
PG 87:2299«Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.» Τίς οὖν ὁ εἰδὼς καὶ προμαρτυρόμενος ὑμῖν τὸν αἰώνιον τόπον ; ἢ πᾶς, ὃν εὐθὺς ὑπογράφει, τὸν τῶν προφητῶν καὶ ἀποστόλων σημαίνων χορόν; αὐτοὶ γὰρ ἐκήρυξαν περὶ κρίσεως , ὡς ἂν τὴν μέλλουσαν φυλαξώμεθα δίκην. Ὁ δὲ τοιοῦτος πόῤῥω γεγονὼς τοῦ πυρὸς, ἐν ὑψηλῷ κατοικήσει σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυρᾶς . Κατὰ δὲ Σύμμαχον, Αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει. Ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ . Τοῦ φιλοσόφου δὲ βίου τὸ ἀσφαλές τε καὶ τὸ ὕψος δηλοῖ, ὅν τις μετιὼν ἄρτῳ καὶ ὕδατι μετὰ πίστεως τὴν παροῦσαν διανύσας ζωὴν, τέλος ἕξει τῆς τοιαύτης ἀσκήσεως τοῦ βασιλέως τὴν θέαν . Περὶ οὗ προεφήτευεν, ἀρξάμενος ἀπὸ τοῦ, «Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Εἰκὸς δέ φασι, καὶ Χριστὸν οὕτως εἰρῆσθαι, ἐν ᾧ, καθάπερ τι σπήλαιον ἢ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται τὸ πάγιον ἔχουσα, κατὰ τό· «Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, ἣν τοῖς οἰκοῦσιν ἄρτος δίδοται ζωῆς ὁ Χριστὸς παρὰ τοῦ Πατέρος, καὶ πιστὸν ὕδωρ τὸ τοῦ θείου βαπτίσματος, ἐξ ὧν ἡ πᾶσα τοῖς λαβοῦσιν ἀσφάλεια.
Καὶ τὸν βασιλέα κατόψονται Κύριον, οἳ καὶ μήπω λαβόντες τῶν πραέων τὴν γῆν, πόῤῥωθεν , αὐτὴν ὄμμασι διανοίας ἐκ τοῦ παρόντος ὄψονται βίου, τοῦ Θεοῦ τὸν φόβον διὰ μελέτης ποιούμενοι. Τινὲς δὲ περὶ τῶν ἀνόμων ἐξέλαβον τὸ πόῤῥωθεν , αὐτοὺς τὴν γῆν τῆς ἐπαγγελίας ἰδεῖν οὐκ ἐν αὐτῇ γενησομένους, τὸ δὲ καιόμενον ἔχοντας πῦρ , οἳ καὶ τῆς ἑαυτῶν κατακρίσεως ἐν φόβῳ γενήσονται μακρὰν ἀποῤῥιφέντες ἐκείνης τῆς γῆς. Οἷς ὀνειδίζων, ὅτι κακοῖς διδασκάλοις ἐπείθοντο, φησί· Ποῦ οἱ τὸ γράμμα μόνον εἰδότες τοῦ νόμου; Πρὸς οὓς ἔφασκεν ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί.» Ποῦ γὰρ οὗτοι φανήσονται, φησὶν, ἐν ἡμέρᾳ τῆς κρίσεως, ἀντὶ συμβουλῆς ἀγαθῆς τοὺς μαθητὰς κολακεύσαντες; Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ ἀριθμῶν τοὺς ἐκτετραμμένους, τὸ λαὸν τὸν ἀναιδῆ. Οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκούειν διάλεκτον γλώσσης. Ἀναιδεῖς καλῶν τοὺς ταῖς αὐτῶν διδασκαλίαις ἐκτεθραμμένους, οἳ οὐκ ὄψονται τὸν βαρὺν λαὸν τοῖς χείλεσιν, ἀλλ’ οὐδὲ ἀκούσουσιν, ἀσύνετοι ὄντες διαλέκτου γλώττης , περὶ ἧς ἔφασκε· Καὶ αἱ γλῶςσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.
PG 87:2300Εἰ γὰρ εἶδον τὸν βαθύφωνον, οὐκ ἂν ἤκουσαν λαὸς πεφαυλισμένος . Τινὲς δὲ συστρεφομένους φασὶν, ἐπειδὴ γνώμῃ τῶν διδασκάλων ἐπὶ Χριστὸν συνεστράφησαν καταβοῶντες πρὸς Πιλάτον καὶ τὸν Βαραββὰν τοῦ προτιμήσαντες μηδεμιᾶς ἀγαθῆς ἀκούσαντες συμβουλῆς, μηδὲ μαθόντες παρ’ αὐτῶν ὡς αὐτός ἐστιν ὁ βαθύφωνος . Διὰ παραβολῶν γὰρ ἐλάλει κατὰ τό· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου.» Ἀσύνετοι δὲ ὄντες τὸν τῶν διδασκάλων οὐ διέκρινον φθόνον. Οὐ γὰρ ἂν ἤκουσαν πεφαυλισμένοι . Τὸ δὲ ῥητὸν ὅλον οὕτω τινὲς ἐξηγήσαντο. Ὡς τὴν μέλλουσαν Ἀσσυρίοις πληγὴν οὐχ οἱ πλησίον μόνον αὐτῶν, ἀλλὰ καὶ οἱ πόῤῥω μαθήσονται, καὶ οἱ τῆς Ἱερουσαλὴμ ἀσεβεῖς αἰσχυνθήσονται. Φεύγων δὲ, φασὶν, ὁ προφήτης τὰ ἔργα τὰ πονηρὰ τῶν ἀπειθῶν Ἰουδαίων εἰπεῖν, ὕλην ὄντα πυρὸς , ἕτερον ζητεῖ τὸν ἐροῦντα δικαίως πολιτευόμενον, ὡς ἂν εἴποι πρὸς αὐτοὺς, ὡς ὀργὴν ἑαυτοῖς θησαυρίζουσι. Τὸ δὲ, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος , τοῦτ’ ἔστι πρὸς φόνον μὴ συνεργῶν. Ὁ γὰρ ἔχων τὰ εἰρημένα φησὶν, στάσιν ἕξει βεβαίαν τῶν θείων ἀγαθῶν ἀπολαύων.
Τοὺς δὲ φωτισθέντας ὑπὸ τοῦ λόγου, καὶ τὸν βασιλέα τῆς δόξης βλέπειν ἀκόλουθον ἀπαλλαγέντας μὲν τῆς κοσμικῆς προσπαθείας, ἀγαθοῖς δὲ τοῖς ἐλπισθεῖσιν ἐνατενίζοντας. Τοῦτο γὰρ δηλοῖ τὸ τὴν γῆν ἰδεῖν πόῤῥωθεν , τοῖς γηί̈νοις μηδαμῶς πλησιάζοντας. Μηνύει δὲ καὶ καθ’ ἱστορίαν τὸν ἄρξαντα μετὰ ταῦτα τῆς Ἱερουσαλὴμ Ἐζεκίαν, ὃς ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ γέγονεν εὐκλεὴς, ἐφ’ οὗ σημεῖα γέγονεν οἰκουμενικὰ, ἀναποδισμὸς ἡλίου καὶ τῆς ἡμέρας προσθήκη. Ἃ ἰδόντες φοβηθήσεσθε τὸν Θεὸν μεταγνόντες ἐφ’ οἷς ἐπείσθητε τοῖς συμβουλεύσασι περὶ τῆς Αἰγυπτιακῆς βοηθείας γραμματεῦσι καὶ τοῖς ἐγγαστριμύθοις, οὓς καλεῖ βαθυφώνους , ὡς ἄσημα φθεγγομένους. Οὗτοι γὰρ πάντες ματαιότητός εἰσι λαὸς , καὶ πεφαυλισμένοι , πρὸς κατανόησιν τῶν δεόντων οὐκ ἄγοντες τὸν ἀκροατήν. Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι, κ.τ.λ.
PG 87:2302Ἀντὶ τοῦ, Ἰδοὺ Σιὼν ἡ πόλις , ὁ μὲν Ἀκύλας φησίν· Ὅρα ματίσθητι, Σιὼν πόλις ἑορτῶν . Σύμμαχος δὲ καὶ Θεοδοτίων, Ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν , καὶ πάλιν ἑξῆς, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ὡς μέλλουσαν ἰδεῖν τὸ σωτήριον ἡμῶν , τοῦτ’ ἔστι Χριστὸν, ἑτέραν τε πόλιν τὴν τῶν ἑορτῶν τὴν Ἐκκλησίαν τὴν ἄγαν πλουσίαν . Τῆς μὲν οὖν παλαιᾶς Ἱερουσαλὴμ πεπτώκασιν αἱ σκηναὶ διαφόροις ἁλούσης πολιορκίαις. Ἡ δὲ καινὴ πόλις , ὡς ἐπὶ πέτρας ἑστῶσα, κἀν τοῖς τῶν διωγμῶν ἄσειστος ἐπιμένει καιροῖς. «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς,» ὑπό τε ὄμβρων καὶ ποταμῶν καὶ πνευμάτων οὐ πέπτωκε. Τεθεμελίωται γὰρ ἐπὶ πέτραν. Τὸ δὲ αἴτιον, ὅτι τὸ ὄνομα Κυρίου τόπος ἔσται τῇ καινῇ πόλεις, καὶ ὡς ἐν τόπῳ τοιούτῳ καθέστηκεν ἄπτωτος. Κατὰ δὲ Σύμμαχον, ἐκεῖ κραταιὸς ἡμῖν Κύριος. Τόπος ποταμῶν διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου, οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτόν . Τὸ δὲ ὅπου μὴ πορευθῇ , Ἀκύλας φησίν· Οὐ μὴ πορευθῇ ἐν αὐτῇ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό . Δι’ ὧν δηλοῦσι τῆς εἰρημένης πόλεως τὸν Κύριον ἔσεσθαι τόπον ποταμῶν , ὥστε λέγειν·
«Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ, «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Οἱ δὲ ποταμοὶ , φησὶν, οὕτως ἐν ἀσφαλείᾳ τυγχάνουσιν, ὡς εἶναι τοῖς ἐχθροῖς ἀνεπίβατοι, μικροῖς τε καὶ μείζοσι πλοίοις ἐπερχομένοις ἀντὶ τείχους κυκλοῦντες τὴν πόλιν, ἐπεὶ κριτὴν καὶ ἡγούμενον αὐτὸν ἔχει τὸν Σωτῆρα καὶ Κύριον , οὗ τὰ ὁρμήματα πρώτου καὶ τελείου τυγχάνοντος ποταμοῦ, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ , ἀγγέλων ὄντων τῶν πολλῶν ποταμῶν τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ Πατέρος τοῦ ἐν οὐρανοῖς, οἳ φρουροῦσι τὴν Ἐκκλησίαν. Ἐντεῦθεν λοιπὸν τῆς παλαιᾶς ὑποφαίνει πόλεως τὰ παθήματα. Ταύτης γὰρ ὡς νηὸς ἐν χειμῶνι πέπτωκεν ὁ ἱστὸς τῶν αὐτὸν κρατούντων διαῤῥαγέντων σχοινίων . Ὁ δὲ Σύμμαχός φησιν, Ἐξεῤῥίφη τὰ σχοινία σου, ὥστε μὴ κρατεῖν. Οὕτως ὁ ἱστὸς αὐτῶν, ὥστε μὴ ἁπλῶσαι ἱστίον. Τότε διένειμεν ἕως σκύλων πολλῶν · ὑπογράφων ὡς ἐν ναυμαχίᾳ νῦν κατέδυσαν, καὶ πρὸς τῶν πολεμίων ἁρπαζομένην.
PG 87:2304Καὶ μέχρι γὰρ τῶν ἱερῶν σκευῶν εἰς διαρπαγὴν παρέδωκε Κύριος ἀσεβέσιν ἀνδράσι καὶ τὰς τῆς ψυχῆς χωλεύουσι βάσεις, οἳ Θεοῦ παραδιδόντος οὐκ ἐκοπίασαν, καὶ γεγόνασιν ἁμαρτίας ἐλεύθεροι , Θεοῦ κρίσει τὴν Ἱερουσαλὴμ χειρωσάμενοι. Τινὲς δὲ οὕτως ἑρμήνευσαν· Μεταξὺ τοῦ Θεοῦ περὶ τῶν ἀσυνέτων γραμματικῶν προσφωνήσαντος, τὸ τῶν ἁγίων αὖθις εἰσάγεται πρόσωπον, δεικνύντων ὥσπερ ἀλλήλοις ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἢ τὴν ἐν οὐρανοῖς, εἰς ἢν ἀνάγει τοὺς ἐνοικοῦντας ἡ ἐπὶ γῆς σωτήριον ἔχουσα τὸν Χριστὸν, οὓς ἀμειβόμενός φησιν ὁ λόγος. Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ , τὰς περὶ αὐτῆς λέγων ἐξ ὁμοιότητος τῆς ἐν τῇ ἐρήμῳ σκηνῆς · τοῦ δὲ τῆς πόλεως ἀσφαλοῦς τὴν αἰτίαν φησὶ τοῖς πιστεύσασιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν , ἀντιδιαστέλλων τοῖς τῷ Χριστῷ μὴ πιστεύσασιν. Καὶ ὡς ἔσται τόπος ὑμῖν, ἡ ἀεὶ μὲν οὖσα πόλις , ἐν ᾗ ποταμοὺς εὐρυχώρους φησὶ καὶ διώρυχας εὐαγγελιστάς τε καὶ ἀποστόλους δηλῶν, καὶ τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιρὸν ἡγουμένους, τὴν τοῦ Θεοῦ ποίμνην τοῖς θείοις ἄρδοντας νάμασιν ἐξ ἑνὸς, ὃς καὶ διὰ φωνῆς προφήτου φησίν·
«Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Τῇ δὲ τῶν ποταμῶν ἐπιμένων μεταφορᾷ, καὶ ὡς περὶ πλοῦτον λόγον ποιούμενος, τὸ τῶν πιστῶν εἰσάγει πρόςωπον μετὰ τὴν Χριστοῦ παρουσίαν τοῦ διαβόλου κατεπαιρόμενον, ἀπαγορεῦόν τε αὐτῷ μὴ δι’ αὐτῶν διαβαίνειν, καθάπερ καὶ πρότερον. Οὐ γὰρ ἔτι σοι τυγχάνομεν βάσιμοι. Οὐδὲ δυνήσῃ καθάπερ τι πλοῖον διὰ τούτων ἐλᾶσαι τῶν ποταμῶν . Τὸ δὲ αἴτιόν φασιν, Ὁ γὰρ Θεός μου μέγας ἐστί . Καὶ τούτου χάριν οὐ διελεύσεται δι’ ἐμοῦ . Ἀπέφυγον γὰρ αὐτοῦ τὴν κρίσιν καὶ τὸν ζυγὸν, ὑπὸ Θεὸν γεγονώς. Τοῦτο δὲ καὶ ἐν ἄλλοις παρὼν προφήτης φησίν· «Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. Καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος. Οὐδὲ ἔσται λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ τὸν Κύριον.» Ἐπὶ τούτοις, τὸν λόγον πρὸς τὴν τῶν Ἰουδαίων μεταστρέφει συναγωγὴν, τῇ τῆς νεὼς ἐπιμείνας μεταφορᾷ. Ὡς γὰρ ἀνέμου προσβαλόντος σφοδρότερον, τὰ μὲν ἱστία κατασπᾷν οὐκ ἰσχύουσιν, ὁ δὲ ἱστὸς ὑπὸ τούτων κλινόμενος τὴν ναυαγίαν ἐργάζεται·
PG 87:2306οὕτω, φησὶ, πείσῃ τὰ παραπλήσια. Ἀλλ’ οὐδὲ τροπαίου σημεῖον ἡ πόλις ἐπαρεῖ νικῶσα· παραδοθήσεται δὲ μᾶλλον εἰς προνομὴν, μὴ δυναμένη κατὰ τὴν καινὴν πόλιν τὰς τοῦ Σατανᾶ διαφυγεῖν προσβολὰς, εἵθ’ ὡς ἐν θαλάττῃ, εἴθ’ ὡς ἐν πολέμῳ προσβάλλοντος, καίπερ ἔχουσα τὸν νόμον ὀρθοποδεῖν ἀναγκάζοντα. Οἱ δὲ τὸ πρὶν τῇ εἰδωλολατρείᾳ χωλεύοντες ἐθνικοὶ ποιήσονται προνομὴν , κερδαίνοντες τὰ παρὰ Θεοῦ, δι’ ὧν νικῶσι τὸν Σατανᾶν, τὸ πρὶν ἀποθέμενοι φορτίον, καὶ τὸν κόπον τὸν ἐξ αὐτοῦ, τῆς τῶν ἁμαρτιῶν τυχόντες ἀφέσεως διὰ τῆς ἐν πίστει χάριτος, ἣν Ἰσραὴλ οὐκ ἐδέξατο· ὃς καὶ λέγοι ἂν εἰκότως, Αἱ ἁμαρτίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Οἷς καὶ ὁ νόμος ὑπῆρχε βαρύτατος. Ὁ δὲ νέος λαὸς ἀκούει δικαίως, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Οὕτω δὲ πάλιν ἄλλοι τινὲς ἐξηγήσαντο. Ὁ προφήτης ὑποδείκνυσι τὴν Ἱερουσαλὴμ , τά τε ἐν αὐτῇ παρὰ Θεοῦ δοθέντα ὑπομιμνήσκει συνθήματα. Νόμον γὰρ δοὺς καὶ ναὸν Ἅγιά τε ἁγίων, ὥσπερ τινὰ σκηνὴν ἐπήξατο, τοῖς τῆς κηδεμονίας συνέχων σχοινίοις , χορηγήσας πάντα πλουσίως .
Καὶ οὐκ ἦν στενοχωρηθῆναι, ὅσον ἧκεν εἰς τὸν Θεὸν, ἐπανθοῦντος αὐτοῖς τοῦ ὀνόματος αὐτοῦ, ἀφ’ οὗπερ, ὡς ἀπό τινων ποταμῶν καὶ διωρύχων ἠρύεσθε τὴν τῶν ἀγαθῶν ἀφθονίαν. Τοσοῦτος γάρ ἐστιν ὁ Θεὸς, ὡς πάντα πληροῦν, οὗ πρὸς εὕρεσιν οὐκ ἂν δεηθείης οὐχ ὁδοῦ μακροτέρας, οὐ ναυτιλίας πολλῆ. Πανταχοῦ γὰρ πάρεστι τῷ χεῖρας ὁσίας ἐπαίροντι, καὶ οὐκ ἔστιν οἷά τις παριὼν, ἵνα τις ἀποτύχοι τῆς αὐτοῦ γνώσεως. Καὶ κριτὴς ὢν ἁπάντων ἐπίσκεψιν ποιεῖται τῶν κακῶν, ἀνακόπτων οὐκ ἀπολέσαι βουλόμενος. Ὡς ἄρχων γὰρ καὶ βασιλεὺς ἀγαθὸς ἐπὶ σωτηρίᾳ πάντα ποιεῖ. Ἀναφέρεται δὲ καὶ εἰς Χριστὸν ὁ λόγος, ὃς ἀντίληψις τελεία γεγένηται, δείξας ἡμῖν ἑαυτὸν ἀόρατον ὄντα, καὶ δι’ αὐτοῦ τὸν Πατέρα. Πάντα δέ φησιν ὑμῖν διὰ τὸ κήδεσθαι δεδωκότος Θεοῦ, καὶ πλουσίοις δωρήμασι, καθάπερ ἱστόν τινα διεγείροντος τὰ φρονήματα, οὐκ ἄν ποτε ταῦτα διέπεσε, διακοψάντων ὑμῶν τῆς εὐνοίας τὰς σχοίνους καὶ πλαγιασάντων τὸν ἴδιον νοῦν. Ἀλλ’ οὐδὲ οὕτως ὑμᾶς ἀφῆκε Θεὸς, μέχρι μόνης θεραπείας κολάζων ὑμᾶς, ἀνιστῶν τε καὶ κωλύων πεσεῖν.
PG 87:2307Αὐτοῦ γὰρ συγχωρήσει καὶ οἱ ἐπιόντες ἐπῆλθον, ὡς καὶ τὸν χωλὸν ἰσχύειν μηδεμίαν αἴσθησιν καμάτου λαμβάνοντα, ὡς ἂν ὑμῖν ἁμαρτημάτων γένοιτο κάθαρσις. ΚΕΦΑΛ. ΛΔ. αζ. Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη καὶ ὁ λαὸς ἐν αὐτῇ, διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγὴν, κ.τ.λ. Καὶ ἐπὶ τῶν ἔμπροσθεν εἴπου τῆς Ἱερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἐπῆγεν ἑξῆς τὴν κρίσιν τὴν κατὰ πάντων ἐθνῶν , ὥσπερ καὶ νῦν· πάντων γὰρ ὢν Θεὸς, πάντας τοὺς πλημμελοῦντας ἀπειλαῖς ἀνακρούεται. Καὶ πρώτους ἐξ Ἰσραὴλ, κατὰ τό· «Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι.» Τινὲς δέ φασιν, ὡς τῆς Ἰουδαίων συναγωγῆς εἰπὼν τὸ ναυάγιον, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν (πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσι), τούτοις τοῖς πάλαι χωλαίνουσιν ἀναγκαίως νῦν ποιεῖ τὴν κατήχησιν, τὴν κατὰ πάντων κρίσιν εἰπών. Ὡς δὲ πόῤῥω διὰ τὴν εἰδωλολατρείαν καθεστηκότα καλεῖ προσαγάγετε λέγων ἔθνη .
Τινὲς δὲ πρὸς Ἀσσυρίους λέγεσθαι ταῦτά φασι τοὺς ἑλόντας τὴν Ἱερουσαλὴμ, μὴ συνιέντας ὡς Θεοῦ συγχωρήσει ταῦτα γεγένηται, καὶ τὸν λόγον ἐκ τούτων ἐπὶ τὴν καθόλου κρίσιν μετενεγκεῖν. Οὕτω καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ, φασὶ, τὰ μέλλοντα γεγενῆσθαι προλέγων τῇ Ἱερουσαλὴμ, ὑπεξάγει περὶ τῆς καθόλου .... ΚΕΦΑΛ. ΛΕ. αια. Εὐφράνθητι, ἔρημος διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ, κ.τ.λ. «.... γὰρ ὁ διάβολος ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ.» Ἀλλ’ οὐ καταπίεται τοὺς τὴν ὁδὸν τὴν μακαρίαν ὁδεύοντας. Οὐδὲ γὰρ ὁδοὺς ἐπὶ πέτρας δυνατὸν εὑρεῖν, καθά φησι Σολομῶν. Οὗτοι δέ εἰσιν οὓς αἵματι τῷ ἰδίῳ λελύτρωται , πρὸς τὴν ποίμνην τὴν ἰδίαν συναγαγών . Αὐτὸς γὰρ συνῆξεν οὐ προφήτης, οὐκ ἄνθρωπος, τούτων ἡ ὁδὸς , δι’ ἧς ἐπὶ τέλος τὸ τρισμακάριον τῆς ἐπουρανίου Σιὼν ἐλεύσονται, περὶ ἧς ὁ Παῦλός φησι·
PG 87:2309«Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ.» Νῦν γὰρ ἐκείνην οὐ δυνατὸν λέγειν Σιὼν , περὶ ἧς ἔλεγεν· Ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Ἐκείνης γὰρ πίσσα καὶ πῦρ ἡ μερίς. Ταύτης δὲ εὐφροσύνη, ἣν ἀναδήσονται οἱ νικηταὶ τοῦ μεγάλου τούτου φανέντες ἀγῶνος κατὰ τὸν Ἀπόστολον λέγοντες· «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ἐπ’ ἐλπίσι δὲ κληθέντες λαμπραῖς, στεναγμοῦ καὶ λύπης ἄγευστοι γίνονται, τῆς αἰωνίου ζωῆς τὴν εὐφροσύνην ἔχοντες στέφανον. ΚΕΦΑΛ. Λ. ακα. Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, κ.τ.λ. Περιέχει μὲν τὴν παροῦσαν ἱστορίαν ἡ δ τῶν Βασιλειῶν, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα, παραλαμβάνει δὲ καὶ τῷ παρόντι προφήτῃ περιέχουσα πρὸς τῷ τέλει προφητείαν μεγάλην καὶ πρᾶξιν ἐπ’ Ἐζεκίου γενομένην παράδοξον.
Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου , ὄγδοον ἦν ἔτος τῆς αἰχμαλωσίας τῶν δέκα φυλῶν. Ὁ δὲ Ἐζεκίας ἐπ’ εὐσεβείᾳ τεθαύμασται, καὶ ταῦτα παῖς ἀσεβοῦς γεγονὼς τοῦ Ἄχαζ, ὃς ἀποστὰς τοῦ Θεοῦ, ἐπιόντων αὐτῷ Φακεὲ τοῦ Ῥομελίου Σαμαρείας κρατοῦντος, καὶ Ῥαασσὼν τοῦ Συρίας βασιλέως, πρὸς ἐπικουρίαν ἐκάλεσε Θεγλαφαλάσσαρ τὸν Ἀσσύριον, δώροις πείσας πολλοῖς, ὃς ἑλὼν Δαμασκὸν καὶ Συρίαν, ὑποφόρους ἐτίθετο, τὸν Ἄχαζ, οὗ γεγονὼς Ἐξεκίας ὑποκεῖσθαι δασμοῖς οὐκ ἠνέσχετο, καὶ διὰ τοῦτο στρατεύει Σενναχηρεὶμ ἐπ’ αὐτόν. Καταδῃώσας δὲ τὴν Σαμάρειαν, καὶ πολλὰς τῆς Ἰουδαίας πόλεις ἑλὼν καὶ καταντήσας εἰς Λάχεις στρατηγὸν ἑαυτοῦ Ῥαψάκην ἀπέστειλεν εἰς τὴν Ἱερουσαλήμ . Λέγεται δὲ οὗτος ἐκ τῆς αἰχμαλωσίας εἶναι τῶν δέκα φυλῶν. Οὗ τεκμήριον τὸ εἰδέναι τοῦτον Ἰουδαϊστὶ διαλέγεσθαι. Οὗπερ ἐπιόντος Ἐζεκίας καίτοι πεποιθὼς ἐπὶ Κύριον, καὶ πᾶσαν ἐπ’ αὐτῷ θέμενος τὴν ἐλπίδα, στρατηγικῆς οὐκ ἠμέλει φροντίδος τε καὶ συνέσεως, τὰς ἐκτὸς τῆς πόλεως ἀποφράττων πηγὰς, ὑδάτων ἀπορίαν τοῖς ἐπιοῦσι ποιούμενος, περιφράττων τε τὰ τείχη, καὶ προτείχισμα πάλιν αὐτῶν προβαλλόμενος.
PG 87:2311Μεθ’ ἃ πάντα, θεοσεβείας τοῖς ὑπὸ χεῖρα καθειστήκει διδάσκαλος. Πλείους γὰρ, φησὶ, μεθ’ ἡμῶν, ἢ μετὰ τῶν πολεμίων ὑπάρχουσι. Μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρκίνους, μεθ’ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐφ’ οἷς φησιν ἡ Γραφὴ τῶν Παραλειπομένων· Καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα. Πρὸς γὰρ τοῖς ἄλλοις Ἐζεκίου κατορθώμασι, γυμνάσιον ἀρετῆς, καὶ θεοσεβείας ἔνδειξιν πλείονος Θεὸς αὐτῷ παρέσχε, διὰ τῆς πρὸς τὸν πολέμιον παρατάξεως. Διὸ καὶ συνεχώρησε τὸν Ἀσσύριον πλησίον γενέσθαι τῆς πόλεως. Τῶν δὲ νῦν ὀνομαζομένων Ἐλιακὶμ καὶ Σομνὰ , κἀν τῷ ῥήματι τῆς φάραγγος ἐμνημόνευσεν, καὶ τὰ νῦν περὶ αὐτῶν ἁρμόσει τοῖς φθάσασιν, τὸν δὲ Σομνὰν αὐτομολῆσαι, παῖδές φασιν Ἑβραίων, πρὸς τὸν Ἀσσύριον σὺν ἑτέροις αὐτῷ διὰ φόβον δεξιὰν παρασχόμενον· ὅθεν ἐῤῥέθη τὰ προλαβόντα περὶ αὐτοῦ. Ὡς ἀντικειμένη δὲ δύναμις ὁ Ῥαψάκης ἀλαζονικῶς ἄγαν ἐναντίαν ἀφῆκε τῷ προφήτῃ φωνήν. Ἀντὶ τοῦ, τάδε λέγει Κύριος, ὁ βασιλεὺς ὁ μέγας εἰπών. Ὡς οὐκ ἀγνοῶν δὲ δι’ εὐχῶν καὶ λόγων θεοσεβείας τὸν Ἐζεκίαν κρατεῖν, ὡς πρὸς παρόντα φησί·
Μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται ; καὶ ψιλῇ τοῦτον προσηγορίᾳ καλεῖ, τὸν Ἀσσύριον, καὶ βασιλέα , καὶ μέγαν εἰπών. Τινὲς δέ φασιν, ἐπειδὴ σοφώτεροι τῶν ἄλλων ἐδόκουν Ἑβραῖοι τὸν Μωσέως ἔχοντες νόμον, καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ, ἡμῖν γνωστά ἐστιν· τοῦτο καθαίρων ὁ Ῥαψάκης ἐν πολέμῳ φησὶν ὑπάρχειν ἀνόνητον. Προκαλεῖται δὲ πρὸς τὴν δι’ ὅπλων κρίσιν αὐτόν. Πρὸς ὃν εἶπεν ἂν Ἐζεκίας· «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις,» καὶ τὰ ἐξῆς. Συκοφαντεῖ δὲ αὐτὸν, ὡς θαῤῥοῦντα τῷ Φαραώ . Ὃς τοῖς ἐπ’ αὐτῷ, φησὶ, θαῤῥοῦσίν ἐστι πολεμίου πικρότερος, συνθήκας οὐκ εἰδὼς φυλάττειν αὐτοῖς, πρὸς τῷ καὶ λίαν εἶναι σαθρός. Ἴσως δὲ, φασὶν, ἐπεί τινες τῶν πρὸ αὐτοῦ βασιλέων προσεκαλέσαντο τὸν Αἰγύπτιον, καὶ τὸν Ἐζεκίαν οἴεται τούτῳ θαῤῥεῖν. Καὶ τοῦτο μὲν ὡς ἐν παρέργῳ προσέῤῥιψε. Τῆς δὲ τοῦ Θεοῦ λοιπὸν συμμαχίας καθάπτεται τὸν ἐπὶ πάντων εἶναι Θεὸν αὐτὸν ἀγνοῶν. Τοιγαροῦν φησι, Τί θαῤῥεῖς ἐπὶ Θεὸν, οὗ καθεῖλες τὰ ὑψηλά τε καὶ τὰ θυσιαστήρια ; ᾤετο γὰρ ὡς οὐ τῶν εἰδώλων, τοῦ δὲ Θεοῦ καθεῖλεν Ἐζεκίας τὰ ὑψηλά .
PG 87:2312Εἰ ἐπὶ τούτῳ δὲ θαῤῥεῖτε, μίχθητε τῷ Κυρίῳ μου , τοῦτ’ ἔστι στῆτε πρὸς μάχην. Κατατρέχει δὲ, ὡς μηδὲ δισχιλίους ἐχόντων δυναμένους ἱππάζεσθαι · ἀγνοῶν ὡς ὁ θεοσεβὴς Ἐζεκίας τὸν νόμον ἐφύλαττε, περὶ βασιλέως εὐσεβοῦς ἀγορεύοντα· Οὐ πληθυνεῖ ἑαυτῷ ἵππους. Ἄπειροι δὲ τυγχάνοντες ἱππικῆς, πῶς δύνασθε , φησὶν, ἀποστρέψαι εἰς πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν ; Ἀνθ’ οὗ Σύμμαχός φησι, καὶ πῶς ὑποστήσει τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ Κυρίου μου τῶν μικρῶν ; εἰ δὲ θαῤῥεῖτε πρὸς τοῦτο τοῖς Αἰγυπτίοις, ἡμέτεροι, φησὶν, οἰκέται τυγχάνουσι . Πολλῷ μᾶλλον ἄρα καὶ οἱ θαῤῥοῦντες αὐτοῖς καὶ σχεδὸν ἤδη δουλεύουσιν . Δυστρόπως δὲ συλλογίζεται μὴ Θεοῦ χωρὶς ἐπιέναι τῇ πόλει λέγων· Εἰ μέγας ἐστὶ, καὶ τῆς Ἰουδαίας ὑπερμαχεῖ, ἢ μὴ θέλοντος ἐπέβημεν ταύτης, καὶ πῶς ἐστιν ἰσχυρός; ἢ βουλομένου παρεγενόμεθα, καὶ ὥσπερ τῶν ἄλλων, καὶ ταύτης κρατήσομεν. Τοιγαροῦν καὶ τὸν Ἰσραὴλ ἀδελφοὺς ὄντας ὑμετέρους ἐχειρωσάμεθα, πρὸς τῷ μὴ λέγειν ὑμᾶς, ὡς τοὺς ἄλλους ὁ Θεὸς μὴ ὄντας αὐτοῦ παραδέδωκεν. Ἀγνοῶν ὡς καὶ Ἰσραὴλ εἰδωλολατρήσας Θεοῦ προῆλθεν ἀλλότριος.
Δῆλον δὲ, φασὶν, εἰ ἐξ εἰκότων ἔλεγε ταῦτα, ἐκ τοῦ νικῆσαι τὸν Ἰσραὴλ λαὸν ὄντα δῆθεν Θεοῦ, ἢ καὶ ᾔσθετο Θεοῦ τοῖς αὐτοῦ λογισμοῖς ὑποβάλλοντος ἐπελθεῖν Ἰουδαίοις διὰ τὰς ἐκείνων παρανομίας. Εἶτα παραινεῖ τῷ λαῷ παραδοῦναι τὴν πόλιν, καὶ τὴν διαβόητον καὶ παρ’ αὐτοῖς Ἐζεκίου καθαιρεῖ θεοσέβειαν. Καὶ ἄνω δὲ συνέκρουσεν αὐτὸν, ὡς καθελόντα τὰ ὑψηλὰ , οἷς ἔγνω κατὰ τὴν Ἄχαζ βασιλείαν χαίροντα τὸν λαὸν Θεοῦ νομίζων αὐτά. Εἶτα συλλογίζεται, ὡς εἰ τοὺς ἄλλους οὐκ ἔσωσαν οἱ θεοὶ, οὐδὲ τὸν Ἰούδαν ὁ Κύριος , οὐδὲν τῶν ἄλλων αὐτὸν διαφέρειν οἰόμενος. Πρὸς ἃ ῥηθέντα κατὰ πρόσταγμα σιγῶσι βασιλικόν. Εὐσεβῶς γὰρ οὐκ ἀποκρίνεται βλασφήμης, ἀντὶ ὡς μὴ πρὸς τοῦτο μειζόνως αὐτὸν ἐρεθίσειεν. Κατὰ τὸ, «Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ.» Καὶ ἀνόνητον δὲ τοῖς ἀνίατα τὴν ψυχὴν νοσοῦσι προσδιαλέγεσθαι, πρὸς οὓς δεῖ πεφράχθαι τῇ σιωπῇ, κρύπτοντας μὲν τοὺς ἀληθεῖς λόγους ἐν ἑαυτοῖς, περιμένοντας δὲ τὴν ἐκ Θεοῦ κατὰ τούτων εὔκαιρον κίνησιν. Οὐ πρὸς ἡμᾶς γὰρ ἔτι, πρὸς Θεὸν δὲ τὸν πόλεμον ἔχουσιν ὃ ποιητέον ἐν καιρῷ διωγμῶν ἐν ταῖς βλασφήμοις τῶν ἀσεβῶν διαλέξεσι λέγοντι πειθομένους Δαβίδ·
PG 87:2314«Ἐθέμην τῷ στόματί μου φυλακήν. Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν.» ΚΕΦΑΛ. ΛΖ. αζ. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου, κ.τ.λ. Ἔθος ἦν Ἑβραίοις ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥήγνυσθαι τοὺς χιτῶνας· τοιγαροῦν εἰπόντος τοῦ Σωτῆρος, «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ,» ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, «Ἐβλασφήμησεν.» Καὶ δι’ ἑνὸς δὲ λέγει τῶν προφητῶν, «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια.» Τὰς ἑαυτῶν γὰρ ᾤοντο θεραπεύειν παρανομίας, εἰ ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥηγνύοιντο τὴν ἐσθῆτα . Τοῦτο δὲ καὶ νῦν ἔδρων, ὡς δυσσεβῶν κεκοινωνηκότες ῥημάτων διὰ τῆς ἀκοῆς, ἢ ὡς δι’ αὐτοῦ βλασφημουμένου Θεοῦ, Οὐ γὰρ ἀνελθεῖν συνεχωρήθη μέχρι πυλῶν, ἵνα καὶ τοιαῦτα βλασφημοῦντος ἀκούσωσιν, εἰ μὴ τούτου γεγόνασιν αἴτιοι. Ἔτι δὲ καὶ ἠγωνίων μὴ ἄρα πάθωσιν ἅπερ καὶ ἡ Σαμάρεια διὰ τὴν ἀσέβειαν τὴν αὐτῶν.
Σάκκον δὲ πένθους ἔχων σχῆμα διὰ μέσης ὁ βασιλεὺς ἐχώρει τῆς ἀγορᾶς ἐν τῷ ναῷ, δεικνὺς ἑαυτὸν ταπεινὸν τῷ Θεῷ καὶ κεκακωμένον, ὡς ἂν ἐλέου τυχεῖν ἀξιῶν. Ὁμοίως δὲ πάλιν ἔχοντας ἀντὶ στολῶν ἱερατικῶν πρὸς τὸν προφήτην τοὺς ἱερέας ἀπέστειλεν παραγγείλας εἰπεῖν, Τάδε λέγει Ἐζεκίας , μὴ προσθεὶς ὁ βασιλεύς. Ἐλεγμοῦ δὲ καὶ ὀργῆς τὴν ἡμέραν καλεῖ, ἐν ᾗ Θεὸς ὀργιζόμενος τὰς αὐτῶν ἁμαρτίας διήλεγξεν. Ἐοίκαμεν δὲ, φησὶν, ἐθελούσῃ τεκεῖν , καὶ μὴ καρτερούσῃ τὴν βάσανον, μὴ δυνάμενοι λέγειν· «Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας.» Διό φησι, τὸν Θεόν σου , Θεὸν ἑαυτῶν ὀνομάζειν οὐκ ἐτολμήσαμεν. Τοῖς Ῥαψάκου δὲ προσέχοι λόγους , καὶ τὸ δοκοῦν δρασάτω περὶ τοῦ πέμψαντος ἐπεξιὼν, ἢ καὶ παραπεμπόμενος· οὐδὲ, ὦ προφῆτα, γινώσκων ὡς τὸ πᾶν ἡμῶν πλῆθος ἤδη ληφθὲν ὑπὸ τῶν πολεμίων γεγένηται, ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων ἱκέτευσον .
PG 87:2316Μήπω δὲ μηδὲν εἰπόντας ὁ προφήτης ἐλθόντας προέφθασεν, ὡς ἂν εἰσακούσαντος Ἐζεκίου τοῦ Θεοῦ κατὰ τὸ, «Ἔτι σοῦ λαλοῦντος ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι,» καὶ τῷ προφήτῃ προαποκαλύψαντος τὰ παρὰ Ῥαψάκου , καὶ τὰ παρὰ τοῦ βασιλέως, καὶ τὰ μέλλοντα τῷ Ἐζεκίᾳ λεχθήσεσθαι. Καὶ τὸ ἀνθρώπινον ἐν ἀρχῇ πάθος ἀνεῖλεν, μὴ φοβηθῇς εἰπὼν, προαγορεύει τε τὰ μέλλοντα καταλαβεῖν τὸν Ἀσσύριον. Ὡς γὰρ αἱ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες πεπτώκασιν, εἰς τὴν ἑαυτοῦ φυγὼν τοῖς ἑαυτοῦ θεοῖς σωτηρίας προσέφερε χαριστήρια. Ἔγνω δὲ σφαγεὶς τὴν τούτων ἀσθένειαν, δι’ ὧν ἐνόμιζε καὶ τὰ πρῶτα πεποιηκέναι, ἀλλ’ οὐ τοῦ Θεοῦ συγχωρήσαντος· κατὰ τὸ λεχθὲν τῷ προφήτῃ· «Μὴ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν, ἢ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος;» Πνεῦμα δὲ, φησὶν ὁ Θεὸς, αὐτῷ ἐμβαλῶ , ὑφ’ οὗπερ ἀπατηθεὶς ἐπανήξει. Καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας. ηκ. Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν Ἀσσυρίων πολιορκοῦντα Λοβνᾶν. Καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτὸν, καὶ ἀκούσας, ἀπέστρεψε.
Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου, κ.τ.λ. Ἀθρόως ἄπρακτος ὁ θρασὺς ἀπῄει Ῥαψάκης ἐκστὰς ὑπὸ Θεοῦ τὴν διάνοιαν. Ὁ δὲ τούτου βασιλεὺς μετὰ τὴν Λαχεὶς, τὴν Λόβνα τῆς Ἰουδαίας πόλιν πολιορκῶν , ἔσπευδεν ἐπ’ Αἰθιοπίαν , καθὰ Θεὸς προεῖπεν, οὐκ ἀγαθῶν ἀγγελθέντων αὐτῷ, γέμουσαν ἀπειλῶν καὶ πάσης βλασφημίας Ἐζεκίᾳ πέμψας ἐπιστολὴν, ὡς ἰδίᾳ δυνάμει πάντα ἑλὼν ὑποχείρια, καθὰ φθάσας ὁ προφήτης πρὸ τῶν ἔργων ἐμήνυσεν, «Οὐαὶ, λέγων, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν,» καὶ ἑξῆς. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη. Καὶ τὰς νῦν τοῦ Σενναχηρεὶμ ἀπειλὰς ἐπὶ τούτοις ἐπήνεγκεν, αἳ προῤῥηθεῖσαι νῦν ἐπληρώθησαν. Ὁ δὲ πάλιν ἐπὶ τὸν ναὸν καταφυγὼν τοῦ Θεοῦ, δείκνυσιν αὐτῷ τὴν ἐπιστολὴν, οὐχ ὡς ἀγνοοῦντι, μάρτυρα δὲ τῆς τοσαύτης αὐτὸν βλασφημίας ποιούμενος, καὶ τὴν κατὰ πάντων αὐτοῦ δεσποτείαν ὁμολογῶν, καὶ ὡς ψευδεῖς οἱ λεγόμενοι τῶν ἐθνῶν εἶεν θεοί.
PG 87:2317Δι’ ὑπερβάλλουσαν δὲ τὸ πρῶτον εὐλάβειαν, οὐκ εὐξάμενος ὅτε τὸν σάκκον ἐνεδύσατο, ὡς ἐπὶ Θεοῦ μηδὲ στόμα διᾶραι τολμῶν, πρεσβευτῇ δὲ μόνῳ τῷ προφήτῃ χρησάμενος, δι’ αὐτοῦ νῦν ἀξιωθεὶς ἀποκρίσεως, θαῤῥεῖ τὴν προκειμένην ἀναπέμπειν εὐχήν. καλη. Καὶ ἀπεστάλη Ἡσαί̈ας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με, περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὗτος ὁ λόγος, ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός. Ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε, παρθένος θυγάτηρ Σιών, κ.τ.λ. Τοὺς προφήτας οἱ ἀκούοντες ἐγνώριζον εἶναι προφήτας οὐκ ἀπὸ τῶν χρόνοις ἐσομένων μακροῖς (ἠγνόουν γὰρ), ἀλλ’ ἀπὸ τῶν μικρῶν ὕστερον βεβαιουμένων ἔργοις προῤῥήσεων, ἀφ’ ὧν καὶ περὶ τῶν ἄλλων ἐπίστευον. Ὅθεν προλέγει περὶ ὄνων ὁ Σαμουήλ· καὶ ἄλλος, περὶ νοσοῦντος βασιλέως υἱοῦ· ὁ δὲ, βασιλέως Ἰσραὴλ προαγορεύει τὸν θάνατον. Συνεχώρει δὲ τοῦτο Θεὸς, ὡς ἂν μὴ λιχνείᾳ προγνώσεως, ἐπ’ εἰδωλολατρείαν τρέποιντο καὶ χρηστήρια καὶ τὰς πλάνας καθόλου τὰς μαντικάς. Ὅθεν καὶ νῦν Ἐζεκίας ἄνεισι μὲν ἐπὶ τὸν νεών. Ἀποκρίνεται δὲ τὸ μέλλον Θεὸς, διὰ τοῦ προφήτου φθεγξάμενος.
Καὶ χρησμὸς δίδοται δεύτερος, Θεοῦ δεικνύντος ὡς ἀκήκοεν αὐτοῦ τῆς εὐχῆς. Καὶ πρὸς τὸν Ἀσσύριόν φησι· Σὺ μὲν κατηλαζονεύσω κατ’ ἐμοῦ, καὶ τῆς ἀνακειμένης μοι πόλεως , φοβεῖν ἐλπίσας τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομένην τοῦ Θεοῦ πόλιν , καὶ τὸν ἐν αὐτῇ λαὸν θυγατέρα Σιών τε καὶ Ἱερουσαλὴμ χρηματίζοντα. Καὶ αὐτὸς δὲ καθαρεύων εἰδωλολατρείας παρθένος ὠνόμασται. Διὸ καὶ τῷ ἰδίῳ θαῤῥήσας Θεῷ τὰς σὰς ἐγέλασεν ἀπειλὰς, ἀντὶ δὲ τοῦ, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν , ἐξέδωκε Σύμμαχος, ὄπισθέν σου κεφαλὴν ἐκίνησε . Μὴ δοῦσα γάρ σοι πρὸς τὰς βλασφημίας ἀπόκρισιν, ἀποστρέψαντί φησιν, ἐπὶ σοὶ κεκίνηκε κεφαλὴν , ἔλεγέν τε μηκέτι σιγῶσα, τίνα ὠνείδισας καὶ παρώξυνας ; ἀνθ’ οὗ, ἐβλασφήμησας ἐξέδωκαν οἱ λοιποί· οὐ λογισάμενος ὡς ὕψιστός ἐστι καὶ Θεὸς Ἰσραὴλ, οἰηθεὶς μηδὲν διαφέρειν τῶν ὑπὸ σοὶ γεγονότων θεῶν, καὶ ἱππικῇ δυνάμει τῆς ἑαυτοῦ ἀναβεβηκέναι πρὸς ὕψος ὀρῶν καὶ ἐπ’ ἐσχάτου Λιβάνου κυπαρίττους ἀποκεκοφέναι, καὶ κέδρους , δηλῶν τὰς ἐπηρμένας τῶν λοιπῶν ἐθνῶν βασιλείας. Τὰς δὲ κυπαρίττους ὁ μὲν Ἀκύλας ἐλάτας , ὁ δὲ Σύμμαχος ἀρκεύθους ἐξέδωκεν.
PG 87:2319Καὶ ἀντὶ τοῦ, εἰς ὕψος μέρους τοῦ δρυμοῦ, εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν , τοῦ Καρμήλου αὐτοῦ τὰ ἄκαρπα, καὶ Θεὸν οὐκ εἰδότα ἔθνη, καλέσας δρυμόν . Ἀπηυθαδίζετο δὲ κακεῖνο προσθεὶς, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὑδάτων . Ἢ κατὰ Σύμμαχον, ἐγὼ ὤρυξα καὶ ἔπιον ὕδωρ, καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους , τὰ τῶν ἐθνῶν πλήθη, καὶ τοὺς περὶ θεῶν λόγους αὐτῶν αἰνιττόμενος, καὶ ἐπ’ οὐδενὶ μὲν ἀγαθῷ, ἐπ’ ἀφανισμῷ δὲ ὧν ἐπέβη χωρίων καυχώμενος. Τινὲς δὲ τὴν τῶν Ἰουδαίων χώραν Λίβανον εἰρῆσθαί φασι, καὶ τὴν ἐν ᾗ κατῴκουν αἱ ι φυλαί· ὑψηλαὶ μὲν γὰρ αὐταὶ, Θεὸν ἔχουσαι βοηθόν. Δασεῖαι δὲ τοσούτους ἔχουσαι τοὺς οἰκήτορας, ὧν τὴν μὲν εἷλε παντελῶς, τὴν δὲ πλὴν ὀλίγων, ἃς ἐνόμισας, φησὶν, ἰδίᾳ δυνάμει χειρώσασθαι, καὶ κρατῆσαι τῆς Ἰσραὴλ βασιλείας, ἣν ἐκάλεσεν ὕψος κέδρου, μέρος δὲ δρυμοῦ , τὸ τῆς Ἰουδαίας ἀπολωλός. Εἶτα περὶ γεφύρας φησὶ, καὶ ποταμῶν ἀφανιζομένων , ἅπερ ἐποίουν οἱ τῆς Ἀσίας κρατοῦντες, πολυχειρίᾳ θαῤῥοῦντες. Τοὺς μὲν γὰρ ἐγεφύρουν τῶν ποταμῶν . Ὁ δὲ Ξέρξης καὶ τὸν Ἑλλήσποντον.
Οἱ δὲ ἀπέλειπον ὑπ’ ἐκείνων γενόμενοι τῷ τῶν πινόντων οὐκ ἀντέχοντες πλήθει. Ἀλλ’ ουστον ἐστὶ ταῦτα, φησίν. Ἐγὼ γὰρ κατ’ ἐκείνων, τοῦ παθεῖν τὸν ὅρον ἐξήνεγκα. Σὺ δὲ τὴν παρ’ ἐμοὶ πρόπαλαι κρατοῦσαν γνώμην ἠγνόηκας περὶ τῆς τῶν ἀσεβούντων ἀπωλείας ἐθνῶν. Οἱ δὲ περὶ Σαμαρείας καὶ τῆς Ἰουδαίας εἰπόντες εἰρῆσθαι. Ἐξῆν σοι, φασὶ, τοῖς ἐμοῖς ἐντυχεῖν προφήταις, καὶ γνῶναι τὰ προθεσπισθέντα περὶ αὐτῶν, ἃ νῦν εἰς ἕργον ὀργάνῳ σοι χρησάμενος ἤγαγον. Ἐμῇ γὰρ ὥσπερ χειρὶ τούτους τῇ ἀνεξικακίᾳ διακρατῶν, ἐπεὶ μὴ ἐπέστρεφον πρὸς τὸν Σωτῆρα τὸν ἑαυτῶν, ἀνῆκά σοι τούτους, καὶ τότε γέγονας ἐγκρατής. Ἄκαρποι γὰρ ὄντες, ἀγρώστει καὶ χόρτῳ εἰκάζοντο δωμάτων , καὶ μηκέτι σκεπασθέντες ἀπεξηράνθησαν , ὅπερ οὐκ ἂν ἔπαθον ἄμπελος ἢ ἔλαια τυγχάνοντες. Σὺ δὲ μὴ ταῦτα φρονῶν ἀήθης καὶ τῆς ἐμῆς πόλεως ἐν ὁμοίῳ κρατεῖν. Οὐ γὰρ ἀγνοῶ σου τὰς ἐνθυμήσεις , οὐδὲ τὴν εἴσοδόν τε καὶ ἔξοδον τῶν σῶν λογισμῶν. Τινὲς δὲ τὸν μὲν θάνατον αὐτοῦ διὰ τῆς ἀναπαύσεως δηλοῦσθαί φασιν. Εἴσοδον δὲ καὶ ἔξοδον , τὴν ἐν παντὶ τῶν πρακτέων ὁδόν.
PG 87:2321Λέγων δὲ ὡς ἡ πικρία σου ἀνέβη πρός με , ἢ κατὰ Σύμμαχον, ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου , σημαίνει τὸ νῦν αὐτὸν ὑφέξειν τὴν ἐπὶ τούτοις ποινήν. Λοιπὸν, ὡς περὶ κτήνους φησίν. Φιμὸν κατὰ τοῦ στόματός σου τοσοῦτον ἐμβαλῶ , ὡς καὶ αὐτὴν συνέχοντά σου τὴν ἀναπνοὴν ἀποπνίξαι. Ὁ δὲ Σύμμαχος, Δώσω, φησὶ, κρίκον εἰς τὸν μυκτῆρά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου , ὡς ἂν μὴ ἔχοι πρὸς ὅ τι θέλοι χωρεῖν, ἕλκοιτο δὲ εἰς τοὐπίσω πρὸς Βαβυλῶνα βαδίζων καὶ μὴ βουλόμενος, ἢ καὶ ἄλλως ἀπειλεῖ καθάπερ χαλινῷ ταῖς πληγαῖς τῆς βλασφημίας ἀπείρξειν αὐτόν. Ταῦτα μὲν οὖν εἰρήσθω, φησὶ, πρὸς ἐκεῖνον καὶ μὴ παρόντα τῷ σώματι. Πρὸς σὲ δὲ λέγω τὸν Ἐζεκίαν. Εἰς οἱ δεῖ σημείου τῶν εἰρημένων πρὸς πίστιν, ἴσθι τὸν παρόντα τοῦτον ἐνιαυτὸν τοῖς αὐτομάτως φυομένοις ἐκ γῆς τραφησόμενος . Γεωργῆσαι γὰρ διὰ τοὺς πολεμίους κεκώλυσαι. Ἀντὶ γὰρ τοῦ ἔσπαρκας, αὐτόματα πάντες ἐξέδωκαν οἱ λοιποί. Τοῖς δὲ τούτων ὑπολοίποις ἐνιαυτὸν τραφήσῃ τὸν δεύτερον . Ἀντὶ δὲ τοῦ τὸ κατάλειμμα , Ἀκύλας μὲν καὶ Θεοδοτίων αὐτοφυῆ , ὁ δὲ Σύμμαχος ἀπὸ δένδρων ἐξέδωκαν.
Δύο ταῦτα στενοχωρηθέντες ἔτη , διὰ τὸ τὴν χώραν ὑπάρχειν ἀργὸν, κατὰ τὸ τρίτον ἔτος , τὰς ἐκ γῆς ἀπολαύσεις καρπώσεσθε κατ’ εἰρήνην διάγοντες, οἱ ἐν Ἰουδαίᾳ μετὰ τὴν ἅλωσιν Σαμαρείας ὑπόλοιποι, ῥίζαν ἐν ψυχῇ θεοσεβείας βαλόμενοι, καὶ τῆς ἐμῆς γεωργίας ἄνω βλέποντα καρπὸν ἀποδώσετε, διὰ τοῦτο σωζόμενοι. Τινὲς δὲ, τὰ δύο , φασὶν, ἔτη τραφήσεσθε ἐκ τῶν ἀποτεθέντων , ὡς ἐν πολιορκίᾳ καρπῶν, ἅπερ ἔτυχον σπείραντες. Δύο γὰρ ἐπιμείναντες ἔτη τῇ Σαμαρείᾳ, τῷ τρίτῳ πεσούσης αὐτῷ τῆς στρατιᾶς θεηλάτῳ πληγῇ, φυγὰς ὑπεχώρησεν. Τὸ δὲ τῆς εὐθυμίας βέβαιον ὡς ἐπὶ φυτῶν ἡ ῥίζα δηλοῖ, τὸ δὲ πολυχρόνιον τὸ καὶ ἄνω σπέρμα ποιεῖν. Ζηλῶσαι δέ φησι Κύριος ἅμα μὲν, ὡς ὑπὲρ πόλεως ἰδίας· ἅμα δὲ, καὶ διὰ τὰς κατ’ αὐτοῦ βλασφημίας. Σώσω δὲ, φησὶν, ὑμᾶς, διὰ τὸ πρέπον ἐμοί. Εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι, καὶ ὡς πρὸς τὰ τῇ δοῦναι τὴν σωτηρίαν τῆς πόλεως, διὰ Δαβὶδ τὸν ἐμὸν δοῦλον (οὕτω γὰρ ἐξέδωκαν οἱ λοιποὶ) τῆς πόλεως οἰκιστὴν καὶ βασιλέα πρῶτον γενόμενον· ὡς ἂν γνοῖεν πάντες ὅσον ἡ θεοσέβεια δύναται, καὶ τοῖς μετὰ χρόνον ἀναξίοις σωτηρίαν χαριζομένη.
PG 87:2322Τοῖς δὲ λόγοις ἠκολούθει τὰ ἔργα, τοσούτων ἀπολωλότων, οἷς ὁ τούτων οὐ συναπώλετο βασιλεὺς, ὡς ἂν ἰδὼν τὸ πραχθὲν, τὴν ἄθεον αὐτοῦ γλῶσσαν ἐπιστομίσειν, καὶ μειζόνως κολάζοιτο τῶν ὑπηκόων τῇ συμφορᾷ, καθάπερ καὶ Φαραώ. Ἦν δὲ καὶ πικροτέρας τιμωρίας τὸ πρὸς τῶν παίδων παθεῖν. Ἀνάξεις δὲ πρὸς θεωρίαν τὸν λόγον. Τὴν γὰρ τοῦ Θεοῦ πόλιν τὴν Ἐκκλησίαν πολιορκοῦσιν αἱρετικοὶ, καθάπερ ὑπὸ στρατηγῷ τῷ διαβόλῳ ταττόμενοι. Τούτων πολλὰ βλασφημούντων ἀσκητέον τὴν σιωπὴν Παύλῳ λέγοντι πειθομένους, μὴ λογομαχεῖν ἐπ’ οὐδενὶ χρησίμῳ. Καὶ πάλιν, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Τοῖς γὰρ κεκρατημένοις οὐ δεῖ ἐγχειρεῖν ὡς νοσοῦσιν ἀνίατα. Γέγραπται γὰρ, Εἰς ὦτα ἀκουόντων λάλει. Κἂν ἀναπαύσεις οὖν ἐπαγγέλλωνται, κατὰ Ῥαψάκην · κἂν ἀπειλῶσιν, Θεῷ μόνον προσέρχεσθαι χρὴ, τὴν ἄνωθεν τοῦ μένους βοήθειαν. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀφανῶς τὴν Σιὼν διαφυλάττων ἀνάλωτον. Πύλαι γὰρ ᾅδου τῆς Ἐκκλησίας οὐ κατισχύσουσι. ΚΕΦΑΛ. ΛΗ. ακβ. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαί̈ας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν·
Τάδε λέγει Κύριος, Τάξαι περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ μὴ ζήσῃ. κ.τ.λ. Ὁ λέξας Θεὸς, «Ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω. πατάξω, κἀγὼ ἰάσομαι,» τοὺς πολεμίους ἀγγέλου πατάξας πληγῇ, τὸν θεοφιλῆ βασιλέα ζωοποιεῖ. Τὸ γὰρ, ἐν τῷ καιρῷ ἐκείνῳ , τοῦτο παρίστησιν τῷ τῆς ἐκείνων πληγῆς. Θεὸς δὲ τὸ τέλος αὐτῷ προδηλοῖ, τῆς σωτηρίας ἐνάγων προσαίτησιν. Δι’ οὗ δηλοῦται μὴ τὸν χρόνον τῆς ζωῆς ἀνάγκαις εἱμαρμένης ἡμῖν περικλείεσθαι, Θεὸν δὲ τοῦτον ὁρίζειν, καθ’ οὓς οἶδε λόγους αὐτὸς, ἢ παράγων εἰς βίον, ἢ τὰ μέτρα τοῦ χρόνου διδοὺς, ἢ τρόπῳ προσάγων τῷ δοκοῦντι τὴν τελευτήν. Ὧ μόνῳ δυνατὸν καὶ θνήσκειν μέλλοντας ἐγείρειν, ἐπιμετροῦντα χρόνους ζωῆς, ὡς νυν Ἐζεκίαν, καὶ τεθνηκότας ζωοποιεῖν, ὡς ὅσους ἐδήλωσεν ἡ Γραφή. Καὶ πανταχόθεν ἡμῖν οἱ τῆς εἱμαρμένης διαλύονται λόγοι. Ὅπερ Ἐζεκίας εἰδὼς, ὅτε μὲν ἔῤῥωτο, πρὸς τὸν νεὼν ἔθει, περὶ τῶν Ἀσσυρίων αἰτῶν· τῇ νόσῳ δὲ πεδηθεὶς, ἐξ αὐτῆς στρωμνῆς ἀνήγαγε τὴν εὐχὴν, πανταχοῦ παρεῖναι τὸ Θεῖον εἰδώς.
PG 87:2324Καὶ περὶ τῆς ἰδίας εὐζωί̈ας μόνον παῤῥησιάζεται, προσθήκην οὐκ αἰτήσας ζωῆς, τῶν κατὰ διάνοιαν εἰδὼς αὐτὸν ἐπιγνώμονα, καὶ τῆς εὐχῆς ἐπιτρέψας τ.... ... κατελήφθησαν μήτε δοξολογοῦντες ἴσως, ἢ προστιθέντες ἀρεταῖς, μήτε μὴν ἁμαρτάνοντες, τὸν δὲ τῆς κρίσεως καιρὸν ἐκδεχόμενοι. Τινὲς δέ φασιν, ὡς οὐκ ἀναιρεῖ τὰς ἐλπίδας τῆς ἀναστάσεως· δηλοῖ δὲ μᾶλλον, ὡς Εἰς ᾅδην ἀπωλείας ἀπεληλύθειν, μὴ τῆς παρὰ σοῦ βοηθείας τυχὼν παριδόντος τὰς ἐμὰς ἁμαρτίας . Διὸ τῆς σφαλερᾶς ἐκείνης ἐννοίας παυσάμενος, σπεύσω πρὸς γάμον καὶ παιδοποιί̈αν ἐλθεῖν, καὶ τοὺς ἐξ ἐμοῦ κήρυκας τῆς σῆς ἀποδεῖξαι δικαιοσύνης . Κἀγὼ δὲ πρὸς τὴν αἰσθητὴν δοθεῖσαν ἡμῖν παραμυθίαν, τὸν σὸν οἶκον ἰὼν, εἰς τὸν σὸν ἡμᾶς φόβον συστέλλουσαν, χαριστηρίους ἀποδώσω φωνάς. Τινὲς δὲ τὸ, παιδία ποιήσω ἅπερ ἀναγγελοῦσιν , δηλοῦν ἔφασαν, ὅτι χοροστασίαν ψαλτῳδῶν παίδων εὐφώνως ὑμνούντων ἐν τῷ ναῷ στήσειν ἐπαγγέλλεται. Δι’ οὗ δὲ τὴν τελευτὴν αὐτῷ Θεὸς ἐδήλωσε, διὰ τούτου καὶ τὴν θεραπείαν προσήγαγε, μὴ καὶ ποιεῖν δόξῃ τὸν προφήτην ἐφύβριστον, κακῶν αὐτὸν μόνων ἀποδείξας διάκονον.
Παραδοξοποιῶν δὲ Θεὸς, ὃ δοκεῖ τοῖς τραύμασιν ἐπαύξειν τὴν βλάβην, τὰ σῦκα , τοῦτο πρὸς ἴασιν ἔδωκεν, ὃ καὶ μέγα σημεῖον ἐκπλαγεὶς ὁ Ἐζεκίας καλεῖ τοῦ δυνήσεσθαι τῷ ποδὶ χρώμενος εἰς τὸν νεὼν ἀνελθεῖν . Ἐν δὲ τῇ δ τῶν Βασιλειῶν γέγραπται ὅτι πρὸ πάλαι παρὰ τοῦ προφήτου μαθὼν, ὡς ὁ ἥλιος μέλλει τὴν ἐπὶ τὰ πρόσω ποιεῖσθαι ταχυτέραν ὁδὸν, καὶ ὑφ’ ἓν τοὺς ι κατιέναι βαθμοὺς, αὐτὸς ὡς οἰκειότερον σημεῖον τῆς πρὸς τὸν βίον ἀναστροφῆς, τοῦ ἡλίου τὸν ἀναποδισμὸν ἐξῃτήσατο, ἔνθα καί φησιν ἡ Γραφὴ, ὡς ἕλκος αὐτῷ πονηρὸν τῆς ἀῤῥωστίας πρόφασις ἦν. ΚΕΦΑΛ. ΛΘ. αη. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν, ὁ υἱὸς τοῦ Βαλάδον, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεκίᾳ. Ἤκουσεν γὰρ, ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη, κ.τ.λ. Ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγεν νενοσηκέναι τὸν Ἐζεκίαν ᾠδὴν ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων οὐκ ᾄσαντα χαριστήριον, ὡς ἐπ’ Αἰγυπτίοις ὁ Μωσῆς, ὡς ἡ Δεββωρὰ ἐπὶ τῷ Σίσαρᾳ, ὡς ἡ Ἄννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ.
PG 87:2326Εἶτ’ ἀρωσθέντα τοῦτον ὁ τῶν Βαβυλωνίων μαθὼν βασιλεὺς , πρεσβεύεται πρὸς αὐτὸν, οὐκ ἀργῶς, ἰδὼν δὲ τὴν ἡμέραν, καθ’ ἣν ἀνεπόδισεν ὁ ἥλιος, διπλασίαν γεγενημένην. Μηδὲ γὰρ λαθεῖν Χαλδαίους δεινοὺς περὶ ταῦτα τυγχάνοντας. Θεοποιοῦντες δὲ τὸν ἥλιον, ὑπὸ κρείττονος ᾤοντο τοῦτο γενέσθαι δυνάμεως. Καὶ τὴν αἰτίαν πολυπραγμονοῦντες, ἔγνωσαν, ὡς δι’ Ἐζεκίαν ὁ τῶν Ἑβραίων ταῦτα πεποιήκει Θεός. Ἐφ’ ᾧ καταπλαγεὶς ὁ βασιλεὺς, ἐκείνων τὰς πρὸς αὐτὸν ὡς θεοφιλῆ, συνθήκας ἀσπάζεται. Εἴποις δ’ ἂν αὐτὸς ὡς τὰ θαυμαστὰ πάντα κατ’ ἐνιαυτὸν ἕνα γεγονέναι μαθὼν, τοῦ Ἀσσυρίου τὴν ἔφοδον, τὴν δι’ ἀγγέλου πληγὴν, τὴν κατὰ Σενναχηρεὶμ ὑπὸ τῶν παίδων μετὰ τὴν φυγὴν ἐπανάστασιν, τὴν τοῦ μετ’ αὐτὸν ἄρξαντος παιδὸς Ἀχορδὰν σεσιγημένην ἀπώλειαν. Ταῦτα πάντα μαθὼν Μαρωδὰκ Βαλδὰν υἱὸς ὢν, οὐ τοῦ Σενναχηρεὶμ, ἀλλὰ τοῦ Βαλδὰν , ἐξ ἑτέρου γένους βασιλεύων Βαβυλωνίων , ὡς ὠφελος ( σιξ ) τὴν πρὸς τὸν εὐσεβῆ φιλίαν ἀσπάζεται. Ὅτι γὰρ ἐν ἑνὶ πάντα προῆλθεν ἐνιαυτῷ μάθοις ἂν ἐπιστήσας ὡς ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἔτους τεςσαρεσκαιδεκάτου τῆς Ἐζεκίου βασιλείας ἐγένετο.
Ὃς προστεθέντων ἐτῶν αὐτῷ πεντεκαίδεκα, τῷ εἰκοστῷ καὶ ἐνάτῳ τετελεύτηκεν ἔτει, ὡς τὴν νόσον αὐτῷ γεγονέναι κατ’ ἔτος τὸ τεσσαρεσκαιδέκατον. Τὰ λοιπὰ δὲ πάντα πρὸ ταύτης κατὰ τὸν αὐτὸν χρόνον συμβεβηκέναι, ὧν ἁπάντων ἀκούσας ἐπὶ τὴν πρεσβείαν ἠπείγετο. Καὶ τῶν ἀνδρῶν ἡκόντων δέον τὸν Ἐζεκίαν τὰς ἄνωθεν τοῦ Θεοῦ διηγεῖσθαι μεγαλουργίας, καὶ τὰ νῦν ἐπισυνάπτειν γενόμενα, ὡς ἂν εὐγνώμων τε δοκῇ, κἀκείνους εὐσεβεστέρους ποιήσειεν, καὶ δι’ αὐτῶν ἑτέρους διηγουμένων ἅπερ ἐγνώκασιν· τοῦτο μὲν οὐ ποιεῖ. Φιλοτίμως δὲ χαυνωθεὶς, ἀνακαλύπτει τούτοις τοὺς θησαυροὺς, καὶ τὸν οἶκον τοῦ Νεχώθα , ὅπερ οἶκον ἀρωμάτων Ἀκύλας ἔφη, καὶ Σύμμαχος γάζα , δὲ παρὰ Πέρσαις τὴν περιουσίαν σημαίνει, τοῦτο δὲ οὐ μόνον τύφον εἶχε καινὸν, ἀλλὰ καὶ τοῖς [βλεπομένοις] τοὺς πολεμίους ἐπ’ ὀφθαλμίαν παρεσκεύαζεν.
PG 87:2327Ὅθεν ὁ προφήτης ἐλθὼν ὡς ἀπ’ οἰκείας γνώμης, ἀλλ’ οὐ Θεοῦ δῆθεν πέμψαντος, ὅ τι θέλοιεν οὖτοι πυνθάνεται, ἤθει κεχρημένος πολλῷ, καὶ δεικνὺς ὡς ἦλθον μὲν τὰ τοῦ Θεοῦ παράδοξα μαθησόμενοι, σὺ δὲ σαυτὸν εἰς θαῦμα τούτοις, ἀντὶ Θεοῦ παραδέδωκας, τὴν θείαν οὐ διδάξας ὑπεροχὴν, οὐδ’ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις ὑποχωρεῖ. Ὁ δὲ πρὸς μὲν τὸ, τί λέγουσιν , οὐδὲν ἀποκρίνεται, τὸν ἔλεγχον δεδιώς. Πρὸς δὲ τὸ, πόθεν ἥκασιν , ἀλαζονικῶς λέγων· ἐκ γῆς μακρόθεν , ὡς κατὰ κλέος αὐτοῦ τῆς φήμης αὐτοὺς καὶ πόῤῥωθεν ἐνεγκούσης, ὅτε καὶ τὴν ἐκ Θεοῦ κατὰ τούτου λοιπὸν ἀπόφασιν ἤγαγεν· πάντα ληφθήσεσθαι παρὰ Βαβυλωνίων εἰπὼν καὶ τοὺς ἐξ αὐτοῦ καταγομένους, εὐνούχους τῷ τούτων ἔσεσθαι βασιλεῖ . Τοῦτο δὲ γέγονεν, ὡς ἐν ταῖς Βασιλείαις ἐγνώκαμεν, ἐν ἡμέραις Ἰεχονίου, ὅτε καὶ οἱ περὶ τὸν Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως γεγόνασιν, εὐνοῦχοι, καθά φασί τινες, γεγονότες. Ἅπερ Ἐζεκίας ἀκούσας εὐλαβῶς τε καὶ εὐσεβῶς ἀγαθὸν ἔφη πάντα λόγον εἶναι Θεοῦ , κἂν ἡ τούτων ἀκοὴ τοὺς ἀνθρώπους λυπήσειεν.
Τὸν ἐφ’ ἑαυτοῦ δὲ μόνον παρῃτήσατο χρόνον, εὐχαριστῶν τῷ Θεῷ, ὅτιπερ οὐ τῇ τῶν κακῶν ἐτιμωρεῖτο πείρᾳ, φήμῃ δὲ μόνῃ τῶν λυπηρῶν τῶν μελλόντων ἐσωφρονίζετο, εἰδὼς μηδὲ τοὺς ἐξ αὐτοῦ τὴν τούτων ἀκρίτως δέξασθαι πεῖραν, ἐφ’ οἷς δὲ ἁμαρτήσονται τιμωρουμένους, τῶν ἐξ αὐτοῦ τικτομένων δικαίων μὴ βλαπτομένων τῇ αὐτοῦ ἁμαρτίᾳ. Ὁ δὲ Ἑβραῖος ἔλεγε τὸν Θεὸν μὴ ἀποδέξασθαι τὴν Ἐζεκίου προαίρεσιν ἑαυτοῦ μόνου φροντίσαντος, ὑπεριδόντος δὲ τοῦ λαοῦ καὶ τῆς πόλεως. Διόπερ ἐπήνεγκεν ἐφ’ ἑξῆς, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Εἰ γὰρ ἐκεῖνος φίλαυτος πέφηνεν, ἀλλ’ ὑμεῖς οἱ δυνάμενοι, παρακαλεῖτε τὸν ἐμὸν λαόν . Κήδομαι γάρ μου τοῦ πλάσματος. ΚΕΦΑΛ. Μ. αη. Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, κ.τ.λ.
PG 87:2329Περιγράψασα τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἐζεκίαν προφητείας ἡ ἱστορία, ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται, τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα, Παρακαλεῖτε τὸν λαόν μου . Πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον προστάττει τοῖς ἀποστόλοις παρακαλεῖν , ὅπερ ἔδρων, ὡς ὁ Παῦλος ἐδήλωσε λέγων· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς αὐτοὶ παρακαλούμεθα ὑπὸ Θεοῦ,» καὶ τὰ μετὰ ταῦτα, δι’ ὧν πάντων τῶν περὶ τῆς παρακλήσεως λόγον ἀπέδωκεν. Καὶ ἀλλαχοῦ δὲ, καθάπερ πειθόμενος τῇ προφητικῇ παρακελεύσει, βοᾶ· «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Καὶ πάλιν· «Παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ.» Τὸ δὲ ἱερεῖς , ὡς μὴ κείμενον παρὰ τοῖς ἄλλοις, ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γοῦν Σύμμαχός φησι· Παρηγορεῖτε, παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς ὑμῶν. Παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλήμ .
Ὧ καὶ συνεφώνησαν οἱ λοιποί. Τίς δὲ ἡ ὥσπερ ἐμψύχου καρδία τῆς Ἱερουσαλήμ ; Ἦν μὲν εἰπεῖν ἀντὶ τῶν οἰκητόρων εἰρῆσθαι τὴν πόλιν, εἰ μὴ καὶ τοῦ λαοῦ διεμέμνητο λέγων, τὸν λαόν μου . Τίς δὲ ὁ λαός ; τίνες δὲ οἱ παρακαλοῦντες ; Δῆλον ὡς οἱ τὸ Πνεῦμα τὸν παράκλητον ἔχοντες, ὡς ἐλέγομεν, πρὸς οὓς ἔλεγεν ὁ Σωτὴρ, «Κἀγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας.» Καὶ πάλιν· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος,» τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ θεῖον, οὕτω πολλάκις Πνεῦμα καλεῖ. Οἱ τὸν Παράκλητον οὖν δεξάμενοι, παρακαλεῖν προστάττονται τὸν λαὸν τοῦ Θεοῦ. Ἀλλ’ οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τὸν Ἰούδαν· ἀλλ’ ἕτερον παρὰ τοῦτον, ὡς ὁ Ζαχαρίας δηλοῖ λέγων· «Τέρπου, καὶ εὐφραίνου, θυγάτηρ Σιὼν, δι’ ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε.» Δι’ ὧν σαφῶς ἔθνη πολλὰ λαὸς τοῦ Θεοῦ προαγορεύεται γίνεσθαι.
PG 87:2331Καὶ ταῦτα λέγει Κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου Κυρίου. Ὡς οὖν οὗτος λαὸς Θεοῦ , οὕτω καρδία Ἱερουσαλὴμ τὸ κρεῖττον τοῦ λαοῦ τάγμα, καὶ τῆς Ἐκκλησίας τὸ κυριώτατον, ὡς ἡ καρδία τοῦ σώματος, δι’ οὗ δηλοῦται τὸ λογικόν τε καὶ νοερώτερον τάγμα. Διὸ τούτοις μὲν λαλεῖν, παρακαλεῖν δὲ τοὺς ἄλλους ἐπέταξεν, ὡς ἂν δεομένους παραμυθίας. Εἴποις δ’ ἂν καὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ τοὺς λογικωτέρους σημαίνεσθαι, τοῦ λοιποῦ πλήθους οἱονεὶ σαρκώδους καὶ παχυτάτου τυγχάνοντος, καὶ αὐτοῖς οὖν βούλεται λαλεῖν τοὺς εἰληφότας τὸ Πνεῦμα τῆς παρακλήσεως, ἄφεσιν ἁμαρτιῶν εὐαγγελιζομένους διὰ τὴν προφητείαν, ἣν ἐπάγει περὶ τῆς Χριστοῦ παρουσίας, παυομένης τῆς ταπεινώσεως, καὶ λυομένης τῆς ἀμαρτίας . Τῇ οὖν εἰρημένῃ καρδίᾳ τῆς Ἱερουσαλὴμ διπλῆν ἐπενηνέχθαι λέγει τὴν κόλασιν, ἐπεὶ καὶ ἱστορικῶς συναπέλαυον τῶν τοῦ πλήθους κακῶν οἱ δηλωθέντες ὑπ’ ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι , καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς, τὴν τοῦ λαοῦ πενθοῦντες ἀποβολήν. Ἀλλὰ καὶ δεύτερον ἡ πόλις ἥλωκεν ὡς καὶ τὸν ἐν αὐτῇ νεὼν κατενεχθῆναι πρὸς ἔδαφος.
Τὴν δ’ οὖν παράκλησιν τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἐφ’ ἑξῆς ἐπενήνοχε, φωνὴ λέγων βοῶντος · εἶθ’ ἑξῆς ἐπιφέρων· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ , τὸ εὐαγγελικὸν κήρυγμα, δι’ οὗ Σωτὴρ ἐγνωρίζετο. Ἑτέρα δὲ νῦν ἔρημος εἴρηται παρ’ ἣν ὁ Μωσῆς διήγαγε τὸν λαόν. Καὶ τίνος ἀνδρὸς ἐν ταύτῃ φωνὴ βοῶντος ; κατὰ τὸν Ἀκύλαν, καλοῦντος . Δῆλον δὲ καὶ πρὸς τίνας ἔλεγεν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίον . Ἅπερ πάντα εἰκὸς ἦν τοὺς τούτων ἀκροατὰς ζητεῖν, εὔχεσθαί τε τὸ σωτήριον τοῦ Θεοῦ ἰδεῖν , προβαινούσης εἰς ἔργον τῆς προφητείας. Ἐπεὶ οὖν ταῦτα προσεδόκων οἱ τῶν προφητικῶν ἐπιγνώμονες, τοῖς ἥκουσιν ὑπὸ τὼν ἀρχιερέων καὶ διδασκάλων, ἐρωτῶσίν τε τὸν Ἰωάννην, εἰ Χριστὸς, ἢ ὁ Ἠλίας, ἢ ὁ προφήτης ἐστὶν, ἀποφάσκει μὲν ταῦτα, τὸ δὲ φωνὴ βοῶντος εἶναι διϊσχυρίζεται. Ὡς γὰρ εἰδόσι τὴν προφητείαν ἠρκέσθη τοσοῦτον εἰπὼν, ἔρημόν τε δεικνὺς τὴν ἐν ᾗ διῆγε, καὶ τὸ ἐπὶ θύραις εἶναι τὸ σωτήριον τοῦ Θεοῦ τὸ πάσῃ σαρκὶ γνωσθησόμενον. Ἐκήρυσσε γὰρ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, περὶ ἧς ἡ προφητεία φησὶν, ἀλλ’ οὐκ ἐν Ἱερουσαλήμ.
PG 87:2332Ἐν ᾗπερ ἐρήμῳ τὸ σωτήριον ὤφθη Χριστὸς, ἥτε δόξα αὐτοῦ πᾶσιν ἐγνώσθη , τῶν μὲν οὐρανῶν ἀνοιγομένων, βαπτιζομένου, τοῦ δὲ θείου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπ’ αὐτὸν καταντήσαντος, τοῦ δὲ Πατέρος φήσαντος αὐτὸν Υἱὸν ὑπάρχειν ἀγαπητόν. Ταῦτα γὰρ τῆς σωτηρίου δόξης σημεῖα ἐν ἐρήμῳ τοῦ Ἰορδάνου γενόμενα. Διὸ φθάσας ταύτην εὐηγγελίζετο λέγων· «Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἐπληροῦτο δὲ καθ’ ἱστορίαν μὲν οὕτως· κατὰ δὲ διάνοιαν ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας νοούμενα, ἥ τις πρότερον ἔρημος ὑπῆρχε Θεοῦ, ἐν ᾗ μέχρι καὶ τήμερον ἡ αὐτὴ βοᾷ φωνὴ , καὶ τῷ σωτήριον τοῦ Θεοῦ τοῖς προσιοῦσιν εὐαγγελίζεται, πρὸς τὴν ὑποδοχὴν τοῦ Θεοῦ λόγου παρασκευάζουσα τὰς αὐτῶν ἀκοάς. Πρὸς ὃν ἀντιδιαστέλλων τὸν Ἰωάννην φωνὴν ὁ λόγος καλεῖ. Ἀντὶ δὲ τοῦ, Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ , Σύμμαχος ἔφησεν, Ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ Θεῷ ἡμῶν . Ὡς ἂν τοῦ Θεοῦ μέλλοντος ἐπιβαίνειν, ἧς οὐκ ἐπέβη τὸ πρότερον οὐκ αὐτὸς, οὐ προφήτης, οὐ δίκαιος, δηλαδὴ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.
Καὶ τῷ Θεῷ τὸ ἡμῶν προσέθηκεν, ὡς πρὸς ἑτέρους φθεγγόμενος. Ἦσαν γὰρ μύριοι καὶ ἐξ ἀλλοφύλλων ἐθνῶν οἱ τῷ Ἰωάννου προσελθόντες βαπτίσματι. Καὶ ἐν Ἐκκλησίᾳ δὲ ταῦτα πᾶσι προσφωνεῖται τοῖς ἔθνεσιν. Εἶτα δηλοῖ τὰς μὲν τεταπεινωμένας τῷ βάθει τῆς κακίας ὑψοῦσθαι ψυχάς. ταπεινωθήσεσθαι δὲ τὰς ἐπηρμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ σκολιὰ δὲ καὶ τραχεῖα ψυχὴ, ὁμαλή τε καὶ εὐθεῖα γενήσεται· ὡς ἂν δεκτὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ Θεοῦ. Ὀφθήσεται γὰρ, φησὶν, ἡ δόξα Κυρίου . Καί τινι λέγων, ἐπάγει· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ , τοὺς σαρκικοὺς λέγων οὐκ ἐσχηκότας Πνεῦμα Θεοῦ. Κατὰ τὸ, «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» οὓς δὴ τὸ σωτήριον ὄψεσθαι τοῦ Θεοῦ . Ἀλλὰ καὶ Πνεῦμα Θεοῦ προφήτης ἕτερος ὄψεσθαι τούτους φησὶν, «Ἐκχεῶ, λέγων, ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Ἔδει γὰρ τοὺς τὸ σωτήριον ἐγνωκότας τοῦ Θεοῦ καὶ Πνεύματος μεθέξειν Θεοῦ. Καὶ τοιαύτην ἐπήγαγε τοῦ λαοῦ τὴν παράκλησιν , τοῦ νέου φημί. Τοῦ γὰρ παλαιοῦ τὴν ἀπείθειαν εἰδὼς, δευτέρῳ χρῆται κηρύγματι· Πᾶσα σὰρξ χόρτος.
PG 87:2334Σαρκὸς γὰρ αὕτη φύσις, καὶ τοῦ τὴν εἰκόνα φοροῦντος τοῦ χοϊκοῦ. Τὰ γὰρ ἐπὶ γῆς πρὸς βραχὺ μόνον ἀνθοῦντα μαραίνεται. Δεξαμένη δὲ τὸ σωτήριον τοῦ Θεοῦ , καὶ τὸ Πνεῦμα σχήσει ἅγιον, ὅ τε οὐχ ὡς χόρτος ξηραίνεται ἄνθρωπος, οὐδὲ πεσεῖται τοῦ ἄνθους, μενεῖ δὲ πνευματικὸς, ἀνακαινούμενος εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Κατὰ δὲ τὸ Ἑβραϊκὸν χόρτον καλεῖ τὸν Ἰουδαίων λαόν. Ὁ γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐκ προσθήκης φασίν· Ἀληθῶς χόρτος ὁ λαός. Ἐξηράνθη ὁ χόρτος. Ἐξέπεσε τὸ ἄνθος . Ὁ δὲ Ἀκύλας, Πρὸς ὃν ὁ λαὸς ἐξηράνθη; πρὸς ὃν ἀπέρευσεν ἄνθος ; Ἀντὶ τοῦ, Τὸ δὲ ῥῆμα Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα , ὁ Σύμμμαχός φησιν, Ὁ δὲ λόγος τοῦ Θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα , Χριστὸν γὰρ αἰώνιον ὑπάρχειν ἡ ἐν τῇ ἐρήμῳ λέγει φωνὴ, καὶ συνδιαμένειν αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ δεξαμένους ἀπὸ τῆς γεώδους ἐπὶ τὴν πνευματικὴν μεταστάντας οὐσίαν. Οἱ δὲ ἐκ περιτομῆς μείναντες σάρκες, χόρτου δίκην πεσοῦνται, κατὰ τὴν προσθήκην τοῦ, Ἀληθῶς χόρτος ὁ λαός.
Ἄνωθεν δέ τινες ἀπορήσαντες πῶς τοῖς Ἐζεκίου λόγοις τὴν Χριστοῦ παρουσίαν ὁ προφήτης ἐπήνεγκε, λέγουσιν ὅτι πολλάκις πολέμιοι τὴν Ἱερουσαλὴμ κατεδῄωσαν· ἡ δὲ διὰ Ναβουχοδονόσωρ πρὸ τῆς Χριστοῦ παρουσίας τελευταία γέγονεν ἅλωσις. Μεθ’ ἣν ἐπανελθόντες ᾤκουν ἀδιαιρέτως τὴν γῆν μέχρι τῆς Χριστοῦ παρουσίας. Ταύτης οὖν μνησθεὶς πρὸς Ἐζεκίαν τῆς ἁλώσεως τῆς ἐπὶ ταύτῃ μέμνηται παρακλήσεως . Προηγουμένως γὰρ τούτοις τὸ σωτήριον ἐγένετο κήρυγμα κατὰ τό· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Τινὲς δέ φασιν ὡς τὰς αὐτῶν ἀτόπους ἐννοίας ἠξίωσε παρακλήσεως . Ἐζεκίου γὰρ ἐπὶ τῇ ἀτόπῳ παιδευθέντος οἰήσει, καθ’ ἣν ᾤετο τυγχάνειν ὁ προσδοκώμενος, ὡς καὶ περὶ αὐτοῦ δοκεῖν εἰρῆσθαι τὸ, «Πεσεῖται ἐκ τοῦ κλίτου σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου,» τοσούτους πεπτωκότας θεώμενον. Ταύτης δὲ τῆς ἐλπίδος διαπεσόντος διὰ τὴν νόσον, ὡς μηκέτι τὸν ψαλμὸν ἁρμόττειν αὐτῷ λέγοντα, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου (μόνον γὰρ ἥρμοττε τῷ Χριστῷ), ὁ λαὸς ᾤετο τὰ τῆς ἐπαγγελίας πεπαῦσθαι, πάντα τε φροῦδα γεγονέναι τὰ ἐλπισθέντα, μηδένα τε σωτῆρα τοῦ γένους φανήσεσθαι.
PG 87:2336Ὅθεν ὁ τῶν ὅλων Θεὸς ἀπεγνωκότας τούτους διὰ τοῦ προφήτου καὶ τῶν ἱερέων παρακαλεῖ , λέγων, Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ , τοῦτ’ ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον, ὅπερ οὐκ εἶχεν ὁ νόμος φορτικῶς ἄγαν περὶ σκιὰν καὶ τύπους εἰλούμενος, οὐκ ἀναγκαῖα παιδεύων τὸν νοῦν. Ἐξωφανῆ γάρ τινα γνῶσιν ἐνεποίει διὰ τοῦ γράμματος. Τὸ δὲ σωτήριον κήρυγμα θεωριῶν πληροῖ τὴν ψυχὴν τοῦ Πνεύματος τοῦ θείου τὸ βάθος αὐτῆς ὑπανοίγοντος. Οὕτω τοί φησι καὶ Δαβίδ. «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὸ λόγιόν σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Τοιοῦτον καὶ τὸ δι’ ἑνὸς τῶν προφητῶν· «Καὶ αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Καὶ ὁ Παῦλος δέ φησιν·
«Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις.» Ἱερεῖς δέ τινες τοὺς ἀγγέλους ἐνόησαν, οἷς ἐμπρέπει καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν . Ἡ δὲ παράκλησις ἐν τῷ λελύσθαι τὴν δίκην αὐτὴ διπλῆν γενομένην, ἔν τε τῷ σαρκὸς ἐπιθυμίαις προσκεῖσθαι (κόλασις γὰρ αὐτὴ μεγίστη τοῖς ἔχουσιν αἴσθησιν) ἔν τε τῷ δι’ ἐκεῖνα κολάζεσθαι, Ἤγουν, ἔν τε τῷ ἀποστῆναι Θεοῦ τῆς ὄντως πηγῆς ζωῆς, καὶ τῷ προσχωρῆσαι τοῖς δαίμοσιν, λάκκοις συντετριμμένοις, κατὰ τὴν Ἱερεμίου φωνὴν, συνέχειν ὕδωρ μὴ δυναμένοις. Τινὲς δέ φασιν, ὅτι ὡς οἱ φιλόστοργοι πατέρες τὴν σμικρὰν κατὰ παιδὸς ἁμαρτίαν μείζω πολὺ τῆς ἀξίας νομίζουσιν, οὕτω διὰ φιλανθρωπίαν ὁ Θεὸς τὴν ἐλάττω τῆς ἀξίας διπλασίαν ὁρίζεται. Ἄλλως γὰρ οὐκ ἄξιον τῆς αὐτοῦ χρηστότητος ἐν διπλῷ τιμωρεῖσθαι τοῦ λέξαντος· «Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει.
PG 87:2337Οἰκτίρμων γὰρ καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.« Καὶ, »Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.« Σύμφωνον δὲ τῷ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου , καὶ Ζαχαρίας ὁ τοῦ Βαπτιστοῦ λέγει Πατήρ· »Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ.« Περὶ οὗ φησιν ὁ Σωτήρ· »Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.« Ἥλιος γὰρ δικαιοσύνης καὶ φῶς ἀληθινὸν ὁ Χριστός. Καὶ τὸ μέσον ἀμφοτέρων ἀσύμβλητον, κἂν ὅτι μάλιστα τὸ ἀνθρώπινον πλῆρες γένοιτο σοφίας τε καὶ φωτός. Τοῖς δὲ ἀπεγνωκόσι σημεῖον δίδωσι παρακλήσεως . Ὅταν γὰρ ἀπὸ τῆς ἐρήμου περὶ μετανοίας ἀκούοις φωνῆς , τότε νόει παρεῖναι τὸν προσδοκώμενον. Ὡς ἀπὸ λεωφόρου δὲ τὰ μὲν ἐχούσης ἀνάντη, τὰ δὲ κοῖλα, καὶ διὰ τοῦτο δυσπορεύτου, τὸν λόγον εἴληφεν· ἥτις ἂν γένοιτο λεία , τῶν μὲν καθαιρουμένων ὕψους·
τῶν δὲ, πληρουμένων κοιλότητας, ὁποία διὰ Χριστοῦ γέγονεν ἡ τῆς εὐσεβείας ὁδὸς , ἄβατος πρότερον ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὑπάρχουσα ταῖς γεώδεσιν ἐγκαταδησάντων ἡμᾶς ἡδοναῖς. Δόξαν δὲ κυρίου καλεῖ τὸν Υἱὸν, ὡς ὑπὲρ πᾶσαν ὄντα τὴν κτίσιν καὶ τῆς αὐτῆς θεότητος τῷ Πατέρι . Τοῦτο δὲ καὶ γενόμενος ἄνθρωπος ἔδειξε θαυματουργῶν ἀεὶ, καὶ τὴν κτίσιν μεταπλάττων τῷ ῥήματι, γενόμενος πᾶσι σωτήριον, τῶν ἐννόμῳ θυσιῶν ἁμαρτίας καθαιρεῖν μὴ δυναμένων. Ἐν δὲ Χριστῷ τελειούμενοι τῷ τῆς υἱοθεσίας πνεύματι τετιμήμεθα πάντες, τό γε ἧκον εἰς τὴν τῆς χάριτος δωρεὰν, πᾶσιν αὐτὴν ἁπλώσαντος τοῦ Θεοῦ· εἰ καὶ τῷ τῆς ἀπιστίας σκότῳ ταύτην τινὲς οὐ προσήκαντο. Μηδὲν δὲ ἴδιον ἢ πεπλασμένον λέγειν ὁ προφήτης ἐπιδεικνὺς, Θεοῦ τὸν λόγον ἐκάλεσεν, Τίνα δὲ τρόπον ἔστι τὸ σωτήριον ἰδεῖν τοῦ Θεοῦ , διδάσκει καταφρονῆσαι δεῖν τῶν φαινομένων, ὡς ἀστάτων εἰπὼν καὶ θᾶττον μαραινομένων , λαβόντας εἰς νοῦν τὸν Θεοῦ λόγον μόνον ὡς ἀεὶ ζῶντα, καὶ μένοντα, καὶ πρόξενον ὄντα τῆς αἰωνίου ζωῆς. Εἴποις δ’ ἂν ῥῆμα Κυρίου καὶ τὴν ἐντολὴν τὴν αὐτοῦ τοῦ Σωτῆρος εἰπόντος·
PG 87:2339«Ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.» Τινὲς δέ φασιν, ὡς προσταχθεὶς ὁ προφήτης κηρύξαι μεγαλοφώνως τὴν εἰς πάντας ἥξουσαν χάριν, ἀπὸ συμπαθείας τῆς πρὸς τὸ ἔθνος ἑαυτοῦ, μηδὲν ἔχειν ἐξαιρετὸν μέλλοντος, ὡς ἡνίκα κλῆρος ὑπῆρχε Θεοῦ, ἀποβλήτου δὲ τῆς τοιαύτης ἐσομένου τιμῆς ἐκκοπεὶς τὴν διάνοιαν, τί δέοι βοήσειν ἔλεγεν. Ἐφ’ οἷς Θεὸς τὴν τοσαύτην μὴ χωρήσαντι χάριν φησὶ, Πᾶς ἄνθρωπος χόρτος . Καὶ σὺ γὰρ, φησὶν, ὁ τοῖς ἐμοῖς διακονούμενος ῥήμασιν, ὑπὸ τῆς σαρκὸς τὸν νοῦν ἐπισκιαζόμενος, χωρεῖν οὐδὲ δυνήσῃ. Πλὴν πᾶσα, φησὶν, ὑπόληψις ἀνθρωπίνη ταχέως παυθήσεται, οἱ ἐμοὶ δὲ περὶ τῆς εἰς πάντας χάριτος κυρωθήσονται λόγοι. Τοῦτο καὶ Παῦλος νοήσας ἔλεγεν· «Ὢ βάθος πλούτου καὶ σοφίας » Τοιγαροῦν ἐπιλύσας αὐτῷ τὴν ἀμφιβολίαν, ἀφ’ ὕψους τῆς διανοίας ἐφεξῆς κηρῦξαι παρακελεύεται. θκ. Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Ὑψώσατε· μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ Θεὸς ὁ ὑμῶν, ἰδοὺ Κύριος. Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας.
Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετὰ αὐτοῦ, κ.τ.λ. Ἀκολούθως μετὰ τὴν ἐν τῇ ἐρήμῳ βοῶσαν φωνὴν, τὰ περὶ τῶν εὐαγγελιστῶν καὶ τῆς Χριστοῦ παρουσίας ἐπήγαγεν. Ὁ δὲ Ἀκύλας φησίν· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ἑαυτῇ εὐαγγελιζομένη Σιών. Καὶ ἐπάρων ἱσχυρῶς τὴν, φωνὴν εὐαγγελισαμένη Ἱερουσαλήμ . Καὶ οἱ λοιποὶ δὲ συμφώνως, ὡς πρὸς ἔμψυχον τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ἀποτείνονται. Ἐπὶ ποῖον οὖν ἄνεισιν ὄρος ἡ Σιὼν, ἡ καὶ αὐτὴ ὄρος λεχθεῖσα ; κατὰ τὸ, «Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.» Ἔοικε τοίνυν δηλοῦν τὸν τῶν ἀποστόλων χορὸν, οὓς καὶ ἄνω καρδίαν ἔφησεν Ἱερουσαλὴμ, ὡς ἂν ἐκ τοῦ ἐκ περιτομῆς ἐξειλεγμένου λαοῦ, οἳ καὶ τὸ σωτήριον τοῦ Θεοῦ παρεδέξαντο ἐπηρμένοι τινὲς ὄντες, καὶ τῷ μονογενεῖ παρεικασθέντες ὄρει καὶ αὐτῷ χρηματίζοντι· ἐφ’ ὃν ἀνιέναι κελεύονται, τοῦ Χριστοῦ τὴν παρουσίαν κηρύξοντες, κἄν τινες ἐπαναστῶσι, δεδιέναι μηδέν· ἤγουν μὴ λάθρα διδάσκειν κελεύει, δημοσιεύειν δὲ τὸ κήρυγμα, καὶ ποιῆσαι πᾶσιν ἐξάκουστον. κατὰ τὸ, «Ὃ ἀκούετε εἰς τὸ οὖς, ἐπὶ τῶν δωμάτων κηρύξατε.» Ὃ καὶ ἕλεγον προσευχόμενοι·
PG 87:2340«Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Καὶ τὸ ἰδοὺ δὲ λέγων, φασὶ, τὸ μὴ μετὰ μακρὰν ἥξειν δηλοῖ, μονονουχὶ πλησίον ὄντα δεικνύς. Ἤγουν ταῖς πόλεσιν Ἰούδα κελεύει βοᾷν, ταῖς τούτων δηλονότι συναγωγαῖς, ὡς οὗτος ἐκεῖνος ὁ πρόπαλαι προσδοκώμενος, φωναῖς ἁγίων προκαταγγελθεὶς προφητῶν. Ἐν ταυτῷ δὲ καὶ τὴν αὐτοῦ παρουσίαν ἐδήλωσεν, μετὰ μεγάλης ἰσχύος ἥξειν εἰπὼν καὶ κυριακῆς αὐθεντίας , ὅτε πρὸς τὰ ἔργα καὶ τὸν μισθὸν ἑκάστῳ παρέξεται. Καθάπερ ἔλεγε· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τινὲς δὲ καὶ ταῦτα ἐπὶ τῆς προτέρας ἐδέξαντο παρουσίας, δεικνύντα μὴ καθ’ ἕνα τῶν προφητῶν ἥξειν αὐτὸν, οἳ καὶ θαυματουργοῦντες ηὔχοντο. Χριστὸς δὲ κατ’ αὐθεντίαν ἤλαυνε πάθη καὶ δαίμονας. Ὅτι δὲ οὐκ ἄκαρπον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρὸν δηλοῖ, λέγων· Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ . Ἔλεγεν γάρ· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Καὶ πάλιν·
«Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ Παῦλος δέ φησιν· «Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβὶδ δὲ προὔλεγεν· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου.» Τὸ δὲ, Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ , ὁμολογουμένως τῆς προτέρας ἐστὶ παρουσίας. Ὡς Θεὸς μὲν γὰρ κρινεῖ, ὡς δὲ μορφὴν δούλου λαβὼν ποιμαίνειν τὸ ποίμνιον εἴρηται ὁ λέγων, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Βραχίονα δὲ αὐτοῦ καλεῖ, φασὶ, τὴν θεότητα, δι’ οὗ συνάξειν ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν εἴρηται. Ἄρνας τοῦ λόγου δηλοῦντος τοὺς ἀρτιγενεῖς ἐν Χριστῷ. Διόπερ Ἀκύλας ἀρνία φησίν. Εἴη δ’ ἂν ὁ νέος λαός. Οὐ γὰρ ἔφη κριοὺς, ἢ τράγους, ἢ πρόβατα ἐντελῆ, περὶ ὧν ἕτερος τοιαῦτα διδάσκει προφήτης λέγων· «Τὰ δὲ λέγει Κύριος· Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων.» Καί· «Οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν νέμεσθε, καὶ τὰ κατάλοιπα τοῖς ποσὶν ὑμῶν κατεπατεῖτε; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε;
PG 87:2342καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;« Καὶ πάλιν· »Ἰδοὺ ἐγὼ κρίνω ἀνὰ μέσον προβάτου ἰσχυροῦ. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ποσὶν ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ τὸ ἠσθενηκὸς ἐξεθλίβετε.« Διὸ καὶ οἱ ποιμένες αὐτῶν διαβάλλονται παρ’ αὐτῷ, Τὰ δὲ λέγει Κύριος, λέγοντι· »Ὦ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε. Καὶ τὰ ἔρια περιβάλλεσθε.« Καὶ τὸ παχὺ σφάζετε· καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Ἐπεὶ τοίνυν ἠτάκτει τὰ πρόβατα, οἱ δὲ ποιμένες ἐλυμαίνοντο αὐτὰ, τοῖς ποιμέσι μετάστασιν ἀπειλεῖ, λέγων· »Καὶ ἀποστρέψω ὑμᾶς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου.« Καὶ ἐπιλέγει· »Ἰδοὺ ἐγὼ αὐτὸς ἐκζητήσω τὰ πρόβατά μου.« … … προφήτης. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν . Εἴρηται γὰρ ἀλλαχοῦ· »Ἀριθμηταί εἰσιν αὐτῷ σταγόνες ὑετοῦ.« κλα. Μὴ γὰρ εἴπῃς, Ἰακὼβ, καὶ τί ἐλάλησας, Ἰσραήλ; ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε, καὶ ἀπέστη, καὶ νῦν οὐκ ἔγνως;
Εἰ μὴ ἤκουσας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξέρευσις τῆς φρονήσεως αὐτοῦ, κ.τ.λ. Ὁ Σύμμαχος· Διὰ τί λέγεις, Ἰακὼβ, καὶ λαλεῖς, Ἰσραήλ ; καὶ οἱ λοιποὶ συμφώνως. Μετὰ δὲ τὴν ἀποδοθεῖσαν θεολογίαν, ἐπιτιμᾷ τοῖς μὴ νομίζουσι τὰς ἑαυτῶν πράξεις ἐφορᾷν τὸν Θεὸν, ἐκ τοῦ προτέρου λαοῦ. Νομίζεις, φησὶ, λανθάνων μὴ ὑποκεῖσθαι κρίσει Θεοῦ , καίτοι ἀρτίως ἤκουες πρὸς Θεὸν εἰρημένον, Ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Πλὴν εἰ καὶ μὴ πρότερον μήτε ἔγνως , μήτε ἤκουσας , μάθε νῦν· ἤγουν, εἰ δὲ φὴς μὴ γινώσκειν, εἰ μὴ ἀκούσειας· τῇ σῇ προσποιήσει συντρέχων ἐρῶ. Ἤγουν, ἐρεῖς ὡς οὐκ ἔγνως. Οὐκοῦν, εἰ μὴ ἤκουσας , ἴσθι ὡς ὁ Θεὸς ὁ αἰώνιος , οὐ μόνον οὐρανὸν, ἀλλὰ καὶ πᾶσαν συνέχει τὴν γῆν . Καὶ πῶς δυνήσῃ τοῦτον λαθεῖν; Ἀντὶ δὲ τοῦ, οὐ κοπιάσει, οὐκ ἐξελύθη , φασὶν οἱ λοιποί. Πρὸς τῷ δὲ μὴ ἀσθενεῖν , μηδέ τι ἔχειν ἀνθρώπινον καὶ ἀκατάληπτον ἔχει τὴν γνῶσιν, δι’ ἧς μέχρι καὶ τῶν κατὰ μέρος ἡ τούτου διέρχεται πρόνοια, εὐεκτεῖν μὲν ἔσθ’ ὅτε ποιοῦσα τοὺς πένητας, τὴν δὲ τρυφὴν τῶν ἐν πλούτῳ κολάζουσα λύπῃ καὶ φροντίσι βιωτικαῖς.
PG 87:2344Ἐπιβάλλει δὲ καὶ τοῖς ἐν ἀκμῇ τὴν ἐξ ἀῤῥωστημάτων ἀσθένειαν · ἐκ δὲ τῶν ἐναντίων οἱ Θεὸν ἐν μαρτυρίαις ἢ διωγμοῖς ὑπομείναντες , κατὰ τὴν παροῦσαν ἀσθενοῦντες ζωὴν, τοσαύτης ἀξιοῦνται μεταβολῆς, ὡς ἐλευθέρους προσαναπτῆναι πρὸς οὐρανόν. Ὁ γὰρ ἀετὸς ὑψιπέτης ἐστὶ, καὶ ἀντωπεῖ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς, γῆράς τε τὸ φυσικὸν ἀποδύεται κατὰ τό· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» «Κατεργάζεται γὰρ ἡ μὲν ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» Διὸ καὶ τὴν ἰσχὺν ἀλλάξουσι τὸν θνητὸν βίον μεταβαλόντες, καὶ εἰς ἀγγελικὴν μεταστάντες ζωήν. Διὰ γὰρ τῶν ἀετῶν , ταῖς οὐρανίοις αὐτοὺς ἀπεικάζει δυνάμεσιν, ἃς πτερωτοῖς ἀφωμοίωσεν. Διὰ τοῦτο ἄρα καὶ τῶν ἐν ὕδασι καθαρὰ τὰ πτερύγια . Οὕτως ἄρα κἀν τῷ παρόντι βίῳ μερικὴ κρίσις ἐστὶ , καὶ καθολικὴ ἐν τῷ μέλλοντι, κἂν μὴ τοῦτο σὺ νενόμικας, Ἰσραήλ. Διὸ σοὶ μὲν ταῦτα, τοῖς δὲ λοιποῖς ἔθνεσι κατάλληλα προσφωνῶ. ΚΕΦΑΛ. ΜΑ. αζ. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.
Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύεται; Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, καὶ διώξεται αὐτοὺς, κ.τ.λ. Ἐγκαινίζεσθε πρός με, νῆσοι , ἀνθ’ οὗ Σύμμαχος μὲν, Δουλεύσατε , φησὶν, ἐπ’ ἐμοῦ, νῆσοι , Ἀκύλας δὲ καὶ Θεοδοτίων, Κωφεύσατε πρός με. Σιγᾷν γὰρ αὐταῖς ἐκέλευσεν, ὡς ἂν ἐπήκοοι γένοιντο θείας ὁμιλίας καὶ σωτηρίου κηρύγματος, νήσους λέγων τὰς ἐξ ἐθνῶν Ἐκκλησίας ᾗ ἁλμυρὰ τοῦ βίου περιέχει κακία, καὶ τῶν ἐπανισταμένων τὰ κύματα. Ἀλλ’ εἰσὶν ἀσφαλεῖς, ὡς ἐπὶ πέτραν βαίνουσαι, τὸν Χριστόν. Διὸ οὐ σαλεύονται. Ἄνω δὲ τοὺς ὑπομένοντας Κύριον τὴν ἰσχὺν ἀλλάξειν εἰπὼν, ἐνταῦθα λέγει, Ἄρχοντες , ἤγουν ἔθνη, ἀλλαξάτωσαν ἰσχὺν, κατὰ Σύμμαχον (ὅπερ τοῖς ὑπομένουσι Κύριον τοῦτο νήσοις ἐπιτάττων καὶ ἔθνεσιν), ὡς ἂν ἐπὶ τὸ κρεῖττον τὴν ἀπὸ χείρονος ἰσχὺν μεταβάλοιεν.
PG 87:2346Τινὲς δέ φασιν ὡς ἔσθ’ ὅτε νῆσοι καλοῦνται πόλεις καὶ κῶμαι, πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήρωτον καὶ κεχερσωμένην, οἵας τὰς Ἰδουμαίων εἶναί φασι, καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας, αἷς προσφωνεῖ παράδειγμα λαβὼν αὐτὰς τῆς τῶν ἄλλων εἰδωλολατρῶν μανίας, τὴν τῶν ἐθνῶν πρόσληψιν ἐκ μέρους δηλῶν, ἃ βούλεται πρὸς καινότητα μεταβῆναι ζωῆς τὴν παλαιώσασαν αὐτὰ καταλείψαντα πλάνην, ἵνα γένωνται παρθένος ἁγνὴ, μὴ ἔχουσαι σπίλον ἢ ῥυτίδα. Ὧν οἱ ἄρχοντες ἀλλάττουσι τὴν ἰσχὺν , ὡς τῶν ἐν νόμῳ κρείττους γενόμενοι, καὶ καθάπαξ δυνάμει πνευματικῇ διαφέροντες. Τινὲς δέ φασιν ὡς ψυχαῖς παλαιωθείσαις ἐν ἡδοναῖς τὰς ψυχικὰς αὐτῶν ἀναλαβεῖν συμβουλεύει δυνάμεις, ἀπονιψαμένας τὸ τῶν παθῶν ἀλμυρὸν, τοῦτ’ ἔστι τὸν παλαιὸν ἄνθρωπον, καὶ τὸν νέον ἐνδυσαμένας, κατὰ τὸ Παύλῳ δοκοῦν. Εἶθ’ ἑξῆς φησιν· Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα , τὰ ἔθνη καλῶν πρὸς ἑαυτὸν ὁ Θεὸς, καὶ ταῦτα λέγειν τε καὶ φρονεῖν ἐν Ἐκκλησίᾳ διδάσκων, κεκριμένως τε τὸ Χριστοῦ καταγγέλλειν μυστήριον. Τῶν γὰρ ἐξ Ἱερουσαλὴμ κρίσιν ὀνομαζόντων τὸν νόμον, ἀντεξάγων αὐτῷ τὸ σωτηρίον κήρυγμα κρίσιν ἐκάλεσεν.
Οὐ γὰρ δικαιοσύνης ἔχει σκιὰν, ἀλλὰ τὴν ἀληθῆ τοῦ Θεοῦ δικαιοκρισίαν, ἣν οἱ νέοι παρὰ Χριστοῦ μαθόντες διδάσκουσιν ἄρχοντες , βούλησιν οὖσαν τοῦ Θεοῦ καὶ Πατέρος. Τινὲς δέ φασιν, ὡς τὸν περὶ κρίσεως λόγον βούλεται τὰ ἔθνη μαθόντα καὶ ἑτέροις ἀπαγγέλλειν , γνῶναί τε τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην. Δικαιοσύνης γὰρ ἔργον τὸ μὴ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ἐπιγνῶναι τὸν Κύριον. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τὸν Χριστὸν δικαιοσύνην καλεῖ λέγων· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Οὕτω δὲ καὶ τὸν εὐαγγελικὸν καλεῖ λόγον, λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον δύναμίν τε καλέσας Θεοῦ ἐπάγει· Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Ὃς καὶ ἐξ ἀνατολῶν αὐτὴν ἤγειρε τοῦ φωτὸς εἰς τὸ ἕπεσθαι αὐτῷ, δοὺς αὐτὴν τῶν ἐθνῶν ἐναντίον , ὡς θορυβηθῆναι τὰ πρῶτα τοὺς αὐτῶν βασιλεῖς διωγμοὺς τοῖς ἔχουσιν αὐτὴν ἐπεγείραντας, ἡττηθῆναι δὲ πρὸς ταύτης ὑπερμαχοῦντος Θεοῦ.
PG 87:2347Αὐτὸς γὰρ τὰ πολεμικὰ τούτων φρυγάνων δίκην ἠφάνισεν, ὁδὸν ὁμαλίσας, ὡς ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ, τὴν δικαιοσύνην ἀπὸ γενεῶν καλέσας ἀρχαίων , δι’ ἧς ἐπ’ ἐσχάτων ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς φθορᾶς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐδικαίωσε διὰ πίστεως φωτίσας ἐσκοτισμένους διὰ προφήτου λέγων· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα μου ἥλιος δικαιοσύνης.» Αὐτὸς οὖν ἐκάλεσεν αὐτὴν ἐμφανισθῆναι τοῖς ἐπὶ γῆς, τοῦτ’ ἔστιν ἐλθεῖν παρεσκεύασε, ὡς καὶ πορεύεσθαι κατὰ πόδα τοῦ κεκληκότος. Κατ’ ἴχνος γὰρ ἐβάδιζε τοῦ Θεοῦ καὶ Πατέρος, τὰ ἐκείνου ἔργα πληρῶν, ἐν ἰδίᾳ τε τοῦτον φύσει δεικνύς. Ἦν γὰρ ἴσος αὐτῷ. Διό φησιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι,» καὶ τὰ ἑξῆς. Τῇ αὐτοῦ δὲ θελήσει ἀκολουθῶν, μᾶλλον δὲ θέλησις ὢν τοῦ Πατέρος, ἔλεγεν Ἰουδαίοις· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.» Καί· «Ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὅπερ ἐστὶ κατὰ πόδα χωρεῖν τοῦ Πατέρος, ὅθεν ἔλεγεν· «Ἐγὼ ἐν τῷ Πατέρι, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καί·
«Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Δι’ ὧν ἁπάντων, τοὺς ἐξ ἀρχῆς καταδυναστευθέντας ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου τῆς τυραννίδος ἀπήλλαξεν · οὓς εἴποις ἂν βασιλέας ἐξεστηκότας ἐπὶ τῇ τοσαύτῃ τοῦ βίου μεταβολῇ, τὴν πτῶσιν ὁρῶντας τὴν ἑαυτῶν, καὶ ὡς φρυγάνοις ἴσοι γεγόνασιν, καὶ πᾶς αὐτῶν κακουργίας ἠσθένησε τρόπος, Χριστοῦ τὰ σκεύη αὐτῶν διαρπάσαντος. «Οὐ γὰρ ὠφελήσει, φησὶν, ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Τῶν οὖν ἐχθρῶν δεδιωγμένων, ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ γέγονεν ἐν εἰρήνῃ . Γέγονε γὰρ οὐδὲν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ’ ἡμᾶς. Ἐγὼ τοίνυν, φησὶν, ὁ ἐν ἐσχάτῳ καταδείξας καιρῷ τὴν δικαιοσύνην, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων . Τὸ γὰρ Χριστοῦ μυστήριον ἀπὸ κόσμου προέγνω καταβολῆς, καὶ πῶς δέοι τὴν Ἀδὰμ γενέσθαι διόρθωσιν. Καὶ οὐ θαυμαστὸν, ὅπου καὶ τῶν σωζομένων τὴν διὰ πίστεως προέγνωκε κλῆσιν. «Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Οὐκοῦν πολλῷ μᾶλλον ὁ σώσων προέγνωστο. Τινὲς δὲ οὕτως εἰρήκασιν·
PG 87:2349Αὐτὸς γάρ ἐστιν ὁ καὶ Κῦρον ἐνισχύσας, κατὰ πάντων ἐθνῶν, ὃν καὶ δικαιοσύνην ἐνταῦθα καλεῖ, ἐλευθερώσαντα μὲν τὸν Ἰσραὴλ, ἐκ δὲ τῆς περὶ αὐτοῦ προῤῥήσεως κατειληφότα τὴν δύναμιν τοῦ Θεοῦ. Καὶ ὡς βουλήσει [Θεοῦ] τὸ κατὰ τῶν ἐθνῶν ἀνεδήσατο κράτος ἴσα φρυγάνοις ἁλόντων, καὶ τὴν πρὸς αὐτὸν ἄγειν ἀναγκασθέντων εἰρήνην. Εἴρηται μὲν οὖν ὁ Κῦρος δικαιοσύνη διὰ ταῦτα, καὶ ὅτι δικαίως αὐτὸν ἐπήγειρε Βαβυλῶνι. Ὁ δὲ καλῶν τοῦδε συμπεράσματος τῆς δικαιοσύνης ἐν τῷ Κύρῳ μὴ ἱσταμένου ἐπὶ τὴν αὐτοδικαιοσύνην Χριστὸν ὁ λόγος ἀνάγεται, ὡς καὶ οἱ πονηροὶ βασιλεῖς ἐν τῇ Γραφῇ ἐπὶ τὸν ἀρχέκακον ἀνάγονται δαίμονα, τῆς ἀκράτου κακίας ἐν ἀνθρώπῳ μὴ χωρουμένης. Περὶ δὲ τῶν μελλόντων, ὡς γεγονότων φησί· Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα ; δεικνὺς ὡς ἅπερ ὥρισε γενέσθαι Θεὸς, οὕτως ἔσται, ὡς ἤδη γενόμενα· οὐδὲν γὰρ αὐτῶν διαπεσεῖται μὴ πρὸς ἔργον ἀχθέν. Τὸ δὲ πρὸ πάντων εἶναι ἄναρχόν τε καὶ ἀτελεύτητον ὄντα δεικνὺς, Ἐγὼ Θεὸς πρῶτος , φησὶ, καὶ μετὰ ταῦτα. Αὐτὸς γὰρ ὁ καὶ τοῖς ἐξ ἀρχῆς θεοφιλέσι γνωσθεὶς, καὶ ὁμ [ὁ μετὰ τὸν] πρότερον λαὸν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ πεπιστευμένος. Ὅθεν ἐπήνεγκεν·
Ἴδοσαν ἔθνη, καὶ ἐφοβήθησαν . Ἢ ὅτι οὕτω διέθηκα τὸν Ἀσσύριον, ἐπαναστήσας αὐτῷ Κῦρον, ὡς ἀνόνητα γενέσθαι βοηθεῖν ἐκείνῳ βουλόμενα, καὶ τῆς τῶν εἰδώλων ἀσθενείας καταβοᾷν, τοῦ Θεοῦ τὸ κράτος θαυμάζοντα· ἢ ὅτι τῆς προτέρας ἀβλεψίας παυσάμενα, ἔγνωσαν τὸν εἰρηκότα· Ἐγὼ Θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα . Καὶ ἰδόντα ἐφοβήθησαν ἐν ἀρχῇ γενόμενα σοφίας. «Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου.» Καὶ μέχρι τῶν περάτων τῆς γῆς, καὶ τῶν βαρβαρωτάτων διῆλθε τὸ κήρυγμα, καὶ τῆς θεογνωσίας ὁ φόβος κατὰ τό· Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα . Ἀλλ’ ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾷν καὶ λαλεῖν, δηλονότι δοξάζειν Θεόν· ἐνταῦθα δὲ, Ἤγγισαν, καὶ ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι . Σώζειν γὰρ οἱ θεοφιλεῖς μεθ’ ἑαυτῶν καὶ τοὺς πλησίον ἐπείγονται, ἀγάπης αὐτοὺς νόμῳ τῆς ἀπιστίας ἐξέλκοντες, λέγοντες ὡς Καὶ ἡμεῖς ποτε ἦμεν τέκνα ὀργῆς, εἰδωλολατρείᾳ προσκείμενοι, νῦν δὲ τὸν ὄντως ἐγνωκότες Θεὸν διεσώθημεν, τῆς τῶν εἰδώλων ἀσθενείας κατεγνωκότες δεομένων τοῦ πρὸς στάσιν στηρίζοντος, ὅπερ οὐκ ἔχουσιν οἴκοθεν· ἀλλ’ οὐδὲ σταθέντα κινεῖσθαι δυνήσεται. Καὶ πῶς ἔτι ταῦτα θεοί; Ταῦτα δὲ ἦν ἅπερ ἔλεγεν ἄνω·
PG 87:2351Λαλησάτωσαν ἅμα , μετὰ τὸ ἐγγίσαι , μηκέτι διὰ τὴν ἁμαρτίαν ὄντες μακρὰν, οἰκειότητα δὲ λαβόντες πνευματικά. Γευσάμενοι γὰρ συνῆκαν ὅτι Χριστὸς ὁ Κύριος, καὶ τὸ κάλλος τῆς ἀληθείας ἰδόντες, οὐχ ἑαυτοῖς καὶ μόνοις ἐτήρησαν διδάσκοντες ἑτέρους, ὡς ἴσχυσε τέκτων ἀνὴρ καὶ χαλκεύς . Πῶς δὲ ἴσχυσαν ; Ὁ μὲν συνθεὶς καὶ διαγλύψας εἴδωλον τέχνῃ τεκτονικῇ, ὁ δὲ ποιήσας ἀνδριάντα σφυρήλατον, ἀπεκόμισαν τοὺς ἠπατημένους εἰς ἀδόκιμον νοῦν, ποιήσαντες τῶν ἰδίων ἔργων προσκυνητὰς τοὺς κατ’ εἰκόνα γεγονότας Θεοῦ, ἐπαινοῦντες τὸ ἔργον, καὶ σύμβλημα καλοῦντες καλὸν , ὡς καλῶς ἐκ τῶν ἰδίων ἡρμοσμένον μερῶν. Τῆς δὲ πάσης ῥήσεως τὰ πρῶτά τινες οὕτως ἑρμήνευσαν· Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως αὐταρκῶς εἰπὼν, ἐπὶ τοὺς ἐξ Ἰσραὴλ μεταβέβηκεν. Προσκοψάντων γὰρ αὐτῶν τῷ λίθῳ τοῦ προςκόμματος, καὶ τῆς σωτηρίας γεγονότων μακρὰν, μετὰ τῆς κατὰ νόμον σκιᾶς, ἀντεισήχθη μὲν ἡ διὰ πίστεως χάρις. Διεγόγγυζον δὲ λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ · τοῦτ’ ἔστιν, οὐκέτι τῇ κατὰ νόμον προσέχει λατρείᾳ. Ἀφεῖλε δέ μου τὴν κρίσιν, καὶ ἀπέστη · τοῦτ’ ἔστιν, ἔπαυσε τὸν νόμον. Καὶ Δαβὶδ γάρ φησι·
«Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας,» δηλονότι σὺ τὸν διὰ Μωσέως νόμον διώρισας. Καὶ Μωσῆς δέ φησι· «Καὶ ἔδωκεν αὐτῷ δικαιώματα νόμου.» Πάλαι σκοπὸς δὲ αὐτῶν ὧν εἶχε σκιῶν, ἐν αἷς προετυποῦτο Χριστὸς, ὡς αὐτός φησιν· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί.» Καὶ προφητῶν δὲ λόγοι τὸ μέλλον Χριστοῦ μυστήριον προκατήγγειλαν, εἰς ὃ καταντᾷν ἤμελλεν ἡ τοῦ νόμου Μωσέως οἰκονομία. Πλὴν, ὡς μὴ ἀκηκοότων ἐρῶ, ὡς Ὁ Θεὸς οὐ πεινάσει . Μὴ δεομένῳ γάρ μοι τὰς κατὰ νόμον προσῆγες λατρείας συμφώνως τῷ· «Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;» Πῶς γὰρ ἐνδεὴς ἐγὼ τούτων, αἰώνιος ὑπάρχων καὶ ἄφθαρτος; ἢ πάθος ἀνθρώπινον πείσομαι; Ἀλλὰ λογίζῃ, φησὶν, ὡς Εἰ κρείττω τὰ νέα τῶν πάλαι, τί ὅλως ἔδει τῆς πρώτης νομοθεσίας; μὴ τότε δὲ κηρυχθῆναι τὰ νῦν; ἀγνοεῖς γὰρ Θεοῦ σοφίας οἰκονομίαν, ἣν μαθὼν ὁ Παῦλός φησιν, ὅτι Νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καὶ πάλιν· Συνέκλεισε γὰρ ἡ Γραφὴ τοὺς πάντας ὑφ’ ἁμαρτίαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. Ἔλεγχος ἄρα τῆς ἀνθρώπων ἀσθενείας ὁ νόμος, οὐ δικαιῶν, ἀλλὰ κατακρίνων, οὓς ὁ Χριστὸς ἐδικαίωσε χάριτι.
PG 87:2352Αὐτὸς γὰρ ὁ καὶ πρὸς τῷ μὴ πεινᾷν , τοῖς πεινῶσι τὴν δικαιοσύνην ἰσχὺν διδοὺς τὴν πνευματικὴν, ὁ καὶ τοὺς ἀναισθήτους εἰς συναίσθησιν ἄγων ὀδυνηρὰν, ἐφ’ οἷς ἁμαρτηκότες τίσουσι δίκας. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἤγουν λύπην διδοὺς τὴν ἐκ τῆς ἁλώσεως τοῖς εἰποῦσι· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ καὶ τῆς πνευματικῆς ἐστερημένοι τροφῆς ἀσθενοῦσι, καί τοι πρότερον ἐῤῥωμένοι τυγχάνοντες, ὅτε τὰ ἔθνη τοῖς διαβολικοῖς ἐξ ἀσθενείας ὑποπεπτώκει ποσὶν, καὶ ταῖς ἐντολαῖς ταῖς κατὰ νόμον τρεφόμενοι, τῆς δὲ χάριτος ἐλθούσης τοῖς ἔθνεσιν, αὐτοὶ μετέστησαν εἰς λιμὸν, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ᾧ μηκέτι τραφέντες ἠσθένησαν , λέγοντι· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς,» καὶ τὰ ἑξῆς. Οὗ φαγόντα τὰ ἔθνη οὐκέτι πεινᾷ . Φησὶ γὰρ καὶ Σολομῶν· Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
Ὑπέμεινε γὰρ αὐτὰ τὸν Θεὸν τὴν ἐκ πλάνης ἀσθένειαν εἰς ἰσχὺν πνευματικὴν ἀλλαξάμενα, κρείττω τε γεγονότα τῶν σαρκικῶν ἡδονῶν, Χριστοῦ κατισχύοντος, ὡς ἐρεῖν ψάλλοντα· «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.» ηκ. Σὺ δὲ, Ἰσραὴλ, παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, κ.τ.λ. Ἀνωτέρω μὲν τῷ Ἰακὼβ ὁ Θεὸς ἐμέμφετο καὶ τῷ Ἰσραὴλ , λέγουσιν, Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ· νῦν δὲ ἐν ἐπαίνῳ παῖδα καλεῖ τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον , σαφῶς τοῦ λόγου δύο τμήματα τοῦ ἐκ περιτομῆς παριστῶντος λαοῦ, τὸ μὲν ἐκπεσὸν, διὰ τὴν ἀπιστίαν· τὸ δὲ σωθὲν διὰ πίστεως ἀποστόλων τε καὶ τῶν σὺν αὐτοῖς ἐκλογῆς ἠξιωμένων, κατὰ τὸν θεῖον Ἀπόστολον λέγοντα· «Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε.» Καὶ τὸ Εὐαγγέλιον δέ φησι· «Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς.» Πολλῶν δὲ ὄντων κλητῶν καὶ ἐκ τοῦ προτέρου λαοῦ, ὀλίγοι ἦσαν οἱ ἐκλεκτοί . Πρὸς οὓς ὁ λόγος τὰς προκειμένας ἐπαγγελίας ποιεῖται, μετὰ τὴν προδηλωθεῖσαν τῶν ἐθνῶν κλῆσιν ἐν τῷ·
PG 87:2354Τίς ἐξῆρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἣν ἔφη δώσειν ἐναντίον ἐθνῶν; Καὶ πάλιν· Ἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, οἱ λοιποὶ δὲ ἐξέδωκαν· Σὺ δὲ, Ἰσραὴλ, δοῦλέ μου. Δοῦλον δὲ ποῶτον ὠνόμασεν, εἶτα ἐκλεκτόν . Ὡς ἐν ἀρχαῖς μὲν, φόβῳ δουλείας ὑπὸ τὸν νόμον παιδαγωγηθέντα, εἶτα διὰ προκοπῆς ἐκλεγέντα διὰ τῆς κλήσεως, τάγμα δὲ παρὰ τούτους ἕτερον, τὸ σπέρμα λεγόμενον Ἀβραὰμ , τὸ πλῆθος τῶν Ἰουδαίων δηλοῦν, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε,» ἑτέρους ὅντας παρὰ τὰ τέκνα τοῦ Ἀβραὰμ, περὶ ὧν ἕλεγεν· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.» Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ Θεοῦ . Οὐχ ὁμοίως δὲ τὸ σπέρμα ἠγαπῆσθαί φησι. Πλὴν καὶ τούτους ἐκάλει διὰ τῶν ἐκλεκτῶν , Πορεύεσθε, λέξας, πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ ἐπειδὴ διεσπαρμένοι ἦσαν εἰς πᾶσαν τὴν γῆν, ἐπήνεγκεν· Οὗ ἀντελαβόμην ἀπ’ ἄκρου τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς, ἢ τῶν ἀγκώνων κατὰ Σύμμαχον, ἐκάλεσά σε . Αὐτοὺς γὰρ πρώτους ἐκάλεσεν , ὡς ὁ Παῦλος αὐτοῖς ἔφασκεν· «Ὑμῖν ἔδει πρώτοις τὸν λόγον κηρυχθῆναι.
Ἐπεὶ δὲ ἀποστρέφεσθε, πορευόμεθα ἐς τὰ ἔθνη.« Τῶν οὖν ἐξ αὐτῶν πεπιστευκότων ἀντειλῆφθαί φησιν. Τινὲς δὲ λέγουσιν, ὡς μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, παραθαῤῥύνει τοὺς ἀποστόλους, δι’ ὧν ἤμελλε τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον· καὶ τῆς τῶν πατέρων αὐτοὺς ὑπέμνησεν ἀρετῆς, ἐξ ἧπερ ἠγαπῶντο παρὰ Θεοῦ. Ἀγαπητοὺς δὲ καὶ ἐκλελεγμένους τοὺς πατέρας καλῶν, ὡς ἐκ ῥίζης ὄντας τοὺς ἐξ αὐτῶν εὐγενοῦς ζηλῶσαι τοὺς πατέρας παρακαλεῖ, καὶ τὴν ἐκείνων εὐσέβειαν· λέγων, ὡς τοῦ Ἀβραὰμ ἀντελάβετο, καλέσας τοῦτον ἐξ ἄκρου τῆς γῆς , εἰπών· »Ἔξελθε ἀπὸ τῆς γῆς σου, καὶ ἀπὸ τῆς συγγενείας σου.« Σκοπιῶν δέ φησιν, ἐπειδήπερ ὀρεινὴν εἶναι τὴν Χαλδαίαν ἱστόρηται, δι’ ὧν ἐν ἄκρῳ τῆς εἰδωλολατρείας εἶναι τὸν Ἀβραὰμ ἐσημαίνετο. Εἶτά φησιν ὡς περὶ παντὸς Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ . Πρωτότοκος γὰρ ὠνόμασται. Γεγονότα τε τοῦτον ἀπόλεκτον οὐκ ἐγκατέλιπεν ὁ Θεός. Πρὸς ὅν φησι· Μὴ φοβοῦ, μηδὲ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε .
PG 87:2356Διδάξας αὐτὸν διὰ τοῦ νόμου, ὅτι καὶ Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνῳ λατρεύειν, διὰ τῆς ἰδίας δεξιᾶς τοῦ Μονογενοῦς κληρονόμον ποιήσας ἐθνῶν ἡττημένων. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοῦ σπέρματος Ἀβραὰμ μνημονεύσας, ἐπὶ τὴν τοῦ ἀποστολικοῦ χοροῦ πάλιν ἀνέδραμεν ἐκλογὴν, παῖς μου λέγων, κατὰ δὲ τοὺς λοιποὺς, δοῦλε , ἐφ’ ᾧ καὶ Παῦλος μέγα φρονῶν, δοῦλον ἑαυτὸν, ὡς ἀπό τινος ἐκάλεσεν ἀξιώματος. Καὶ προϊὼν γὰρ ὁ προφήτης ἐρεῖ· «Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου.» Κἀνταῦθα δὲ πάλιν τῆς ἐκλογῆς τὴν δουλείαν προέταξεν. Παραθαῤῥύνων δὲ τὴν ἐκλογὴν πρὸς τὸ πᾶσι τὸ Εὐαγγέλιον κηρύξαι τοῖς ἔθνεσιν· Μὴ φοβοῦ , φησί· μετὰ σοῦ γάρ εἰμι . Κατὰ τό· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἀλλὰ μηδὲ πλανῶ , φησὶν, νομίσας ἰδίᾳ δυνάμει πρὸς τοσοῦτον ἐξαρκέσαι τὸ κήρυγμα. Τί γὰρ ἂν ἔπραξας, μὴ παρόντος ἐμοῦ, καὶ πρὸς ταλαιπωρίας καρτερίαν ἐμβάλλοντος; ἐγώ σε γὰρ ἐφρούρουν, πρὸς τὸ μηδὲν ἐμποδῶν σοι γενέσθαι κηρύττοντι. Τῶν οὖν ἀνθισταμένων μηδένα πεποίησο λόγον.
Ἔσονται γὰρ εἰς οὐδὲν , οἱ πρὸς ὀλίγον ἐν τῷ διώκειν εἶναί τι δόξαντες, ὧν τὸ τέλος ἀπώλεια. Κατὰ τό· «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν.» «Οἱ γὰρ φρονοῦντες, φησὶ, τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομένουσι συντριβήν.» Καὶ πάλιν· «Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν» Τὸ δὲ, Ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ, σκώληξ Ἰακὼβ , οὐ κεῖται παρὰ τοῖς Ἑβδομήκοντα. Σκώληκα δὲ προσηγόρευσεν ὃν προλαβὼν ἐκάλεσεν ἐκλεκτὸν , διὰ τὸ σκώληκος δίκην τῶν ἀπίστων τὰς πόλεις ὑποδυόμενον τὴν δεισιδαίμονα πλάνην ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων ἐξαφανίζειν ψυχῆς, καὶ ὅτι περ εὐτελὲς καὶ ἰδιωτικὸν τῶν ἀποστόλων ὑπάρχει τὸ κήρυγμα. Οὕτω γ’ οὖν καὶ αὐτὸς ἐν ψαλμῷ φησιν ὁ Σωτήρ· «Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος.» Ὀλιγοστὸν δὲ καλεῖ τὸν Ἰσραὴλ διὰ τὸ τῶν μαθητῶν εὐαρίθμητον. «Δώδεκα γὰρ ἦσαν, οἱ δὲ μετ’ αὐτοὺς, ἑβδομήκοντα.» Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, ἀριθμὸς Ἰςραήλ . Ὁ δὲ Ἀκύλας, τεθνεῶτες Ἰσραήλ . Ὁ δὲ Θεοδοτίων, νεκροί · τῷ ἀποστολικῷ συμφώνως· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καί·
PG 87:2357«Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν.» Ἀλλὰ καίπερ σκώληξ ὢν, νεκρός τε καὶ ὀλιγοστὸς, μὴ φοβοῦ , διὰ τὴν ἐξ ἐμοῦ συμμαχίαν, δι’ ἧς ἀλοήσεις τῶν ἀπίστων ἐθνῶν τὴν ἀσέβειαν, ὄρη καὶ βουνοὺς λέγων τὰς ἀντικειμένας δυνάμεις, ὡς ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, τῶν ὑποβεβηκότων πνευμάτων λεγομένων βουνῶν · ὧν ἀπολομένων εὐφρανθήσῃ σὺ ἐν Κυρίῳ . Δέδωκε γὰρ ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὀφέων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἴποις δ’ ἂν ὄρη καὶ βουνοὺς καὶ τοὺς ἐν δυναστείαις κοσμικαῖς τοῖς ἀποστόλοις ἐπαναστάντας. Ἀλλὰ καὶ τούτων καθῃρημένων, σὺ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραὴλ , ἐντρυφῶν ὅτ’ ἂν ἴδῃς πολλοὺς γεγονότας ἁγίους , καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ.» Τοιοῦτον παρὰ τῷ Ἀποστόλῳ τὸ, «Χαρὰ καὶ στέφανός μου.» Ταῦτα περὶ τῶν ἀποστόλων ὁ προφητικὸς λόγος εἰπὼν, ἐξ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς λέγει· Ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς . Ὠβέλισται δὲ τὸ ἀγαλλιάσονται · παρὰ γὰρ τοῖς λοιποῖς εἴρηται· Οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται . Ἀλλὰ ταῦτα πάλαι πεπόνθασι.
Νῦν δὲ, Οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ’ ἀνάξω ἐπὶ τῶν ὀρέων ποταμοὺς , καὶ τὰ ἑξῆς. Αἱ γὰρ πάλαι ψυχαὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐνδεεῖς, ὡς τὴν γλῶσσαν αὐτῶν, καὶ τὸν λόγον ἐξηράνθαι τὸν δι’ αὐτῆς προφερόμενον, ῥανίδα πόματος οὐκ ἔχοντα ζωτικοῦ, αὗται παρ’ ἐλπίδας σωτήρια πίνουσι διὰ τῆς χάριτος νάματα, κατὰ τὸ προῤῥηθέν· «Καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Καὶ μὴν, καὶ ἀπὸ πηγῶν Ἰςραὴλ, κατὰ τὸ ἐν Ψαλμοῖς· «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πηγάζον ἐν ἐκκλησίαις ὕδατα ζωτικὰ, ἐκ τῆς Γραφῆς τῆς τε Παλαιᾶς, καὶ Καινῆς· ἕνθα καὶ ποταμοὶ ἅνδρες ἅγιοι τὴν πρὶν ἔρημον κατακλύζουσιν ἀπὸ τοῦ μεγάλου ῥέοντες ποταμοῦ, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, δι’ ὃν εἴρηται· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Ἔστι γὰρ ἰδεῖν τὴν ἄνυδρον πάλαι τὴν Ἐκκλησίαν, τὴν ἔρημον Θεοῦ καὶ παντὸς ἀγαθοῦ, νῦν ἐκ τοσούτων ὑδάτων ψυχὰς ἔχουσαν εὐθαλεῖς καὶ ὑπερυψουμένας τῆς γῆς, κατὰ τὰ φυτὰ τὰ ἐν ὑδάτων μόνον πλήθει συνεστηκότα. Τούτων γὰρ μέμνηται. Περὶ τούτου καὶ ὁ Σωτὴρ τοῦ ὕδατος ἔλεγεν·
PG 87:2359«Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ἐμοῦ ὕδατος,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, ὅπερ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτὸν, τὸ εὐθαλές τε καὶ ὑψηλὸν, ἄσηπτόν τε καὶ εὐῶδες τοῖς πεπιστευκόσι χαριζομένου. Ἐλαία μὲν οὖν, καὶ φοῖνιξ, καὶ ἄμπελος ἐν τῇ Γραφῇ τοὺς καρποὺς τῆς Ἐκκλησίας σημαίνουσι. Τὰ δὲ νῦν λεχθέντα, τὸ εὐθαλὲς, καὶ διῃρημένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν αὐτῇ προσκοπτόντων, ὅπερ ἐν ἐρήμῳ γενέσθαι παράδοξον. Διό φησι, Χεὶρ Κυρίου ἐποίησε ταῦτα , ὥστε τοὺς ἐπὶ γῆς ἐῤῥιζωμένους, ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ πρὸς ὕψος ἀνατρέχειν οὐράνιον, τῆς βασιλείας τῶν οὐρανῶν τὰς ἑαυτῶν ἀναρτῶντας ἐλπίδας. Οὕτω θαυμαστὴν ὁ Θεὸς ἐν ἔθνεσιν ἐποίει μεταβολήν. Ὑδραγωγοὺς δὲ τοὺς τῆς Ἐκκλησίας διδασκάλους ἐκάλεσεν, οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν, τὸν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν εἰςοικησάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν παραπέμπουσιν, ὡς ἂν ἔχοιεν διὰ μὲν πολιτείας, τὸ εὔοσμον· διὰ δὲ τῆς ἀποχῆς τῶν κοσμικῶν ἡδονῶν, τὸ μὴ φθείρεσθαι·
διὰ δὲ τῆς εὐσταθοῦς καὶ βεβαίας ἐν ἅπασιν ἕξεως, τὸ ἐῤῥιζῶσθαι, καὶ φέρειν τῶν πνευμάτων τὰς προσβολάς. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος. Καὶ δεῖ τοῦτον αἴτιον ἡγεῖσθαι, καὶ μὴ ταῦτα νομίζειν αὐτόματα. Τινὲς δὲ περὶ τῆς πάσης ἔφασαν ῥήσεως, ὡς ὑπομιμνήσκει Θεὸς τὸν κατὰ προκοπὴν Ἰσραὴλ οἵαν ἀεὶ πρὸς αὐτὸν τὴν σχέσιν ἐκτήσατο, τοῦτον ἀνάψας τῷ παντὶ κόσμῳ καθάπερ δᾷδα θεογνωσίας· Ἀβραὰμ μὲν καλέσας ἀπ’ ἄκρου τῆς γῆς, ἐξ Αἰγύπτου δὲ τούτους ἑτέρου ἐξελόμενος ἄκρου καὶ ἐν πᾶσι λογισάμενος. Τοσούτων οὖν γεγονὼς ἐν πείρᾳ θαυμάτων, θάῤῥει· κἂν πολλά σε ἔθνη περικυκλοῖ, μὴ πλανῶ . Ἐγὼ γὰρ ὁ τοὺς σοὺς ἐχθροὺς μετελθὼν, κἂν ἕτεροι φανεῖεν, εἰς οὐδὲν λογισθήσονται. Ἀλλ’ ἴσως δειλιᾶς , τὴν σὴν ὀλιγότητα βλέπων καὶ τῶν κυκλούντων τὸ πλῆθος. Ἀλλὰ τὴν ἐμὴν σκόπει βοήθειαν , δι’ ἧς κατακόψετε τοὺς καθ’ ὑμῶν ἐπαρθέντας, ὡς ὄρεσι καὶ βουνοῖς ἀπεικάζεσθαι. Ὅπερ ἐπὶ τῶν ρπε χιλιάδων τῶν Ἀσσυρίων ἐγένετο, μηδὲ πολεμήσαντος Ἰσραήλ. Τὰ δὲ τοὺς ἐχθροὺς αὐτῶν καταληψόμενα πάθη δηλοῖ τό· Ζητήσουσιν ὕδωρ , καὶ οὐχ εὑρήσουσι .
PG 87:2361Τὰ δὲ περὶ τῶν ποταμῶν καὶ ἐπὶ τῆς ἱστορίας γεγονέναι φασὶν, ὡς καὶ πέτρας ἀκροτόμους ἐκραγῆναι πρὸς ὕδατα· καὶ αὖθις ποταμοὺς ἐκλιπεῖν, ὡς τὸν Ἰορδάνην τοῦ λαοῦ διαβαίνοντος. Ὃ καὶ ἡ θάλασσα παθοῦσα, πρὸς ἀναίρεσιν αὖθις τῶν Αἰγυπτίων ἐχέετο· οἳ καὶ ἐξεβράςσοντο, οὐκ εἰς ἄμφω τῆς θαλάσσης τὰ μέρη, ἀλλ’ ἔνθα ἦν Ἰσραήλ· ὡς ἂν ὁρῶντες θαῤῥήσωσι λέγοντες· Οὗτός μου Θεὸς ὁ πρότερον ἀπιστούμενος. κα κθ. Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός. Ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσώμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα, κ.τ.λ. Εἰπὼν τῆς πρὶν ἐρήμου τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, ἐφ’ ἕτερον μεταβαίνει τάγμα, ὃ τῇ τῶν εἰδώλων ἐγκατέμεινε πλάνῃ, μὴ ἐπιστῆσαν ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα. Οὐδὲν οὖν ὑμῖν ἢ κατάκρισις λείπεται, τῆς τοσαύτης ἀναισθητήσασι χάριτος. Διὸ ἐπιλέγει· Ἤγγισαν αἱ βουλαὶ ὑμῶν . Ἀνθ’ οὖ Σύμμαχος· Ἐγγίσατε , φησὶ, τὰ ἰσχυρὰ ὑμῶν . Ὁ δὲ Θεοδοτίων· Τὰ κραταιώματα . Ὁ δὲ Ἀκύλας· Ὀστεώσεις ·
τοῦτ’ ἔστι, τοὺς θεοὺς ὑμῶν εἰς τὸ μέσον ἀγάγετε. Οὕτως ἑρμήνευσαν..... ΚΕΦΑΛ. ΜΒ. αθ. Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ. Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐ δὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ, κ.τ.λ. ... προεπήγγελται λέγων· Ἀρχὴν Σιὼν δώσω. Καὶ ποία τις αὕτη, σαφῶς ἐπενήνοχεν. Λέγεται γὰρ ἐπὶ τὴν Ἐκκλησίαν εἰς ἀρχὴν δεδόσθαι, καθὸ γέγονεν ἄνθρωπος, τὸ κατὰ πάντων κράτος λαχών. Διὸ καὶ Ἰακὼβ αὐτὸν, ὡς ἐξ αἵματος Ἰσραὴλ τὸ κατὰ σάρκα γεγονότα καλεῖ. Ἀντιλήψομαι δὲ, φησὶν, αὐτοῦ . Συνειργάζετο γὰρ ὁ Πατὴρ αὐτῷ, ὡς διὰ δυνάμεως ἰδίας μεγαλουργῶν. Ἔστι δὲ καὶ ἀπόλεκτος , ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ παράδεκτος , ὡς ἠγαπημένος. Εὐδόκησε γὰρ ὁ Πατὴρ ἐν αὐτῷ λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Χρισθεὶς δὲ, κατὰ τὸ ἀνθρώπινον, μετεσχηκέναι τοῦ ἁγίου Πνεύματος λέγεται, καίτοι τὸ Πνεῦμα διδοὺς , καὶ ἁγιάζων τὴν κτίσιν. Βαπτισθέντι γὰρ τὸ Πνεῦμα , φησὶν, ἐπεφοίτησεν.
PG 87:2363Ἐχρίσθη δὲ κρίσιν ἐξοῖσαι τοῖς ἔθνεσιν, ὅ ἐστι δικαιοκρισίαν. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν, λέγων· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Εἶτα, ἐπειδήπερ ἡσύχως, καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον, ἐν ὑφέσει πολλῇ, μηδὲ τοῖς θραπευομένοις φανεροῦν ἐπιτρέπων αὐτὸν, Οὐκ ἀνήσει , φησὶν, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ . Οὐδαμοῦ γὰρ ἔξω τῆς Ἰουδαίας καὶ Γαλιλαίας διέτριψεν. Ἦλθε δὲ καὶ μέχρι τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, καὶ τῆς Φιλίππου Καισαρείας. Ἀλλ’ οὐκ αὐτῶν ἐπέβη τῶν ἀλλοφύλων πόλεων. Οὕτω δὲ, φησὶν, ἀψοφητὶ διελεύσεται, ὡς μηδὲ λυπῆσαι τὸν ἀσθενέστατον, καὶ διὰ τοῦτο καλάμῳ , καὶ τούτῳ τεθλασμένῳ παρεικαζόμενον. Ἀλλ’ οὐδὲ λίνον κατασβέσει καπνιζόμενον . Τοῦτο γὰρ τὸ τυφόμενον , ὅπερ ἄμαυρον ἐξέδωκαν οἱ λοιποί. Δηλοῦν δὲ τὸ λίνον φασὶ τὸ τυφόμενον , τὸν εἰκῆ φυσιούμενον ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ. Οὐ ταπεινὸν γὰρ ἐλύπησεν, οὐ μετῆλθεν ὑπερήφανον, πρὸς πάντας ὢν πρᾶος, καὶ ταπεινὸς τῇ καρδίᾳ.
Τινὲς δὲ λίνον τυφόμενον , τὸν γήϊνον ἔφασαν ἄνθρωπον, τὸν ἀρετῆς ἢ θεοσεβείας σπινθῆρα βραχὺν διασώζοντα. Τοῦτον γὰρ παρακαλῶν, οὐκ ἐᾷ χωρεῖν εἰς ἀπόγνωσιν, τὰς ἑβδομηκοντάκις ἑπτὰ μετανοίας νομοθετῶν· σὺν παῤῥησίᾳ δὲ πᾶσι τὰ περὶ τῆς τοῦ Θεοῦ διεστέλλετο κρίσεως . Καὶ οὐ πρότερον ἐπαύσατο, ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν αἰνιττόμενος, φησίν· Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται. Θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες. Θανάτῳ γὰρ ἄνθρωποι θραύονται . Μόνος δὲ Χριστὸς θανάτου κρείττων ἐγένετο. Ἐλλάμψας δὲ οὐκ ἐπαύσατο, ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν , τοῦτ’ ἔστι, πρὶν ἐπὶ γῆς διατάξασθαι τὴν περὶ τῆς Ἐκκλησίας διοίκησίν τε καὶ κρίσιν , ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Κρίσιν γὰρ ἔοικεν ἐν τούτοις τὸν νόμον καλεῖν, ὡς εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν. Καὶ πάλιν· Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ τὸ ἐποίησας. Καί φασί τινες, ὡς τὸν νόμον ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων.
PG 87:2364Τὸ δὲ, ἕως , [οὐ] καιροῦ προθεσμίαν δηλοῖ, μεθ’ ἣν θραυσθήσεται , ἀλλ’ ὅτι κρατήσει τοσοῦτον· ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν . Κατὰ τό· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θήσω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Καὶ τό· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕτω καὶ νῦν τῶν αὐτοῦ θεσπισμάτων τὸ ἀῤῥαγὲς δηλοῖ καὶ ἀσάλευτον. Γέγραπται γάρ· «Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ἤλπισέν γε μὴν τὰ ἔθνη ἐπὶ τῷ ὀνόματι αὐτοῦ , Θεὸν εἶναι μαθόντα, εἰ καὶ πέφηνεν ἐν σαρκί. Καὶ κατὰ τὸν Δαβίδ· «Ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ’ αὐτῷ πᾶσαν ἔχομεν τὴν ἐλπίδα. Τὸ Ἑβραϊκὸν δὲ, καὶ οἱ λοιποὶ, ἀντὶ τοῦ ἔθνη, νῆσοι , φασίν. Καὶ ἀντὶ τοῦ, ὀνόματι, νόμῳ. Νήσους δὲ τὰς ἐκκλησίας λέγομεν ὑπὸ τῶν ἀπίστων, ὡς ὑπὸ θαλάττης κεκυκλωμένας. Νόμος δὲ τοῦ προφητευομένου τις παρὰ τὸν Μωσαϊκὸν ἕτερος, πλὴν τῆς καινῆς διαθήκης, περὶ ἧς Ἱερεμίας φησί· «Καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Ἔφη δὲ καὶ ὁ παρὼν προφήτης·
«Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἐπειδὴ δὲ τῇ προκειμένῃ ῥήσει ἀθρόως ἐπέβαλεν εἰπὼν, Ἰακὼβ ὁ παῖς μου , μὴ διορίσας τὸ πρόσωπον· νῦν ἐπήγαγεν, Οὕτως λέγει Κύριος ὁ Θεὸς , ἐξ αὐτοῦ δηλῶν εἰρῆσθαι τὰ τεθεσπισμένα περὶ Χριστοῦ. Τοῦ δὲ λέγοντος ἀοράτου τυγχάνοντος, τὴν οὐσίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἐκ μεγέθους παρίστησι κτισμάτων, κατὰ τὴν Παύλου φωνήν. Τὸν οὐρανὸν δὲ πεπῆχθαί φησιν. Ἐξ ὕδατος γὰρ συνέστη, κατὰ τὴν Μωσέως γραφὴν, οὐκ ἐκ πυρὸς, κατὰ τοὺς ἔξω σοφούς· Τὴν δὲ γῆν ἐστερεῶσθαι , διὰ τὸ μέσην οὖσαν ἀκίνητον εἶναι, ἀντὶ δὲ τοῦ, καὶ τὰ ἐν αὐτῇ· καὶ τὰ πορευόμενα ἐπ’ αὐτῆς ὁ Σύμμαχος εἴρηκεν. Τίνα δὲ ταῦτα λέγει ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς ; Πᾶσι γὰρ ἀνθρώποις διὰ τοῦ πρωτοπλάστου εἰς ψυχὴν ἐνεφύσησε ζῶσαν, τοῦ δὲ πνεύματος οὐ πᾶσι μετέδωκεν, ἀλλὰ τοῖς πατοῦσι τὴν γῆν , κρείττοσιν οὖσι τοῦ γεώδους φρονήματος. Εἴποις δ’ ἂν καὶ πᾶν γένος δηλοῦσθαι ζώων λογικόν τε καὶ ἄλογον. Πολλῶν δὲ ψευδοπροφητῶν γεγονότων ἐν Ἰσραὴλ, συνέβαινε λοιπὸν καὶ τοὺς ἀληθεῖς ἀπιστεῖσθαι προφήτας, ὡς καὶ αὐτὸν ἀπιστηθῆναι καίτοι θαυματουργοῦντα Χριστόν.
PG 87:2366Ἐκβάλλειν γὰρ αὐτὸν ἔφασκον ἐν Βεελζεβοὺλ τὰ δαιμόνια, ἔλεγόν τε· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἔλυε τὸ Σάββατον.» Διόπερ ἔφασκεν αὐτοῖς ὁ Σωτήρ· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν.» Καὶ πάλιν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου.» Ὅθεν αὐτῷ ἡ προφητεία μαρτυροῦντα τὸν Πατέρα ποιεῖ, ὡς κληθεὶς ἦλθεν, ἀλλ’ οὐκ αὐτόμολος, κατὰ τοὺς ἀπὸ καρδίας λαλοῦντας, ἀλλ’ ἐν δικαιοσύνῃ , κατ’ ἀξίαν τὴν κλῆσιν λαβών. Καὶ τῶν δυνάμεων ὄντι Κυρίῳ συνεργεῖν ἐπαγγέλλεται, διὰ τὰ μέτρα τῆς ἀνθρωπότητος, ὃν καὶ Θεὸν δεικνὺς, καὶ φῶς ἐκ φωτὸς, εἰς φῶς αὐτὸν ἐθνῶν ὥσπερ τι δῶρον δεδόσθαι φησὶν, εἰς Διαθήκην Καινὴν τῆς προτέρας τὴν σκιὰν θεοπρεπῶς καταργήσαντα. Καὶ, ἐπείπερ αὐτὸς ἦν ἡ Διαθήκη , μεσίτης ὢν Θεοῦ καὶ ἀνθρώπων, οὐδὲ γραφὴν, οὐδὲ βιβλίον, ὁμοίως ἐξέδωκε Μωσεῖ· ἐν αὐτῷ δὲ καὶ τῶν πάλαι τυφλῶν τὰς ψυχὰς οἱ ὀφθαλμοὶ διανοίγονται πρὸς γνῶσιν Θεοῦ, ἐξ ἀγνοίας τῆς περὶ εἴδωλά τε καὶ δαίμονας, οἷς τὸ θεῖον σέβας ἅπερ ἐμόν. Ὁ δὲ αὐτὸς καὶ τοῖς ἐν ᾅδου, καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐκήρυξε πνεύμασιν, ἐκ δεσμῶν ἀνάγκης πάντας ἀνείς.
Ὁμοῦ δὲ, καὶ τοὺς προῤῥηθέντας τυφλοὺς , ταῖς τῶν ἰδίων ἐσφιγμένους ἁμαρτημάτων σειραῖς, σκότῳ τε κακίας πεπεδημένους , ἠξίωσε διὰ τῆς χάριτος ἁμαρτημάτων ἀφέσεως, τῆς τοῦ διαβόλου τούτους ἐλευθερώσας εἱρκτῆς, οὐκ Ἰουδαίους ἰδικῶς, οὐ τὸν Ἰσραὴλ , οὐ τὸν Ἰακὼβ , πᾶν δὲ γένος ἀνθρώπων. Διόπερ εἶπεν, ἐθνῶν . Εἶτα Κύριος ὁ Θεὸς ὑπάρχειν εἰπών· Τὴν δόξαν μου , φησὶν, ἑτέρῳ οὐ δώσω . Οὐκ εἶπεν, οὐδενὶ, φασὶν, ἀλλ’ ἑτέρῳ , ἐμφαίνων ἐνὶ μόνῳ γεγονέναι συγχώρησιν, περὶ οὗπερ ἔφασκεν· Ἐκάλεσά σε ἐν δικαιοσύνῃ , καὶ τὰ ἑξῆς. Ἡ δὲ δόξα τοῦ λέγοντος ἦν· Ἐγὼ Κύριος ὁ Θεός . Διὰ τούτου γὰρ δοξάζεται τοῦ ὀνόματος. Ἄμεινον δὲ λέγειν, Ἐπειδὴ Κύριος ὁ Θεὸς ἡ Τριὰς, καὶ οὐχ ἕτερος κατ’ οὐσίαν τοῦ Πατέρος ὁ Υἱὸς, μεγάλα δὲ κατορθοῦντα παρέστησεν, δείκνυσιν· ὡς εἴπερ ἦν κτίσμα, οὐκ ἂν τῆς ἀνωτάτω δόξης γέγονε κοινωνός. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον, «Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ, καὶ κύριοι, ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
PG 87:2368ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.« Οὐ γὰρ ἕτερος παρ’ αὐτὸν, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἀφορίζεται. Λέγων δὲ, Οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς · ἢ τὴν ὕμνησιν , κατὰ τὸν Ἀκύλαν· ἢ τὸν ἔπαινον , κατὰ Σύμμαχον, τὰ ἔθνη παιδεύει μηδὲν τῶν πάλαι σεβασμάτων ἡγεῖσθαι Θεὸν, μηδὲ προσφέρειν αἴνεσιν ἀσεβῆ. Μόνος γὰρ ἔχει τὰς τοῦ Πατέρος ἀρετὰς , ὁμολογουμένως μὲν κατὰ τὴν θεότητα, ἤδη δὲ καὶ κατὰ τὴν οἰκονομίαν. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς. Τούτοις ἐπιλέγει· Τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν . Ἀντὶ δὲ τοῦ, Πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν , ὁ Σύμμαχος εἶπεν· Πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν . Ὥσπερ γὰρ τὰ πρῶτα, φησὶν, ἐπληρώθη δι’ ἔργων (καθὰ γὰρ Ἀβραὰμ ἐπηγγειλάμην περὶ τοῦ σπέρματος αὐτοῦ, πεποίηκα· ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν προφητῶν προλεχθέντα), οὕτω καὶ νῦν εὐαγγελίζομαι τοῖς πᾶσι καινά . Καὶ πρὶν ἀναγγεῖλαι , καὶ πρὸς τὸ φανερὸν ἐλθεῖν, ἀκουστὰ ὑμῖν διὰ τῆς παρούσης προφητείας ἐποίησα, ἅπερ ἑξῆς ἐπενήνοχεν.
Τὸν δὲ περὶ τοῦ Σωτῆρος ἀπιστεῖσθαι, φασί τινες, λόγον οὐ συγχωρεῖ. Ποῖα δὲ, φασὶ, τὰ καινά ; Ἅπερ ἐπήγγελται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, καὶ ὅσα πρὸς ἀξίαν τοῖς ἁγίοις ἀπόκειται. ικε. Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ, ἀπ’ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, πλέοντες αὐτὴν, καὶ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ, κ.τ.λ. Ἐπήνεγκε διὰ τούτων, ἅπερ ἔφη καινὰ, κελεύων πᾶσιν ἀνθρώποις ὕμνον ᾄδειν , ἢ κατὰ τοὺς λοιποὺς, ᾆσμα· ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ καὶ καθολικὴ ἐξουσία καθ’ ὅλης ἐδοξάσθη τῆς γῆς. Πεπλήρωται γὰρ τῶν ἀπὸ τῆς Χριστοῦ προσηγορίας λεγομένων Χριστιανῶν. Ἐν καθαρᾷ δὲ θεωρίᾳ τῶν μελλόντων ὁ προφήτης ἑστιαθεὶς τὴν ψυχὴν, συνεορτάζειν αὑτῷ καὶ τοὺς ἄλλους παρακαλεῖ, τῶν ἀγαθῶν ὑμνοῦντας τὸ αἴτιον. Παρηκολούθουν γὰρ οἱ προφῆται τοῖς ἐξ ἑαυτῶν λεγομένοις, ὡς ποτὲ μὲν παραιτεῖσθαι, ποτὲ δὲ χαίρειν ἐπὶ τοῖς παρὰ Θεοῦ λεγομένοις.
PG 87:2369Ὃ καὶ νῦν πάσχει τοῦ Σωτῆρος τὴν παρουσίαν ὁρῶν, διδάσκων ἅμα ὡς ὁ φανησόμενος Κύριος οὐ τότε πρῶτον ἄρξει , κρατῶν δὲ πάντων, ὡς Θεὸς, καὶ τοῖς ἐπὶ γῆς ὑπάρχων τοιοῦτος φανερωθήσεται, προκαταρχόντων αὐτοῦ τῆς γνώσεως τῶν ἐργαζομένων ἀποστόλων τὴν θάλατταν , ἣν ἔπλεον ἁλιεύοντες. Καινὸς δὲ ὕμνος τῇ τῶν πραγμάτων πρέπει καινότητι . Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα παρῆλθεν· γέγονε δὲ πάντα καινά . Πνευματικῆς γὰρ δουλείας, οὐ σαρκικῆς, κατὰ τὸν Ἰσραὴλ, λελυτρώμεθα· καὶ ἀντὶ πλινθείας, τῶν ἐκ φιλοσαρκίας ἔξω γεγόναμεν μολυσμῶν, φυγόντες οὐκ ἐργοδιωκτὰς Αἰγυπτίους, οὐδὲ τύραννον ἄνθρωπον, τοὺς δὲ συνωθοῦντας εἰς ἁμαρτίαν ἡμᾶς δαίμονας, καὶ τὸν τούτοις ἐφεστηκότα διάβολον, ὡς διαβῆναι τὴν ἐκ τοῦ βίου τύρβην, ὡς θάλατταν , καὶ φαγεῖν ἀντὶ μάννα, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα· καὶ τοῖς ἐκ Χριστοῦ τῆς πέτρας ἐνετρύφησαν μὲν νάμασι, τυχόντες τε τοῦ θείου βαπτίσματος τὸν Ἰορδάνην διέβημεν, εἰς γῆν εἰσελθόντες τὴν τοῖς ἁγίοις ἐπηγγελμένην, ἣν οἱ μακαριζόμενοι κληρονομοῦσι πραεῖς·
ἐφ’ οἷς ἔδει γενέσθαι τὸν ὕμνον Θεῷ παρὰ τῆς ἀρχῆς αὐτοῦ , τῶν ὑπ’ αὐτοῦ, καθά φασί τινες, ἀρχομένων οὐ κατὰ τὴν Ἰουδαίαν, κατὰ δὲ πᾶσαν τὴν γῆν . Οὐ γὰρ ὡς πάλαι ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Κύριος, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ. Πλήρης δὲ νῦν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ Δαβὶδ δέ φησι· Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Τίνες δὲ οἱ τοὺς ᾄδοντας τὸν καινὸν ὕμνον ἱστάντες, καὶ πρὸς χορὸν συγκαλοῦντες πνευματικόν; Οἱ τὴν θάλατταν πλέοντες διὰ τὴν τέχνην ἀπόστολοι. Καὶ ὅτι τὴν καθ’ ἡμᾶς περιπλέοντες θάλατταν , ποτὲ μὲν ἐν νήσοις ἐκήρυττον, ποτὲ δὲ τῆς Ἰταλίας καὶ Ἱσπανίας ἐπέκεινα. Ἔπλεον δὲ καὶ τοῦ βίου τὴν θάλατταν, ἐν νήσοις ταῖς τῶν ἐθνῶν Ἐκκλησίαις κηρύττοντες τοῦ βίου τὰς προσβολὰς, ὡς κύματα φερούσαις καὶ πνεύματα, περὶ ἧς φησιν ὁ Δαβίδ· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» καὶ τὰ τούτοις ἑπόμενα. Ἐπεὶ καὶ τοῦ βίου τὰ πράγματα τὸ ἀστάθμητον ἔχοντα, ἄνω κάτω συγχύσει κινεῖται πολλῇ, ἣν διαπλέουσιν οἱ μὴ πρὸς αὐτῆς βαπτιζόμενοι, τῶν δὲ ταύτης κυμάτων ὑπερανέχοντες, δηλαδὴ τῶν κοσμικῶν πρός γε τοῖς ἄλλοις περισπασμῶν.
PG 87:2371Εἴποις δ’ ἂν νήσους , καὶ τὰς πρὸ τῆς Χριστοῦ παρουσίας πάθεσιν ἀλμυροῖς κατακλυζομένα ψυχάς. Ἐφ’ οἷς φησιν· Εὐφράνθητι, ἕρημος, καὶ αἱ κῶμαι αὐτῆς , ἢ κατὰ τοὺς λοιποὺς, αἱ πόλεις . Πολλαὶ γὰρ πόλεις ἐν Ἐκκλησίᾳ Θεοῦ, κατὰ τὰς διαφόρους πολιτείας, ἐπινοοῦνται. Διὸ κἀν τῇ τῆς Αἰγύπτου ὁράσει, πέντε πόλεις ἔλεγεν ἐν Αἰγύπτῳ γενήσεσθαι λαλούσας γλώττῃ τῇ Χανανίτιδι. Τινὲς δὲ πόλεις ἐρήμου φασὶ τὰς ἐπιφερομένας, τήν τε Κηδὰρ καὶ τὴν Πέτραν . Ὧν ἡ μὲν Κηδὰρ Σαρακηνῶν πόλις ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ τῆς ἐσχάτης ἐρήμου . Πέτρα δὲ δεισιδαιμονεστάτη πόλις τῆς Παλαιστίνης· δι’ ὧν γνωρίμων οὐσῶν Ἰουδαίοις, δηλοῖ καὶ εἰς τοὺς τὰ ἔσχατα κατοικοῦντας τῆς γῆς φθάσειν τὴν εὐφροσύνην τὴν λογικὴν καὶ εἰς τοὺς ἐσχάτην εἰδωλολατρείαν νοσήσαντας. Διὰ μερικῶν γάρ τινων ἡ Γραφὴ καὶ τοῖς ἀκροαταῖς γνωρίμων τῆς πάσης γῆς τὴν θεογνωσίαν παρίστησιν. Ἔστι δὲ νῦν ἰδεῖν ὡς καὶ παρὰ τοῖς εἰρημένοις Χριστοῦ τυγχάνουσιν Ἐκκλησίαι κατὰ τὴν πρόῤῥησιν. Εἴποις δ’ ἂν καὶ τὰς ψυχὰς τὰς ἐστερημένας πάλαι θεογνωσίας ἔρημον λέγεσθαι, ὧν τὴν ἄγνοιαν παρίστησιν ἡ Κηδὰρ σκοτασμὸς ἑρμηνευομένη.
Ἃς ὡς φωτισθησομένας εὐαγγελίζεται, ὁμοῦ καὶ διδάσκων, ὡς αἱ πρὸς τὴν παρουσίαν ἀπομαχόμεναι τοῦ Σωτῆρος ψυχαὶ, τὸ πρὸς αὐτὸν σέβας ὁμολογήσουσιν. Χωρίον γὰρ ἡ Κηδὰρ τοῦ γένους Ἡσαῦ τοῦ διατελέσαντος ἐν πολέμῳ πρὸς Ἱερουσαλὴμ, καὶ τὸν νόμον τὸν ἐν αὐτῇ. Καὶ ἄλλως δὲ, οἱ κατοικοῦντες Πέτραν εὐφρανθήσονται . Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Περὶ πάντων δὲ τῶν εἰρημένων φησὶν, ὡς ἐν ὄρεσι στάντες τῶν τοῦ Θεοῦ, δηλονότι λογίων, ἐν ὕψει προσοίσουσιν ὕμνον αὐτῷ, κατὰ τό· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» Καὶ τὰς ἀρετὰς δὲ αὐτοῦ ἐν ταῖς δεδηλωμέναις νήσοις ἀγγελεῖν φησιν· ὅπερ ἐποίουν οἱ μαθηταὶ, ποτὲ μὲν αὐτοῦ τὴν ὑπερκόσμιον δηλοῦντες θεότητα, ποτὲ δὲ τὰς θεοσεβίας ἀγγέλλοντες. Καὶ ἐπειδὴ παῤῥησίᾳ πολλῇ περὶ τούτου χρωμένοις ἤμελλον ἐπαναστῆναι πολλοὶ, καὶ οἱ διὰ τούτων ἐνεργήσαντες δαίμονες, ὡς δὴ σαλευομένης αὐτοῖς τῆς ἀρχῆς, ἀναλώτους αὐτοὺς προαγορεύει γενήσεσθαι, προπολεμοῦντος αὐτῶν τοῦ Θεοῦ. Ἐξελεύσεται δὲ, φησὶν, ὡς ἐπὶ βασιλέως ἐξιόντος εἰς πόλεμον. Ἐπεγερεῖ δὲ ζῆλον , ἢ τὸν παρ’ ἑαυτοῦ κατ’ ἐχθρῶν τοιοῦτον·
PG 87:2373γὰρ παρὰ Ζαχαρίᾳ τὸ, «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν,» ἢ τοὺς ὑπὲρ αὐτοῦ ζηλώσοντας, ὁποῖος ἦν ὁ λέγων Ἀπόστολος· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Καὶ πάλιν· «Ἐμοὶ γὰρ καὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Ζηλωταὶ δὲ καὶ οἱ θεῖοι γεγόνασι μάρτυρες. Ὁ δὲ ζῆλος οὐ πάθος Θεοῦ, ἐπὶ δὲ τοὺς ἡμαρτηκότας ἐκδίκησις. Ὡς ἐπὶ πολεμικοῦ δὲ ἀλαλαγμοῦ, καὶ τὸ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς ἐπενήνοχεν· ὃ δὴ ποιοῦσιν ἢ συμβάλλοντες, ἢ κατορχούμενοι τῶν ἡττημένων. Εἶτα τὴν πολλὴν ἐπὶ τοῖς ἔθνεσιν εἰδωλολατροῦσι μακροθυμίαν δηλῶν ἐπενήνοχεν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι ; Ἤθελε μὲν γὰρ καὶ πάλαι ῥύσασθαι τούτους τοῦ Σατανᾶ. Τὸν δὲ προσήκοντα καιρὸν περιέμενε, μέχρι διὰ Χριστοῦ τῶν ἡμᾶς νενικηκότων κατεστρατεύσατο. Τοῦτο δὲ τὸ ἐσιώπησα , καὶ ἐπὶ τοῦ λεγεῶνος ἁρμόσει τοῦ παρὰ τοὺς τάφους ἀποκτεῖναι τὸν ἄνθρωπον ἐθελήσαντος· καὶ ἐπὶ τῆς καθόλου κρίσεως, ἡνίκαπερ ἀποδίδωσι τὰ πρὸς ἀξίαν ἑκάστῳ.
Τὴν περὶ ἡμᾶς δὲ φειδὼ παρίστησι τοῦ Θεοῦ, τὸ τὴν ἡμετέραν οἱονεὶ σωτηρίαν ὠδίνειν τὰς τῶν ὑποκειμένων οἰκειούμενον φύσεις, ὡς τὰ ἔκγονα ὠδίνουσα, καὶ ταῦτα μηδενὸς ποιοῦντος χρηστότητα κατὰ τὸν Δαβίδ· Οὐ κατοιήσω τοίνυν δι’ ἀγάπην μακροθυμῶν, ὡς ἐκείνη πάσχουσα τέκνων ἐλπίδι, ἠρεμεῖν μὲν παραγγέλλων τοῖς πάθεσιν, πηγαζούσας δὲ ξηραίνων τὰς ἡδονὰς, τοιαύτην αὐτοῖς προσάγων διὰ μετανοίας ἀπὸ τῶν ἀτόπων τὴν ἔκστασιν. Πῶς γὰρ ἄν τις μετανοήσειε μὴ καταγνοὺς ἑαυτοῦ, καὶ τῶν προτέρων παυσάμενος; κατὰ τό· «Ὅτ’ ἂν ἀποστραφεὶς στενάξεις, τότε σωθήσῃ.» Τοῦτο δὲ πᾶσιν, ὅσον ἐφ’ ἑαυτῷ, Χριστὸς ἐπιδημήσας εἰργάσατο· εἰ καὶ τυφλοί τινες, τοῦ φωτὸς παρόντος, διαμένειν ἐσπούδασαν πρὸς τοὺς θείους ἐθελοκωφήσαντες λόγους, καὶ τοῖς εἰδώλοις ἐνέμειναν, κατὰ τό· «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.» Τὸ δὲ, ἐκστήσω , τινὲς ἢ, ἐπὶ τοῦ τῆς ὑπ’ αὐτῶν κρατουμένης γῆς ἔξω ποιήσω, φασὶ, καὶ τῆς περιωρισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατὰ τό· «Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,» ἤγουν ἐπὶ τοῦ θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθωμένα.
PG 87:2374Ἐφ’ οἷς καὶ Ἀμβακοὺμ καταπληττόμενος, ἔλεγε· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Τὸ δὲ ξηρὰν σφηνίζει λέγων· Θήσω γὰρ ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ , οὕτω καλῶν τοὺς παρ’ Ἕλλησι σοφοὺς, καὶ ὅσα δὴ περὶ θεῶν ἀνεπλάσαντο. Δι’ ὧν τοὺς πειθομένους ἐπότιζον ἀνατροπῇ θολερᾷ, κατὰ τὴν Γραφὴν, οὓς καὶ ἔλη καλεῖ, τὸ εὐανθὲς ὁμοῦ καὶ τὸ ἄκαρπον ἔχοντας, οὓς φανεὶς ὁ Χριστὸς ὥσπερ ξηράνας , ἀπράκτους ἀπέδειξεν, καθὰ καὶ Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» ἐξ ὧν καὶ χρηματίζουσαι νῆσοι γεγόνασιν Ἐκκλησίαι τοὺς ἐν Χριστῷ ναυτιλλομένους δεχόμεναι, καταιγίδα φυγόντες χειμέριον, ἐξ ἧς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις χειμάζονται ταῖς τοῦ βίου περιστάσεσι τῇδε κακεῖσε φερόμενοι. Ξηρανθέντων δὲ τῶν εἰρημένων, οἱ πρὶν τυφλοὶ διεσώθησαν, πρὸς ὁδοὺς ἀχθέντες τὰς εὐαγγελικὰς, ἃς οὐκ ᾔδεσαν πρότερον · οἷς προσεφώνει καὶ Παῦλος·
«Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Οἷς, καθὰ καὶ Ἰωάννης ὁ Βαπτιστὴς ἔφη, «Ἔσται τὰ σκολιὰ εἰς εὐθείας, καὶ ἡ τραχεία εἰς ὁδοὺς λείας.» Προέφη γάρ· «Ὅτι πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται.» Καὶ ἀλλαχοῦ δέ φησιν Ἡσαί̈ας· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο,» τὴν εὐαγγελικὴν δηλῶν, λείαν τοῖς αὐτὴν πατοῦσιν ὑπάρχουσαν, συμφώνως τῷ· «Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν.» Οἷς ἐπαγγέλλεται συνεῖναι διαπαντὸς, κατὰ τό· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἀπὸ δὲ τοῦ, Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω , οἱ ἐξηγηταὶ πάντες πρὸς Ἰουδαίους εἰρῆσθαί φασι, τινῶν καὶ ἄνωθεν πρὸς αὐτοὺς εἰρῆσθαι λεγόντων ἀπὸ τοῦ, Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται . Οἵ φασιν, ὡς ταῦτα τῇ ἐρήμῳ, καὶ ταῖς νήσοις, καὶ τῇ Κηδὰρ (ἅπερ ἦν ἀλλότρια τοῦ Ἰουδαίων λαοῦ τῆς προφητείας) ὁ λόγος ἐπαγγειλάμενος τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ, διὰ τῶν ἐπαγομένων ἐδήλωσε λέγων· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον . Κατὰ δὲ Σύμμαχον· Κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής .
PG 87:2376Ὡς πρὸς ἐχθροὺς δὲ τοὺς Ἑβραίους ὑπογράφει τὸν πόλεμον , καὶ τὸν ζῆλον λέγει τὸν πρὸς αὐτοὺς, περὶ οὗ Μωσῆς ἔλεγε· Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει. Τοῦτον ἐπεγερεῖ τὸν ζῆλον ; φησὶν, οἰκειούμενος μὲν τὴν ἔρημον , καὶ τὴν Κήδαρ , καὶ τὰς νήσους , ἀποβάλλων δὲ τὸν Ἰουδαίων λαόν. Λογισμῷ δὲ τοῦτο πράξει, τὴν ἀνθ’ ὧν ἐποίησε προσάγων ἀπολογίαν, ὁποῖόν ἐστι· Καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος . Τίς δὲ ἡ ἀπολογία; Ἐσιώπησα. Μὴ καὶ ἀεὶ σιωπήσομαι ; Ἐμακροθύμησα γὰρ, ἱκανῶς φέρων αὐτοὺς ἁμαρτάνοντας. Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους, ἐσιώπησα συκοφαντούμενος, ὅτε καὶ ἐκαρτέρησα, ὡς ἡ τίκτουσα . Νυνὶ δὲ καιρὸς ἀνταποδώσεως. Διὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα . Κατὰ δὲ τὴν Ἑβραί̈δα καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπενήνοχεν· Ἐρημώσω ὄρη, καὶ βουνοὺς, καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ. Ὄρη μὲν καὶ βουνοὺς , τοῦ λαοῦ τοὺς ἄρχοντας αἰνιττόμενος, χόρτον δὲ τὰς ἁμαρτίας αὐτῶν, Παύλου λέγοντος· «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Καὶ ἄνω δὲ ἔλεγεν·
«Ὡς χόρτος ὁ λαὸς ἐξηράνθη·» καὶ τὰς παρ’ αὐτοῖς δὲ νομικὰς διδασκαλίας ποταμοὺς εἰπὼν, Θήσω , φησὶν, εἰς νῆσον . Καὶ τὰ παρ’ αὐτοῖς δὲ λιμνάζοντα λογικῶν ὑδάτων χωρία, ὡς ἕλεσι παραβάλλεσθαι, ξηρανῶ . Ἀπειλήσας ταῦτα, μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν δοθεῖσαν τοῖς ἔθνεσι λέγων· Ἄξω τυφλοὺς ἐν ὁδῷ . Καὶ πρόσθε γὰρ ἔφη περὶ Χριστοῦ· «Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν.» Τὸ δὲ ὁδῷ , παρὰ πᾶσιν ἑνικῶς ἐξενήνεκται, ἣν ἐδήλωσεν ὁ Σωτὴρ εἰπών· «Ἐγώ εἰμι ἡ ὁδὸς,» ἣν ἠγνοοῦμεν τὸ πρότερον. Καὶ τρίβους , τὰς προφητικὰς δηλονότι Γραφὰς, καὶ τοῦ βίου τοὺς ὑπὸ τῆς θείας ὑποβαλλομένους διδασκαλίας. Καὶ τὴν ἄγνοιαν τοῦ Θεοῦ μεταβαλεῖν ἡμῖν εἰς φῶς , καὶ τὰ πάλαι σκολιά τε καὶ ἀσαφῆ τοῦ Θεοῦ λόγια γενήσεσθαί φησιν ὁμαλά . ἐφ’ οἷς ἐπήνεγκε, Ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς . Ἀκριβῶς δὲ εἶπεν, οὐ, λαλήσω, ἀλλὰ, ποιήσω . Πάλαι μὲν γὰρ διὰ προφητῶν ἐλελάλητο· νῦν δὲ δι’ ἔργων ἐπιτελεῖν ἐπαγγέλλεται. Ἐντεῦθεν ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μένοντας πλησίον Θεοῦ, ἀποστραφέντας δὲ εἰς τὰ ὀπίσω , τοὺς Ἰουδαίους φημί.
PG 87:2378Δείκνυσι δὲ ὥσπερ αὐτοῖς τῶν ἐθνῶν τὴν ἐπιστροφὴν, καὶ οἵαν ἔσχον μεταβολὴν εἰς φῶς ἐκ σκότους χωρήσαντες, ὀνειδιστικῶς πρὸς τοὺς εἰδωλολάτρας λέγων· Αἰσχύνθητε αἰσχύνην , καὶ τὰ ἑξῆς. Ὅπερ ἀκριβῶς ἑρμήνευσε Σύμμαχος εἰπών· Αἰσχυνθήσονται αἰσχύνην οἱ πεποιθότες τοῖς γλυπτοῖς . Ὁ δὲ Ἀκύλας, αἰσχυνθήτωσαν . Ὁ δὲ Θεοδοτίων, καταισχυνθήτωσαν . Καὶ γὰρ ἀληθῶς τῶν πρὶν εἰδωλολατρούντων ἐθνῶν μεταβάντων εἰς θεοσέβειαν, τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη · καὶ νῦν αἰσχυνθέντες ἐπαύσαντο τοὺς πάλαι τυφλοὺς φωτισθέντας ἰδόντες. Ἐμφατικῶς δὲ λίαν ἔφη περὶ αὐτῶν· Αὐτοὶ δὲ ἀπεστράφησαν οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ τὸν τῶν ὅλων ἐγνωκότες Θεόν· ἤκουον γὰρ, «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.» Καὶ, «Οὐκ ἔσονταί σοι θεοὶ πλὴν ἐμοῦ.» Ταῦτα εἰπὼν, ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοὶ, ἀκούσατε . Ὡς ἂν δὲ μὴ νομισθῇ περὶ τῶν ἐθνῶν ὁ λόγος εἰρῆσθαι (πάλαι γὰρ ἐκείνοις ταῦτα προσῆν), διορίζεται, Καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου ; Ἀνθ’ οὗ Σύμμαχός φησι· Καὶ τίς τυφλὸς, εἰ μὴ ὁ δοῦλός μου; καὶ κωφὸς ὡς ὁ ἄγγελός μου; τίς τυφλὸς, ὡς ὁ τέλειος; καὶ κωφὸς ὡς ὁ δοῦλός μου;
Δοῦλον τὸν ἐκ περιτομῆς καλεῖ λαὸν, ἄγγελόν τε καὶ τέλειον κατακρίνων, ὅτι τοιούτους ὑπάρχειν ἠβούλετο. Ὅτι δὲ ἑαυτοὺς ἐτύφλωσάν τε καὶ κωφοὺς ἀπειργάσαντο, παρίστησι λέγων· Ἴδετε πολλάκις καὶ οὐκ ἐφυλάξασθε. Ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε . Προέφη δὲ καὶ τὸ, «Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε,» καὶ τὰ ἑξῆς. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Εἶδες πολλὰ, καὶ οὐ φυλάξεις. Ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. Κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι νόμον, καὶ θαυμάσαι · σαφῶς δηλῶν ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος Ἀλλ’ αὐτοὶ, φησὶν, ἔνδον ἔχουσι τὴν παγῖδα ἐν τοῖς λογισμοῖς, οὓς ἔκρυπτον κατὰ τοῦ Χριστοῦ βουλευόμενοι. Ἤγουν οὐκ ἐλογίσαντο πῶς ἐξήγαγον αὐτοὺς ἐξ οἴκου δουλείας, καὶ νόμῳ πεπαιδαγώγηκα. Ἢ γὰρ ἂν ἐμεγάλυνον αἴνεσιν , προσάγοντές μοι τὰ χαριστήρια. Νῦν δὲ πρὸς εἰδωλολατρείαν καὶ πᾶσαν ἀδικίαν ἀπέστησαν. Διόπερ ἔλεγεν· «Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας.» Ὅθεν αὐτοὺς εἰς ἀνάμνησιν φέρει τῶν τοῖς πατράσι συμβεβηκότων. Ἐγὼ μὲν γὰρ εἶδον τὰς ἀσεβείας αὐτῶν. Αὐτοὶ δὲ διηρπασμένοι γεγόνασι εἴς τε προνομὴν τοῖς ἐχθροῖς.
PG 87:2380Ἡ γὰρ παγὶς , φησὶν, ἐν τοῖς ταμιείοις πανταχοῦ· καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτοὺς , δηλονότι τοὺς χωνευτούς. Οἱ γὰρ ἡγούμενοι τοῦ λαοῦ φανερῶς μὲν ζῇν κατὰ τὸν νόμον ἐπλάττοντο, ἐν νῷ δὲ τὴν ἀσέβειαν ἔγκρυπτον. Καὶ ἐν οἴκοις ἔχοντες ἀγάλματα λάθρα τὸ σέβας προσέφερον. Διὸ πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός· «Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ καὶ εἶδον. Καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳ. Καὶ εἶπεν πρός με· Ἑώρακας, Υἱὲ ἀνθρώπου. Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;» διό φησιν, Αὐτοὺς εἰς αἰχμαλωσίαν παρέδωκα . Θεοῦ δὲ προδόντος, τίς ἂν προέστη τὰ διηρπασμένα πραττόμενος, μηδενὸς τοῦτο πράττειν δυναμένου τῶν νομισθέντων θεῶν ; οἰκονομικῶς δὲ μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν αἰτίαν ἔφη τῆς ἀποβολῆς Ἰσραὴλ, ἢν δηλῶν ἔλεγε Μωσῆς· «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει.» Καὶ Δαβὶδ δέ φησι· «Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν,» καὶ τὰ ἑξῆς.
Διὸ φευκτέον τὰς κατὰ νοῦν παγίδας , ἵνα μὴ δαίμοσι γενώμεθα προνομὴ , διὰ τῶν ἐν ἡμῖν κινουμένων παθῶν, κατὰ τό· «Ἐὰν πνεῦμα ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς.» Εἶτα, ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει, ἀπορῶν ἀκροατῶν ἐν αὐτοῖς λέγει· Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα ; Εἰ γὰρ καὶ μήπω πάρεστι τῶν πραγμάτων ἡ ἔκβασις, ἀλλ’ ἐν τοῖς ἐπιοῦσιν ἐπιτελεσθήσεται χρόνοις· τίς οὖν ζητήσει τὸ αἴτιον τῆς διαρπαγῆς τοῦ λαοῦ, ὥστε εἰπεῖν τὸ, Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακώβ ; οὐδεὶς δὲ τοῦτο πέπραχεν, ἢ αὐτὸς ᾧ ἡμάρτοσαν, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι . Καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς, οὐχ ὑπήκουον · οὐδὲ τοῦ τῆς Καινῆς Διαθήκης ἀκούειν ἤθελον νόμου . Διὸ κατίσχυσεν ἐπ’ αὐτοὺς πόλεμος . Πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι , αὖθις ἀνελάμβανον ἑαυτοὺς, ὡς καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὸ ἐν αὐτῇ συνεστάναι βασίλειον. Νῦν δὲ, ὅτε ἔξωθε, καὶ ὁ τῶν ψυχῶν ἐπ’ αὐτοὺς κατίσχυκε πόλεμος , καὶ τῶν κακῶν τούτων οὐκ ἐλογίσαντο τὴν αἰτίαν. Τινὲς δὲ καὶ ταῦτα πάλιν ἐπὶ τῆς ἐπ’ Ἀσσυρίων ἁλώσεως ἔλαβον, οἳ καὶ τὸ μὲν ἀκούειν , τὸ ψιλῶς ἀκροᾶσθαί φασι.
PG 87:2381Τὸ δὲ ἐνωτίσασθαι , τὸ τῇ διανοίᾳ παραπέμψασθαι λόγον ἐμφρόνως ἀκούοντας, ὁποίους νῦν ἀκροατὰς ὁ προφήτης ζητεῖ, κατὰ Παῦλον εἰδότας ὅτι τυπικῶς ἐκείνοις συνέβαινεν, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, ὅπως ἂν τὸ τοῖς ἴσοις ἁλῶναι φυλάξωνται. Ἐν ἐμφάσει δέ φησιν, ὅτι παρέδωκεν Ἰακὼβ , ὃν ἐξ Αἰγύπτου διέσωσεν ὑπὲρ οὗ τοσαῦτα κατ’ ἐχθρῶν ἐγένετο θαύματα. Τὸν οὖν εἰωθότα νικᾷν τίς ὑποπεσεῖν ἐποίησε τοῖς ἐχθροῖς, καὶ διὰ ποίαν αἰτίαν; ἡ δὲ τοῦ τίς ἐρώτησις, ὁμολογίαν ἔχει σαφῆ, ὡς Θεὸς ὁ δράσας, ἀνθ’ ὧν αὐτὸν ἐγκατέλιπον. Πλὴν δέον αὐτοὺς μὴ ἁμαρτεῖν, οὐδὲ παθόντες ἐνουθετήθησαν. Δι’ οὓς Ἱερεμίας φησί· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Διὸ καὶ λέγοντος αὐτοῦ τοῖς ὑπολειφθεῖσιν ἐκ τῆς ἁλώσεως μὴ κατελθεῖν εἰς τὴν Αἴγυπτον, αἱ τούτων γυναῖκες ἀναισθήτως ἔχουσαι τῆς ὀργῆς, ἐβόων· Οὐκ ἀπέστειλέ σε Κύριος. Προσέφασκον δὲ, Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, κατείληφεν ἡμᾶς τὰ κακά. Οὕτως ἀναισθήτως εἶχον, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ καταφλεγόντων αὐτούς . Ὡς καὶ ἀλλαχοῦ φησιν ὁ παρὼν προφήτης·
«Αἱ πόλεις ὑμῶν πυρίκαυστοι.» Ἃ δή φησι νῦν αὐτοὺς πεπονθέναι, οὐκ ἀσθενήσαντος σώζειν αὐτοὺς τοῦ Θεοῦ. Δηλοῖ δὲ τὰ φθάσαντα θαύματα. Ἀλλ’ οὐδὲ δικαιοπραγοῦντες πεπόνθασιν, ἀλλ’ ὅτι τὸν αὐτοῖς δοθέντα νόμον παρέβησαν. Ὃ μὴ νοοῦντες, ἐμείνατε, φησὶ, τοῖς δεινοῖς συνεχόμενοι. ΚΕΦΑΛ. ΜΓ. αιγ. Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, Ἰακὼβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι’ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε. Καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, κ.τ.λ. Ἀνοίκεια ταῦτα τῶν περὶ τοῦ ἐκ περιτομῆς ἀρτίως εἰρημένων λαοῦ, οὓς ἀπεκάλει τυφλοὺς, καὶ κωφοὺς, καὶ διηρπασμένους. Οὐκοῦν νῦν ὁ λόγος περὶ τοῦ κρείττονος τάγματος τῶν ἐκ περιτομῆς πιστευσάντων. Εἰ γὰρ κἀκεῖνοι, φησὶ, τοιοῦτοι γεγονότες, τοιαῦτα πεπόνθασιν, ἀλλ’ ὑμεῖς οἱ τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην ἐπιγνόντες, ἀκούσατε, ποίημά τε καὶ πλάσμα τὸ ἐν ὑμῖν τετηρηκότες ἀλώβητον, ὡς οἰκείως ἀκούειν Ἰακώβ τε καὶ Ἰσραήλ .
PG 87:2383Ἐγὼ γὰρ ὁ ποιήσας μέν σε κατὰ ψυχὴν τὴν κατ’ εἰκόνα πεποιημένην, πλάσας δέ σου καὶ τὸ ἐκ γῆς σῶμα ληφθὲν, ὃς καὶ αἷμα παρασχὼν ὑπὲρ σοῦ τὸ ἐμὸν, ἐλυτρωσάμην σε κτῆμα ἴδιον ποιησάμενος. Ὧν ἠξιωμένος βάδιζε ἣν ἐκελεύθης ὁδὸν εὐαγγελιζόμενος. Κἂν ἀνθιστῶσί τινες, θάῤῥει μὴ δεδιώς . «Ἰδοὺ γὰρ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἔως τῆς συντελείας τοῦ αἰῶνος.» Μιμούμενος τοίνυν ἐμὲ, τὸν ἄλλαγμά σου τὸ αἷμα τὸ ἐμὸν ποιησάμενον, ἄλλαγμα γένου καὶ αὐτὸς τῶν διὰ σοῦ καλουμένων ἀσεβεστάτων τε καὶ μέχρι τῶν ἐσχάτων οἰκούντων τῆς γῆς. Ὧν τῶν μὲν Αἰγύπτιοι , τῶν δὲ Αἰθίοπές τε καὶ οἱ τὴν Συήνην οἰκοῦντες παράδειγμα. Σαβὰ δὲ ἀντὶ Συήνης ἐξέδωκαν οἱ λοιποί· οὕτω γὰρ ἐδοξάσθης δι’ ἀγάπην ἐμὴν ὡς διὰ σοῦ πάντας κληθῆναι. Σαβὰ δὲ ἔθνος Αἰθιόπων οὗ ἡ βασίλισσα πρὸς Σολομῶνα παρεγένετο. Τούτους οὖν ὑπὲρ σοῦ, ἢ ἀντὶ σοῦ, πάντας ἐκτησάμην. Ἀπολέσω δὲ τοὺς πολεμήσοντάς σε διὰ τὸ κήρυγμα, λαούς τε καὶ ἄρχοντας. Θάῤῥει τοιγαροῦν.
Καὶ τὰ σὰ γὰρ τέκνα, ἃ κατὰ Θεὸν σπείρας, καθ’ ὅλης τῆς οἰκουμένης ἐγέννησας, εἰς πόλιν μου συνάξω τὴν ἐπουράνιον, μετεώρους δι’ ἀέρος ἀναλαβὼν , ὡς πτηνοῖς ὑποκουφιζομένους ἀνέμοις, ταῖς ἀγγελικαῖς δηλονότι δυνάμεσι. Τοὺς δι’ ὑμῶν γὰρ τεχθέντας ἐμοὺς εἶναι παῖδας ὁρίζομαι, τῆς ἐν Ἐκκλησίᾳ τυχόντας ἀναγεννήσεως, οἳ καὶ τῷ ἐμῷ κληθήσονται πάντες ὀνόματι Χριστιανοὶ προσαγορευόμενοι. Χριστὸς γὰρ ὁ ταῦτα διὰ τοῦ προφήτου θεσπίσας. Ἀντὶ δὲ τοῦ, ἐν γὰρ τῇ δόξῃ μου κατέσπευσα αὐτόν· εἰς τὴν δόξαν μου ἔκτισα αὐτὸν , ἐξέδωκαν οἱ λοιποί. Ὡς ἂν οἱ δι’ ὑμῶν κληθεὶς δοξάζῃ με λαός. Ἔπλασα γὰρ αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις, ἐφώτισά τε σκότῳ τῆς ἀγνοίας τυφλώττοντα. Τοιαῦτα δὲ τὰ ἔθνη , ἃ πρὸς τὴν ἰδίαν Ἐκκλησίαν συνῆχθαί φησιν, ἐξ ὧν καὶ ἄρχοντες ἐπὶ τὸν λαὸν κατέστησαν τοῦ Θεοῦ. Εἶτα ὁ προφήτης θαύματος ἐφ’ οἷς ἐθέσπισε πληρωθεὶς, Τίς ἄρα ἔσται, φησὶν, ὁ μέλλων ποτὲ τούτων τῶν πραγμάτων ὀφθαλμοῖς τὰς ἐκβάσεις ὁρᾷν, καὶ τῶν ἀποτελεσμάτων ἔσεσθαι μάρτυς; Δικαιωθήτωσαν μαρτυρήσαντες , ἐπειδὴ κἀγὼ μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς ὃν ἐξελεξάμην . Περὶ οὗπερ ἔλεγεν·
PG 87:2385«Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ὃς ἂν ὁμολογήσειεν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατέρος μου, τοῦ ἐν τοῖς οὐρανοῖς.» Πρὸς οὓς ἔφασκε πάλιν· «Ὑμεῖς δὲ ἔσεσθέ μοι μάρτυρες ἔν τε τῇ Γαλιλαίᾳ, καὶ τῇ Ἰουδαίᾳ, καὶ τῇ Ἱερουσαλὴμ, καὶ ἕως ἐσχάτου τῆς γῆς.» Ταῦτα δὲ, φησὶ, ποιήσω, καὶ τοὺς μάρτυράς μου, καὶ τὸν παῖδά μου, ὃν ἐξελεξάμην , ἀποστελῶ πᾶσιν ἀνθρώποις, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ ἄναρχός τε καὶ μόνος Θεός . Καὶ Χριστὸς γὰρ, καὶ ἀπόστολοι τὴν τοῦ Θεοῦ γνῶσιν ἐκήρυξαν, πίστιν τε καὶ τὴν περὶ αὐτοῦ σύνεσιν. Εἷς δὲ Θεὸς ὁ Πατὴρ, οὐχ ἑτέρας οὔσης αὐτοῦ τῆς ἰδίας δυνάμεως ὅς ἐστιν ὁ Υἱός. Τοιγαροῦν ὡς μάρτυς ὁ Πατὴρ καὶ Θεὸς σώζων , οὕτω καὶ ὁ παῖς, ὃν ἐξελέξατο . Διόπερ ἐν ἑτέροις ὁ παρὼν προφήτης φησί· «Καὶ ἀποστελεῖ Κύριος αὐτοῖς σωτῆρα, ὃς σώσει αὐτούς. Κρίνων σώσει αὐτούς.» Ἀντὶ δὲ τοῦ ὠνείδισα, ἠκούτισά φασιν οἱ λοιποί. Ἀκουστὰ γὰρ ταῦτα κατέστησα προλαβὼν μόνος ὢν ἐν ὑμῖν Θεὸς , καὶ οὐδεὶς παρῆν μοι ξένος ταῦτα θεσπίζοντι διὰ τῶν ἐμῶν προφητῶν, ὡς ὑμεῖς αὐτοὶ γεγόνατε μάρτυρες.
Μάρτυς δὲ κἀγὼ, καὶ ὁ παῖς ὁ ἐμός . Συνῆν γάρ μοι θεσπίζοντι, πρὸ τῆς σαρκὸς ἔχων τὴν ὕπαρξιν. Ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ὥρισα, ταῦτα δυνήσεται παρασαλεύειν οὐδείς. Ταῦτα λέλεκται μὲν εἰς πρόσωπον Ἰακώβ τε καὶ Ἰσραὴλ , εἰς δὲ τὸν ἀποστολικὸν χορὸν ἀναφέρεται, καὶ ἐπὶ πάντας τοὺς ἐξ Ἰουδαίων πιστοὺς τοῦ λόγου διήκοντος. Τινὲς δέ φασιν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς, οὓς παιδεύων ἀπέβαλε, τούτους προσκαλεῖται δι’ ἔλεον, λήθῃ παραπέμπων τὰ πρότερα, καὶ προτιθεὶς ἀρχὴν ἑτέρου καιροῦ, κατὰ τὸ, «Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε,» καὶ τὰ ἐφ’ ἑξῆς. Ὡς γὰρ ἐκεῖ τὸ σήμερον , οὕτως ἐνταῦθα τὸ νῦν , ἀμνηστείας ἔχον ὑπόθεσιν, καὶ πραγμάτων ἑτέρων ἀρχὴν ἐσομένων παρὰ Θεοῦ μὴ συγχωροῦντος ἄγαν ἀθυμεῖν, ὡς ἕξοντας τῶν παρόντων μεταβολὴν, ἁπάντων ἀνθρώπων δι’ αἵματος λυτρουμένων Χριστοῦ. Ηὐδόκησε γὰρ ὁ Θεὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, κατὰ τὴν Παύλου φωνὴν, δοὺς ἡμῖν καὶ τὸ καινὸν ὄνομα Χριστοῦ τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Τί δὲ τοὔνομα; Ἐμὸς εἶ σύ . Χριστοῦ γὰρ εἶναι πάντες λεγόμεθα τῆς πρὶν ἔξω γεγονότες ἀλλοτριώσεως, ἣν ἔσχομεν ἁμαρτάνοντες, καίτοι κατὰ φύσιν ὄντες Θεοῦ.
PG 87:2386Ἀλλὰ πάλιν ἡμᾶς διὰ τοῦ Πνεύματος ὠκειώσατο ποιήσας ἀναλώτους παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ καὶ ὕδωρ καὶ φλόγες , τὰς πολυειδεῖς τῶν πειρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται γάρ· «Ὅτι πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.» Καὶ τοῖς πιστεύσασιν ἔφη Χριστός· «Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ.» Καὶ ἐν τῇ παραβολῇ δὲ τῆς ἐπὶ τῆς πέτρας τεθεμελιωμένης οἰκίας· «Καὶ κατέβη, φησὶν, ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι,» τοὺς πειρασμοὺς διὰ τούτων δηλῶν. Τὸ δὲ, ἐποίησά σου ἄλλαγμα Αἴγυπτον , δηλοῖ ὡς ἀντὶ τῆς ἐκβολῆς περιεποιησάμην τὰ ἔθνη, ὧν πρώην ἀσεβούντων, μόνος Ἰσραὴλ κλῆρος ὑπῆρχε Θεοῦ. Νῦν δὲ μετέστραπται τῶν πραγμάτων ἡ τάξις, ὅτε τὸν Λυτρωτὴν ἀπέκτειναν Ἰουδαῖοι. Δοξάσω δέ σε , φησὶ, μετὰ τοῦτο τιμήσας . Κληθήσεται γὰρ καὶ αὐτὸς μετὰ τὴν εἴσοδον τῶν ἐθνῶν, ἡνίκα ποιῶν ὑπὲρ σοῦ, πολλούς σοι δώσω διδασκάλους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς. Κεφαλὴ δὲ τῶν πιστῶν ὁ Χριστὸς, ὅπερ ὑπὲρ σοῦ, καὶ τῆς σῆς ὠφελείας γενήσεται. Τῇ δὲ τῶν Ἰουδαίων ὑπισχνεῖται Συναγωγῇ συνάξειν αὐτῆς τὰ τέκνα . Σῶσαι γὰρ τὰ ἀπολωλότα πρόβατα ἦλθεν Ἰσραήλ.
Καὶ τὰ πανταχοῦ διεσπαρμένα λόγῳ δημιουργίας τέκνα Θεοῦ , τοὺς ἐξ ἐθνῶν δηλονότι, οὓς πλανήσας ἀπέστησε Θεοῦ διασκεδάσας ὁ Σατανᾶς. Διὸ εἰπόντος Καϊάφα, «Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ,» φησὶν ὁ εὐαγγελιστὴς, ὡς ἀρχιερεὺς ὢν προεφήτευσεν, ὅτι ἤμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους. Καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Εἴποις δ’ ἂν καὶ τοὺς ἐξ ἐθνῶν τέκνα εἶναι τῶν ἐξ Ἰσραὴλ, ἐξ ὧν τῆς πίστεως παρέλαβον τὰ μαθήματα, πανταχοῦ τῶν τῆς οἰκουμένης διεσπαρμένοι κλιμάτων, καὶ πρὸς μίαν Ἐκκλησίαν συναχθέντες καθολικὴν, κωλύοντος Θεοῦ τὴν τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων ἀντίστασιν, οἱ πρὶν τυραννοῦντες ἀνανεύειν εἰς Θεὸν οὐκ ἐπέτρεπον. Υἱοὺς δὲ καὶ θυγατέρας καλῶν, τὴν διὰ Χριστοῦ τῶν πιστῶν υἱοθεσίαν παρίστησιν, οὗ δὴ καὶ τοὔνομα πάντες ἐπιγραφόμεθα . Τοῦτον δὲ τὸν λαὸν ἐκτικέναι φησὶ, κατὰ τὸ ἐν Ψαλμοῖς· «Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Τοῦτ’ ἔστιν ἀνακτιζόμενος, καὶ πρὸς τὸ κατ’ εἰκόνα πάλιν ἐπανελθὼν, καινὸς γεγονὼς, καὶ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον.
PG 87:2388Εἴτις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὸ, «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.» Ὃ δὴ νῦν πεποιηκέναι τῇ ἰδίᾳ δόξῃ φησί· δόξα δὲ Πατέρος ὁ Υἱὸς , δι’ οὗ, καὶ ἐν ᾧ δοξάζεται λέγοντι· «Ἐγὼ ἐδόξασά σε ἐπὶ τῆς γῆς.» Δι’ οὗ λαὸν τυφλὸν ἐξήγαγε πρὸς τὸ φῶς. Ἥλιος γὰρ ἦν δικαιοσύνης μὴ συγχωρήσας νυκτὸς καὶ σκότους ὑπάρχειν υἱοὺς, ἡμέρας δὲ μᾶλλον, κατὰ τὸν θεῖον Ἀπόστολον. Εἰπὼν δὲ συνήχθησαν , ἐπειδὴ μήπω τοῦτο γεγόνει, προφητικῶς εἰρῆσθαι δήλων τὸ, Καὶ συναχθήσονται . Ὡς γεγονότα γὰρ τὰ πάντως ἐσόμενα λέγειν σύνηθες τῇ Γραφῇ. Οἷόν ἐστι· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας.» Καὶ τὸ, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς.» Ἐκ τῆς δὲ τῶν ἐθνῶν Ἐκκλησίας ἄρχοντας ἔσεσθαι , φησὶν ἐπ’ αὐτῆς. Κατὰ γὰρ Δαβίδ· «Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.» Γέγονε γὰρ ἡ μέλαινα λελευκανθισμένη. Καὶ, «Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ταῦτα μὲν οὖν ἔφη Θεὸς ὧν προαγορεύει γινώσκων τὰ μέλλοντα. Θεοὶ δὲ ψευδεῖς ὄντες οἱ δαίμονες μάτην ὑμᾶς ἠπάτων οὐδὲν αὐτοὶ προγινώσκοντες.
Κατηχεῖ γὰρ διὰ τούτων τοὺς ἐθνικοὺς, οὓς εἰς τὸν λόγον παρήγαγε, μάρτυρας λέγων ἔχειν τοῦ προειδέναι τὰ μέλλοντα τοὺς ἰδίους προφήτας. Τοῖς δὲ δαίμοσι τίς μαρτυρήσειεν , ὡς δι’ αὐτοῦ τι προειρηκόσι περὶ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς αὐτῶν καθαιρέσεως; Οὐδένα γὰρ, ὡς ἀληθῆ προειπόντες, ἔχουσι μάρτυρα , ὡς ἂν αὐτοῖς ἀκολουθοῖεν ἀκούοντες αὐτῶν. Τοῦτ’ ἔστι, συναινοῦντές τε καὶ πειθόμενοι, ὡς ἐγνωκόσι τὰ μέλλοντα, καὶ τιμωμένοις δικαίως. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ὑμεῖς δὲ, ὦ προφῆται, γένεσθέ μοι μάρτυρες· μαρτυρήσω δὲ σὺν υἱῷ κἀγὼ, φησὶν, ἐμαυτῷ . Ἔλεγεν γὰρ ὁ Σωτήρ· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ, καὶ ποῦ ὑπάγω.» Καὶ πάλιν· «Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ταυτὶ δὲ, φησὶ, λελάληκα ὑμῖν, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι.» Διὰ γὰρ γνώσεως ἡ πίστις. Διὰ δὲ τῆς πίστεως, ἡ σύνεσις. «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε,» φησίν. Ὢν δὲ ἀί̈διός εἰμι καὶ Σωτήρ.
PG 87:2390Καὶ προεῖπον ὅτι σώζω , καὶ διὰ Χριστοῦ πρὸς ἔργον ἤγαγον Ὠνείδισα δὲ, φησὶ, τοῖς ἐξ Ἰσραὴλ, ὅτι φιλήδονοι μᾶλλον ὄντες, ἢ φιλόθεοι, τὸν ἐμὸν παρέβαινον νόμον. Ἐγὼ δὲ διὰ πολεμίων ἐφόδου τούτους ἐπαίδευον, ὅτε καὶ τὴν παρ’ ἐμοῦ σωτηρίαν ἐζήτουν. Ὅπερ αὐτοῖς ὠνείδισα διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· «Ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, Ἀνάστα, καὶ σῶσον ἡμᾶς.» Καὶ, «Ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;» Σώζω τοίνυν μόνος ἐγὼ , ὡς δύνασθαι μηδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν σωζόμενον· ποιήσω, καὶ τίς ἀποστρέψει ; αὐτὸς ἔδωκα γὰρ τὰ ἔθνη, καὶ τίς τοῦτο μεταβαλεῖ πρὸς τὸ μὴ οὕτως ἔχειν; διὸ περὶ τῶν ἑαυτοῦ προβάτων ἔλεγεν ὁ Σωτήρ· «Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου.» Φωνὴ γὰρ αὐτὴ τῇ προκειμένῃ συνᾴδουσα. Τινὲς δὲ τὸ, ἐποίησα ἄλλαγμά σου Αἴγυπτον , εἰς ὑπόμνησιν εἰρῆσθαι τῆς ἐξ Αἰγύπτου φασὶν ἐλευθερίας.
Ὅλα γὰρ ἔθνη τιμωρησάμενος ὑμῶν ἀντικατηλλαξάμην. Τοιγαροῦν ἐπάγει· Ἀφ’ οὗ ἔντιμος ἐγένου ἐνώπιον ἐμοῦ, ἐδοξάσθης . Οὐ γὰρ οἰκείᾳ δυνάμει τὰ ἔθνη νενίκηκας, ἐμῇ δὲ ῥώμῃ τε καὶ συμμαχίᾳ, καὶ τὰ πρὸς χρείαν ἀεὶ χορηγήσαντος, ὡς τὰ πέριξ ἔθνη θαυμάζειν καταπληττόμενα. Καὶ νῦν δὲ δράσω τὰ παραπλήσια. Κἂν γὰρ ὡς ἁλουσῶν τῶν ι φυλῶν ὑπεκλύεσθε, χρὴ σκοπεῖν ὡς εἰ γενοίμην ὑμῖν εὐμενὴς, πανταχόθεν πάντες συνάγεσθε , καὶ τὸ τὴν ἀνάκλησιν κωλύσον οὐδέν. Καὶ τὴν ἀρχὴν γὰρ ἐμῆς ἕνεκα δόξης περιεποιησάμην ὑμᾶς, καὶ τὰ πρὸς ἐμὲ τυφλώττοντας ἐλευθερίας ἠξίωσα. Οὐ γὰρ οἴκοθεν κινηθεὶς ᾠκειώθης ἐμοί. Τί οὖν μετὰ τοσαύτην πεῖραν, ὡς μήτε ἰδόντες, μήτε μὴν ἀκηκοότες τυφλώττετε ; Ὑπομιμνήσκει δὲ αὐτοὺς, ὡς καὶ πάντα τὰ ἔθνη σὺν Ἀσσυρίοις ἐπεστράτευσαν Ἱερουσαλὴμ θαῤῥοῦντα τοῖς ἰδίοις θεοῖς, παρ’ ὧν οὐ βοήθειαν ἔσχον, οὐ τὰς μελλούσας προέγνωσαν ἑαυτοῖς συμφοράς. Ὀγδοήκοντα πέντε γὰρ χιλιάδες τούτων πεπτώκασιν. Ἡκέτω οὖν τις ταῦτα παρ’ ἐκείνων ἀκηκοὼς τῶν θεῶν ἅπερ ἴδετε, περὶ ὧν ὑμᾶς ἐχρῆν γενέσθαι καὶ μάρτυρας ἐπιψηφιζομένου κἀμοῦ.
PG 87:2391Εἰ δὲ πρὸς τοῦτο, φησὶν, ἀναδύεσθε, ὁ μονογενῆς μου παρέσται Υἱὸς τῶν ἡμετέρων ἐλλειμμάτων εἰς ἀναπλήρωσιν, ὁ καὶ ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν μαρτυρήσας μαρτυρίαν . Καίτοι μαρτυροῦντες ὠφελεῖσθε τὰ μέγιστα πρὸς κατανόησιν τῶν μελλόντων, καὶ θεωρίαν τῆς ἐμῆς θεότητος, ὀμματούμενοι ὡς καὶ σώζω θέλων, καὶ δρᾶσαι μέλλων προλέγω, τοῦτο μηδενὸς ποιοῦντος τῶν λεγομένων θεῶν. Τινὲς δὲ τὸ μάρτυς ἔσται ὁ παῖς μου , Χριστός φασιν ἔργῳ πληρῶν ἃ προεῖπον ὑπὲρ Ἰσραὴλ, καὶ κατὰ τῶν ἐχθρῶν. ιδκη. Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ὑποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, κ.τ.λ. Εὐεργετῶν ὑμᾶς, φησὶ, καὶ παιδεῦσαι βουλόμενος, Βαβυλωνίοις παρέδωκα. Εἶτα δείξας ἐλευθέρους, δίκῃ μετῆλθον τοὺς ὑμῖν ἐνυβρίσαντας, ὡς τῶν παρ’ αὐτοῖς Χαλδαίων τοὺς μὲν φυγεῖν , τοὺς δὲ δεσμώτας διὰ τῆς παρ’ αὐτοῖς ἀχθῆναι θαλάττης, ἑτέρων αὐτοῖς ἰσχυροτέρων ἐπιθεμένων.
Τινὲς δέ φασιν ὡς Κῦρος ὁ Βαβυλῶνα λαβὼν, δεσμώτας αὐτοὺς διαποντίους εἰς ὑπερορίαν ἐξέπεμψεν, ἅπερ ἔπραξα τὴν ἐμὴν ἀνθρώποις βασιλείαν ἐπιδεικνύμενος . Ἀντὶ δὲ τοῦ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν , ὁ Σύμμαχος· Ἐγὼ , φησὶ, Κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ, βασιλεὺς ὑμῶν . Εἰ μὴ ἄρα τὸν Χριστὸν αἰνίττεται βασιλέα καθεστακέναι, ὃν οἶδεν Ἰσραὴλ καὶ Ἰακὼβ καλεῖν ἡ Γραφὴ, ὥσπερ οὖν καὶ Δαβὶδ, ὡς ἐκ τοῦ σπέρματος αὐτῶν καταγόμενον. Ἐπειδὴ γὰρ μερικῆς ἐμνήσθη λυτρώσεως τῆς ἐσομένης ἐκ Βαβυλῶνος , ἡνίκα ταύτην εἷλεν ὁ Κῦρος, πρὸς ἥν τις ἔφη προφήτης· «Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου·» ἐπὶ τὴν διὰ Χριστοῦ τὸν λόγον τελειοτάτην ἀνήγαγε λύτρωσιν, οὐκ ἔθνους ἑνὸς, καθάπερ τὸ πρότερον, καθολικὴν δὲ πᾶσι μέλλουσαν ἔσεσθαι. Ὅτι δὲ πρὸς ἄμφω δυνατὸς ὁ Θεὸς, δεδήλωκε φήσας· Ἐγὼ Κύριος ὁ Θεός . Καὶ τῆς ὅλης δὲ ἀρχόμενος ῥήσεως ἔλεγεν, Οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Θεὸς γὰρ ὢν φύσει, τί μὴ ποιήσει ῥᾳδίως; Ταῦτα μὲν οὖν ἔσται Βαβυλωνίοις μήπω γενόμενα, οὐ νῦν ἀρξαμένου μου τὴν ἐμαυτοῦ δυναστείαν τήν τε περὶ ὑμᾶς ἐπιδείκνυσθαι πρόνοιαν.
PG 87:2393Καὶ πάλαι γὰρ ἐξ Αἰγύπτου διὰ θαλάττης διήγαγον τοῦ Φαραὼ ῥίψας ἐν ταύτῃ τὴν δύναμιν, ὡς κοιμηθέντας ἐν βυθῷ μηκέτι λοιπὸν ἀναστῆναι , καὶ ὥς τε φλογὶ παραπλησίους ἐσβεσμένῳ παραβάλλεσθαι λίνῳ τῷ ῥᾳδίως ἀναπτομένῳ καὶ σβεννυμένῳ τυχὸν ψιλῇ καὶ μόνῃ χειρί. Διήγαγον δὲ τρίβον αὐτοὺς ἐν ὕδατι πρὸς τῇ θαλάσσῃ καὶ τὸν ποταμὸν Ἰορδάνην. Ὃ καὶ θαυμάζων φησὶν ὁ Δαβίδ· «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» Καὶ πάλιν· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί.» Πῶς δὲ αὐτὸς ἐξήγαγεν ἅρματα καὶ ἵππον ; Δῆλον γὰρ ὡς τὸν Ἰςραὴλ οἰκείᾳ προαιρέσει Φαραὼ κατεδίωξεν, ἐπειδήπερ εἴρηται παρὰ Θεοῦ πρὸς αὐτόν·
«Εἰς τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Οὕτω δὲ καὶ τοὺς φεύγοντας τὴν περὶ τὰ γήϊνα σπουδὴν, ὑπό τε τοῦ διαβόλου διωκομένους σώζει παραδόξως Θεὸς βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, τοῖς τούτου περισπασμοῖς οὐ συγχωρῶν κατακλύζεσθαι, οἱονεὶ καταξηραίνων τοὺς ἐπιπίπτοντας πειρασμοὺς, ἵν’ ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ νοῦ καταστάσει σχολαίᾳ καὶ καθαρᾷ τὸν ἐξ οὐρανοῦ μὲν ἄρτον φαγεῖν, τὸ δὲ ἐκ πέτρας ὕδωρ πιεῖν· ὅπερ ἐστὶν ἐν μεθέξει γενέσθαι Χριστοῦ, διελθεῖν τε τὸν Ἰορδάνην καὶ γῆς τῆς ἐπηγγελμένης τυχεῖν. Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν παλινδρομήσωμεν. Ταῦτα μὲν οὖν, φησὶ, πάλαι πεποίηκα. Νυνὶ δὲ τὰ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι τῇ τῶν ἐπιόντων ὑπερβολῇ σιγηθήσεται. Ἀντὶ δὲ τοῦ συλλογίζεσθε , Σύμμαχος ἐννοεῖσθε , φησί. Τίνα δὲ τὰ καινὰ , ἃ κατὰ τὸν καιρὸν τὸν ἴδιον γνώσεσθε; Ἐν τῇ ἐρήμῳ ποιήσω ὁδόν . Ἡ γὰρ ἐξ ἐθνῶν Ἐκκλησία πρότερον ἔρημος οὖσα Θεοῦ γνώσεως (ταύτης γὰρ οἱ διδάσκαλοι, φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν) ἔσχεν ὁδὸν τὸν Χριστὸν εἰπόντα·
PG 87:2395«Ἐγώ εἰμι ἡ ὁδός·» ἢ καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ σωτήριον. Τὴν δὲ πρὶν αὐτῶν ἐρημίαν ἐδήλωσεν ὁ Δαβὶδ λέγων· «Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ὥσπερ δὲ ἄνω ἐκ μερικῆς λυτρώσεως ἑπὶ τὴν καθόλου μετῆλθε, τὴν ἀνάδειξιν εἰπὼν τοῦ βασιλέως Χριστοῦ, οὕτω καὶ νῦν ὁδοῦ μνησθεὶς τῆς ἐν ὕδατι , ἐπὶ τὸ Χριστοῦ μυστήριον μετῆλθεν. Διὸ λήθῃ τὰ πρῶτα παραδοῦναί φησι τοῦ βραχυτέρου καλυπτομένου τῷ μείζονι, ὁποῖόν ἐστι καὶ τό· «Ἐκ μέρους γινώσκομεν. Ὅτ’ ἂν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Λοιπὸν τοῖς πάλαι μεγάλοις ἀντεξετάζει τὰ πολλῷ τῶν μέσων νικῶντα. Ὡς γὰρ ἐποίησα φησὶν, ἐπ’ Ἐρυθρᾶς θαλάττης ὁδὸν , οὕτως ἐν τῇ ἐρήμῳ ποιήσαιμι , καὶ ῥεύσουσιν ἐν αὐτῇ ποταμοὶ , καθάπερ ἐπὶ Μωσέως, ἐν ἐκείνῃ τῇ πρότερον. Ἀλλ’ ἐκεῖ μὲν ὑδάτων , ἐν δὲ ταύτῃ διδασκαλίας τοῦ Πνεύματος. Οἱ γὰρ ταύτην προχέοντες εὐαγγελισταὶ καὶ ἀπόστολοι, ὅσοι τε κατ’ Ἐκκλησίαν μυσταγωγοὶ ποταμοὶ χρηματίζουσι. Καὶ κατὰ τὸν Δαβὶδ εἰρηκότα, «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐπεὶ καθά φησιν αὐτὸς πάλιν, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Εἶτα, διά τινων ὀρνέων ἡδυφώνων, ἃ Σειρῆνας ἐκάλεσε, παρίστησι τῶν ἔξω τινὰς σοφοὺς ἐπείᾳ κεκοσμημένους πρὸς Θεὸν ἐπιστρέψοντας· διὰ δὲ στρουθῶν , ἤγουν στρουθοκαμήλων κατὰ τοὺς λοιποὺς, τοὺς ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις τὸν Θεὸν εὐλογήσοντας· οὗπερ αἴτιον τὸ τοῦ δοθέντος ὕδατος πεπωκέναι . Δι’ οὗ σὺν θηρίοις ἀγροῦ πρὸς φύσιν λογικὴν μεταβαλοῦσι καὶ ἥμερον, καὶ τὰς ἐμὰς ἀρετὰς διηγεῖσθαι μαθήσονται, ἢ τὸν ὕμνον κατὰ τὸν Σύμμαχον, οἳ καὶ ἐκλεκτὸν ὑπάρξουσι γένος . Πρὸς οὓς ὁ Πέτρος φησίν· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ.» Τούτων δὲ παραδόξως οὕτω γεγενημένων, Σὺ, ὦ Ἰακὼβ , οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως . Ἢ κατὰ τὸν Σύμμαχον· Οὐ δὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ . Καὶ οἱ λοιποὶ δὲ συμφώνως. Εὐλογούντων γάρ με τῶν θηρίων καὶ σειρήνων καὶ στρουθῶν , οὐκ εὐλόγησας αὐτὸς, οὐδέ με καλεῖν ὅλως ἠξίωσας. Ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ Σύμμαχον·
PG 87:2396ἢ κατὰ τοὺς ἄλλους, ὅτι ἐκοπίασας ἐν ἐμοὶ , καίτοι οὐδένα σοι προξενήσαντι κόπον . Ὅσα γάρ σοι παρέχειν ἐνομίζετο κόπον, παρῄτημαι πρότερον εἰπών· «Τί μοι πλῆθος θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ,» καὶ τὰ ἐπ’ αὐτοῖς. Κἀν τῇ Καινῇ δὲ Διαθήκῃ τοιοῦτον οὐδὲν διὰ τοῦ παιδὸς, ὃν ἐξελεξάμην, ᾔτησα παρὰ σοῦ. Ἀλλ’ οὔτε σύ μοι προσήνεγκας. Ἕτερα δὲ ἀνθ’ ἑτέρων ἐποίεις. Ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστης μου . Ἢ κατὰ τοὺς λοιποὺς, ἐν ἁμαρτίαις σου ἐκάλεσάς με . Ὅρα δὲ κἀν τοῖς προκειμένοις, ὡς τῇ μὲν ἐρήμῳ καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ’ ἀσεβείαις ἐλέγχει, ὃν καλεῖ ξηροῖς ὀνόμασιν Ἰακώβ τε καὶ Ἰσραὴλ , οὔτε δοῦλον οὔτε ἐκλεκτὸν τοῦτον εἰπὼν, ἅπερ ἔλεγεν ἐπὶ τοῦ κρείττονος τάγματος. Ἀλλ’ οὐδὲν ἧττον αὐτοὺς ἐπιστρέψαι παρακαλεῖ, συγχωρήσειν αὐτοῖς τὰς ἁμαρτίας ἐπαγγελλόμενος. Τινὲς δὲ τὸ, Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ , οὔτως ἀπέδωκαν·
Τῶν ἐν Χριστῷ σωζομένων, καὶ τῆς Καινῆς Διαθήκης μνησθεὶς, οὓς αὐτὸν εὐλογήσειν ἔφη, θηρία καλέσας ἀγροῦ (πνευματικῆς δὲ τρόπος θυσίας ἡ δοξολογία), νῦν πείθει τὸν Ἰσραὴλ , ὡς δὴ λελύτρωται τῆς ἐν Αἰγύπτῳ θητείας, οὐχ ἵνα τὰ δι’ αἵματος αὐτῷ προσάγοιεν καὶ καπνῶν· ἀπόβλητα γὰρ ταῦτα καὶ πρὸς σκιᾶς παρείληπται τύπον. Διό φησιν. Οὐ νῦν , ὅτε θύεις, ἐκάλεσά σε , ἤγουν οὐ προσάγοντά σε θυσίας ἐκάλεσα , ὡς μὴ δοκεῖν σε καθάπερ ἀντέκτισίν τινα τῆς προσαγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν. Εἰδωλολατρῶν δὲ, δι’ ἐμὴν ἀγάπην χάριν ἔσχες τὴν σωτηρίαν. Ἃ δὲ μετὰ ταῦτα προςήνεγκας, οὐδὲν πρὸς ἐμέ. Μόναις γὰρ ταῖς ἐξ ἀρετῶν λογικαῖς εὐαρεστοῦμαι θυσίαις. Καὶ δι’ Ἱερεμίου δὲ τοῦ προφήτου φησί· «Τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Καὶ ἀλλαχοῦ· «Ἵνα τί μοι λίβανον ἐκ Σάβα φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.» Καὶ διὰ τοῦ Ψαλμοῦ δέ φησιν·
PG 87:2398«Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους.» Δι’ ὧν ἀφίστησιν αὐτοὺς τῶν τύπων εἰς τὴν πολιτείαν τὴν εὐαγγελικὴν συνωθῶν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐγὼ μὲν οὖν, φησὶν, ὡς ἀγαθὸς ἑτοίμως ἔχω σοι συγχωρεῖν. Σοὶ δὲ τὸ μεμνῆσθαι τῶν ἁμαρτιῶν ἀσφαλὲς πρὸς τὸ μὴ ταύταις ἔτι περιπεσεῖν. Ἐξ οὗ καὶ δικαιοῦσθαι συμβαίνει. «Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ δείκνυσιν ὡς οὐκ οἶδε καθαίρειν ἡ κατὰ νόμον λατρεία. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Καὶ πάλιν περὶ τῶν ἐκ περιτομῆς πεπιστευκότων φησίν· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Θυσία τοίνυν ὑμᾶς οὐ καθαίρει, ἐγὼ δὲ μόνος ὁ ἀφιεὶς ἁμαρτίας δωρεᾷ τε καὶ χάριτι. «Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ.» Αὕτη γὰρ ἀσθενὴς πρὸς τὴν δι’ ἔργων σωτηρίαν ἡ φύσις.
Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ δηλοῖ καὶ Δαβὶδ λέγων· «Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὄτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ἐλεῶ μὲν οὖν αὐτός. Εὖ δὲ πεπονθότας ἐθέλω μεμνῆσθαι καὶ τὸν Σωτῆρα διὰ παντὸς ἀνυμνεῖν. Ὃ δὴ καὶ δρῶσιν οἱ ἅγιοι, ὡς δηλοῖ πάλιν ὁ μέγας Δαβὶδ, ποτὲ μὲν εἰπών· «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός·» ποτὲ δέ· «Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου·» κατὰ τό· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις.» Ὃ δὴ μὴ ποιήσας μὲν ὁ Φαρισαῖος κατεκρίθη. Δράσας γε μὴν ὁ τελώνης ἀπῆλθε δικαιωθείς . Τοῦτο δεῖν εἰπὼν ὁ Θεὸς ποιῆσαι, Πλὴν ἴσθι, φησὶν, ὡς ἐκ πατέρων ἔφυς ἁμαρτωλὸς, καὶ ὅσοι κατὰ καιροὺς ὑμῶν ἦρξαν, ἠνόμησαν εἰς ἐμέ Ἀντὶ δὲ τοῦ ἄρχοντες, ἑρμηνεῖς Ἀκύλας ἔφη καὶ Σύμμαχος. Τρία δὲ τίθησι τάγματα· πατέρας , καὶ ἑρμηνεῖς , καὶ ἄρχοντας , Ὧν οἱ μὲν ἦρχον, οἱ δὲ τῶν Γραφῶν ἦσαν ἐξηγηταὶ, οἱ δὲ τῷ χρόνῳ προβεβηκότες ἐτύγχανον. Δι’ οὓς ἀπολωλέναι λέγει τὸν Ἰσραὴλ καὶ ἐμπεσεῖν εἰς ὀνειδισμὸν, ἢ εἰς βλασφημίαν , ὡς οἱ λοιποί.
PG 87:2400Καὶ καθ’ ἑνὸς δὲ λάβοις ἂν σημαινομένου τὰ τρία, τοὺς ὀφείλοντας λέγων τοὺς ὑπὸ χεῖρα παιδαγωγεῖν, οἱ καὶ πλημμελοῦντες ἀσύγγνωστοι. Τὸ, Εἰς ἐμὲ δὲ ἠνόμησαν , πλείστην ἔχει τὴν ἔμφασιν. Οὐ γὰρ εἰς ἄνθρωπον ἢ φύσιν τινὰ γεννητήν. Ὁ γὰρ εἰδωλολατρῶν, τόγε ἧκον εἰς αὐτὸν, τὴν θείαν ἀπώσατο φύσιν, ἀποστερῶν τῆς προσηκούσης ὑπεροχῆς τε καὶ δόξης, ἐφ’ ᾧ τὸν Ἰσραὴλ αἰτιώμενος ἔλεγεν· «Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ.» Καὶ πάλιν· «Ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠνομήσατε καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ.» Διό φησιν, Ἐμίαναν τὰ ἅγιά μου . Οὐκ ἐν μόνῃ γὰρ Ἱερουσαλὴμ, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ νεῷ τὰς τῶν δαιμονίων ἀνέθηκαν στήλας. Λέγει γὰρ περὶ τῆς Ἰουδαίων Συναγωγῆς ὁ Θεός· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα;» τοιοῦτον δὲ πᾶν, δι’ οὗ ἐτυποῦτο Θεός. Μιαίνεται δὲ καὶ ἄλλως τὰ ἅγια , τῶν εἰς Θεοῦ τιμὴν μὴ γιγνομένων ὡς δεῖ. ΚΕΦΑΛ. ΜΔ. αε. Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ, ὃν ἐξελεξάμην.
Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ κτίσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθήσῃ. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην, κ.τ.λ. Ταῦτα πρὸς Ἰσραὴλ εἰπὼν καὶ τὸν Ἰακὼβ τὸν διαβεβλημένον, οὐκ ἐκλεκτὸν τοῦτον, οὐ παῖδα πάλιν ἐκάλεσεν, δι’ ὧν πάλιν ὀνομάτων τοὺς περὶ ὧν ἐπιφέρει, καλεῖ τὸν ἐπαινετὸν τῶν ἀποστόλων ὑποσημαίνων χορόν. Διό φησι, Κύριος ὁ Θεὸς ὁ ποιήσας σε . Καὶ παραθαῤῥύνας αὐτοὺς πάλιν ἐπήνεγκεν, ὅτι Ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ . Καὶ πῶς διεσάφησε λέγων· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου , τὸ λογικόν τε καὶ γόνιμον ζωτικόν τε δηλῶν ὕδωρ , τὸ διὰ τοῦ θείου χορηγούμενον Πνεύματος . Δι’ οὗ τοὺς ἀναγεννηθέντας σπέρμα τῶν ἀποστόλων καὶ τέκνα καλεῖ, Παύλου λέγοντος· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ πάλιν· «Τέκνα οὓς πάλιν ὠδίνω.» Εὐλογίας δὲ καλεῖ τὸ πολυειδὲς τῶν τοῦ Πνεύματος δωρεῶν· «Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας·» καὶ τὰ ἑξῆς. Καὶ πάλιν·
PG 87:2401«Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ.» Τίνες δὲ αἱ εὐλογίαι , δηλοῖ, ὅτι ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ . Τὸ ζωτικὸν αὐτοῦ παριστῶν ἰτέαν εἶπεν, διὰ τὸ νεαρόν τε καὶ ἀειθαλὲς τοῦ φυτοῦ. Πηγαῖς γὰρ ἀεὶ καὶ ποταμοῖς παραπέφυκεν. Τινὲς δὲ πρὸς τοὺς αὐτοὺς καὶ τὰ νῦν εἰρῆσθαί φασι. Τὴν γὰρ αἰτίαν τῆς ἀπωλείας εἰπὼν, πάλιν αὐτοῖς τὸ μνησικακεῖν ἐπαγγέλλεται. Ἕτερον αὐτοῖς ἀντὶ τοῦ προλαβόντος ὁρίζων καιρὸν τὸ νῦν λέγων, ὡς καὶ τό· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε.» Προτρέπει γὰρ αὐτὸν ἐπιλαθέσθαι μὲν τῶν πάλαι. Ὅτι δὲ αὐτοῦ παῖς ὠνομάσθη, σκοπεῖν καὶ ὡς ἐκ πάντων ἐξείλεκται τῶν ἐθνῶν, κατὰ τό· «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη,» καὶ τὰ ἐφ’ ἑξῆς. Εἰ δὲ νοοῖτο περὶ τῶν ἐξ ἐθνῶν, τοσαύτη τις ἔσται τότε, φησὶ, προκοπὴ καὶ θεοσεβείας κατόρθωσις τῶν οἰκούντων πάλαι τὴν ἔρημόν τε καὶ ἄνυδρον , ὡς ἁμιλλᾶσθαι πρὸς ἀλλήλους ὡς ἐν δρόμῳ τοῦ Θεοῦ τὴν χάριν ἁρπάζειν ἐπειγομένους, καὶ τὸν μὲν Τοῦ Θεοῦ , λέγειν, εἰμὶ , τὸν δὲ τοὔνομα τοῦ Ἰακὼβ ἐπιγράφεσθαι, καίτοι μὴ ὄντα ἐκ τοῦ Ἰακὼβ , ἐκ δὲ τῆς ἐρήμου τῆς πρότερον.
Ἀντὶ δὲ τοῦ βοήσεται, κληθήσεται Σύμμαχος ἔφησεν· τοῦτο, φασὶν, ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἐθεασάμεθα, πολλοὺς τῶν ἐθνικῶν τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας ἑαυτοῖς ὑφαρπάζοντας. Ἐκάλει γὰρ ἑαυτὸν ὁ μὲν Ἰακὼβ , ὁ δὲ Ἰσραὴλ , ἕτεροι δὲ Ἱερεμίαν τε καὶ Ἡσαί̈αν, καὶ Δανιήλ. Μεθ’ ὧν ὀνομάτων ἐπὶ τὰ μαρτύρια προθύμως ἑαυτοὺς ἐπεδίδοσαν. Τὸ δὲ τῇ χειρὶ , διὰ τὸ στίζειν ἴσως πολλοὺς ἐπὶ καρπῶν, ἢ βραχιόνων ἢ τοῦ σταυροῦ τὸ σημεῖον, ἢ τὴν Χριστοῦ προσηγορίαν. Ἤγουν ἐπὶ τῷ ὀνόματι , φησὶν, ἐπειδὴ ὄνομα τοῖς ἐξ Ἰακὼβ σχοίνισμα καὶ κλῆρος Θεοῦ. Οὐκ ἐᾷ δὲ, φασὶ, τοὺς ἀσεβήσαντας χωρεῖν εἰς ἀπόγνωσιν, ὡς μὴ δοκεῖν ὁλόῤῥιζον ἀπολεῖσθαι τὸν Ἰσραὴλ, ἀποστραφέντος εἰς ἅπαν αὐτοὺς τοῦ Θεοῦ. Καταλέαν εἰ δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδόν.
PG 87:2403Ἑαυτὸν δὲ λέγων Κύριον , καὶ Θεὸν, ποιητήν τε καὶ πλάστην , ἐμφαίνειν ἔοικεν ὅτι καὶ πεπλάνηται, τὸ τῆς θεότητος ὄνομα Ἰσραὴλ περιθεὶς ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, καὶ τῆς ἐξ ἀρχῆς τοῦ ἀνθρώπου δημιουργίας ὑπέμνησεν, ἀχαριστίας γραφόμενος, εἰ γονέας τιμῶν τοὺς εἰς τὴν γένεσιν ὑπουργήσαντας, αὐτὸν ἀπεστράφη τὸν ποιητὴν , ὃ καὶ δι’ ἑνὸς ἔφη τῶν προφητῶν· «Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ.» Καί· «Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου;» Καί· «Εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ.» Κύριος μὲν γάρ ἐστιν, ὡς ὑπὸ χεῖρα τὴν κτίσιν κρατῶν, Πατὴρ δὲ, ὡς ποιητής . Τὸ δὲ ἔτι βοηθήσῃ , παρίστησιν ὡς ἥμερος ἐγὼ καὶ πρὸς τοσοῦτον ἡμαρτηκότα. Ἄνωθεν δέ τινες περὶ τῆς ὅλης ῥήσεως ἔφασαν, ὡς ἐνάγων αὐτοὺς εἰς ἔνδειξιν τῆς ἰδίας μεγαλοπρεπείας, ὡς οἷός τε ἔσται καὶ τὰς δέκα φυλὰς ἐπαναγαγεῖν ἐὰν βουληθῶσι, τῶν πάλαι θαυμάτων ὑπέμνησεν. Εἰ δὲ λέγετε Τί δεῖ μεμνῆσθαι ; πάλιν ἐκείνων ἀπιστουμένων τῷ χρόνῳ, παρείσθω ταῦτα, φησὶ, καὶ τὰ νέα σκοπήσατε.
Εἰπὼν δὲ τὰ περὶ τῆς Καινῆς Διαθήκης, φησὶν, ὡς Οὐ νῦν ἀρχὴν τῆς περὶ σὲ κηδεμονίας πεποίημαι, ἀλλ’ οὐ δὲ μισθὸν λαβὼν ἐξ ἀρχῆς, τοὐναντίον δὲ καὶ ἀσεβοῦντι τῶν ἁμαρτημάτων ἄφεσιν δέδωκα, καιρὸν ὑμῖν δοὺς δικαιοσύνην ἐργάζεσθαι. Καὶ ἡ θάλασσα γὰρ, καὶ ὁ στύλος τοῦ πυρὸς, καὶ ἡ νεφέλη, βαπτίσματος χώραν ἐπεῖχεν ὑμῖν. Καὶ ὁ Ἀπόστολος γὰρ βεβαπτίσθαι φησὶν αὐτοὺς ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ. Ὁ αὐτὸς δὲ καὶ νῦν εἰμι βουλομένων ὑμῶν ἀφιεὶς ἁμαρτίας, ἐὰν ἑαυτῶν κατήγοροι γένησθε ἐπὶ ἀφέσει, οὐ κατακρίσει. Εἰ δὲ μὴ, ἐν καιρῷ τῆς κρίσεως τούτων ὑμᾶς ὑπομνήσω τοὺς ἑαυτῶν πατέρας ταῖς ἁμαρτίαις νικήσαντας. Ἠσέβουν μὲν γὰρ κἀκεῖνοι, ἀλλ’ οὐκ εἴδωλον καθ’ ὑμᾶς ἐπεισήνεγκαν τῷ ἡμετέρῳ ναῷ. Καὶ πάλιν ἐπιστρέφων αὐτοὺς, δυσωπητικῶς Ἰακὼβ καὶ Ἰσραὴλ ἐκ τῶν πατέρων καλεῖ, καὶ ποιητὴν καὶ διὰ πάντων διήκοντα δεικνὺς ἑαυτὸν, καὶ τῆς ἐν τῇ γαστρὶ μέμνηται πλάσεως . Εἶτα μισθὸν τῆς εἰς τὸν Μονογενῆ πίστεως τὸ Πνεῦμα δώσειν ἐπαγγειλάμενος τὴν ἐξ αὐτοῦ χορηγουμένην εὐλογίαν δηλοῖ. Ἴδιον γὰρ τῶν εὐλογούντων Θεὸν, τὸ καὶ αὐτοὺς εὐλογίας πληροῦσθαι.
PG 87:2404Εἰ γὰρ ὁ τὸν Ἀβραὰμ εὐλογῶν εὐλογίας κληρονόμος ἔσται, πόσῳ γε τούτου τὸν Θεὸν καὶ Δεσπότην; Ἐν τούτοις δὲ γενήσονται τοῖς ἀγαθοῖς, ὡς τοῖς ἀειθαλέσιν ἐοικέναι φυτοῖς καὶ τὰ ἐπὶ τούτοις. κγ. Οὕτως λέγει ὁ Θεὸς, ὁ βασιλεὺς Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Πλὴν ἐμοῦ οὐκ ἔστι ὁ Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, κ.τ.λ. Ἐξ ἑτέρας ἀρχῆς πρὸς τοὺς εἰδωλολάτρας τῶν Ἰουδαίων ὁ λόγος. Ποίου δὲ Ἰσραήλ ἐστι βασιλεὺς , ἐπήνεγκε λέγων, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ . Τῶν γὰρ ῥυσθέντων ἐστὶ βασιλεὺς , οὐ τῶν κατηγορουμένων ἐπ’ ἀσεβείᾳ. Οὓς δὴ καὶ πλανηθέντας ἐπιστρέφει πρὸς τὸν ἕνα Θεόν. Πρὸ οὗ καὶ μεθ’ ὃν οὐκ ἔστιν ἄλλον εὑρεῖν. Εἰ δὲ καὶ περὶ παντὸς νοοῖτο τοῦ Ἰσραὴλ τὸ ὁ ῥυσάμενος αὐτὸν , τῆς ἐλευθερίας αὐτῶν τῆς ἐξ Αἰγύπτου μεμνῆσθαι παρακαλεῖ, καὶ τῶν τοσούτων θαυμάτων, παρὰ τὸν φύσει Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον ἕτερον οὐδένα δεικνύς· εἰ δὲ νομίζεις ἄλλον εἶναι, λεγέτω ποῖον ἔργον αὐτοῦ δείκνυσιν ἐν τῷ παντί.
Ἑνὸς γὰρ ὄντος τοῦ κόσμου, καὶ συμφυοῦς, καὶ ἑαυτῷ συνημμένου, εἷς ἂν εἴη καὶ ὁ τούτου δημιουργὸς, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νοούμενος. Θεοῦ δὲ ὄντος ἑτέρου, καὶ κόσμος ἕτερος νοηθήσεται· ὅπερ ἐκ πλειόνων ὡς ἄτοπον ἐξελήλεγκται. Τὸ δὲ στήτω , τοῦτ’ ἔστι πρῶτον ὕπαρξιν δεικνύτω τὴν ἑαυτοῦ, καὶ ὡς ἐν οὐσίας ἐστὶν ὑποστάσει, καὶ ὡς ἐφ’ ἑαυτοῦ μένει καὶ ἕστηκεν. Εἶτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγειλάτω πρῶτα καὶ ἔσχατα , ἀφ’ οὗ τὸν ἄνθρωπον ἔπλασα , μέχρι τοῦ παρόντος καιροῦ, ἢ καὶ ἔτι τοῦ μέλλοντος , καθάπερ ἐγὼ τὰ μὲν πρῶτα διὰ Μωσέως, τὰ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας, δι’ αὐτοῦ τε καὶ τῶν ἄλλων ἐμήνυσα προφητῶν. Θεῷ γὰρ τῷ κατὰ φύσιν πάντα πάρεστιν ἐν ἀμερίστῳ γνώσει καὶ τὰ χρόνῳ διεστηκότα. Ἀλλὰ γὰρ μὴ συσχηματίζεσθε ἐγκαλυπτόμενοι , ὡς εἰδότες μέν τι, μὴ βουλόμενοι δὲ λέγειν. Οὐ γὰρ ἠκούσατε , φησὶν, ἀπ’ ἀρχῆς , οὐδὲ ἔγνωτε τοιοῦτον οὐδὲν, ὡς ἐγὼ πρόγνωσίν τε τὴν ἐμὴν καὶ θεϊκὰς ἐπέδειξα πράξεις.
PG 87:2406Ὧν ὑμεῖς μάρτυρες, ὅσοι τὰ Μωσέως καὶ τῶν μετ’ αὐτὸν ἐγνώκατε λόγια, τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μετὰ ταύτην ἀγγέλλοντα, καὶ τῆς κτίσεως αὐτῆς ὡς δὴ Δεσπότῃ συγκινηθείσης ἐμοί. Ταῦτα γὰρ ἰδίας ἐκάλεσεν ἀρετὰς, ἃς ἐνεργοῦντι τούτων ἦν οὐδεὶς σὺν ἐμοὶ, ἀλλ’ οὐδὲ πρὸ τοῦ κατακλυσμοῦ, ὅτε μηδὲ τῶν εἰδώλων ἦσαν δημιουργοὶ, καθάπερ ἴστε καὶ ὑμεῖς, ὡς ἐν ἀρχῇ τοῦ θνητοῦ βίου τούτων ὑπῆρχεν οὐδέν. Οἱ δὲ μετὰ ταῦτα γενόμενοι παύσονται τῆς πλάνης ἐγκαλυπτόμενοι . Ἐπιμένοντες δὲ κατὰ τὸν τῆς ἐκδικήσεως ἀπολοῦνται καιρόν. Ὑμεῖς δὲ τέως τί μὴ λογίζεσθε, τίς τῶν ἀψύχων ἀγαλμάτων ἡ φύσις; Εἰ γὰρ εἶχόν τινα δύναμιν, ἤρκεσαν ἂν τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀμοῤῥαίοις εἰς σωτηρίαν ταῖς ἐμαῖς ἐνεργείαις ἀντιταττόμενα. Νυνὶ δὲ σὺν αὐτοῖς ἥλω τοῖς προσκυνοῦσι καὶ πυρὶ δι’ ὑμῶν παραδέδοται. Πῶς οὖν ὑμεῖς οἱ κατεγνωκότες γεγόνατε τούτων δημιουργοὶ, καὶ ταῦτα Μωσέως ἀκούσαντες, ὡς Θεῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον; οὕτω γεγόνατε μάταιοι τὰ μὴ ὄντα ποθήσαντες; Τὸ δὲ ἐξηράνθησαν , εἰ μὲν ἐπὶ τῶν γλυπτῶν νοοῖτο, ἀντὶ τοῦ ἀπώλοντο κείσεται.
Εἰ δὲ ἐπὶ τῶν τεκταινόντων, ὡς ἐπὶ φυτῶν ἀκάρπων ῥηθείη ξηραινομένων , ὧν τὸ τέλος εἰς καῦσιν. Τὸ δὲ κωφοὶ ἀπὸ ἀνθρώπων ἀντὶ τοῦ τελοῦντες μὲν οὐδαμῶς εἰς ἀνθρώπους, ἀναίσθητοι δὲ, κατὰ τό· «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.» Εἶτά φησι, συναχθήτωσαν πάντες , ὡς ἂν κοινῶς ἐντραπεῖεν οἱ τῶν εἰδώλων θεραπευταὶ τῇ δυσσεβείᾳ συνειπεῖν οὐκ ἰσχύοντες. Εἶτα μέμνηται τῶν ὀργάνων, δι’ ὧν τὰ εἴδωλα κατεσκεύαζον, ἵνα τὴν περὶ ταῦτα τέχνην προσκυνοῦντας αὐτοὺς ἀποφήνῃ. Εἰ γὰρ ἦν αὐτὸ τὸ ξύλον Θεὸς, καὶ χωρὶς ἂν τέχνης ὑπῆρχε Θεός . Οὐκοῦν τὴν τέχνην ἐθεοποίησαν ἀσθενοῦς οὖσαν ἀνδρὸς καὶ φθαρτοῦ. Οὐ γὰρ ἂν ἐδεῖτο τροφῆς καὶ ποτοῦ. Ἐν ἐρωτήσει γὰρ ὑποστίζοντες τὸ, Οὐ μὴ πίῃ ὕδωρ , ἀναγνωσόμεθα. Πῶς οὖν ὁ φθαρτὸς ἄφθαρτα, καὶ ἀθάνατα ποιήσειεν ὁ θνητός; τινὲς δὲ καὶ ἐπὶ τῶν εἰδώλων τὸ ὅλον ἐδέξαντο. Προσαγάγετε γὰρ τούτοις θυσίας. Ἄρα οὖν μὴ θυόντων ὑμῶν, πεινάσει καὶ ἀσθενήσει ἐνυπάρχων Θεός ; οὐκοῦν καὶ ὕδωρ ὀφείλει πιεῖν , εἰ τούτων ἐστὶν ἐνδεὴς, ἵνα διαβάλλει καθόλου τοὺς Θεῷ τι προσφέροντας ὑλικὸν, οὗ μὴ πέφυκεν ἐνδεής;
PG 87:2408οὐ δὲ γὰρ ὁ φύσει Θεὸς προηγουμένως τὰς θυσίας ἐπέταξεν. Ἐντρεπτικῶς δὲ νῦν ὁ προφήτης τοῖς περὶ τούτων ἐνέμεινε λόγοις, ὡς ἂν φρονήσαντες ἐπιστραφεῖεν πρὸς θεοσέβειαν. Τὸ δὲ ὡς μορφὴν ἀνδρὸς , παρίστησιν ὡς τὴν ἰδίαν προσκυνοῦσι μορφὴν τοσοῦτον ἀπᾴδουσαν, ὅσων ἀρχετύπων ἡ μίμησις. Καὶ τὴν ἑαυτῶν αἰσχύνουσι φύσιν τὴν ἐν λίθοις καὶ ξύλοις εἰκόνα τῆς ἀληθοῦς προτιμῶντες μορφῆς , καὶ δόξαν ἐκείνῃ προσάγοντες. Τὸ δὲ ἵστησιν ἐν οἴκῳ , δηλοῖ ὅτι ναῷ ἐκ δρυμοῦ τὴν ὕλην λαβών. Ὅπερ εἰδὼς οὐκ ἂν ἔχοι λέγειν, κατὰ τοὺς Ἑλλήνων λήρους, διοπετῆ τὰ ἀγάλματα. Σποδὸς οὖν ἄρα ἡ καρδία αὐτῶν , καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς , πλὴν ὃ ἤτι μόνος εἴπερ ἐθέλοι Θεὸς ὁ μετασκευάζων, ὡς βούλεται, πάντα, καὶ φωτίζων ἐσκοτισμένα. Ἴδετε , τοῦτ’ ἔστι κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιῇ μου , συνήθως οὕτω τὸν μονογενῆ καλέσας Υἱὸν , ὃς εἴτε Θεὸς , εἴτε Κύριος , εἴτε φῶς, ἢ δύναμις, ἢ βασιλεὺς, ἢ Δημιουργὸς, ἢ ζωὴ λέγοιτο, πάντα κυρίως ἐστὶν ἐξ ἀληθείας λεγόμενος, τῶν εἰδώλων ἢ δαιμόνων ψευδῶς ταῦτα λεγομένων. Φύσει γὰρ Θεὸς αὐτὸς ἐκ Θεοῦ.
Ὡς ἐπιλήσμονι δὲ τῷ Ἰσραὴλ τὸ μνήσθητι καλῶς ἐπενήνοχεν. Πλασθεὶς γὰρ εἰς παῖδα , οὐκ ὀφείλει τῆς ἀξίας ὑπεριδεῖν, κωφοῖς εἰδώλοις προσκείμενος. «Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς.» Λοιπὸν, ὧν ἥμαρτες μέμνησο , κἂν ἐγώ σοι τούτων ἀμνηστείαν χαρίζωμαι. Πεπλάσθαι δὲ λέγεται διὰ τοῦ νόμου πρὸς παῖδα . Ὡς γὰρ Ἀδὰμ ἐκ γῆς, καὶ πᾶν ἐν γαστρὶ πλάττεται βρέφος· οὕτως οἱ ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου πλάττονται Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτὸν, κατὰ τό· «Τεκνία, οὓς πάλιν ὠδίνω μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ’ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Καὶ πάλιν· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἀλλ’ ἡμεῖς μὲν οὕτω. Τοῖς ἐν νόμῳ δὲ πρέπει δουλείας πνεῦμα λαβοῦσι τὸ εἰς οἰκέτην καὶ παῖδα πεπλάσθαι . Παραβαίνοντας γὰρ ὁ νόμος, ὡς οἰκέτας ἐκόλαζεν.
PG 87:2409Ἡ ἐν Χριστῷ δὲ πλάσις υἱούς τε καὶ συμμόρφους ἐργάζεται. Τῷ δὴ οὖν Ἰσραὴλ , Μὴ ἐπιλανθάνου μου, φησὶ, τρεπόμενος εἰς ἀσέβειαν. Πρὸς ὃν ἀλλαχοῦ φησιν· «Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα.» Οὕτως ἄρα λήθη Θεοῦ, τὸ ἀποφοιτῆσαι τούτου δηλοῖ. Προτρέπων δὲ σπεύδειν ἐπὶ μετάνοιαν, ἐπιστρέφουσιν αὐτοῖς ἀμαρτημάτων ἄφεσιν ἐπαγγέλλεται, Ἀπήλειψα , λέγων, ἀντὶ τοῦ ἀπαλείψω , καθάπερ τι νέφος διαλύσας ἢ γνόφον. Τὸ γὰρ μέλλον τοῦ χρόνου, τὸ λυτρώσομαί σε παρίστησιν. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφὴν , ὡς ἀπεστραμμένον, τὸν Ἰσραήλ ; διὰ Χριστοῦ γὰρ ἤμελλε πᾶσιν ἡ τῶν ἁμαρτημάτων ἄφεσις δίδοσθαι συναναστραφέντος ἡμῖν τοῦ Ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὃ δὴ προϊδὼν ὁ προφήτης, καὶ ὡς πολλοὶ τούτων πιστεύσουσιν τῷ προφητικῷ πειθόμενοι λόγῳ, χαίρειν τοὺς οὐρανοὺς προσφωνεῖ , τὰς οὐρανίους δηλονότι δυνάμεις, ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μετανοεῖν μέλλουσιν. Ὅθεν Χριστοῦ γεννηθέντος ἀνέκραζον·
«Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.» Σαλπίζειν δὲ βούλεται, καὶ εἴ τινές εἰσι, καὶ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, ἤγουν ἀλαλάξαι , κατὰ τοὺς λοιποὺς, ὕμνον ἀναπεμπούσας Θεῷ. Εἰκὸς δὲ θεμέλια χρηματίζειν τοὺς θεοφιλεῖς πάντας προφήτας τε καὶ δικαίους, κατὰ τὸν Ἀπόστολον λέγοντα· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Ἐπὶ τὴν Χριστοῦ γὰρ κλῆσιν μεγαλοφώνως πάντας ἐκάλεσαν, κατὰ τό· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.» Ἁπάντων μὲν γὰρ θεμέλιος ὁ Χριστὸς ἀνέχων τε καὶ διακρατῶν τὰ ἐρηρεισμένα. Ἐπ’ αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα οἶκος πνευματικός. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως. Θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ’ ἡμᾶς, οἱ αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγου. Γίνονται γὰρ ἡμῖν διὰ τῶν παραδόσεων εἰς ἑδραίωμα πίστεως, κατὰ τό· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Τὸ γὰρ τῆς αὐτοῦ πίστεως ἀσάλευτον ὑπεδήλωσεν. Λέγει δὲ καὶ Δαβίδ· «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὅρεσι τοῖς ἁγίοις,» περὶ τῶν αὐτῶν λέγων. Ὁ μὲν οὖν Μωσῆς ἰσχνόφωνος ἦν.
PG 87:2411Ὁ γὰρ νόμος ἦν τοῖς ἐν Ἰουδαίᾳ μόνοις ἐξάκουστος. Σαλπισταὶ δὲ καὶ μεγαλόφωνοι κήρυκες οἱ τὸν Χριστὸν πανταχοῦ διαγγέλλοντες. Ἃ δὲ θεμέλια γῆς ἔφη, ὄρη πάλιν ὠνόμασεν. Ἔργῳ γὰρ ἦσαν καὶ λόγῳ διαπρεπεῖς, πρὸς οὓς ἔφασκεν· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» Πολλὴ δὲ πάλιν τῆς χάριτος ἡ πρὸς τὸν νόμον διαφορά. Ὁ μὲν γὰρ κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσιν ἐβόα κατήφειαν. Οἱ δὲ ταύτης κήρυκες εὐφροσύνην τῷ κόσμῳ κατήγγειλαν, ἄφεσιν βοῶντες ἁμαρτιῶν, καὶ δικαίωσιν ἐν πίστει, ἁγίου τε Πνεύματος μέθεξιν, καὶ υἱοθεσίας λαμπρότητα, οὐρανῶν τε βασιλείαν, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν οὐ κατεψευσμένην ἐλπίδα. Βουνοὺς δ’ ἂν εἴποις τοὺς καὶ αὐτοὺς ὑπερηρμένους τῆς γῆς , τῶν δὲ λεχθέντων ὀρῶν ὅμως ἐλάττονας. Ξύλα δὲ, τὰ ἐν αὐτοῖς καὶ ὑπ’ αὐτῶν τεθραμμένα, οἱ δι’ αὐτῶν πιστεύσαντες, καὶ ὥσπερ ἀναβεβηκότες εἰς ἄνδρα τέλειον καὶ καρποῖς κομῶντες πνευματικοῖς, καὶ αὐτοὶ τῆς Ἐκκλησίας ὄντες διδάσκαλοι, καὶ ταῖς νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι.
Χαίρουσι δὲ, ὅτι πρὸς τῷ λυτρωθῆναι τὸν Ἰσραὴλ καὶ δεδόξασται Θεοῦ χρηματίσας Υἱὸς , ἀδελφός τε τοῦ φύσει καὶ ἀληθῶς Υἱοῦ . Καὶ ἄλλως δὲ τὸν κόσμον, καὶ τὰ τούτου μέρη πρὸς δοξολογίαν κινεῖ, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται , ἢ κατὰ τοὺς λοιποὺς, καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται . Ὅπερ ἐγίνετο ἡνίκα τῶν ἐκ τοῦ προτέρου λαοῦ πολλοὶ τοὺς προφητικοὺς λόγους ὠφελημένοι πρὸς εὐσέβειαν ἐχώρουν καταλιπόντες τὰ εἴδωλα. Τινὲς δὲ τὸ, Καὶ οὐκ ἦσαν οἱ πλάττοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ , οὕτως ἐξηγήσαντο· Οὐ παρὰ τὸ μὴ εἶναι τοὺς ταῦτα ἐργαζομένους, παρὰ δὲ τὸ μὴ δύνασθαι βοηθῆσαι τοῖς αὐτὰ θεραπεύουσιν, ὡς μηδὲ ὄντα ἡνίκα τὴν γῆν ἐκληροδότησεν Ἰσραὴλ τοὺς τούτων ἀπελάσας προςκυνητάς. Πῶς οὖν οὐ μάταιος μετὰ τοσαύτην πεῖραν εἰδωλολατρήσας αὐτὸς, καὶ τῷ αὐτεξουσίῳ κακῶς χρησάμενος; «Εἰ γὰρ καὶ πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Οὐδὲ ἐξουσιασθήσομαι, φησὶν, ὑπό τινος.» Τοῦτ’ ἔστιν, Ἄρχειν λαχὼν ἐμαυτοῦ ἐὰν ὑποταγείην τοῖς πάθεσι, καὶ τὸ ἄρχειν ἀπώλεσα, τῆς ἐλευθερίας ἀποστὰς, δι’ ὧν ἐμαυτὸν ὑπέβαλον ἐξουσίᾳ.
PG 87:2413Τοῦτο δὲ κατὰ μικρὸν ὁδεῦον τῇ τῶν ἡδονῶν συνηθείᾳ πρὸς ἀσέβειαν ἔρχεται. Πονηρὰς γὰρ ὑπονοίας τίκτει κατὰ Θεοῦ, ὡς μὴ εἰδότος τὰ γινόμενα, ἢ καὶ ἀδιαφοροῦντος ἐπ’ αὐτοῖς. Δεῖ τοίνυν ἐφ’ ἑκάστης ἁμαρτίας τά τε μέρη σκοπεῖν, καὶ τὴν ἀτοπίαν τοῦ τέλους, καὶ συναίσθησιν λαβόντας αἰσχύνεσθαι πρό γε τῶν ἄλλων ἑαυτούς. Αὐτὸς γὰρ ἑαυτῷ τις τὰ εἰκότα διαλεγόμενος ὠφελεῖται τὰ μέγιστα. κδκη. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα· ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; κ.τ.λ. Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος, καὶ ὡς παύσονται ταύτης οἱ τὴν προφητικὴν διδασκαλίαν ὠφελημένοι· νῦν τὴν ἐκ Βαβυλῶνος ἀπαλλαγὴν ἐπαγγέλλεται, εἰς ἥνπερ εἰδωλολατροῦντες ἀπήχθησαν, οὗπερ εἰ παύσαιντο νῦν, ἐλευθερίαν ὑπέσχετο. Ἐπειδὴ δὲ περὶ πραγμάτων μεγίστων ἐποιεῖτο τοὺς λόγους, καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι παρά τινων, εἰκότως τὴν ἰδίαν ἀνεκήρυξε δύναμιν. Πάντων γὰρ ὢν ποιητὴς, καὶ παράγων ἐξ οὐκ ὄντων, πῶς οὐκ ἂν ἔχοι ῥᾳδίως ὅπερ ἂν ἐθέλοι ποιεῖν;
Ὡς δὲ τοιούτων ἐσομένων, καὶ ἄνω παρεκελεύετο τῇ κτίσει δοξολογεῖν τὸν Θεὸν, οἷς ἀκολούθως φησίν· Οὕτω λέγει Κύριος ὁ λυτρωσάμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας · [ὅπερ] Ἱερεμίας ἐδήλωσεν εἰπών. «Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε» λόγον εἰπὼν Κυρίου τὸν τῶν κατὰ γαστρὸς κυοφορουμένων Δημιουργόν. Εἶτ’ ἐπειδὴ περὶ ἐλευθερίας πρόκειται λόγος· λυτρούμενον ἑαυτὸν εἰκότως ὠνόμασεν, σωματικὴν πλάσιν ὡς δὴ σωματικοῖς λέξας. Ἐγώ εἰμι, φησὶν, ὁ ἐκ μικροῦ σε πλάσας ὑποκειμένου, καὶ ὡς ἐκ σπηλαίου τινὸς ἐξαγαγὼν σκοτεινοῦ, μηδὲν περὶ τούτου τῶν γονέων εἰδότων, ἐμοῦ δὲ τὸ πλασθὲν ὑποστήσαντος. Εἰ δὲ σμικρόν σοι τοῦτο πρὸς θείαν φαίνεται δύναμιν, σκόπει τοῦ κόσμου τὰ μέγιστα πόθεν ἔσχε τὴν ὕπαρξιν, καθά φησι καὶ Δαβίδ· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.» Καὶ πάλιν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ἀντὶ δὲ τοῦ ὁ συντελῶν, ὁ ποιήσας ἐξέδωκαν οἱ λοιποί. «Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.» Ὅτι, «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν.
PG 87:2415Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.« Ὁ δὲ τοσοῦτος τί ἐποίησεν κατὰ καιροὺς ἐπενήνοχεν, ὡς ἀπολεῖ τὰς πανταχοῦ μαντείας καὶ τὰ χρηστήρια δι’ ὧν οἱ δαίμονες ἐφενάκιζον τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας, εἰδέναι τὸ μέλλον πλαττόμενοι, καὶ τὰ ταῖς καρδίαις ἐπερχόμενα λέγοντες· περὶ ὧν ἔφασκεν Ἰεζεκιήλ· »Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι.« Διεσκέδασε δὲ ταῦτα καὶ τῷ παῦσαι, καὶ τῷ ποιεῖν ἅ ἐστιν ἐκείνοις ἀτέκμαρτα, καὶ ἀπρόγνωστα. Ἀπεστράφησαν δὲ καὶ φρόνιμοι . Φρονίμους καλεῖ τοὺς παρ’ Ἕλλησι σοφοὺς, ὧν ἐμώρανεν τὴν σοφίαν τῷ τῆς ἀληθείας διαμαρτεῖν, ἀχρήστου τῆς ἐν αὐτοῖς ἀποδειχθείσης σοφίας. ψυχικὴ γὰρ ἦν, καὶ ἐπίγειος, δαιμονιώδης, ἣν καὶ ὁ Παῦλος μεμωράνθαι φησίν· ἤγουν τοὺς μάγους. Σοφοὺς γὰρ καὶ τούτους ἐκάλουν. Ταῦτα μὲν οὖν διασκεδάσω. Τοῦ δὲ ἐμοῦ Υἱοῦ καὶ Χριστοῦ, περὶ οὗ πολλὰ προεῖπον, καὶ τῶν ἀγγέλων αὐτοῦ τῶν ἀποστόλων, στήσω τὰ ῥήματά τε καὶ τὴν βουλήν. Ῥήματα δὲ Χριστοῦ τὸ σωτήριον κήρυγμα. Βουλὴ δὲ τῶν ἀγγέλων αὐτοῦ , τὸ παυσαμένους πάντας κακίας καὶ πλάνης προσδραμεῖν ἀληθείᾳ καὶ ἀρετῇ.
Ἐγὼ δὲ ὁ ταῦτα μέλλων ποιεῖν, ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὡς ἀνοικοδομήσω τὴν Ἱερουσαλὴμ ἣν ὑπὸ Βαβυλωνίων καθῃρημένην καὶ τὰς πόλεις τῆς Ἰουδαίας , ἧς ὡς ἐξ ἀρχῆς τὰ ἔρημα πάλιν συστήσεται . Ἀλλὰ καὶ τὴν πολυπληθίαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω. Καὶ τὴν Βαβυλῶνα, τὴν πλήθεσιν οἰκητόρων ὡς ποταμοῖς διαῤῥέουσαν ξηρανῶ , πέρας αὐτοῖς ἐπιθείς. Τινὲς δὲ ἄβυσσον μὲν τὸ πολυάνθρωπον εἰρῆσθαι τῆς Βαβυλωνίας φασί. Ποταμοὺς δὲ, τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ἃ πέριξ αὐτῆς ὄντα πρὸς ἐπικουρίαν ἐκάλεσεν, ἔθους ὄντος Γραφικοῦ ποταμοὺς καὶ θαλάσσας καὶ ὕδατα, πολλὰ καλεῖν ἔθνη. Λέγει γὰρ καὶ Δαβίδ· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, τὸ σωτήριον κήρυγμα διὰ τῶν ἐθνῶν κεχωρηκέναι δηλῶν ὑψηλῇ βροντῆσαν φωνῇ. Τοιοῦτον καὶ τὸ, »Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.« Μεγάλαι γὰρ αἱ τῶν ἀποστόλων οὖσαι φωναὶ γεγόνασι γνώριμοι. Εἴρηται δὲ καὶ περὶ Βαβυλῶνος αὐτῆς καὶ Νινευὴ, »Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς.« Τινὲς δὲ ἄβυσσον εἰρήκασι τὴν Ἐρυθρὰν θάλασσαν ἐρημωθεῖσαν, ὅτε διέστη παριόντος αὐτὴν τοῦ λαοῦ·
PG 87:2416Ποταμοὺς δὲ ξηρανθέντας , τὸν Ἰορδάνην ἀναχαιτίσαντα. Δι’ ὧν ὑποβάλλει νοεῖν, ὡς Εἴ μοι ἑαυτοὺς ἐπιδώσητε, τοὺς λογισμοὺς ὑμῶν κοιμίσω κυμαινομένους καὶ ξηρανῶ πλημμυρούσας τὰς ἡδονάς. Καὶ ταῦτα μὲν οὗτοι. Τὰ δὲ καθ’ ὑμᾶς τε καὶ Βαβυλωνίους πάντα ποιήσω, φησὶ, διακόνῳ χρησάμενος ἀνδρὶ, οὗ καὶ τοὔνομα προλέγω Κῦρον καλῶν, ὃν προστήσομαι τῶν ἐμῶν βουλευμάτων διάκονον, φρόνησιν αὐτῷ παρασχὼν εὐσεβῆ, ὡς τὰ κατὰ Βαβυλῶνος ἐπιγνῶναι πρακτέα, τοῦ τε λαοῦ τὴν ἄνεσιν, καὶ τῆς Ἱερουσαλὴμ σὺν τῷ ναῷ τὴν ἀνάκτισιν. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ λέγων Κύρῳ, Ποιμήν μου . Καὶ πάλιν· Ὁ δὲ ναὸς θεμελιωθήσεται . Τελευτήσαντος γὰρ Κύρου κεκώλυται μὲν ἔκ τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ’ αὐτὸν βασιλεύσαντος τοῦ ναοῦ θεμελίων ἐπὶ Κύρου προκαταβεβλημένων, ἐπληρώθη δὲ μετὰ ταῦτα βουλήσει Θεοῦ. Καὶ ταῦτα δεδήλωκεν ἡ Γραφή. Καὶ Ἰώσηπος ἐν α τῆς Ἀρχαιολογίας, ὡς ἐπιδειχθείσης παρὰ τῶν αἰχμαλώτων τῆς Ἡσαί̈ου προφητείας τῷ Κύρῳ, ταῦτά τε γνοὺς, καὶ ἐπ’ ὀνόματος ἑαυτὸν κεκλημένον εὑρὼν πρὸ δέκα καὶ διακοσίων ἐτῶν, σὺν πολλῇ προθυμίᾳ τὰ προστεταγμένα πεποίηκεν. ΚΕΦΑΛ. ΜΕ. αη.
Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται, κ.τ.λ. Ὃν καὶ χριστὸν καλεῖ, οὕτω παρ’ Ἑβραίοις λεγομένων τῶν ὑπὸ Θεοῦ προχειρισθέντων εἰς βασιλείαν. Ἐλαίῳ γὰρ αὐτοῖς οἱ βασιλεῖς εἰώθεσαν χρίεσθαι πρὸς τὴν ἀρχὴν καθιστάμενοι. Τροπικῶς δὲ καὶ τοὺς ἁγίους οὕτω φησὶν ἡ Γραφή. Χριστὸν οὖν αὐτὸν ἐκάλεσεν, ὡς ἐκ Θεοῦ πρὸς τὴν ἀρχὴν κεκλημένον. Ὡς δὲ τοιούτου , φησὶν, ἐπαγγέλλομαι κρατῆσαι τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικηθῆναι παρά τινος κρείττονος. Ἀντιλήψεως γὰρ τοῦτο σημεῖον, καθά φησιν ἐν Ψαλμοῖς· «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Ὑποτάξας δὲ πλείστους αὐτῷ, πᾶσαν διαῤῥήξω τὴν ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείαν , οὐδὲν ἄβατον ἐάσας αὐτῷ, καθ’ ὧν ἂν ἐθέλῃ χωρεῖν. Ἀλλὰ κἂν ᾖ τι δυνατὸν ἐμποδὼν, ὡς ὄρος γινόμενον, κἂν ἰσχυρὸν ὡς χαλκὸς ᾖ, καὶ σίδηρος , πάντα ταπεινώσω καὶ λύσω, ὡς μηδὲ θησαυροὺς ἀοράτους τοῖς πρὶν βασιλεῦσι τοῦτον διαλαθεῖν.
PG 87:2418Τινὲς δὲ θησαυρούς φασι τοὺς ὅσοι καὶ μάλιστα δυνατοὶ παρὰ τὴν ἔφοδον Κύρου σπηλαίοις ἐγκαταδύντες ἐλάνθανον. Ὃ δὴ μαθὼν, δᾷδας ἐξάπτων τοὺς ἄνδρας ἀνεύρισκεν. Γνῶθι δὲ τούτων ἐσομένων ὅστις εἰμὶ , ὁ πρὸ τοσούτων χρόνων τὴν σὴν προςηγορίαν εἰπών. Εἰμὶ γὰρ Θεὸς Ἰσραὴλ , ὃν μὴ ἀγνόει . Δι’ αὐτὸν γάρ σοι τοσαύτην δυναστείαν δεδώρημαι. Ἐμὸς γάρ ἐστιν ἐκ πάντων ἐκλεγεὶς τῶν ἐθνῶν τῇ πρὸς τοὺς αὐτῶν πατέρας τιμῇ. Διό σε προσεδεξάμην, ὡς ἐμαυτοῦ οἰκεῖον, καίπερ οὐκ ἐγνωκότα με , τῇ δὲ ἐκ πατέρων εἰδωλολατρείᾳ προςκείμενον. Ὡς ἂν μὴ δοκῇς προλαβούσης εὐσεβείας γέρα σοι ταῦτα δεδόσθαι. Ἀλλ’ εἰ καὶ μὴ πρότερον ἔγνως, ὅτι μόνος εἰμὶ Θεὸς, μάθε γ’ οὖν ἐξ ὧν διαπράξομαι, δι’ ὧν πάντες εἴσονται Θεὸν εἶναι μόνον ἐμὲ , καὶ δι’ ἀλλοφύλων, καὶ τῆς ἐμῆς ξένων θρησκείας, τὰ δοκοῦντα διαπραττόμενον. Καὶ δι’ ὧν τὸν ἐμὸν λαὸν, ἡνίκα μὲν παιδείας ἦν καιρὸς, ὥσπερ ὀργῇ καὶ σκότῳ διὰ τῆς παιδείας κατήφειαν παρέδωκα. Ἡνίκα δὲ σώζειν ἔδει διορθωθέντα φῶς καὶ εἰρήνην ἐπ’ αὐτὸν ἀνατεῖλαι πεποίηκα, διὰ τὴν ἐκ τῆς ἀφέσεως τῶν δεσμῶν εὐφροσύνην.
Καὶ γὰρ εἰρήνης εἰμὶ καὶ φωτὸς χορηγὸς, σκότους τε καὶ τῶν λυπηρῶν, ἃ δὴ καλεῖν κακὰ φίλον ἐστὶ τοῖς πολλοῖς, ὧν ἐγὼ ποιητὴς πρὸς τὴν ἀξίαν αὐτὰ χορηγῶν ἐπ’ ὠφελείᾳ τῶν δεχομένων. Τινὲς δὲ φῶς καὶ σκότος , ἡμέραν εἰρήκασι καὶ νύκτα. Οἳ καὶ κατὰ τὰ ἐπενεχθέντα τοῖς Βαβυλωνίοις φασὶ, δι’ ἣν ἐπεδείξαντο κατὰ τῶν ἐξ Ἰσραὴλ ἡλωκότων ὠμότητα, ὡς διὰ Ζαχαρίου τὸν Θεὸν εἰρηκέναι· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα. Αὐτοὶ δὲ, συνεπέθεντο εἰς κακά.» Καὶ πρὸς αὐτὴν δὲ Βαβυλῶνά φησιν· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Δι’ ὅπερ ἔφη διὰ Ἱερεμίου τῳ Κύρῳ· «Ἐπίβηθι ἐπ’ αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. Ἐκδίκησον μάχαιραν καὶ ἀφανισμὸν, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.» Καὶ πάλιν· «Ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν, ὡς σπήλαιον,» καὶ τὰ ἑξῆς.
PG 87:2420Καὶ διὰ τοῦ παρόντος δὲ προφήτου ἐῤῥέθη· «Ἐπεγερῶ ὑμῖν τοὺς Μήδους,» καὶ τὰ ἐπὶ τούτοις. Τὴν δὲ μέλλουσαν ἐπάνοδον προθεσπίσας ὁ λόγος ὡς, ἐπ’ εὐαγγελίοις χαίρειν αὖθις ἐντέλλεται ταῖς οὐρανίαις δυνάμεσιν, καὶ ταῖς νεφέλαις ταῖς λογικαῖς, ἃς ἐνετείλατο πρότερον ὑετὸν εἰς τὸν ἀμπελῶνα μὴ βρέξαι, δικαιοσύνην χορηγῆσαι τοῖς οἰκοῦσι τὴν γῆν . Καὶ ἡ γῆ δὲ, φησὶ (λέγων τοὺς κατοικοῦντας τὴν γῆν ), ἡ πρὶν ἔρημος , ἀνανεούσθω φέρουσα θεοσεβείας καρποὺς ἔλεος καὶ δικαιοσύνην . Ταῦτα δὲ ἔσται τοῦ σοῦ κτίστου προστάξαντος. Τῷ γὰρ ἐξ οὐκ ὄντων παραγαγόντι σε δυνάμει ποιητικῇ ῥᾷστον ἀνανεῶσαι τὸ δημιούργημα. Τινὲς δέ φασιν ὡς δὴ συνήθως ἡ Γραφὴ ἐκ τῶν κατὰ μέρος εἰς τὸ καθόλου τὸν λόγον ἀνήγαγεν.
Εἰπὼν γὰρ τὰ κατὰ Κῦρον , καὶ Βαβυλῶνα, καὶ τὴν ἐπάνοδον, ἐπὶ Χριστὸν μετάγει τῶν εἰρημένων τὴν ἔννοιαν, ὃς ἀπεστάλη παρὰ τοῦ Πατέρος κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ νεκροῖς ἀνάβλεψιν, καὶ τοὺς σειραῖς ἁμαρτημάτων κατεσφιγμένους ἐξελέσθαι τῆς τοῦ Σατανᾶ τυραννίδος, παλινδρομεῖν τε παρασκευάσαι πρὸς ἑαυτὸν, ὃς τὸν ἑαυτοῦ ναὸν, τὴν Ἐκκλησίαν ἀνήγειρεν, παραστήσας ἑαυτῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Δι’ ὧν οὖν ἔπραξεν Κῦρος , ὡς διά τινος εἰκόνος τὰ πᾶσι δεδωρημένα σημαίνεται, ἐφ’ οἷς εὐφραίνεται καὶ τὰ οὐράνια πνεύματα, εἴ γε χαίρουσι καὶ ἐφ’ ἑνὶ μόνῳ μετανοοῦντι ἁμαρτωλῷ, ἃ καὶ νεφέλας καλεῖ, δι’ ὧν αἱ τοῦ ἁγίου Πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην εἰς τὰς τῶν πιστευόντων ψυχάς. Ἢ καὶ τοὺς μυσταγωγοὺς τοὺς ὄντας ἐπὶ τῆς γῆς αἱ νεφέλαι σημαίνουσιν, οἳ περιφοιτῶντες τὴν γῆν, τὸν ἱερὸν ἅπασι κατεσκέδασαν λόγον κατάρδοντες τὰς τῶν διψώντων ψυχὰς πρὸς εὐκαρπίαν πνευματικὴν ἀπηλλαγμένας τῶν τοῦ διαβόλου σπερμάτων, ὧν ὁ καρπὸς οὐδεὶς ἦν, ὁ ποιῶν χρηστότητα οὐκ ἦν ἕως ἑνός.
PG 87:2421Καρποὶ δὲ τοῦ Πνεύματος ἔλεος , τοῦτ’ ἔστιν ἀγάπη, πλήρωμα νόμου τυγχάνουσα, τὴν εὐαγγελικὴν ἔχον συνεζευγμένην δικαιοσύνην. Εἰ μήτις λέγοι δικαιοσύνην ἐκ γῆς ἀνατείλασαν αὐτὸν εἶναι Κύριον, δι’ οὗ ἠλεήθημέν τε καὶ δεδικαιώμεθα. Περὶ οὖ φησι καὶ Δαβίδ· «Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.» Ἐκ γῆς γὰρ εἶχε τὴν σάρκα μὴ κατελθοῦσαν ἐξ οὐρανοῦ . θιζ. Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε, ποιῶν βελτίω, κατεσκεύασα ὡς πηλὸν κεραμέως. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρα; Οὐαὶ ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεις; κ.τ.λ. Ἐπιτιμᾷν ὁ λόγος δοκεῖ τοῖς μετὰ τοσαύτην ἐπαγγελίαν τὴν περὶ τῆς ἀνακλήσεως μὴ προστρέχουσι τῷ Θεῷ, καὶ ὡς πάντων ὄντι Θεῷ κατὰ καιρὸν παιδεύοντι τὸν λαὸν, καὶ πάλιν ἀναλαμβάνοντι, βελτίω τε τὸν ναὸν καὶ τὴν πόλιν κατασκευάζοντι δίκην κεραμέως τὰ συντριβέντα πάλιν ἀνανεουμένῳ, καὶ τῶν πρώτων κρείττω δεικνύντι τὰ δεύτερα. Τὴν αὐτὴν λαβὼν Θεὸς καὶ πρὸς Ἱερεμίαν εἰκόνα προσέθηκεν·
«Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ;» καὶ νῦν δέ φησι διὰ τοῦ παρόντος προφήτου, ὅτι βέλτιον κατεσκεύασα , νῦν ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. Ἀντὶ δὲ τοῦ ποιῶν βέλτιον κατεσκεύασα , Σύμμαχος ἔφησεν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν . Ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ; ὁ Θεοδοτίων, ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν . Ἐγὼ γὰρ, φησὶν, ὁ τοὺς οἰκοῦντας τὴν γῆν γεωργῶν μετέπλασα τὸν λαόν. Μὴ οὖν ἐναντιοῦσθε ταῖς ἐμαῖς οἰκονομίαις, ὡς οὐδὲ πηλὸς κεραμεῖ. Πηλοῦ γὰρ λόγον ἐκ γῆς πλασθέντες ἔχομεν ὡς πρὸς κεραμέα τὸν πάντων Δημιουργόν. Πᾶς μὲν οὖν ἐναντιούμενος ταλανίζεται, ἐξαιρέτως δὲ ὁ Πατέρα λαχὼν τὸν Θεὸν αὐτῷ τε λαὸς ἀνακείμενος. Οὐαὶ γὰρ ὁ λέγων τῷ πατέρι αὐτοῦ, Τί γεννήσεις ; ἢ κατὰ Σύμμαχον, Τί ἐγέννησας ; Οὐ παύονται γάρ τινες ἐγκαλοῦντες Θεῷ· Τί γὰρ ἔδει τούτου τοῦ βίου; Τίς ἡ τούτου διοίκησις; καὶ τίς ἐκείνων ἡ χρεία; ἐχρῆν δὲ οὕτω γεγενῆσθαι. Εἶτά φησιν· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου . Διὰ μὲν τῶν υἱῶν σημαίνων τὴν νοερὰν οὐσίαν καὶ λογικήν.
PG 87:2423Διὰ δὲ τῶν ἔργων , τὰ μέρη τοῦ κόσμου. Εἰ μὲν γὰρ ἔχεις τι, φησὶν, εἰπεῖν, εἰς τούτων διόρθωσιν, λέγε. Εἰ δὲ μαθεῖν τις ἐθέλει περὶ αὐτῶν, διὰ τῶν ἐμῶν ἐρωτάτω με προφητῶν, καὶ γνώσεται τίνα τρόπον πάντα διέπω κηδόμενος. Τίνα γὰρ ἔχει μέμψιν ἀνθρώπου δημιουργία; ποῖον δὲ κάλλος ἢ μέγεθος οὐρανὸς οὐ παρέρχεται; τί δὲ μὴ πρὸς χρείαν ἐγένετο; Γῆ μὲν οἴκησιν ἀνθρώπῳ , καὶ φυτὰ, καὶ ζῶα πρὸς τὴν αὐτοῦ χρῆσιν, παρέχουσα. Οὐρανοῦ δὲ ἄστρα νῦν μὲν αὐτῷ δᾳδουχοῦντα· νῦν δὲ πάλιν ἐν ἁρμονίῳ κινήσει σημεῖα καὶ χρόνους ἀποτελέσαι δυνάμενα. Πρὸς δὲ τοῖς ἄλλοις καλοῖς, Ἤγειρα καὶ διὰ τὸν ἐμὸν λαὸν βασιλέα , ἢ Κῦρον , λέγων, οὗ , φησὶν, αἱ ὁδοὶ εὐθεῖαι . Ἢ κατὰ Σύμμαχον, καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. Καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου . Δυνάμει γὰρ αὐτὸς αὐτὸν ᾠκοδόμησεν ἐπιτρέψας τοῖς ἐθέλουσιν ἀνιέναι, καὶ τοῦτο ποιεῖν μετὰ δώρων τούτους ἀφείς. Ἢ Ζοροβάβελ ἐκ Δαβὶδ ἕλκοντα τὴν γονὴν, ὃς ἡγησάμενος τῶν ἀνελθόντων ᾠκοδόμησε τὸν ναόν. Περὶ οὗ φησιν·
«Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν.» Οἰκειότερον δ’ ἂν ἐπὶ Χριστοῦ λαμβάνοιτο, ὃς καί φησιν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Οὗπερ ἀληθῶς αἱ ὁδοὶ εὐθεῖαι . Καὶ τὴν ἀληθινὴν αὐτὸς ᾠκοδόμησε πόλιν , λέγων· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἥτις ἐκ λίθων συνέστηκε ζώντων, ἀκαθαίρετός τε, καὶ ἀπὸ ἀνατολῶν εἰς δυσμὰς παρατείνουσα ἠλευθέρωσέν τε τῆς ἐκ διαμόνων δουλείας, καὶ ταῦτα προῖκα, κατὰ τὸ, «Χάριτί ἐστε σεσωσμένοι.» Τὰ γὰρ κατὰ Κῦρον , ἢ Ζοροβάβελ ἱστορικὰ, σύμβολα τῶν ἀληθῶν ὑπῆρχεν. Ἑπὶ Χριστοῦ γὰρ μᾶλλον ἁρμόσει τὸ, Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρω . Κατὰ γὰρ τὴν πρόχειρον λέξιν, οὔτε Χριστὸς Κυρίους , Πέρσης ὢν ὑπῆρχεν ὁ Κῦρος , οὔτε τὴν πόλιν ᾠκοδόμησεν , πλὴν τῆς τῶν θεμελίων ἀρχῆς. Εἶτα διέμεινεν ἔρημος μέχρι τῆς βασιλείας Δαρείου. Καὶ τὰ ἑξῆς δὲ μᾶλλον τῷ Χριστῷ ἤπερ Ζοροβάβελ ἁρμόσει καὶ κύρῳ , ἐν οἷς Αἴγυπτόν φησι κεκοπιακέναι , δι’ αὐτῆς δηλῶν τοὺς ὅσοι πάλαι διὰ τῆς εἰδωλολατρείας ἦσαν δεδουλωμένοι τοῖς δαίμοσιν.
PG 87:2424Ἐπὶ δὲ σὲ τὸν προφητευόμενον βασιλέα καὶ πᾶν ἔθνος διαβήσεται βάρβαρον. Σαβὰ γὰρ ἔθνος Αἰθιοπικὸν , οὗπερ ἡ βασίλισσα πρὸς Σολομὼν παρεγένετο. Τέλος δὲ τούτοις ἀγαθὸν τὴν Χριστοῦ προαγορεύει προσκύνησιν , ὃς καὶ Θεὸς ἦν , καὶ Θεὸν εἶχεν ἐν αὑτῷ, ὅπερ οἱ προσκυνοῦντες ἠγνόουν τὸ πρότερον. Αὐτὸς δὲ καὶ τοῦ Ἰσραὴλ ὁ Σωτήρ . Τὸ γὰρ Ἰησοῦς ὄνομα τοῦτο δηλοῖ. Τούτων δὲ προσκυνούντων οἱ ἀντικείμενοι καταισχύνονται ἐκ περιτομῆς τε καὶ ἐθνικοὶ κατὰ καιροὺς τὴν Ἐκκλησίαν διώξαντες. Μηδὲν γὰρ μειώσαντες ηὔξησαν. Ὁ δὲ Θεοδοτίων ἐξέδωκεν· Πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ . Καὶ Ἀκύλας, ἰσχυρὸς . ἔφησεν. Ἀντὶ δὲ τοῦ· οὐκ ᾔδειμεν , ὁ μὲν Θεοδοτίων καὶ Σύμμαχος, κορυφαῖος . Ὁ δὲ Ἀκύλας, ἀποκρυπτόμενος · τὸ ἀπόκρυφον τῆς τοῦ Χριστοῦ θεολογίας ἐμφήναντες. Ἀκολούθως δὲ τῇ περὶ Χριστοῦ προφητείᾳ καὶ τῶν αὐτοῦ μέμνηται μαθητῶν. Αὐτοὶ γὰρ ἦσαν Ἰσραὴλ ὁ σωζόμενος , δι’ ὧν τὰς νήσους ἀνεκαίνισεν Ἐκκλησίας, οἷς ἁρμόσει καὶ τὸ, Οὐκ αἰσχυνθήσονται τοσοῦτον ἔργον πανταχοῦ τῆς οἰκουμένης ἀνύσασιν; Τινὲς δὲ οὕτως ἄνωθεν ἐξηγήσαντο· Τὴν αἰτίαν δίδωσι δι’ ἣν ἐνηνθρώπισε λέγων·
Ἐγώ εἰμι ὁ κτίσας σε . Τὸ δὲ εἰμὶ , τὴν ἀληθῆ παρέστησεν ὕπαρξιν, καὶ τὴν ὄντως οὖσαν ζωήν. Ἔκτισα δέ σε ἐπ’ ἀφθαρσίᾳ, θάνατον μὴ ποιήσας, οὐδέν τε ζῶον ἐπὶ γῆς ἀπέδειξα παραπλήσιον· σὲ γὰρ μόνον ὡς κεραμεὺς χερσὶν ἰδίαις διέπλασα τῇ ἐμῇ τιμήσας εἰκόνι πρὸς τῇ πλάσει τοῦ σώματος. Περὶ οὗ καὶ πρὸς Ἰὼβ ἔφασκεν· «Ἦ σὺ λαβὼν ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;» Καὶ Δαβὶδ δέ φησιν· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους.» Εἶτα τοῖς ἐξ Ἰσραὴλ ἐγκαλοῦσιν αὐτῷ τὴν ἐκ τῶν νομικῶν τύπων ἀπαλλαγὴν πρὸς ἀληθείας μετάθεσιν, ὀνειδίζει. Ἔλεγον γὰρ, «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἔλυε τὸ Σάββατον.» Ἀροτριᾷ γάρ τις, φησὶν, οὐχ ἵνα μόνον ἀροτριάσῃ · ἐκ δὲ τῶν καταβαλλομένων σπερμάτων καρποὺς προσδεχόμενος. Κἀγὼ τοίνυν ὑμᾶς, ὡς γῆν ὑλομανοῦσαν διὰ τὴν εἰδωλολατρείαν, τῷ Μωσέως ἠροτρίασα νόμῳ, τῷ ἐμῷ προευτρεπίζων Υἱῷ τὴν τῶν ἀγαθῶν σπερμάτων καταβολήν. Τί οὖν διὰ παντὸς τὸν ἀρότην στέργετε νόμον, ὅτε καιρὸς τῆς δι’ ὕδατος καὶ πνεύματος ἀναπλάσεως;
PG 87:2426πρὸς ἣν ὑπείκοντας ὑμᾶς οὐκ ἔχω, μηδὲ τὸν πηλὸν ὁρῶντας τοῦ κεραμέως , ὡς ἐκείνου πλάττεταί τε καὶ μεταπλάττεται νεύματι, μηδὲν τὴν δημιουργικὴν μεμφόμενον χεῖρα , ὡς τῆς ἀναπλάσεως ἐπιστήμην οὐκ ἔχουσαν; ἀλλ’ οὐδὲ ὁ τεχθήσεσθαι μέλλων πυνθάνεται τοῦ Πατέρος εἰ ἄρα γεννήσει . Τί οὖν ὑμεῖς μὴ τῷ πάντων παραχωρεῖτε Δημιουργῷ τὸν τρόπον εἰδέναι τῆς ἀναπλάσεως , περὶ ἧς λέγοντος τοῦ Χριστοῦ Νικόδημος ἔλεγεν· «Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητέρος αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Εἰ ἐπετίμησεν οὗν, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ , καὶ μήπω τις τεχθεὶς ἐπύθετο τοῦ πατέρος τί τέξεται · ἐρωτήσατε καὶ ὑμεῖς οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες, τίνα τοῦτο γενήσεται τρόπον. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου . Ἀντὶ τοῦ, διατάξατε πῶς ποιητέον, ὡς ἀγνοοῦντι. Σιγῇ ἄρα μετὰ Παύλου ῥητέον· »Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ « καὶ τὰ ἐφ’ ἑξῆς, ἑτέρας λέγειν παραγγελλούσης Γραφῆς·
«Ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.» Οἶδεν γὰρ μεταποιεῖν, καθὰ διὰ τοῦ Ἰεζεκιήλ φησιν, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος.» Διὸ καὶ τὴν ἰδίαν ἐπιδεικνύμενος δύναμιν, Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς . Ὁ γὰρ κτίσας καὶ ἀνακτίσαι δυνήσεται. χεῖρα δὲ πάλιν φησὶ, τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν Υἱόν. «Τῷ Λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,» ὃς καὶ τοῖς ἄστροις ἐνετείλατο διατάξας τὸν μὲν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας, νυκτὸς δὲ τὴν σελήνην. Διό φησιν ὁ ψαλμός· «Ὁ ἤλιος ἔγνω τὴν δύσιν αὐτοῦ.» Καὶ πάλιν· «Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.» Τὴν δὲ τῶν φθασάντων ἔννοιαν τὰ μετὰ ταῦτα δηλοῖ, δι’ ὧν ὁ Χριστὸς Βασιλεὺς δικαιοσύνης κηρύττεται ὑπάρχων αὐτόχρημα δικαιοσύνη . Καὶ ἀλλαχοῦ γάρ φησιν· «Ἰδοὺ δὴ βασιλεὺς δικαιοσύνης βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Φύσει γὰρ ὢν σὺν τῷ Πατέρι βασιλεὺς τοὺς ἀποστάντας αὖθις ὑπέταξε σαρκωθεὶς, ὁδοὺς ἔχων εὐθείας τὰ τῶν Εὐαγγελίων θεσπίσματα. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτοῖς. Τὸ δὲ τραχὺ τῶν νομικῶν ἐκπέφευγεν ἐνταλμάτων.
PG 87:2428Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν αὐτὸς ὢν θεμέλιος, Ἐφ’ ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα ὡς λίθοι πολυτελεῖς, εἰ ναὸν ἅγιον, εἰ κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, ὃς οὐ μετὰ δώρων τὴν ἡμετέραν αἰχμαλωσίαν ἐῤῥύσατο. «Οὐ γὰρ φθαρτοῖς, φησὶν, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Οὐκ ἐσμὲν οὖν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου. Περὶ δὲ τοῦ Χριστοῦ προειπὼν, ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ, εὐθέως ἐπήνεγκε τίνες οἱ κληθησόμενοι, δεῖγμα τῶν εἰδωλολατρῶν τοὺς ἄκρους ἐν ταύτῃ λαβὼν εἰς ἔνδειξιν τῆς τοῦ σεσωκότος δυνάμεως. Ἀπεστάλη μὲν γὰρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς δὲ ἀπελάκτισεν ὁ ἠγαπημένος ἀποκτείνας αὐτὸν, ἐπέλαμψεν αὐτίκα τοῖς ἔθνεσιν. Αἰθιόπων δέ, φησιν ἐμπορίαν , τὰς Θηβαίων πόλεις, οἷς ὅμοροι Σαβαείμ. Ἐκοπίασαν δὲ πικροῖς τυράννοις δουλεύοντες, εἰς θυσίας αἰτοῦσιν υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἤγουν τὸ εὔτονον αὐτῶν τῆς ἀσεβείας ἐνέδωκεν ἡττηθὲν εἰς εὐσέβειαν. Διελύθη γὰρ ὅσον εἶχον πρὸς ταύτην ἐνστατικόν.
«Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,» πανταχοῦ καθιδρυμένων ἐν τούτοις ἐκκλησιῶν, τοσούτων τε παρ’ αὐτοῖς ὁρωμένων μοναστῶν καὶ παρθένων πόνοις ἐναθλούντων ἀσκήσεως. Ὑψηλοὺς δέ φησιν αὐτοὺς, ὡς ἐπισήμους ἐν δυσσεβείᾳ. Χειροπέδας δὲ τὰ δεσμὰ τῆς ἀγάπης καλεῖ, καὶ τὰς τῆς φιλοθεί̈ας σειρὰς, ὡς λέγειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ,» εἰς ὃν ἔρχεται πᾶν πέρας Εὐχῆς ; Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ τοῦ Πατέρος τὰ αἰτήματα, ὃν ἔχων ἐν ἑαυτῷ, Θεὸς ὁμοίως ἐστὶν, καθά φησιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Τὸ δὲ, Ἐν σοὶ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ , ἰσοδυναμεῖ τῷ· «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Μετανοούντων δὲ φωνὴ τὸ, καὶ οὐκ ᾔδειμεν . Οἳ καὶ ὁμολογοῦσιν αὐτὸν Σωτῆρα τοῦ Ἰσραὴλ , ὡς πάλαι σεσωκότα τὸν Ἰσραήλ · ἤγουν Ἰσραὴλ ληπτέον νῦν τὸν ὁρῶντα Θεόν. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ , οὗτοι Ἰσραήλ.» Οἱ δὲ ἀνθεστηκότες αὐτῷ, τὴν αὐτοῦ μὴ ἀδικήσαντες δόξαν, αἰσχύνονται · ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκί.
PG 87:2429Ἀπὸ δὲ τῶν Αἰγυπτίων καὶ τῶν ὁμόρων, ἐπὶ τὸ καθόλου τῶν ἐθνῶν τὸν λόγον ἀνήγαγε, νήσους καλῶν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας τῶν ἐγκεκαινισμένων εἰς καινότητα ζωῆς, ἀποθεμένων τὴν παλαιότητα, Παύλου προστάττοντος· Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Καὶ πάλιν· Ἀνακαινοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ἐγκαινισμὸς οὖν τὰ καθ’ ἡμᾶς, «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Τινὲς δὲ ἀπὸ τοῦ, μὴ ὁ ἀροτριῶν , οὕτως ἐξηγήσαντο· Παραβολικῶς προτρέπεται αὐτοὺς δικαιοσύνης φέρειν καρπούς. Θέλετε γάρ με, φησὶ, μόνον ἀροτριᾷν ὑμῶν τὰς ψυχὰς, καρπὸν μηδένα παρέχοντες. Εἶτα παιδεύει αὐτοὺς τοῖς τοῦ Θεοῦ περὶ τῶν ἐθνῶν εἴκειν βουλεύμασι, μήτε πηλοῦ ἀνθισταμένου τῷ πλάστῃ , μήτε τέκνου πατέρα κωλύοντος ἢ μητέρα σπεύδοντας πρὸς ἄλλων υἱῶν παιδοποιίαν, μηδὲ μέμψιν ἐπὸ τούτῳ προσάγοντος. Ὁ ποιήσας δὲ, φησὶ, τὰ ἐπερχόμενα διὰ τῆς προγνώσεως, δυσωπῶν αὐτοὺς εἰς κατανόησιν τῆς ἰδίας δυνάμεως. Ἔστω γὰρ, φησὶ, ποιοῦντι ὑμᾶς καὶ πλάττοντι οὐ παρηκολουθεῖτε τῇ γνώσει· μὴ καὶ προαγορεύοντι τὰ μέλλοντα ἀπιστήσετε;
κατὰ μέρος μὲν γὰρ γίνεται τὰ γινόμενα· ἀθρόα δὲ αὐτῷ ἡ γνῶσίς ἐστι παρ’ ἐμοί. Πλὴν μὴ ἀπογνῶτε τὴν σωτηρίαν, ὡς ἄν με λαθεῖν ἁμαρτάνοντες μὴ δυνάμενοι. Κρείττους δὲ γεγονότες ἐμοὶ τὰ καθ’ αὑτοὺς ἐπιτρέψατε. Οὐ γὰρ δέομαι τῆς ἐξ ὑμῶν ὑπομνήσεως, ὡς ἂν ὄντας ἐμὰ ποιήματα καὶ εἰς υἱοὺς καὶ θυγατέρας λελογισμένους ἀξιῶσαι προνοίας. Οὐδὲ γὰρ ἐμαυτῷ τὸν οὐρανὸν ἐποίησα καὶ τὴν γῆν , εἰς δὲ χρείαν ὑμετέραν. Καὶ γινομένων ἀστέρων ἐθαύμαζον ἄγγελοι. Πάντων οὖν ὑπ’ ἐμοῦ κυβερνωμένων, οὐδὲ τὰ ἐπὶ γῆς τὴν ἐμὴν ἐκφεύγει διοίκησιν. Τοιγαροῦν καὶ Κῦρος . ὑπ’ ἐμοῦ κινηθεὶς, οὐκ αὐτὸς ὢν εὐσεβὴς, τὰ καθ’ ὑμᾶς διορθώσεται. Ἐπεὶ καὶ πρότερον ὑμᾶς ἐξ Αἰγύπτου , φησὶν, ἠλευθέρωσα, καὶ ταῖς ἐμαῖς ἀπείρηκε μάστιξιν. Ὑμεῖς δὲ πάλιν ἁμαρτάνοντες οὐκ ἐπαύεσθε καὶ ματαιοπονοῦντες ἐπὶ ταῖς ἑαυτῶν ἐμπορίαις . Ἀλλ’ ὅμως ἐμὲ πιστεύσαντες ἕξετε πάντας ὑποσόνδους τοὺς ἐνδόξους, καὶ φρονήματος γέμοντας, καὶ ἀγάπης δεδεμένοι δεσμοῖς καταντήσουσιν εἰς Ἱερουσαλὴμ, ὡς εἰς θεοσεβείας διδασκαλεῖον, καὶ μακαριοῦσιν ὑμᾶς, ὡς Θεῷ τῷ μόνῳ λατρεύοντας, ὃν ἠγνόουν αὐτοί .
PG 87:2431Ὑμῶν δὲ πρὸς μετάνοιαν ἀμελούντων, ὁ μονογενής μου παρέσται Υἱὸς Ἱερουσαλὴμ γενόμενος καὶ Ἰούδας, ἐν ᾧ προσεύξονται , οὗ σφραγῖδι καὶ ἄνδρες πονηροὶ καὶ δαίμονες ἡττηθήσονται. Ἱστορικῶς δὲ καὶ ἐπὶ Κύρου ληπτέον, ᾧ πᾶς ἐναντιούμενος αἰσχυνθήσεται . Καὶ ἐπὶ τοῦ Ἰσραὴλ , ὡς ἐπανελθόντες ἐκ τῆς αἰχμαλωσίας τοὺς ἀντιστατοῦντας νικήσουσιν. Εἶτα νήσους εἰπὼν, δηλοῖ καὶ τὴν Ἱερουσαλὴμ συνεχομένην ὑπὸ τῶν αὐτὴν περικυκλούντων ἐθνῶν περικλυζομένην τε, τῶν οἰκητόρων τοῖς ἁμαρτήμασιν ζηλούντων ἀεὶ τὴν τῶν περιοικούντων ἀσέβειαν. Προηγουμένως οὖν αὐτὴν ἀνακαινισθῆναι προτρέπεται. Ἤδη δὲ καὶ πάντα τόπον ἐθνῶν τὴν τοῦ Θεοῦ λαβόντας ἐπίγνωσιν. Εἰ γὰρ ὁ τοσούτων ἀξιωθεὶς Ἰσραὴλ καὶ χρηματίσας υἱὸς ἀποστὰς Θεοῦ, φιλανθρωπίας ἠξίωται· πόσῳ μᾶλλον ὑμεῖς οἱ τῶν θείων ἀνήκοοι νόμων; νῆσος δὲ καὶ πᾶσα ψυχὴ περικλυζομένη ταῖς ἡδοναῖς ἁλμυραῖς τε φαντασίαις τοῦ βίου. Ἥτις ἐπιγνοῦσα Θεὸν καὶ παυσαμένη τοῦ πλημμελεῖν, ἀνακαινισθήσεται τὰς ἑαυτῆς ἀναλαβοῦσα δυνάμεις, καὶ παλαιὰν ζύμην ἀποθεμένη, γεγονυῖά τε πάσης αἰσχύνης ἐκτὸς, τοῦ Χριστοῦ τὴν μόρφωσιν περιφέρουσα. ιηκ.
Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν. Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ, κ.τ.λ. Ἀκολούθως ἐπενήνεκται ταῦτα τῷ, «Ἐγκαινίζεσθε πρός με νῆσοι,» καὶ τοῖς ἑξῆς. Περὶ γὰρ τῶν Ἐκκλησιῶν καὶ τῶν ἀποστόλων εἰπὼν, ἐποίσει τὸ, Οὐκ ἐν κρυφῇ ὑμῖν λελαλήκατε . Ὡς δὲ πρὸς τὴν τοσαύτην ἐπαγγελίαν τὸ ἀξιόπιστον παρίστησι τοῦ Θεοῦ, καὶ διδάσκει πόσον αὐτῷ τετίμηται τῶν ἀνθρώπων τὸ γένος, ὡς καὶ κλήσεως σωτηρίου τυχεῖν. Καὶ οὐχ ἁπλῶς, Κύριος , φησὶ (πλεῖστοι γὰρ λέγονται ψευδῶς ἐν οὐρανῷ , καὶ ἐν γῇ ), ἀλλ’ ὁ δι’ ὧν ἐποίησεν, ὅπερ ἐστὶ δηλῶν· Οὐρανὸν μὲν εἰς ἀγγέλων διατριβήν· γῆν δὲ τοῖς ἀνθρώποις διαίτημα. Οἵπερ ἠδύναντο εὖ τε ζῇν, καὶ γινώσκειν Θεὸν, ἅτε κατ’ εἰκόνα γενόμενοι, κἀπὶ γῆς εἶναι, ὅπερ αἱ νοεραὶ δυνάμεις ἐν οὐρανῷ . Καὶ τὴν γῆν γὰρ δι’ αὐτούς φης κατασκευάσασαν ἔφη, ἵνα κατὰ τό·
PG 87:2433«Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά·» ὡς οὖν ἐμοὶ τιμίῳ καὶ τὸ τοῦ Εὐαγγελίου δεδώρηται κήρυγμα, πᾶσι τοῦτο δοὺς, ὡς πάντων Δημιουργὸς, οὐκ Ἰουδαίοις καὶ μόνοις. Διό φησιν· Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα . Πᾶσι γὰρ τὸ θεῖον Εὐαγγέλιον ἥπλωσα. Διόπερ εἰς πᾶσαν γῆν ἐξῆλθε τῶν εἰρημένων ἀποστόλων ὁ φθόγγος. Τὰ γὰρ Μωσέως λόγια κρυφῆ λελάληται, γλώττῃ μὲν Ἑβραί̈δι καὶ χαρακτῆρσι τοιούτοις, ἐν ἀβάτῳ τε ἐρήμῳ καὶ ἀνύδρῳ. Τὸ δὲ κήρυγμα τὸ Χριστοῦ πάσῃ γλώττῃ λαλεῖται, καὶ πᾶσι γράμμασι γράφεται. Τὸ δὲ οὐκ ἐν κρυφῇ , τοῦτον οἱ πλείους τὸν τρόπον ἑρμήνευσαν, ὡς ἂν μήτις εἴποι· Θεὸς μέν ἐστι καὶ μόνος ἀληθῶς, ἀλλ’ ἄδηλον μὴ καὶ ἄλλους ἐθέλει καλεῖσθαι θεούς. Νόμον φησὶ περὶ τούτου διέταξα λάθρα λαλήσας μηδέν. Κατέβη γὰρ ὁ Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ ἐν εἴδει πυρὸς, καὶ σαλπίγγων ἠχὼ, βρονταῖς τε καὶ ἀστραπαῖς, καὶ ἦν ἡ οἰκουμένη πᾶσα μετέωρος, ὑμῶν τε κληθέντων καὶ τῆς Αἰγυπτίων καταδυομένης ἀρχῆς, οὐχ ἵνα ματαίοις δουλεύσητε· μάταιον γὰρ τὸ εἴδωλον εἴρηκε·
φανερῶς γὰρ ὑμῖν ἐκήρυξε, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον.» Πολλάκις δὲ τὸ, ἐγώ εἰμι , λέλεκται προτρεπτικῶς, εἰς κατανόησιν τοῦ μόνον Θεοῦ καὶ τὰ πάλαι ποιήσαντος θαύματα. Λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν . Διέταττε μὲν γὰρ ὁ νόμος τὰ πρακτέα δικαίως· ᾐνίττετο δὲ καὶ ταῖς σκιαῖς τὴν ἀλήθειαν τὰ ἐν Χριστῷ προτυπῶν. Περὶ αὐτοῦ γὰρ ἐλάλησε Μωσῆς. Καὶ ταῦτα μὲν οὗτοι. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, Οὐκ εἶπον τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε . Κατὰ δὲ Σύμμαχον, ματαίως ζητήσατέ με . Κατὰ δὲ τοὺς ἄλλους, κενῶς ζητήσατέ με . Τὸ γὰρ Εὐαγγέλιον πρώτοις ὑμῖν ἀνεκήρυξα. Καὶ ὡς ἂν μὴ δόξητε μάτην θεοσεβεῖν, μισθὸν ὑμῖν ζωὴν ἐπηγγειλάμην αἰώνιον, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ Θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν , κατὰ τὸν τῆς δικαιοσύνης λόγον, μετὰ τοὺς ἐκ περιτομῆς, καλῶ πάντας πρὸς ἐμαυτὸν, κήρυγμά τε ποιοῦμαι κοινόν. Συνάχθητε καὶ ἥκετε, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι τῶν ἐθνῶν . Ἀντὶ δὲ τοῦ βουλεύσασθε ἅμα , Σύμμαχος, προσεγγίσατέ μοι , φησὶν, οἱ διαπεφευγότες τῶν ἐθνῶν .
PG 87:2435Τὸ δὲ συνάχθητε καλοῦντός ἐστιν οὓς ὁ Σατανᾶς διεσκέδασεν. Ἐλθὼν γὰρ ὁ Σωτὴρ θάνατον ὑπέμεινε δι’ ἡμᾶς, ἵνα, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἓν συνδεθέντας ὁμοψυχίᾳ καὶ πίστει. Καὶ ὡς μακρὰν οὖσιν ἥκει φησί. Θεοῦ γὰρ ἀφίστησι πλάνη. Διὸ καὶ Παῦλός φησιν, «Οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγύς.» Καὶ πάλιν, «Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ εἰρήνην τοῖς ἐγγύς.» Καὶ προφήτης δέ φησιν· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν·» τὸ δὲ βουλεύσασθε ἅμα , πρὸς τὸ σὺν φρονήσει προσιέναι παρακαλεῖ. Δεῖ γὰρ πᾶσαν πλάνην ἀρνησαμένους οὕτως προςιέναι Θεῷ νοῦν εὐσεβῆ τῆς πρὶν ἀφροσύνης ἀλλαξαμένους. Συστρέψαντες οὖν ἑαυτοὺς συνίδετε ὡς ἀνόητοι παντελῶς οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν , ὅ ἐστιν ὑψοῦντες ὡς δόξαν αὐτῷ προσάγειν Θεοῦ. Ἤγουν οἱ τὰ ἄψυχα φέροντες, ὡς μὴ κινεῖσθαι δυνάμενα, πῶς ὁδοιποροῦντες, ἢ πλέοντες τὴν παρὰ τούτων αἰτοῦνται βοήθειαν; Εἰ δὲ ἔχουσί τι περὶ τῶν ἰδίων λέγειν θεῶν, προσίτωσαν. Σύνεγγυς γὰρ γεγονότες τὸν ἀληθῆ Θεὸν ἐπιγνώσονται.
Οὐ μέγα δεῖγμα τῆς θεότητος τὸ προαγγεῖλαι, ταῦτα διὰ τῶν προφητῶν, ὅπερ οὐκ ἔχουσι ποιεῖν οἱ φενακισμῷ προλέγειν ἐπαγγελλόμενοι δαίμονες, μήτε τὴν Χριστοῦ παρουσίαν προγνόντες, μήτε τὴν ἰδίαν κατάλυσιν; Ἐγὼ δὲ προεῖπον, ἐπὶ δίκαιός εἰμι καὶ Σωτήρ. Δικαίω γὰρ λόγῳ πρὸς σωτηρίαν πάντα τὰ ἔθνη καλῶ. Τοῦτο γὰρ δηλοῖ τὸ ἀπ’ ἐσχάτου τῆς γῆς . Καὶ δίκαιον ἑαυτὸν ἄλλως καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν ἠδικηκότων τὴν ἡμετέραν φύσιν δαιμόνων, οἳ μηδὲ θυμάτων ἀνθρωπίνων ἀπέσχοντο. Καὶ πῶς οὐ δίκαιος ὁ τοῖς τοσοῦτον ἠδικημένοις ἐπικουρῶν; ὃς καὶ καθόλου προλέγων, ἀδιάπτωτον τηρεῖ τῶν προῤῥηθέντων τὴν ἔκβασιν; Προειπὼν γὰρ Ἀβραὰμ τὴν δουλείαν τε καὶ τὴν ἐλευθερίαν τοῦ γένους, καὶ μήτε Ἀβραὰμ ὑπομνήσαντος (τότε γὰρ οὐδὲ ἦν μήτε τῶν ἐξ αὐτοῦ δικαιοπραγούντων), πρὸς ἔργον ἐξήνεγκε. Καὶ πάλιν δίκαιόν φησιν ἑαυτὸν, τοὺς ἡμαρτηκότας φοβῶν. Δικαίου γὰρ ὡς ἀπαραίτητος κόλασις. Καλεῖ δὲ καὶ Σωτῆρα , ὡς ἂν αὐτὸν ἐπὶ σωτηρίᾳ μαθόντες πάντα ποιεῖν αὑτῶν, ὁμολογοῖεν μὲν μετανοοῦντες ἣν ἐκ τῶν δικαίων ὀφείλουσι δίκην· φιλανθρωπίας δὲ τυχόντες, τὴν τοῦ συγχωροῦντος χρηστότητα.
PG 87:2436«Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Τὴν περὶ τῶν ἐθνῶν δὲ δικαιοσύνην μεθ’ ὅρκου προί̈σχεται, «Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν.» Καὶ οἱ λόγοι δέ μου , φησὶν οὐκ ἀποστραφήσονται . Ποῖοι δὲ λόγοι ; δι’ ὧν ἔλεγεν, Ἐπιστράφητε ἐπ’ ἐμὲ, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς . Ἐπὶ τίσιν δὲ τὸν ὅρκον ἐπήγαγεν, δηλοῖ λέγων· Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ , οὐ τὸ Ἰουδαίων μόνον. Εἰ γὰρ Ἰσραὴλ μετὰ τοσαύτας ἁμαρτίας, χάριτος ἐδεήθη· πολλῷ μᾶλλον ἐπὶ πάντων μέγα ὂν τὸ λεγόμενον ἠπιστεῖτο. Δι’ ὅπερ ὡς ἀνθρώποις διαλεγόμενος, ὅρκον ἐπήγαγεν, ὡς προςκυνήσουσιν αὐτῷ, καὶ αὐτὸν ὅρκον ποιήσονται, ὅπερ ἐκ μέρους πεπλήρωται κληθέντων τῶν ἐθνῶν. Πληρωθήσεται δὲ τελείως ἐν τῇ συντελείᾳ τοῦ Αἰῶνος, ὅτε πᾶν ἀνθρώπιον φάντασμα καὶ ψεῦδος καταργηθήσεται. Πᾶσα δὲ γλῶσσα ἐρεῖ, ὅτι δικαιοσύνη, καὶ δόξα πρὸς αὐτὸν ἥξει . Τὸ δὲ δόξα, ἰσχὺς ὁ Σύμμαχος εἴρηκεν. Πᾶσαι γὰρ αἱ ἐν οὐρανοῖς ἁρεταὶ τέλος αὐτὸν ἕξουσι.
Καὶ Πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται, ἀρετῆς καὶ καμάτου γέρα παρέχοντα. Οἱ δὲ διορίζοντες ἑαυτοὺς, αἰσχυνθήσονται . Διὸ λέλεκται· Αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. Καὶ τοῖς Ἰουδαίοις ἐλέγετο· «Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Πότε δὲ αἰσχυνθήσονται ; Ὅταν πᾶν γόνυ κάμψῃ , μετὰ ταῦτα λέγεται, δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ . Τὸ δὲ σπέρμα τῶν υἱῶν Ἰσραὴλ . Υἱοὶ γὰρ Ἰσραὴλ, οἳ πρῶτοι τῶν Εὐαγγελίων ἐτύγχανον κήρυκες, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν ἔφη δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι , τῆς υἱοθεσίας ἠξιωμένους, περὶ ὧν, τὸ «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,» προείρηται. Ὅτι δὲ σπέρμα τῶν διδασκάλων οἱ μαθηταὶ, δηλοῖ καὶ Παῦλος λέγων· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» ΚΕΦΑΛ. Μ. αε. Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη. Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ ἐκλελυμένῳ, καὶ πεινῶντι. Οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου·
PG 87:2438αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν, κ.τ.λ. Εἰπὼν περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν, καὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν ὑῶν Ἰσραὴλ, πρὸς Ἰουδαίους ἀποστραφεὶς τὴν παντελῆ σημαίνει τῆς εἰδωλολατρείας καθαίρεσιν. Βὴλ δὲ καὶ Ἕλληνες καλοῦσι τὸν Κρόνον, ᾧ δὴ προσῆγον οἱ πλεῖστοι θυσίαν τὰ φίλτατα. Ὁ δὲ δαγὼν , ἀλλοφύλων ξόανον ἐν Ἀσκαλῶνι καὶ Γάζῃ τιμώμενον, Τῇ δὲ λέξει τῆς ἱστορίας ὁ προφήτης ἐνέμεινεν. Ὡς γὰρ ἡ κιβωτὸς ἁλοῦσα πρὸς αὐτὸν εἰσενήνεκται, συνετρίβη παραχρῆμα πεσών. Ἀπὸ δὲ τοῦ μερικοῦ πρὸς τὸ καθόλου τῆς εἰδωλολατρείας τὸν λόγον ἀναγαγὼν, Ἐγένετο γλυπτὰ , φησὶν, αὐτῶν εἰς θηρία καὶ κτήνη . τοιαῦτα δὲ καθ’ ὅλης τῆς Αἰγύπτου τὰ εἴδωλα. Ὁ δὲ Σύμμαχος, Ἐγένετο , φησὶ, τὰ εἴδωλα αὐτῶν ζώοις ἔκδοτα , ὡς ἀποῤῥιφέντα δηλονότι, καὶ λίαν κρημωμένα. Ὑπομιμνήσκει δὲ, φασί τινες, αὐτοὺς ὁ Θεὸς, ὡς τὰ μὲν αὐτοῦ μένει διηνεκῶς τελούμενα· τὰ δὲ τῶν εἰδώλων πάντα ψευδῆ, καὶ πρὸς τὸ μηδὲν διαπίπτοντα. Θεὸς γὰρ ὁ αὐτός ἐστι, γνώμῃ καὶ φύσει μεταβολὴν οὐ δεχόμενος. Καὶ ἃ προεῖπεν Ἀβραὰμ, ἐξετέλεσεν. Καὶ νῦν ἀληθὴς εἰπὼν, ὅτι Ἐμοὶ πᾶν γόνυ κάμψει , καὶ κοινὴ πᾶσι δοθήσεται δωρεά.
Ἡ δὲ τῶν εἰδώλων ἀσθένεια διελέγχεται· καὶ παραδοθέντων ὑμῶν αἰχμαλωσίᾳ, ἐλεφάντων φορτία, καὶ τῶν ὑποζυγίων ἀπαγόμενα φορτίον γενήσεται. Καὶ ἄνδρες δὲ φέροντες ἐπ’ ὤμων αὐτὰ κοπωθήσονται . Τί δὲ φέρων Θεὸν ἀσθενεῖ; Οὐκ ἄρα ταῦτα θεοί. Πῶς γὰρ ἂν καὶ ἤγετο πρὸς τῶν πολεμίων αἰχμάλωτα; πῶς δ’ ἂν ταῦτα παθόντας τοὺς ἰδίους παρεῖδον προςκυνητάς; Ἄλλοι δέ φασιν ὡς ἐν ταῖς τῶν δαιμονίων πομπαῖς ἐκκομίζοντες ἱερεῖς τὰ ἀγάλματα φέροντες ἐπ’ ὤμων, τὰς πλατείας ἀχθοφοροῦντες διήρχοντο. Τὸν Ἰσραὴλ δὲ διὰ τούτων ὑπομιμνήσκει καὶ τῶν ἀπαξόντων αὐτοὺς πολεμίων, ὡς τὰ εἴδωλα προςκυνήσαντας, καὶ κατὰ διάνοιαν αἰνιττόμενος, ὡς βαρὺ καὶ δυσβάστακτον ψυχαῖς τὸ τῶν δαιμόνων φορτίον , ἐπειδὰν αὐτὰς ἀσεβείᾳ καταδουλώσωνται, δίκην αἰχμαλώτων σειραῖς αὐτὰς ἁμαρτημάτων δεδεμένας ἀπάγοντες , τοῦ παρ’ αὐτῶν πολέμου πέρας τοῦτο ποιούμενοι. Εἶτα καλεῖ αὐτοὺς οὐ Ἰακὼβ , ἀλλ’ αὐτὸ μόνον οἶκον Ἰακὼβ , διὰ τὴν κατὰ σάρκα συγγένειαν, καὶ κατάλοιπον Ἰσραὴλ, ὡς τρύγα τινὰ καὶ περίττευμα Ἰσραήλ . Τινὲς δέ φασιν ὡς τῶν πλείστων εἰς αἰχμαλωσίαν ἀχθέντων, ὥσπερ οἶκον ἕνα καλεῖ καὶ βαρβαρικῆς ὠμότητος λείψανον.
PG 87:2440Τοῦτο γὰρ αὐτοὺς πείσεσθαι μὴ μετανοοῦντάς φησιν. Ἄλλοι δέ φασιν ὡς πρὸς τὴν τῶν εἰρημένων αὐτοὺς ἄγει συναίσθησιν. Ἰακὼβ γὰρ αὐχοῦντες εἶναι γένος τὸν ἐκείνου τρόπον ζηλοῦν εἰσιν ἄξιοι. Εἰ γὰρ καὶ λεῖμμα τυγχάνετε τοῦ Ἰσραὴλ δύο περιλειφθεῖσαι φυλαὶ (αἱ γὰρ δέκα πρὸς αἰχμαλωσίαν ἀπήχθησαν), μετανοοῦντας ὅμως οὐ περιόψομαι. Λοιπὸν αὐτοῖς ὡς ἀνόνητα μελετῶσι, τὸν νόμον ἐξ ἁπαλῶν ὀνύχων ὠνείδισεν. Δεχόμενοι γὰρ περιτομὴν ὀκταήμερον, τοῖς ἄλλοις νομίμοις ἐντρέφονται, ὡς εἰρῆσθαι διὰ τοῦτο· «Καὶ λαοὶ ἐμελέτησαν κενά.» Εἰδωλολατροῦντες γὰρ, προφητικῶν εἰς ἔλεγχον ἐδέοντο λόγων. Ὑμεῖς μὲν οὖν οἱ αὐτοὶ τὴν πλάνην· ἐγὼ δὲ ὁ αὐτὸς τὴν φιλανθρωπίαν, τὴν ὑμετέραν ἀεὶ σωτηρίαν ζητῶν, καὶ παιδεύσας ὑμᾶς αἰχμαλωσίᾳ, πάλιν ἀνήσω δεσμοῦ. Ὡς γὰρ ἰατρὸς ἀγαθὸς νῦν μὲν ἀπειλαῖς αὐτοὺς, νῦν δὲ πάλιν ἀγαθῶν ὑποσχέσεσιν ἁρπάσαι πειρᾶται τοῦ διαβόλου χειρῶν. εια. Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου, καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ· καὶ μισθωσάμενοι χρυσίον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς.
Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται. κ.τ.λ. Ἐγὼ μὲν περὶ ὑμᾶς, φησὶ, τοιοῦτό εἰμι. Ὑμεῖς δὲ λογίσασθε πρὸς ὅσην ἀσεβείας ἀτοπίαν ἐκπίπτετε, τὸν ἀσώματον εἰκόσι θνητῶν ὑποβάλλοντες· χρυσίον καὶ ἀργύριον συνεισφέροντες , ὕλῃ, καὶ πλάσει τιμᾷν τὴν θείαν φύσιν ἡγούμενοι. Πρὸς τοῦτο ποίαν ἀπολογίαν τετεχνασμένην εὑρήσετε; Τῆς οὖν ἐμῆς ποτε θεότητος πρὸς ἔννοιαν ἀνανήψατε, ὡς ἀί̈διος καὶ μόνος ἐγώ. Καὶ τούτου τεκμήριον τὸ διὰ τῶν ἐμῶν προφητῶν προαγορεύειν τὰ μέλλοντα χρόνοις ὕστερον ἐπιτελεῖσθαι μακροῖς, ὧν τὰ μὲν ἤδη πεποίηκα, τὰ δὲ καὶ ποιήσω, διὰ τοῦ καλεῖν πετεινῶν δίκην τοὺς ἐμοὺς ὑπηρέτας ἀγγέλους, τά τε λειτουργικὰ πνεύματα τὰ πρὸς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν, ἀπὸ γῆς πόῤῥωθεν ἄνδρα βουλῆς μου . Δηλοῖ δὲ τὸν Χριστὸν ὃν ἀνακεκλῆσθαί φησιν ἐκ γῆς πόῤῥωθεν, τῶν τοῦ ᾅδου δηλονότι μυχῶν, δι’ οὗ πληρώσειν τὰς ἐπαγγελίας φησίν. Ἄλλοι δὲ πετεινὸν ἔφασαν τὸν Βαβυλώνιον, περὶ οὗ φησιν Ἐζεκιήλ· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος,» καὶ τὰ ἑξῆς. Ἅπερ ἐξηγούμενός φησιν·
PG 87:2442«Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα; ὅτ’ ἂν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς,» καὶ τὰ μετὰ ταῦτα· τούτους γὰρ ἐκλεκτὰ τῆς κέδρου προκέκληκε διὰ τῆς παραβολῆς. Ἔλεγεν δὲ βασιλέα τὸν Σεδεκίαν, ὃν αἰχμάλωτον εἴληφεν. Ἄλλοι δὲ πετεινὸν εἰρῆσθαι τὸν Κῦρόν φασιν. Τὸ δὲ ἔκτισα , τοῦτ’ ἔστι κατεσκεύασα, κακὰ δηλονότι κακωτικά. Εἰ δὲ καὶ μηδεὶς εὑρεθῇ τοὐμὸν θέλημα μετιὼν, τὸν Υἱὸν ἀποστελῶ τὸν ἐμὸν τὴν πατρικὴν πληροῦντα βουλήν. ΚΕΦΑΛ. ΜΖ. αιε. Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θύγατερ Βαβυλῶνος. Εἴσελθε εἰς τὸ σκότος, θύγατερ Χαλδαίων, ὅτι οὐκ ἔτι προσθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατάλυμμά σου, ἀνάσυρε τὰς πολιὰς, ἀποκάλυψαι τὰς κνήμας, κ.τ.λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ, οἷς ἔλεγε, «Τίνι με ὡμοιώσατε;» Ἐκεῖ μὲν οὖν πλανωμένους εἶπεν αὐτοὺς, ἐνταῦθα δὲ ἀπολωλεκότας τὴν καρδίαν . Ἀνθ’ οὗ Σύμμαχος ἐξέδωκεν, οἱ σκληροκάρδιοι . Καθ’ ἑκάτερον δὲ παρίσταται τὸ τῆς γνώμης ἀναίσθητον. Διὸ πρὸς εἰδωλολατρείαν ἐτράποντο.
Ἀλλ’ ὅμως ἐλεῶν αὐτοὺς ὁ Θεὸς ὑποσχέσεσι καλαῖς ἀνακαλεῖται πρὸς σύνεσιν μακρυνθέντας δικαιοσύνης , τοῦτ’ ἔστι Θεοῦ. Ἀπειρήκεσαν γὰρ ταῖς ψυχαῖς ἁλούσας ὁρῶντες ἐγκείμενον, ματαίας τοῦ Θεοῦ τὰς ἐπαγγελίας ἐνόμιζον. Διὸ τὴν κατὰ Βαβυλῶνος αὐτοὺς εὐαγγελίζεται δίκην. Ἐκόλασε γὰρ τοὺς ἐξ Ἰσραὴλ ὁ Θεὸς οὐ μισῶν σωτηρίαν δὲ αὐτοῖς μνηστευόμενος, ὡς καὶ τῶν ἰατρῶν οἱ τέμνοντές τε καὶ καίοντες· ἐπεὶ καὶ πᾶσα κόλασις πρὸς ὄνησιν ἐπιφέρεται. Συναναπλέκει δὲ τῇ τῆς μερικῆς σωτηρίας ὑποσχέσει καὶ τῆς γενικωτάτης τὴν δήλωσιν. Ἡ μὲν γὰρ διὰ Κυρίου λύτρωσις, μερικὴ, ἡ δὲ διὰ Χριστοῦ, πάντων ἀνθρώπων. Τὸ δὲ, οὐ μὴ Βραδύνω , παρέοικε τῷ· «Ἔτι μικρὸν ὁ ἐρχόμενοι ἤξει, καὶ οὐ χρονιεῖ,» καὶ Σιὼν τὴν Ἐκκλησίαν νοήσομεν, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραὴλ, εἰ Θεὸν ὁρῶντα σχήσομεν νοῦν εἰς τέκνα τελοῦντες κατ’ ἐπαγγελίαν τοῦ Ἀβραάμ. Ὁ δὲ Σύμμαχος ἐξέδωκα· Δώσω ἐν Σιὼν σωτήριον, καὶ τῷ Ἰσραὴλ δόξαν . Ταῦτα μὲν οὖν διὰ φιλανθρωπίαν δώσω, φησὶ, τῷ Ἰσραήλ·
PG 87:2443τὴν δὲ δικαιοσύνην ἐνδείξομαι τὴν ἐμὴν, τοῖς ὑπὲρ τὸ δέον ὑμᾶς τιμωρησαμένοις ἐπεξιὼν, ὧν δὴ ταπεινώσω τῆς βασιλείας τὸ ὕψος. Ἐμεγαλαύχουν γὰρ ἐπὶ μακροῖς χρόνοις τῶν ἐθνῶν δυναστεύοντες. Τὴν δὲ βασιλείαν προσωποποιήσας, θυγατέρα Βαβυλῶνος ἐκάλεσεν, καὶ παρθένον ὡς, καλλωπιζομένην ἐν ἀκμῇ τῆς δυνάμεως, καὶ τὴν ἐξ ὕψους αὐτῇ προσέταξε κάθοδον. Τινὲς δὲ τὰς θυγατέρας τῶν Βαβυλωνίων ἢ καὶ τὰς γυναῖκας οὕτως εἰρῆσθαί φησιν, ὧν τὴν ὑπὸ Μήδων διέγραψεν ἅλωσιν, καὶ τὴν εἰς δουλείαν ἀπαγωγήν. Ὧν ἡ κατάβασις δηλοῖ τὴν ἐκ δόξης καὶ τρυφῆς, ἐλευθερίας τε καὶ πλούτου πρὸς τἀναντία μεταβολήν. Τῆς οὖν παρθένου σκότος τὴν ἀνήκεστον ἐκάλεσε συμφοράν. Τὸν νοῦν γὰρ ἀεὶ λύπη καὶ φόβος σκοτοῖ. Ἁπαλὴν δὲ καὶ τρυφερὰν διά τε τὴν δίαιταν καὶ τὸν Ὑπερβάλλοντα κόσμον ἣ τῆς βασιλείας, ἢ τῶν γυναίων καλεῖ. Παρ’ οἷς γὰρ τὸ μάχιμον ἐκοσμεῖτο χρυσῷ, καὶ τοῖς εὐωδεστάτοις κατεχρίετο μύροις, τί ἄν τις εἴποι τὰ γύναια; Καὶ καθημένην, ὡς ἐπὶ βασιλίδος φησίν. Ἅπερ ἀποθεμένη, φησὶ, μυλωθρίδος δίκην θεραπαίνης, τοῖς ἁλοῦσι δουλεύσει.
Καὶ τὸ κατάλυμμα δὲ τὸ ἐκ διαφόρου κόσμου περιελοῦσα τῆς κεφαλῆς ἀποτίθετο. Τὸ δὲ τῶν πολιῶν, ἢ ὡς ἐπὶ χρονίου βασιλείας εἶπεν, ἢ τὴν ὠμότητα τῶν εἰρηκότων δηλῶν, ὡς μηδὲ γυναικὸς πρεσβύτιδος φείσασθαι. Ἀντὶ δὲ τοῦ, Ἀποκάλυψαι τὸ κατακάλυμμά σου , Σύμμαχος, Κάλυψαι τὰ ὦτα , φησὶν, ἀντὶ δὲ τοῦ, Τὸ δίκαιον ἐκ σοῦ λήψομαι· οὐκέτι μὴ παραδῶ ἀνθρώποις , ἐξέδωκεν· Ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος . Ἀντὶ δὲ τοῦ, ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ ; Ἀκύλας, ἀγχιστεύων ἡμῶν Κύριος . Ταῦτα κατὰ σοῦ, φησὶν, ὥρισεν ὁ ἡμέτερος Κύριος λυτρούμενος ἡμᾶς , δηλονότι τὴν εἰς πολεμίους ἀπαγωγὴν, καθ’ ἣν ἔδει διελθεῖν ἀνασυρομένην καὶ τοὺς ἐν μέσῳ τυγχάνοντας ποταμούς . Ὅτι δὲ δικαίως πέπονθε, καὶ προφήτης ἐδήλωσεν ἕτερος εἰπών· «Καθὼς ἐποίησεν, ποιήσω αὐτῇ·» καὶ πάλιν· «Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου.» Καὶ καθόλου δέ φησιν ἡ Γραφή· «Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Τὸ δὲ, Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις , κατὰ τοὺς Ἑβδομήκοντα, δηλοῖ τὸ μηκέτι τοιούτοις ἀπανθρώποις παραδοθήσεσθαι.
PG 87:2445Ἵσως δὲ καὶ αὐτοῖς λέγει τοῖς πάλαι νικήσασι· τοῦτο δὲ πρὸς τὸν Ἰσραὴλ ῥηθὲν παρεμβέβληται. Εἶτα πάλιν πρὸς τὴν Χαλδαίαν φησὶ, Κάθισον κατανενυγμένη , ἢ κατὰ Σύμμαχον, σιωπῶσα · ἡ γὰρ οὕτω μεγάλαυχος, καὶ ὡς οἰκέται χρωμένη τοῖς ἔθνεσιν, μετάγνωθι λοιπὸν ἐφ’ οἷς ἔπραξας, τοσούτῳ σκότῳ παιδείας ἐκδιδομένη. Τὸ δὲ ἰσχὺς βασιλείας, δέσποινα βασιλειῶν ἐξέδωκε Σύμμαχος, καὶ τὴν αἰτίαν ἐπήγαγεν, διδάσκων ὡς οὐ δεῖ τοῖς ὑπὸ Θεοῦ ταπεινουμένοις ἐπεμβαίνειν, οὓς ἐγχωρεῖ παιδευθέντας ἐλεηθῆναι . Συνῳδὰ δὲ τούτοις καὶ Ζαχαρίας φησίν· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐγὼ ἐπὶ τὰ ἔθνη τὸ συνεπιτιθέμενα· ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθη ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Σὺ δὲ, φησὶ, καὶ διηνεκῶς βασιλεύειν ὑπείληφας, παιδεύων ταῖς παρούσαις εὐπραγίαις μὴ πεποιθέναι, προορᾷν δὲ τὰ ἔσχατα , καὶ τὰς ὕστερον ἐσομένας μεταβολάς. Ταῦτα δὲ τῆς ὑπερηφανίας τῶν ἐν αὐτῇ βασιλευσάντων ὑπῆρχεν. Ὑφ’ ἕνα δὲ αὐτῇ καιρὸν ἀπειλεῖ ἀνδρὸς στέρησιν τοῦ καθ’ ὃν ἤλω βασιλεύοντος χρόνον, καὶ τέκνων τῶν ὑπ’ αὐτῆς βασιλευομένων, ἢ καὶ τῶν αὐτῆς οἰκητόρων ἐν τῇ μάχῃ πεσόντων.
Οὐ διὰ τὰ προλεχθέντα δέ σοι ταῦτα συμβήσεται μόνον· ἀλλ’ ὅτι καὶ τὰς ἐλπίδας ἐν ἐπῳδαῖς ἔθου καὶ φαρμακείαις. Προλεγόντων γάρ σοι νίκην τῶν αὐτὰ μετιόντων, πρὸς ὄγκον ἀρθεῖσα φρονήματος, ὁμοῦ καὶ τῇ δυνάμει θαῤῥοῦσα, καὶ τὴν ἀρχὴν οὐκ οἰομένη κρείττω φανεῖσθαι τὴν Περσικὴν, ἔφασκες· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα , ταῖς ἐκ δαιμόνων μαντείαις, καὶ ταῖς ἐξ ἄστρων θαῤῥήσασα. Καὶ τὴν ἐπὶ δαίμοσιν ἐλπίδα πορνείαν καλεῖ. Ἀποστατικὴ γάρ ἐστι Θεοῦ. Πᾶσι γὰρ ἀνθρώποις ἡ πρὸς Θεὸν οἰκείωσις κτὰ φύσιν, ἡ δὲ πρὸς δαίμονας ἀλλοτρία, τὴν τούτων πρὸς ἀνθρώπους συνουσίαν διὰ γοητείας ἐπαγομένη. Διὸ καὶ Παῦλος τῇ φαρμακείᾳ συνάπτει τὴν εἰδωλολατρείαν λέγων· «Εἰδωλολατρεία, φαρμακεία.» Οὐ τοίνυν οὔτε Χαλδαίοις οὔθ’ ἑτέροις τὸ εἰδωλολατρεῖν συγγνωστὸν, ἀλλ’ ὀλέθριον. Ἔσται οὖν , φησὶν, ἡ πορνεία σου εἰς αἰσχύνην , ὅτ’ ἂν ἡ ἐπὶ δαίμοσιν ἐλπὶς διαπέσῃ, ὧν ἡ ἰσχὺς , ἀσθένεια, μήτε προλέγειν ἐχόντων, ὡς ἐγώ σοι ταῦτα, μήτε βοηθεῖν δυναμένων. Ἀντὶ δὲ τοῦ, Γνῶθι ὅτι ἡ σύνεσις τούτων ἔσται, καὶ ἡ πορνεία σοι αἰσχύνη , Σύμμαχός φησι· Καὶ ἡ γνῶσίς σου αὕτη ἐξηπάτησέν σε.
PG 87:2447Σύνεσιν δὲ καλεῖ τὴν σοφίαν τῶν μάντεων. Διό φησι, Καὶ οὐ μὴ γνῷς ἐκ μαντείας τὸν ἐπερχόμενον ὄλεθρον , ὃν καὶ βόθυνον καλεῖ, τὸ ἄφυκτον τῶν ἐμπεπτωκότων δηλῶν. Παρίστησι δὲ Δανιὴλ ὅπως παρὰ Χαλδαίοις διέπρεπον μάγοι τινὲς, καὶ Γαζαρηνοὶ, καὶ φαρμακοὶ, καὶ οἱ τὰ τοιαῦτα σοφοὶ (οὕτω γὰρ αὐτοὺς ἐκάλουν), οἳ καὶ εὐδοκίμουν παρὰ τῷ βασιλεῖ, ὡς δι’ αὐτῶν κατορθουμένης τῆς βασιλείας, οὕς φησι καταλήψεσθαι τὴν διὰ πυρὸς τιμωρίαν, ἡνίκα πυρίκαυστος καὶ ἡ πόλις γενήσεται, μηδὲ αὐτοῖς βοηθεῖν δυναμένους. Τινὲς δὲ κατ’ εἰρωνείαν τὸν λόγον πρὸς τὴν Χαλδαίαν ἐδέξαντο. ἔχεις ἄνθρακας πυρὸς , ὅ ἐστι Θερμοὺς ἄνδρας καὶ ζέοντας, τοὺς περὶ ὧν ὁ λόγος, ὅτ’ ἂν ἐπ’ αὐτοῖς καθίσῃς , ὅ ἐστιν ἐπαναπαύσῃ. Αὐτοὶ γὰρ ἔσονταί σοι βοήθεια. Ἤγουν ἄνθρακας , τὰς ἐπιστρεπτικὰς καὶ ὠφελίμους τιμωρίας καλεῖ. Ἐπιστραφείσῃ γάρ σοι, φησὶν, ἔσται τὰ τῆς τιμωρίας πρὸς ἀγαθοῦ τῆς παρ’ ἐμοῦ τυγχανούσης Βοηθείας , εἰ καὶ τὸν πρὸ τοῦ χρόνον εἰς ματαιοπονίαν ἀνάλωσας . Ταῦτα δὲ φησὶν, ἔσται καὶ καθ’ ἕκαστον τῶν ἀνθρώπων. Δι’ ἑαυτοὺς τὰρ πλανηθέντες ἕξουσι τιμωρίαν, ἣν οὐ φεύξῃ μὴ μετανοήσασα.
Τὸ δὲ ἐκοπίασας , ἀντὶ τοῦ ἠσθένησας. Μεταβαλοῦσα γὰρ εἰς δαίμονας ἀπὸ Θεοῦ τὴν λατρείαν εὐάλωτος γέγονας. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου , καὶ τὰ ἑξῆς· οἱ λοιποί φασιν, Οἱ ἔμποροί σου ἀπὸ νεότητός σου. Ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ. Διὸ οὐκ ἔστιν ὁ σώζων σε , κατὰ Σύμμαχον. Τινὲς δὲ τὸ, Ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία , οὕτως ἑρμήνευσαν, ὡσεὶ ἔλεγεν· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτρως ἀποστάντες Θεοῦ πάθεσιν ὑπενεχθέντες σαρκός· σὺ δὲ εἰς τοῦτο προέβης ἀνοσιότητος, ὡς μηδένα σοι σωτηρίας τόπον περιλειφθῆναι. ΚΕΦΑΛ. ΜΗ. αια. Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοις ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα ἐξελθόντες. Οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. Μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰςραὴλ ἀντιστηριζόμενοι, κ.τ.λ. Τὰ κατὰ Βαβυλωνίων εἰπὼν, ἐλεγκτικῶς πρὸς Ἰουδαίους φησὶν, ὡς Διὰ τὸ παρ’ ἐμοὶ δίκαιον ἐκείνους μετέρχομαι, οὐχ ὅτι βοηθείας ὑμεῖς ἄξιοι καθεστήκατε.
PG 87:2448Οἶκον γὰρ καλεῖ Ἰακὼβ , ὡς καὶ τῆς τοῦ προπάτορος ἀναξίους ἐπωνυμίας, καὶ ψιλῆς τοῦ Ἰςραὴλ προσηγορίας μετέχοντας, καὶ σπέρματος Ἰούδα σωματικοῦ. Τοῦτο γὰρ ἐξ ὕδατος . Ὡς βασιλικῷ δὲ γένει τὸν Ἰούδαν ἐπέγραψεν. Ὥσπερ δὲ ψευδῶς ἐλέγοντο ταῦτα τῶν ὀνομάτων ὅντες ἀνάξιοι, οὔτως ὀμνύντες καὶ μεμνημένοι τοῦ Θεοῦ Ἰσραὴλ , τοῖς χείλεσιν αὐτὸν ἐτίμων, ἀφεστηκότες αὐτοῦ τῇ καρδίᾳ, καὶ μάτην ἐδόκουν ἐπὶ Κυρίῳ στηρίζεσθαι, ἀντεχόμενοι πόλεως ἀνακειμένης αὐτῷ. Μετὰ γὰρ τὸν Ἐζεκίαν, Μανασσῆς αὐτοὺς εἰς πᾶσαν ἀσέβειαν ἔτρεψεν, καὶ ἐν αὐτῷ καθίδρυσεν ἄγαλμα τῷ θείῳ ναῷ. Διό φησι πρὸς αὐτούς· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;» πολλαῖς τε προφητείαις ὠνείδισεν αὐτοῖς τὴν ἀσέβειαν. Διὸ πλείσταις αὐτοὺς πρὸς εὐσέβειαν ἀνακαλεῖ παρακλήσεσιν. Καὶ ὁ Σωτὴρ δὲ αὐτοὺς ἐπὶ σωματικῇ συγγενείᾳ φρονοῦντας ἐξήλεγχε, λέγων· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Καὶ νῦν δὲ συνεχῶς αὐτοὺς ἐκ τῶν πατέρων καλεῖ, τῆς ἐκείνων ἄγων εὐσεβείας εἰς μνήμην, ὡς ἂν ἀπωλείας μὴ ἑαυτοῖς τε καὶ τῇ πόλεις παραίτιοι γένωνται.
Θεὸν δὲ δείκνυσιν αὐτὸν προθεσπίζοντα, οὐκ ἐπιδεικτικῶς, ἀλλ’ ὠφελῶν, ἵνα μὴ τοῖς εἰδώλοις ἐπιγράφωσι τὰ συμβαίνοντα, καὶ ὡς ἂν προγνόντες μετανοήσωσιν· ἠδύνατο γὰρ καὶ σιωπῶν τιμωρήσασθαι Βαβυλωνίους. Καὶ τῷ Φαραὼ γὰρ προλέγων ἐπέφερεν· «Ἵνα γνῷ τὸν ἐπάγοντα.» Γνῶτε οὖν, ὦ ἄπιστοι, φησὶν, ὡς ὅσα διὰ τῶν πρόσθεν ἐθέσπισα προφητῶν, ὡς εἰς ἀκοὰς πολλὰς τοὺς λόγους ἐλθεῖν, εἰς ἔργον ἐξέβη. Θεοῦ γὰρ μόνον τὸ προλέγειν· καὶ μάτην ὁ Μανασσῆς διὰ μαντείας εἰδέναι σπουδάζει τὰ μέλλοντα· ἃ δὲ προέφην, φησὶν, εἰ καὶ μὴ προσέδοκας, ἀλλ’ οὖν ἐξάπινα γέγονεν. Πρότερα δέ τινες τὴν αἰχμαλωσίαν εἰρήκασι, μεθ’ ἥν ἐστι τὰ τῇ Βαβυλωνίᾳ συμβάντα δεινά. Ὡς ἀκαμπεῖ δὲ, φησὶ, καὶ ἀναισχύντῳ προεῖπον , καίπερ εἰδὼς, ὡς καὶ οὕτως εἰδώλοις τὴν τῶν συμβησομένων Βαβυλωνίοις ἐπιγράψει αἰτίαν. Ἐπεὶ, καὶ τῆς Ἱερουσαλὴμ ἁλούσης, αἱ περιλειφθεῖσαι γυναῖκες, κωλύοντος Ἱερεμίου κατελθεῖν εἰς τὴν Αἴγυπτον, ἀνθυπέφερον· Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Διὸ καὶ δυσχεραίνων Ἱερεμίας φησί· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν.
PG 87:2450Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνησαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἐθέλησαν δέξασθαι παιδείαν.« Ἰδοὺ τοίνυν, καίπερ ὄντι τοιούτῳ, φιλάνθρωπος ὢν, προλέγω τὰ συμβησόμενα τοῖς μέλλουσί τε καταπολεμῆσαι Χαλδαίοις, ὡς ἂν τότε βοηθὸν τὸν προειπόντα καλέσεις. Μὴ οὖν ἀπάτας αὐτὸν λέγων, ὡς καὶ πρὸ τῆς ἐμῆς προφητείας εἴδωλά σοι ἐνετείλατο , τοῦτ’ ἔστιν ἠπείλησαν, ἢ προαπήγγειλαν, ὡς αὐτά σε κακώσει. Διὰ ταῦτα γὰρ πείσει κακῶς, ὅτιπερ ἀποστὰς ἐμοῦ προσετέθης αὐτοῖς. Πλὴν οὐδέν σε τὸ προλέγειν ὀνήσειεν. Οὐ γνώσῃ γὰρ, τοῦτ’ ἔστιν, οὐ γενήσῃ σοφὸς τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ, μὴ περιμένων τῶν σοι προαπειλουμένων τὸ τέλος. Ἀκουστά σοι τοιγαροῦν ἐποίησα τὰ καινά. Καινὰ . γὰρ ἦν, πρὸ τοῦ γενέσθαι λεγόμενα. Πάσχων τοίνυν μὴ λέξῃς, ὡς Πρὶν παθεῖν οὐκ ἀκήκοα , ἤγουν, ὅτι Προέγνων μὲν, ἀλλ’ ἐξ εἰδώλων μαθών. Οὐ γὰρ ἔγνως οὐδὲν πρὶν ἐμὲ λέγειν αὐτά· οὐ γὰρ πεποίηκά σοι τοῦτο παρ’ ἑτέρου γνωστόν . Ἰδοὺ δέ σε καλῶ καὶ πρὶν ἀπειθῆσαι παράνομον . Δι’ αὐτὸ γάρ σε καὶ φθάσει Οὐκοῦν διὰ φιλανθρωπίαν τῶν σοὶ συμβησομένων ἡ πρόῤῥησις.
Καὶ παραδιδούς σε γὰρ, ἐπ’ ὠφελείᾳ παρέδωκα, οὐχ ὡς ἄν τις ἀνὴρ πρὸς ἴδιον κέρδος ὁρῶν. Παιδεύει γὰρ ἔσθ’ ὅτε πάθος, ὃν οὐκ ἐπαίδευσε λόγος. Δι’ ὅσοι καὶ τῶν πολεμίων τὰς συμφορὰς προηγόρευσα, πανταχόθεν ἐπιστρέφων, ἀπειλῆς, καὶ φόβῳ , καὶ πάθους πείρᾳ, καὶ δυνάμει προαγορεύσεως, τῇ περὶ σὲ φιλανθρωπίᾳ σέ τε πάλιν ἐλευθερῶν, καὶ τοὺς ἐχθροὺς τιμωρούμενος, καὶ, ὅτι τὴν ἐμὴν ἐβλασφήμουν θεότητα, τὴν καθ’ ὑμῶν νίκην τοῖς ἰδίοις θεοῖς ἐπιγράφοντες, τὴν τοῦ ὄντος τοῖς οὐκ οὖσι χαριζόμενοι δόξαν. Κάμινον δὲ πτωχείας , τὸν τόπον τῆς δουλείας ἐκάλεσεν, ἐν ᾧ τοῖς δουλεύουσιν καὶ πτωχεύειν ἀνάγκη. Δι’ ὧν δὲ λέγει, δείκνυσι τὸν Ἰσραὴλ ἑαυτὸν πεπρακότα, ἀντ’ ἀργυρίου . τὰς ἑαυτοῦ προέμενον ἁμαρτίας. Οὐ δι’ ἐμὴν γὰρ ὑπομένεις ἀσθένειαν τοῦ τὰ ἐν Αἰγύπτῳ πρὸς τὴν σὴν ἐλευθερίαν δραματουργήσαντος. Πῶς δὲ λέγει πεποιηκέναι , καθά φασί τινες, καινὰ , τοῦ Ἐκκλησιας[τικ]οῦ λέγοντος, Καὶ οὐδὲν καινόν; Τὸ Χριστοῦ τοίνυν λέγει μυστήριον μεῖζον τῆς ὁρωμένης ὑπάρχον κτίσεως, ὃ καὶ ἀποκεκρυμμένον ὁ Παῦλος καλεῖ. Διό φησιν, Οὔτε ἐξ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα .
PG 87:2452Τῶν γὰρ ἀποστόλων Χριστὸς ἤνοιξε τὰ ὦτα πρὸς τὸ καὶ συνιέναι τὰς Γραφάς. Ἀνοίγεται δὲ τὰ ὦτα, ὅτε καὶ νοῦς. Οὐ γὰρ μάτην ἀκούει. Ἔγνων γὰρ, φησὶν, ὅτι ἀθετήσεις , διὸ καὶ ἔκρυψα, καὶ ἄνομος ἐκ κοιλίας κληθήσῃ · δηλαδὴ, τῇ προγνώσει. Οὕτως ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Ἔπαθες δ’ ἂν καὶ πανωλεθρίαν, ἀνθ’ ὧν μου τὴν δόξαν ἀνέθηκας δαίμοσιν, εἰ μὴ δι’ αὐτήν μου τὴν δόξαν φανησομένην ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. ιβκβ. Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσε γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται, κ.τ.λ. Τὰς πρῶτα τοῖς διαβεβλημένοις εἰπὼν, ἐνταῦθα τοῖς κατορθοῦσιν ἐξ Ἰσραὴλ διαλέγεται. Διὸ πρόςκειται τὸ, ὃν ἐκάλεσα . Ἀν’ οὗ Σύμμαχος μὲν, ὁ κλητός μου , Ἀκύλας δὲ, κλητέ μου , φασίν. Ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοὶ , ὀλίγοι δὲ ἐκλεκτοί. Πλὴν οὐκ ἐκλεκτοὶ, πρὸς οὓ ὁ λόγος, ἀλλὰ κλητοί . Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς ἑαυτοῦ θεολογίας, ἄναρχον ἑαυτὸν λέγων. Τὸ γὰρ τοῦ πρώτου πρεσβύτερον, καὶ ἀτελεύτητον ἀκολούθως.
Οὗ γὰρ οὐκ ἔστιν ἀρχὴ, οὐδὲ τέλος. Ὅπερ οἱ λοιποὶ δηλοῦντες ἐξέδωκαν, Ἐγὼ πρῶτος, καὶ ἐγὼ ἔσχατος . Εἴρηται δέ που περὶ τοῦ Μονογενοῦς, ὅτι «Αὐτός ἐστιν ὁ πρῶτος καὶ ὁ ἔσχατος.» Ὃ διεσάφησεν εἰπὼν, Ἔζων καὶ ἐγενόμην νεκρός. Ἀρχὴ γάρ ἐστι ζωῆς ὁ αὐτὸς, καὶ ἔσχατος, ἐπεὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Ἅμα δὲ καὶ εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης. Πρὸς οἰκειότητα γὰρ τὴν αὑτοῦ κέκληκεν αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, κατὰ τὸ, «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Καί σε ἐξελέξατο Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν.» Ἐχρῆν οὖν αὐτὸν μὴ ἀποστῆναι Θεοῦ καὶ προστεθῆναι δαίμοσι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Πλὴν καὶ οὕτως οἰκτείρων αὐτοὺς καλεῖ πρὸς εὐπάθειαν τὸ, Ἄκουέ μου , βοῶν· νῦν γοῦν ἀξιῶν πεισθῆναι, καὶ τῶν ἐξ αὐτοῦ βεβαίως τυχεῖν δωρεῶν. Κατὰ γὰρ τὸν Παῦλον, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Τὸ δὲ ἀί̈διον, καὶ ὄντως ὂν, παρίστησι τὸ, Ἐγώ εἰμι , συμφώνως τῳ·
PG 87:2454«Ἐγώ εἰμι ὁ ὢν,» ὡς τὴν φύσιν, οὕτω καὶ τὸ ἦθος ἀκίνητον εἶναι δηλῶν. Ὁ αὐτὸς γὰρ ὢν, ἐξ ἀγαθότητος ἔχω τὸ γνώρισμα. δι’ ἢν καὶ πάντα πρὸς τὸ εἶναι παρήγαγον, ἀντιδιαστέλλων πρὸς τοὺς οὐκ ὄντας θεοὺς, περὶ ὧν λέγεται· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν.» Ἐπειδὴ δὲ ἐπάγει, Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν , τοῦ Πατέρος τινὲς τὸ πρόσωπον ἔφασαν, οὗ χεὶρ ὁ Μονογενὴς ἐν ταῖς Γραφαῖς ὀνομάζεται· Μωσῆς γάρ φησιν· «Ἡ δεξιά σου χεὶρ, Κύριε, δεδόξασται ἐν ἰσχύϊ,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβίδ· «Κραταιωθήτω ἡ χείρ σου. Ὑψωθήτω ἡ δεξιά σου,» οὕτω λεγόμενος ὡς πληρωτὴς τῶν τοῦ Πατέρος ἐννοιῶν, ὡς εἶναι κυρίως σοφίαν αὐτὸν τοῦ Θεοῦ, σαφηνίζουσαν τὰς πατρικὰς ἐννοίας ἐν τοῖς ὑπ’ αὐτοῦ γινομένοις ἔργοις. Διὸ λέγεται ἐν Παροιμίαις· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Οὐχ ὡς μέρος οὖν ἡ χεὶρ , ἀλλ’ ὡς τελεία, δι’ ἧς αὐτὸς ἐργάζεται, ἡ ἐξ αὐτοῦ δύναμις, ἐγγυτάτη οὖσα αὐτῷ. Πῶς οὖν, φησὶ, λατρεύεις τῇ κτίσει παρὰ τὸν Κτίσαντα; Τὸ γὰρ ποιηθὲν τὴν τοῦ ποιήσαντος ἀμέτρως ὑποκάθηται δόξαν, ὡς ἀσεβεῖν τὸν τῇ προσκυνήσει πρὸς ἴσην ἄγοντα τοῦτο τῷ πεποιηκότι τιμήν.
Ἡ δεξιὰ τοίνυν μου , φησὶν, τὸν οὐρανὸν ἐστερέωσεν , ἢ, τοὺς οὐρανοὺς , κατὰ τοὺς ἄλλους ἑρμηνέας, δηλαδὴ τὰς οὐρανίους δυνάμεις, περὶ ὧν ἐπιφέρει· Καλέσω αὐτοὺ, καὶ στήσονται ἅμα . Πειθαρχοῦσι γὰρ ὡς ἂν Δεσπότῃ ἑστᾶσί τε συνερχόμεναι τῶν λόγων αὐτοῦ πρὸς ἀκρόασιν. Σύμφωνον τῷ κατ’ ἀρχάς· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν.» Εἰ δὲ δυνάμεις αἱ κρείττους οὕτω σὺν εὐλαβείᾳ τῷ πεποιηκότι πειθήνιοι, ἡμεῖς ὄντες ἄνθρωποι πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; Ἀντὶ δὲ τοῦ, τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα , ὁ Σύμμαχος ἔφησεν, τίς αὐτοῖς ἀπήγγειλεν ταῦτα; Ὃν Κύριος ἀγαπήσει, ποιήσει τὸ θέλημα αὐτοῦ . Ὁ δὲ Ἀκύλας, τίς ἐν ἀνθρώποις ἀπήγγειλεν ταῦτα; Κύριος ἠγάπησεν αὐτόν . Ὅτι γὰρ, φησὶν, αἱ τῶν οὐρανῶν δυνάμεις καλούμεναι πρὸς τὴν τῶν αὐτοῦ λόγων ἀκρόασιν ὑπακούουσι παριστάμεναι, αὐτὸς ἀπήγγειλε Κύριος, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς σὲ φανερόν σοι πεποίηκεν.
PG 87:2455Ἤγουν κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, Ὁ ἀγαπητὸς τοῦ Πατέρος καὶ Μονογενὴς, αὐτὸς ἀπήγγειλεν ἀνθρώποις, ὃς καὶ τὸ θέλημα τοῦ Πατέρος ἐνεργήσει , τὰ προλεχθέντα κατὰ Βαβυλῶνος ἐπάξων, ὅτε καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον ἐργάσεται τοῦ λαοῦ. Τινὲς δὲ τὸ, Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα , περὶ τῶν ἐξ Ἰσραὴλ εἰρῆσθαί φασιν. Ὡς ἡδέως ἂν ἐπυθόμην συνηγμένων αὐτῶν, τίς ἄλλο αὐτοῖς Θεὸς τὴν ἐκ τοῦ πολέμου προμεμήνυκε συμφορὰν, ὡς ἐγὼ διὰ τῶν προφητῶν μου τὰ κατὰ μέρος ἐδήλωσα· καὶ τῶν ἐμῶν καταφρονήσαντες λόγων, τὴν τῶν κακῶν ἀνεμείνατε πεῖραν. Τίς οὖν ὑμῖν ἡ ὄνησις τῆς ἐκ δαιμόνων μαντείας οὐδὲν προεγνωκυίας τῶν ὕστερον; Τινὲς δέ φασι, τοὺς μέγα φρονοῦντας τῶν ἐθνικῶν παρεῖναι προτρέπεται, καὶ πρὸς νοῦν ἐκλαβεῖν, ὡς οὐδεὶς αὐτοῖς τὰ μετὰ χρόνους ἐσόμενα προὔλεγεν. Αὐτὸς δὲ ἦν ὁ Θεὸς ὁ καὶ προλέγων τὰ δυσχερῆ, καὶ μετατιθεμένων ἀνακαλούμενος. Διὸ καὶ προὔλεγεν ἐπιστρέφων τῷ φόβῳ. Εἶτα δείκνυσιν, ὡς οὐ μνησικακῶν αὐτοῖς, ἀγαπῶν δὲ τοὐναντίον ἅπερ ἤθελον, ἔπραξε.
Τοὺς γὰρ Χαλδαίους θλίβοντάς τε καὶ ἐπιτιθεμένους αὐτοῖς, τὸν Θεὸν ἠβούλοντο διαφθεῖραι, ὃ δὴ καὶ πεποίηκεν, οὐκ ἀνταποδιδοὺς ὡς δικαίοις, δι’ ἀγαθότητα δὲ χαρισάμενος, καίπερ ἡμαρτηκότας ἀγαπῶν. Διὸ καὶ πρὶν παθεῖν ὑμᾶς, προεῖπον ἐκείνων τὴν ἔφοδον, ἵνα μετανοήσαντες ἄπρακτον ταύτην ποιήσητε. Οὓς μὴ πειθομένων, εὐώδωσα καθ’ ὑμῶν, παιδεύων ὑμᾶς ἀμετανόητα πλημμελήσαντας. Τινὲς δὲ τὸν Κῦρον εὐωδῶσθαι κατὰ Χαλδαίων εἰρήκασι φειδοῖ τῶν Ἑβραίων, καθ’ ὧν ἐπεδείξαντο τὴν ὠμότητα. Ταῦτα μὲν οὖν κτὰ καιρὸν ποιήσω τὸν μέλλοντα. Ὑμεῖς δὲ ταῦτα μεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ, ἥκετε πρός με σπεύδοντες· καὶ γὰρ ὅτε ταῦτα ὁ Πατὴρ ἐβουλεύετο παρ’ αὐτῷ ἡμῖν. Καὶ νῦν δὲ αὐτὸς ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ πρὸς κατόρθωσίν με τῶν ὑπ’ αὐτοῦ διωρισμένων ἀπέστειλεν . Πῶς δὲ οὐκ ἐν κρυφῇ προαπήγγειλε, διὰ τῶν προφητῶν εἰπὼν ἐναργῶς·« Ὅτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς,» καὶ τὰ ἐξῆς· Καὶ οὐκ αὐτοῦ ἦν ἔργον τῆς Βαβυλῶνος ἡ αἴρεσις, ἀλλὰ τῆς ἐμῆς ἀντιλήψεως.
PG 87:2457Μεταξὺ δὲ, φασὶν, ἐστὶ τοῦ Κύρου φωνὴ, τὸ, Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ . Τὸ δὲ, Καὶ νῦν , δηλοῖ ὡς εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ’ ἰδοὺ νῦν καὶ Κῦρος αὐτὸς ὡμολόγηκεν ὑπὸ Θεοῦ συνηργῆσθαι τῶν ὅλων. Ταῦτα γὰρ εἰρῆσθαι περὶ αὐτοῦ παρὰ τῶν αἰχμαλώτων μαθὼν, ἀναγνούς τε τὴν προφητείαν, γράμματι χρῆται βασιλικῷ ἐν Ἔσδρᾳ κειμένω, καὶ λέγοντι· «Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος,» καὶ τὰ ἑξῆς. Τινὲς δὲ τὸ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ , ἀπὸ προσώπου τοῦ προφήτου λελέχθαι φασιν, Ὅτι καὶ πρώην ὑμῖν οὐκ ἐν γωνίᾳ λελάληκα, καὶ νῦν οὐδὲν ἧττον ἐκ Θεοῦ πεμφθεὶς ἥκω πρὸς ὑμετέραν ὠφέλειαν, περὶ τῶν αὐτῶν πολλάκις λαλῶν, Θεοῦ μὲν πέμποντος , ὑπηχοῦντος δὲ τοῦ Πνεύματος τοῦ ἁγίου. Ἄκουε τοίνυν, ὦ Ἰσραὴλ , ἅ σε διδάσκει ὁ ῥυσάμενός σε Κύριος . Μέμνητο τοῦ Θεοῦ σου , Ταῦτα γάρ σοί φημι ὑπὲρ τοῦ εὑρεῖν ὁδὸν σωτηρίας, ὃς εἰ καὶ τὴν ἀρχὴν ἐπείσθης, ἀπείρατος ἦσθα κακῶν.
Ἐπλήθυες δ’ ἂν ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ τῶν ἐντεῦθεν καλῶν ποταμηδόν σοι ῥεόντων καὶ ἄλλων ἐπ’ ἄλλοις, ὡς κυμάτων θαλάττης . Ἤγουν, ἀνανταγώνιστον εἶχες δύναμιν, ὡς ποταμοί τε καὶ θάλατται . Ἦν δ’ ἄν σου καὶ τὸ σπέρμα , φησὶν, ἀναρίθμητον, πολεμίων ἐφόδοις οὐ δαπανώμενον. Τὸ δὲ χοῦς τῆς γῆς, κέγχροι γῆς ἐξέδωκαν οἱ λοιποί. Σωματικὰ δὲ λέγεται πρὸς σωματικούς. Ἀξίως δὲ Θεοῦ νοοῖτο σπέρμα Ἰσραὴλ, περὶ οὗ τὸ ῥηθέν· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν,» δηλοῦντος τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας. Πατέρες γὰρ τῶν ἄλλων ἐγένοντο τοὺς προσιόντας ἀναγεννήσαντες οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Εὔλογον οὖν ἀλληγορεῖν. Σωματικῶς γὰρ Ἰουδαῖοι καὶ παραβαίνοντες τὰς ἐντολὰς ἐπληθύνθησαν, ὡς τὸ ῥητὸν μᾶλλον ἁρμόσαι τῷ νοητῷ μεθ’ ὑποστολῆς λέγων, εἰ τὰς ἐντολὰς ἐτήρησαν τῶνδε τυχεῖν. Οὐδὲν γὰρ μέγα τὸ σωματικῶς σκωλήκων δίκην πληθύειν. Τινὲς δὲ τὸ, Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν εἰρῆσθαί φασιν, ὡς τῶν ἐξ Ἰσραὴλ λεγόντων· Πῶς ὑπὸ σὲ τελοῦντες τοιαῦτα πεπόνθαμεν οἱ πάλαι ῥυσθέντες ἐκ Φαραὼ διὰ τῆς σῆς ἀμάχου ῥοπῆς;
PG 87:2459Ἔδειξά σοι γὰρ, φησὶν, ὁδὸν σωτηρίας , τὸν νόμον· ὃν εἴπερ ἤθελες εὖ πράττειν, ἐφύλαττες. Νῦν δὲ παραβὰς, καὶ πρὸς εἰδωλολατρείαν τραπεὶς, παρεδόθης ἐχθροῖς· καὶ οὐδὲ οὕτω παγγενεὶ δι’ ἐμὴν φιλανθρωπίαν ἐξωλοθρεύθητε . Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τῷ Ἰσραήλ. Διό σοι καὶ νῦν ἐκ Βαβυλῶνος ἐξιέναι φημὶ, μὴ σὺν φόβῳ καὶ ὑπτίως, σπουδῇ δὲ κεχρημένῳ πολλῇ, καὶ φωνὴν εὐφροσύνης βοῶντι. Ὡς γὰρ ἡ ἐξ αἰγύπτου γέγονεν ἔξοδος πᾶσι τοῖς ἔθνεσιν ἐμφανὴς (Φαραὼ μὲν ἀνθισταμένου, πληττομένων δὲ τῶν Αἰγυπτίων, πρὸς ὅν φησιν· Εἰς τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου), οὕτως ἐχρῆν μηδὲ τὴν ἐκ Βαβυλῶνος λύτρωσιν γενέσθαι σιγῇ, δοξολογεῖν δὲ τὸν λυτρωτήν. «Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Ἐχρῆν γὰρ ἐν διηγήσεως τρόπῳ δοξολογεῖν κατὰ τὸν μέγαν Δαβίδ· «Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἐπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.« Ἑαυτὸν δὲ δεικνὺς ἐκεῖνον ὄντα τὸν Δι’ ἐρήμου πάλαι διαγαγόντα τὸν Ἰσραὴλ, φησὶν, ὡς Εἰ πάλιν ἐδεήθης σχιζομένης πέτρας πρὸς ὕδατος χορηγίαν , ἦν ἄν σοι καὶ τοῦτο εἰς τὴν Ἰουδαίαν βαδίζοντι. Μὴ γενόμενον δὲ καθ’ ἱστορίαν, οὕτω τινὲς ἠλληγόρησαν. Τοῖς αἰχμαλωσίας ἠλευθερωμένοις τῆς νοητῆς περὶ ὧν ἔλεγεν ὁ Χριστὸς, Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τὸ λογικὸν νάμα τῆς ἀληθινῆς ἐκδίδοται πέτρας . Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, ὃς καί φησιν· »Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.« Ὡς ἂν δὲ μὴ νομίσωσιν οἱ ἐν αὐτοῖς ἀσεβεῖς καὶ δι’ αὐτοὺς γεγονέναι τῆς ἀφέσεως τὴν ὑπόσχεσιν, καὶ τὴν ἐξ αὐτῆς εὐφροσύνην , τούτων αὐτοὺς ἀλλοτρίους ἀπέφηνεν. Τινὲς δὲ ἀσεβεῖς τοὺς Βαβυλωνίους εἰρῆσθαί φα?ς?ιν, οἳ παραδοθέντες κολάσει χαίρειν οὐκ εἶχον, τῶν λελυτρωμένων χαιρόντων.
PG 87:2460Τινὲς δέ φασιν, ἵνα μὴ διὰ τὴν τῶν ῥηθέντων ἡδονὴν ὑπτιάσαντες ῥᾳθυμήσωσιν, ὡς πάντως αὐτῶν τευξόμενοι, κἂν ἀσεβεῖς ὦσιν, ἅπαξ εἰρηκότος Θεοῦ, φόβον αὐτοῖς ὑπὲρ ἀσφαλείας ἐπήρτησεν. Καὶ πῶς γὰρ ἄν τις εὐφραίνοιτο τοῦ τῆς χαρᾶς στερηθεὶς χορηγοῦ; Αἱ γὰρ ἐπαγγελίαι τοῖς φυλάττουσι βέβαιοι. Τοῦ Θεοῦ γὰρ ἡ πρόγνωσις ἐξ ἀνάγκης ἀρετὴν οὐ ποιεῖ. Ἰδοὺ γὰρ προέγνω τὸν Ἰακὼβ ἀγαθὸν γενησόμενον. Καὶ γέγονεν δι’ ἑαυτὸν ἀγαθὸς, οὐχ ὅτι προέγνωστο. Διὸ καὶ εὐλογῆται. Δεῖ οὖν μὴ ῥᾳθυμεῖν, Θεοῦ τὸ μέλλον προλέγοντος. Τὸ δὲ, Ἔξελθε ἐκ Βαβυλῶνος , καὶ τόπον καὶ τρόπον ἀμείβειν παρακελεύεται μηδὲν ἐπαγομένους ἦθος Χαλδαϊκὸν , οἰωνισμοῦ τε καὶ μαντείας, καὶ πάσης εἰδώλων καθαρεύοντας πλάνης. Τοῦτο δὲ καὶ ἐπὶ πάντων ἁρμόσειε τῶν ἐθνῶν. Τινὲς δὲ τὸ, προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα , Χριστοῦ πρόςωπον τὸ λέγον εἶναί φασιν, ὡς ἂν αὐτοῖς τὴν δι’ ἑαυτοῦ σωτηρίαν δηλώσειεν. Καὶ τὸ, Οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα ; Μὴ οὐκ ἐκ παλαιοῦ, φησὶ, προεῖπον ἐπικεκαλυμμένως ταῦτα διὰ προφητῶν ἀπὸ τοῦ καιροῦ γενέσθαι;
αὐτὸ, ἐκεῖ εἰμι , πρινὴ γενέσθαι τὴν ἑαυτοῦ παρουσίαν ὁρατῶς, γεγονέναι λέγει ταύτην παρὰ Θεῷ κατὰ τὸν προορισμὸν πρὸ καταβολῆς κόσμου. Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ . Τὸ γὰρ ἀεὶ παρὰ Θεῷ, τοῦτο νῦν ὁρατῶς ἐν κόσμῳ γίνεται. Κατὰ δὲ τὸ ἀνθρώπινον ἡ ἀποστολή . Θεὸς γὰρ ἀεὶ πάρεστι πᾶσιν. Ἀπεστάλθαι δὲ καὶ παρὰ τοῦ Πνεύματος λέγεται, καθὸ ἐκ Πνεύματος ἁγίου γεννᾶται. Τινὲς δὲ τοῦ αὐτοῦ προσώπου φασὶ τό· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου τὸν οὐρανὸν ἐστερέωσεν . Καὶ τὸ, Νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ , ὅπερ δημιουργὸν τὸν ἐπὶ γῆς ἐλθόντα παρίστησιν. ΚΕΦΑΛ. ΜΘ. αιγ. Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη. Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου, ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι, κ.τ.λ. Τὰ κατάλληλα τοῖς Ἰουδαίοις εἰπὼν, ἐπὶ τὴν τῶν ἐθνῶν αὖθις μετέρχεται κλῆσιν , καὶ τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν.
PG 87:2462Διὸ τὰς Ἐκκλησίας ἀνακαλεῖται νήσους εἰπὼν, ὡς ἀλμυροῖς τοῦ βίου καὶ τῶν πειρασμῶν περικλυζομένας τοῖς κύμασι. Τίνων δὲ αἱ νῆσοι δηλῶν ἐπιφέρει καὶ, Προσέχετε ἔθνη , μήποτε νομισθῇ πρὸς Ἰουδαίους ὁ λόγος. Καὶ ὁ μέγας δὲ λέγει Δαβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Εὐφραινέσθωσαν νῆσοι πολλαί.» Τί δὲ λέγει τοῖς ἔθνεσι , μὴ κατὰ τὸν τῆς προφητείας καιρὸν τῶν πραγμάτων προσδοκῆσαι τὴν ἔκβασιν, μετὰ χρόνον δὲ πλεῖστον; Στήσεται δὲ, λέγει, ἢ τὸ ἐπαγγελθὲν, ἢ τὸ προφητευόμενον. Τὸ δὲ διὰ χρόνου μακροῦ, μακρόθεν ἐξέδωκαν οἱ λοιποὶ τοῖς πρὸ αὐτῆς ἀποδόντες τὴν λέξιν. Οὕτω γ’ οὖν Σύμμαχος, Καὶ ἀκροᾶσθε, ἔθνη, μακρόθεν , ἑρμήνευσεν. Σκόπει δὲ ὡς τὰ νῦν ὁ Κύριος λέγει, καὶ περὶ ἑτέρου Κυρίου διὰ τῶν ἑξῆς διαλέγεται, γέννησίν τε λέγων ἑαυτοῦ, καὶ δουλείαν, καὶ τὰ τοιαῦτα λέγων. Κύριος ἐκ γαστρὸς ἐκάλεσέ με, ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου . Τὰ μὲν γὰρ πρὸ τῆς ἐνανθρωπήσεως ὀνόματα πρόσφορα τῇ θείᾳ φύσει, Θεὸς καὶ ζωὴ, καὶ φῶς, σοφία, καὶ δύναμις, καὶ τὰ τοιαῦτα. Τὸ δὲ Χριστὸς, καὶ Ἰησοῦς, καὶ, Μεθ’ ἡμῶν ὁ Θεὸς, μετὰ τὴν οἰκονομίαν ἁρμόδια.
Ἔλεγεν γὰρ ὁ Γαβριὴλ τῇ Παρθένῳ, «Καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν ·» καὶ τὴν σημασίαν δηλῶν ἐπήγαγεν. «Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Τὸ δὲ, Μεθ’ ἡμῶν ὁ Θεὸς, ἀπὸ τῆς φύσεως καὶ τῆς οἰκονομίας ἐῤῥέθη, ὡς ἀπὸ τῆς ἐνεργείας τὸ Ἰησοῦς . Διὸ καὶ τοῖς ποιμέσιν ἐλέχθη, ὅτι Ἐτέχθη σήμερον Σωτὴρ, ὅ ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ· Χριστὸς δὲ, ὡς κεχρισμένος, ὃ δὴ πρὸ τῆς οἰκονομίας οὐχ ἥρμοττεν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡς μάχαιραν ὀξεῖαν . Καὶ ἀλλαχοῦ γάρ φησι· «Καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.» Ὡς μάχαιραν οὖν φησιν ὀξεῖαν τμητικήν τε καὶ ἀφορίζουσαν τοὺς ἀξίους Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. Φησὶ γὰρ ἐν Εὐαγγελίοις· «Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,» καὶ τὰ ἐπὶ τούτοις. Καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα, μάχαιρα κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐγένετο. Δέδωκε δὲ ἡμῖν καὶ τὴν τοῦ πνεύματος μάχαιραν , ὅ ἐστι ῥῆμα Θεοῦ, δι’ οὗ τοῖς ἐπιβούλοις ἀντανιστάμεθα δαίμοσι. Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης·
PG 87:2463«Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀναιρεῖ τὸν δράκοντα.» Ἁρμόσει δὲ καὶ τοῖς ἁγίοις ὁ λόγος. Τῷ γ’ οὖν λόγῳ τοῦ στόματος αὐτοῦ Πέτρος ἀνεῖλεν Ἀνανίαν τε καὶ Σάπφειραν. Καὶ εὐχὴ δὲ Ἐζεκίου τὸν Ῥαψάκην ἐτρέψατο. Τυφλὸν δὲ λόγῳ καὶ Παῦλος τὸν Ἐλύμαν ἐποίησεν. Ἐπὶ τούτοις φησὶν, Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με , τὴν πολλοὺς λανθάνουσαν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομίαν ὑπαινιξάμενος. Τέθειται δὲ καὶ βέλος ὑπὸ τοῦ Πατέρος ἐκλεκτὸν , ἵνα τιτρώσκῃ τοὺς ἀξίους τῶν ἑαυτοῦ κέντρων (κατὰ τὴν λέγουσαν ψυχὴν, «Τετρωμένη ἀγάπης ἐγὼ»), ὃ καὶ αὐτὸ, ὡς ἐν φαρέτρᾳ λανθάνει τῇ σαρκὶ, ἣν ἀνείληφεν, τοῖς ἀξίοις μόνοις ὁρώμενον. Τινὲς δὲ τὸ, Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με , δηλοῦν ἔφασαν ἀχώριστον εἶναι τοῦ Πατέρος τὸ Υἱὸν, καὶ τὸ γέγονεν ἄνθρωπος, ἄληπτόν τε καὶ ἀκαταγώνιστον ἔχειν τὴν φύσιν, ὅπερ αὐτῷ καὶ κατὰ τὴν οἰκονομίαν ἐσώζετο, λέγοντος τοῦ Δαβίδ· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν,» καὶ τὰ ἐφεξῆς. Πλεῖστα δὲ τὰ τοῦ Θεοῦ κατὰ καιροὺς ἐγένετο βέλη.
Ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα Χριστὸς, ἐν προγνώσει τοῦ Πατέρος, ὡς ἐν φαρέτρᾳ κρυπτόμενος, ἐπὶ γῆς τὰς πονηρὰς δυνάμεις κατατρώσας ἠφάνισεν. Εἶπεν δέ μοι , φησὶ, δοῦλός μου εἶ σὺ, Ἰσραήλ · κατὰ τὸ σῶμα, τὸ ἐκ δούλων, δοῦλος , καὶ κατὰ τὸ γένος, τὸ ἐξ Ἰσραὴλ, Ἰσραὴλ ὁ Χριστός. Ὡς δὲ Θεοῦ δύναμις δι’ ὧν ἐργάζεται δοξάζει τὸν οὗ ἐστι δύναμις, ἐν μορφῇ δούλου γενόμενος , καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ᾧ κάμψει πᾶν γόνυ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Τινὲς δὲ πρὸς τὸν λαὸν, Ἰσραὴλ εἰρῆσθαι νομίσαντες φασί· Δείκνυσιν ὅτι δι’ ἀγαθότητα μόνην ηὐδόκησε Δεσπότης καλεῖσθαι τοῦ Ἰσραὴλ , καὶ ἐν αὐτῷ δοξασθῆναι , διά τε τῶν κατ’ Αἴγυπτον τεράτων, καὶ τῶν ἐφεξῆς γεγονότων. Οἱ δὲ αὐτοὶ καὶ τὸ, Κενῶς ἐκοπίασα , ἐκ τοῦ προφήτου λελέχθαι φασὶν, ὡς πολλὰ μὲν ἐν τῷ κηρύττειν παθόντος, μὴ ὠφελήσαντος δὲ τῶν ἀκουσάντων μηδένα. Ἀλλ’ ὁ Θεός μοι, φησὶ, τὴν κατ’ ἀξίαν τῶν πόνων ἀποδίδωσιν ἀμοιβήν.
PG 87:2465Λέγεται δὲ τοῦτο, φασὶ, καὶ περὶ ἑκάστου λαμβάνοντος αἴσθησιν, ὡς μάτην τὸν καιρὸν ἐν ταῖς τοῦ βίου φαντασίαις ἀνάλωσεν. Οἰκειότερον δ’ ἂν ἐπὶ τοῦ Σωτῆρος λαμβάνοιτο, ὃς ἀκούσας τῶν εἰρημένων ἀπεκρίνατο, Καὶ πῶς, ὦ Πάτερ, ἐν ἐμοὶ δοξασθήσῃ , ὁ ποτὲ πολλὰ καμὼν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, οὐδὲν ἤνυσα πλέον, ἐναπομεινάντων τῇ ἀπιστίᾳ πολλῶν τε ἄλλων, καὶ τῶν ἐκ περιτομῆς; περὶ ὧν ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ,» οἵγε πρὸς τῷ ἀπειθεῖν, καὶ ἐσταύρωσαν, ὡς εἰρῆσθαι καὶ παρὰ τῷ Ψαλμῳδῷ· «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;» Ἀλλ’ ἐκεῖνοι μὲν ταῦτα. Ἡ δὲ κρίσις μου παρὰ τῷ Κυρίῳ . Ἐγὼ γὰρ τὰ παρ’ ἐμαυτοῦ πράξας ἐναντίον τοῦ Θεοῦ μου , τὸ πατρικὸν ἐτελείωσα βούλημα. Διὰ τοῦτο δὲ καὶ ἡ κρίσις ἐξενήνεκται παρ’ αὐτοῦ. Ἐξεβλήθησαν γὰρ τῆς πρὸς αὐτὸν οἰκειότητος. Τὰ δὲ ἔθνη γέγονε κλ?ῆρο?ς Θεοῦ.
Τὴν κρίσιν δὲ ταύτην καὶ διὰ τῆς παραβολῆς ὁ Κύριος ἔδειξε, περὶ τῶν γεωργῶν λέγων τῶν τὸν κληρονόμον ἀπεκτονότων, οὓς καὶ ἀπολέσας, ἑτέροις τὸν ἀμπελῶνα γεωργοῖς ἐξέδωκεν, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Οὗτοι δὲ ἦσαν τῶν Εὐαγγελίων οἱ κήρυκες, ἐφ’ ὧν αἱ νεφέλαι καθῆκαν ὑετοὺς αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν Ἰουδαϊκὸν ἀμπελῶνα, ἐφ’ ὧν οὐκ ἀκάνθας, ἀλλὰ σταφυλὰς ἐτρύγησεν ὁ Χριστὸς, λεγόντων ἡμῶν, ὅτι Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τοὺς καρποὺς αὐτῶν. Καὶ ἄλλως δὲ τὸν πόνον ὁ Παῦλος αὐτοῦ καὶ τὴν κρίσιν δηλοῖ λέγων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν, ὑπήκοος γεγονὼς τῷ Πατέρι, μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὑπερύψωσεν αὐτὸν, φησὶ, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ.» Ταῦτα δὲ κατὰ σάρκα νοήσεις. Φύσει γὰρ Θεὸς ὁ Υἱὸς, οὐ κοπιῶν , οὐκ ἀμοιβὴν ἀντὶ κόπων δεόμενος. Εἶτα πάλιν ἀνθρωποπρεπεῖ κεχρημένος φωνῇ, δοῦλον ἑαυτὸν ἐκ κοιλίας πεπλάσθαι φησὶ, καθὸ μὲν Υἱὸς, μὴ πλαττόμενος ·
PG 87:2467καθὸ δὲ δοῦλος , τὴν δούλην σάρκα φορῶν. Πῶς γὰρ ἂν, εἰ φύσει δοῦλος ἦν ὁ Υἱὸς, εἰς δουλείαν ἐλέγετο πλάττεσθαι ; Δῆλον οὖν ὡς κατὰ φύσιν ὑπάρχων ἐλεύθερος. Τοῦτο γὰρ καὶ ἐν τῇ τοῦ διδράχμου συνεισφορᾷ πρὸς τὸν Πέτρον φησὶν, «Ἄρα, λέγων, ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Τοιγαροῦν, τὸ ἐκ κοιλίας προσέθηκεν, ὡς ἂν δειχθῆ τῆς δουλείας ὅ τε χρόνος καὶ τρόπος τῇ κατὰ σάρκα γεννήσει διοριζόμενος. Καὶ τῆς δουλικῆς πλάσεως τὴν αἰτίαν διοριζόμενος, ἐπήγαγεν τοῦ συνάγειν τὸν Ἰακώβ . Οὐκοῦν εἰ μὴ διὰ τούτους, οὐκ ἂν ἐπλάσθη ἐν τῇ ἀπλάστῳ μένων θεότητι. Καὶ τούτους γὰρ μετὰ τῶν ἄλλων ὁ Σατανᾶς ἐκ Θεοῦ διεσκέδασεν, ἢ εἰδωλολατροῦντας, ἢ ἐντάλματα ἀνθρώπων διδάσκοντας. Ἀλλ’ ἐχθροὺς ὄντας ὁ Χριστὸς διήλλαξε τῷ Πατέρι, πρὸς ὅπερ αὐτοὺς καὶ Ἡσαί̈ας ἐκάλει, Ποιήσωμεν εἰρήνην, αὐτῷ λέγων, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Καὶ οἱ μαθηταὶ δὲ κεκράγασιν· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν·» καὶ πάλιν, «Θεὸς γὰρ ἦν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων.» Νοοῖτο δ’ ἂν Ἰσραὴλ καὶ Ἰακὼβ οὐ μόνον ἐκ περιτομῆς, ἐφ’ οὓς καὶ ἀπεστάλθαι φησὶν λέγων·
«Εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθε.» Ἀλλὰ καὶ πᾶς ὁ σωθεὶς διὰ πίστεως. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ μόνον Ἰουδαῖος,» καὶ τὰ ἑξῆς. Τοιγαροῦν καὶ μεταξὺ τοῦ λόγου παρεμβέβληται πρόσωπον τῶν διὰ πίστεως σωζομένων ὁμολογούντων, ὅτι Πρὸς αὐτὸν συναχθήσομαι , καὶ τὰ τούτοις ἑπόμενα. Δοξάσονται δὲ καὶ τὸ λαμπρὸν αὔχημα τῆς υἱοθεσίας λαμβάνοντες, καὶ αὐτὸν ἰσχὺν ἔχουσι πρὸς τὴν τῶν πρακτέων κατόρθωσιν. Τινὲς δὲ καὶ τὸ, συναχθήσομαι , καὶ τὰ ἐπ’ αὐτῷ, περὶ Χριστοῦ λαβόντες, τὸ πῶς ἁρμόττει παρέλιπον. Ἄλλοι δὲ καὶ εἰς τὸν προφήτην εἰρήκασι δύνασθαι νοηθῆναι, σημαῖνον ἀνάκλησιν τοῦ Ἰσραὴλ , καὶ τῶν διασπαρέντων ἐπισυναγωγή . Κατὰ ἀναγωγὴν δὲ, καὶ ἐπὶ τὸν Σωτῆρα τὴν τῶν δικαίων πηγὴν, ὥσπερ οὖν καὶ ὁ περὶ κακῶν λόγος εἰς τὸν ἀρχέκακον ἀναφέρεται. Πρὸς δὲ τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου ἢ δοῦλόν μου , κατὰ τοὺς λοιπούς. Μέγα γὰρ ἔργον ὡς ἀληθῶς, τοῦ πρὸς δουλείαν πλασθέντος Υἱοῦ, τὸ μορφὴν δούλου λαβεῖν πρὸς σωτηρίαν ἧς ἐδημιούργησεν ἀνθρώπου φύσεως. Διὸ καὶ δοξάζεται , ὡς οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ.
PG 87:2468Καὶ ἄλλως δὲ μέγα ὡς ἀνθρώπῳ, μικρὸν δὲ ὡς Θεῷ, τοῦ στῆσαι , φησὶ τὰς φυλὰς Ἰακώβ . Διὸ καὶ πρώτοις ἐκήρυττεν αὐτοῖς αἰχμαλώτοις οὖσι τὰς ψυχὰς ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ δὲ τὴν χάριν ἠρνήσαντο, ἀκολούθως ἐπήνεγκεν· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐνθῶν . Καὶ οἱ λοιποὶ δὲ οὕτως ἐξέδωκαν. Διὸ τῆς παρούσης προφητείας ἀρχόμενος ἔλεγεν· Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη · ἔδει γὰρ ἀκοῦσαι τὰ ἔθνη τό· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν . Οὐ γὰρ ἐχρῆν τὴν τοσαύτην οἰκονομίαν ἀποτυχεῖν, ἀπειθήσαντος Ἰσραὴλ , καὶ τὸ σκότος ἠγαπηκότος. Καίτοι τῶν προφητῶν ὁ μέν τις ἔφασκε πρὸς αὐτούς· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς,» καὶ τὰ ἐπὶ τούτῳ· ὁ δὲ, «ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης.» Λοιπὸν τοῖς ἔθνεσι προσφωνῶν ἐπάγει, Οὕτως λέγει Κύριος . Ἀγνοοῦσι δὲ τίς ὁ Κύριος, φησίν· Ὁ ῥυσάμενος τὸν Ἰσραήλ . Ἠκούσατε γὰρ πῶς ἐξ Αἰγύπτου πάλαι τούτους διέσωσεν. Ἄλλοι δὲ πρὸς τοὺς ἐκ περιτομῆς εἰρῆσθαι τοῦτό φασιν, ὡς ὁ πάλαι σε ῥυσάμενος ἐντέλλομαί σοι, ὡς ἂν μὴ προσκόψῃς τῷ λίθῳ τοῦ προσκόμματος. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ .
Ὅσῳ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· τοσούτῳ δοξάσατε, καὶ ἁγιάσατε αὐτόν· εἰ δὲ πρὸς τὰ ἔθνη λέγοιτο, διαμαρτύρεται μὴ ταυτὸ τοῖς Ἰουδαίοις παθεῖν. Τὸ δὲ ἁγιάσατε , σεπτὸν καὶ ἅγιον ὑπολάβετε. Ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν, ὑπὲρ ἀσεβῶν ἔπαθεν ὁ λέγων· «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Ὁμολογείσθω τοίνυν ἅγιος , ὃ μόνῳ πρέπει Θεῷ. Οὐσιῶδες γὰρ ἐπ’ αὐτοῦ τὸ τοῖς ἄλλοις ἐπισυμβαῖνον ἐκ τῆς αὐτοῦ μετοχῆς· ἐπεὶ καὶ φῶς ὢν λέγει· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου.» Καὶ λέγοντες δὲ τὸ, «Ἁγιασθήτω τὸ ὄνομά σου,» οὐχ ἁγιασμοῦ προσθήκην αἰτοῦμεν αὐτῷ γενέσθαι, ἀλλ’ ἵνα τὸν ἀληθῶς ἅγιον πάντες ὁμολογήσαντες, ἐν μεθέξει τῆς ἁγιωσύνης αὐτοῦ γενησώμεθα. Προσέθηκε δὲ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν , τῶν ἀπίστων δηλονότι. Βδελύττονται γὰρ, καὶ τὸν θάνατον αὐτοῦ διασύρουσι. Καὶ παραδοθέντα δὲ τῷ Πιλάτῳ τῶν στρατιωτῶν τινες αὐτὸν ἐβδελύττοντο καταπτύοντές τε καὶ παίοντες, ἐν διασυρμῷ τε βοῶντες· «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Διὸ τῶν δούλων τῶν ἀρχόντων ἐπήγαγεν.
PG 87:2470Ἴσως δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους φησὶν, οἷς δουλεύουσιν οἱ τὸν Χριστὸν βδελυττόμενοι . Πλὴν ἀναλάμψει, φησὶ, καὶ μέχρι βασιλέων αὐτῷ προσκυνήσουσιν , οἵτινες ὄψονται αὐτὸν, οὐ πάντως σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ. Προσκυνήσουσι δὲ μάλιστα καὶ πάντες, ὅτ’ ἂν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρίνων ζῶντας καὶ νεκρούς. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν τοῦ Πατέρος αὐτοῦ· δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτὸν , τοῦτ’ ἔστιν ἀεὶ καὶ ὡσαύτως ἔχων. Πιστὸν γὰρ οὐδὲν ἐν κτίσμασι τοῖς ὑποκειμένοις μεταβολῇ. Ὁ δὲ Πατὴρ ἐξελέξατο τοὺς δι’ Υἱοῦ κεκλημένους. «Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ,» Οἳ ἡγίασαν τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μὴ προσκόψαντες μέτροις. Ἀντὶ δὲ τοῦ, ἐξελεξάμην σε, ὃς ἐξελέξατό σε Σύμμαχος ἐξέδωκεν. Κυρίως μὲν οὖν, φασί τινες, ταῦτα εἰς τὸν Χριστὸν ἀναφέρεται. Νοοῖτο δ’ ἂν καὶ ἐπὶ τοῦ προφήτου. Ἐξουδένωσεν γὰρ ἑαυτὸν, ὀδυρόμενος τὰς τοῦ λαοῦ διὰ τὰ πλημμελήματα συμφοράς.
Καὶ προςαχθεὶς ἐν σάκκῳ τε καὶ γυμνὸς περιήρχετο, παρὰ τῶν ὁρώντων ἐξουδενούμενος , ταπεινὰ φρονῶν τε ἅμα, καὶ τῶν μελλόντων εἰκὼν αὐτοῖς παθημάτων γινόμενος. Ἀλλ’ ὅμως καὶ οἱ τοῖς ἄρχουσιν ἐξυπηρετούμενοι , τοῦτον ἐχλεύαζον. Ὃν ἅγιον ὄντα τιμῆς, φησὶν, ἀξιώσατε. Παρά τισι δὲ τὸ ῥητὸν κεῖται τῷ βδελυκτῷ ἔθνους, καὶ, φασὶ, τοῦ Ἰσραήλ· διὸ καὶ πρὸς τὰ ἔθνη μετέβη. Καὶ πάλιν τὸ ῥητὸν τῷ δούλῳ ἐξουσιαζόντων καί φασιν· ὑπετάγη γάρ· καὶ ἐξελεξάμην σε , ἔχων, φασὶ, τὴν ἀόρατον ὑπεροχὴν κατὰ φύσιν ἐκ τῶν ὁρατῶν. Καὶ ἐξ ἀνθρώπων ἐκλεκτὸς γίνεται, δι’ ἣν εἶχεν ὁμοιότητα πρὸς ἡμᾶς. Εἶτα πρὸς τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου . Πάσχων μὲν γὰρ ἐβόα· «Ἠλεὶ, Ἠλεὶ, λαμασαβαχθανί.» Εἶθ’ ὡς ἀνανεύοντα τὸν Πατέρα ἑώρα, ἐπῆγεν· «Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. Ταύτην οὖν τὴν εὐχὴν μετὰ τὸν θάνατον δεχόμενος ὁ Πατὴρ, τὸν καιρὸν δεικνὺς τῆς ἀναστάσεως φησίν· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου .
PG 87:2472Τινὲς δὲ μεμψάμενοι τὴν παροῦσαν ἐξήγησιν, ὡς ἀπίθανον, τὸν Υἱὸν ἀποτυχεῖν τῆς εὐχῆς πεπλᾶσθαι τὴν εὐχὴν κατ’ οἰκονομίαν φασὶν, ἐπεὶ καὶ πρὸ ταύτης ᾔδει μὴ ἄλλως τὸν θάνατον καταργηθησόμενον, εἰ μὴ δι’ ὃν ὑπέστη σταυρόν τε καὶ θάνατον. Ἡ οὖν παραίτησις, τῆς Ἰουδαίων μιαιφονίας κατηγορεῖ, ἀβούλητον αὐτῷ δεικνῦσα τὸ πάθος διάτοι τὸ δυςκλεές. Ἀλλὰ καὶ οὕτω γέγονε θελητὸν ἐπὶ τῷ καταργῆσαι τὸν θάνατον. «Καὶ τοῦτο δηλοῖ τὸ, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» καὶ τὰ ἑξῆς. Εἰς δέον οὖν τῇ μιαιφονίᾳ τῇ ἐκείνων ἐχρήσατο πρὸς σωτηρίαν τοῦ κόσμου. Καὶ τύπος δὲ, φασὶν, ἡμῖν γέγονεν μὴ ἀναπίπτειν ἐν πειρασμοῖς, ἀλλὰ δεῖσθαι Θεοῦ. Τοῖς οὖν προλαβοῦσι συνάπτοντες τὸ ῥητὸν, πρὸς τοὺς ἐξειλεγμένους εἰρῆσθαί φασι τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου . Προέγνωστο μὲν γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριον, ἐπέλαμψε δὲ καθ’ οὓς ηὐδόκησε καιροὺς ὁ δυνάστης. Τὸν οὖν τῆς ἐνανθρωπήσεως καιρὸν ἡμέραν καλεῖ, καθὰ καὶ ὁ θεῖος Ἀπόστολος· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ἰδοὺ ἡμέρα σωτηρίας.» Περὶ ἧς φησι καὶ Δαβίδ·
«Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος.» Ἐπὶ τούτοις φησί· Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ· καταστῆσαι τὴν γῆν, κληρονομῆσαι κληρονομίας ἐρήμους · ἢ κατὰ Σύμμαχον Ἀνεγεῖραι τὴν γῆν, καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας . Τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων ψυχαὶ, ἔρημοι Θεοῦ, καὶ ἀληθῶς ἠφανισμέναι . Ἦσαν δὲ καὶ σειραῖς ἁμαρτημάτων δεσμώτιδες. Καί ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Τὴν οὖν τοιαύτην κατέστησε γῆν τεθορυβημένην κακοῖς. Ἤγουν, πάντας τοὺς ἐπὶ γῆς καὶ τῆς ἐπικειμένης ἀπήλλαξε ζάλης, καὶ κλῆρον ἴδιον ἐποιήσατο, μόνον ἔχων πάλαι τὸν Ἰσραήλ. Τοὺς δὲ δεσμῶν καὶ σκότους ἠλευθερωμένους εὐαγγελίζεται, λέγων· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται. Ὁδοὶ δὲ καὶ τρίβοι , ἃς διώδευσαν οἱ πάλαι θεοσεβεῖς, αἱ θεῖαι Γραφαί· ἤγουν, αἱ τῶν ἀρετῶν ἐπιτηδεύσεις ἄβατοι τοῖς ἐξ ἐθνῶν ὑπάρχουσαι πρότερον, ἐν αἷς βοσκόμενοι πάντες λογικῆς τροφῆς ἀπολαύουσιν, ἣν καὶ νεμόμενοί φασι· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, καὶ τὰ τούτοις ἑπόμενα. Πῶς οὖν [οὐκ] ὑπομένουσιν ἔτι ψυχῆς πεῖναν, ἢ δίψαν , ἃς εἶχον πάλαι μὴ νόμῳ, μὴ προφήταις παιδαγωγούμενοι;
PG 87:2474Μεταβαλὼν δέ τις κατὰ Χριστὸν, ἐν εὐτροφίᾳ γίνεται νοητῇ, λέγοντος Ἡσαί̈ου· «Αὐτὸς οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. »Ἀλλ’ οὐδὲ ὁ φλογμὸς τοῦ βίου πατάξει αὐτοὺς, λεγόμενος καύσων καὶ ἥλιος . Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστὸς ὁ καὶ πάλαι νεφέλῃ σκεπάσας τὸν Ἰσραήλ. Σύμφωνον τούτῳ τὸ τοῦ Ἀποστόλου ῥητόν· «Δυνατὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε.» Καὶ αὕτη τοῦ ἐλεοῦντος ἡμᾶς ἡ παράκλησις . Καὶ διὰ πηγῶν , φησὶν, ὑδάτων ἄξει αὐτούς . Πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ, καὶ πηγαὶ σωτηρίου, αἱ μὲν τῆς Παλαιᾶς Διαθήκης, αἱ δὲ τῆς Καινῆς. Οὐδὲν δὲ δύσβατον αὐτοῖς τὴν σωτήριον ὁδοιποροῦσιν ὁδόν . Ἔφη γὰρ ὁ προφήτης καὶ πρότερον· «Καὶ πᾶσα φάραγξ πληρωθήσεται,» καὶ τὰ ἐπὶ τούτῳ. Καὶ πάλιν «Ὁδὸς ἀσεβῶν εὐθεῖα ἐγένετο.» Ἤγουν ὁμαλίζεσθαι τὰ σκολιὰ καὶ ἀνώμαλά φησι τῶν ἠθῶν. Εἶτα τοὺς κεκλημένους πανταχόθεν ἥξειν τῆς οἰκουμένης φησὶ, τῶν τεσσάρων κλιμάτων μνησθείς. Τὸ γὰρ πόῤῥωθεν , τὸ νότειον δηλοῖ τῶν μεσημβρινῶν τόπων ἡμῖν ἀκατάληπτον. Ἡ δὲ θάλασσα τὴν ἑσπέραν δηλοῖ, δυτικωτέρα τῆς Ἰουδαίας ὑπάρχουσα.
Ὥσπερ οὖν τὴν ἀνατολὴν ἡ Περσῶν παρίστησι γῆ . Δηλοῖ δὲ τάχα, φασὶ, τοὺς προσκυνήσαντας Μάγους αὐτῷ. Τοῦτο γὰρ δηλοῦν, καὶ τὸ, «Δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Νῦν γὰρ Ἀραβίαν τὴν Περσῶν χώραν σημαίνεσθαι. Εἶτα πρὸς ἐορτὴν τὴν κτίσιν ἐπὶ τοῖς σεσωσμένοις καλεῖ· δι’ οὐρανοῦ μὲν, τὰς ἐκεῖ δυνάμεις, αἳ καὶ ἐφ’ ἑνὶ χαίρουσιν ἁμαρτωλῷ μετανοοῦντι. Διὰ γῆς δὲ, τοὺς ὅσοιπερ ἐν αὐτῇ καὶ προσεδόκων, καὶ τῆς θεοφανείας ἠξίωνται. Οὕτω καὶ Συμεὼν εὐφραινόμενος ἔλεγεν· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα,» καὶ τὰ ἐξῆς. Προεστιαθεὶς δὲ, φασὶν, ὁ προφήτης τῇ μελλούσῃ πάντων σωτηρίᾳ, συνευφραίνεσθαι αὐτῷ νοητὰ καὶ αἰσθητὰ πάντα προτρέπεται. Εἰ γὰρ στένειν ἡ κτίσις ἐπὶ τοῖς ἡμετέροις λέγεται κακοῖς, ἀκόλουθον ἐπὶ σωζομένοις εὐφραίνεσθαι. Ὄρη δὲ λέγει λογικὰς δυνάμεις ἠρμένας ὑψοῦ, ἢ τῶν Εὐαγγελίων τοὺς κήρυκας. Χριστὸν γὰρ ἀγγέλλοντες νοητῆς εὐφροσύνης ἐπλήρουν τὴν γῆν. Ἀντὶ δὲ τοῦ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην · ὁ Σύμμαχος· Ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν . Ὁ δὲ Ἀκύλας· κελαδήσατε, ὄρη, αἴνεσιν ἔλεξαν.
PG 87:2475Εἴποις δ’ ἂν τὰ ὄρη δηλοῦν οἰκειότερον ψυχὰς ἐπὶ γῆς μὲν ἔτι βιούσας, σφόδρα δὲ πρὸς ὕψος ἠρμένας διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως. Ταπεινοὺς δὲ ἠλεημένους φησὶ τοὺς προδεδηλωμένους ἐκ τῶν τεσσάρων κλημάτων, οὓς ἐκ τῆς διαβολικῆς ὁ Χριστὸς τυραννίδος ἐῤῥύσατο, θείου Πνεύματος μετόχους ἀπεργασάμενος. Ταπεινοὺς δὲ, ἢ ὡς τεταπεινωμένους ἁμαρτήμασι πρότερον, καὶ νεύσαντας εἰς γῆν τῷ φρονήματι. Ἢ ὡς ὑποκύψαντας τῷ Χριστῷ τὸν αὐχένα, τῶν ἀνθισταμένων αὐτῷ ὑψούντων κέρας καὶ λαλούντων ἀδικίαν κατ’ αὐτοῦ. ιδκ. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἀπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, κ.τ.λ. Ἤδη προείρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ· ἢ αἰσθητῶς· ἢ κατὰ τὸ θεοσεβὲς τῶν ἐπὶ γῆς ὄντων πολίτευμα· ἢ κατὰ τὴν ἐν οὐρανοῖς ἀγγελικὴν πολιτείαν, περὶ ἧς φησὶν ὁ Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί.» Καὶ, «Οὐ γὰρ προσεληλύθατε Σιὼν ὄρει,» καὶ τὰ ἑξῆς.
Νῦν οὖν ὁ λόγος περὶ τοῦ θεοφιλοῦς πολιτεύματος, ὃ πάλαι μὲν παρ’ Ἰουδαίοις συνίστατο. καθαιρεθὲν δὲ μεταβέβληται εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Περὶ νήσων γὰρ καὶ τῶν ἐθνῶν διελέγετο, οἷς ἀκολούθως φησίν· εἰ καὶ καθήρηται τὸ θεοσεβὲς παρ’ Ἰουδαίοις πολίτευμα, μὴ λεγέτω, Ἐγκατέλιπε Κύριος . Καὶ τῷ τῆς μητρὸς παραδείγματι τὸ τῆς λήθης ἀδύνατον ἔδειξε. Θεοῦ γὰρ ὄντες οἷον γεννήματα, εἰ παύσαιτο τῆς περὶ ἡμῶν προνοίας, καὶ τοῦ εἶναι παυσόμεθα. Καὶ τὴν ἔννοιαν ἐπεξεργάζεται λέγων· Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη . Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ ἐζωγράφησα, ἐστήριξά σε φησίν· ὁ δὲ Ἀκύλας· Ἰδοὺ ἐπὶ τῶν ταρσῶν ἠκρίβωσά σε . Ὁ δὲ Θεοδοτίων· Διεχάραξά σε. Χεῖρες γὰρ ὡς ἀληθῶς, τοῦτ’ ἔστιν ἐνέργειαι Θεοῦ, τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, τοὺς τύπους τῆς κατὰ Θεὸν πολιτείας ἐγχαράττουσαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος ὁ τοῦ Θεοῦ Λόγος ἐδίδαξε λέγων· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Ἡ δὲ πέτρα ἦν πάλιν αὐτὸς, ἐφ’ ἣν οἱ πρῶτοι θεμέλιοι κατεβλήθησαν, περὶ ὧν εἴρηται·
PG 87:2477«Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ.» Ὅτι δὲ αἱ τοῦ Θεοῦ ἐνέργειαι χεῖρες εἴρηνται τῇ Γραφῇ, δηλοῖ τὸ, «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.» «Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Καὶ πάλιν· «Καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Τινὲς δὲ διὰ τὴν ἐπὶ τοῦ σταυροῦ διάτρησιν τῶν χειρῶν λέγουσιν. Ὑπὲρ ἡμῶν γὰρ παθὼν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; Τὸ γὰρ ὅλον πάθος ἐκ μέρους ἐδήλωσεν . Εἴποις δ’ ἂν καὶ ἄλλως. Φασὶν ὡς ἐν ταῖς τοῦ Πατέρος χερσὶν πάντες εἰσὶν οἱ πιστεύσαντες. Ἔλεγε γὰρ ὁ Χριστὸς περὶ τῶν ἰδίων προβάτων, ὡς «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῶν χειρῶν τοῦ Πατέρος μου,» τὴν ἐκεῖθεν σκέπην δηλῶν. Τείχη δὲ τῆς Ἐκκλησίας οἱ τοῦ Χριστοῦ μαθηταὶ καὶ ἀπόστολοι, ὧν οὐ λαμβάνει λήθην . Ἐγέγραπτο γὰρ αὐτῶν ἐν οὐρανοῖς τὰ ὀνόματα τῇ βίβλῳ ζώντων ἐγκείμενα. Προηγουμένως μὲν γὰρ τῆς Ἐκκλησίας τεῖχός ἐστιν ὁ Χριστὸς, ὥσπερ καὶ φῶς· ἐν μεθέξει δὲ αὐτοῦ γεγονότες οἱ μαθηταὶ τούτων ἑκάτερον λέγονται. Τινὲς δὲ τὰ παρόντα νοήσαντες αἰσθητῶς, Ὡς παρόντα, φασὶ, λέγει τὰ μέλλοντα.
Πάντα γὰρ αὐτῷ πάρεστι, καὶ προδιαγράφει τὴν μέλλουσαν, μετὰ τὴν ἐκ Βαβυλῶνος ἅλωσιν, τῶν τειχῶν οἰκοδόμησιν, εἰς ἣν ἀπήχθης, φησὶ, παιδευόμενος, οὐ τῆς ἐμῆς προνοίας ἐκπεπτωκώς. Τοιγαροῦν οἱ καθελοῦντες οἰκοδομήσουσι , τῶν σῶν ἐξανιστάμενοι τόπων· εἰ δὲ καὶ πίστιν ἔχεις, ὅρα καὶ τοὺς εἰς σὲ συναχθήσεσθαι μέλλοντας. Ὄψις γὰρ, ὡς εἰπεῖν, ἡ τῶν πιστῶν ἀκοὴ, καθὰ καὶ ἡ τῶν προφητῶν. Καὶ Μιχαίας γάρ φησιν· «Ἰδοὺ θεωρῶ τὸν λαὸν διεσκορπισμένον ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα ποιμένα μὴ ἔχοντα.» Φησὶν οὖν ὡς ἕξεις τοὺς οἰκήτορας, ὡς κόσμον τινὰ νυμφικόν . Οὐκ ἄρα, φασὶ, τὸ κοσμεῖσθαι νύμφας ἀπόβλητον πρὸς κίνησιν πόθου συνέχοντος τὴν τῆς συζυγίας ἑνότητα, ἣν ἀδύνατον ἀγάπης συνεστᾶναι χωρίς. Ἀλλὰ τὴν ἱστορίαν ἀφέντες, ἐπὶ τὴν πρώτην ἐξήγησιν ἀναδράμωμεν. Ἐπεὶ γὰρ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, πεπτωκότος τοῦ παρ’ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπάγει· Ταχὺ οἰκοδομηθήσῃ, ὑφ’ ὧν καθῃρέθης . Ὡς γὰρ Ἰουδαίων ἄρχοντες τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, λέγοντες·
PG 87:2479«Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ ἀπόστολοι, τῆς οἰκοδομῆς τῆς νέας ὄντες ἐργάται· αὐτοὶ δὲ οἱ τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθῃρηκότες, οἷος ὁ Παῦλος λέγων· «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ,» τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πολιτείαν. Περὶ ὧν φησι καὶ Δαβίδ· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται διὰ τῶν ἑξῆς, οἱ ἐρημώσαντες μὲν τὴν Σιὼν , οὐ μὴν καὶ οἰκοδομήσαντες. Περὶ ὧν φησι, καὶ οἱ ἐρημώσαντες ἐκ σοῦ ἐξελεύσονται · ὃ καὶ καθ’ ἱστορίαν ἐσώζετο, μετὰ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν τοῦ τῶν Ἰουδαίων ἔθνους ἐκπεπτωκότος τῆς αἰσθητῆς Ἱερουσαλὴμ, πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ καθάπερ τινὰ νύμφην ἐπὶ πλήθει τέκνων κομῶσαν πρὸς ἥν φησιν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας . Καὶ, Ὅτι πάντας αὐτοὺς, ὡς κόσμον, ἐνδύσῃ . Τίνας δὲ πάντας καὶ πόθεν ἐδίδαξε προειπών· «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι περὶ τῶν τεσσάρων κλιμάτων, εἰπὼν οὓς καὶ κόσμον τῆς τοῦ Χριστοῦ νύμφης Ἐκκλησίας καλεῖ.
Ψυχαῖς γὰρ αὐτὴ κοσμίαις σεμνύνεται, τὰς αὐτῶν ἀρετὰς, καὶ τὰ πνευματικὰ τούτων χαρίσματα, ἀντὶ λίθων τιμίων περικειμένη. Διόπερ αὐτὴν ἱματισμῷ περιχρύσῳ καὶ πεποικιλμένῳ κεκοσμῆσθαι φησὶν ἡ Γραφὴ ὡς ἕκαστον ἐξ αὐτῆς εὐχαριστοῦντα λέγειν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφη περιέθηκέ μοι μίτραν.» Τινὲς δὲ τὸ παρὸν ῥητὸν δηλοῦν ἔφασαν τὴν ἐπ’ ἐσχάτου τῶν ἐξ Ἰσραὴλ σωτηρίαν, ὅτ’ ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Εἶτά φησι, Καὶ τὰ ἔρημά σου στενοχωρήσει . Ἀντὶ γὰρ τῶν ἐκ περιτομῆς, τὸ τῶν ἐθνῶν ἀντειςενήνεκται πλῆθος. Ἀνθ’ ὧν φησιν· Οἱ καταπίνοντές σε, μακρυνθήσονται · ψευδοπροφῆται δηλονότι, καὶ καθηγηταὶ τοῦ λαοῦ, περὶ ὧν ἔλεγεν· Οἱ καταπίνοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Εἶτα τοὺς υἱοὺς τῆς Ἐκκλησίας εἰσάγει τόκον αἰτοῦντας διὰ τὸ πλῆθος πλατύτερον, οἵτινες ἦσαν ἐν ἀπωλείᾳ τὸ πρότερον. Ὅθεν φησὶν οὓς ἀπώλεσας , ὧν τὸ πλῆθος θαυμάζουσα, τὴν ἐκ τῶν Ἰουδαίων ἀτεκνίαν ὁμολογεῖ λέγουσα· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα .
PG 87:2480Εἰ δὲ περὶ τῶν ἐθνῶν νοοῖτο, δηλοῖ τὴν προτέραν αὐτῶν πρὶν κληθῆναι κατάστασιν. Σύμφωνον δὲ τῷ, ποίησόν μοι τόπον , τὸ «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου. Καὶ [τὰς δέρεις] τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Τοῦτο δὲ καὶ τῆς παρὰ Μωσεῖ σκηνῆς τὰ μήκη καὶ πλάτη δηλοῖ. Λεγούσῃ δὲ, Τίς ἐγέννησέ μοι τούτους ; λεκτέον· Ἡ πίστις ἡ ἐν Χριστῷ, αὐτός τε Θεός. Ὃς καὶ πυνθανομένῃ φησίν· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου , καὶ τὰ ἑξῆς· δηλῶν πόθεν ἥξει τῶν υἱῶν αὐτῇ καὶ θυγατέρων τὸ πλῆθος, χεῖρα καλῶν τὴν ἰδίαν ἰσχύν τε καὶ δύναμιν, τὸν Χριστὸν, ὃς διὰ τῶν θαυμάτων γέγονε τοῖς ἔθνεσιν ὑψηλὸς, καὶ διὰ τῆς ἀναστάσεως. Νήσους δὲ τὰς κατὰ μέρος Ἐκκλησίας, ἐξ ὧν ἡ μία καὶ καθολικὴ πανταχοῦ. Σύςσημον δὲ, τὸ περὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως κήρυγμα. Ἀντὶ δὲ τοῦ ἐν κόλπῳ, ἐν ἀγκάλαις ἐξέδωκαν οἱ λοιποί. Τίνες δὲ τοῦτο ποιήσουσιν; δῆλον ὡς ἀπόστολοί τε, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷα νηπίους χειραγωγοῦντες τοὺς προσιόντας τῇ πίστει, οἷς ἔλεγε καὶ Παῦλος· «Γάλα ὑμᾶς ἐπότισα.» Καὶ πάλιν· «Τεκνία μου, οὓς πάλιν ὠδίνω.» Καὶ πάλιν·
«Ὡς ἂν τροφὸς θάλπη τὰ ἑαυτῆς τέκνα,» οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· ὅτε καὶ τῶν προσιόντων ἐβόα τὸ πλῆθος· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ,» καὶ τὰ ἐφεξῆς. Δηλοῖ δὲ τὸ, ἐν κόλποις , καὶ ἐπ’ ὤμων , τὸ χωρὶς ἱδρῶτος, τοῦ Θεοῦ τὴν ὁδὸν κατευθύνοντος, κατὰ τὸ, «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο.» Καὶ ὡς ἐκ τοῦ Βαπτιστοῦ δὲ ἐλέγετο τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,» καὶ τὰ ἑπόμενα. Τὴν δὲ τιμὴν τῶν πιστῶν τὴν εἰς ἄκρον δηλοῖ τὸ, Τιθηνοὺς λέγειν βασιλεῖς, καὶ τὰς ἀρχούσας τροφοὺς , τὴν ἀνωτάτω δηλοῦν, καὶ τὰς κατ’ ἔθνος. Ἀρχὰς τροφῶν δίκην ἐξυπηρετουμένων τοῖς ἐνδεέσι τῆς Ἐκκλησίας διὰ τῶν διδομένων σιτηρεσίων. Καὶ ἄλλως δὲ, ἡ πολλὴ κηδεμονία δόξαν τροφέων παρίστησιν, οἳ καὶ κλίνοντες ἐν Ἐκκλησίᾳ γόνυ, τῇ γῇ τὸ μέτωπον προσερείδουσι, καὶ τὸν χοῦν , ὡς εἰπεῖν, ἐκλαχεῖν διὰ πίστιν ποθοῦντες. Ταῦτα δὲ πρὸς τὴν βασίλισσαν τὴν ἐκ δεξιῶν Χριστῷ παρισταμένην ὁ τεσσαρακοστὸς τέταρτος λέγει ψαλμὸς, ἣν καὶ ἐξ ἀλλοφύλων οὖσαν δηλοῖ.
PG 87:2482Ὅμοια δὲ καὶ εἰς αὐτὸν τὸν βασιλέα ὁ ἑβδομηκοστὸς πρῶτος. Οὐκοῦν περὶ τῆς Ἐκκλησίας τῆς ἐν Χριστῷ, τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ, ἣ τὴν δόξαν ἔχει τοῦ Χριστοῦ. Τούτων δὲ, φησὶ, γιγνομένων, γνώσῃ ὅτι ἐγὼ Κύριος καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με . Καλὸν γὰρ μὴ ἀπογινώσκειν τὴν ἐλπίδα πρὸ τῆς τῶν ἔργων ἐκβάσεως. Εἶτα διδάσκει, τίνα τρόπον τὰ ὑπὸ χεῖρα τοῦ διαβόλου πρότερον ἔθνη ἠλευθερώθη διὰ τῆς τοῦ Σωτῆρος δυνάμεως. Ὃ διὰ τῆς παραβολῆς ἐδήλωσεν ὁ Χριστός· «Πῶς, λέγων, δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν;» Καὶ νῦν δέ φησι, Μή τι τῷ τυχόντι δυνατὸν παρὰ τοῦ διαβόλου σκῦλα λαβεῖν ; ὃν ἐκάλεσε γίγαντα · κἂν ἐπιχειρῇ δέ τις τοῦτο δικαίως ποιῶν, ἄρα ἀθῶος γενήσεται, καὶ οὐ κρατηθεὶς κινδυνεύσει; ἀντὶ γὰρ τοῦ ἀδίκως , τὸ Ἑβραϊκὸν δικαίως ἔχει. Δίκαιον μὲν γὰρ τοῦτο ποιεῖν. Ἀλλὰ τίς τοσοῦτόν ἐστι δυνατός; ἄνθρωπος μὲν οὐδείς. Ὅπως δὲ τὸ παρὰ ἀνθρώποις ἀδύνατον, τῷ Θεῷ δυνατὸν ἐπιφέρει.
Εἰ δὲ ἀδίκως ἔχει, κατὰ τοὺς Ἑβδομήκοντα, τὸ ῥητὸν, περὶ τοῦ διαβόλου φησὶ, δηλῶν ὡς ἀδίκως ἐπιπηδήσας τοῖς ἠδικηκόσι μηδὲν, καὶ λαβὼν αἰχμαλώτους, οὐ σωθήσεται . Τοιοῦτο δέ φησιν ἀλλαχοῦ· «Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.» Οἰκίαν δὲ αὐτοῦ τὸν κόσμον διὰ τῆς παραβολῆς ὑπῃνίξατο, καὶ σκεύη τὰς ψυχὰς, ἃς ἐσκύλευσεν ἐξ αὐτοῦ. Ὃ δὴ ποιήσας, καὶ εἰς ἡμᾶς παρέπεμψε τὸ νικᾷν. Τοῦτο γὰρ καὶ Παῦλος λαβὼν ἔφασκε, «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Διὰ τοῦτο καὶ δαίμονας νικῶμεν, καὶ παθῶν περιγινόμεθα ψυχικῶν ὅπλον εὐδοκίας ἔχοντες τὸν Χριστὸν, καὶ σκυλεύομεν αὐτὸν, τὴν ἡμετέραν σώζοντες, καὶ τῶν πλησίον ψυχάς. Διό φησιν· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα. Λαμβάνων δὲ, παρὰ ἰσχύοντος σωθήσεται . Διὰ Χριστοῦ γὰρ σκυλεύομεν αὐτὸν, καὶ σωζόμεθα , τοῦ εἰπόντος· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος.
PG 87:2484Ὅτι γὰρ ὁ ταῦτα πράξας ἐστὶν αὐτὸς δηλοῖ λέγων ἑξῆς· Ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ. Καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι , ἑαυτῷ μόνῳ δυνατὸν τὸ χρῆμα δεικνὺς, καὶ τὰ σκῦλα δηλῶν τοὺς υἱούς. Οἱ δὲ τούτους ἀφαιρεθέντες, οὐκ ἔτι τὰς ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται . Οὐ δὲ τὸ αἷμα τῶν ἀνθρωπίνων ψυχῶν ἐκπίνειν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα εἰς μέθην πίονται , ὅτε πάντες οἱ ἐν σαρκὶ τυγχάνοντες ἄνθρωποι γνώσονται ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε τὴν ἐμαυτοῦ πόλιν. Καθ’ ἑτέραν δὲ διάνοιαν, ὡς ἐξ ἑτέρας ἀρχῆς, περὶ τῶν διωξάντων τὴν Ἐκκλησίαν ὁ λόγος, ὅτιπερ ἐσχάτας τίσουσι δίκας, ὡς γνωσθῆναι πᾶσιν, ὅτι μὴ θνητῆς ὑπῆρχε δυνάμεως τῆς Ἐκκλησίας ἡ σκέπη, τοῦ δὲ Θεοῦ Ἰακώβ . Εἰς καιρὸν δὲ ῥηθεὶς Ἰακὼβ ἀναπέμπει τὴν ἔννοιαν ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ φανέντα, τὸν Υἱὸν τοῦ Θεοῦ. Δύναται δὲ καὶ πάντα δηλοῦν πτερνίζοντα τὸν διάβολον, καὶ τοὺς τῆς ἁμαρτίας παραλύοντα βρόχους. Τὸ δέ· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου , καὶ τὰ ἑξῆς, ἱστορικῶς τινες πάλιν ἐξέλαβον, περὶ τῶν ἐν αἰχμαλωσίᾳ.
Βουλομένου γάρ μου συναχθήσεσθε , φησὶ, πανταχόθεν ὑπὸ τῶν ἐχθρῶν δορυφορηθησόμενοι. Τοῦτο δὲ μέχρι τῆς ἐπαγγελίας ἔστη μὴ γενόμενον ἔργῳ, οὐχ ὡς ψευδὲς, ἀλλ’ ὡς ἐκείνων διὰ τὸ ἀνάξιον μὴ δεδωκότων καιρὸν ταῖς θείαις ἐπαγγελίαις· πρὸς δὲ τὰς κακὰς αὐτῶν ἐννοίας μαχόμενος, δείκνυσιν ὡς οὐ διὰ τὴν αὐτοῦ γεγόνασιν ἀδυναμίαν αἰχμάλωτοι , διὰ δὲ τὰς ἑαυτῶν ἁμαρτίας. Ὡς γὰρ οὐδεὶς τῶν παρ’ ὑμῖν νομιζομένων γιγάντων ὑπὸ ἀσθενεστέρου σκυλεύεται, ἄδικον ὑπομένων αἰχμαλωσίαν , ἀναιρεῖ δὲ τὸν ἐγχειρήσαντα· οὕτως οὐκ ἐνῆν ἐμοῦ μὴ θελήσαντος, τοὺς λαβόντας ὑμᾶς αἰχμαλώτους ἑλεῖν, Εἰ μὴ καθ’ ἑαυτῶν ἡμαρτηκότες τὴν αἰτίαν παρέχετε. Πλὴν ἐλεήσας ὑμᾶς μὲν ἀνακαλέσω, ἐκείνους δὲ τιμωρήσομαι τὴν καθ’ ὑμῶν ἐπιτείναντας κόλασιν· καὶ σαρκῶν τῶν ἰδίων γευσάμενοι γνώσονται τὸν ποιήσαντα, καθὰ καὶ Ναβουχοδονόσορ διὰ σημείων παιδευθεὶς μέγαν ὡμολόγει τὸν Θεὸν Δανιήλ. Τινὲς δὲ τὰ περὶ τοῦ γίγαντος ἐξηγούμενοι λέγουσιν· Οὐχ ἥττηται τὸ δυνατὸν τῆς Ἱερουσαλὴμ, οὐδὲ ἡ δικαιοσύνη ἡ ἐν αὐτῇ, ἀλλὰ δι’ ἁμαρτίας κεκράτηται. ΚΕΦΑΛ. Ν. αια.
PG 87:2485Οὕτως λέγει Κύριος, ποῖον τοῦτο βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν; τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, κ.τ.λ. Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τήν τε δι’ αὐτοῦ τῶν ἐθνῶν κλῆσιν, καὶ τὴν σύστασιν τοῦ θεοσεβοῦς πολιτεύματος, καὶ τοῦ ῥηθέντος γίγαντος τὴν καθαίρεσιν, μεταβαίνει πάλιν ἐπὶ τοὺς ἐκ περιτομῆς, ὥσπερ ἀπολογούμενος διὰ τί τὰ ἔθνη ἐπισκοπήσας, αὐτοὺς ἐκδότους ἐποίησεν. Τούτου γὰρ αἴτιοι, φησὶν, ὑμεῖς, οὐκ ἐγώ. Οὐ γὰρ ἐγὼ τὴν μητέρα ὑμῶν ἀπεπεμψάμην Συναγωγὴν, ἢ τὴν ἐπὶ τῆς Ἱερουσαλὴμ (οὐ τοῦτο γὰρ ἡ διὰ Μωσέως νομοθεσία δηλοῖ) σχέσιν δὲ τὴν περὶ ὑμᾶς· ἣν ὁ Μωσῆς, ὡς ἔδνα νύμφῃ δοῦναι βουλόμενος, καὶ φέρων ὑμῖν, μοιχεύσασαν διὰ τῆς μοσχοποιίας εὑρὼν τὴν Συναγωγὴν διέσπασεν ἀναξίαν εὑρὼν τῶν ἐμῶν δωρεῶν. Παραβάλλει δὲ ἑαυτὸν ποτὲ μὲν ἀνδρὶ, ὡς πρὸς γυναῖκα, ποτὲ δὲ Δεσπότῃ, ὡς πρὸς οἰκέτας. Οὐδὲ γὰρ ὡς ἄν τις Δεσπότης ὀφείλων ἀπεδόμην ὑμᾶς.
Ἀλλ’ ὑμεῖς ἀπ’ ἀρχῆς εἰς τέλος παρανομοῦντες ἐκβέβλησθε, πραθέντες τοῖς ἁμαρτήμασιν , οἷς ἐδουλώθητε, τοὐμὸν μέρος γεγονότες αὐτεξούσιοι καὶ ἐλεύθεροι. Καὶ τέλος, οὐκ ὤκνησα Θεὸς ὢν, ἐλθεῖν πρὸς ὑμᾶς, ὑποκαταβὰς τῆς ἀξίας τῆς ἐμαυτοῦ, καὶ γενόμενος ἄνθρωπος· καὶ καλοῦντι πρὸς σωτηρίαν ὑπήκουσεν οὐδείς. Οὐκ ἦν δὲ ἄνθρωπος , φησὶν, ἐπειδὴ τὸ ἀνήκοον πλῆθος οὐδὲ εἶναι λελόγισται. Οἱ δὲ ὑπακούσαντες , ὡς πρὸς ὅλον τὸ ἔθνος ὀλίγοι, ὡς μὴ ἀριθμεῖσθαι εἰς λόγον τοῦ ἔθνους. Διὸ καὶ ὑπεξῃρήθησαν, ὡς ὁ Λὼτ ἀπὸ Σοδόμων. Οὐ γὰρ τοσούτους ἔδει παρασχεῖν τῷ Κυρίῳ τὴν ἁγίαν γῆν. Ὅθεν καὶ σημεῖον τῆς ἀκαρπίας αὐτῆς ἡ ξηρανθεῖσα συκῆ. Τοῦτο δὲ καὶ διὰ τῆς Εὐαγγελικῆς παραβολῆς τῶν παρῃτημένων τὸ δεῖπνον σημαίνεται, τῶν ἐν ταῖς ὁδοῖς ἀντικεκλημένων, περὶ ὧν ἐν τῷ παρόντι προφήτῃ φησὶν ὁ Χριστός· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με.» Περὶ δὲ τῶν Ἰουδαίων ἐπάγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρά μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Οὓς καὶ καλῶν ἐν Εὐαγγελίοις ἔλεγε·
PG 87:2487«Δεῦτε πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς,» καὶ τοιαῦτα πολλάκις. Ἀλλ’ ἄρα μὴ σῶσαί μου, φησὶν, ἀσθενοῦντος, εἰς αἰχμαλωσίαν ἀπήχθητε; καὶ οὐ δυνήσεσθε σωθῆναι τῆς ἐκείνου τυραννίδος, τοῦτο πρὸς τοὺς Θεὸν βλασφημοῦντας ὡς οὐ δυνηθέντα σῶσαι τὸν λαὸν, ὁποῖον καὶ ὁ Σωτὴρ πρὸς τοὺς οἰομένους αὐτὸν ἄκοντα πάσχειν, περὶ τῆς τῶν ιε λεγεώνων φησὶ παραστάσεως· ἤγουν, ἐπειδὴ εἶπεν μηδένα ὑπακοῦσαι καλοῦντι , δείκνυσιν ὡς πρὸς τῶν μὴ ὑπακοῦσαι, τὰ πάντων ἀθεσμότατα κατ’ ἐμοῦ διεπράξασθε. Καὶ πρὸς ταῦτα δὲ, φησὶν, ἀνεξικάκως ἠνέχθην, δυνάμενος μηδὲν ὅλως παθεῖν; ὡς ἐδήλωσε πρότερον Ἐρυθρὰ ξηρανθεῖσα πρὸς διάβασιν θάλασσα· καὶ ποταμὸς Ἰορδάνης· καὶ σκότος τριήμερον ἐν Αἰγύπτῳ γενόμενον. Ὁ γὰρ Σύμμαχος ἐξέδωκεν· Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλασσαν, ἐποίησα ποταμοὺς ἔρημον . Κἂν ἐπὶ μέλλοντος δὲ ληφθῇ νοητέον ὡς τοῦ Θεοῦ, εἰ βούλοιτο, δυναμένου ποιῆσαι τὰ παραπλήσια. Τὸ δὲ σκότος καὶ ποιήσαντες ἐν τῇ συντελείᾳ τῶν ὅλων, ἐν ᾗ καὶ τὸ πᾶν ἀφανισθήσεται, τῶν βίων πρὸς ἀξίαν εὐθυνομένων.
Καὶ ἐπὶ τῆς πρώτης δὲ παρουσίας ἀπειληθεῖσα πρὸς αὐτοῦ ἡσύχασε θάλαττα , καὶ ἀόρατοι δυνάμεις εἶξαν ἐπιτάγματι διωκόμεναι. Ἅπερ ἐχρῆν Ἰουδαίους ὁρῶντας, μὴ ἀμφισβητεῖν ὅτι οὐκ ἂν ἔπαθεν, εἴπερ ἠβούλετο· καὶ ὅτι σῶσαι δύναται τὴν ὑπ’ οὐρανὸν, εἰ καὶ γέγονεν ἄνθρωπος· καὶ μὴ τὸ φαινόμενον ὁρῶντας λέγειν, «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·» δέον μαθεῖν, ὡς αὐτὸς ὁ λαλῶν πάρειμι, ὁ τὰ πάλαι θαυματουργήσας, ἃ δηλοῖ καὶ Δαβὶδ λέγων· «Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;» καὶ πάλιν· «Ἴδοσάν σε ὕδατα, ὁ Θεὸς, ἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν.» Καὶ περὶ τοῦ Ἰορδάνου πάλιν· «Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ,» τοῦτ’ ἔστι τοὺς ἐν τῷ νότῳ. Εἰ μὴ ἄρα τις καὶ διὰ τούτων θάλασσαν μὲν ξηραινομένην , τὰ πλήθη τῶν ἀσεβῶν ἐθνῶν αἰνίττεσθαι φήσειεν, ποταμοὺς δὲ ἐρήμους , τοὺς πάλαι κατασύροντας εἰς εἰδωλολατρείαν λόγους·
PG 87:2489ἰχθύας δὲ τούτων ἀπολλυμένους, τὰς ἑρπούσας ἐν ταῖς τῶν ἀθέων ψυχαῖς δυνάμεις πονηρὰς, ἔνθα καὶ ὁ δράκων διατρίβειν ἐῤῥέθη, κατὰ τὸ, «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» καὶ τὰ μετὰ ταῦτα. Τούτοις δὲ τοῖς τῆς θαλάττης ἰχθύσι καὶ ἑρπετοῖς ὁ λόγος ἀπειλεῖ σκότους , οὐ φωτὸς πλήρη θήσειν τὸν οὐρανόν· εἴποις δ’ ἂν πάλιν θάλασσαν μὲν, τὴν τῶν Ἰουδαίων πολυπληθείαν· ποταμοὺς δὲ, τοὺς πρότερον αὐτοῖς λόγους χορηγουμένους· ἰχθύας δὲ, τοὺς μαθητευομένους ταῖς Ἰουδαϊκαῖς παραδόσεσιν· ὧν δὴ προλέγει πάντων ἀφανισμὸν, καὶ τὸ πᾶσι σκότος ἐπιπολάσαν, οὐκ οὐρανοῦ σκοτισθέντος, ἀλλ’ αὐτοῖς ἐκείνοις ἐπιπολάσαν ὥσπερ σκοτώδους καλύμματος. Διὸ οὐ ποιήσειν ἔφη, ἀλλ’ ἔνδυσιν , ὑποδραμόντος δηλαδὴ τοῦ σκότους κατὰ τῶν ἀναξίων φωτός. Ὁ δὲ σάκκος , πένθους σύμβολον, διὰ τὸ καὶ τὰς οὐρανίους δυνάμεις πενθεῖν αὐτῶν τὴν ἀπώλειαν. Δυνάμενος οὖν, φησὶ, μὴ παθεῖν, τὸ σῶμά μου τῷ πάθει παρέδωκα. Τοῦτο γὰρ ἐδόκει μου τῷ Πατέρι.
Διὸ καὶ κατηγορούμενος ἐσιώπων, ὑπήκοος αὐτῷ μέχρι θανάτου γινόμενος, εἰδὼς ὡς ἔσται μοί ποτε καιρὸς καθ’ ὃν οὐκ ἔτι σιγήσομαι γλῶσσαν λαβὼν παρὰ τοῦ Πατέρος ἐν καιρῷ λέγειν ἐπισταμένην· ὅτε μου πανταχοῦ τῆς Ἐκκλησίας καθιδρυμένης, διὰ τῶν ἐμῶν βοήσομαι μαθητῶν πᾶσιν ἔθνεσιν τὸν ἐμαυτοῦ γνωρίζων Πατέρα, αὐτοῦ μοι χαριζομένου καὶ ὦτα ἀκουστικὰ , τῆς ἐμῆς συνιέντα διδασκαλίας τὸν νοῦν, κατὰ τὸ, «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ,» ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα, παιδεύσεως τῆς ἐμῆς μεταλήψεται. Ὁ δὲ Σύμμαχος, Ἔθηκέ μοι πρωὶ̈ γύρῳ φησίν. Ὁ δὲ Ἀκύλας, Ἐν πρωὶ̈ ἐξεγερεῖ μοι ὠτίον τοῦ ἀκούειν . Οὗτοι γάρ μοι ἀνθ’ ὑμῶν τῶν μὴ ἀκουσάντων γενήσονται, προσεδρευόντων ἀεὶ ταῖς τοῦ νόμου σκιαῖς. Ἐκεῖνοι δὲ τοὺς τύπους εἰς ἀλήθειαν πνευματικῆς θεωρίας ἐκδέξονται, ὑμῶν παρακουσάντων μου λέγοντος·
PG 87:2490«Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖται ζωὴν αἰώνιον ἔχειν καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Γράφει δὲ καὶ ὁ θεῖος Ἀπόστολος, «Ὅτι ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Τινὲς δὲ ὡς ἀπὸ τῶν μαθητῶν εἰρῆσθαι τοῦτό φασι, λαλούντων ἑκάστῳ τὰ πρόσφορα καὶ κατάλληλα· οἳ καὶ τεθεῖσθαι , φασὶν, ἑαυτοῖς καὶ πρωὶ̈ , τοῦτ’ ἔστιν εἰς νοῦν καὶ καρδίαν ἡμέρας διαύγασμα, καὶ νοητοῦ φωτὸς ἔλλαμψιν. Καὶ Παῦλος γὰρ εὐχαριστεῖ τῷ Θεῷ λέγων, ὅτι «Ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.» Τινὲς καὶ ὡς ἀπὸ τοῦ προφήτου δυνατὸν τὸ παρὸν ἔφασαν λελέχθαι ῥητόν. Εὐαγγελισαμένου γὰρ αὐτοῦ τὴν αὐτῶν τε, καὶ τῶν ἐθνῶν σωτηρίαν, καὶ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τοῦ κόσμου τὴν συντέλειαν, πόθεν τούτῳ ταῦτα λέγειν ἠπόρουν καθ’ ἑαυτούς. Ὁ δέ φησιν· Οὐκ ἐμὸς ὁ λόγος, ὁ χορηγῶν δὲ Χριστὸς, ὃς τοῖς ἑαυτοῦ δίδωσι καιρόν τε λόγου καὶ σύνεσιν πρὸς τὸ νοεῖν. Οὐκ ἀθετῶ τοίνυν τὴν χάριν ὑπηρετῶν αὐτοῦ τῷ κηρύγματι, πάντα τε παθεῖν ἕτοιμός εἰμι δι’ αὐτόν.
Κἂν τύπτητέ με, φησὶ, κἂν ἐμπτύητε , τὴν παρ’ αὐτοῦ βοήθειαν ἐλπίζων, ἣν εὑράμενος, καὶ τοῦ δικαίου τεύξασθαι προσδοκῶν, ἀντιστήσομαι ὑμῖν ἀντιλέγειν μὴ δυναμένοις. Ἀλλ’ ἐπὶ τὸν Χριστὸν ἐπανέλθωμεν, ὅς φησιν Ἰουδαίοις· Ὡς ὑμεῖς μὲν καλούμενοι παρηκούσατε, ἐγὼ δὲ οὐκ ἀπειθῶ τῷ Πατέρι πάντα ἐν ἐμοὶ βουληθέντι ἀνακεφαλαιώσασθαι. Κενώσας δὲ ἐμαυτὸν, τὰ πάντων αἴσχιστα πέπονθα, εἰδὼς μὴ φέρειν μοι αἰσχύνην τῷ πειθαρχεῖν τῷ Πατέρι. Πιλάτου μὲν μαστιγώσαντος, τῶν δὲ ὑπηρετῶν ἑνός με ῥαπίσαντος , ἄλλων δέ μου καταπτυόντων, ὡς στερεὰν πέτραν τὸ πρόσωπόν μου τιθείς . Δυνάμεως γὰρ ἦν τὸ πρᾶγμα, δι’ ἣν ἐκαρτέρουν· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Αὐτὸς γάρ μου καὶ τοῖς ἀνθρωπίνοις ἐβοήθησε μέτροις. Δηλοῖ δὲ καὶ ὡς ἐπήμυνεν αὐτῷ, δίκην ἐπιθεὶς τοῖς ὑβρίσασιν, ἣν καὶ διὰ τάχος ἐγγίζειν φησὶ, δικαιώσαντος αὐτὸν τοῦ Πατέρος. Δίκαιον γὰρ ὄντα, καὶ καθ’ ἑαυτοῦ μὴ δόντα λαβὰς, ἀποκτείνειν ἐτόλμησαν. Ἀνθ’ ὧν αὐτοὺς κολάσας, ἀνυπεύθυνον ὑπάρχειν ἐμὲ μεμαρτύρηκεν. Διό φησιν ὁ Πατήρ·
PG 87:2492«Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Φιλόπλουτοι γὰρ γεγονότες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πρὸς τὴν κατ’ αὐτοῦ πονηρίαν ἐτράποντο. Καὶ γὰρ εἰδότες αὐτὸν ἔφασκον· «Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Εἰ δὲ νομίζει τις δικαίως με πεπονθέναι, παρέστω πρὸς ἔλεγχον. Ἀλλ’ οὐ δυνήσεται. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησίν· «Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.» Παρ’ ᾧ καὶ Ἰουδαῖοί φασι· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Εἰκότως δίκαιον, «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τῷ δὲ, Τίς ὁ κρινόμενός μοι ; ἔοικε τὸ, «Τίς ἐλέγξει με περὶ ἁμαρτίας;» κατὰ πάντα γὰρ ἡμῖν, πλὴν ἁμαρτίας, ὡμοίωται. Διόπερ ἔλεγεν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ἀνδρὸς δὲ τελείου χαρακτὴρ, τὸ, Τίς ὁ κρινόμενός μοι ; ᾧ μηδὲν ἡ παρ’ ἀνθρώποις κρίσις, ὡς σιγᾷν μὲν ὑπ’ αὐτῶν καταδικαζόμενον, καλεῖν δὲ πρὸς τὴν παρὰ Θεῷ κρίσιν τοὺς ἐναντίους. Τὸ δὲ, τίς κακώσει με ; ἐμφαίνει τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰς μάτην ἡ τούτων ἐπιβουλὴ, κατὰ τὸ ἐν ψαλμοῖς·
«Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι.» Πῶς γὰρ, ὢν ζωὴ, θανάτῳ κατείχετο; καθὸ δὲ γέγονεν ἄνθρωπος, δοκεῖ τοῦτο δέχεσθαι παρὰ τοῦ Πατέρος. Ὡς γὰρ Θεὸς, ἤγειρεν ἑαυτὸν λέγων· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐφ’ οἷς φησι πρὸς αὐτούς· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς . Ἢ εὐρὼς , κατὰ Σύμμαχον· ἢ βρωτὴρ, ὡς Ἀκύλας. Δι’ ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ’ αὐτοῦ σωματικῆς λατρείας. Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Σῆτα δὲ λέγει καταβιβρώσκοντα, τὴν συνείδησιν ὧν τετολμήκασιν, ὁρῶντες τὴν ἑαυτῶν μὲν ἀποβολὴν, τὴν ἐπιστροφὴν δὲ τὴν ἐπὶ Θεὸν τῶν ἐθνῶν. Διὸ καὶ πρὸς τῷ τέλει τῆς βίβλου φησίν· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄνειδος πάσῃ τῇ γῇ.» Λέγοι δ’ ἂν σῆτα καὶ τὰς ἁμαρτίας αὐτῶν. Ἐξ αὐτῶν γὰρ ἔχουσαι τὸ εἶναι, κατ’ αὐτῶν τὴν βλάβην ἐργάζονται. Ἐπεὶ καὶ τὸ ἱμάτιον τροφὴ γίνεται ᾧπερ ἐγέννησε σκώληκι. Λογισμὸς δὲ οὗτος πρὸς τὸ μὴ φοβεῖσθαι τὰ ἐξ ἀνθρώπων τῶν ἀπολλυμένων, καὶ ἔνδειξις τῆς τοῦ λέγοντος ἀφθαρσίας.
PG 87:2494Δηλοῖ δὲ καὶ τὴν κατ’ αὐτῶν τιμωρίαν καὶ σητῶν αὐτοὺς δίκην ἐκδαπανῶσαν ταῖς συμφοραῖς. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησί· «Τί ἔτι πληγήσεσθε προςτιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον,» καὶ τὰ ἐφεξῆς. Δι’ ὧν αὐτῶν δηλοῖ τὴν ἀπώλειαν, καὶ χώρας ἀλλοτρίωσιν, καὶ πόλεως ἐμπρησμόν. Εἶτά φησι, Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον ; τὴν ἀπορίαν τούτων δηλῶν, καὶ τὸ σπάνιον. [Τοῦτο, ἢ τοιοῦτόν τι] δὲ ζητεῖ ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διό φησιν· Ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας· καὶ τοῖς ἐπιεικέσι προτείνει φιλανθρωπίαν. Ἐσώθη γὰρ τὸ κατάλειμμα, οὗ καὶ ἀπαρχὴ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ ἄνθρωπος δὲ γεγονὼς, παῖς εἶναί φησι τοῦ Θεοῦ. Καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς , οὐ νόμου παράβασις ἦν, ἀλλὰ μᾶλλον βεβαίωσις, σκιαγραφήσαντος τὴν ἀλήθειαν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστάνομεν. Γέγραπται γὰρ ὅτι ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται. Πέρας γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Τοῖς δὲ νῦν καλουμένοις ἔλεγεν ὁ Πατήρ·
«Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ.» Τινὲς δὲ ἄμεινόν φασιν, ὡς τὸν θεοσεβεῖν δοκοῦντα παρ’ Ἰουδαίοις ἀνακαλεῖ πρὸς μετάνοιαν, καὶ ὡς μηδενὸς πειθομένου, ἐν σκότῳ φησὶν ὑπάρχειν αὐτοὺς καὶ φωτὸς ἐστερῆσθαι. Τοῦτο δὲ τοῖς ἀποστόλοις οὐχ ἥρμοττεν, οὐδὲ τὸ πῦρ σωρεύειν καθ’ ἑαυτῶν, καὶ κατισχύειν τὴν φλόγα . Ἐπιμένοντας δέ φησιν, ὑμᾶς τῇ ἀπιστίᾳ τὸ τῆς αἰωνίου κολάσεως ἐκδέχεται πῦρ · οἷς παραινεῖ πρότερον ἐπὶ τῷ Κυρίῳ πεποιθέναι , Θεὸν ἑαυτὸν εἶναι λέγων, καὶ ταπεινῆς ἐννοίας ἐκ τοῦ σάρκα φορεῖν ἑαυτὸν ἀποτρέπων αὐτοὺς, αὐτόν τε ποιεῖσθαι ῥάβδον καὶ στήριγμα. Οὐ γὰρ ἠδύναντο πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες, ὃς εἴρηται ῥάβδος. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς κατὰ τό· «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.» Ὀλισθηρὰ γὰρ ἡ φύσις, καὶ δεῖται τοῦ περικρατοῦντος. Οὗ τυχὼν ὁ δίκαιος λέγει· «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.» Ἐν σκότῳ δὲ εἶναι τοὺς Ἰουδαίους καὶ ὁ Παῦλος δηλῶν, «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων.» Καὶ Ἡσαί̈ας φησίν·
PG 87:2495«Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος.» Διὸ Χριστὸς ἔλεγεν· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» καὶ τὰ ἑξῆς. Καὶ τοῦ τῆς κολάσεως δὲ πυρὸς ἀποτρέπων αὐτοὺς ἔλεγεν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται.» Ἐπίτασιν δὲ παρίστησι κρίσεως τὸ, Κατισχύετε φλόγα. Ὕλης μὲν γὰρ πολλῆς προσαγομένης, αὔξει τὸ πῦρ · ὀλίγης δὲ, ἀτονεῖ· δαπανηθείσης δὲ, σβέννυται. Ἰουδαῖοι τοίνυν πῦρ καθ’ ἑαυτῶν ἔκαυσαν, ἀποκτείναντες τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους. Κατίσχυσαν δὲ τὴν ἑαυτῶν φλόγα , τὸν κληρονόμον ἀπεκτονότες, οἳ τὴν διὰ Χριστοῦ παίδευσιν οὐκ ἐδέξαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐπιμείναντες. Διόπερ ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ νομικὸν, οὐ μὴν ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε . Ὅτι δὲ τῆς εἰς Χριστὸν παροινίας ἔτισαν δίκας παρίστησιν ἐπάγων· Δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν· ἐν λύπῃ κοιμηθήσεσθε . Ταῦτα δὲ λέγει πόρθησιν χώρας, πόλεως ἅλωσιν, ἐμπρησμὸν τοῦ νεῶ. Ἐκοιμήθησαν δὲ καὶ ἐλύπη , ἢ καὶ ἐν ὀδύνῃ , κατὰ Σύμμαχον· ἢ κατὰ τὸν Ἀκύλαν, εἰς διαπόνησιν .
Τὴν διὰ Χριστοῦ γὰρ λύτρωσιν οὐκ ἀξιωθέντες λαβεῖν, οὐκ ἐν ἐλπίδι γερῶν, καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ’ ἐν φόβῳ κολάσεων, καὶ λύπῃ τῇ δι’ αὐτὰς ὀδυνώμενοι κοιμηθήσονται . ΚΕΦΑΛ. ΝΑ. αγ. Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν Πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, κ.τ.λ. Ἀλλ’ ἵνα μὴ ταῦτα πάθητε, καὶ νῦν ἔτι παραινῶ τὴν μετάνοιαν, ὦ ἄνδρες, ὑμῖν, οἱ προσποιούμενοι μὲν τὸν Κύριον τιμᾷν, ἐναντία δὲ πράττοντες τῇ τοῦ Κυρίου βουλῇ, τῷ τὸ δίκαιον ἐλαύνειν , ἡγεῖσθαί τε δυσμενῆ τὴν ἀλήθειαν. Τινὲς δέ φασιν ὡς προσφωνεῖ τοῖς πιστεύουσι καὶ ζητοῦσι Χριστὸν τὴν δικαιοσύνην, καὶ ὡς ἀλλοτρίους τῶν Ἰουδαίων τούτους καλεῖ. Πάντας γὰρ προεῖπε πῦρ καίειν, ἐν ᾧ καὶ κατεκαύθησαν οἳ διώκουσι τὸ δίκαιον , οὐχ ὡς ἐλαύνοντες , ἀλλ’ ὡς ἐπ’ αὐτὸ τρέχοντες, ἵνα καταλάβωσιν, ὡς τό· «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ὀλιγοστοὶ μὲν γὰρ οὗτοι·
PG 87:2497προβήσονται δὲ εἰς ἄμετρον πλῆθος τῶν ἐθνῶν προστιθεμένων τοῖς ἐκ περιτομῆς ὃ καὶ παρίστησι παράδειγμα τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν . Τινὲς δὲ πρὸς τοὺς ἀπίστους εἰρῆσθαι τὸν λόγον, ὡς προείπομεν, λέγοντες, φασὶν ὡς ἀντὶ τοῦ, καὶ εἰς τὸν βόθυνον , ὁ Σύμμαχος, εἰς τὴν τρυμαλιάν · ὁ δὲ Ἀκύλας, πρὸς ἐκκοπὴν , ἐκδεδώκασιν· αἰνιττομένου τοῦ λόγου τὴν σῶμα τοῦ Κυρίου δεξαμένην πέτραν, ἣν ὄρυξεν Ἰωσήφ. Εἶτα μετέβη ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ, καὶ τῆς Σάῤῥας , οἳ δίκην πέτρας ἄκαρποι καὶ ἄγονοι γεγονότες, πολλῶν ἐθνῶν πατέρες ἐγένοντο διὰ πίστεως, ὡς ὁ Παῦλός φησι· «Κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον,» καὶ τὰ ἐπὶ τούτῳ. Ἐξ ἑνὸς οὖν, τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας (εἰς γὰρ ἄμφω, κατὰ τό· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν) ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστησαν· διό φησιν, Εἶς ἦν, καὶ ἐκάλεσα αὐτόν . Ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὕτω πεποίηκα· οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς ἐλατομήσατε , ἔσται τις ἐλπὶς σωτηρίας πᾶσιν ἀνθρώποις. Ἀλλὰ καὶ πέτρα κατὰ Παῦλον ἦν ὁ Χριστὸς, ἢν ἐν τῷ πάθει διώρυξαν, κατὰ τό·
«Ὤρυξαν χεῖράς μου καὶ πόδας μου.» Βόθυνον δὲ τὴν τρωθεῖσαν πλευρὰν ὑπαινίττεται. Διὰ γὰρ τούτων ἡ σωτηρία, καὶ τῆς Ἐκκλησίας συνέστη τὸ πλήρωμα, καθάπερ ἐξ Ἀβραὰμ καὶ Σάῤῥας τὸ πλῆθος τὸ ἄπειρον. Διὸ παρακαλεῖ τὴν Σιὼν , τὸ θεοσεβὲς πάλιν πολίτευμα, ὅπερ εἰς ἔρημον δι’ ὑμᾶς κατέστη. Πλὴν ἀλλ’ ἐγὼ τὴν ἐρημίαν αὐτῆς ἀναλήψομαι παράκλησιν καλῶν τὴν περὶ τούτων ἐλπίδα. Ἔρημον δὲ, ὡς πρὸς τὴν ἔχουσαν πάλαι τὸν ἄνδρα, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλεῖ, πρὸς ἣν ἔλεγεν ὁ προφήτης· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα,» καὶ τὰ ἐπὶ τούτῳ. Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα, ἀλλ’ ἢ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; ἐν δὲ τῇ ἐρήμῳ παράδεισον ἔσεσθαι λέγει, κατὰ τὸν ἐν ἀρχῇ παρὰ Κυρίου .... δι. Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται, ὡς φῶς, τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονα μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν, κ.τ.λ. .... ἀνθρώπους φοβούμενος, μὴ ἀποσυνάγωγόν σε ποιήσωσιν οἱ λέγοντες·
PG 87:2499«Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί ἀκούετε αὐτοῦ;» Οἷς ἔλεγεν ὁ Χριστός· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε,» οὓς ἀπολεῖσθε νῦν, φησὶν, ἁλωσομένης τῆς πόλεως. Εἶτα περὶ τῶν πειρασμῶν τῶν εὐσεβεῖν ᾑρημένων ἐπήνεγκε, καὶ τῆς ἐκ τούτων ἀνέσεως, κατὰ τὸ ἐν ψαλμοῖς· «Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν. Καὶ ἐκόπασε τὰ κύματα αὐτῆς.» Δυνατὸς γὰρ ταῦτα ποιεῖν ἐγὼ, εἴγε καὶ Κύριος εἰμὶ τῶν δυνάμεων, ὃς καὶ τοὺς ἐμοὺς λόγους ἐμβαλῶ σου τῷ στόματι . Τῷ γὰρ ἁμαρτωλῷ ἐρῶ· «Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;» «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» «Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.» Περὶ δὲ τοῦ δικαίου εἴρηται· «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.» Ὃς καὶ Σιὼν γενόμενος, ἐρεῖ τῷ Κυρίῳ· Θεός μου εἶ σὺ , τὴν τοῦ Χριστοῦ πίστιν δεξάμενος· καὶ ἀκούσεται παρ’ αὐτοῦ, Λαός μου εἶ σύ . ιζκγ. Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας·
καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, κ.τ.λ. ΚΕΦΑΛ. ΝΒ. α. Ἐξεγείρου, ἐξεγείρου, Σιών. Ἔνδυσαι τὴν ἰσχύν σου. Σιών. Καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία. Οὐκέτι προσθήσεται διελθεῖν διὰ τοῦ ἀπερίτμητος, καὶ ἀκάθαρτος, κ.τ.λ. Τὴν κλῆσιν εἰπὼν τῶν ἐθνῶν (ἅπερ ἴδιον ἐκάλει λαὸν, πρὸς ἃ καὶ ἔλεγεν, ὅτι Νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν), νῦν προσφωνεῖ τῇ Ἱερουσαλὴμ πεσούσῃ, διαναστῆναι τοῦ πτώματος, ὅπερ ἔσχατον πέπονθε μετὰ τὴν εἰς Χριστὸν παροινίαν. Χρηστὸς δὲ ὢν ὁ Θεὸς, καὶ μὴν βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπὶ ταύτην παρακαλεῖ χρηστὰ πειθομένοις ἐπαγγελλόμενος· Ἐξεγείρου , λέγων, τὴν ἑκούσιον αὐτῆς πτῶσιν δηλῶν. Εἰ γὰρ ὑπ’ ἄλλου κατείχετο, ἐκείνῳ ἂν, ἀλλ’ οὐκ αὐτῇ περὶ τῆς ἐγέρσεως διελέγετο. Τίς γὰρ πεσὼν , κἂν μέλος πηρωθῇ, οὐ σπουδὴν τίθεται, πᾶσαν συλλέξας τὴν δύναμιν, ἀναστῆναι ; Καὶ σὺ τοίνυν, ὡς ἱματίου περιβαλοῦ τὴν ἰσχὺν διαναστᾶσα κατὰ διάνοιαν. Λέξει γὰρ προϊὼν, Ἔνδυσαι τὴν ἰσχὺν , Σιών.
PG 87:2501Ὥστε νῦν Ἱερουσαλὴμ μήτε τὴν ἐπουράνιον, μήτε τὸ θεοσεβὲς εἰρῆσθαι πολίτευμα· τὴν αἰσθητὴν δὲ καὶ ὑπόχειρα Ῥωμαίοις γεγενημένην. Διὸ καὶ πεπωκέναι λέγεται τὸ ποτήριον τοῦ θυμοῦ . Τῆς γὰρ ἐν οὐρανῷ οὐχ ἅπτεται θυμὸς καὶ ὀργή· Θεὸς γὰρ λέγεται βασιλεύειν αὐτῆς. Ἀλλ’ οὐδὲ τοῦ θεοσεβοῦς ἐπὶ γῆς πολιτεύματος. Ὁ δὲ Σύμμαχος ἐξέδωκε, τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ καὶ ἐξεστράγγισε, καὶ οὐκ ἐστὶν ὁ παρηγορῶν αὐτήν . Τοῦτο δ’ ἂν λέγοιτο ἐπὶ τοῦ πᾶσαν τιμωρίαν ἐκτίσαντος πρὸς κάθαρσιν ἁμαρτημάτων, ὡς ἐπὶ τῶν προσαγομένων πικρῶν ἀντιδότων εἰς κένωσιν. Λυπεῖ γὰρ, ὡς ἰατρὸς, ὁ Θεὸς οὐκ αὐτὸς θέλων, τοῦ δὲ πράγματος ἀναγκάζοντος· περὶ οὗ λέλεκται· «Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τοῦτο δέ σοι παθούσῃ, φησὶν, οὐδέν σοι παρέστη τῶν τέκνων παραμυθούμενον . Ὅτε μὲν γὰρ εἰς Ἀσσυρίους ἀπήχθησαν, εἶχον δικαίους καὶ προφήτας παρακαλοῦντας · μετὰ δὲ τὸν τολμηθέντα κατὰ Χριστοῦ θάνατον, οὐδεὶς θεοφιλὴς εὕρηται παρ’ αὐτοῖς.
Ἦσαν γὰρ προαπελάσαντες καὶ τοῦ Σωτῆρος τοὺς μαθητὰς πληγαῖς αἰκισάμενοι, τινὰς δὲ καὶ ἀνελόντες. Δύο δὲ ταῦτα , φησὶν, ἀντίκειταί σοι , καὶ πολεμεῖ, συντόμως τὰς ἐκ τοῦ πολέμου δηλῶν συμφοράς. Ἀντὶ δὲ δύο , προβάλλεται τέτταρα. Ἀλλὰ τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Ἕπεται γὰρ τῷ μὲν πίπτειν ἡ συντριβή. Τῷ δὲ λιμῷ, μάχαιρα , τοῦτ’ ἔστι θάνατος. Δύο τοίνυν τὰ πρῶτα, πτῶμα καὶ λιμὸς , περὶ ὧν ὁ λόγος, φησὶν ἃ τίς ὁ κωλύσων, φησὶν, ἢ καὶ ψιλῶς παραμυθούμενος ; Ἄρα οἱ ἐν σοὶ Γραμματεῖς καὶ Φαρισαῖοι; ἢ καὶ ἄλλως δυνατοί; Ἀλλ’ ἰδοὺ καὶ περὶ ἑαυτῶν κινδυνεύουσι. Καθεύδουσι γὰρ ἐπάνω πάσης ἐξόδου. Τοῦ πολέμου γὰρ κατασκήψαντος, τὰς τῆς χώρας ἐσχατιὰς κατελάβοντο, ἵν’ εἶεν ἕτοιμοι πρὸς φυγὴν, οὐ πρὸς ἀπόκρουσιν ἐγρηγορότες κακῶν, φόβῳ δὲ παρειμένοι καθάπερ ἐκ μέθης ὡς σεύτλιον ἡμίεφθον . Κατὰ δὲ Σύμμαχον· Οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ’ ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ . Καὶ κατὰ τοὺς λοιποὺς δὲ, ἀντὶ τοῦ, ὡς σεύτλιον ἡμίεφθον, ὡς ὄρυξ ἠμφιβληστρευμένος, ἢ συνειλημμένος , εἴρηται.
PG 87:2502Ὁ δὲ ὄρυξ ὄρνεόν ἐστιν, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀμφιβλήστρῳ διαβόλου περιβληθέντας. Διὸ καὶ τῷ θυμῷ παρεδόθησαν. Ἀντὶ δὲ τοῦ, ὁ κρίνων τὸν λαὸν αὐτοῦ · Σύμμαχος, ὑπερμαχήσει φησὶ τοῦ λαοῦ αὐτοῦ . Τὸ δὲ εἴληφα τοῦτ’ ἔστι λήψομαι . Ἐπαγγέλλεται γὰρ ἀνήσειν τὸν θυμὸν ποιούσῃ τὰ προσταττόμενα, ἅπερ ἦν ἐξεγείρου, ἐξεγείρου . Ἐπιμένουσα γὰρ τῇ πτώσει, αἰτία ἔσται τῆς τῶν ἐπηγγελμένων κωλύσεως. Τοιοῦτον καὶ τό· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει Κύριος.» Μήποτε δὲ μηκέτι πιεῖσθε , φησὶ, διὰ τὴν ἐπ’ ἐσχάτων ἐπιστροφήν. Ἔλεγε γὰρ, «Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην,» καὶ τὰ ἑξῆς. Ποτήριον δὲ καλεῖν ἔθος ἔσθ’ ὅτε τῇ θείᾳ Γραφῇ τὸ ἀνταποδιδόμενον ἀγαθοῖς, ἢ κακοῖς, ὡς παρὰ τῷ Δαβίδ· «Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτοῦ.» Ὁ δὲ δίκαιος λέγει· «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» Τὸ οὖν ποτήριον δοθήσεσθαι τοῖς αὐτῆς πολεμίοις, καὶ ταύτην ἠδικηκόσι φησί· διὸ κατὰ Σύμμαχον εἴρηται· Καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε .
Εἰκὸς δὲ ταῦτα καὶ περὶ ἀντικειμένων δυνάμεων λέγεσθαι, αἷς ἀποστᾶσα Θεοῦ ψυχὴ ἑαυτὴν ὑποτάττει, καὶ γήϊνα φρονοῦσα κύπτει πρὸς γῆν, καὶ τέλος ἁπλωθεῖσα πρὸς ἔδαφος τοῖς τῶν ἑλόντων αὐτὴν καταπατεῖται ποσίν· ἡ δὲ Θεῷ προσιοῦσα, ὄρθιος ἕστηκεν ἄνω βλέπουσα, καὶ πρὸς αὐτὸν ἐπηρμένη Τινὲς δὲ ἀδικησάντων αὐτὴν φασὶν, τῶν ὀρθοποδεῖν μὴ συγχωρησάντων αὐτῇ διδασκάλων. Ὅσῳ γὰρ ἦσαν ἐν τρυφῇ τε καὶ δόξῃ· τοσούτῳ πικροτέρας ἀπέλαυσαν δίκης, ὧν εἶχον ἐστερημένοι. Περὶ δὲ τῶν νοητῶς ἀδικησάντων καὶ Παῦλός φησιν· «Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς ἐτύφλωσε τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ.» Τοιοῦτόν τι δηλοῖ καὶ τὸ τοῦ ἀκαθάρτου πνεύματος τοῦ μεθ’ ἑτέρων ἑπτὰ πονηροτέρων ὑποστρέψαντος ὅθεν ἐξῆλθεν. Ἐπάγει γάρ· «Οὕτως ἔσται τῇ πονηρᾷ γενεᾷ ταύτῃ.» Ἐν Αἰγύπτῳ μὲν γὰρ ἀσεβήσαντες ἔνοικον ἔσχον τὸ πνεῦμα τὸ πονηρὸν, οὗπερ ἀπηλλάγησαν ἀκούσαντες·
PG 87:2504«Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἶτα μὴ δεξαμένων διὰ πίστεως ἔνοικον τὸν Χριστὸν, τὸ ἀκάθαρτον πνεῦμα σχολάζοντα τὸν τόπον τὸν ἀρχαῖον εὑρὸν, αὖθις εἰς αὐτὸν εἰσεπήδησεν· ὃ καὶ τὸν προδότην μετὰ τὸ ψώμιον ὑπέδυ. Ταύτας ὁ Σωτὴρ τὰς πονηρὰς δυνάμεις εἰς ᾅδου ταρταρώσας παρέδωκεν, ἀνθ’ ὧν εἰς γῆν τὰς ψυχὰς καταβαλόντες συνέκαμψαν, ὁποία ἦν ἡ ἐν Εὐαγγελίῳ παντελῶς ἀνανεῦσαι μὴ δυναμένη, περὶ ἧς ἔλεγεν ὁ Σωτήρ· «Ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραὰμ ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη.» Καὶ πᾶσα δὲ τοιαύτη τῶν Ἰουδαίων ἦν ἡ συναγωγή· διὸ πάλιν ἐγερθῆναι ταύτῃ παρακελεύεται κατὰ τό· «Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Καὶ κατὰ τό· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παρειμένα γόνατα ἀνορθώσατε, καὶ τροχίας ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν.» Ἔνδυσαι δὲ, φησὶ, τὴν ἰσχύν σου , ἐπειδήπερ ἔχει τινὰ μεγίστην ἰσχὺν ἡ λογικὴ ψυχή. Πρῶτον δὲ τὸ ἐξεγερθῆναι τοῦ πτώματος πυκνὰ λεγόμενον. Ἔνθα γὰρ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ καὶ συνεχὴς ἡ παράκλησις. Εἶτα, τὸ τὴν ἰδίαν ἀναλαμβάνειν ἰσχύν.
Ἔχει δὲ καὶ δόξαν μεγίστην κατ’ εἰκόνα πεποιημένη τοῦ Κτίσαντος, καὶ αὐτὸν ἔχουσα δόξαν , ἣν ἐπαναλαβεῖν βούλεται γενομένην πόλιν ἁγίαν, ὡς μηκέτι δι’ αὐτῆς διαβαίνειν ἀλλογενῆ, ἢ εἰδωλολάτρην. Ὅτι δὲ δόξα ὁ τῆς δόξης Κύριος, ὅς ἐστι Χριστὸς, δηλοῖ καὶ Δαβίδ· «Ἐξεγέρθητι, λέγων, ἡ δόξα μου.» Καὶ περὶ τῶν πιστευόντων, «ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ.» Τίνα δὲ τρόπον ἐνδυσώμεθα τὴν ἰσχὺν, καὶ τὴν δόξαν ὁ σοφὸς παρέστησε Παῦλος εἰπών· Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Καὶ πάλιν· Ὅσοι γὰρ Χριστὸν ἐβαπτίσασθε, Χριστὸν ἐνεδύσασθε. Τὸ δὲ πρόσωπον τῆς Ἐκκλησίας Ἡσαί̈ας εἰσάγει λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης·» ἣν νῦν ἁγίαν καλεῖ, ὡς σύμμορφον τῷ Χριστῷ, καὶ ἁγίου μετέχουσαν Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως πάντα ῥύπον ἀπονιψάμενοι, ὃς καὶ πᾶσαν ἔφοδον ἡμῶν διαβολικὴν ἀποκρούεται λέγων· Οὐκέτι προστεθήσεται διὰ σοῦ διελθεῖν ἀπερίτμητος καὶ ἀκάθαρτος . Καὶ ἱστορικῶς δὲ τὰ περίοικα ἔθνη συνέχεις ἐφόδους ποιούμενα, μονονουχὶ δι’ αὐτῆς χαμαὶ κειμένης διήρχοντο .
PG 87:2506Ὡς ἐκ γῆς δὲ ἀνισταμένη, καὶ τῶν γηί̈νων γεμούση τὸν χοῦν ἐκτινάξαι παρακελεύεται, τὸ φρόνημα δηλονότι τὸ σαρκικὸν, ὃ δεῖ προαποθεμένους, οὕτω προσιέναι Χριστῷ, Παύλου λέγοντος· «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον,» καὶ τὰ ἑξῆς. Ὃ δὴ δράσαντες ἀνιστάμεθα ὀρθῷ καὶ βεβηκότι τῷ λογισμῷ, καθά τις παραγγέλλει προφήτης· «Στῆσον σεαυτὴν, Σιών.» Καὶ Δαβὶδ δέ φησιν· «Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου.» Ὧ παρέπεται καὶ τό· Ἐκδύσασθε τὸν δεσμὸν τοῦ τραχήλου . Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ὑπὸ ζυγὰ δὲ τῆς ἁμαρτίας ὑποβληθέντες, «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν,» τὸ ἀγαθὸν ἐλευθέρῳ κατορθοῦντες φρονήματι, ὡς παρ’ ἑνὸς ἡμῖν εἰρῆσθαι τῶν προφητῶν· «Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.» Ὡς ἁμαρτίας γὰρ καὶ διαβόλου δεσμῶτιν, καὶ δούλην αἰχμάλωτον καλεῖ τὴν Σιὼν ἐλεῶν αὐτὴν τῆς πικροτάτης ἁλώσεως. Ἣν καὶ θυγατέρα καλῶν, τὸ πῶς οὖν ἥλω, παρίστησιν· ὡς αὐτὴ δι’ αὐτὴν, οὐκ ἀσθενείᾳ τοῦ σώζοντος, τῆς δὲ πατρικῆς εὐσπλαγχνίας ἀφηνιάσασα. Ὅθεν αὐτὴν δωρεὰν πεπράσθαι φησί. Καὶ ἄνω γὰρ ἔφασκεν·
«Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας.» Ἄκοντες γὰρ, ὡς εἰπεῖν, ἀπηγόμεθα. Διὸ, καὶ ἄκοντα τὸν ἰσχυρὸν ἐσκύλευσεν ὁ Χριστός. Ἃ δέδρακεν ἐπιφέρων ἄνευ ἀργυρίου λυτρούμενος τοὺς μὴ σωματικῇ περιπεσόντας αἰχμαλωσίᾳ, ἀλλὰ ψυχικῇ, καὶ τοῦ τιμίου δεομένους αἵματος. Εἶτα δείκνυσιν ἑαυτὸν ἀεὶ τοῦ Ἰσραὴλ γεγονότα Σωτῆρα καὶ Λυτρωτήν . Καὶ ὅτε κατῆλθεν ἑκὼν εἰς τὴν Αἴγυπτον, τοῦ Ἰακὼβ ἐκεῖ διὰ λιμὸν κατοικήσαντος · καὶ ὅτε βίᾳ διὰ τὰς ἁμαρτίας ὑπ’ Ἀσσυρίων ἑάλω, ἀπὸ τῆς αἰσθητῆς λυτρώσεως , τὴν ἐπὶ τῆς παρουσίας αὐτοῦ δηλῶν ἄλλῳ λόγῳ δωρεὰν πεπραγμένων . Διὸ ἐπιλέγει· Καὶ νῦν τί ὧδε ἔσται ; ἢ κατὰ τοὺς λοιποὺς, καὶ νῦν τί ἐστί μοι ὧδε ; οὐδὲν γὰρ, φησὶν, ὧδε παρ’ αὐτοῖς εὑρίσκω, κατὰ τὸ ῥηθέν· «Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος. Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων.» Εἰ δὲ τὴν ὑπὸ Ῥωμαίων αἰχμαλωσίαν δηλοῖ, λέγοιτο ἂν τὸ ὧδε, ἐν ταῖς τῶν ἐθνῶν χώραις, εἰς ἃς διεσπάρησαν· ἤγουν, ἐν τοιᾷδε καταστάσει πραγμάτων δηλονότι, ταῦτα πάσχουσι τὸν ἑαυτῶν σταυρώσαντες λυτρωτήν.
PG 87:2508Εἶτα θαυμαζόντων τῶν παρ’ Ἰουδαίοις καθηγητῶν, πῶς ὁ Θεοῦ κλῆρος λεγόμενος καὶ ἅγιος Ἰσραὴλ ἔπραξεν οὕτως οἰκτρῶς, καὶ ὡς πάσης αὐτοῖς ἀνῃρημένης ἐλπίδος ὀλολυζόντων , αὐτοὺς αἰτιᾶται τῆς τῶν ὑπηκόων ἁλώσεως. Οὐ γὰρ συνεχώρουν αὐτοῖς τῷ πρὸς αὐτοὺς ἀφιγμένῳ πιστεῦσαι Σωτῆρι. Ἀλλ’ οἱ ἐθνικοὶ τὴν τῆς ἁλώσεως ἀγνοοῦντες αἰτίαν, ἀσθενείας τὸν τούτων ᾐτιῶντο Θεὸν, ὡς σῶσαι, κατὰ τὸν Ῥαψάκου λόγον, αὐτοὺς οὐκ ἰσχύσαντα. Κἀκεῖνος γὰρ ὑμῖν ἐπῆλθεν, οὐ δι’ ἐμὴν ἀσθένειαν. Τοιγαροῦν ἡ τούτου πέπτωκε δύναμις, ἀλλ’ ὑμῶν ἡμαρτηκότων. Ὅτι δὲ ταῦτα τοῖς ἄρχουσι προσφωνεῖ, ἡ τῶν ἄλλων παρέστησεν ἔκδοσις. Ὁ μὲν γὰρ Σύμμαχος· Οἱ ἐξουσιάζοντες αὐτοῦ , φησὶν, ὀλολύζουσιν . Καὶ Ἀκύλας, ἐξουσιάζοντες . Ὁ δὲ Θεοδοτίων ἄρχοντες . Διὸ καὶ ἄνω ἔλεγεν· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Αὐτοὶ γὰρ ἀνέσεισαν τὰ πλήθη ταῖς κατὰ τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς. Διὸ, κατὰ τοὺς λοιποὺς, οὐ πρόσκειται τῷ, τὸ ὄνομα μου βλασφημεῖται , τὸ ἐν τοῖς ἔθνεσι . Τοιγαροῦν ὁ Σύμμαχός φησι· Διὰ παντὸς, ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται .
Ἀεὶ γὰρ οἱ ἄρχοντες ἐβλασφήμουν τὸν Κύριον , καὶ τοῖς ἄλλοις ὑπέβαλλον. Ἀλλ’ ὑμεῖς μὲν τοιοῦτοι. Ὁ ἐξ ἐθνῶν δὲ λαὸς , ἀνθ’ ὑμῶν με δοξάσει, τοῦ ἐμοῦ ὀνόματος πειρατὴν δύναμιν ἐγνωκὼς, ἣν οὐκ εἰδότες αὐτὸ βλασφημεῖτε . Καὶ ταῦτα ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, καθ’ ἣν ἀνθρώποις ὁ ταῦτα διὰ τῶν προφητῶν λέγων ἐπιδημήσω, Τοῦτο καὶ Παῦλος λέγει· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» ζιε. Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά. Ὅτι ἀκουστὴν ποιήσει τὴν σωτηρίαν σου λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός. Ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιὼν, κ.τ.λ. Τοῦ Θεοῦ Λόγου τὴν εἰς ἀνθρώπους ἐπιδημίαν εἰπὼν, ἀκολούθως τὰ περὶ τοῦ εὐαγγελικοῦ συνάπτει κηρύγματος. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ ἀκουστὴν ποιοῦντος σωτηρίαν , ἃ δὴ μεταφράσας ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλός φησιν·
PG 87:2509«Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, εὐαγγελιζομένων εἰρήνην.» Ἀντὶ δὲ τοῦ σωτηρίαν , ἡ Ἑβραϊκὴ λέξις Ἰησοῦν περιέχει. Καὶ εἰ μὴ τὴν λέξιν ἑρμήνευσαν, οὐδὲν ἂν ἐκώλυσεν αὐτοὺς εἰπεῖν ἀκουτίζοντος Ἰησοῦν . Ἀνθ’ οὗ εἶπεν Ἀκύλας καὶ Θεοδοτίων ἀκουτίζοντος σωτηρίαν . Ἀντὶ δὲ τοῦ, ὡς ὥρα · ὁ μὲν εἶπεν, τί ὡραιώθησαν . Ὁ δὲ Θεοδοτίων, εὐπρεπεῖς . Τὸν δρόμον δὲ τὸν πανταχοῦ γῆς τῶν τοῦ Εὐαγγελίου κηρύκων ὁ λόγος θαυμάζει, ὧν οἱ πόδες ὡραῖοι , διὰ τὸ καθαρὸν, ὡς ἂν τοῦ Σωτῆρος αὐτοὺς ἀνπονίψαντος. Τὸ ὑψηλὸν δὲ αὐτῶν τοῦ κηρύγματος τὸ ἐπὶ τῶν ὀρέων δηλοῖ. Τὴν πρὸς Θεὸν δὲ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς εἰρήνην εὐηγγελίζοντο , δηλοῦντες τὸν Χριστὸν τὸν ποιήσαντα ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Διὸ ταῖς Ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος, χάρις ὑμῖν καὶ εἰρήνη γράφει. Εὐηγγελίζοντο δὲ καὶ τὰ ὄντως ἀγαθὰ , τοὺς μακαρισμοὺς καταγγέλλοντες. Ἔλεγεν δὲ τὸ κήρυγμα τῇ Σιὼν , δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι, τῷ τε τῶν ἀποστόλων χορῷ, βασιλεύσει σου ὁ Θεός . Διὸ τὴν βασιλείαν τῶν οὐρανῶν πᾶσιν ἀνθρώποις κατήγγελλον.
Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα, τὸ, ὡς ὥρα ἐπὶ τῶν ὀρέων , ἀποδοτέον τοῖς πρὸ αὐτοῦ, ἵνα ᾖ· Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ὥραν δέ φησι τὸ ἔαρ, ἐν ᾧ ἄνθη τε νέα, καὶ καρπῶν γοναί. Διὸ καὶ ὁ Νυμφίος πρὸς τὴν Νύμφην φησίν· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Καὶ ἡμᾶς γὰρ ὁ δράκων καταχειμάσας, ἀκάρπους ἀπέφηνεν, ὡς μὴ εἶναι ποιοῦντα χρηστότητα. Ἀλλ’ ἀνεθάλομεν ἐν Χριστῷ πνευματικῆς εὐκαρπίας γενόμενοι πλήρεις, ὡς καὶ δύνασθαι λέγειν· «Καταβήτω ὁ ἀδελφός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Γέγονε δὲ καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης , κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν. Τινὲς δὲ τὸ παρὸν ῥητὸν οὕτως ἑρμήνευσαν λέγοντες, ὡς τὴν ἐπίσκεψιν τοῦ λαοῦ τὴν ἐν τοῖς μετὰ ταῦτα γενομένην δηλοῖ, ἥτις καὶ παρουσία δικαίως ἂν λέγοιτο· οὐ τῆς οὐσίας αὐτοῦ τόπον ἐκ τόπου μετιούσης, ἀλλὰ τῆς ἐνεργείας καταδήλου γινομένης. Διὸ καθαιρομένοις μὲν ἡμῖν παρεῖναι λέγεται, ἀπεῖναι δὲ ἁμαρτανόντων.
PG 87:2511Τὴν τοίνυν ἀντίληψιν οὕτω φανερὰν ἔσεσθαί φησιν, ὡς ὑμᾶς ὁμολογῆσαι τὸν αὐτὸν εἶναι τὸν καὶ νῦν προλέγοντα καὶ αὖθις πληροῦντα. Ὡς γὰρ οὐκ ἔστι τὴν ὥραν τῆς ἡμέρας λαθεῖν, καθ’ ἣν ἐκλάμψας ὁ ἥλιος καταλάμπει τὰ ὄρη, οὕτως ἔσται φανερὰ πᾶσιν ἡ παρ’ ἐμοῦ εἰς ὑμᾶς ῥοπὴ, χαρᾶς τε καὶ ἀγαλλιάσεως , οὕτω πληρωθήσεσθε, καθάπερ τοῖς ἀκοήν ἐστιν εἰρηνικήν τε καὶ ἡδεῖαν δεχομένοις. Καὶ βασιλεὺς δὲ ὑμῶν διορθουμένων ἀξιώσω καλεῖσθαι. Ἔσται γὰρ ἡ Σιὼν οὕτως εὐθηνουμένη, ὡς πάντα ἐκεῖνα πληροῦσθαι, ὅσα ἐν ταῖς ἐπιδόξοις πόλεσι καὶ εἰρηνευούσαις· φυλάκων μὲν τηρούντων τὴν πόλιν μετὰ φωνῆς , ἑαυτοὺς δὲ ἀσπαζομένων μετ’ εὐφροσύνης , ὡς ἐπεγείρειν ἑαυτοῖς ἐν ταῖς συντυχίαις τὴν χαρὰν, καὶ τὸν ἐπ’ αὐτοῖς ἔλεον κηρύττειν. Κοινωνεῖν δὲ τῆς εὐφροσύνης αὐτοῖς λέγοιτ’ ἂν εἰκότως καὶ τὰ ἔρημα τῆς Ἱερουσαλήμ . Ὡς γὰρ διὰ τοῦ, «Ὁδοὶ Σιὼν πενθοῦσι,» τὴν τῶν οἰκητόρων καὶ παριόντων ἐρημίαν ἐδήλου·
οὕτω καὶ νῦν τὴν ἔρημον συνεορτάσειν εἰπὼν, τὴν καταλαβοῦσαν αὐτοὺς εὐφροσύνην παρίστησιν, αἴτιον τούτων τὸν ἔλεον εἰπὼν τοῦ Θεοῦ, δι’ ὃν ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐλυτρώσατο τῷ βραχίονι , τοῦτ’ ἔστι τῇ τῆς δυνάμεως ἐνεργείᾳ, γινωσκόντων τῶν ἐθνῶν ὡς ἐπεσκέψατο τὴν Ἱερουσαλὴμ ὁ Θεός· καὶ ταῦτα μὲν οὗτοι. Ἀντὶ δὲ τοῦ, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη , ὁ Σύμμαχος, Φωνὴ τῶν σκοπῶν σου ἐπῆρεν , ἑρμήνευσεν, καὶ ἐπήγαγεν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν. Ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν Σιών · δηλουμένου πάλιν τοῦ θεοσεβοῦς πολιτεύματος. Ἀντὶ δὲ τοῦ ὀφθαλμοφανῶς , οἱ λοιποὶ φασὶν ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται. Σκοποὺς δὲ νῦν τοὺς μαθητὰς τοῦ Σωτῆρος καλεῖ. Καὶ πάλαι γὰρ τοὺς προφήτας οὕτως ἐκάλουν, καὶ νῦν τοῦ νέου λαοῦ γεγόνασι σκοποὶ καὶ φύλακες οἱ ἀπόστολοι φυλάσσοντες ἀπὸ τῶν λύκων τῷ ἀρχιποίμενι τὰ πρόβατα διὰ τῆς πρεπούσης διδασκαλίας. Καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ Σωτῆρος γενόμενοι ὕψωσαν τὴν ἑαυτῶν φωνὴν , ὡς ἐξακουστὸν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πρὸς ἕνα τοὺς δύο συναχθῆναι λαοὺς, κατὰ τό·
PG 87:2513«Εὐφρανθῆτε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» Διὸ φησὶ καὶ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.» Καὶ ὥσπερ τὸ τῶν δαιμονίων πλῆθος ἀπώλετο μετ’ ἤχους, ὡς ἀγνοῆσαι μηδένα· οὕτω τὸ σωτήριον κήρυγμα πᾶσιν ἐξάκουστον γέγονε βασιλέα δεξαμένοις ἀντὶ τοῦ πάλαι τυράννου τὸν Κύριον. Ὃ δὴ καὶ γέγονεν ἡμῖν ἀφορμὴ πανηγύρεως, κατὰ τό· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Πῶς δὲ βασιλεύει δηλοῖ λέγων, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη . Πρὸς οὓς ἔλεγεν Ἡσαί̈ας· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου.» Οἳ καὶ εὐφροσύνης ἐπληροῦντο, ἐλεουμένης τῆς νέας Σιὼν , ὁμοῦ τῷ κηρύγματι τὸ ἔργον ὁρῶντες καὶ τῶν ἀκουόντων τὴν πίστιν. Καὶ Παῦλος δὲ γράφει τοῖς δι’ αὐτοῦ πεπιστευκόσιν· «Χαρὰ καὶ στέφανός μου.» Ὅτι δὲ ἅμα τε ἐδίδασκον καὶ τοὺς πειθομένους εἶχον, δῆλον ἐξ ὧν φησιν ἐν ταῖς Πράξεσιν, ὡς προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν. Καὶ ὁ δεσμοφύλαξ δὲ ἀκούσας Παύλου· «Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε·» θαυμάσας ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ. Αὐτοῦ ὀφθαλμοὶ δὲ πρὸς ὀφθαλμοὺς εἶδον , κατὰ τὸ, ὁ Θεὸς ἐμφανῶς ἥξει.
Ἤγουν, οὐ τοῖς σοῖς ὀφθαλμοῖς εὐφραινομένους, ἅμα τῇ σῇ φωνῇ τοὺς ἀκούοντας . Ἀντὶ δὲ τοῦ, ῥηξάτω ἅμα εὐφροσύνην τὰ ἔρημα Ἱερουσαλήμ · ὁ Σύμμαχος, Ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἱερουσαλὴμ , φησί. Τὸ δὲ ῥῆξαι φωνὴν , παρίστησι τόνῳ χρῆσθαι φωνῆς χαριστηρίους ᾠδὰς ἀναπέμποντας, δι’ ὧν εὐφραίνοιτο Θεὸς, κατὰ τό· «Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Ἔρημα δέ φησιν ἱστορικῶς μὲν, ὅτι τῶν πλείστων μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν δαπανηθέντων, ἐρημία τὰ πλεῖστα κατεῖχε τῆς πόλεως. Πρὸς δὲ νοῦν, ὅτιπερ ἡ Ἐκκλησία κατ’ ἀρχὰς ὀλιγανδροῦσα πρὸς ἄπειρον πλῆθος ἐπέδωκεν ὕστερον· πρὸς ἣν ἔλεγεν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.» Τοιοῦτον καὶ τό· «Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Πῶς δὲ γένοιτο τοῦτο, παρίστησι λέγων, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ , τὴν τοῦ Μονογενοῦς ἐπιδημίαν δηλῶν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψουσαν. Οὐκοῦν ἐπειδὰν προσφωνεῖ τῇ Σιὼν καὶ τῇ Ἱερουσαλὴμ , τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν ἀναφέρεται κλῆσιν.
PG 87:2514Τὸ γὰρ θεοσεβὲς πολίτευμα, ποτὲ μὲν παρ’ ἐκείνοις ἦν, ποτὲ δὲ παρὰ τοῖς ἔθνεσιν, ἃ δὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὠνόμασται. Διὸ καὶ πάντοτε ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ Θεοῦ πόλις. Ἱερουσαλὴμ οὖν, ἢ Σιὼν καλεῖσθαι τὴν τοιαύτην ἐκλογὴν οὐδὲν διαφέρει· τοῖς δὲ ἀποστόλοις λοιπὸν τὸ προφητικὸν πνεῦμα προσφωνεῖ ἀποστῆναι τοῦ ἀπίστου καὶ ἀκαθάρτου λαοῦ. Σκεύη δὲ Κυρίου τὰ ἐκλεγέντα ὑπὸ Κυρίου ἅγια σώματα αὐτῶν, ἢ τὰ τῆς Καινῆς Διαθήκης Εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων κελεύει λαοῦ, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέχεσθαι. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ἀλλ’ οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Τοῖς γ’ οὖν Γαλάταις ἐπὶ τὴν νομικὴν πάλιν δραμοῦσι λατρείαν ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τέλος φησίν· «Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;» περιετέμνοντο γὰρ ἤδη πιστεύσαντες. Σκεύη δὲ ἔχουσι καθ’ ἕτερον τρόπον, οἵτινες τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, τοῦ θείου Πνεύματος τὰ χαρίσματα σκευοφοροῦσι Χριστῷ, Παύλῳ πειθόμενοι λέγοντι· Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.
Αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, δι’ ὧν ἑαυτῶν τε προασπίζουσι, καὶ τῶν ὑπὸ χεῖρα λαῶν. Πλὴν οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε φησίν. Οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἢ καὶ τοῦτο πεπόνθασι, προαιρέσει δὲ καὶ προθυμίᾳ μαθητεῦσαι πάντα κελευσθέντες τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Σὺν εἰρήνῃ δὲ τὴν πορείαν ἐποιοῦντο ἔχοντες συνόντα τὸν εἰρηκότα αὐτοῖς· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ὃ δὴ καὶ νῦν δηλοῖ τὸ, προπορεύσεται πρὸ ὑμῶν Κύριος . Τινὲς δέ φασιν, ὡς τῆς ἰδίας ἐπιμελεῖσθαι προστάττει ψυχῆς, καὶ πρὸ τῶν τόπων ἀποστῆναι τῶν ἠθῶν τῶν Χαλδαϊκῶν, ὃ δὴ καὶ τοῖς Λευί̈ταις παρεγγυᾶται τοῖς τὰ ἅγια μετακομίζουσι. Περὶ δὲ τῶν μελλόντων ὡς ἤδη γεγονότων συνήθως φησὶν ἡ Γραφή· ὡς καὶ Δαβὶδ πρὶν τὴν πόλιν ἁλῶναι καὶ τὸν νεὼν ἔφασκεν· «Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,» καὶ τὰ ἑξῆς.
PG 87:2516Τὴν δὲ ἐπάνοδον αὐτῶν ἔσεσθαι μετ’ εἰρήνης δηλοῖ, ἣν μεθ’ ἠρεμίας καὶ σχολῆς δορυφορούμενοι κατὰ τὸ πρόσταγμα Κύρου πεποίηνται, συμμαχοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ πρὸς τὴν ἰδίαν συνάγοντος πόλιν. ιγιε. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτω ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου. Καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων, κ.τ.λ. Ἀντὶ τοῦ συνήσει ὁ παῖς μου , Ἀκύλας ἐξέδωκεν· Ἐπιστημονισθήσεται δοῦλός μου . Καὶ ὁ Σύμμαχος· Δοῦλός μου . Περὶ τούτου δὲ τοῦ παιδὸς ἢ δούλου καὶ πρότερον ἔλεγεν· «Ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ.» Καὶ μετ’ ὀλίγα· «Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» Οἷς πάλιν ἐπιφέρει· «Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.» Καὶ προϊὼν αὖθις· «Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην.» Τὰ δὲ παρόντα τοῖς πρὸ βραχέος ἀκόλουθα, ἐν οἷς ἔλεγεν, «Ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι,» καὶ τὰ ἐφεξῆς. Ἐν οἷς περὶ τῆς ἐπιδημίας αὐτοῦ, καὶ τῆς τῶν εὐαγγελιστῶν αὐτοψίας εἰπὼν, νῦν ὅπως ἐν ἀνθρώποις φανήσεται δείκνυσιν ὁ εἰπών· Αὐτὸς ὁ λαλῶν πάρειμι.
Τὸ ἀνθρώπινον εἴρηται δοῦλος ὁ κατὰ φύσιν υἱὸς, δοξάζεσθαί τε διὰ τῆς ἀναστάσεως, ὑψοῦσθαί τε διὰ τῆς ἀναλήψεως. Τὰ γὰρ εὐφημότερα προειπὼν, τὰ περὶ τοῦ πάθους αὐτοῖς ἐπενήνοχεν. Καὶ τὸ συνήσει δὲ, ἤγουν ἐπιστημονισθήσεται , τοῖς ἀνθρωπίνοις μέτροις ἁρμόττει. Ἀναλαβὼν γὰρ δούλου μορφὴν, δι’ ἣν καὶ λέγεται δοῦλος , πάσης αὐτὴν σοφίας ἐπλήρωσεν. Πῶς γὰρ οὐκ ἤμελλεν αὐτοεπιστήμη καὶ λόγος ὑπάρχων, καὶ ἧς ἀνείληφε σαρκὸς δι’ ἄκραν ἕνωσιν ὑπάρχων ἀχώριστος; Οὐδὲν οὖν ἐν τοῖς ὑπὲρ ὑμῶν γεγονόσιν ἀσύνετον. Κατὰ γὰρ τὸν Δαβὶδ, «Πάντα ἐν σοφίᾳ ἐποίησεν.» Διὸ, φασί τινες, ὑψοῦται παρ’ ἡμῶν ὡς Θεὸς, καὶ δοξάζεται . Πιστεύοντες γὰρ εἰς αὐτὸν, Σωτῆρα καλοῦμεν, καὶ Λυτρωτὴν, Θεόν τε, καὶ Κύριον. Οἷς ἐπιλέγει· Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί . Ἢ, κατὰ Θεοδοτίωνα, ὃν τρόπον ἐθαύμασαν . Μέχρι γὰρ οἱ μὴ πιστεύοντες τὸ ταπεινὸν αὐτοῦ τῆς εἰς ἀνθρώπους παρόδου θαυμάζουσιν , ἀμηχανοῦντες πῶς ἄνθρωπος γεγονὼς εὐτελῆς τε καὶ ἄδοξος (ἐκάλουν γὰρ αὐτὸν Σαμαρείτην, φάγον τε, καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ ἁμαρτωλὸν), ἀνωτέρω τῶν πολεμεῖν αὐτὸν πειρωμένων καθίσταται.
PG 87:2518Οἱ δὲ πιστοὶ, καὶ τὰ ἔθνη, θαυμάζουσι προςκυνοῦντες αὐτοῦ τὴν θεότητα, τὴν οἰκονομίαν καταπληττόμενοι· ὁποῖος ἦν Ἀμβακοὺμ λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» βασιλεῖς δὲ, μετὰ τὰς κατ’ αὐτοῦ βλασφημίας, καὶ τὸ διῶξαι τὴν Ἐκκλησίαν αὐτοῦ, μηδὲν ὀνήσαντες ἐσιώπησαν, τῆς αὐτοῦ διδασκαλίας ἡττώμενοι. Ἐπεὶ καὶ ἄλλοι ἄλλαις θεηλάτοις ἀντὶ τούτων ἠλαύνοντο μάστιξιν, διά σε μὲν ἐσίγων. Οἱ δὲ διατάγμασι τὰς Ἐκκλησίας ἀνεγείρειν ἐκέλευον, καὶ τὰ συνήθη ποιεῖν ἐν αὐταῖς· τούτους δὲ τοὺς πιστοὺς καὶ ἀπίστους ἀντιδιαιρῶν ἐπιφέρει· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται · τοῖς ἐκ περιτομῆς ἀντιδιαστέλλων τοὺς ἐθνικούς. Οἱ μὲν γὰρ νόμον καὶ προφήτας εἶχον· καὶ πρώτοις ἐκήρυξεν ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα Ἰσραήλ. Οἱ δὲ τούτων ἦσαν ἀνήκοοι. Καὶ ὅμως τὴν ἐξ αὐτοῦ σωτηρίαν τεθέανται, τοῖς τῆς ψυχῆς ὄμμασιν αὐτὸν θεασάμενοι, καὶ τὴν αὐτοῦ συνέντες διδασκαλίαν, ὡς ἐκείνοις ἁρμόσαι τὴν προφητείαν τήν· «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε.» Καί· Βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
Τούτοις δὲ τοῦ Σωτῆρος τὸν λόγον εἰπόντος, «Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες·» περὶ ὧν τὸ συνῆκαν ὁ προφήτης φησίν. Ῥίζα γὰρ συνέσεως ἡ πίστις· «Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδ’ οὐ μὴ συνῆτε.» Ὃ δὴ καὶ θαῦμα τοῖς προφήταις παρεῖχε. ΚΕΦΑΛ. ΝΓ. αιβ. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ.τ.λ. Διόπερ ἐπάγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν ; ἄμφω γὰρ ἐθαύμαζον , καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφήν. Καὶ τίνι ὁ βραχίων ἀπεκαλύφθη Κυρίου; τίνι δὲ, διὰ τῶν προλαβόντων ἐδήλωσε, λέγων· καὶ ἀποκαλύψει Κύριος ὁ Θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, δηλαδὴ τὸν Μονογενῆ. Ἐκεῖνοι γὰρ, ὡς τῷ Χριστῷ, οὕτω καὶ πάλαι τοῖς προφήται αὐτὸν προκηρύττουσιν ἔλεγον· Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ὡς καὶ τὸν Ἱερεμίαν λέγειν·
PG 87:2519Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Καὶ τὸν προφητικὸν δὲ χορὸν, «Ἰατρεύσαμεν, λέγειν, τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτήν.» Τὴν Ἱερουσαλὴμ καλέσαντα Βαβυλῶνα, ὡς τῆς ἐθνῶν ἀσεβείας μηδὲν διαφέρουσαν, μηδὲ τοῦ νόμου ποιουμένην φροντίδα. Ταῦτα τοίνυν ὁ προφήτης ἀποθαυμάσας, διηγηματικῶς λοιπὸν τοῦ προλεχθέντος παιδίου τὴν εἰς ἀνθρώπους παρίστησι πάροδον λέγων· Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ . Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἀναβήσεται ὡς τιθηνιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου. Εἰς πρόσωπον γὰρ αὐτοῦ (λέγω δὲ τοῦ προλεχθέντος βραχίονος) ἀναβήσεται ὡς τιθηνιζόμενον , ὅπερ ἦν τὸ ἐκ τῆς Παρθένου γεγεννημένον, περὶ οὗ ἔλεγεν· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται,» ἣν καὶ ἄβατον γῆν , ὡς παρθένον καλεῖ. Ῥίζαν δέ φησιν ἐκείνην, περὶ ἧς ἔλεγεν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Κἀκεῖ δὲ τὸ ἀναβήσεται , ἀλλ’ ἐκ ῥίζης, ὡς ἐνταῦθα, ἐκ τῆς ἀβάτου . Ὁ δὲ Σύμμαχος· Ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώσης , φησὶ, διψῶσαν τὴν ἄβατον γῆν εἰρηκώς·
ὁ δὲ Θεοδοτίων, ἀναβήσεται ὡς θηλάζον , ἐξέδωκε. Τοῦτο γὰρ ἦν περὶ οὗ καὶ πρόσθεν ἐλέγετο· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ.» Καὶ πάλιν· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν λήψεται δύναμιν Δαμασκοῦ.» Καὶ πάλιν· «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐδόθη.» Τὴν δὲ γένεσιν τοῦ Σωτῆρος εἰπὼν, τὴν ἐπὶ γῆς αὐτοῦ διηγεῖται διατριβήν. Οὐ γὰρ ἦν αὐτῷ , φησὶν, ἔνδοξον εἶδος . Διὸ Σύμμαχός φησιν· Οὐκ εἶδος αὐτῷ, οὐδὲ ἀξιῶν, ἵνα εἴδωμεν αὐτό. Οὐδὲ θεωρία, ἵνα ἐπιθυμήσωμεν αὐτόν. Ἐξουδενωμένος, καὶ ἐλάχιστος ἀνδρῶν. Ἀνὴρ ἐπίπονος, καὶ γνωστὸς νόσῳ, καὶ εἰδὼς φέρειν μαλακίαν, οὐ μὴν μεμαλακισμένος . Ταῦτα δὲ ὑπέμεινεν ἀποκρύψας τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον . Τοῦτο γὰρ τὸ, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ . Κατὰ γὰρ τὸν Ἀκύλαν ὡς ἀποκεκρυμμένον πρόσωπον αὐτοῦ . Κατὰ δὲ Θεοδοτίωνα, τὸ οὐκ ἐλογίσθη. Οὐκ ἐλογισάμεθα αὐτόν . Κατὰ δὲ τοὺς λοιποὺς, Ἐξουδενωμένος. Διὸ οὐκ ἐλογισάμεθα αὐτόν . Διὰ φιλανθρωπίαν δὲ καὶ τὸ ἴδιον ὁ προφήτης ὑπέβαλλε πρόσωπον τοῖς τὸν Χριστὸν ἀθετήσασιν.
PG 87:2521Ἐχρῆν δὲ σκοπεῖν ἡμᾶς, φησὶν, ὡς οὗτος ἦν ἄρα τῶν ἡμετέρων ψυχῶν ὁ Σωτὴρ, τὰς ἁμαρτίας ἡμῶν φέρων, καὶ περὶ ἡμῶν ὀδυνώμενος . Σύμμαχος δέ φησιν· Ὄντως τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνέλαβε, καὶ τοὺς πόνους ὑπέμεινεν. Ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα, πεπληγότα ὑπὸ Θεοῦ, καὶ τεταπεινωμένον . Ὧ συμφώνως ἐξέδωκαν οἱ λοιποί. Ἡμεῖς μὲν οὖν, οἷα νήπιοι, ταῦτα περὶ αὐτοῦ πεφρονήκαμεν. Ἔπασχε δὲ δι’ ἡμᾶς, ἀπαλλάττων τιμωρίας τῆς ἐκ τῶν ἁμαρτημάτων ὀφειλομένης τὴν ἀνθρωπότητα. Ὁ δὲ Ἀκύλας· Αὐτὸς , φησὶ, βεβηλωμένος ἐπὶ ἀθεσιῶν ἡμῶν . Ἦν γὰρ ἀληθῶς βεβηλωμένος , ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸν Ἀπόστολον, ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Οὐκ ἅρα κάλλος εἶχε τὸ θεοπρεπὲς, ἀλλ’ ἄτιμον . Πρὸς γὰρ τὴν θείαν λαμπρότητα πᾶν ἀνθρώπινον ἄτιμον . Εἴρηται γοῦν· «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Καὶ ἄλλως δὲ γεγονὼς ἐκ πτωχῆς μητρὸς, διὰ πάντων ὥδευσε τῶν ταπεινῶν, ἵν’ ὑψώσῃ τὸ ταπεινὸν, καὶ Κύριος δὲ καὶ βασιλεὺς ὑπάρχων τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρότητος;
κατηφὲς δὲ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον καὶ τεταραγμένον πρὸ τοῦ σταυροῦ, ὡς λέγειν· «Νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ἀπαθὴς γὰρ ὢν, ὡς Θεὸς, τῇ καθ’ ἡμᾶς ἐνέδωκε φύσει μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος πειρασμοῦ, τῆς φαντασίας ἀναιρῶν τὴν ὑπόνοιαν. Ἀπέστρεπται δὲ, φασὶ, τὸ πρόσωπον , ἀντὶ τοῦ κατῃσχύνθη. Ἠτιμάσθη δὲ, καὶ οὐκ ἐλογίσθη · ὅτε πέμψαντος Πιλάτου πρὸς τὸν Ἡρώδην, αὐτὸν ἐξουδενῶν ὡς αὐτὸν ἀπέπεμψε. Πάλιν καὶ ὅτε τὰ ὑβριστικώτατα κρινόμενος ἔπασχε· καὶ παρ’ αὐτὸν τὸν σταυρόν. Διὸ κἀν τοῖς προλεχθεῖσιν ἔφασκε· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας,» καὶ τὰ ἑξῆς. Πέπονθεν οὖν οὐκ εἰς ἴδιον χρέος (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν) ἀλλ’ εἰς ἡμέτερον, εἷς ὁ πάντων ἀνταξιώτερος, Παύλου λέγοντος· Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.« Ἰστέον δὲ ὡς τινὲς τὸ, Ἀνηγγείλαμεν ὡς παιδίον , διὰ τοῦ γράψαντες οὕτω φασίν· ἀντέπεσε γὰρ ὡς εἰκὸς, τῷ προφήτῃ, ὅτι σὺ ἐκ τοῦ Πνεύματος ἐδιδάχθης τὴν αὐτοῦ παρουσίαν, ἐχρῆν δὲ καὶ τοὺς ἄλλους διδάσκειν.
PG 87:2523Ὁ δέ φησιν, ὡς οὐκ ἐπαυσάμεθα πάντες οἱ προφῆται ὑμῖν ἀναγγέλλοντες ὡς πεδίον , τοῦτ’ ἔστιν ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ , ἀρδεύοντος ἡμᾶς τοῦ Μονογενοῦς, «Ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι,» πάλαι μετὰ τῶν ἄλλων ἀνθρώπων ξηρὰν καὶ ἄκαρπον ὑπάρχοντας γῆν. Ἀλλ’ ἀνεθάλομεν διὰ τῆς χορηγίας τοῦ Πνεύματος ὡς ῥίζα , τοῦτ’ ἔστιν ὡς βοτάνη καλή τε καὶ εὐανθής· πρὸς οὓς ἐλέγετο καὶ παρ’ ἑνὸς τῶν προφητῶν· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, δι’ ὅτι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος, ὡς μηκέτι φέρειν ἀκάνθας.» Προείρηται γάρ· «Ὡς ἀντὶ στοίβης ἀναβήσεται κυπάρισσος. Ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρσίνη.» Καὶ πάλιν· «Ποιήσω τὴν ἔρημον εἰς ἕλη,» καὶ τὰ ἑξῆς. Προείπομεν οὖν, ὅτι πιστεύσαντες εἰς αὐτὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ , τοῦτ’ ἔστιν ἐφορώμενοι παρ’ αὐτοῦ ὡς βοτάνη ἐν τῇ γῇ διψώσῃ ποτέ. Τί οὖν, φασιν, ὅτι ἀνηγγείλαμεν τὴν παρουσίαν αὐτοῦ; ἀλλὰ θεοπρεπῶς ὀφθεῖσα προσῖτος ἤμελλε γίνεσθαι, ὡς ἐπὶ τοῦ Σινᾶ τυχὸν εἰπόντων ἡμῶν Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Πρὸς οὓς ἀποκρίνεται.
Ὡς ἄτιμον ἔχων εἶδος ὀφθήσεται . Καὶ ταῦτα μὲν οὗτοι τὸν τρόπον τοῦτον ἑρμήνευσαν. Τοῖς δὲ προῤῥηθεῖσιν ἐπάγεται, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν . Ἃ γὰρ, ἡμᾶς ἔδει παιδευομένους παθεῖν, ταῦτα ἐπ’ αὐτὸν ἦλθεν ὑπὲρ τῆς πρὸς τὸν Θεὸν εἰρήνης, Παύλου λέγοντος· «Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν οὐρανοῖς.» Καὶ πάλιν· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.» Ὑπὲρ γὰρ ἡμῶν τὸ πάθος, αὐτοῦ μὲν τῇ πείρᾳ ὑπελθόντος τὰς ὕβρεις, πίστει δὲ ἡμῶν οἰκειουμένων τὰ πάθη, συμπασχόντων τε καὶ συναποθνησκόντων, χάριτι δὲ σωζομένων. Τὰς γὰρ ἡμῖν ὀφειλομένας ἐξέτισε μάστιγας, ἀφ’ ὧν ἔσχε τοὺς μώλωπας , δι’ ὧν ἰάθημέν τινες οἱ πάλαι πλανηθέντες ὡς πρόβατα , ἄλλου πρὸς ἄλλο εἶδος ἁμαρτίας τραπέντος, καὶ πρὸς διάφορον δόξαν περὶ αὐτοῦ. Ἀλλ’ ὁ Πατὴρ αὐτὸν ὑπὲρ ἡμῶν ἀντίψυχον ὥσπερ παρέδωκεν. Οὕτω γὰρ καὶ ἄμνος τοῦ Θεοῦ γέγονεν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διὸ Σύμμαχός φησι· Κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάντων ἡμῶν . Καὶ τοῦτο εἰδὼς ὁ Χριστὸς αὐτὸς ἔφη·
PG 87:2525«Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Παραδεδόσθαι δὲ αὐτὸν ἀκούων, μὴ ἀνάγκην ὑπόπτευε, τὸ δὲ ἑκούσιον νόει. Καὶ γὰρ ὁ Ἀπόστολος τῷ ὀνόματι αὐτῷ κέχρηται, αὐθεντίαν καὶ βούλησιν Πατέρος μηνύων. Ἑκὼν δὲ τὸ πάθος ὑπομείνας, σιωπῇ φέρει νόμον ἡμῖν ὑπομονῆς ἑαυτὸν παρεχόμενος. Οὐ δυσανασχετῶν γὰρ, ἀλλὰ χαίρων ἐντολὴν ἐπλήρου τὴν πατρικήν. Καὶ ἄλλως, Οὐκ ἀνοίγει τὸ στόμα ὡς ἐν καιρῷ κακώσεως · «[κατὰ τὸ] Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστιν.» [Καὶ] «Ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου.» Ἀληθοῦς πάθους ἄρα ἦν ἐν Χριστῷ κατὰ τὸ ἀνθρώπινον. Ἀντὶ δὲ τοῦ, Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα , ὁ Σύμμαχός φησι· Προσηνέχθη, καὶ αὐτὸς ὑπήκουσε . Τίνι δὲ προσηνέχθη , ἀλλ’ ἢ τῷ Πιλάτῳ; ἐσίγα δὲ ψευδομαρτυρούμενος. Ἠπίστατο γὰρ ἀνήσουσαν μὲν οὐδὲν τὴν ἀπολογίαν (παρ’ ἐχθροῖς γὰρ ἐκρίνετο) πρὸς θυμὸν δὲ αὐτοὺς ὑφάπτουσαν ἀγριώτερον, Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε πάντων καὶ λυτρωτήν.
Πλὴν οὐκ ἀπροφάσιστον αὐτοῖς τὴν ἁμαρτίαν ἐποίησεν, ὁρκίζοντι μὲν εἰπὼν τῷ Καϊάφᾳ τό· «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως·» καὶ τό· «Σὺ εἶπας,» εἰπὼν Πιλάτῳ πυνθανομένῳ εἰ βασιλεύς ἐστι τοῦ Ἰσραήλ. Διὸ συμμανεὶς αὐτοῖς μαστιγῶσαι παρέδωκεν. Ὅθεν ἐπήνεγκεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος . Σιγᾷ γὰρ, κἂν, ὡς εἰκὸς, λύπη παραψαύουσα τῶν δερμάτων ἡ μάχαιρα. Οὕτω καὶ Χριστὸς λοιδορούμενος οὐκ ἀντελοιδόρει. Πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ἀληθὲς οὖν ἄρα τό· Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἦρται . Ὡς κατ’ εὐτελοῦς γὰρ προχείρως τὴν ψῆφον ἐξήνεγκαν. Τὴν οὖν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτοῦ γενομένην δηλοῖ. Εἰ δὲ καὶ ταπεινῶς , φησὶν, ἐκρίνετο , Θεὸς κατὰ φύσιν ἐτύγχανεν. Ὅθεν ἐπάγει· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; Ἐφ’ ἑκατέρας δὲ γεννήσεως τὸ ἄπορον ὁμοίως ἀκολουθεῖ. Πῶς μὲν Θεὸς, πῶς δὲ Παρθένος γεννᾷ . Τοσοῦτον γὰρ μόνον ἐγνώκαμεν. Πὴ μὲν, ὅτι Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός· πὴ δὲ, ὅτι «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις» Ὑψίστου ἐπισκιάσει σοι.
PG 87:2526Ἐφ’ ἑκατέρου δὲ τὸ, ἡ γέννησις; ἀδιήγητον · ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ . Τοῦτ’ ἔστιν ὑψηλότερα τῶν ἐπὶ γῆς ἡ πολιτεία, καὶ ὁ κατὰ σάρκα βίος αὐτοῦ. Μόνος γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν. Καὶ ἄλλως δὲ, ὑπὲρ πᾶν γενητὸν ἡ ὕπαρξίς ἐστι τοῦ Μονογενοῦς. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ἀπετμήθη γὰρ ἐκ γῆς ζώντων, καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς . Ὁ δὲ Θεοδοτίων· Ὅτι ἀπετμήθη ἀπὸ γῆς ζώντων, ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν . Μᾶλλον γὰρ αὐτῶν καθήψατο, καὶ πληγὴ αὐτοῖς μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος. Τινὲς δὲ τὸ, αἴρεται ἀπὸ τῆς γῆς , φασὶ τὴν μετὰ τὴν ἀνάστασιν αὐτοῦ δόξαν δηλοῦν· θεϊκὴν γὰρ ἀξίαν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, αὐτοῦ μὲν θανάτου ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν αὐτοῦ χάριτι ζωοποιουμένων, καὶ πίστει λυτρουμένων. Ἀλλὰ πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ὑπὸ ψήφῳ κατέστη θανατικῇ ; φησὶν ὁ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον , ἢ ὅτι ὑπὲρ τῶν ἀνομιῶν αὐτοῦ, ἢ ὅτι παρανομοῦντες αὐτὸν ἀπέκτειναν. Ἀντὶ δὲ τοῦ, δώσω τοὺς πονηροὺς , ὁ Σύμμαχος, καὶ δώσει τοὺς ἀσεβεῖς , φησί. Τίς δὲ δώσει , ἢ ὁ τῶν ὅλων κριτής;
λέγει δὲ τοὺς τὰ εἰρημένα ποιήσαντας. Ῥωμαίοις γὰρ παρεδόθησαν. Καὶ τοὺς πάλαι δὲ πλουσίους , ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν ἀντὶ τοῦ θανάτου αὐτοῦ . Λέγει δὲ τοὺς ἐν γνώσει νομικῇ, καὶ ἱερατικῇ, καὶ βασιλικῇ τετιμημένους ἀξίᾳ· οὗτοι γὰρ πρὸς τῷ ἀποκτεῖναι, καὶ ἀργύρια δεδώκασιν ἱκανὰ, κρύψαι βουλόμενοι τὴν ἀνάστασιν. Καὶ κατὰ τοῦτο οὖν πλουσίους αὐτοὺς καλεῖ· ἢ καὶ ὡς φιλαργύρους. Ἀπέκτειναν γὰρ Ἰησοῦν , ἵν’ ἔχοιεν πλουτεῖν ἐκ τοῦ μὴ κρίνειν ὀρθῶς. Περὶ ὧν ἔλεγεν ὁ προφήτης· «Κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα.» Ἐνενόουν δὲ καὶ ὅτι παυσαμένης τῆς ἐν νόμῳ λατρείας, οὐχ ἕξουσι τὰς κατὰ νόμον προσαγομένας αὐτοῖς ἀπαρχὰς, οὓς καὶ ἐταλάνιζεν λέγων, ὅτι «Ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Τὸ δὲ δίκαιον τῆς αὐτῶν δηλοῖ κατακρίσεως τὸ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν , ἐπαγόμενον. Ἀδίκως γὰρ ἀποκτείναντες, δικαίως αὐτοὶ κατακέκρινται. Ἀξιόπιστος δὲ μάρτυς ὁ Πατὴρ, ἀναμάρτητον εἰπὼν τὸν Υἱόν.
PG 87:2528Κατεψεύσαντο ἄρα ποτὲ μὲν λέγοντες, ὅτι «Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει Καίσαρι διδόναι φόρους,» ποτὲ δέ· «Εἰμὴ ἦν οὗτος κακοποιών, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» Ὁ γὰρ Πατὴρ οὕτω τὸ ἀναμάρτητον ἔργῳ τε καὶ λόγῳ μεμαρτύρηκεν. Τοῦτο δὲ κατὰ τὸ ἀνθρώπινον. Ἡ γὰρ θεία φύσις ἐστὶν ἀναλλοίωτος. Ἀνθρώπων δὲ οὐδεὶς πλὴν αὐτοῦ καθαρὸς ἀπὸ ῥύπου. Οὐκοῦν ὑπὲρ ἁπάντων αὐτὸς ἀπέθανεν, ἵνα περιέλῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. Διὸ καὶ ἔκρινεν ὁ Πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς · τοῦτ’ ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους. Ἀνέστη γὰρ πατήσας τὸν θάνατον. Τινὲς δέ φασιν, ὅτι δι’ ὧν ὁ Πατὴρ ἀπῄτησε δίκας ὑπὲρ αὐτοῦ, τὸ μὴ δικαίως αὐτὸν πεπονθέναι παρέστησεν, καὶ καθαρὸν αὐτὸν τῆς ἐπὶ δικαίᾳ κατακρίσει πεποίηκεν ὑποψίας. Τινὲς δὲ οὕτως εἰρήκασιν. Ὥσπερ τὰ ἡμῖν χρεωστούμενα πάθη αὐτὸς ἀναδεξάμενος οἰκειώσατο· οὔτω καὶ τὴν ἐκ πίστεως γενομένην ἡμῖν κάθαρσιν αὐτὸν δεδέχθαι φησίν. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον .
Καίπερ δὲ τοιαῦτα πλημμελησάντων ὑμῶν, ἐάν τις ἐθελήσῃ θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἀμαρτίας , τοῦτ’ ἔστι μετανοεῖν ἐφ’ οἷς ἐπλημμέλησεν, ἐκφεύξεται τὸ, Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ ὄψεται τὸ μακρόβιον σπέρμα , περὶ οὗ ἔλεγεν ἐν παραβολαῖς· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Καὶ πάλιν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ.» Ἤγουν τὴν αἰώνιον ζωὴν οὕτως ἐκάλεσε. Πρὸς δὲ τὰ ἔθνη τινὲς εἰρῆσθαι τοῦτό φασιν, ὡς Τοσαῦτα παθόντος ὑπὲρ ὑμῶν, ἐὰν καὶ ὑμεῖς πιστεύσητε, τὰς ἁμαρτίας ὑμῶν ἐξομολογούμενοι, κοινωνοὶ τῶν αἰωνίων ἀγαθῶν καταστήσεσθε. Δίδωσι δὲ περὶ ἀμαρτίας πᾶς, περὶ οὗ φησιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μου·» ποῖον ἦν ὁ λέγων, «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ. Ζῇ δὲ ἐν ἐμοὶ Χριστός;» Οὐ τοιοῦτος δὲ ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ αὐτόν. Φησὶ γὰρ, ὡς «Οὐκ ἔστιν μου ἄξιος.» Τὸ οὖν ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας . Τινὲς δὲ τὸ ῥητὸν οὕτως ἐκθέμενοι·
PG 87:2530Ἐὰν θῇ περὶ πλημμελείας, ψυχὴ αὐτοῦ ὄψεται σπέρμα μηκύνον , Ἡμέρα, ἐπήνεγκαν, ἡ μετὰ τὸ πάθος, παιδοποιία πνευματικὴ τῆς εἰς αἰῶνα ἐνούσης ἀδιηγήτου γενεᾶς, κατ’ ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ θεϊκῇ δυνάμει πληρουμένην μετὰ τὴν λύσιν τῆς φθοροποιοῦ ἁμαρτίας, καὶ τὴν ἄνοδον τοῦ λυτρωτοῦ. Ἀντὶ δὲ τοῦ, Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ , ὁ Σύμμαχος· Καὶ θέλημα Κυρίου , φησὶν, ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται · ὅπερ ἐπὶ μόνου τοῦ Σωτῆρος ἁρμόττει. Διαπαντὸς γὰρ τὸ θέλημα τοῦ Πατέρος ἐν τῇ χειρὶ αὐτοῦ κατευοδοῦτο . Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτίζεσθαι τοὺς δι’ αὐτοῦ δικαιουμένους, καὶ σύνεσιν . Ἐπανεπαύσατο γὰρ ἐπ’ αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι, καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι . Τινὲς δὲ οὕτω φασί· Βούλεται Κύριος τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι εἰς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος καὶ πεπλανημένους, περὶ ὧν ὁ Παῦλός φησιν· «Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Καὶ πλαττομένους τῇ συνέσει · τοῦτ’ ἔστι μεταμορφουμένους ἀπὸ δόξης εἰς δόξαν.
Πρὸς δὲ τὸν μὴ τοιοῦτον Ἱερεμίας φησίν· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή.» Ὁ δὲ ἐπιστεύων εἰς τὸν Χριστὸν, εἰς τὸ θεῖον αὐτοῦ μεταπλάττεται κάλλος, ὁποῖόν ἐστι τό· «Τεκνία, οὓς πάλιν ὠδίνω, μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσεν.» Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, δηλαδὴ μεταπλάσας αὐτούς. Ἐπειδὴ γὰρ κέρδος ἴδιον ὁ Μονογενὴς τὴν ἡμετέραν τίθεται σωτηρίαν, ὑπὲρ ὧν ἔπαθε σῶμα λαβὼν, ἀναγκαίως ὁ Πατὴρ τὴν ἡμετέραν ἴασιν, ἀφαίρεσιν πόνου φησὶ τοῦ Χριστοῦ, καὶ φῶς αὐτοῦ τὸν ἡμέτερον φωτισμὸν, ἀμειβομένων ἐπὶ τὸ κρεῖττον ἡμῶν καὶ μεταπλαττομένων τῇ τοῦ Θεοῦ συνέσει . Τούτοις ἐπάγει· Δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς . Οὐ γὰρ ἦλθε Χριστὸς διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Πάντα δὲ πράττοντος αὐτοῦ καθ’ ὑπακοὴν πατρικὴν, ἀκόλουθον ἦν καὶ τὸ λεντίῳ ζωσάμενον, ὕδωρ εἰς τὸν νιπτῆρα βαλεῖν, καὶ τὴν πρὸς ἅπαντας δουλείαν ἀναδέξασθαι.
PG 87:2531Τοιγαροῦν καὶ Παῦλος διάκονον τὴν οἰκονομίαν καλεῖ λέγων· «Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα, πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Δικαιοῦται δὲ πάλιν, ἡμῶν ἢ δικαιουμένων, ἢ τῶν ἀνελόντων αὐτὸν ἠνδραποδισμένων εἰς ἔνδειξιν τῆς ἀδίκου κατ’ αὐτοῦ κατακρίσεως. Τίνες δὲ οἱ δικαιούμενοι δι’ αὐτοῦ ἐπενήνοχε λέγων· Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει · ἢ κατὰ Σύμμαχον, Καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει . Εἰς ἑαυτὸν γὰρ ἀναλαβὼν ἀπέδυσεν ἡμᾶς τὸν τῆς ἁμαρτίας χιτῶνα· διὸ καὶ, Δεδούλευκε πολλοῖς , τοῦτ’ ἔστι τοῖς ἔθνεσιν. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ· οἱ δὲ ἐξ ἐθνῶν μυριοπλάσιοι, οὓς καὶ κληρονομεῖ κλῆρον ποιησάμενος ἴδιον, καὶ λέγων· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ. Ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Τῶν δὲ ἰσχυρῶν ἐμέρισε σκύλα · δηλαδὴ τῶν ἀντικειμένων δυνάμεων ἐξαρπάσας, καὶ ἴδια σκύλα τοὺς ὑπ’ ἐκείνων ἠνδραποδισμένους πεποιηκώς· ἅπερ σκύλα τοῖς ἑαυτοῦ διένειμε μαθηταῖς διαφόρους ἐξ αὐτῶν συστησάμενος Ἐκκλησίας. Διὸ προὔλεγεν·
«Εὐφρανθήσεται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα.» Δυνατὸς δὲ ταῦτα ποιεῖν, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον , μισθὸν ὥσπερ λαβὼν παρὰ τοῦ Πατέρος, τὸ σώζειν καὶ κληρονομεῖν τοὺς ἀπολλυμένους. Διὰ γὰρ τὸ παθεῖν, ἀνίστησι μὲν σὺν ἑαυτῷ τοὺς οἰκείους, κατακρατεῖ δὲ τῶν ἀλλοτρίων, τοὺς μὲν συμπάσχοντας συνανιστὰς, τοὺς δὲ ἐπαναστάντας ταπεινῶν. Τινὲς δὲ ἰσχυροὺς τοὺς ἀποστόλους εἰρήκασι, καὶ τοὺς καθάπαξ ἐν Χριστῷ δυνατοὺς, οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν διαδίδωσι σκύλα , τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. Ὧ μὲν γὰρ δίδοται [διὰ] τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Πῶς δὲ μετὰ ἀνόμων ἐλογίσθη , ἀλλ’ ἢ συσταυρουμένων αὐτῷ τῶν λῃστῶν, ὃ δὴ καὶ Μάρκος ἐπισημαίνεται; ΚΕΦΑΛ. ΝΔ. αιζ. Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἷπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ·
PG 87:2533μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον ἔτι εἰς τὰ δεξιὰ, καὶ τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς, κ.τ.λ. Εἰπὼν τοῦ Σωτῆρος τὴν γένεσιν, καὶ τὸν βίον, καὶ τοῦ θανάτου τὴν αἰτίαν, ὅτι τε κληρονομήσει πολλοὺς, πρὸς αὐτοὺς τούτους ἀκολούθως τὸν λόγον μετήνεγκε, καὶ τὴν ἐξ αὐτῶν Ἐκκλησίαν πάλαι οὖσαν ἄγονόν τε καὶ ἔρημον , ὁποῖαι ἦσαν τῶν ἐθνικῶν αἱ ψυχαί. Οὐ γὰρ εἶχεν αὐτῶν τινα δι’ ἀρετῆς καὶ θεοσεβείας καταταττόμενον εἰς τέκνα Θεοῦ . Ἦσαν γὰρ ἄθεοι, καὶ ἐλπίδα μὴ ἔχοντες, κατὰ τὴν Παύλου φωνήν. Νῦν δὲ ὡς δεξαμένῃ σπόρον , καὶ μελλούσῃ τεκεῖν, βοᾷν ἐγκελεύεται, καθὰ ταῖς κυούσαις αἱ μαῖαι πρὸς τὸ ῥᾳδίως τεκεῖν εὐρυνομένων τῶν πόρων. Ἀντὶ δὲ τοῦ ῥῆξον καὶ βόησον , Σύμμαχος μὲν κελάδει αἴνεσιν εἴρηκεν. Ὁ δὲ Ἀκύλας, ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον . Ὁ δὲ Θεοδοτίων, Ῥῆξον εὐφροσύνην καὶ τέρπου . Ἀντὶ δὲ τοῦ ἐρήμου ἠφανισμένης ἔφησε Σύμμαχος· Ἦν γὰρ ἠφανισμένη καὶ ἔρημος , μήπω τὸν ἐπουράνιον κεκτημένη Νυμφίον.
Τὴν δὲ τῆς εὐφροσύνης αἰτίαν, τὴν πολυγονίαν λέγει τὴν μέλλουσαν, δι’ ἧς ἤμελλε νικᾷν τὴν Ἰουδαίων Συναγωγὴν, ἐκ πάντων οὖσα τῶν ἐθνῶν, τὴν ἐξ ἑνὸς ἔθνους συνισταμένην. Ἣν διὰ Μωσέως πρὸς οἰκειότητα πνευματικὴν ὁ Θεὸς προσηγάγετο, καὶ πολλῶν ἀπέφηνε τέκνων μητέρα. Ἀλλ’ ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, κατὰ τὸν Ἱερεμίαν, ἐν τέκνοις οὖσα πολλή. Καὶ βιβλίον ἀποστασίου δέδωκε τῷ Θεῷ θαυμάζοντι· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;» Αὐτὸς γὰρ οὐ δέδωκεν εἰπών· «Ποῖον τοῦτο βιβλίον ἀποστασίου τῆς μητέρος ἡμῶν; Ὧ ἐξαπέστειλα αὐτήν; Ἀλλ’ ἑαυτῇ, φησὶ, γέγονεν αἰτία· Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων.» Καὶ ἀλλαχοῦ δέ φησιν· «Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας, οὐδ’ ὡς Πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου.» Καὶ πάλιν· «Θυγάτηρ τῆς μητέρος σου εἶ συγκαταλιποῦσα τὸν ἄνδρα αὐτῆς.» Ἔρημον δὲ τὴν χήραν κατ’ ἔθος καλεῖ Γραφικόν. Τὸν γὰρ τῶν ἀγαθῶν σπορέα Λόγον οὐκ εἶχεν·
PG 87:2535ὃν δεξαμένη Νυμφίον τὴν ἑτέραν τῷ τίκτειν παρέδραμεν, ὡς πλείστου δεῖσθαι πλάτους πρὸς τὴν τῶν τέκνων ὑποδοχὴν, εἰς εἰκόνα τούτου παρειλημμένης τῆς παρὰ Μωσεῖ σκηνῆς Ταῖς γὰρ αὐταῖς ἐχρήσατο λέξεσιν, ὁμοῦ καὶ τὸ τῆς Ἐκκλησίας ἀσάλευτον διὰ τῶν πασσάλων δηλῶν. Τύπον γὰρ ταύτης ἐκείνη κατέγραφεν, εἰ καὶ μέτροις ἄγαν ἐλάττοσι. Διὸ καὶ καθ’ ἕκαστον κλίμα περικειμένας εἶχεν αὐλὰς μακρὰς ὁμοῦ καὶ πλατείας. Ἀλλὰ τί ταῦτα, καὶ τοῦ νεὼ τὰ μέτρα πρὸς τὰ πλήθη καὶ μεγέθη, καὶ κάλλη τῶν πανταχοῦ καθιδρυμένων Ἐκκλησιῶν μιᾶς τῆς ἐκ πασῶν ὑπαρχούσης καθολικῆς; Πρὸς ἣν ἐπιφέρει, Καὶ τὸ σπέρμα σου κληρονομήσει ἔθνη . Τοῦτο δὲ τὸν εὐαγγελικὸν λόγον δηλοῖ, περὶ οὗ φησιν· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Καὶ οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ, ἐξ οὗ πλείστων ἁγίων γέγονε μήτηρ; Ἐξ ὧν ἐθνῶν ἄρχοντας καθηγεῖσθαι συνέβαινεν τὸν τῶν προσιόντων μυσταγωγοῦντας λαὸν, οἷς καὶ εἰς αἰῶνα τὸν μέλλοντα καθηγεῖσθαι Χριστὸς ἐπηγγέλλετο, τῷ μὲν πέντε, τῷ δὲ δέκα πόλεων πρὸς τὴν τῶν ταλάντων διανομήν. Οἳ καί φασιν εὐφραινόμενοι· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ.« Χριστοῦ μὲν γὰρ μόνου κλῆρος τὸ καθηγεῖσθαι λαῶν. Διὸ κελεύει μηδενὶ λέγειν Ῥαββί. »Εἷς γάρ ἐστι, φησὶν, ὑμῶν καθηγητὴς ὁ Χριστός.« Μετέδωκε δὲ τῆς ἀξίας τοῖς μαθηταῖς. Καὶ φῶς γὰρ ὑπάρχων ἀληθινὸν, φῶς καλεῖ τοὺς ἑαυτοῦ μαθητάς. Καὶ Υἱὸς ὢν κατὰ φύσιν, δέδωκεν ἐξουσίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν Πατέρα καλεῖν τὸν Θεὸν τὸ τῆς υἱότητος αὐχοῦσιν ἀξίωμα, οἳ καὶ πόλεις ἠρημωμένας , ἤγουν ἠφανισμένας , κατὰ Σύμμαχον, κατοικιοῦσιν . λέγει δὲ τὰς ἐρήμους πάλαι Θεοῦ Ἐκκλησίας· ἤγουν φησὶν, ὅτι Τοσοῦτον ἔσται σου τὸ σπέρμα , ὡς μηδαμῶς αὐτοῖς τὰς πολυανθρώπους πόλεις ἀρκεῖν, δύνασθαι δὲ καὶ τὰς ἐρήμους πληροῦν· ἐφ’ οἷς ὑπερορᾷν αὐτῇ τῆς παλαιᾶς αἰσχύνης παρακελεύεται, ὅτε ἄγονος ἦν καὶ χήρα τοῦ Λόγου Νυμφίου λέγων, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε . Οὐ γὰρ ἐξ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου συνέστη· δι’ αὐτοῦ δὲ Κυρίου, ὃς καί φησιν· »Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.« Θεοῦ τοίνυν ὁ λόγος, τὸ ἀμνησίκακον δωρουμένου ἐπὶ τῇ πολυθέῳ καὶ ὀνείδους ἀξίᾳ πλάνῃ.
PG 87:2536Καθὼς γὰρ οἰκτείρει πατὴρ υἱοὺς, οἰκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἁμαρτίας ἡμῶν. Τὸν οὖν φόβον περιαιρεῖ τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν. Ἦλθε γὰρ οὐ κρίνων, ἀλλὰ σώζων. «Οὐ γὰρ ἀπέστειλε, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Νικᾷ τοίνυν ἡ χάρις ἡ δικαιοῦσα τὸν ἀσεβῆ. «Θεὸς γὰρ, φησὶ Παῦλος, ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Πῶς δὲ ποιεῖ αὐτὴν , ἀλλ’ ἢ κτίζων εἰς συμμορφίαν αὐτοῦ διὰ τοῦ Πνεύματος; φησὶ γὰρ ἐν Ἰεζεκιήλ· «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Ἔκτισε τοίνυν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἅνθρωπον ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ Κτίσαντος αὐτόν. Ὡς ἂν δὲ μὴ ἀπιστηθῇ μετατυγχάνον τὸ πρᾶγμα, Κύριον ἑαυτὸν ἐκάλεσε δυνάμεων . Τίς δὲ ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησεν εἰπὼν, ὅτι Ὁ ῥυσάμενός σε αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται · τοῦτ’ ἔστιν, ὅτε Χριστὸς ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη, κατὰ τό·
«Καὶ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν.» Πάλαι γὰρ ἧν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός· νῦν δὲ αὐτῷ κάμπτει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Διὸ καὶ Δαβὶδ ἔφη· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις, φησίν· Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε Κύριος. Καταλελειμμένην ἡ Γραφὴ γυναῖκα καλεῖ τὴν ἐπί τισιν αἰτίαις βιβλίον δεξαμένην ἀποστασίου κατὰ τὸν νόμον, μεμισημένην , δὲ, τὴν ἐπ’ ἀσελγείᾳ διαβληθεῖσαν, ᾗπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυχίας αἰτίαμα, ὡς οὐ δυναμένῃ καρτερεῖν, καὶ ζυγῶν ἀνέχεσθαι γαμικῶν· οἵα πρὸς Θεὸν γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ μετὰ νόμον, δι’ οὗ συνήφθη Θεῷ ἐπὶ τὰ ἐν Αἰγύπτῳ παλινδρομήσασα. Διόπερ αὐτὴν ἀπωσάμενος δι’ ἑνὸς ἔλεγε τῶν προφητῶν· «Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς.» Καὶ λοιπὸν περὶ τῆς πορνείας αὐτῆς διαλέγεται.
PG 87:2538Τίς δὲ τῆς πορνείας ὁ τρόπος, ἐν Ἰεζεκιὴλ διηγεῖται, δύο γυναῖκας οἱονεὶ λαβὼν, ἃς καλεῖ Ὀολὰν καὶ Ὀλίβαν, δηλῶν τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν, καὶ τὰς ἀσεβείας αὐτῶν διηγούμενος, ὡς ἔσφαζον τοῖς εἰδώλοις τὰ τέκνα, καὶ διῆγον αὐτὰ δι’ ἐμπύρων, καὶ ταῦτα μοιχείαν καλῶν. Ὅθεν αὐτῇ καὶ δι’ Ἱερεμίου φησίν· «Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας.» Ἀλλ’ ὑμεῖς, φησὶν, οἱ ἐξ ἐθνῶν οὐ κατὰ τούτους ἐκλήθητε. Τοῖς μὲν γὰρ πώρωσις ἀπὸ μέρους γέγονεν, καθὰ τῷ Παύλῳ δοκεῖ. Ἐσκοτίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. Συνεκάμφθη δὲ καὶ τὰ νῶτα κεχηνότων ἀεὶ πρὸς τὰ γήϊνα. Τὸ φωτισθῆναι δὲ τοῖς ἔθνεσι γέγονεν. Καὶ πάντες, ἀλλ’ οὐ κατάλειμμα σέσωσται. Ἀλλ’ εἰς χρόνον μικρὸν , φησὶ, κατέλιπόν σε . «Ἐν ταῖς γὰρ προλαβούσαις γενεαῖς, ὡς ὁ Πέτρος φησὶ, συνεχώρησεν ὁ Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.» Βραχὺς δὲ ὁ καιρὸς πρὸς τὸν τοῦ ἐλέους κρινόμενος εἰς ἀπείρους αἰῶνας διατρέχοντα. Ἔλεος δὲ μέγα , τὸ διὰ Χριστοῦ ῥύπου παντὸς ἐλευθεροῦν καὶ κολάσεως, καὶ παρέχον υἱοθεσίας ἀξίωμα, καὶ βασιλείας οὐρανῶν κληρονόμους ποιοῦν. Εἶτά φησιν·
Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν . Ὁ δὲ Σύμμαχος ὅλον οὕτως ἐξέδωκεν· Ὡς αἱ ἡμέραι Νῶε τοῦτό μοι. Ὡς ὤμοσα μὴ ἐπελθεῖν ὕδωρ Νῶε ἔτι ἐπὶ τὴν γῆν, οὕτως ὠμοσάμην μὴ ὀργισθῆναί σοι, μηδὲ ἐπιτιμῆσαί σοι. Τὰ γὰρ ὄρη σαλευθήσονται, καὶ οἱ βουνοὶ ταραχθήσονται· τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακληθήσεται, εἶπεν ὁ οἰκτείρων σε Κύριος . Θᾶττον γὰρ, φησὶ, τὰ ὄρη μεταστήσονται τῶν οἰκείων τόπων, καὶ οἱ βουνοὶ ταραχθήσονται , ἢ τὸ ἐμὸν ἕλεος ἀπὸ σοῦ κινηθήσεται. Κατὰ δὲ τοὺς Ο, οὐκ ἔστι παραδειγματικὸν, δηλοῖ δὲ μᾶλλον, ὡς ἀπὸ τοῦ κατακλυσμοῦ κέκριταί μοι μὴ τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην, δηλῶν ὡς καὶ καθ’ ὃν ἐπεδήμησε χρόνον, θείᾳ ψήφῳ πάντας ἔδει τὴν ἀρχαίαν ἐκείνην προστῆναι δίκην. Καὶ γὰρ ἦσαν ὁμοίως ὑπεύθυνοι· ἀλλὰ τὴν ὀργὴν μεταφέρω πρὸς ἔλεον , τὸν ὅρον φυλάττων τὸν ἐμαυτοῦ. Ἡ δὲ τῆς εἰρήνης διαθήκη , διὰ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ἥνπερ Ἡσαί̈ας αἰτῶν ἔφη· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Διὰ Χριστοῦ γὰρ συνήφθη μὲν τῷ Θεῷ καὶ Πατέρι.
PG 87:2540Ταῦτα Θεὸς ἐπαγγέλλεται τῷ θεοσεβεῖ πολιτεύματι, ὃ μετέστη πρὸς τὰ ἔθνη, τῶν Ἰουδαίων μεταπεσόν. Οἵα δὲ παρ’ Ἰουδαίοις ἦν ἡ θεοσεβὴς πολιτεία, παρίστησι, ταπεινὴν καὶ ἀκατάστατον ταύτην εἰπών· σωματικὴ γὰρ ἦν περιτομὴ, καὶ θυσίαι. Οἱ ἐξ ἐθνῶν δὲ καὶ ταῖς τῶν δαιμονίων ἐφόδοις εὐεπίβατοι γεγονότες ὑπέκειντο ταπεινῶς . Τῶν δὲ πλανωμένων ἀκατάστατος ἡ καρδία, μεθύοντος δίκην σειομένη τοῖς πάθεσι. Παντὶ γὰρ πνεύματι περιφέρονται, καὶ κατὰ τὴν παροιμίαν, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν· ὃ δὴ παθοῦσαν τὴν Ἱερουσαλὴμ αἰτιᾶται Θεὸς λέγων· Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως καὶ ἀκατάστατος . Διὰ τί δὲ ἵλεώς σοι ; Πρῶτον μὲν, ὅτι οἰκτίρμων ἐγώ. Ἔπειτα δὲ, ὅτι μὴ παρεκλίθης . Καὶ εἰ μὲν περὶ τοῦ παρ’ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος λέγει, ἐπειδὴ μηδεὶς προφήτης, ἢ θεοσεβὴς τοσοῦτος, ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. Εἰ δὲ περὶ τῶν ἐθνῶν, ὅτι μὴ καθάπερ Ἰσραὴλ νόμον, ἢ προφήτας ἐδέξαντο, πρὸς εὐρωστίαν αὐτοὺς παρακαλοῦντας πνευματικήν. Ὅπερ διὰ τῶν ἐν τῇ παραβολῇ τελευταίων μισθωθέντων σημαίνεται, οἷς ἔφη·
Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ πρὸς αὐτόν· Ὅτι μηδεὶς ἡμᾶς ἐμισθώσατο. Μόνος γὰρ αὐτοὺς ἐπ’ ἐσχάτων ἐκάλεσεν ὁ τοῦ ἀμπελῶνος Δεσπότης. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τοὺς λίθους σου . Ἀνθ’ οὗ ὁ Σύμμαχος· Ἰδοὺ ἐγὼ συντίθημι στίμει τοὺς λίθους σου . Ὁ δὲ Ἀκύλας· Ἰδοὺ κατακλίνω ἐν στίμει τοὺς λίθους σου . Θεοδοτίων δέ· Ἐμβάλλω ἐν στίμει . Ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμίζοιτο · οὕτως εὐπρεπῶς τῆς σῆς οἰκοδομίας διαθήσω τοὺς λίθους . Μήποτε δὲ ὁ παρ’ αὐτοῖς Ἑβδομήκοντα ἄνθραξ , τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς. Δι’ ἄνθρακος γὰρ καὶ Ἡσαί̈ου τὰ χείλη κεκάθαρτο. Δηλοῖ οὖν μηδένα τῆς οἰκοδομίας λίθον ὑπάρξειν ἀκάθαρτον, κατὰ τό· «Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς,» περὶ τῶν ἁγίων λεγόμενον, ἐξ ὧν ἡ τοῦ Θεοῦ συνίσταται πόλις. Τινὲς δὲ τὸν Ἰησοῦν ἄνθρακα εἰρῆσθαί φασιν, ὃν ἔφησεν εἰς τὰ θεμέλια τεθεῖσθαι Σιὼν , εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ὁ δὲ Ἀμὼς ἀδάμαντα τοῦτον καλεῖ λέγων· «Ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ.» Ζαχαρίας δέ φησιν· «Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν.
PG 87:2542Δι’ ὅτι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.« Παντεπόπτης γὰρ ὁ Χριστός. Ὁ τοίνυν ἄνθραξ , φασὶν, οὗτος ὑποβάθρα τῆς πόλεως καὶ θεμέλιος , ᾧ ἐγγίζοντες οἱ ἀπόστολοι καὶ αὐτοὶ θεμέλιοι ὄντες, ἐῤῥέθησαν σάπφειροι δηλούμενοι καὶ διὰ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ λέγοντος, ὅτι »Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.« Ἐπιτιμηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ διὰ τὰ τολμηθέντα κατὰ Χριστοῦ, ὤφθη μὲν ἡ δι’ ὕδατος κάθαρσις· ἀνεδείχθησαν δὲ καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ οἱ προφῆται δὲ θεμέλιος λέγονται, Παύλου λέγοντος· »Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.« Ἡ δὲ σάπφειρος οὐράνιον ἔχει τὸ χρῶμα. Καὶ τούτων δὲ τὸ πολίτευμα, κατὰ τὸν Ἀπόστολον, ἐν οὐρανοῖς ὑπάρχει. Κατὰ δὲ τὸν Ἰεζεκιὴλ, καὶ ὁ τόπος ὁ ὑποκάτω τοῦ θρόνου τοῦ Θεοῦ ὡς σάπφειρος. Οὕτω τοίνυν εἴρηται διὰ τὸ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορεῖν.
Ἄνθρακες δὲ καθ’ ἑτέραν φασὶν ἐκδοχὴν οἱ κοσμοῦντες λίθοι ὥσπερ ἐν στίμει τοὺς τῆς Νύμφης τοῦ Χριστοῦ ὀφθαλμοὺς οἱ ἅγιοι μάρτυρες διὰ πυρὸς δεδοκιμασμένοι. Αἱ δὲ τῆς νέας Ἱερουσαλὴμ ἐπάλξεις ἴασπις, ἡ καρχηδόνιος κατὰ Σύμμαχον ἐξαίρετος καὶ διαφανής . Δι’ ὧν οἱ ἐν τῇ Ἐκκλησίᾳ σημαίνονται λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι, ὥσπερ προμαχῶνες ὄντες καὶ δυνάμενοι πᾶν ὕψωμα καθαιρεῖν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰς δὲ πύλας λίθους κρυστάλλου φησὶ, τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν διδασκαλίαν τὴν πρώτην καὶ εἰςαγωγικήν. Ὁ δὲ Σύμμαχος, τὰς πύλας σου , φησὶ, λίθους γλυφῆς . Ὁ δὲ Ἀκύλας, Λίθους τρυπανισμοῦ τὸ ποικίλον τῆς στοιχειώδους διδασκαλίας ὧδέ πως αἰνιττόμενος. Ἐκλεκτοὶ δὲ λίθοι , φησὶν, ὁ περίβολος σημαίνων τοὺς ταῖς εὐχαῖς περιφράττοντας τὰ μεγάλα καὶ λαμπρὰ τῆς πόλεως οἰκοδομήματα, τὰ πλήθη τῶν λοιπῶν οἰκητόρων σημαίνοντα. Ταῦτα δὲ πάντα νοήσωμεν ἐξ ἑρμηνείας ἀποστολικῆς λεγούσης· «Θεοῦ οἰκοδομή ἐστε. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» Καὶ πάλιν·
PG 87:2543«Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Καὶ πάλιν· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν· «Ἐν οἷς πάντες οἰκοδομεῖσθε λίθοι ζῶντες.» Οὓς δὴ νῦν πάντας ὁ προφήτης φησὶν ἔσεσθαι διδακτοὺς Θεοῦ τοῦ εἰπόντος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς. Εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς. Ἐξ οὗ καὶ οἱ μαθηταὶ λαβόντες, διδάσκαλοι τῶν ἐθνῶν γεγόνασιν· οἳ καὶ εἴρηνται λίθοι ἅγιοι κυλιόμενοι ἐπὶ τῆς γῆς, καὶ τὸ κήρυγμα πανταχοῦ περιφέροντες. Περὶ ὧν ὁ Θεὸς διὰ Ἡσαί̈ου φησὶν προειπών· «Ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον. Καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ σουφείρ.» Πάντες οὖν οἱ τῆς πόλεως υἱοὶ διδακτοὶ Θεοῦ , καὶ μάρτυς ὁ Παῦλος λέγων·
«Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Αὐτὸς δὲ σαρκωθεὶς ὁ Λόγος ἐφθέγγετο. Ἐπαγγέλλεται δὲ καὶ εἰρήνην αὐτοῖς ὁ εἰπών· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Οἷς ἐπιλέγει· Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ . Κατὰ γὰρ τὸ δικαιότατον, αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ Θεοῦ, τοὺς ζῶντας καὶ εὐπαγεῖς λίθους προσάπτων τῇ οἰκοδομῇ , τοὺς μὲν ἐπάλξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς περιβόλοις κατέταττε. Καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ. Τοῖς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει, μὴ διακρίνων τὰς κατ’ ἄνθρωπον ἀξίας, οὐδὲ εἰς πρόςωπον ἀφορῶν, ἐκ τοῦ δικαίου δὲ πάντας προσέμενος, ἐλευθέρους καὶ δούλους, πένητας καὶ πλουσίους, τούς τε κατὰ τὸν βίον ἀσήμους τε καὶ περιφανεῖς. Ταῦτα τῇ Ἐκκλησίᾳ ἐπηγγελμένος ἑξῆς αὐτῇ διαστέλλεται· Ἀπέχου ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι . Μυσταγωγεῖ γὰρ αὐτοὺς ἔργῳ δεικνὺς τὸ, ἔσονται διδακτοὶ Θεοῦ . Περὶ οὗ καὶ ἡ Νύμφη λέγει·
PG 87:2545«Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Πάλαι μὲν γὰρ αὐτὴν κατησπάζετο διὰ προφητῶν, πρὸς συνάφειαν τὴν ἑαυτοῦ καλῶν δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐν σαρκὶ δὲ φανέντος, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα στόμα πρὸς στόμα λελαληκότος ἡμῖν. Φησὶν οὖν, ὡς Οὐδεὶς ἐχθρός σου περιγενήσεται τιμώσης τὸ δίκαιον. Καὶ ἰδοὺ προσήλυτοι προσελεύσονται , φησὶ, δι’ ἐμοῦ , τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τῇ πίστει δηλῶν ἐξ ἐθνῶν, ἢ καὶ ἐξ αὐτῶν Ἰουδαίων. Κατόπιν γὰρ τέθεινται τῶν ἐθνῶν, καίτοι πρώτην ἔχοντες τάξιν, καὶ γεγόνασι προσήλυτοι τοῖς ἐξ ἐθνῶν, οἱ πάλαι τούτους προςηλύτους δεχόμενοι. Πλὴν καὶ τοῦτο δι’ ἐμοῦ , φησί. Διὰ γὰρ Χριστοῦ ἡ πάντων ἐπιστροφὴ, καὶ πρὸς τὸν Πατέρα καὶ Θεὸν ὁδός. «Οὐδεὶς γὰρ ἔρχεται, φησι, πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδός.» Καὶ, «Ἐγώ εἰμι ἡ θύρα.» Τινὲς δὲ προσηλύτους εἰρήκασι τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσιόντας, ἀλλὰ προστασίας ἤ τινος χάριν ὠφελείας. Οὓς καὶ παροικήσειν , ἀλλ’ οὐ κατοικήσειν φησίν. Ὡς ἐν παρόδῳ γὰρ οἱ τοιοῦτοι ποιοῦνται τὴν εἴσοδον, οἱονεὶ αὐτῇ προσφεύγοντες. Ἐφ’ οἷς φησιν·
Ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας . Ἐγώ σοι ταῦτα ποιῶ λέγων, ἐπειδὴ καὶ ἐγώ σου κτίστης . Μωσῆς μὲν γὰρ, καὶ Σολομῶν, καὶ Ζοροβάβελ, σωματικὰ καὶ ὀλιγοχρόνια ἐποίουν· ὁ μὲν σκηνὴν, οἱ δὲ νεώς. Νῦν δὲ αὐτὸς ἐγὼ ὁ τῶν ὅλων Κύριος, δι’ ἐμαυτοῦ σε ἔκτισα · ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν Ἐκκλησίαν. Ἔκτισα δέ σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ. θεϊκῇ δὲ καὶ ἀῤῥήτῳ χάριτι. Οὐ γὰρ ὡς χαλκεὺς δι’ ὀργάνου καὶ πυρός. Τοιαῦται γὰρ τῶν ἀνθρώπων αἱ τέχναι. Διὸ καὶ εἰς φθορὰν χωρεῖ τὰ γινόμενα. Τοὐμὸν δὲ ἀδιάφθορον ἔργον. Τινὲς δὲ τὸ ἔκτισα , ἐπὶ τοῦ ἀνέκτισα , παρειλήφασιν. Δηλοῖ δὲ τὸν δι’ ἁγίου Πνεύματος ἀνακαινισμὸν, ὥσπερ οὖν καὶ τοὺς δύο λαοὺς εἰς ἕνα κτίσαι λέγεται καινὸν ἄνθρωπον, κατὰ τὸ, «Ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.» Τοῖς δὲ τοιούτοις ὅτιπερ ἀκολουθεῖ ἀνδρεία, σύνεσίς τε πνευματικὴ δηλοῖ, λέγων· Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ , καὶ τὰ ἑξῆς· σκεύη λέγων φθαρτὰ , τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς καὶ ἀπωλείας εἰσὶ τέκνα, [καὶ] τοῖς ἁγίοις ἔσθ’ ὅτε διωγμοὺς καὶ θλίψεις ἐπάγουσιν. Ἀλλ’ οὐ τεύξονται θήρας·
PG 87:2547καὶ πᾶσα δὲ θεομάχος γλῶττα, φησὶν, ὑπὸ σοῦ νικηθήσεται. Κατὰ γὰρ τὸν Δαβίδ· «Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Ἐχρῆν δὲ ὑπομνῆσαι μετὰ πάντα καὶ τῆς ἀποκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας , ἥτις ἐστίν· «Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Διό φησιν· Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον . Ἀγαπῶσι δὲ αὐτὸν οἱ θεραπεύοντες αὐτὸν , διὰ τοῦ πάσῃ εὐλαβείᾳ δουλεύειν αὐτῷ. Παρανόμοις δὲ κεῖται τοῖς Ἑβδομήκοντα, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ . Δηλοῖ δὲ ὅτι μετὰ τὸν διὰ πνεύματος ἀνακαινισμὸν, εἴτινες εὑρεθεῖεν ἁμαρτίαις ἔνοχοι, ἔσονται ἐν αὐτῇ , τῇ φθορᾷ δηλονότι· διὸ ἐπήνεγκεν εὐθὺς, τὸ ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον . Τὴν δὲ πᾶσαν ῥῆσίν τινες καὶ ἐπὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ νοεῖν ἔφασαν, δύνασθαι εὐφροσύνην λέγοντες γίνεσθαι, ὅτ’ ἂν ἀθρόα γένηται πρὸς τὸ κρεῖττον μεταβολή. Πρὸς ἣν εὐφροσύνην προτρέπεται καὶ τὴν Ἱερουσαλὴμ ῥηγνῦσαν τῆς ἁμαρτίας τὰ δεσμὰ, οἷς ἑαυτὴν ἐγκατέδησεν στειρωθεῖσα καλῶν καὶ ἀποστᾶσα Θεοῦ.
Οὕτω γὰρ πλείους ἕξεις, φησὶ, τοὺς οἰκήτορας, λαχοῦσα προστάτην ἐμὲ δίκην ἀνδρὸς ἀντιλαμβανόμενον, καὶ μείζονα δέ σε μετὰ τὴν αἰχμαλωσίαν ποιήσω. Ἔθνη δὲ κληρονομήσει τὸ σπέρμα σου τὰ συνελθόντα πρὸς τὸ κωλῦσαι τὸν ταύτης ἀνοικισμόν. Οὕτω γὰρ ἡττήθησαν, ὡς καὶ τὰ ὅπλα αὐτῶν ἐπὶ ἑπτὰ ἔτη ἀρκέσαι πρὸς καῦσιν. Καὶ τὰς πόλεις φησὶ τὰς ἠρημωμένας ὑπὸ τοῦ Ἰσραὴλ κατοικισθήσεσθαι. Μὴ οὖν λογίζου, φησὶν, ὡς οὐ μὴ πρὸς τὴν ἀρχαίαν δόξαν κατασταθήσῃ. Ἀποτρίψῃ γὰρ ὄνειδος τὸ ἀρχαῖον. Τοιούτοις ἐχρῆτο λόγοις Ἰώβ· «Κἂν γὰρ ἀπολούσωμαι χιόνι, καὶ καθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας.» Ἐβδελύξατο δὲ ἡ στολή μου. Πρὸς πίστιν δὲ τῆς ἐπαγγελίας τὸ, Κύριος ὁ ποιῶν σε , ὁ καὶ ἐκ τοῦ μὴ εἶναι πρὸς τὸ εἶναί σε κτίσας. Οὐκ ἔσομαι δὲ μόνου σοῦ Θεὸς, ἀλλὰ καὶ τῶν ἐθνῶν ἁπάντων. Οὐ γὰρ μνησικακήσω σοι, οὐδὲ ὀνειδίσω, ὅπερ ποιοῦσιν οἱ γυναῖκας ἁμαρτανούσας πρὸς ὀλίγον ἀποῤῥίψαντες. Κἂν γὰρ καταλλαγῶσιν, τὰ πρόσθεν ὀνειδίζειν εἰώθασιν. Ἐγὼ δὲ Θεὸς ἀμνησίκακός εἰμι. Καὶ πρὸς ὀλίγον σε θεραπείας χάριν παρέδωκα, ὡς ἂν μετανοήσασαν ἐλέους ἐμπλήσω.
PG 87:2548Ἀξιοῖ δὲ καὶ ἀπὸ χρόνων τῶν πρόσθεν ἐξ ἀγαθότητος γνωρίζεσθαι. Καὶ πρὶν γάρ σε γενέσθαι σὺν τῷ Νῶε , φησὶν, ἠλέησα διασώσας σε κατὰ πρόγνωσιν. Ἐξ αὐτοῦ γὰρ σωθέντος ἤμελλε γίνεσθαι. Ἐξ ἀγαθότητος δὲ καὶ τοῖς ἐκ νεότητος ἐπὶ τὰ πονηρὰ ἐγκειμένοις ἀνθρώποις μηκέτι κατακλυσμὸν ἐποίσειν ἐπηγγειλάμην, μηδὲ βουνούς τε καὶ ὄρη μεταστήσειν . Οὔτε τοίνυν τὰ τότε ἐψευσάμην, οὔτε τὴν νῦν περὶ τοῦ σε ἐλεήσειν ὑπόσχεσιν, καὶ πάσης ἀπολαύσειν εἰρήνης . Ταῦτα δέ φησιν, οὐχ ὡς ἔχων ἀνάγκην ἃ προλέγει ποιεῖν. Ταῦτα γὰρ ἐν τῇ τῶν ἀκουόντων ἵστησι γνώμῃ. Καὶ ἐπὶ Σοδόμων γὰρ μία πόλις ἐσώθη, τοῦ εὐαφόρμου Δεσπότου πρόφασιν λαβόντος παρὰ τοῦ Λὼτ ὑπεξελεῖν αὐτὴν τῆς ὀργῆς. Καὶ τῷ Ἀβραὰμ αὔξησιν ἐπηγγείλατο γένους, καὶ διάβασιν εἰς αὐτοὺς τῶν εὐλογιῶν, δῆλον ὡσεὶ φυλάττοιεν οἱ ἐξ αὐτοῦ τὰς πατρικὰς ἐντολὰς, ὡς καὶ αὐτός φησιν· «Ἔγνων γὰρ ὅτι συντάξει Ἀβραὰμ τοὺς υἱοὺς αὐτοῦ φοβεῖσθαι τὸν Θεόν.» Εἶτα κατηγορεῖ τῆς τῶν Χαλδαίων ὠμότητος λέγων· Οὐ παρεκλήθης . Τοῦ γὰρ πρεσβυτέρου τὸν ζυγὸν ἐβάρυναν, καὶ παιδία οὐκ ἠλέησαν.
«Ἐγὼ γὰρ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Ἀλλ’ ἐγώ σε παρακαλέσω , ἀνοικισμόν σοι δωρούμενος κρείττονα. Θέλοντος γὰρ μόνον ὕλη πᾶσα τιμία παρίσταται, μόνον εἰ μετανοοῦντες ἄξιοι γένοισθε. Τούτου δὲ μὴ γενομένου καὶ τὰ τῆς ἐπαγγελίας ἀργεῖ. Τοῖς γὰρ κατὰ νόμον βιοῦσιν αἱ ἐπαγγελίαι, οὓς Θεοῦ καλεῖ διδακτούς . Εἶτα παιδεύει μὴ τείχεσιν ἁπλῶς καὶ τοῖς φυλάττειν δοκοῦσι πόλιν θαῤῥεῖν, δικαιοσύνῃ. Τοῦτο γὰρ τὸ, ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ . Ταύτην γὰρ ἀσκούντων καὶ τὰ ὑψηλὰ τῆς Ἱεριχοῦς ἀκονιτὶ καθῄρητο τείχη. Ταύτην οὖν ἀσκῶν οὐ μὴ φοβηθήσῃ · μᾶλλον δὲ ἀκαταγώνιστος ἔσῃ, ὡς καὶ τὰ κύκλῳ πολεμοῦντά σε γένη παροικήσειν ὑμῖν, καὶ ὑφ’ ὑμῶν βοηθεῖσθαι, τῆς ἐμῆς ῥοπῆς παρούσης ὑμῖν. Τὸ ἀκάματον δὲ τῆς ἑαυτοῦ φύσεως, καὶ τὸ ἀπ’ ἐξουσίας ἅπερ ἂν ἐθέλοι ποιεῖν ἐξ ἀναιρέσεως τῶν χαλκευτικῶν παρίστησι μόχθων. Κτίζω δὲ, φησὶν, οὐ σκοπῶν ἀπολέσαι τὸ παραχθέν. Οὐ γὰρ ἵνα σχοίην οὓς τιμωρήσομαι, τοὺς ἀνθρώπους ἐποίησα, ἐξ ἀγαθότητος δὲ κτίζων , μετ’ αὐτῆς καὶ διοικῶ. Ἐχθρῶν δέ σοι, φησὶν, ἐπιόντων πᾶν σκεῦος ἀργήσει πολεμικόν·
PG 87:2550ὡς γὰρ Ἰουδαῖοι πάντα δίκαιον ἐμίσουν, δύσχρηστον καλοῦντες αὐτόν· οὕτως οἱ κύκλῳ τῆς Ἰουδαίας θεοσεβοῦντα τὸν λαὸν ἀπεστρέφοντο, δυσχεραίνοντες ἐφ’ οἷς Θεοῦ ῥοπὴν ἑώρων παροῦσαν αὐτοῖς. Λοιπὸν δείκνυσιν ὁ προφήτης ὡς οὐκ ἄψυχον σκεῦος διακονεῖ τῷ Θεῷ, ἀλλ’ ὡς καὶ αὐτὸς παρακολούθησιν ἔχων τῶν πραττομένων, ἢ ἐπιτιμᾷ ἁμαρτάνουσι λέγων· «Οὐαὶ ἔθνος ἁμαρτωλόν·» ἢ ἀμελοῦντας διανίστησιν , ὥσπερ καὶ νῦν, Οὐκ ἔσται σοι, φησὶν, ἀνόνητον τὸ πιστεύειν Θεῷ, ἀλλ’ ἕξεις ἐλπίδας κληρονόμος γενέσθαι Θεοῦ . Ὃς καὶ αὐτεξούσιον δεικνὺς τὴν ἀρετὴν, φησίν· Ἔσεσθέ μοι δίκαιοι . ΚΕΦΑΛ. ΝΕ. αιγ. Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, κ.τ.λ. Ὁ Χριστὸς πᾶσιν ἐκήρυττεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με,» ποταμοὺς ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσειν εἰπὼν, δι’ ὧν ἐδήλου τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πρὸς τὴν Σαμαρεῖτιν δέ φησιν·
«Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Περὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ Δαβὶδ ἔλεγε· «Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.» Καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Αὐτὸς δὲ ἔλεγεν ἐν προφήταις Χριστός· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης·» φησὶ δὲ καὶ Ζαχαρίας, ὅτι «Πηγὴ ἐκ τοῦ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοινίων.» Πρὸς ἃ νῦν καὶ ὁ προφήτης παρακαλεῖ, προῖκα πᾶσι λέγων προκεῖσθαι τὴν δωρεάν. Ἀκύλας δὲ καὶ Σύμμαχος, Ἄνευ ἀλλάγματος οἶνον καὶ γάλα , φασὶν, ὡς εἶναι ταῦτα πρὸς τῷ ὕδατι . Ἀντὶ γὰρ τοῦ στέαρ, γάλα φασί. Δηλοῖ δὲ τὸ μὲν ὕδωρ , τὸ εὐαγγελικὸν κήρυγμα. Οἷνος δὲ καὶ γάλα τὰ μυστικὰ τῆς ἀναγεννήσεως σύμβολα. Οἱ γὰρ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι, ὡς ἀρτιγέννητα βρέφη τῷ λογικῷ τρέφονται γάλακτι, οἶνόν τε πίνουσι, περὶ οὗ φησι· «Τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.» Καὶ πάλαι δὲ τοῖς φωτιζομένοις γάλα μετὰ τοῦ σώματος προσεφέρετο καὶ τοῦ αἵματος.
PG 87:2552Καὶ ἔν τισι δέ φασιν Ἐκκλησίαις τὸ ἔθος ἔτι φυλάττεσθαι. Τοῦτο καὶ Μωσῆς ᾐνίττετο λέγων· «Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου. Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ εἰ γάλα.» Τὸ δὲ στέαρ , τὸ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ τροφῆς αἰνίττεται, τὸ σῶμα δηλοῦν τοῦ Χριστοῦ, σάρκα μὲν λεγόμενον ἐν Εὐαγγελίοις, ἐνταῦθα δὲ στέαρ · ὥσπερ ἐκεῖ μὲν αἷμα, νῦν δὲ οἶνος . Τὸ μὲν γὰρ στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον οἰκονομίαν δηλοῖ. Οἶνος δὲ καὶ αἷμα, τὸ τοῦ πάθους μυστήριον, ἃ τοῖς διψῶσι σωτηρίας δώσειν ἀμισθὶ ἐπαγγέλλεται καὶ τοῖς μαθηταῖς εἰπών· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Πῶς δὲ λέγει, Ἀγοράσατε , καὶ πάλιν, Ἄνευ τιμῆς ; ἐπειδὴ πίστεως, οὐκ ἀργυρίου πιπράσκεται. Ὅθεν εἴρηται· Ἵνα τί τιμᾶσθε ἀργυρίου ; Διὰ τί δὲ μὴ περὶ τροφίμους λόγους τὸν χρόνον καταναλίσκετε, μάτην μοχθοῦντες περὶ τὰ ἔξω μαθήματα, οὐκ ἀργυρίου ταῦτα ὠνούμενοι , ἅπερ ἐν κάλλει λέξεως, ἀληθείας κενὰ καὶ νοητῆς ἐστι τροφῆς; Διὸ Σύμμαχος ἔφησε· Διίστατε ἀργύριον, οὐχ ὑπὲρ αὐτῶν, καὶ τοὺς κόπους ὑμῶν, οὐχ ὑπὲρ πλησμονῆς . Ἁρμόσει δὲ καὶ ἐπὶ τῶν ὠνουμένων τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν. Ψιλὴν γὰρ τὴν λέξιν ἐμάνθανον.
Παρὰ δὲ τοῖς ἔξω σοφοῖς, καθάπερ ἐν χρυσῷ σκεύει, τὸ ψεῦδος, βορβόρου δίκην, ἐκρύπτετο. Ἡμεῖς γὰρ ἐν ὀστρακίνοις σκεύεσι τὸν Χριστοῦ κεκτήμεθα θησαυρόν. Διὸ καὶ Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·» μωρίαν εἰπὼν, τὸ τῆς λέξεως εὐτελὲς τῆς ἁγίας Γραφῆς. Ταῦτα τοίνυν ἀφέντες φάγετε τὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀγαθὰ, καὶ τρυφήσετε , φησὶν, ἀληθείᾳ τρεφόμενοι, γινώσκοντές τε Θεὸν, καὶ βιοῦντες κατ’ ἀρετὴν, μισθὸν εὐπειθείας ταῦτα λαβόντες καὶ συνετῆς ἀκροάσεως. Ὅθεν ἐξέδωκαν οἱ λοιποί· Ἀκούσατε ἀκούοντες . Ὡς μὴ σωματικῶν δὲ ὄντων τῶν ἀγαθῶν , τὸ ταῖς ψυχαῖς, ὑμῶν εἰκότως προσέθηκε. Λέγει δὲ, Καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου . Κατὰ τὸ, «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ψυχικὴν δὲ ζωὴν τὴν ἀποκειμένην τοῖς ἁγίοις δηλοῖ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἐπὶ τούτῳ.
PG 87:2554Διεγείρας οὕτω πρὸς συντονίαν τὴν ἀκοὴν, διδασκαλίας ἄρχεται φάσκων· Διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά . Ἡ γὰρ παλαιὰ διαθήκη , πρὸς καιρὸν δοθεῖσα, παρῆλθεν· ἣν δὲ πεποίημαι πρὸς Δαβὶδ, ἐξ αὐτοῦ τὸν Χριστὸν ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἔργον ἐκφέρων. Τὰ δὲ ὅσια , Σύμμαχος ἐλέη φησὶ, περὶ ὧν ἐλέγετο· «Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι.» Καὶ μετ’ ὀλίγα· «Ἅπαξ ὥμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου.» Ταῦτα τοίνυν ὑμῖν δωρήσομαι τοῖς ἐμοῖς λόγοις προσέχουσι. Ταῦτα γὰρ ἔλεγεν ἀγαθὰ ψυχῆς καὶ τρυφὴν , ἃ νῦν αἰώνιά φησιν. Ὁ γὰρ νόμος ἔκειτο κατὰ τὸν Ἀπόστολον, μέχρι καιροῦ διορθώσεως. Διόπερ ἐν προφήταις φησί· «Διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς Πατράσιν ὑμῶν,» καὶ τὰ ἑπόμενα τούτοις. Ἡ μὲν γὰρ ἦν σκιώδης. Ἡ δὲ ἀληθής.
Διὸ καὶ Ἰωάννης φησίν «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ.» Εἴποις δ’ ἂν ὅσια καὶ τὰ ἱερὰ θεσπίσματα τοῦ Χριστοῦ, ὡς ὁσίους ἀποτελοῦντα, ὡς καὶ τὸν φόβον Κυρίου ἁγνόν φησιν ὁ Δαβὶδ, οἷον ἁγνοποιόν. Ἔλεγε δὲ καὶ ὁ Σωτήρ· «Τὰ ῥήματα ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·» ἀντὶ τοῦ, πνευματικὰ καὶ ζωοποιά· καὶ πιστὰ πάλιν τὰ πιστοποιά. Δύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Δαβὶδ οὖν καλέσας τὸν ἐκ σπέρματος τοῦ Δαβὶδ, ἐπιφέρει περὶ αὐτοῦ· Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτόν . Διὸ καὶ πρόσθε τὴν στείραν εὐηγγελίζετο. Καὶ ἄλλως δὲ προειδὼς ὅτι τὰς φωνὰς ἕξουσι ταύτας Ἰουδαῖοι, μηδὲν ἐξ αὐτῶν ὠφελούμενοι, πρὸς τὰ ἔθνη μεταφέρει τὸν λόγον, σύμφωνα λέγων τοῖς πρόσθε, ὅτι οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Μαρτύριον δέ φησιν, ὡς μαρτυροῦντα περὶ ἀληθείας, καὶ ὑπὸ τῶν ἐθνῶν ἀκουόμενον ἀπειθήσαντα Ἰσραήλ. Διεμαρτύρετο δὲ καὶ τὰ ἔθνη ὡς δεκτὰ λοιπόν εἰσι τῷ Θεῷ, καὶ ὁ τῆς θεογνωσίας ἀπείργων οὐδείς. Μαρτύριον οὖν φασι τὸ κήρυγμα τὸ περὶ αὐτοῦ, ὡς αὐτὸς ἐδίδαξε λέγων·
PG 87:2555Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν. Καὶ παρὰ τῷ Δαβὶδ δὲ πάντα τὰ ἔθνη καλέσας ἔλεγε· «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.» Ἔδει γὰρ σοφίας, τοῖς δι’ ἀβελτηρίαν εἰδώλοις λατρεύσασι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἀλλ’ εἰ μὲν εἶπε μόνον μαρτύριον , ἐδόκει καθ’ ἕνα δεικνύναι τῶν προφητῶν αὐτόν. Νῦν δὲ τὴν θεϊκὴν αὐτοῦ παρέστησεν ἐξουσίαν, προσθεὶς ἄρχοντα καὶ προστάσσοντα , κατὰ τὸ, Καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Μωσῆς γὰρ, καὶ οἱ προφῆται, ἐν οἰκέταις τεταγμένοι, «Τάδε λέγει Κύριος,» ἔλεγον. Ὁ δὲ Χριστὸς ὡς νομοθέτης ἀντιθεσπίζει Μωσεῖ, Ἐγὼ δὲ λέγω, φάσκων, μετατιθεὶς τὸ γράμμα πρὸς τὴν ἀλήθειαν. Ὅθεν ἐθαύμαζον Ἰουδαῖοι ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. Δοξάζει δὲ αὐτὸν ὁ Πατήρ. Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει καὶ τὸν Υἱόν· ὥσπερ οὖν καὶ ἀνάπαλιν. Καὶ κατὰ σάρκα δὲ δοξάζεται , ὡς μορφὴν δούλου λαβών. Διό φησι· «Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» καὶ τὰ ἑξῆς.
Ἔχει δὲ τὴν ἀναφορὰν τὸ ἐδόξασε , πρὸς τὸ, «Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος.» Καὶ τὸ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ τὸ, «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.» Διὰ τοῦτο γὰρ καί φησι· «Πάτερ δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Καὶ, ἐπειδὴ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν, εἰκότως μαρτύριον αὐτὸν οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι δέδωκα , τὸ τούτων μὲν εὐπειθὲς, ἐκείνων δὲ ἀνήκοον προειδώς. Ἀντὶ δὲ τοῦ ἐδόξασέν σε , Σύμμαχος, ὅτι ἐποίησέν σε καύχημα , φησίν· ὥστε λέγειν τοὺς αὐτοῦ μαθητὰς, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἑξῆς παρακελεύεται ζητεῖν τὸν Κύριον · ὡς γὰρ αὐτὸς ἔφη πρὸς Ἰουδαίους, «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Καὶ ὁ Πατὴρ δέ φησι· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ, οὐχ ὡς ἀσθενοῦντι, διὰ δὲ τὴν οἰκονομίαν. Λέγει τοίνυν ὁ Πατὴρ τοῖς ἔθνεσιν , οἷς ἔδωκε μαρτύριον τὸν Υἱόν· Ζητήσατε τὸν Θεὸν, Θεολόγων τὸν δοθέντα μαρτύριον .
PG 87:2557Ἡ δὲ ζήτησις οὐ τοπικὴ (ἀσώματον γὰρ τὸ Θεῖον, καὶ πάντα πληροῖ), ἀλλ’ ἐν ψυχῆς οἰκειότητι· καὶ ἐν τῷ εὑρίσκειν ἐπικαλέσασθε , τουτέστιν αἰνεῖτε, καὶ καλέσατε [ὥς φησι] Σύμμαχος, κατὰ τὸ, «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» Τοῦτο δὲ [ἔσται] ἐπειδ’ ἂν εὕρητε αὐτὸν πλησίον ὑμῶν ὄντα, καὶ οὐ μακρὰν ἀπῳκισμένον. Θεὸς γὰρ ἐγγίζων ἐστίν. Ὡς ἑστῶτες οὖν ἐνώπιον αὐτοῦ τὴν παλαιὰν ἀπόθεσθε πλάνην. Μέχρι γὰρ ἡλίου, σκότος. Καὶ μέχρι τῆς Χριστοῦ παρουσίας, ἀσέβεια. Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Ἀφήσει γὰρ ἐπὶ πολὺ τὰς ἁμαρτίας ἡμῶν , ἀντὶ τοῦ, παντελῶς, καὶ εἰς ἅπαν. «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις.» Γέγραπται γὰρ περὶ Χριστοῦ, «Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων,» καὶ τὰ ἑξῆς. Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί. Πῦρ δὲ ἡ σμηκτικὴ τοῦ Πνεύματος δύναμις πάντα ῥύπον ἐκτήκουσα. Εἰ γὰρ ἀθεράπευτα νομίζετε τὰ καθ’ ἑαυτοὺς ὡς παρ’ ἀνθρώποις ἀπεγνωσμένα, ἀλλ’ οὐ παρ’ ἐμοὶ ἀνίατα ταῦτα. Πολὺ δὲ Θεοῦ καὶ ἀνθρώπων τὸ μέσον.
Ὡς οὖν Θεὸς ἀνεξίκακος εἰς μετάνοιαν προκαλοῦμαι σωτηρίαν ἐπαγγελλόμενος, εἰ τὸν Σωτῆρα τὸν παρ’ ἐμοῦ πεμφθέντα προσδέχοισθε. Οὐ γὰρ κατὰ τοὺς ἀνθρώπους μνησικακῶ, καὶ μετανοῶ πάλιν ἐπαγγειλάμενος. Οὐ δεῖ τοίνυν Θεοῦ καλοῦντος, διὰ πλῆθος ἁμαρτιῶν ἀποκνεῖν τὴν μετάνοιαν, ὃ πεπόνθασιν Ἰουδαῖοι λέγοντες· «Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;» Πρὸς οὓς ὁ Θεός φησιν· «Ἐπιστροφὴν ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.» Πρὸς δὲ πίστωσιν τῆς ἐπαγγελίας ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα, χρῆται τῇ τοῦ ὑετοῦ καὶ τῆς χιόνος παραβολῇ, δεικνὺς τὸν ἐν ἀρχῇ Θεὸν Λόγον ἄνωθεν ἐκ τοῦ Πατέρος κατιόντα δίκην ὑετοῦ καὶ χιόνος , ἐφ’ ᾧ τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι, καὶ καρποφόρους ἐργάσασθαι, καὶ μὴ πρότερον ἀναδραμεῖσθαι πρὸς τὸν Πατέρα , πρὶν ταῦτα ποιεῖν. Θεοπρεπῶς δὲ νοητέον τοῦ Πατέρος καὶ τὸ στόμα, καὶ τὸν λόγον . Οὔτε γὰρ ἐκεῖνο σωματικόν. Οὔτε οὗτος ἀνυπόστατος.
PG 87:2559Ἐπεὶ πῶς ἂν κατορθώσας ἐπαναστρέφοι πρὸς τὸν Πατέρα μὴ διαχυθεὶς, ὡς τῶν ἀνθρώπων ὁ λόγος μόνον ὑπάρχων σημαντικός; Τινὲς δὲ τὸν ὑετὸν δῆλον ἔφασαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων χορηγίαν, δι’ ἧς εὔκαρπος ἡ πᾶσα γέγονεν, ἐπιψάλλοντος τοῦ Δαβίδ· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτῖσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον. Πλήθυνον τὰ γεννήματα αὐτῆς. Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Καὶ διὰ Μωσέως φησί· «Καταβήσεται ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου.» Καὶ Παῦλος δέ φησιν· «Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσει τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.» Καὶ πῶς γὰρ οὐ δράσει ταῦτα τὰ θεῖα Λόγια; κατὰ γὰρ τὸν παρόντα προφήτην· «Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Ἐξ οὗ τὴν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευματικὴν, ὡς μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, καὶ τὸν ἄρτον ἔχειν τὸν ζωοποιὸν, ἀλλὰ καὶ σπέρμα τῷ σπείροντι . Οἱ γὰρ μυσταγωγοῦντες λαοὺς, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἑαυτοῖς ἐθησαύρισαν σπόρον .
Κατὰ γὰρ τὸν Παῦλον, Θεοῦ γεώργιόν ἐσμεν, Θεοῦ συνεργοὶ τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Πρὸς δὲ τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ προσιόντας λόγῳ φησίν· Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε , δηλαδὴ τῆς πατροπαραδότου πλάνης, κατὰ τὸ, Ἔξελθε ἐκ τῆς γῆς σου. Καὶ ἐν χαρᾷ διδαχθήσεσθε τὸ σωτήριον Εὐαγγέλιον. Διὸ προέφη· Εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου . Δυςχερὲς γὰρ ἀποφοιτᾷν ἡδονῶν σαρκικῶν, καὶ πλάνης προειλημμένης. Καὶ δεῖ Θεοῦ πρὸς τὴν ἄνω πορείαν ὁδηγοῦντος ἡμᾶς καὶ κούφους ἐργαζομένου. « Ὄρη γὰρ, φησὶ, τὰ ὑψηλὰ ταῖς ἐλάφοις.» Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν» Καὶ ἄλλος δὲ προφήτης φησίν· «Εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς·» ὅπερ ἐστὶν θεόδοτον· οὐ τἀναντία φησὶ περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς. «Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ.» Ἀκολουθεῖ δὲ τὸ χαίρειν τοῖς εὐοδουμένοις ἐν ἀρεταῖς καὶ γνώσει Θεοῦ.
PG 87:2560«Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.» Ἐφ’ οἷς αἱ θεῖαι δυνάμεις εὐφραίνονται δηλούμεναι δι’ ὀρῶν καὶ βουνῶν . Καὶ ὁ Σωτὴρ γάρ φησι, χαρὰν ἔσεσθαι ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πνεύματα γάρ εἰσι λειτουργικὰ πρὸς διακονίαν σωτηρίας πεμπόμενα. Ἡ δὲ τούτων διαφορὰ κατὰ τὸ ὑψηλότερόν τε καὶ ἔλαττον. Ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις , εἶεν ἂν αἱ καρποφόροι ψυχαὶ ἐπὶ τῇ ἐπιστροφῇ τῶν ἀνόμων ἡδόμεναι. Τινὲς δὲ ὄρη μὲν τοὺς διδασκάλους τῆς Ἐκκλησίας τοὺς οὐδὲν χαμαίζηλον ἔχοντας· βουνοὺς δὲ, τοὺς μετ’ αὐτούς. Χαρὰ γὰρ τούτων ἡ σωτηρία τῶν προσιόντων, ὡς καὶ Παῦλον λέγειν· «Χαρὰ καὶ στέφανός μου.» Ξύλα δὲ ἀγροῦ τοὺς ὑπὸ χεῖρα λαούς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Διὸ καὶ ἡ Νύμφη φησί· «Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Χαίρουσι δὲ καὶ οὗτοι τοσαύτην ἐν ἑαυτοῖς ὁρῶντες μεταβολήν. Πάλαι μὲν γὰρ γόνιμον, ἢ τρόφιμον εἶχον οὐδέν· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ στοίβην ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδεστάτην ἔφερον.
Νῦν δὲ ὅτε τῆς θείας μετέσχον χάριτος, μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην, καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. Ὁ δὲ Σύμμαχός φησιν, ἀντὶ στοίβης ἀναβήσεται βράθυ. Ἀντὶ δὲ κνιδὸς ἀναβήσεται μυρσίνη , ὡς εἰ ἔλεγεν· Ἀντὶ κακίας δικαιοσύνην, σωφροσύνην ἀντ’ ἀσελγείας, καὶ ἀντὶ θράσους ἀνδρείαν, φρόνησίν τε ἀντ’ ἀφροσύνης. Εὕροις δ’ ἂν τοῦτο καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοίβη γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος, ὁ μὲν τελώνης, ὁ δὲ διώκτης, Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις καὶ τοῖς ἀπολλυμένοις. Καὶ ἄλλο δέ τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν Κύριον ἐπιστρέψασιν ἔθνεσιν. Ἔσται γὰρ, φησὶ, Κύριος αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον . Πανταχοῦ γὰρ ἔστιν ἰδεῖν ἀπὸ Χριστοῦ καλουμένους Χριστιανούς. Καὶ σημεῖον σωτηρίας ἐπιγράφονται τοὔνομα , ὅπερ οὐκ ἐκλείψει ποτέ. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ. Τινὲς δὲ σημεῖον , τὸν δι’ οὗ σεσώσμεθα σταυρὸν εἰρήκασι· τὴν δὲ πᾶσαν ῥῆσιν οὕτως ἑρμήνευσαν ἕτεροι·
PG 87:2562Θεοῦ σώσειν αὐτοὺς ἐπαγγειλαμένου μετανοοῦντας, καὶ τοὺς ἐχθροὺς ὑποτάξειν αὐτοῖς, καὶ τοῦ προφήτου πρὸς πίστιν αὐτοὺς διεγείραντος (κληρονομήσειν γὰρ αὐτοὺς σωτηρίαν) τῶν ἀκουόντων κινηθέντων πρὸς πόθον, ἐθέλειν τε σωθῆναι λεγόντων, πρὸς τὰς ἐννοίας αὐτῶν ὁ προφήτης ὡς διψῶντας προτρέπεται. Τινὲς δὲ, φασὶν, διὰ τοῦτο εἰς ἔνδειαν ἤχθησαν τῶν ἀγαθῶν , ἵνα πόθῳ πρὸς αὐτά ποτε σπεύσωσι. Ὡς οὖν οἱ διψῶντες προσίασι ταῖς πηγαῖς, οὕτω καὶ ὑμεῖς τῷ Θεῷ, ἀντὶ παντὸς ἀργυρίου συναίσθησιν τῶν ἡμαρτημένων λαβόντες. Οὐκ ὠνητὰ γὰρ τὰ παρὰ Θεοῦ, οὐδὲ χρεία πρὸς μὲν σπονδὴν οἴνου , πρὸς δὲ θυσίαν στέατος , ἅπερ ὠνούμενοι οὐδὲν ἀποφέρεσθε πλέον εἰς ὄνησιν, ἢ κόπον καὶ μόχθον, μὴ ὄντων ἱκανῶν δυσωπημάτων. Ἀργὰ γὰρ ταῦτα πρὸς ἁμαρτίας ἐξάλειψιν, ἣν μετάνοια ποιεῖ καὶ πίστις ἡ εἰς Θεόν. Πρὸς ἀγαθῶν δὲ δωρεὰν, ἀκροατὴν οὐκ εὐγνώμονα μόνον ζητεῖ, ἀλλὰ καὶ συνιέντα, καὶ τῷ καλοῦντι προστρέχοντα. Προσέχετε δὲ, φησὶ, τοῖς ὠσίν· καὶ εἰ μὲν σωματικὸν ἀκατάλληλον. Ὀφθαλμῶν γὰρ τὸ προσέχειν . Εἰ δὲ κατὰ ψυχὴν, ἀκόλουθον.
Ἁπλῆ γὰρ οὖσα καὶ μονοειδὴς, ἐν μιᾷ δυνάμει τὰς ἔνδον αἰσθήσεις ἐκτήσατο. Τοιγαροῦν ὀφθαλμοῖς ἀκούει ὁ γράμμασιν ἐντυγχάνων, καὶ δακτύλοις διαλέγεται ὁ τούτοις γράφων. Εἶτα μέμνηται τοῦ Δαβὶδ, καὶ τῆς πρὸς ἐκεῖνον σχέσεως, δι’ ἣν αὐτῷ πᾶσαν παρεῖχε ῥοπὴν, ἧς τεύξεσθαι καὶ τούτους φησὶν, εἴπερ ἀκούειν ἐθέλοιεν. Οὕτω γὰρ ζήσονται, οὐ τὴν παροῦσαν μόνον ζωὴν, ἀλλὰ καὶ τὴν μένουσαν· οὐ μόνον δὲ ὑμεῖς ζηλοῦντες τὸν αὐτοῦ τρόπον καὶ τὴν μετάνοιαν, τῶν αὐτῶν τεύξεσθε, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει δεκτὸς ὁ ζῶν ὁμοίως αὐτῷ. Οἰκειοῖ γὰρ οὐ γένος, ἀλλὰ καρδία καὶ βίος. Οὕτως οὖν καὶ ὑμεῖς πανταχοῦ δοξασθήσεσθε , ὡς πάντας πανταχόθεν εἰς θεογνωσίαν ἐξ ὑμῶν φωτιζομένους συῤῥεῖν πρὸς ὑμᾶς, οἰκειότητα ποθοῦντας τὴν πρὸς ἐμὲ, ὡς ἐπὶ τῆς βασιλίδος Σάβα, καὶ τοῦ Αἰθίοπος εὐνούχου γεγένηται, τῆς τοῦ ἔθνους εὐσεβείας καὶ πρὸς αὐτοὺς δραμούσης τῇ φήμῃ. Ταῦτα μὲν αὐτοῖς Θεὸς ἐπηγγέλλετο. Πρὸς δὲ τοῦτο ῥᾳθυμούντων αὐτῶν, ὁ μονογενὴς παρελθὼν εἰς ἀνθρώπους πάντων ἐθνῶν ἐποιήσατο κλῆσιν. Ἀδύνατον δέ φησι τῶν προεπηγγελμένων τυχεῖν ἄνευ Θεοῦ.
PG 87:2564Ὅθεν αὐτὸν ζητητέον, καὶ κλητέον , μὴ λογιζομένου πλῆθος ἁμαρτημάτων, καὶ τὸ εἰς αὐτὸν ἠσεβηκέναι. Πολυέλεος γάρ ἐστιν. Ποῖον γὰρ πλῆθος ἁμαρτιῶν τὴν αὐτοῦ φιλανθρωπίαν νικᾷ; καὶ ἀπωθούμενος δὲ ἐπ’ ἀγαθῷ τέλει τοῦτο ποιῶ, καὶ ἀπεγνωκόσιν ἤδη τοῦτο ἀποδώσω. Πολὺς δὲ ὢν ἐν οἰκτιρμοῖς , πολλὴν ὑμῖν δώσει τὴν ἄφεσιν . Οὐ γὰρ ὑφίσταταί τι πάθος ἀνθρώπινον. Ἄνθρωπος γὰρ κἂν ἀφιέναι θέλῃ, διὰ θυμὸν ἔσθ’ ὅτε κωλύεται τὴν τῆς λύπης δεχόμενος μνήμην. Κἂν τέκνῳ τι χαρίσασθαι θέλῃ, τοῦ διδομένου πολλάκις ἡ στέρησις ἀνακρούεται. Ἐμοὶ δὲ βουλομένῳ ἀφεῖναι καὶ δοῦναι οὐ μνήμη παλαιῶν ἁμαρτημάτων, οὐ στέρησις ἐνοχλεῖ. Καὶ ὑμεῖς μὲν βουλευόμενοί τι , μεταβουλεύεσθε. Ἐγὼ δὲ ἀμεταμέλητος. Ἀπείρῳ γὰρ ὑμῶν διαφορᾷ διενήνοχα. Δηλοῖ δὲ ὁ παρ’ ἐμοῦ χορηγούμενος ὑμῖν ὑετὸς , ὃν διδοὺς εἰς εὐκαρπίαν τῇ γῇ, οὐκ ἀνεκαλεσάμην ποτέ. Ἐξ οὗ μάθετε ὡς οὐδεὶς λόγος παρ’ ἐμοῦ ῥηθεὶς ἔσται κενὸς, ἐὰν ἐπιστραφέντες αἰτήσητε τῶν ἡμαρτημένων τὴν ἄφεσιν .
Καὶ πρὸς τὰς ἐντολὰς δὲ τοῦ νόμου, φησὶν, ὑμᾶς εὐοδώσω, διδοὺς ἰσχὺν πρὸς τὸ φυλάττειν αὐτὸν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον ἔνδοξον, καὶ ὑπὸ Κύρου καὶ τῶν ἐχθρῶν δορυφορουμένην ποιήσω. Ὡς γὰρ ἐξ Αἰγύπτου, φασὶ, χωρούντων ὑπεχώρει τούτοις ἡ θάλαττα, διαβατὸς δὲ καὶ Ἰορδάνης ἐγένετο· οὕτως ἱστορεῖται μετὰ τὴν αἰχμαλωσίαν ὁ Τίγρις ποδὶ γενέσθαι διαβατός. Καὶ ὡς ἐν ἀγαλλιάσει κινηθῆναι τὰ ὄρη , καὶ τοσαύτην σχεῖν μεταβολὴν ἀντὶ τῆς καταλαβούσης ἐκ τῶν πολεμίων ἐρημίας, ὡς καὶ ξένων δένδρων, παρὰ τὰ ὄντα, βλάστην ἐκδοῦναι, τῆς τοῦ Θεοῦ δεικνυμένης ἐξ αὐτῶν εὐμενείας. Ἐκ δὲ τῶν εἰρημένων ἐπίστηθι ὡς ἀμετάθετος ἡ βουλὴ τοῦ Θεοῦ δι’ αἰῶνος , κἂν μὴ ἐπὶ μιᾶς ἢ πλειόνων γενεῶν πληρωθῇ. ΚΕΦΑΛ. Ν. αια. Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, καὶ ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατα μὴ βεβηλοῦν· καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ, μὴ ποιεῖν ἄδικα, κ.τ.λ.
PG 87:2565Περιγράψας ὁ λόγος τὴν περὶ τῶν ἐθνῶν προφητείαν, ἐπὶ τὸ τῶν Ἰουδαίων τάγμα μετέβη τῶν τότε τῷ προφήτῃ συνόντων, οἵτινες ἐφρόνουν ἐπ’ εὐγενείᾳ, καὶ τῷ φυλάττειν τὰ Σάββατα, καὶ τὸ πολύγονον εὐσεβείας ἐνόμιζον γέρας, ὡς ἀναπίπτειν ἐντεῦθεν τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους · τοὺς μὲν ὡς εὐγενείας, τοὺς δὲ ὡς παίδων ἐστερημένους. Διὸ δείκνυσι Θεὸς ἐν τρόποις εἶναι καὶ ταῖς ἀρεταῖς τὸ μακάριον. Ὁ γὰρ ἐστερημένος δικαιοσύνης καὶ κρίσεως , κἄν τι τῶν εἰρημένων ἔχῃ, λίαν ἐστὶν ἀνόνητος. Ὅθεν φησί· Πάσης ἀκρίτου παύσασθε γνώμης, κεκριμένῳ λογισμῷ μετιόντες τὸ δίκαιον · ἤγουν, Τὰ ὀρθὰ φυλάττετε κρίματα , ἢ τὰ θεῖα κρίματα, δηλονότι τὰς ἐντολάς. Δεῖ δὲ καὶ λογισμῷ φυλάττειν, καὶ ἔργῳ ποιεῖν. Διό φησι· καὶ ποιεῖτε δικαιοσύνην , μισθὸν ἐπαγγειλάμενος τὸ σωτήριον καὶ τὸ ἔλεος , ἢ, κατὰ τοὺς λοιποὺς, τὴν δικαιοσύνην . Τινὲς δέ φασιν· Ἵνα μὴ νομίσωσιν ἐπὶ τὴν τοῦ νόμου τήρησιν τὴν ἐν σκιαῖς καὶ τύποις παρακαλεῖσθαι, ἐγγὺς εἶναι , φησὶ, τὸ σωτήριον, καὶ τὸ ἔλεος , τοῦτ’ ἔστι Χριστόν. Ἐλεήσας γὰρ ἡμᾶς, διὰ τῆς ἀφέσεως ἔσωσεν. Οὕτω καὶ Ἀμβακούμ·
«Ἔτι μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Ἀποκαλυφθῆναι δέ φησιν, ἐπειδὴ προὔλεγον μὲν οἱ προφῆται περὶ αὐτοῦ, ἐν ἰδίοις δὲ καιροῖς ἐφανερώθη. Τοῦτο καὶ Δαβὶδ ἔλεγεν· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν. Ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Ἐπὶ τοιαύταις οὖν ἐλπίσιν ἐπιλέγει, Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα. Τὴν κρίσιν λέγει καὶ τὴν δικαιοσύνην , ἀλλ’ οὐχ ὁ προτερήμασι κομπάζων σωματικοῖς, εὐγενείᾳ τε καὶ πολυπαιδίᾳ. Συνῳδὰ τούτοις ἔλεγεν Ἰωάννης ὁ Βαπτιστής· «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁμοίως καὶ ὁ Σωτήρ· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Δεῖ δὲ πρὸς τῷ φυλάττειν [Σάββατα], καὶ ἀντέχεσθαι τῆς δικαιοσύνης, καὶ κρίσεως , καὶ μὴ παρέργως ἐπ’ αὐτὰ χωρεῖν. Μετὰ τούτων γὰρ καὶ ἡ φυλακὴ τῶν Σαββάτων ἐπαινετὴ, ἥτις ἐστὶν οὐχ ἁπλῶς ἐν ἀργίᾳ, ἀλλ’ ἐν τῷ τὰς χεῖρας , τοῦτ’ ἔστι τὰς πράξεις καθαρὰς ἀτόπων ἔργων τηρεῖν. Οὕτω γὰρ δεῖ Σαββατίζοντας θυσίας προσάγειν πνευματικάς.
PG 87:2567Εἶτα παραμυθεῖται τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους , ὡς οὐδενὸς τῶν μεγάλων ἐστερημένους σωματικῆς εὐγενείας καὶ παίδων γονῆς. Οὐ γὰρ ἐμποδίσει ταῦτα τῶν θείων τυχεῖν ἀγαθῶν, εἰ ζῷεν θεοσεβῶς, τῷ δικαιοπραγεῖν ὡς δεῖ Σαββατίζοντες . Οὐ γὰρ ψιλὰ θέλει τὰ Σάββατα ὁ κατ’ ἀρχὰς εἰπὼν τοῦ βιβλίου· «Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·» ἀλλ’ εἰ καὶ ἔδει τότε σωματικῶς τηρεῖσθαι, διὰ τὴν παραγγελίαν τοῦ νόμου τὸ Σάββατον, μετὰ κρίσεως καὶ δικαιοσύνης ἦν τηρητέον . Οὐκ ἄρα παραβλάψει τὸν ἀλλογενῆ τὸ νόθον τοῦ γένους. Ἀρέσκων γὰρ Κυρίῳ εἰς ἔθνος ἅγιον καὶ ἐν τέκνοις τελέσει τοῦ Ἀβραάμ. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ,» ὡς ὁ Παῦλός φησιν. Οὐδ’ ὅτι εἰ εἶ σπέρμα Ἀβραὰμ, πάντως καὶ τέκνα.« Ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα, καὶ ἡ ἐπαγγελία δὲ τῷ Ἀβραὰμ οὐκ ἐπὶ μόνοις δέδοται τοῖς ἐξ αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς διὰ πίστεως.» Ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Ἀλλ’ οὐδὲ τὸν εὐνοῦχον θεοσεβοῦντα παραβλάψει τὸ ἄγονον, εἰ καὶ ἡ πολυπαιδία καιροῦ καλοῦντος ἐν εὐλογίας δέδοται τάξει.
Ἀντὶ τῆς οὖν πολυτεκνίας δώσειν αὐτοῖς ἐπαγγέλλεται ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ τείχει αὐτοῦ, τόπον ὀνομαστόν · ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων. Καὶ ὄνομα δὲ , φησὶν, αἰώνιον δώσω αὐτοῖς ὃ οὐκ ἐξαρθήσεται , ὁποῖον ἦν τὸ δοθὲν Ἰακὼβ, καὶ ποιῆσαν αὐτὸν Ἰσραὴλ, ἄνθρωπον θεωρὸν Θεοῦ. Τοῦτο γὰρ σημαίνει τὸ ὄνομα, ὃ καὶ γέγονεν ἔργον. Εἰ δὲ καὶ, κατὰ τὸν λόγον τοῦ Σωτῆρος, εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπειδὴ πολλαὶ μοναὶ παρὰ τῷ Πατέρι, καὶ ἔστι πόλις Θεοῦ Ἱερουσαλὴμ ἐπουράνιος· ἀκόλουθον ἐκεῖ δίδοσθαι τόπον αὐτοῖς ἐν τῷ τείχει ταύτης τῆς πόλεως · ἤγουν καὶ τῆς ἐπὶ γῆς Ἐκκλησίας, ἐν ᾗ διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ πολυπαιδίας κρείττω τὴν ἐπὶ τούτοις ἐν Κυρίῳ δόξαν ἡγούμενοι καὶ φυλάττοντες τὰ Σάββατα αὐτοῦ, δηλονότι Χριστοῦ, ἀληθῆ καὶ οὐ σκιώδη τυγχάνοντα. Τὰ αὐτὰ δὲ πράττοντας καὶ τοὺς ἀλλογενεῖς εἰςάξειν εἰς ὄρος ἅγιον αὐτοῦ ἐπαγγέλλεται, δέξεσθαί τε παρ’ αὐτῶν θυσίας , δηλαδὴ τὰς δι’ εὐχῶν καὶ αἰνέσεως, ἢ καὶ τὰς σωματικὰς, εἰ περὶ τῶν πρὸ τῆς παρουσίας ὁ λόγος.
PG 87:2569Τὸν γὰρ οἶκον αὐτοῦ πᾶσιν ἀνεῷχθαι τοῖς ἔθνεσιν , τῶν ἐξ Ἰσραὴλ διελέγχων τὸν τύφον, οἳ κατεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ, καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες, καὶ λέγοντες· «Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Καὶ ὅρα πῶς παρῆλθε τὰ ἀρχαῖα, καὶ γέγονε πάντα καινά. Ὁ μὲν γὰρ νόμος φησίν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου. Ὁ δὲ Χριστὸς πάντας εἰσάξειν εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἐπαγγέλλεται. Αὐτὴ γὰρ ὄρος τὸ ἅγιον . Εἰς ἣν εἰσελθόντες τοῖς ἐξ αὐτοῦ χαρίσμασιν ἐνευφραίνονται. Ὡς δὲ ἐκ παραδείγματος τῆς κατὰ νόμον λατρείας, δεκτὰς αὐτῶν ἔφη γίνεσθαι τὰς θυσίας . Ἀναλόγως γὰρ, τῶν μὲν ὁλοκαυτουμένων , ὅσοι δι’ ὅλων ἑαυτῶν καθιέρωνται τῷ Θεῷ· τῶν δὲ ἐκ μέρους, ὁποία τῶν ἐν Κυρίῳ γεγαμηκότων ἡ ζωὴ, μεμερισμένη Θεῷ τε καὶ κόσμῳ. Πλὴν οὐ μόνοις ἤμερος τοῖς ἐξ ἐθνῶν ὁ Σωτήρ. Συνάξει γὰρ, φησὶ, καὶ τοὺς διεσπαρμένους Ἰσραήλ . Ἀπέστησαν γὰρ τῆς ἐν νόμῳ πολιτείας μᾶλλον, ἢ τῆς Ἰουδαίας ἔξω γεγόνασιν, εἰδωλολατροῦντές τε καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Ἐξ ὧν ὁ ἐπισυναχθεὶς ἐκ τῆς διασπορᾶς Ἰσραὴλ , οἵτε πάλαι θεοσεβεῖς, καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Τὰ θηρία δὲ τοῦ δρυμοῦ τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα σημαίνει τοὺς ἐθνικούς. Δρυμὸν γὰρ συνήθως καλεῖ τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν, ἅπερ εἰς ἑστίασιν ἀνακαλεῖται πνευματικήν. Διὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ, πάντα τὰ θηρία, πᾶν ζῶον αὐτοῦ εἴρηται. Καὶ πάλιν πάντα τὰ ζῶα αὐτοῦ . Τίνος δὲ αὐτοῦ , ἢ τοῦ Θεοῦ; οὐχ ἁπλῶς δὲ τὰ θηρία καλεῖ, ἀλλὰ τὰ αὐτοῦ. Ἐθηριώθησαν γὰρ ὑπὸ τυράννῳ τεθραμμένοι τῷ διαβόλῳ, καὶ ζῶντες οὐκ ἀνθρωπίνως. Ἀλλὰ νῦν αὐτοὺς ἐπὶ τράπεζαν καλεῖ τὴν νοητὴν, τὸν ἄρτον φαγεῖν τῆς ζωῆς, ὥς τε χαίροντας λέγειν· «Ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν.» Καὶ δι’ ἑτέρου δὲ προφήτου φησί· «Φάγετε καὶ πίετε καὶ μεθύσθητε οἱ πλησίον.» Μακρὰν γὰρ ὄντες Θεοῦ, διὰ πίστεως ἤγγισαν, καὶ μετέχουσιν ἄρτου τοῦ στηρίζοντος καρδίαν ἀνθρώπου. Κατὰ δὲ τὴν ἱστορίαν διχῶς νοήσεις. Ἡ γὰρ διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην λέγων συνάξειν τὸν Ἰσραὴλ , μετ’ αὐτῶν καὶ τὰ θηρία συνάξειν φησίν.
PG 87:2570Τότε γὰρ εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι , οὓς διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον θηρία καλεῖ. Ἢ θηρία συνήθως φησὶ τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ , καὶ ὅλῳ στόματι φαγόντας αὐτὸν, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Διὸ καὶ ὡς θηρία πρὸς βρῶσιν αὐτοὺς τοῦ ἔθνους καλεῖ, καὶ τὸ εὔλογον τῆς κολάσεως ἐπιδείκνυται λέγων· ἴδετε ὅτι πάντες ἐκτετύφλωνται . Τινὲς δέ φασιν ὡς προγνοὺς ὅτι τὰ μὲν θηρία πεισθήσεται τῷ κηρύγματι, ἐν ἀπιστίᾳ δὲ τὸ Ἰουδαίων πλῆθος μενεῖ, τυφλοὺς εἰκότως αὐτοὺς ἀπεκάλεσεν, οἳ μηδὲ τοῖς θηρίοις γεγόνασιν ἴσοι. Ἀντὶ δὲ τοῦ, ἴδετε ὅτι ἐκτετύφλωνται , Σύμμαχος καὶ Θεοδοτίων, οἱ σκοποὶ αὐτοῦ , φασὶ, τυφλοί . Ἀκύλας δὲ σκοπευταί . Ἀντὶ δὲ τοῦ ἐνεοὶ , Σύμμαχος ἄλαλοι . Ἀκύλας δὲ μογιλάλοι . Νοήσεις δὲ τοὺς ἐνταῦθα σκοποὺς τυφλοὺς ἐξ ἑτέρων διορατικῶν σκοπῶν, περὶ ὧν ἐλέγετο. Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη . Ἀνθ’ οὗ οἱ λοιποί. Φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν . Ἦν δὲ περὶ τῶν ἀποστόλων ὁ λόγος τῶν διορατικῶν τῆς Ἐκκλησίας σκοπῶν. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκω Ἰσραήλ.
Ἐνταῦθα δὲ οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται, καὶ κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν , οὐδὲ τῆς τοῦ Θεοῦ ποίμνης ἀπελαύνειν τοὺς λύκους. Καὶ πῶς οἱ πρώτους ἑαυτοὺς ἐκτυφλώσαντες , καὶ τὸ φῶς τὸ ἀληθινὸν μὴ δεξάμενοι; καίτοι σαφῶς ἐβόα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ πάλιν· «Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς·» περὶ ὧν ὁ προφήτης φησίν· «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μεινάντων αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.» Καὶ ὁ Σωτὴρ δέ φησι «Τυφλοί εἰσι τυφλῶν ὁδηγοὶ, δηλονότι τὴν διάνοιαν.» Ὅθεν ἐπήγαγε νῦν ὁ προφήτης, καὶ οὐκ ἔγνωσαν φρονῆσαι . Δι’ ὅπερ αὐτοῖς παρεκελεύετο καὶ Δαβίδ· «Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.» Ὡς μὴ πεισθέντες ἐκ τῆς ὁδοῦ τῆς εὐαγγελικῆς ἀπολώλασι σὺν αὐτοῖς, οἷς ἐποίμαινον, πρὸς τῷ μὴ φυλάττειν ὡς κύνες , τὰ τῶν λύκων ποιήσαντες, ὡς λέγεσθαι περὶ αὐτῶν· «Οἱ ἱερεῖς οὐκ εἶπον, Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με.» Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.
PG 87:2572Οἳ οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ ἐνυπνιαζόμενοι . Διὸ Σύμμαχος μέν φησιν· ὁραματισταὶ κοιμώμενοι, ἀγαπῶντες νυστάζειν . Ὁ δὲ Ἀκύλας· φανταζόμενοι κοιμώμενοι, ἀγαπῶντες νυστάξαι . Καὶ τοιοῦτοι μὲν ἦσαν πρὸς τοὺς ἐκτὸς, καθ’ ὧν ἔδει διεγρηγορέναι καὶ νήφειν. Πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς, κατεσθίοντες τὰ ὑποκείμενα θρέμματα, καὶ τοῦτο λίαν ἀπλήστως. Παρεδίκαζον γὰρ διὰ δῶρα, καθάπερ ἔφη προλαβὼν προφήτης· κοινωνοὶ κλέπτων, ἀγαπῶντες δῶρα. Καὶ Ἀμβακοὺμ δὲ πρὸς τὸν Θεὸν ἀγανακτητικὰς εἰπὼν φωνὰς ἐπιφέρει· «Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐκ ἐξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» Καὶ τοῦ δὲ καρποῦσθαι τὰς δεκάτας μόνον, ἐγίνοντο ἀποδεκατοῦντες τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ παρορῶντες τὴν κρίσιν, καὶ τὸ ἔλεος καὶ τὴν πίστιν, καθά φησιν ὁ Σωτήρ. Ταύτης ἕνεκα τῆς αἰτίας πάντες φησὶ ταῖς ὁδοῖς αὐτῶν ἠκολούθησαν , οὐ ταῖς ὁδοῖς τοῦ Θεοῦ.
Καὶ οὐ καθ’ ἕνα μόνον ἦσαν τοιοῦτοι, ἀλλὰ καὶ κατὰ τὸ αὐτὸ συνέδρια ποιούμενοι πονηρὰ, οἷα τὰ κατὰ Χριστοῦ, καὶ τῶν ἀποστόλων. Ταῖς γὰρ ὁδοῖς αὐτῶν ἀκολουθοῦντες φιλήδονοι μᾶλλον ἦσαν, ἢ φιλόθεοι. ΚΕΦΑΛ. ΝΖ. αιδ. Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκδέχεται τῇ καρδίᾳ. Καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προςώπου ἀδικίας ἦρται ὁ δίκαιος. Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Ἦρται ἐκ τοῦ μέσου. Ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης, κ.τ.λ. Δι’ ὅπερ εὐθὺς αὐτῶν τὰ κατὰ Χριστοῦ καὶ τῶν δικαίων ἐπιφέρει τολμήματα λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ . Καὶ πῶς γὰρ ἤμελλον ἰδεῖν οἱ τυφλοί; ἦ γὰρ ἂν ἑώρων αὐτὸν, τὴν κατ’ αὐτῶν οἰκονομίαν νοήσαντες, καὶ οὐκ ἂν ἐκ τῶν ἐναντίων ἔλεγον· «Δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν;» Δίκαιος δὲ ἦν, ὡς οὐκ εἰδὼς ἁμαρτίαν· οὐ μετέχοντες καὶ οἱ μαθηταὶ χρηματίζουσι δίκαιοι , οὓς καὶ αὐτοὺς ἀπέκτειναν τὸν εὐαγγελικὸν αὐτοῖς πρεσβεύοντας λόγον. Ἀπέκτειναν γοῦν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ Στέφανον, τὸ τῆς ἀσεβείας οὐκ ἐννοούμενοι μέγεθος·
PG 87:2574ὅπερ ἐστὶ τὸ, μὴ ἐκδέχεσθαι τῇ καρδίᾳ . Ἦρται δὲ καὶ ἐκ προσώπου ἀδικίας ὁ δίκαιος · τοῦτ’ ἔστιν, οἱ ἄδικοι κατηγωνίσαντο τοὺς δικαίους . Ὁμοῦ δὲ καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου δεδήλωκε. Διὰ μὲν τῆς ταφῆς , τὸν θάνατον· διὰ δὲ τοῦ ἦρθαι ταύτην ἐκ μέσου, τὴν ἀνάστασιν. Ἀφανὴς γὰρ γέγονε μὴ μείναντος ἐν αὐτῇ τοῦ ταφέντος, ὡς καὶ τὸν ἄγγελον λέγειν· Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο. Πῶς δὲ γέγονεν ἡ ταφὴ αὐτοῦ ἐν εἰρήνῃ , ἢ ὅτι σιωπῶν, καὶ μηδὲν ἀντιλέγων ἀνῄρηται; ἢ ὅτι οὐκ ἐπεδικάσατο αὐτοῦ ὁ ἄρχων τοῦ κόσμου τούτου, μηδὲν εὑρὼν ἐν αὐτῷ; ἢ ὥς φασιν, ἐπειδὴ πάντες οἱ καθηγηταὶ τῶν Ἰουδαίων, μετὰ τῶν ὑπηκόων, ἀπέκτειναν αὐτὸν ὁμονοίᾳ χρησάμενοι, μηδενὸς ἀντιλέγοντος. Ἐκ πολλῆς δὲ φιλοθεί̈ας λοιπὸν ὁ προφήτης αὐτοῖς ἐπιφέρεται, οἷς οὐκ ἤρκεσε τῶν προφητῶν τὸ αἷμα, πρὸς αὐτὸ δὲ τῆς μιαιφονίας ἀνέδραμον τὸ κεφάλαιον. Δεινὸν μὲν γὰρ ὅτι καὶ πάλαι τοὺς προφήτας ἐσυκοφάντουν. Πλὴν ἀλλ’ ἦσαν ἄνθρωποι τάξιν οἰκετικὴν περιφέροντες. Τί δ’ ἂν εἴποις, φησὶν, ὅτι κατ’ αὐτοῦ τοῦ πάντων Δεσπότου τὰς γλώσσας ἐκίνησαν;
Σαμαρείτην γὰρ ἔλεγον, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον, καὶ δαιμονᾷν. Καὶ τέλος Πιλάτῳ προσαγαγόντες ἔφασκον· «Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι.» Τοιγαροῦν δι’ Ἡσαί̈ου φησὶν ὁ Σωτήρ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς. Αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ.» Καίτοι γὰρ εἰδότες ὅτι αὐτὸς ὁ κληρονόμος ἐστὶν, ἔλεγον· «Δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Καὶ διὰ τοῦ ψαλμοῦ δέ φησιν· «Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με.» Τέκνα δὲ καλεῖ ἀπωλείας , ὡς μὴ δεξαμένους τὸν σώζοντα· καὶ σπέρμα ἄνομον · «Περὶ ἐμοῦ γάρ φησι γέγραφε Μωσῆς·» ὥστε καὶ τὸν νόμον παρέβησαν. Φησὶ δὲ αὐτοὺς καὶ σπέρμα μοιχῶν καὶ πόρνης μοιχούς φησι, καλῶν ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οἱονεὶ γὰρ ἐμοιχῶντο τὴν Συναγωγὴν, ἐντάλματα ἴδια, οὐ τὰ ἐκ νόμου διδάσκοντες. Ὧν ἡ Συναγωγὴ δεχομένη τὰ σπέρματα , δικαίως ἐχρημάτισε πόρνη . Κυριοκτόνους δὲ αὐτοὺς ἀποφήνας, δείκνυσιν ἐκ παλαιοῦ νοσοῦντας αὐτοὺς τὸ μισόθεον. Ὑμεῖς γὰρ οἱ καὶ πάλαι παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα , καὶ ταῦτα τοῦ νόμου διδάξαντος·
PG 87:2575«Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Καὶ οὐκ ἤρκει μόνοις ἀσεβεῖν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐδίδασκον. Ἔσῃ τοίνυν μερὶς ἀλωπέκων, δηλονότι δαιμόνων οἷς περ ἐλάτρευσας, οἷς τὸ σκότος ἡτοίμασται τὸ ἐξώτερον· ἡ ἄρα τὴν σφαγὴν τῶν τέκνων φησὶν εἰς αὐτοὺς περι[ελεύς]εσθαι, πολεμίων αὐτὴν ἐπαγόντων. Φησὶ δὲ, ὅτι καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου , τὰ ἀντὶ φυλακτηρίου λέγων ἀγάλματα, μνημόσυνα τῆς εἰδωλολατρείας ὑπάρχοντα, πρὸς τὸ μεμνῆσθαι τούτων διὰ παντὸς παρεστηκότων ἢ ταῖς θύραις ἐγγεγλυμμένων. Ὤου γὰρ ἐμοῦ ταῦτα τυγχάνειν ὠφελιμώτερα. Πῶς γὰρ ἂν καὶ γένοιτο τὸ κακὸν αἱρετὸν μὴ φαινομένῳ χρωσθὲν ἀγαθῷ; Τὸ δὲ, ἐπ’ ὄρος ὑψηλὸν ἐκεῖ σου ἡ κοίτη , ἐπειδὴ τοῖς εἰδώλοις ἐνυπνίων ἕνεκα παρεκάθευδον. Ταῦτα μὲν ὡς πρὸς τοὺς εἰρημένους σκοποὺς τυφλοὺς καὶ τοὺς κύνας τοὺς ἐνεούς . Τὰ δὲ ἑξῆς ὡς πρὸς αὐτὴν Ἱερουσαλὴμ, καὶ τὴν τῶν Ἰουδαίων ἐπιφέρει συναγωγὴν , Ἠγάπησας λέγων τοὺς κοιμωμένους μετὰ σοῦ .
Κατὰ δὲ τοὺς λοιποὺς, ἠγάπησας τὴν κοίτην αὐτῶν , τῶν σκοπῶν δηλονότι τῶν εἰρημένων, μεθ’ ὧν πάσης πορνείας ἐπλήρους ὁδὸν, εἰδωλολατρείας, νεκυομαντείας, οἰωνισμῶν, καὶ τῶν ὅσα τοιαῦτα, ὧν γινομένων, πολλοὺς ἐποίησας ἀπὸ σοῦ · φεύγοντες γὰρ οἱ προφῆται καὶ οἱ θεοσεβεῖς τὴν Ἱερουσαλὴμ ἔλεγον· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη.» Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὡς δεισιδαίμονα τὴν Ἱερουσαλὴμ Βαβυλῶνα καλέσαντες. Ἤγουν φησὶν, ἐπλήθυνε παρ’ ἑαυτῇ Θεοὺς τοὺς μακρὰν ἀπ’ αὐτῆς , περιεργαζομένη τὰ τῶν ὁμόρων σεβάσματα. Ὃ δηλοῖ καὶ τὸ, ἀπέστελλες πρέσβεις ὑπὲρ τὰ ὅριά σου . Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Καὶ ἐπλήθυνες τὰ μυρέψιά σου. Ἀπέστειλας ὅμηρά σου ἕως μακράν . Ὡς πρὸς ἑταίραν δὲ καλλωπιζομένην ὁ λόγος ἐφ’ ἡδονῇ τῶν αὐτῇ προσιόντων. Ὅθεν φησὶν ἐταπεινώθης ἕως ᾄδου. Ταῖς πολυοδίαις σου ἐκοπίασας . Μὴ μείνασα γὰρ ὑψηλὴ παρὰ Θεῷ, τεταπείνωται . Διό περ ἔλεγεν· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.» Τίς δὲ τῆς ταπεινότητος ὁ τρόπος; ἡ πολυοδία .
PG 87:2577Οὐ γὰρ μίαν ὥδευες τὴν βασιλικὴν ὁδὸν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας, ἀπ’ ἄλλων εἰς ἄλλους ἀεὶ θεοὺς μεταβαίνουσα. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἐκτόπων οἶδεν ἀκολουθεῖν ἡδονῶν, πλούτου, καὶ ἀσελγείας, καὶ κενῆς δόξης παρενοχλούντων. Διό φησιν Ἱερεμίας· «Ἐν ἐπιθυμίᾳ ψυχῆς αὐτοῦ ἐπνευματοφορεῖτο.» Ὅπερ παθοῦσα ψυχὴ δυσανάκλητος. Ὅθεν ἐπάγει· «Παρεδόθη, τίς ἀποστρέψει αὐτήν;» Καὶ Ἱερουσαλὴμ δὲ φησὶν, ἐντόνως ἐπικειμένη τοῖς κακοῖς οὐκ ἐπαύετο . Πρὸς ἣν λέγει· Οὐ κατεδεήθης μου . Ἢ κατὰ τὸν Ἀκύλαν, οὐκ ἐλιτάνευσας, ὥς τε τυχεῖν ἀφέσεως . Τὸ μὲν γὰρ ἐξ ἀρχῆς μὴ παθεῖν σωφρονούσης. Τὸ δὲ καὶ ἐπιμεῖναι λίαν ἀπεγνωσμένης. Πρὸς ὃ λέλεκται· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» μετανοοῦντας γὰρ ἕτοιμος δέχεσθαι δι’ ἑνὸς εἰπὼν τῶν προφητῶν· «Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Οἱ δὲ ὡς ἀδυνατοῦντος σῶσαι Θεοῦ, προσδοκωμένων Βαβυλωνίων, τὴν εἰδωλολατρείαν ἐπέτειναν. Διό φησι· Τίνα φοβηθεῖσα ἐψεύσω με ; τί γὰρ πρὸς θείαν δύναμιν ἄνθρωπος ὢν ὁ Βαβυλώνιος ἴσχυεν; γέγραπται γὰρ περὶ Θεοῦ·
«Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες.» Καὶ Ἡσαί̈ας δέ φησιν· «Οὐχὶ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίαλος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν; τίνι ὡμοιώσατε Κύριον;» ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ τίνα φοβηθεῖσα ἐψεύσω με, Διέμεινες δέ φησιν, ἐξ αἰῶνος ἄφοβος καὶ ἄνευ λαβῆς · δεικνὺς ὡς, εἰ καί ποτε θεοσεβεῖν ἔδοξας ἐπαγγέλλεσθαι, καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω , Οὐδὲ γὰρ πρὸ τούτους ἔλαβές με πρὸς μνήμην , καὶ δὲ νῦν τοιαύτη παρέμεινας. Διὰ τοῦτο καταλείψω σε ἔρημον, καὶ λοιπὸν ἔκδικος ὀργή σε καταλήψεται, τὰ σὰ κακὰ διελέγχουσα. Καὶ τίς σε τότε τῶν σῶν ἐξελεῖται θεῶν; καὶ ἀλλαχοῦ δέ φησιν· «Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν ἐροῦσι, φησὶν, Ἀνάστα, σῶσον ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου · Σύμμαχος ἐξελέσθωσάν σε , φησὶν, αἱ συναγωγαί σου · σαφῶς διδάσκων ἀνωφελεῖς εἶναι τὰς αὐτῶν συναγωγάς · εἰ μὴ ἄρα τῶν συνηγμένων αὐτοῖς εἰδώλων οὕτω τὸ πλῆθος ἐκάλεσεν. Τούτους δὲ, φησὶν, ἄνεμος λήψεται , ἢ τοὺς θεοὺς, ἢ τοὺς κατηγορηθέντας λέγων. Καὶ δι’ Ἰεζεκιὴλ γάρ φησι πρὸς τὴν τούτων Συναγωγήν ·
PG 87:2579«Καθὼς ἐποίησας, οὕτως ἔσται σοι.» Καὶ Ἡσαί̈ας δέ φησιν· «Οὐαὶ τῷ ἀνόμῳ· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Καὶ νῦν δέ φησιν ὡς παριδοῦσά με παροραθήσῃ, ἀντὶ τῶν σῶν κακῶν παθοῦσα δικαίως. Καὶ ταῦτα μὲν τούτοις. Οἱ δὲ τὴν καλὴν ἐπιλεξάμενοι μερίδα, τὸν Θεὸν, τὴν πρέπουσαν ἕξουσιν ἀμοιβήν. Κτήσονται γὰρ τὴν ἐπηγγελμένην τοῖς πραέσι γῆν, καὶ ὄρος ἅγιον , τὴν ἐπουράνιον πόλιν· οἳ καὶ ἑτέρων φανοῦνται διδάσκαλοι, παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ, καθαρὰς ποιουμένους καὶ λείας διδασκαλίας σκολιὸν ἐχούσας μηδέν. Οὐ φροντίζει γὰρ μόνης τῆς ἑαυτοῦ σωτηρίας ὁ κατορθώσας παρὰ Θεῷ, προςτάττει δὲ καὶ τὴν τῆς θεοσεβείας ἐξομαλίζειν ὁδὸν , καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀναγνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὑτῶν ἑρμηνείας. Πρέποι δ’ ἂν εἰρῆσθαι ταῦτα περὶ τοῦ τῶν ἀποστόλων χοροῦ, οἳ τὸ ἅγιον ἐκληρονόμησαν ὄρος . Περὶ οὗ φησι καὶ Δαβίδ· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου·» καὶ τὰ ἐπὶ τούτῳ.
Οἳ τῆς εἰς Χριστὸν ἀγάπης σφοδρῶς ἀντεχόμενοι ἔλεγον, «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» οἷς ῥηθήσεται, φησὶν, τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τίνα δὲ τρόπον Ἄρατε σκῶλα , φησίν; τοῦτ’ ἔστι τὴν λείαν ὁδὸν , τὴν διὰ πίστεως ὑποδείξατε αἰρομένων ἐκ μέσου τῶν νομικῶν ἐνταλμάτων, ἅπερ ἦν δυσκατόρθωτα. Τοιοῦτόν ἐστι καὶ τὸ, «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους διὰ τῆς ὁδοῦ ῥίψατε.» Τοῦτ’ ἔστι δυςχερείας ἀπαλλάξατε τὴν ὁδόν. Ἄλλοι δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν· Μετὰ τὴν τῶν προλεχθέντων ἐπαγγελίαν, ὑποδείκνυσι πῶς βιοῦντες αὐτῶν ἐπιτεύξονται. Μεθ’ ἃ παραμυθεῖται τοὺς προσηλύτους · εἶτα τοὺς εὐνούχους κατάραν οἰομένους τὸ μὴ σπέρμα ἐν τῷ εὐλογημένῳ γένει κεκτῆσθαι, μηδὲ κληρονομίαν δύνασθαι λαβεῖν ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Ἀναγκαίως δὲ ταῦτα συνεβούλευε τοῖς μέλλουσιν ὑπὸ τὴν ἀπόφασιν κεῖσθαι τὴν ῥηθεῖσαν πρὸς Ἐζεκίαν, ὡς ἐκ τοῦ γένους αὐτοῦ ποιήσουσι σπάδοντας· ᾗπερ ὑποπεσὼν Δανιὴλ, καὶ οἱ τρεῖς παῖδες, παραμυθίας διὰ τούτων ἐτύγχανον, ὡς μὴ ἀνονήτως τοῦ Θεοῦ μετιόντες τὰς ἐντολάς.
PG 87:2580Τοὺς οὖν τοιούτους μετὰ τῶν εὐσεβούντων ἀλλογενῶν ἐπισυνάξειν φησί. Τοῖς δὲ ἄλλοις ἀπειθοῦσι προλέγει τὰ συμβησόμενα παρὰ Χαλδαίων δίκην θηρίων ἐμπηδώντων αὐτοῖς. Τὸ δὲ αἴτιον, ὅτι ἑκόντες ἐμωράνθησαν, τοὺς κύνας τοὺς λυττῶντας μιμησάμενοι, τοὺς μὴ δεσπότας γνωρίζοντας, μή τε τοὺς τρέφοντας, μήθ’ ὑλακτεῖν δυναμένους · ὃ δὴ πεπόνθασιν. Ἀκούοντες γὰρ, ὡς ἐν ὕπνῳ, καὶ κοίταις, τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, προσεποιοῦντο νυςταγμὸν , ἀφέντες τὰ παρὰ τοῦ Θεοῦ μετ’ ἀποδείξεως τῶν ἐν ποσὶ προλεγόμενα, τοῦ μὲν ἡλίου ἀναποδίσαντος, τῶν δὲ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἀνῃρημένων. Πρὸς ἃ τυφλώττοντες, τῶν κακῶν οὐκ ἐλάμβανον κόρον· ἀλλὰ καὶ τὰς περιστάσεις ὁρῶντες, αἳ τοῖς δικαίοις συμβαίνουσι, καὶ τοὺς ἐπαγομένους βίᾳ θανάτους, διεβέβληντο πρὸς τὴν ἀρετὴν ὡς μηδὲν ὠφελοῦσαν. Ὅθεν τὰ παρ’ αὐτῶν προτάξας τῶν λεγόντων ἀπολωλέναι τὸν δίκαιον , ἐπάγει μεμφόμενος ὅτι τὰς μὲν σωματικὰς αὐτῶν ἀπωλείας ὁρῶσι, τὸ δὲ πρὸς ὄνησιν αὐτοῖς εἶναι τὸ συσταλῆναι τὸν χρόνον, καὶ πόνων αὐτοὺς ἐπ’ ἐλπίσιν ἀγαθαῖς ἀπαλλάττεσθαι σκοπεῖν οὐκ ἐθέλουσιν ἀπλῶς τοῦ δικαίου κατατρέχοντες βίου.
Εἶτα διελέγχει τὰς ἀσεβείας αὐτῶν, τὰς ἐν ὄρεσι , καὶ κατ’ οἶκον ἐπὶ τῶν ἰδίων σταθμῶν βωμοὺς ἐγειρόντων, καὶ σύμβολα κρεμαννύντων οἰωνισμῶν. Διόπερ εἰς αἰχμαλωσίαν παραδοθήσονται. Ἐν γὰρ αὐτοῖς τοῖς δεινοῖς πάντα μᾶλλον ἢ πρὸς ἐμὲ κατεφεύγετε, πρεσβείας περὶ συμμαχίας εἰς Αἴγυπτον ἀποστέλλοντες, καὶ πρὸς τὰ πόῤῥωθεν ἔθνη. Καὶ ἀντιλεγόντων ἐφ’ ἑτέρους ἐτρέχετε. Καὶ κόπων καὶ ταλαιπωρίας κόρος οὐκ ἦν. Εἶτα τὰς συμφορὰς αὐτοῖς ἀπειλήσας, ἀνέσεως τυχεῖν τοὺς αὐτῷ προσκειμένους ἐπαγγέλλεται. Καὶ καταλαβόντες, φησὶ, τὸ ἅγιόν μου ὄρος συμβουλεύσουσι πᾶν εἴδωλον ἀρθῆναι. Καὶ πᾶν σκῶλον καθαρισθῆναι ἀπὸ τῶν ὁδῶν τοῦ Θεοῦ , πρὸς τὸ ἀνεμποδίστως ἐν ταῖς ὁδοῖς μου πορεύεσθαι. ιεκα. Τάδε λέγει Κύριος ὁ ὕψιστος ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ Κύριος ὕψιστος, ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν, κ.τ.λ.
PG 87:2582Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς κύνας ἐνεοὺς καὶ τυφλοὺς, καὶ τὰ τοιαῦτα ἐκάλει, καὶ πρὸς τοὺς ὑπ’ αὐτοὺς λαοὺς τὰ πρὸ τούτων εἰπὼν, νῦν πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς, καὶ μετανοοῦντας ἐφ’ οἷς ἤμαρτον ποιεῖται τὸν λόγον, οὓς καὶ συντετριμμένους τὴν καρδίαν καλεῖ· ἦσαν γὰρ εἰ καὶ βραχεῖς ἐν αὐτοῖς ἀνακείμενοι τῷ Θεῷ προφῆταί τε, καὶ τούτων μαθηταὶ, ἑαυτούς τε καὶ τὸν λαὸν ἀποκλαίοντες, ὑστερούμενοι, θλιβόμενοι, καὶ τὰ ἐφεξῆς. Ὁ γὰρ Θεὸς, εἰ καὶ πάντων ἐστὶν ἐπέκεινα, οὐχ ὑπερορᾷ τοὺς ταπεινοὺς , ἀλλὰ καὶ δίδωσι χάριν αὐτοῖς, εἰς ὕψος ἐγείρων, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, κατὰ τό· «Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται,» καὶ ὑψωθεὶς ἐνοικοῦντα λαμβάνει Θεόν. Διὰ τοῦτο γὰρ καὶ νῦν αὐτοῖς διαλέγεται, ὡς ἂν ὑψώσῃ , καὶ ἐν ἁγίοις γεγονόσιν ἐπαναπαύηται . Οὐ τοπικὸν οὖν ἐπὶ Θεοῦ, σχετικὸν δὲ τὸ ὕψος , δι’ ἧς τοῖς ἀξίοις καὶ αὐτῷ πάρεστιν. Ὁποῖος καὶ ὁ ταπεινόφρων ἐπὶ τοῖς ἡμαρτημένοις. Εἰ δὲ καὶ ἄνθρωποι ὄντες θλίβονται δι’ εὐσέβειαν, καρτερικοὺς αὐτοὺς ἀπεργάζεται ( μακρόθυμος γὰρ ὢν, μακροθύμους ποιεῖ)·
ἀλλὰ καὶ ζωῆς ὑπάρχων πηγὴ, ζωὴν αἰώνιον δίδωσιν, ὁ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην οὐκ ἐξουδενῶν. Ὃς καί φησι πρὸς αὐτοὺς, ὡς Οὐ πάντων τῶν ὡς ἀνθρώποις ἡμαρτημένων λήψομαι δίκην· βραχέα δὲ παιδεύσας, καὶ συγκακουχεῖσθαι ταῖς ἁμαρτίαις παριδὼν τοῦ λαοῦ, τοὺς μὲν, ὡς ἀληθῶς ἀσεβεῖς, μὴ μετανοήσαντας αἰωνίῳ παραδώσω κολάσει· ὑμῖν δὲ τὴν ὀργὴν ὑπεκλύσω. Μέλει γὰρ ὡς Δημιουργῷ τοῦ δοθέντος ὑμῖν Πνεύματος παρ’ ἐμοῦ, ὃ καὶ κτίζων ἄνθρωπον, εἰς ψυχὴν ἐνεφύσησα ζῶσαν, περὶ ἧς καὶ εἴρηται· «Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.» Καὶ Ἰὼβ δέ φησι· «Πνεῦμα Κυρίου τὸ περιόν μοι ἐν ῥισὶ, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.» Οὐκοῦν καὶ παιδεύων ὑμᾶς, ὡς Πατὴρ, τοῦτο ποιῶ· «Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει.» Τοῦτο δὲ παθόντες, εὐαισθήτως ἄγαν τὴν κατὰ Θεὸν λύπην ἐλυπήθητε ἐπὶ τοῖς ἡμαρτημένοις στυγνάσαντες . Καὶ τὸν ἐκ τῆς μετανοίας βίον ἰδὼν , εἰκότως ἰασάμην ὑμᾶς ἀληθῶς παρακαλέσας . Ἀληθῆ γὰρ τὰ παρ’ ἐμοῦ. καὶ δοὺς εἰρήνην , οὐχ ἁπλῶς, ἀλλ’ ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν, καὶ τῶν πόῤῥω λίαν ἀπῳκισμένων . Καὶ τοῦτο πέρας τοῖς ἐκ τῆς ἐμῆς παιδείας ὠφελημένοις.
PG 87:2584Οἱ δὲ δὴ τοιοῦτοι, κλυδωνισθήσονται . Πῶς γὰρ ἔχει φύσιν, ἀναπαύεσθαι καὶ χαίρειν τοὺς ἀλλοτριωθέντας Θεοῦ; κατὰ δὲ Σύμμαχον· Οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη. Ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς, καὶ καταπάτημα, καὶ πηλός . Ὁ δὲ Ἀκύλας· Καὶ ἐκβράσσει ὕδατα αὐτῆς καταπάτημα καὶ πηλόν . Ὥστε εἰ λέγοι τό ποτε, ὡς περὶ θαλάσσης Αἰγύπτου, ἢ περὶ ὑδάτων τινῶν, τὸ πλῆθος τῶν ἀσεβῶν ἐκδεξόμεθα. Τινὲς δὲ τὴν προκειμένην ῥῆσιν περὶ παντὸς Ἰςραὴλ εἰρῆσθαί φασιν, οὗ τὸ κατάλειμμα σώσειν κατεπαγγέλλεται διὰ πίστεως τῆς ἐν Χριστῷ. Τὸ δὲ, ὁ κατοικῶν ἐν ὑψηλοῖς , τὸ τῆς κατὰ φύσιν ὑπεροχῆς ἀμείωτον δείκνυσιν (ὑπὲρ πάντα γὰρ ἡ θεία φύσις), ὅπερ ἐστὶ διαμένουσα, εἰ καὶ Ἰσραὴλ αὐτὴν ἐταπείνωσε, παραβαλὼν τοῖς εἰδώλοις αὐτήν. Ὥσπερ οὖν ἐμόλυνε ταῖς ἀκαθάρτοις ἐννοίαις τὸν ἅγιον , καὶ τοῖς διὰ πίστεως καθαρθεῖσιν ἀναπαυόμενον · οὓς ἂν ἴδῃ μικροψυχοῦντας , φησίν· Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, ζωήν τε δίδωσιν ἀληθῆ τοῖς πτωχοῖς τῷ πνεύματι, καὶ πειθαρχοῦσι τῷ λόγῳ· «Ὁ γὰρ λοιπὸς Ἰσραὴλ κατεπῄρετο τοῦ Χριστοῦ.
Πλὴν καὶ τούτου εὐέλπιδας ἀπεργάζεται διὰ τὸ κατάλειμμα, καὶ τὴν ἐπ’ ἐσχάτων αὐτῶν σωτηρίαν. Οὐκ εἰς τέλος γὰρ παρατενῶ τὴν ὀργὴν , διὰ τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν, καὶ ὅτι πάντες ἐμὰ τυγχάνετε κτίσματα. Ἐξέλευσιν γὰρ πνεύματος οὐ τοῦ παναγίου φησίν. Πῶς γὰρ ἂν ποίησιν παρείληφεν ἐπ’ αὐτοῦ; καταχρηστικῇ δὲ λέξει τὸ δημιουργηθὲν ἐν ἡμῖν ὑπαινίττεται. Τινὲς δὲ ἀντὶ τοῦ ἐξελεύσεται, ἐνειληθήσεται τὸ ῥητὸν παραθέμενοι, τὴν πνοὴν δηλοῦν φασι τὴν συμπλεκομένην τῷ σώματι, εἰ καὶ μὴ ὁμοούσιος αὐτῷ, πεμπομένη δὲ ἄνωθεν, καθά φησι Μωσῆς. Μικρὰν δὲ τὴν τιμωρίαν πρὸς τὰς αὐτῶν ἁμαρτίας καλεῖ, καὶ ἣν κατὰ Χριστοῦ παροινίαν εἰργάσαντο, δι’ ἣν αὐτοὺς ἀπεστράφη προειπών· «Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Παύσω δὲ τὴν ἀποστροφὴν , ὅταν μετανοήσας πορεύσῃ στυγνός . Τεύξῃ γὰρ ἀληθινῆς παρακλήσεως , τῆς Χριστοῦ χάριτος δικαιούσης ἐν πίστει, καὶ πληρούσης ἁγιασμοῦ· Υἱοθεσίας τε γὰρ καὶ τῶν μελλόντων ἀγαθῶν μεταδίδωσι, καὶ εἰρήνης ἐπ’ εἰρήνῃ .
PG 87:2586Τοῦτ’ ἔστιν .....εκουσην δώσει .... ἐγγὺς Ἰσραήλ· ἦσαν γὰρ ἐγνωκότες ..... τὸν νο...μῳ καὶ προφήταις ᾠδὴ ..... καὶ τοῖς μακρὰν ἐθνικοῖς, ὅτι γε τούτων ἐστέρηνται. Τούτοις γὰρ καὶ Παῦλός φησι· «Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Πλὴν ὁ Χριστὸς ἀμφότερα ἐποίησεν ἓν, τοὺς δύο κτίσας λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας εἰρηνεύσατο τῷ Πατέρι,» πρὸς ὃν ἔλεγε· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Καὶ τὸ κεφάλαιον ὁ προφήτης ἐπήνεγκεν εἰπών· Ἰάσομαι αὐτούς . Οἱ δ’ ἐκ τούτων ἀπειθοῦντες κλυδωνισθήσονται · κἀν τῷ καιρῷ γὰρ τῆς κλήσεως τινὲς αὐτῶν ἀπειθήσουσι, περὶ ὧν ὁ Παῦλός φησιν· «Ἀνθ’ ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου, καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε·» δηλαδὴ τὸν τῆς ἀνομίας υἱόν·
οἵτινες ψυχικὸν ὑπομένουσι κλύδωνα δίκην θαλάσσης ὑφ’ ἑαυτῶν τιμωρούμενοι, τῆς ἐγειρούσης μὲν κύματα συνεχῆ, καὶ παραπεμπούσης αἰγιαλοῖς, τὴν δὲ τούτων ἀνάκλασιν πάλιν εἰς ἑαυτὴν δεχομένης, ὥσπερ οὗτοι τοῖς ἀπὸ καρδίας κυμαίνοντες λογισμοῖς ἀναπαύλης τυχεῖν οὐ δυνήσονται . Διὸ καὶ χαίρειν οὐ δύνανται τῆς ὄντως χαρᾶς ἐστερημένοι Χριστοῦ. Κἂν γὰρ χαίρωσιν ἐφ’ ἡδοναῖς σαρκικαῖς ἀσεβεῖς, ἀλλ’ εἰς ἀπώλειαν καταστρέφουσιν. Ἡ γὰρ ἐκ θλίψεων ζωὴν αἰώνιον πραγματευομένη μόνη χαρά . Ἱστέον δὲ, ὡς τὴν εἰρημένην ἴασίν τε εἰρήνην , καὶ παῦλαν ὀργῆς , περὶ τῆς ἐξ Ἀσσυρίων ἀνακλήσεώς τινες ἐξειλήφασιν, οἳ καὶ τὸ, τοῖς μακρὰν , καὶ τοῖς ἐγγὺς , οὕτως ἐνόησαν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς οὐ μόνοις τοῖς μετανοοῦσι δίδωσιν ἄνεσιν· ἀλλὰ γὰρ δι’ αὐτοὺς καὶ τοῖς ἐν αἰχμαλωσίᾳ τυγχάνουσιν, ἑνὶ πάντας συναγαγὼν συνθήματι, κἂν οἱ μὲν διὰ μετανοίας ἐγγίζοιεν, οἱ δὲ τοῖς κακοῖς ἐπιμένοντες μακρύνοιντο τοῦ Θεοῦ, οἷς ἀρκεῖ πρὸς τιμωρίαν τὸ συνειδὸς διὰ παντὸς ταραττόμενον. ΚΕΦΑΛ. ΝΗ. ακα. Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ·
PG 87:2587ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς, κ. τ.λ. Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ, μεταβαίνει λοιπὸν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, περὶ ὧν ἔλεγεν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, διδάσκων τίνες τε οὗτοι, καὶ ἀνθ’ ὅτου κατ’ αὐτῶν ἀπεφήνατο. Ἀφόβως οὖν, καὶ σὺν παῤῥησίᾳ ταῦτα βοᾷν τῷ προφήτῃ παρακελεύεται. Τοῦτο γάρ ἐστι τὸ ὑψῶσαι τὴν φωνὴν , ὡς ἀπὸ σάλπιγγος τοὺς ἐλέγχους προφέροντα. Κατὰ καιρὸν δὲ ὡς ἐπὶ Θεοῦ πολεμίων ἡ σάλπιγξ παρείληπται. Τοῖς μὲν οὖν εὐαγγελισταῖς διὰ τῶν πρόσθεν ἐλέγετο· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν,» καὶ τὰ ἑπόμενα. Ἐνταῦθα δὲ οὐκ ἐπ’ ὄρος ἀναβαίνειν ὁ προφήτης κελεύεται (οὐ γὰρ τοῖς οὖσιν ἐν ὕψει λέγειν ἤμελλεν) ἄγαν δὲ μόνον βοᾷν , ὡς εἰς ὦτα κωφῶν, οὓς καὶ, Λαόν μου , φησὶν, εἰς κατάκρισιν αὐτῶν. Ἐγὼ μὲν γὰρ αὐτοὺς περιεποιησάμην· οἱ δὲ ἀπέφυγον.
Αἱ γὰρ ἁμαρτίαι ὑμῶν, φησὶ, διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ πλέον ταῖς ἁμαρτίαις ὑμῶν ἐπειράθητε· ὁ δὲ ἔλεγχος, ὅτι δοκοῦσίν με καθ’ ἡμέραν ἐπιζητεῖν ἐπὶ τὰς παρ’ αὐτοῖς ἀπαντῶντες Συναγωγάς. Καὶ τὰς Γραφὰς προσποιοῦνται ζητεῖν, τὰς ὁδούς μου μανθάνειν πειρώμενοι, ὡς δὴ τὰ λοιπὰ κατορθώσαντες. Καὶ ταῦτα δὴ τῷ δοκεῖν ἐποίουν, διὰ τὸν ἐπικείμενον πόλεμον ἐθέλοντες γνῶναι τὰς ἐφ’ ἑκάστῳ πράγματι διοικήσεις, καὶ τί τοῦ πολέμου τὸ πέρας. Καὶ οὕτω γὰρ τὰς ὁδοὺς νοητέον, ὅπερ ἦν ἀνδρῶν ἐννόμως πολιτευσαμένων. Οὐδεὶς γὰρ ὁδοὺς Θεοῦ γνώσεται μὴ δίκαιος ὤν. Ἐξ αὐτῶν δὲ τῶν πράξεων ἐλέγχονται τὴν τοῦ Θεοῦ καταλείψαντες κρίσιν ἐν ἀσεβείᾳ καὶ πλημμελήμασιν. Καὶ ὅμως ἐξ ἀναισθησίας ἐπιδικάζονται τῶν ἐμῶν ἀγαθῶν, ὥσπερ ἀμοιβὴν ἀρετῆς πολέμου νίκην αἰτούμενοι· καὶ ἀδικίας με γράφονται, ὡς εὐσεβοῦντας αὐτοὺς ἀπωθούμενον. Ἐνηστεύσαμεν γὰρ, φησὶ, καὶ οὐκ εἶδες . Τῶν γὰρ πολεμίων ἐπικειμένων διὰ σωματικῆς ᾤοντο νηστείας ἐξευμενίζεσθαι τὸν Θεὸν, βρωμάτων, οὐ κακίας ψυχικῆς ἀπεχόμενοι. Καὶ τὴν τοιαύτην νηστείαν ψυχῆς καλοῦντες ταπείνωσιν .
PG 87:2589Τοῦτο τοίνυν, ὦ προφῆτα, φησὶν ἔλεγχον, ὃ καὶ προβάλλονται, ἐξ ἑνὸς τούτου τὸν λοιπὸν αὐτῶν ἀποδείξας τρόπον. Τὸ δὲ, οὐκ εἶδες , οὐκ ἄγνοιαν Θεοῦ, ἀλλ’ ἀπότευξιν αὐτομάτων δηλοῖ. Μέγα δ’ ἂν ἔπραττον, εἰ ἀληθῶς ταῦτα μετήρχοντο. Καὶ Δαβὶδ γάρ φησιν· «Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προςευχή μου εἰς κόλπον μου, ἐπιστραφήσεται.» Καὶ πάλιν· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας.» Φησὶ δὲ καὶ Θεός· «Ἐπιστράφητε πρός με ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ κοπετῷ.» Ὅπερ ἐστὶν, ἐν ἀποχῇ καὶ μετανοίᾳ τῶν ἡμαρτημένων· ὃ μὴ δρῶντες οὗτοι, βρωμάτων δὲ ἀπεχόμενοι, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὡς Θεῷ χαριούμενοι, εἰ μὴ πλείονος αὐτῶν τροφῆς ποιοῖτο φροντίδα. Οὐ μόνον γὰρ κακῶν οὐκ ἀπείχοντο νηστεύοντες , ἀλλὰ τότε καὶ τὰ μέγιστα διεπράττοντο, τύπτοντες τοὺς ὑποχειρίους οὔτι που πάντως χερσὶν, ἀλλ’ ὕβρεσι, καὶ πλεονεξίαις, ἀντιλογίαις πρὸς ἀλλήλους κατατριβόμενοι, ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ καὶ κραυγὰς ἀπρεπεῖς τοὺς ὑπ’ αὐτῶν τυπτομένους. Διὸ καὶ κατ’ ἀρχὰς ἔλεγεν· «Τὴν νηστείαν καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν μισεῖ ἡ ψυχή μου.» Καὶ νῦν δέ φησιν·
Οὐχὶ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώσεως ἡμέραν . Καὶ τὸν μὲν πορευθέντα στυγμὸν ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ τὴν τοῦ Πνεύματος συντριβὴν ἐν τῷ βίῳ καὶ ταῖς πράξεσιν ἔχοντα εἶπεν ἰάσεσθαι · τὸν δὲ τὴν ἐφήμερον ἐν νηστείᾳ ταπείνωσιν σχηματιζόμενον οὐ προσίεται. Τινὲς δέ φασιν ὡς ποιοῦντες αὐτῶν τὰ θελήματα ὑπένυττον καὶ τοὺς ὑποχειρίου αὐτῶν εἰς κρίσεις καὶ μάχας, δέον βραβεύειν εἰρήνην. Τὸ δὲ, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν , ὡς τῆς ἀληθοῦς νηστείας κραυγὴν ἐχούσης παρὰ Θεῷ· ἔχειν γάρ τινα λέγεται φωνὴν πρὸς Θεὸν τὰ δρώμενα παρ’ ἡμῶν. Κατὰ τό· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με.» Εἰ μὴ ἄρα κραυγὴν τὴν μετὰ τῆς ἀνωφελοῦς νηστείας καλεῖ προσευχήν. Κἂν πάντα δὲ πόνον ὑπομείνης σωματικὸν ἄνευ τῆς κατὰ γνώμην μεταβολῆς, οὐδ’ οὕτω τἀληθῆ λέγειν ἐθέλων, νηστείαν ταῦτα καλέσεις δεκτήν . Ἡ γὰρ ἀληθὴς νηστεία τὸν μὲν σωματικὸν πόνον ἐν κρυπτῷ ποιεῖ, κατὰ δὲ τὸ φανερὸν φαιδρὸν ποιοῦσα τὸ πρόσωπον, καὶ τὴν κεφαλὴν ὑπαλείφουσα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Καρποὺς δὲ εὐλαβείας ὁρᾷν τοῖς πᾶσι παρέχεται, διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδικίας .
PG 87:2591Ὡς ἀγνοοῦντας γὰρ καὶ τὸν τρόπον τῆς ἀληθοῦς νηστείας ἐδίδαξε. Κατὰ τό· «Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι, ἐν τῇ ἀληθείᾳ σου.» Συνδέσμου δὲ ἀδικίας λύσις πλεονεξίας ἀπαλλαγῇ, καὶ τὸ μὴ τοὺς ἀσθενεστέρους πλοκαῖς αἰτιαμάτων καταδεσμεῖν. Καὶ τὰ ἐξ ἀδικίας δὲ συστάντα διάλυε συναλλάγματα διεστραμμένῃ γνώμῃ γενόμενα, ἄφεσιν διδοὺς τοῖς ἐκ τούτων, ἢ τοῦ συνδέσμου τῆς ἀδικίας συντετριμμένοις, οὓς καὶ τεθραυσμένους καλεῖ. Καὶ γραμματεῖα δὲ διάῤῥηξον μὴ δικαίως γενόμενα. Δεῖ δὲ πρῶτον ἀποστῆναι κακῶν, καὶ τότε μετιέναι τὴν ἀρετήν. Εἰπὼν οὖν τὸ πρῶτον, ἐπιφέρει τὸ δεύτερον τὸ δὲ, Θρύψον πεινῶντι τὸν ἄρτον σου , καὶ τὰ μετὰ τοῦτο, δηλῶν ὡς ὃν ἂν ἐφάγομεν μὴ νηστεύσαντες ἄρτον, διανέμειν ὀφείλομεν. Οὐ γὰρ δεῖ πρόφασιν αἰσχροκερδείας τὴν ἀσιτίαν ποιήσασθαι. Τὴν δὲ ψυχὴν ἑτέρῳ τραφησόμεθα τρόπῳ τὸν ἐνδεᾶ τροφῆς ἀνακτώμενοι. Καὶ εἰς τὸν οἶκον δὲ χρὴ μὴ πλουσίους καλεῖν διὰ τῶν ὁμοίων ἀποδιδόντας τὴν ἀμοιβήν· ἀλλ’ ἄνδρας μηδὲ στέγης ἐσχηκότας ὑποδρομήν . Μηδὲ γυμνὸν δὲ παραδράμῃς. Ὁ τῶν ὅλων γὰρ Θεὸς τοὺς μὲν ἐνδεεῖς, τοὺς δὲ πλουσίους ἐποίησεν, εἰς δοκιμὴν ἑκατέρων.
Ἵν’ οἱ μὲν ἔχοιεν καρπὸν χορηγοῦντες, οἱ δὲ τὴν πενίαν γυμνάσιον. Οἰκείους δὲ σπέρματος Ἰουδαϊκῶς μὲν τοὺς ἐξ Ἰσραὴλ καλεῖ, Χριστιανικῶς δὲ τοὺς οἰκείους τῆς πίστεως. Τοῦτο γὰρ καὶ Παῦλος, παρακελεύεται. Ταῦτα δεῖ μάλιστα τῷ καιρῷ τῆς νηστείας ποιοῦντα τότε προσιέναι, καὶ δεῖσθαι Θεοῦ, συμφώνως τῷ· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, κακεῖ μνησθῇς ὅτι ὁ ἀδελφὸς ἔχει τι κατὰ σοῦ,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ φυλάξαντι, καθάπερ ἐκ νυκτὸς ἀθρόον ἡμέρας ἐπιλάμψει σοι φῶς ἀγαθά σοι φέρον οὐράνια, καὶ φῶς γνώσεως ὑπάρχον ἀστραπῆς δίκην σὺν ὁρμῇ καὶ δρόμῳ σοι καθιέμενον, δι’ οὗ δείκνυται τοῦ χορηγοῦντος ἡ προθυμία. Διὸ καὶ πρώϊμον εἶπεν, ὡσανεὶ τοῦ Θεοῦ διὰ φιλανθρωπίαν καὶ τὸν καιρὸν προλαμβάνοντος, καὶ τῶν ἐν ψυχῇ νοσημάτων ἀπηλλαγμένων, ἀνατελεῖ τὰ χρηστότερα. Ὃ δηλοῖ τὸ Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου . Τοῦτ’ ἔστι, Μεταλαβὼν τοῦ θείου φωτὸς , γενήσῃ φῶς ἑτέροις· Φανεῖται γὰρ ἡ δι’ ἔργων ἀρετή σου τοῖς ἄλλοις ἐκλάμπουσα, κατὰ τό· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,» καὶ τὰ ἐπὶ τούτῳ.
PG 87:2592Καὶ στεφανωθήσῃ δόξῃ Θεοῦ ἐνώπιον αὐτοῦ καὶ ἀνθρώπων, πρὸς τοῖς τῶν ἔργων καρποῖς ἐκ περιουσίας τοῦτο λαβών. Ἕξεις πρὸς τούτῳ καὶ τὸ θεῖον οὖς εὐπειθές. Ἔτι σου γὰρ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρειμι . Καὶ τοῦ μὲν ἀδίκου καὶ ἀνηλεοῦς μάταιον εἶπε τὴν ἐν νηστείᾳ κραυγήν · τοῦ δὲ δικαίου τὴν βοὴν ἀκουσθήσεσθαι , τὴν ἐκτενῆ δηλῶν ἔντευξιν, κατὰ τὸ, «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» ἧς βοῆς ἐνεργὸς καὶ ἡ νηστεία . Προσηύχοντο γὰρ μετὰ νηστείας οἱ ἅγιοι. Οὕτω Δανιὴλ, οὕτως οἱ ἀπόστολοι. Τὸ δὲ, Ἰδοὺ πάρειμι , καὶ τῷ Δανιὴλ ἐδηλώθη μετὰ τὰς τρεῖς ἑβδομάδας τῷ νηστείαν μαθόντι, ὡς ἐξ ἀρχῆς ἠκούσθησαν οἱ λόγοι αὐτοῦ. Ταῦτα δέ σοι ἔσται σύνδεσμον ἁμαρτιῶν, ὥσπερ κλοιὸν, ἀποῤῥίψαντι. Κατὰ γὰρ τὸν Ἀπόστολον εἰπόντα, τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ τὸ ἀσφαλές· καὶ ὁ προφήτης ταυτολογεῖ. Ἀφέλῃς δὲ, φησὶ, καὶ τὰς ἀδίκους χειροτονίας καὶ προβολάς· ἤγουν τὸ τείνειν τὴν χεῖρα πρὸς ἄδικα λήμματα· ἤγουν τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Κατὰ τὸ ἐν Ψαλμοῖς· «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ὅπερ πραότητός ἐστιν ἀλλότριον.» Τινὲς δὲ οὕτως·
Ὁ βουλόμενος τὴν ἀγαθὴν μετιέναι νηστείαν, δίκαιος ἔστω· καὶ ὥσπερ τινὰ, χειροτονίαν , ἢ λειτουργίαν ἀγαθὴν ἐκτελῶν ἀγογγύστως ταύτην διανυέτω, ὡς μὴ λειπόμενος τῶν ἀναγκαίων, ἡνίκα χορηγῇ τῷ πλησίον· ἤγουν ἡδονῶν ἐπιθυμία, μὴ τῆς ἐπιπόνου κατὰ Θεὸν πολιτείας καταβοῶν, ὥσπερ ἐγόγγυζεν ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ κατὰ Θεοῦ, καὶ δίκην ἔτισαν ὑπ’ ὄφεων ἀπολλύμενοι. Διὸ καὶ Παῦλος· «Μηδὲ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Τὸ δὲ ὑπερβάλλον φῶς τῷ φεύγοντι ταῦτα, καὶ τἀναντία ποιοῦντι δηλῶν, μεσημβρίᾳ τοῦτο παρείκασεν. Καὶ τὸ μέγιστον, καὶ χορηγὸν παντὸς ἀγαθοῦ, τὸ Θεὸν εἶναι διὰ παντὸς μετ’ αὐτοῦ . Τινὲς δὲ τὸ τῆς χειροτονίας ῥητὸν οὕτως ἐκθέμενοι· Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον ἐκτείνοντα δάκτυλον, καὶ λαλοῦντα ἀνωφελὲς , ἐπήγαγον· Λαῷ γὰρ σωτήριον ἡ τῶν πονηρῶν ἀνθρώπων ἀφαίρεσις. Σύνδεσμός εἰσιν οὐκ ἐῶντες εὐοδεῖν τὸ κοινόν. Εἶτα ψυχῆς τροφὴν ἐπαγγέλλεται μέχρι λιπασμοῦ τῶν ταύτης ὀστῶν , οὕτω τῶν ψυχικῶν λεγομένων δυνάμεων. Αὗται γὰρ ὑπὸ τῶν πνευματικῶν χαρισμάτων πιαίνονται .
PG 87:2594«Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ,» οὗ τύπος τὸ μάννα. Καθ’ ἑαυτὸ γὰρ πῶς ἂν ἄρτος ἀγγέλων, ἢ καὶ ἄρτος οὐρανοῦ νοηθήσεται; Ἧς δὴ τροφῆς ἐκπεσόντος Ἰσραὴλ, τὰ ἔθνη μετέλαβε διὰ πίστεως. Διό φησιν· «Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται· ὑμεῖς δὲ διψήσετε.» Ἐσχημάτισται δὲ ὁ περὶ τῶν ὀστῶν λόγος ἀπὸ τῶν τρυφᾷν εἰωθότων σωματικῶς. Ἔσται δέ σοι , φησὶ, καὶ πηγὴ ὕδατος ζῶντος , καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου Πνεύματος φυτείαις καρποφορῶν. Καὶ ἡ Ἐκκλησία δὲ κῆπος γέγονε Χριστοῦ λέγουσα· «Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Ἦν δὲ καὶ πηγὴ , ἣν μὴ ἐξέλιπεν ὕδωρ . Ὡς γὰρ ἀπὸ πηγῆς ἀενάου τὰς διδασκαλίας προφέρουσιν οἱ θεῖοι μυσταγωγοί. «Τοῦ γὰρ πιστεύοντος, φησὶ, ποταμοὶ ἐκ τῆς κοιλίας ῥεύσουσιν ὕδατος ζωῆς.» Καὶ πρὸς τὴν Σαμαρεῖτιν τὰ ὅμοια. Καὶ τὰ ὀστᾶ δέ σου , φησὶν, ὡς βοτάνη, ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν .
Δι’ ὧν ἔοικε δηλοῦν τὴν ἀνάστασιν τῶν σωμάτων, ἀνισταμένων οἷά τις πόα, νεκρὰ μὲν ἐν χειμῶνι, ἀναθήλασα δὲ πάλιν ἐν ἔαρι. Πῶς δὲ ἀνίσταται; τῇ ζωοποιῷ δηλονότι χάριτι πιαινόμενα . Ὡς γὰρ Δαβίδ φησιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς·» τοῦτ’ ἔστιν τῶν ἐπὶ γῆς, ὅτε καὶ γενεὰς γενεῶν ἐν ἀπεράντῳ κληρονομοῦμεν ζωῆς θανάτου πάντη καὶ φθορᾶς ἀνῃρημένων. Εἴρηνται δὲ καὶ ὀστᾶ αἱ ψυχικαὶ δυνάμεις, ὡς τό· «Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» Οὐ γὰρ τὰ τοῦ σώματος ὀστᾶ, τὰς δὲ τῆς ψυχῆς δυνάμεις συνθραύει, πρὸς τὸ μηδὲν εἰς ἀρετὴν κατορθοῦν. «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Οἱ δὲ, πρὸς ἀνθρώπων ἐπαίνους κεχήνασιν, οὐ δόξαν Θεοῦ. Τοιοῦτον καὶ τό· «Ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.» Σιγήσαντος γάρ μου ἀπὸ τοῦ δόξαν ἄγειν καὶ προςεύχεσθαι, καὶ πεσόντος εἰς ἀνθρωπίνην μικροψυχίαν, ἐπαλαιώθη τὰ ὀστᾶ μου . Τοῦτ’ ἔστιν ἐσαθρώθησαν αἱ δυνάμεις αἱ ψυχικαί.
PG 87:2596Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἐσθ’ ὅτε παραλυθεῖσαι βραχὺ, πάλιν ὡς βοτάνη ἀνατελοῦσι παρακλήσει πνευματικῇ, καὶ κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γενησόμεθα . Καὶ τὰ πάλαι δὲ τῆς ψυχῇς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ, διὰ μαθημάτων καὶ λόγων θείων ἀναπληρούμενα. Σαυτὸν γὰρ οἰκοδομήσεις διδασκαλίαις ἐνθέοις ἐπὶ τὸ δέον ἀεί σου συναρμόττων τοὺς λογισμούς. Περιφράξεις δέ σου καὶ τὴν ψυχὴν, ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν Χριστῷ καθάπερ τείχει περιφρουρούμενος . Ὡς ἐπὶ πόλεως γὰρ ἐρήμου καὶ ἀτειχίστου ποιεῖται τὸν λόγον. Ἁρμόττει δὲ καὶ πρὸς τὴν ἑκάστου ψυχὴν καὶ πρὸς τὸν λαὸν πάντα, ὀστῶν νοουμένων τῶν ἐν αὐτῷ δυνατῶν, καὶ τὸ σῶμα πᾶν ἀνεχόντων, ἐφ’ οὗ λέγοιντο ἔρημοι αἰώνιοι , τὰ ἐκ μακροῦ χρόνου δι’ ἁμαρτίαν ἔρημα γεγονότα. Θεμέλια δὲ αὐτοῦ κατὰ τὴν ἀποστολικὴν νοήσεις γραφὴν λέγουσαν. «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Κληθήσῃ δὲ καὶ οἰκοδόμος φραγμῶν . Κατὰ δὲ τὸν Σύμμαχον, κληθήσῃ τειχίζων διακοπήν . Καὶ ταῦτα δὲ Παῦλος ὁ θεῖος διασαφεῖ λέγων·
«Ὡς σοφῶς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» Φραγμοὺς δὲ οἰκοδομεῖ ὁ τὰ ἐκκλησιαστικὰ δόγματα περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσιν, ἵνα μὴ καθάπερ ἔρημον κῆπον οἱ θέλοντες διοδεύοιεν. Τοῦτο γὰρ καὶ ῥᾳθυμοῦσα πάσχει ψυχὴ παντὸς ἐναντίου διοδεύοντος αὐτὴν λογισμοῦ τε καὶ δαίμονος, ἕως ἑαυτὴν τῷ φόβῳ τοῦ Θεοῦ περιφράξειεν. Ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ σαφηνείας, οὗτος ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Βούλεται δὲ μετὰ τῶν εἰρημένων φυλάττεσθαι καὶ τὰ Σάββατα , ὡς μὴ μέθαις καὶ κρεπάλαις σχολάζειν, ἁγιασμῷ δὲ καὶ καθαρότητι, καὶ διὰ τούτων ἁγιάζεσθαι τὴν ἡμέραν διὰ τῆς κατὰ Θεὸν σχολῆς τρυφερὰν γινομένην καὶ ἄλυπον. Καὶ δεῖ μὴ μέχρι τοῦ κινῆσαι πόδα , ἢ μολῦναι τὰ χείλη, πρὸς ἑτέροις γίνεσθαι πράγμασι τῇ θείᾳ Γραφῇ προσανέχοντας. Ὁ δὲ θεῖος Ἀπόστολος τοῦ νόμου τὴν σκιὰν παρωθούμενος, περιτομὴν πνευματικὴν καὶ Σαββατισμὸν ὑποτίθεται λέγων· «Ἀλλὰ περιτομὴ καρδίας οὐ γράμματι, ἀλλὰ πνεύματι.» Καὶ πάλιν·
PG 87:2597«Ἄρα ἀπολείπεται Σαββατισμὸς τῷ λαῷ τοῦ Κυρίου.» Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σαββατισμὸς ἄρα κατὰ Θεὸν τὸ παύσασθαι τῶν ἰδίων ἔργων καὶ θελημάτων . Ὃ καὶ ἡ παροῦσα προφητεία φησί. Λέγει δὲ καὶ Παῦλος· «Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου.» Κατὰ τοῦτον οὖν ἐστι τὰ θελήματα , πρὸς ἃ ἐπιῤῥεπῶς ἔχοντες, περικόπτειν ὀφείλομεν. Οὕτω γὰρ ἐπιτελέσομεν Σάββατα τρυφερὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης σκληρᾶς καὶ ἀντιτεινούσης Θεῷ, κατὰ τὸ, «Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ.» Οὕτως ἔλεγε τῷ Ἰσραὴλ ὁ Θεός· «Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Βούλεται δὲ νῦν ἡμᾶς γλώττης καὶ θυμοῦ περιγίνεσθαι· «Εἴτις γὰρ ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Καὶ πάλιν·« Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Καὶ, «Ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται.» Τοιούτους εἶναι τοὺς σαββατίζοντας βούλεται, καὶ τοὺς νηστείαν καλοῦντας δεκτήν .
Οὕτω γὰρ ἔσῃ , φησὶ, πεποιθὼς , οὐκ ἐπὶ σαθρῷ τινι καὶ προσκαίρῳ πράγματι, ἀλλ’ ἐπὶ τῷ πάντων Θεῷ παῤῥῶν εἰς τὸν ἐπίλοιπον βίον, ὡς ἔχων ἀψευδεῖς αὐτοῦ τὰς ἐπαγγελίας, ἐν αἷς ἔστι καὶ τὸ ἐπί τινα γῆν ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἀναβιβασθῆναι τευξόμενον ἐκείνων· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,» καὶ ἀπολαύσοντα τῆς ἐπηγγελμένης, τοῖς πατράσι τροφῆς πνευματικῆς ἐν τῇ ἄνω κειμένης πόλει, περὶ ἧς ὁ Παῦλός φησιν· «Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν.» Καὶ εἰ μὲν ἐκείνην ἐζήτουν ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. Ὅτι δὲ πάντως ἔσται ταῦτα, Θεὸς, φησὶν, ἐστὶν ὁ φθεγξάμενος . Ἀλλὰ πῶς ὡς μήπω τὴν γῆν τῆς ἐπαγγελίας λαχόντων, εἰς ἣν αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναυὴ, νῦν δίδωσιν ἐπαγγελίαν εἰσάξειν αὐτούς; Δῆλον οὖν ὡς περὶ τῆς τῶν πραέων φησίν. Τινὲς δὲ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἄνοδόν φασιν αὐτοῖς ἐπαγγέλλεσθαι. Οἳ καὶ τὰ ἀνωτέρω σωματικῶς ἐξηγήσαντο περὶ τοῦ πιανθῆναι τὰ ὀστᾶ , καὶ παραβάλλεσθαι κήπῳ πολυύδρῳ, καὶ πηγῇ μὴ ὑστερουμένῃ ὕδατος .
PG 87:2599Καὶ ὅτι τὰ ἔρημα τῆς πόλεως ἀνοικοδομηθήσεται , καὶ ἐπιπολὺ ταῦτα στήσεται. Μένει δὲ καὶ ἀπόρθητος μηκέτι δίοδος ἐσομένη τῶν ἀλλοφύλων. Φρουρηθήσεται γὰρ ὑπὸ Θεοῦ, μεταβαλόντων ὑμῶν πρὸς ἀρετήν. Ἑκάστου γὰρ ἀνδρὸς φρουρὰ, τὸ ἐντυποῦσθαι παρὰ Θεῷ, καὶ φυλάττειν τὰ νόμιμα, καὶ τὰ Σάββατα , ἃ πλημμελοῦσιν οἱ μὴ φυλάττοντες. Οὗτοι γὰρ ἐξιόντες τῆς πόλεως, ὡς ἄδειαν λαβόντες τοῦ ἁμαρτάνειν, παραβαίνουσι· δέον τοὺς σαββατίζοντας πανταχοῦ τοῦτο ποιεῖν, καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΝΘ. αιη. Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον ἀφ’ ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, κ.τ.λ. Διελόμενος τὰ πρακτέα, καὶ τοῖς κατορθοῦσιν ἐπαγγειλάμενος ἀγαθὰ, τοῖς δὲ μὴ πειθομένοις, τιμωρίας· νῦν, ὡς ἀπειθήσασι καὶ περιπεπτωκόσι διὰ τοῦτο κακοῖς, προσάγει τὸν ἔλεγχον.
Καὶ ἐπειδὴ πολέμου περιστάντος ἔλεγον, Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες, ὁ προφήτης ἐκ πολλῆς αὐτοὺς διελέγχει φιλοθεί̈ας, δυνατὸν εἰς σωτηρίαν δεικνὺς τὸν Θεὸν, κεκωλύσθαι δὲ μέσοις παρεμπεπτωκόσι τοῖς αὐτῶν πλημμελήμασιν, ὡς μὴ συγχωρεῖν τὴν εἰς αὐτοὺς ἐπικουρίαν διέρχεσθαι. Οὔτε γὰρ ἀσθενής ἐστιν, οὔθ’ ὥσπερ ἐκ γήρους, δυσήκοος. Κακοὺς δὲ σώζειν οὔτε δίκαιον, οὔτε τοῖς σωζομένοις λυσιτελές. Διὰ δὲ τὸ τειχίζειν εἰρῆσθαι τὰς ἁμαρτίας, ὁ Σωτὴρ διὰ τῆς ἀφέσεως τούτων τὸ μεσότοιχον, τοῦ φραγμοῦ λῦσαι λέγεται. Ἀποστρέφει δὲ τὸ πρόσωπον ἀπὸ τῶν ἀμαρτιῶν , δυσειδεῖς ὥσπερ καὶ δυσώδεις οὐ φέρων ἰδεῖν. Ἐντεῦθεν δὲ δῆλον, ὅτι οὖς τὸ δίκαιον ἀκοῦον, ἄδικον δὲ μὴ, δικαιοσύνη Θεοῦ ἐστιν, οὐ σωματικὸν οὖς , αἰτιασάμενος δὲ καθόλου τὰς ἁμαρτίας , κατ’ εἶδος αὐτὰς ἐπεξέρχεται, καὶ μιαιφονίαν αἰτιᾶται, καὶ καταλαλιὰν , οὐδαμοῦ δὲ νῦν εἰδωλολατρείαν. Ἀπέκτειναν γὰρ τοὺς προφήτας, καὶ τοὺς δικαίους ἐσυκοφάντησαν. Ἔφη γ’ οὖν Ἱερεμίας· «Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με.» Καὶ ὁ παρὼν δὲ προφήτης ἔφασκε· «Ἴδετε ὡς ὁ δίκαιος αἴρεται,» καὶ τὰ ἐπὶ τούτῳ.
Page scan enlarged

Notebook

Full View