PG 87Procopius Gazaeus
Commentary on Isaiah
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 87:2601Ἀφ’ ὧν, ὡς ἐξ ἐλάττονος κακῶν μελέτης ἐπὶ τὸν φόνον τοῦ Σωτῆρος ἀνέδραμον, ὃν ἔοικε μάλιστα διὰ τῶν παρόντων ὁ προφήτης δηλοῦν. Εἰ γὰρ καὶ μὴν τὸ χεῖρες τοῦ Σωτῆρος, γεγόνασιν ἀλλ’ οὖν αἴτιοι, καὶ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς ἐβόων, καὶ ἐπὶ τὰ τέκνα αὐτῶν. Καὶ κακῶς δὲ λέγοντες οὐκ ἐπαύοντο ἀνασείειν τὰ πλήθη, καὶ δαιμονᾷν, καὶ Σαμαρείτην ἐκ πορνείας τε εἶναι, καὶ ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια καταιτιώμενοι. Διό φησιν· Οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή · καὶ ἄλλως αὐτοὺς ὡς ψευδεῖς καὶ ἀδίκους κριτὰς καταιτιώμενος. Εἶτα, ἐπειδήπερ ἑαυτοὺς ἐξαπατῶντες ἕτερον προσδοκῶσι Χριστὸν, ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες, ἐπιλέγει· Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά . Διὸ Παῦλος ἀποτρέπει μὴ προςέχειν Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. Ἦσαν δὲ καὶ ἄλλως μάταιοι, καὶ ἐλάλουν ἀλλήλοις κενά · «Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, κτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῦ τὴν κληρονομίαν.» Οἵτινες ἐξ οἰκείων λογισμῶν κατ’ αὐτοῦ βλασφήμους λόγους συῤῥάπτοντες, κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν , οὐκ εἰδότες λέγειν·
«Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας·» τοιαῦτα δὲ κύουσιν , ὁποῖα καὶ δι’ ἑτέρου λέλεκται· «Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν,» καὶ τὰ ἐπὶ τούτοις. Ἔθος δὲ τῇ Γραφῇ πόνον τὸν φθόνον καλεῖν. Πόνος γάρ ἐστι τοῖς αὐτὸν νοσοῦσιν, ἐκτήκων αὐτούς. Ὠδίνησαν οὖν τὸν κατὰ Χριστοῦ φθόνον, καὶ τὴν κατ’ αὐτοῦ μιαιφονίαν ἀπέτεκον · ἐπεὶ καὶ ἐν συλλόγοις ἔλεγον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;» Ὁ δὲ Καϊάφας, «Συμφέρει ἡμῖν, ἔφη, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Εἴη δ’ ἂν τοιαῦτα καὶ ὅσα πονηρά τις ἐκ τῆς ἰδίας ἐρεύγεται καρδίας δόγματα. Οἱ δὲ τοιοῦτοι καὶ ὠὰ ἀσπίδων ἔῤῥηξαν , τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες. Διὸ τοῖς τῆς κακίας αὐτῶν ἐκγόνοις ἐλέγετο· «Ὄφεις, γεννήματα ἐχιδνῶν.» Ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ὠὰ ὠνόμασε, διὰ τοῦ ἑρπυστικοῦ γένους παράδειγμα. Ἀσπίδες γὰρ καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ὠοτοκούντων ἐστίν.
PG 87:2602Ἐπειδὴ δὲ μετὰ τοσαύτην κακίαν, τὴν μελέτην καὶ διδασκαλίαν τῶν θείων Γραφῶν ἐπαγγελλόμενοι, πρὸς μυθώδεις γραολογίας ἐκπίπτουσι καὶ ἀνθρώπων ἐντάλματα, παρέβαλεν ἀράχνης ἱστῷ , τὸ σαθρὸν καὶ ἄτιμον τῆς αὐτῶν ἐκδοχῆς τε καὶ παραδόσεως. Μήποτε δὲ καὶ τὰς κατὰ Χριστοῦ συκοφαντίας οὕτω καλεῖ; δόλους γὰρ πλέκοντες, ᾤοντο μὲν τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρημάτων πλουτῆσαι σκέπην, καὶ λυσιτελές τι θηρᾷν. Οὐδὲν δὲ ὥνησαν γυμνοὶ τῆς ἄνωθεν γενόμενοι σκέπης. Καὶ ὁ μέλλων , φησὶ, τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. Αὐτῶν λέγει, περὶ ὧν ἔφη τό· Ὠὰ ἀσπίδων ἔῤῥηξαν . Οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι, διαῤῥήξαντες τὰ τελεσφορηθέντα εἰς ἑαυτοὺς ὑπεδέξαντο. Οἱ δὲ ἀτελέστεροι, πρὶν τελεσφορηθῆναι τούτων ἐμφαγόντες ἀπόλλυνται. Διὸ ἐξέδωκαν οἱ λοιποὶ, Ὁ ἐσθίων ἐκ τῶν ὠῶν αὐτῶν ἀποθανεῖται . Ὁ δὲ συνετὸς, καὶ ἀνατρέπειν ἐλέγχῳ ταῦτα δυνάμενος, τὸ ἐν αὐτοῖς ἐξεῦρεν ἀνεμιαῖον, καὶ οὔριον , καὶ δυσῶδες , καὶ τὸν ἐν αὐτοῖς ἐγκρυπτόμενον καὶ ἐκ μόνου φθοροποιὸν τοῦ βλέμματος βασιλίσκον . Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα . Κατὰ δὲ Σύμμαχον·
Τὸ δὲ συνεστραμμένον ἀποῤῥαγὲν ἔσται ἀσπίς · κατὰ δὲ Θεοδοτίωνα· Τὸ θαλφθὲν ἐῤῥάγη ἀσπίς . Οὕτω τοῖς Ἰουδαίοις τὸ κατὰ Χριστοῦ μελετηθὲν, ἀνόνητον γέγονεν, ὡς τοῖς τοιοῦτο κλῶσιν ὠὸν , μᾶλλον δὲ καὶ παντὸς ὀλέθρου πρόξενον. Φασὶ δέ τινες ὡς τὸ ἐσθίειν ἀπὸ ὠῶν , ὧν τίκτουσιν οἱ ἁμαρτωλοὶ, τὸ πείθεσθαι λόγοις αὐτῶν· ὡς ὁ Ἄβελ τῷ λόγῳ Κάϊν, ἐξ οὗ θάνατος. Εἰς τοῦτο γὰρ τοὖργον ὁ λόγος αὐτῶν καταντᾷ· ὃ δηλοῖ, καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα . Εἰπὼν δὲ, Ἱστὸν ἐχίδνης ὑφαίνουσι , πλατύτερον τὸν περὶ τούτου λόγον ἐκτίθεται φάσκων· Οἵς τις αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον . Συνετίθεσαν γὰρ, ὡς εἴρηται, διδασκαλίας, ἐντάλματα ἀνθρώπων, τοῦ νόμου καταφρονήσαντες. Διό φησιν, Οὐκ ἔσται εἰς ἱμάτιον . Τοῦτ’ ἔστι, φασί τινες, Οὐκ οἴσει κόσμον αὐτοῖς ἃ πράττουσιν, ὡς οὐδὲ τῷ Ἀδὰμ ἤνεγκε κόσμον τοῦ σώματος τὸ ἄνευ Θεοῦ πραχθέν. Εἶτα ἑρμηνεύει τίς ὁ ἱστός. Τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας . Ὅτι οἱ διὰ λόγων θείων πνευματικοῖς πνευματικὰ συγκρίνοντες, χιτῶνα θεῖον ὑφαίνουσιν . Οἱ δὲ εἰς ἄχρηστον ταῖς Ἰουδαϊκαῖς μυθολογίαις κατατρίβονται, συντιθέντες ἱστὸν ὥσπερ ἀράχνης ἐπὶ θήρᾳ τῶν ἁπλουστέρων.
PG 87:2604Κατὰ λεπτὸν δὲ διηγεῖται τὰ κατ’ αὐτοὺς, τὸ δίκαιον ἐπιδεικνὺς τῆς τούτων ἀποβολῆς. Οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν · ἐπεὶ καὶ τὰ σωματικὰ μέλη κινήσεως ἐπιτηδειότητα λαμβάνει πρὸς ὃ συνεθίζεται. Ταχεινοὶ ἐκχέαι αἷμα ἀναίτιον . Οἱ λοιποὶ γὰρ οὕτως ἐξέδωκαν. Ἐντεῦθεν οὖν ἐπὶ τὸ ὄντως ἀναίτιον αἷμα προῆλθον. Ὡς Ἰούδας ἀπὸ τῆς αἰσχροκερδίας, ἐπὶ τὴν χειρίστην αἰσχροκερδίαν διὰ μελέτης προσήχθη. Καὶ ὁδὸν δὲ εἰρήνης οὐκ ἔγνωσαν . Διὸ καὶ ὁ Σωτὴρ ἀπεκλαύσατο τὴν Ἱερουσαλὴμ εἰπών· «Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ, καὶ περιβαλοῦσίν σοι οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν.» Ἀλλ’ οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν , ἀκρισία δὲ πᾶσα καὶ ἀδικία. Καὶ τὴν διὰ Μωσέως δὲ Δαβὶδ οὕτως ἐκάλεσεν ἐντολήν· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ἀλλὰ καὶ αἱ τρίβοι αὐτῶν διεστραμμέναι . Διαστροφὴ γὰρ τοῦ ὀρθοῦ τὸ κακόν. Καὶ οὐκ οἴδασιν εἰρήνην . Οὐ γὰρ προσεδέξαντο τῆς εἰρήνης τὸν πρύτανιν, περὶ οὖ τὸ, «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.» Καὶ ὅς φησιν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Διὰ ταῦτα δὲ πάντα φησίν·
Ἀπέστη ἡ κρίσις αὐτῶν . Περὶ ἧς ἔλεγεν· «Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.» Αὐτὴ τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη ἐξ αὐτῶν , καὶ ἡ τούτοις δοθεῖσα δικαιοσύνη διὰ τῆς σωτηρίου χάριτος. Καὶ ἄλλως ἔσχεν ἡ ἀδικία χώραν κατ’ αὐτῶν, ὥστε ἀπὸ ἀσεβῶν ἀθῆναι · οἷον, ὑπὸ Ἀσσυρίων. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος . Περὶ μόνην γὰρ τὴν λέξιν ἀσχολούμενοι τῆς Γραφῆς, ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾷν . Διὸ λέξει ψηλαφήσουσιν, ὡς τυφλοὶ τοῖχον. Καὶ πάλιν· Πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ , καὶ ὡς ἀποθνήσκοντες. Κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς εὐαγγελικαῖς αὐγαῖς τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταλαμπομένης, ὡς ἂν τὰ πρὸς θάνατον ἡμαρτηκότες μόνοι πεπτώκασι , καὶ ὡς ἐν μεσονυκτίῳ διάγουσι . Τοιούτους τῶν εἰρημένων ἔργων ἐσχήκασι τοὺς καρπούς. Προσεδόκων μὲν γὰρ τὸν παρὰ Χριστοῦ φωτισμὸν, προφητῶν βοώντων· «Φωτίζου φωτίζου, Ἱερουσαλήμ.
PG 87:2606Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.« Ἀλλ’ οὐ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, ἑκόντες δὲ γεγόνασι τυφλοὶ καὶ τυφλῶν ὁδηγοὶ, καθά φησιν ὁ Σωτήρ. Οὐ γὰρ ὑπήκουσαν λέγοντι· »Ὡς τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.« Τὸ δὲ, πορεύσονται ὡς ἄρκτος ἅμα καὶ περιστερά · οὐχ οἱ μὲν κατὰ ταύτην, οἱ δὲ κατ’ ἐκείνην· οἱ αὐτοὶ δὲ κατ’ ἄμφω. Οἱ γὰρ στεναγμοὶ αὐτῶν οὐκ ἐπὶ μετανοίᾳ ὧν ἐξέχεαν αἱμάτων εἵνεκα, τὴν αἰσθητὴν δὲ κλαίοντες Ἱερουσαλήμ. Εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν. Καὶ ὡς εἴρηται πάλιν ἐν ἄλλοις, γεγόνασιν ὡς ἄρκτος ἀτεκνουμένη. Φασὶ γὰρ τὰς ἄρκτους δεινῶς φέρειν τὴν τῶν σκύμνων ἀποβολὴν, καὶ σὺν ὀδυρμῷ μαινομένας περινοστεῖν ἐπιπηδώσας τοῖς ἐντυγχάνουσιν. Ἄρκτος μὲν οὖν ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον, μιαιφονοῦντες τοὺς προφήτας. Ἢ τεκνωμένη δὲ, διὰ τὸ ἀγριώτερον, καὶ διὰ τὴν τῶν αὐτῶν ἀπώλειαν τέκνων. Αἱ δὲ περιστεραὶ γοερὰν ἀφιᾶσι φωνὴν συνεχέστατα, ὁποῖοι γεγόνασιν οὗτοι τὴν ἑαυτῶν ἀποδυρόμενοι πόλιν. Εἴρηται γὰρ, ὅτι ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί. Νοητέον δὲ καὶ οὕτως·
Πορεύσονται ἐν ἀγριότητι νοῦ συνεζευγμένης ἀσυνεσίας. Φησὶ γάρ τις προφήτης· «Καὶ ἦν Ἐφραὶ̈μ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν.» Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης. Περὶ ὧν Ἱερεμίας φησίν· «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.» Καὶ πάλιν· «Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;» ἢ ὡς ἄρκτος καὶ περιστερά · τοῦτ’ ἔστι θρασεῖς κατὰ τῶν ἀσθενεστέρων, καὶ δειλοὶ πρὸς τοὺς ἰσχυροτέρους. Σύμμαχος δὲ καὶ Θεοδοτίων ἐξέδωκαν· Ὡς περιστερὰ μελέτῃ μελετήσομεν . Ὁ δὲ Ἀκύλας· Ὡς περιστεραὶ φθογγῇ φθεγξόμεθα . Εἰσέτι γὰρ καὶ νῦν πειρῶνται μελετᾷν τὰς Γραφὰς, καὶ ἐκμανθάνειν, ψιλῇ φωνῇ περιᾴδοντες, ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστερᾶς ἄναρθρον ἀποδιδούσης φωνήν. Καὶ τοῦτο δὲ τὸ ῥητὸν, καὶ τὰ ἑξῆς, ἀπὸ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέδωκαν οἱ λοιποί. Ἐπιφέρει γοῦν Σύμμαχος· Διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ’ ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς δικαιοσύνη. Προσδοκήσωμεν εἰς φῶς, καὶ ἰδοὺ σκότος , καὶ τὰ ἑξῆς. Καὶ οἱ Ἑβδομήκοντα δὲ τὰ ἐπαγόμενα τῷ προςώπῳ τοῦ λαοῦ περιέθηκαν· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία .
PG 87:2608Ὡς ἂν τοῦ προφήτου διδάσκοντος αὐτοὺς ἐξομολογεῖσθαι τῷ Θεῷ τὰς ἑαυτῶν ἁμαρτίας, καὶ κατηγορεῖν ἑαυτῶν ἐπὶ μετανοίᾳ. Τινὲς δέ φασιν, ὡς ἐπειδὰν οἱ προφῆται μνησθῶσι τῆς ἀποβολῆς τοῦ λαοῦ τῆς μετὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, μέμνηνται χρησίμως καὶ τῆς ἐπ’ ἐσχάτων ἀνακλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, διὸ καὶ νῦν μετανοούντων εἰσήγαγε πρόσωπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν, κρίσιν λεγόντων τὴν διὰ πίστεως δοθεῖσαν τοῖς ἔθνεσιν, ἣν προσδοκήσαντες οὐκ ἔσχον. Τὸ δὲ αἴτιον, Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία , φασίν. Οὐ γὰρ ἐδεξάμεθα τὸν διὰ πίστεως ἐξαλείφοντα ἁμαρτίας, ὃς αὐτοῖς ἔλεγεν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Καὶ τὰ κατὰ Χριστοῦ τολμηθέντα δηλοῦντες, φασίν· Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα . Ὁ δὲ Σύμμαχος· Ἔγνωμεν , φησὶν, ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ Κυρίου . Οἱ δὲ Ἀκύλας ἀρνήσασθαι ἐν Κυρίῳ , τὴν ἄρνησιν αὐτῶν παριστάς· Ἀλλὰ καὶ ἀπέστημεν , φασὶν, ὄπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν συκοφαντίαν . Ὁρᾷς ὡς οὐδαμοῦ αὐτῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλὰ συκοφαντίας , καὶ λόγους ψευδεῖς, καὶ τὰ τοιαῦτα.
Ποτὲ μὲν τὰς θεοσημείας διαβάλλοντες ἔλεγον· «Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» Ἀπὸ καρδίας τε αὐτῶν ἐρευγόμενοι ψευδῆ τε καὶ ἄδικα , Σαμαρείτην καὶ δαιμονῶντα, φάγον καὶ οἰνοπότην ἐκάλουν, ἀνασείειν τε τοὺς ὄχλους ἔφασκον. Διό φασιν· Ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν . Οὐ γὰρ αὐτὴ, φησὶν, ἡμᾶς κατέλιπεν, ἀλλ’ ἡμεῖς αὐτὴν, οἱονεὶ νῶτα δόντες αὐτῇ. Αἱ δὲ φωναὶ ζητούντων εἰσὶν ἐλεηθῆναι παρὰ Χριστοῦ, καὶ συνεχῶς ὁμολογούντων τῆς ἀληθείας τὴν ἄρνησιν, καὶ τοὺς ψευδεῖς ἑαυτῶν λογισμούς. Τὸν δὲ λόγον εἰς ἑαυτὸν ὁ προφήτης πάλιν ἀναλαβὼν κατηγορεῖ, δεδαπανῆσθαι λέγων, καὶ παντελῶς ἐκλιπεῖν ἐν ταῖς ὁδοῖς αὐτῶν τὴν ἀλήθειαν . Ἐν δὲ ψεύδει (ταυτὸν δὲ εἰπεῖν, σκότῳ) περιπατοῦντες , πῶς ἂν εὐθείας ἔσχον ὁδοὺς , Χριστὸν τὸ φῶς ἀποστραφέντες, καὶ τὴν ἀλήθειαν; Καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις · τοῦτ’ ἔστι δικαιοκρισία. Καὶ εἶδεν, καὶ οὐκ ἦν ἀνήρ · καὶ ἤδη γὰρ εἶπεν· «Ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων.» Φιλάνθρωπος γὰρ ὢν ὅλῃ πόλει δι’ ἕνα καὶ μόνον ἀνίησι τὰ ἐγκλήματα. Διὰ γὰρ Ἱερεμίου φησί·
PG 87:2609«Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα· εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.» Ὑπέσχετο δὲ καὶ Σοδόμοις ἀνεῖναι εἰ σχοῖεν πέντε δικαίους. Πενταπόλεως γὰρ οὔσης, καθ’ ἑκάστην ἕνα ζητεῖ. Τὸν οὖν τοὺς ἄλλους σῶσαι δυνάμενον ἐκ δικαιοπραγίας, καὶ νῦν ἐκάλεσεν ἀντιλαμβανόμενον . Μηδένα δὲ τοιοῦτον εὑρὼν, ἠμύνατο , φησὶν, αὐτοὺς τῇ δυνάμει. Τοῦτο γὰρ τὸ, βραχίονι. Ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ · ἢ κατὰ τοὺς λοιποὺς, ἐπεστηρίσατο . Οὐ γὰρ πάντας ἀπώλεσεν. Ἔσωσε γὰρ τὸ κατάλειμμα τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ἐπαγγελίαν τηρῶν. Ἐφ’ οἷς αὐτῶν ἅλωσιν τὴν ἐσχάτην σημαίνων, ὥσπερ ὁπλιζόμενον τὸν Θεὸν κατ’ αὐτῶν ὑποτίθεται, πρὸς ὃν εἴρηται· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Τοιαῦτα δὲ παθόντων, οἱ λοιποὶ τῆς οἰκουμένης, φησὶ, φοβηθήσονται τὴν κατὰ τῶν ἀπειθησάντων βιαίαν ὀργὴν, ἀντὶ δὲ τοῦ, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ , τινὲς ἐκθέμενοι, Καὶ ἔσωσεν αὐτῷ βραχίων αὐτοῦ , ἐπήγαγον·
μηδεμίαν ἰσχὺν ἐχόντων αὐτῶν πρὸς τοὺς ἐχθροὺς διὰ τὰς ἁμαρτίας, ἐν ἰσχύϊ Θεοῦ ἡ νίκη καὶ ἡ σωτηρία παρέσται διὰ Χριστοῦ. Καὶ πάλιν· Ἀντὶ τοῦ, Καὶ τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο, καὶ τῇ δικαιοσύνῃ αὐτοῦ ἐπεστηρίσατο , τὸ ῥητὸν εἰπόντες, ἐπήγαγον· Ἡ γὰρ ἐν Κυρίῳ δικαιοσύνη στήριγμα γίνεται τῆς κατὰ τῶν ἀσεβῶν δικαίας κρίσεως. Πρὸς τὴν πολεμικὴν δὲ τοῦ Θεοῦ παρασκευὴν ἔφασαν, ὡς ταύτην ὁ Ἀπόστολος ἡμᾶς τὴν ὅπλισιν ἐνδύσασθαι παραινεῖ. Ἐν Κυρίῳ οὖν τὸ ἀληθὲς τῆς δικαιοσύνης , ἧ ἐστι θώραξ τῆς ἐλπίδος. Ἥ ἐστι περικεφαλαία , ἐν ἡμῖν δὲ μίμησις. Ἕπεται δὲ, φασὶ, καὶ ἡ κριτικὴ οἷον ὅπλισις, κατὰ τῶν θλιβόντων Χριστὸν ἔν τε τῇ κατ’ αὐτοῦ, καὶ τῇ κατὰ τῶν ἁγίων ἐπαναστάσει. Ταυτὰ δηλοῦται κἀν τῷ δευτέρῳ ψαλμῷ. Τινὲς δὲ τὴν ὅλην ἄνωθεν οὕτως ἐξηγήσαντο ῥῆσιν· Θεοῦ πολλάκις ἐπαγγειλαμένου βοηθεῖν τῷ λαῷ, καὶ τοὐναντίον αὐτοὺς αἰχμαλωσίᾳ παραδιδόντος, ὡς ἀσθενοῦντος κατεβόων Θεοῦ. Διελέγχων οὖν αὐτοὺς, αἰτίας τὰς αὐτῶν ἁμαρτίας φησὶ, δι’ ἃς καὶ ἀνήκοος καὶ ἀδύναμος ἐνομίσθη.
PG 87:2611Σφάξοντες γὰρ τὰ τέκνα αὐτῶν ἡπατοσκοποῦντο, ὡς τὰς χεῖρας αὐτῶν μεμολύνθαι τῷ αἵματι , καὶ διὰ τῶν χειλῶν ἀσεβεῖν , ἀφ’ ὦν ἑαυτοῖς, ὡς ἀπὸ σπερμάτων, πόνους ἐγέννησαν, ματαιοπονοῦντες ἐν αὐτοῖς. Ἃ γὰρ ἐπιθυμήματα συνελέξαντο, ὡς ὠὰ ἀσπίδων ἀτελεσφόρητα, καὶ ἀράχνης ἱστὸς , βλάπτοντα μᾶλλόν ἐστιν, ἤπερ ὠφελῆσαι δυνάμενα. Κἂν εἰς ἔργον δὲ προαχθεῖεν, οὐδὲν ἀπέοικε βασιλίσκου . Δι’ οὗ, κατὰ ἀναγωγὴν, ληψόμεθα τὸν διάβολον τὸν τῶν κακῶν χορηγόν. Ἐκ δὲ τῶν κακῶν ἁπάντων ἱμάτιον ἐξύφηναν , ὃ μετὰ τὸν κοινὸν θάνατον οὐκ ἔσται σκέπη τῶν κακῶν αὐτῶν, μέχρι ταφῆς ἰσχυόντων κατὰ τὸ ἐν Ἰὼβ, τὸ, «Ἕως σοροῦ ἠγρύπνησα.» Ἐκ δὲ τῶν πονηρῶν λογισμῶν ταλαιπωροῦσιν, εἰρήνην οὐκ ἔχοντες. Ὡς γὰρ τὸ κριτικὸν ἀπολέσαντες, βασιλικὴν οὐκ ἦλθον ὁδὸν ἄνω κάτω πλανώμενοι. Οὕτω γὰρ τὴν πονηρίαν μετῄεσαν, ὡς φωτὸς ἐξ αὐτῆς ἀπολαύσοντες, ὃ γέγονε σκότος αὐτοῖς, δηλῶν δὴ τὴν ἐν τῷ παρόντι καὶ μέλλοντι καταληψομένην αὐτοὺς τιμωρίαν. Ὡς καὶ τὴν φωτεινοτάτην αὐτοῖς ἡμέραν σκότος γενέσθαι, ὡς στενάζειν αὐτοὺς μεγάλα ὡς ἄρκτον ἐπὶ τέκνοις, καὶ πυκνὰ ὡς περιστεράν . Εἶτά φησιν, Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι ·
δηλῶν τοὺς τοῖς ἑαυτῶν ἁμαρτήμασιν ἐγχρονίσαντας, καὶ τῆς ἀντιλήψεως ἀποτυχόντας τῆς θείας. Κρίσιν δὲ λέγει, καθ’ ἣν τὰ κρείττω πάντες ἑαυτοῖς ἐπιλέγονται. Ἢ ἀπολιπόντες ἀπώλοντο, ἐπελθόντων αὐτοῖς τῶν ἐχθρῶν, μὴ βοηθοῦντος Θεοῦ. Διδάσκει γὰρ αὐτοὺς τὰ συμβησόμενα, καὶ πῶς δεήσει μετανοεῖν, ὡς ἂν ἀφέσεως τύχοιεν. Ἐπεὶ καὶ Δαβὶδ πρὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ, προλέγει καὶ τὴν καθαίρεσιν, καὶ τὴν αὐτοῦ πάλιν ἀνοικοδόμησιν. Πάντα γὰρ μετ’ ἀλλήλων γινώσκει Θεός. Εἶτα τῆς ἑαυτῶν ἐν τοῖς πρακτοῖς καὶ λεκτοῖς κακίας κατηγορήσαντες, Ἀπεστήσαμεν , φασὶν, ὀπίσω τὴν κρίσιν , ὡς ὁ Δαβὶδ ἐν τεσσαρακοστῷ ἐνάτῳ φησί· «Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Τινὲς δὲ καὶ τό· Ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας , εἰς τοὺς ψευδοπροφήτας εἰρῆσθαί φασιν. Ἐφ’ οἷσπερ ὁ Θεὸς ἀγανακτήσας ὀργὴν ἐπήγαγε κατ’ αὐτῶν, ἐλέει ταύτην κεράσας. Πᾶσα γὰρ παιδεία Θεοῦ ἐπωφελής.
PG 87:2613Ἐφ’ οἷς, φησὶ, τὸν Θεὸν τὴν ἐκ τῆς μετανοίας πραγματευομένην σωτηρίαν, τοῖς τιμωρουμένοις οἰκειοῦσθαι, ἐνδυόμενον αὐτῶν τὴν δικαιοσύνην , καὶ τὰς δικαιοπραγίας ὥσπερ θωρακιζόμενον , παραμυθούμενος ὡς δυναμένους ἔνδυνα γενέσθαι Θεοῦ δι’ ἡμᾶς οἷον ὁπλοφοροῦντος, τὴν ἡμετέραν διορθουμένου δειλίαν, δι’ ἣν καὶ τῷ Γιεζεὶ ὁπλοφόροι πεφήνασιν ἄγγελοι, οὕτω κατὰ φύσιν οὐκ ἔχοντες. ιθκα. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ, καὶ ἥξει ἕνεκα Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, κ.τ.λ. Πολέμιον εἰπὼν τοῖς ἐξ Ἰσραὴλ τὸν Θεὸν διὰ τὰς πολλὰς αὐτῶν ἀσεβείας, ἐπὶ τὴν κλῆσιν μέτεισι τῶν ἐθνῶν, καὶ τὴν Χριστοῦ παρουσίαν. Τὸ πᾶν δὲ γένος ἀνθρώπων διὰ τῶν ἀνατολῶν ἐδήλωσεν καὶ δυσμῶν, οἳ φοβηθήσονται τὸν Κύριον . «Ἀρχὴ γὰρ σοφίας, φόβος Κυρίου.» Ἧς οὐ μετέλαβεν Ἰσραὴλ, ἀλλ’ ἐκεῖνοι, περὶ ὧν ἔλεγεν· «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι,» καὶ τὰ ἑξῆς· δι’ ὧν ἐδήλου τὰ τέσσαρα κλίματα, ὅσα δὲ φόβος Θεοῦ προξενεῖ δηλοῖ τό·
«Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.» Καὶ τό, «Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.» Καὶ τό, «Φόβος Κυρίου παιδεία, καὶ σοφία.» Καὶ τό· Φόβος Κυρίου προστίθησιν ἡμέρας.« Ὃν οὐκ Ἰουδαίοις δώσειν, ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλλεται. Καὶ ἐν ἑτέρῳ γὰρ προφήτῃ τοῖς μέν φησιν· »Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ. Καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν«. Περὶ δὲ τῶν ἐθνῶν· »Δι’ ὅτι ἀπὸ ἀνατολῶν ἡλίου δεδόξασται τὸ ὄνομά μου, ἐν τοῖς ἔθνεσι.« Τῆς δὲ τούτων σωτηρίας αἴτιον· Ἥξει γὰρ ὡς ποταμὸς βίαιος καὶ ὀργὴ παρὰ Κυρίου. Ἥξει μετὰ θυμοῦ. Ὀργῆς δὲ καὶ θυμοῦ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ μέμνηνται. Οὐδὲ γὰρ εὔλογον ἐν ἀγαθῶν ἐπαγγελίαις. Ὁ γὰρ Ἀκύλας φησὶν, Ὅτι ἐλεύσεται ὡς ποταμὸς πνεῦμα Κυρίου σύσσημον ἑαυτῷ . Ὁ δὲ Σύμμαχος· Ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦμα Κυρίου. Ἐπείγει καὶ ἥξει . Ὁ δὲ Θεοδοτίων· ἥξει γὰρ ὡς ποταμὸς πολιορκητής. Πνεῦμα Κυρίου ἐσημειώθη ἐν αὐτῷ . Πῶς δὲ ὡς ποταμὸς βίαιος ἥξει τὸ πνεῦμα Κυρίου , ἐδήλωσεν ἐν ταῖς Πράξεσιν, »Ὅτε συνηγμένων ἐπὶ τὸ αὐτὸ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας,« καὶ τὰ ἐπὶ τούτοις.
PG 87:2614Ὧν τέλος, καὶ τὸ, «Ἐπληρώθησαν ἅπαντες Πνεύματος ἁγίου.» Ἀλλὰ καὶ σημεῖον , φησὶν, ἑαυτῷ . Τοῦτο γὰρ τῆς ἰδίας ἀναλήψεως ἔθετο σημεῖον λέγων· «Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἔρχεται.» Καὶ πάλιν· Ὅτ’ ἂν ἀπέλθω, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας.« Ἀντὶ δὲ τοῦ· Ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος , Ἀκύλας, Καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων , φησίν. Ὁ δὲ Σύμμαχος· Καὶ ἥξει τῇ Σιὼν ἀγχιστεύων . Ἔλεγε γὰρ ὁ Σωτήρ· »Οὐκ ἦλθον, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.« Καὶ Παῦλος δέ φησι· »Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.« Φασὶ δέ τινες· Ὥσπερ ἀνωτέρω μνησθεὶς τῆς κατὰ τῶν Ἰουδαίων ὀργῆς, ἐμνήσθη καὶ τῆς ἐν ὑστέροις ἐλεημοσύνης εἰπὼν, »Καὶ τῇ ἐλεημοσύνῃ ᾗ ἐστηρίσατο·« οὕτω καὶ νῦν ὀργὴν εἰπὼν, καὶ θυμὸν , τὴν διὰ Χριστοῦ σωτηρίαν ἐπήνεγκεν εἰπών· Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος , ἐξ ἁμαρτιῶν δηλονότι, θανάτου τε, καὶ φθορᾶς, καὶ δαιμόνων ὠμότητος. Σιὼν δὲ πάλιν, τὸ θεοσεβὲς τῆς Ἐκκλησίας πολίτευμα. Ἀντὶ δὲ τοῦ, [Καὶ] ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ , ὁ Σύμμαχος·
Καὶ τοῖς ἀποστρέψασιν ἀσέβειαν ἐν Ἰακώβ . Ὁ δὲ Ἀκύλας· Καὶ τοῖς ἀποστρέψασιν ἀθεσίαν ἐν Ἰακώβ. Τούτοις γὰρ ἥξει , καὶ τούτους ῥύσεται . Ἑαυτοὺς δὲ μὴ ἐπιστρέφοντες αἰτιάσονται. Καὶ αὕτη , φησὶν, αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη . Τίς δὲ αὕτης; Τὸ πνεῦμα τὸ ἐμὸν , ὅ ἐστιν ἐπὶ σοὶ, ὃ διδοὺς τοῖς μαθηταῖς ἔλεγε· «Λάβετε Πνεῦμα ἅγιον. Ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ.» Τοῦτο τοίνυν ἡ Καινὴ Διαθήκη , καὶ τοῦ μυστηρίου τὸ κεφάλαιον, ὅπερ ἐστὶν ἐν σοὶ τῷ ἀγχιστεῖ, καὶ ῥυομένων , ὃν ἐκ τῆς ῥίζης ἔφασκεν Ἰεσσαὶ, ἐπαναπαύεσθαι λέγων ἐπ’ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ. Οὗ δὴ μετέδωκε τοῖς μαθηταῖς, ὡς ἂν καὶ αὐτοὶ μεταδοῖεν ἀξίους. Τὰ δὲ ῥήματα , ἃ λελάληκεν ὁ Χριστὸς, διαθήκη μου , φησὶν, ἐστὶ, καὶ μένει εἰς τὸν αἰῶνα . Καὶ ὁ Σωτὴρ δὲ ἔλεγεν· «Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Σαφεστάτη τοίνυν τῆς λυτρώσεως ἀπόδειξις, τὸ ἐν μεθέξει γενέσθαι Πνεύματος ἁγίου , δι’ οὗ καὶ τὸ τῆς υἱοθεσίας φέρεται καύχημα, καὶ τὸ λαβεῖν, φασί τινες, ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, Παύλου λέγοντος· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν.
PG 87:2616Ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου.« Ἐλάβομεν γὰρ τὸ ῥῆμα τῆς πίστεως, τὴν σωτήριον ὁμολογίαν δικαιοσύνης πρόξενον. Δικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς ὁ πάλαι βοῶν· »Ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου.« Ὅπερ ὂν ἐν ἡμῖν ἀεὶ, καὶ τοῖς μεθ’ ἡμᾶς παραπέμπεται σῶζον ἀεὶ τοὺς πιστεύοντας. Τινὲς δὲ οὕτως τὸ πᾶν ἐξηγήσαντο· Θεὸς διαθήκην θέμενος πρὸς Ἀβραὰμ, ἡνίκα τὰς θυσίας ἐπὶ ταῖς ἐπαγγελίαις πεποίηται· καὶ διὰ Μωσέως δὲ καθ’ ὅμοιον τρόπον νομοθετήσας· καὶ νῦν διὰ τοῦ προφήτου διατίθεσθαι φάσκει διὰ τῶν λαλουμένων πρὸς τὸν λαὸν, ἃ τὴν ἰσχὺν ἕξει οὐ μόνον ἐπὶ τῶν παρόντων, ἀλλὰ καὶ τῶν ἐσομένων, εἰ θέλοιεν διὰ μετανοίας ἀπαλείφειν τὰς ἑαυτῶν ἁμαρτίας. Οὕτω γὰρ Θεὸς τὰς ἐπαγγελίας πληροῖ, μετανοοῦσιν οὐκ ἀναξίοις διδούς. ΚΕΦΑΛ. Ξ. ακβ. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπ’ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.
Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν, κ.τ.λ. Χριστοῦ παρουσίαν εὐαγγελισάμενος, πρώτους βούλεται μεταλαβεῖν αὐτῆς τοὺς ἐξ Ἰσραὴλ, κατὰ τό· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ὃ καὶ τοῖς μαθηταῖς παρήγγελλεν, ἀπαγορεύσας αὐτοῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, μηδὲ εἰς πόλιν Σαμαρειτῶν. Οἳ καὶ ἔλεγον· «Ὑμῖν ἦν πρῶτον ἀναγκαῖον κηρυχθῆναι τὸν λόγον.» Χριστὸς δὲ ἦν τὸ φῶς , καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωὴ, καὶ τὸ φῶς , τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐξ οὗ τὴν Ἱερουσαλὴμ , δηλονότι τοὺς ταύτης οἰκήτορας, φωτισθῆναι προτρέπεται, αὐτῆς τε εἶναί φησι προηγουμένως τὸ φῶς , διά τε τὴν ἐπαγγελίαν τῶν πατέρων, καὶ τὸ τὰ περὶ Χριστοῦ ταύτῃ παρὰ τῶν προφητῶν κεκηρύχθαι. Διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς φῶς εἶπεν, ἀλλὰ τὸ φῶς ἀναφορικῶς, οὗπερ εἰ μετέσχε, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι παντὸς, κατὰ τό· «Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην.» Αὐτῆς δὲ μὴ δεξαμένης, ἐπιφέρει·
PG 87:2618«Νῦν δὲ ἥξουσιν ἡμέραι ἐπὶ σὲ,» καὶ τὰ ἐφεξῆς. Πασῶν τε τῶν νῦν λεγομένων ἐξέπεσεν ἐπαγγελιῶν, αἳ τάχα ἂν αὐτῇ ἐγένοντο καὶ σωματικῶς. Ἅμα τε γὰρ τοῦ φωτὸς , καὶ τούτων ἐστέρηντο. Τὸ δὲ Ἱερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς ἄλλοις. Ἀλλ’ ὁ μὲν Ἀκύλας Ἀνάστηθι, φωτίζου , φησὶν, ὅτι ἦλθεν φῶς σου . Καὶ Σύμμαχος ὁμοίως, καὶ τὸ Ἑβραϊκὸν, ὡς εἶναι τὸν λόγον πρὸς τοὺς δεδεγμένους τὸν εἰρημένον λυτρωτὴν, ἢ ἀγχιστέα, οὓς ἔλεγεν ἐξ ἀνατολῶν καὶ δυσμῶν τοὔνομα Κυρίου φοβηθήσεσθαι. Τὸ οὖν θεοσεβὲς τοῦτο πολίτευμα, πόλις καλεῖται Θεοῦ, καὶ Ἱερουσαλήμ . Παρ’ αὐτῇ γὰρ πρώτῃ συνίστατο προφητῶν τε καὶ θεοσεβῶν ἀνθρώπων χορός. Οἳ δὴ τὴν παρουσίαν ἀεὶ προσδοκῶντες Χριστοῦ, τὸν βίον κατέστρεφον διακείμενοι, ὡς καὶ μέχρι θανάτου καταβήσεται διὰ τὴν αὐτῶν ἐλευθερίαν. Ὅθεν ὡς ἐν σκότῳ καθημένοις τοῦ φωτὸς Χριστοῦ τὴν παρουσίαν εὐαγγελίζεται, ὡς πρὸς τῇ πρώτῃ παρουσίᾳ, καὶ τῇ δευτέρᾳ τὸν λόγον ἁρμόττειν, περὶ ἧς ἔλεγεν ὁ Σωτήρ· «Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ,» καὶ τὰ ἑξῆς· ἐν οἷς τοὺς ἀγγέλους συνάξειν λέγει πανταχόθεν τοὺς ἐκλεκτούς. Καὶ πάλιν·
«Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὑτοῦ.» Εἶτα περὶ διακρίσεως εὐσεβῶν τε λέγει, καὶ ἀσεβῶν, ὡς προβάτων καὶ ἐρίφων, τῶν μὲν παραδιδομένων πυρὶ, τῶν δὲ ἀνακαλουμένων εἰς τὸν νέον αἰῶνα, καθ’ ὃν οὐκ ἔσονται φωστῆρες σωματικοὶ, Χριστοῦ τοῦ τῆς δικαιοσύνης Ἡλίου πρὸς φωτισμὸν ἐπαρκοῦντος· ὅτε, κατὰ τὸν ἱερώτατον Παῦλον, «Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, οἱ δὲ περιλειπόμενοι ἐν νεφέλαις ἀπαντῶντες ἔσονται σὺν Χριστῷ.» Τοῖς οὖν τοιούτοις τότε προσφωνῶν ὁ λόγος ἐρεῖ· Φωτίζου, Ἱερουσαλήμ · ἢ κατὰ τοὺς ἄλλους· Ἀνάστηθι, φωτίσθητι . Καὶ ὅρα εἰ μὴ σαφῶς διὰ τοῦ ἀνάστηθι , τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔδειξεν, ἣν ποιήσει τὸ φῶς ἀκτῖσιν ἰδίαις ἀναζωπυροῦν τοὺς νεκροὺς, οἳ καὶ ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. Διὸ νῦν ἐπάγει· Καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν · δηλαδὴ τὴν νέαν τοῦ Θεοῦ πόλιν, ἣν φωτίζει μόνην Χριστός. Τοῖς γὰρ ἀσεβέσι σκότος ἀπόκειται, ὃ δηλῶν φησιν· Ἰδοὺ σκότος καλύψει τὴν γῆν , καὶ γνόφος ἐπ’ ἔθνη. Ἐπὶ δὲ σὲ ἀνατελεῖ Κύριος , κατὰ τοὺς λοιπούς.
PG 87:2619Δεῖ γὰρ πρῶτον φωτὸς ἀνατολῆς τοῖς μέλλουσι θεωροῖς γενέσθαι τῆς τοῦ Μονογενοῦς τοῦ Θεοῦ δόξης , ὃς δόξα λέγεται τοῦ Πατέρος. Ἐν αὐτῷ γὰρ, καὶ δι’ αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ὁρῶντες γὰρ τὸν Υἱὸν, ὁρῶμεν τὴν μεγαλειότητα, καὶ δόξαν τοῦ Πατέρος, ὅς γέ φησι· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Τὸ δέ· Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος · ἐπὶ τῆς πρώτης ἐκλαβόντες παρουσίας τινὲς, οὐχ ὡς μελλόντων φασὶ τῶν ἐθνῶν σκοτισθήσεσθαι , τῷ κόσμῳ λάμψαντος τοῦ Χριστοῦ. Πεφώτισται γάρ. Ἀλλ’ ὁ μέλλων ἐνταῦθα χρόνος τὸν ἐνεστῶτα δηλοῖ, τοῦτ’ ἔστι καλύπτει. Χριστοῦ γὰρ πρώτοις τοῖς ἐξ Ἰσραὴλ ἐπιλάμψαντος, ἔτι τὰ ἔθνη σκότῳ κεκράτητο, πρὶν ἐπ’ αὐτὰ μεταστῆναι τὴν χάριν. Τότε γὰρ Ἰουδαίοις τὴν οἰκείαν θαυματουργῶν ἐπεδείκνυτο δόξαν . Τινὲς δὲ τὸ, γνόφος ἐπ’ ἔθνη , φασὶν ὅτε πάσχουσιν οἱ ἐχθροὶ τὰ δίκαια. Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου , τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν ἐκ τῆς ἐκείνων ἀπειθείας γεγενημένην. Δύο δὲ νοήσομεν τάγματα σωζομένων·
τῶν τε παρ’ Ἰουδαίοις θεοφιλῶν, οἳ διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οἳ καὶ τοῖς τοῦ θανάτου χωρίοις ἐνδιέτριβον τὴν παρουσίαν Χριστοῦ περιμένοντες. Διὸ πέμψας Ἰωάννης ἠρώτα· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» οὓς εὐαγγελιζόμενος τὴν εἰς αὐτοὺς τοῦ Χριστοῦ κάθοδον, φησίν· Ἀνάστηθι, φωτίσθητι. Ἦλθεν γὰρ τὸ φῶς σου , τοῦτ’ ἔστιν, ὃ προσεδόκας. Τούτων οὖν τὸ πρῶτον τάγμα. Δεύτερον δὲ, τὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ὃ δὴ συνῆψεν ὁ Παῦλος τῷ πρώτῳ λέγων· «Ἄρ’ οὖν οὐκ ἔτι ἔστε ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων,» καὶ τὰ ἐπὶ τούτοις. Ἐν οἷς ἔστιν «εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ.» Εἰκότως οὖν εὐαγγελισάμενος νῦν τῷ πρώτῳ τάγματι ἐπήνεγκε· Καὶ πορεύσονται ἔθνη τῷ φωτί σου , δεικνὺς κοινὸν ἀμφοτέροις τὸ φῶς τοῖς πρὸ τῆς παρουσίας, καὶ ὕστερον, καὶ τὴν λαμπρότητα , ἣν ἡ ῥύπου παντὸς ἀπόσμηξις ἀπεργάζεται.
PG 87:2621Ταύτῃ γὰρ καὶ οἱ τῶν ἐθνῶν χρήσονται βασιλεῖς , καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει, ὃ δὴ καθ’ ἡμᾶς διὰ τῶν ἔργων ὁρᾶται. Εἶτα ἐπειδὴ ἐθνῶν ἐμνημόνευσε, καὶ βασιλέων ἐθνῶν, ἀκολούθως τὴν προτέραν τοῦ Θεοῦ πόλιν διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι λέγων· Ἴδε συνηγμένα τὰ τέκνα σου , οὓς καί φησιν ἐπ’ ὤμων ἀρθήσεσθαι . Διὸ πάντες οἱ ἐξ ἐθνῶν πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν εἰς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι. Καὶ πολλαχοῦ δὲ θυγάτηρ Ἱερουσαλὴμ, καὶ Σιὼν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία χρηματίζει, ὡς ἐν τῷ, «Χαῖρε σφόδρα, θυγάτηρ Σιών. Κήρυσσε, θυγάτηρ Ἱερουσαλήμ. Ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ πορεύσονται ἕθνη πολλὰ ἐπὶ τὸν Κύριον.» Τὸ δὲ πόῤῥωθεν ἥκειν , παρίστησιν ὡς ᾗ μὲν πόῤῥω που τῆς βασιλείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. «Ἀλλ’ ὑμεῖς, φησὶν, οἵ ποτε μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε.» Ὡς γὰρ ὁ Παῦλός φησιν· «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Καὶ πρὸς Ἀβραὰμ δὲ ἐῤῥέθη· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Πρὸς ἅ τις προφήτης φησί·
«Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.» Ἃ δὴ καὶ πεισθέντα, κατὰ τὸν Ἡσαί̈αν, φασί· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ἀλλ’, ἰδοὺ ἥκασι , φησὶ, τοῦτ’ ἔστιν, οὐκ εἰς μακρὰν ἡ κλῆσις αὐτῶν. Δραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, δίχα πόνου παντός. Ἐπ’ ὤμων γὰρ ἀρθήσονται , οἷα δὴ βρέφη ταῖς τῶν μυσταγωγῶν παιδαγωγίαις χειραγωγούμενοι. Γάλα γὰρ ποτίζονται κατ’ ἀρχὰς, κατὰ βραχὺ πρὸς μέτρον ἡλικίας ἀναβαίνοντες τέλειον ὅσοι τῆς διὰ Πνεύματος ἀναγεννήσεως ἔτυχον. Τοιγαροῦν ὁ Παῦλος «Ὡς ἄν τις τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,» φησίν. Ἐφ’ οἷς λέγει· Τότε ὄψει, καὶ χαρήσῃ . Καὶ πῶς οὐ μέλλει μήτηρ περὶ τέκνοις σωζομένοις εὐφραίνεσθαι ; Τὸ δὲ φοβηθήσῃ , παρὰ μὲν τοῖς λοιποῖς οὐκ ἐμφέρεται. Σημαίνει δὲ τὸ ἐκστήσῃ , καὶ θαυμάσεις. Κατὰ τὸν Ἀββακοὺμ εἰπόντα· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην.» Τίς δὲ τοῦ θαυμάζειν ἡ πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης . Ὁ δὲ Σύμμαχος·
PG 87:2623Ὅταν ἐπιστραφῇ ἐπὶ σὲ τὸ πλῆθος τῆς θαλάσσης, καὶ ἡ δύναμις τῶν ἐθνῶν . Ὁ δὲ λόγος τὴν πολυπληθίαν τῶν σωζομένων, πλούτῳ καὶ πλήθει θαλάσσης ἀπείκασεν. Δυνάμεις δὲ ἐθνῶν ἢ οἱ ἐν αὐτοῖς δυνατοὶ , ἢ οἱ τοῦ κατὰ Θεὸν βίου νεανικῶς ἀντεχόμενοι, ὡς λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Χαρήσῃ δὲ, φησὶ, καὶ ἐπὶ τῶν ἀτελεστέρων καὶ ἀλογωτέρων ταῖς ἀγέλαις, οὓς καμήλοις ἀπείκασεν, Οἳ δή σοι χρυσίον καὶ λίβανον οἴσουσι , τοὺς ἐν Ἐκκλησίᾳ πλουσίους δηλῶν. Καὶ ὁ Σωτὴρ γὰρ καμήλῳ παρεικάζει τὸν πλούσιον , εὐκοπώτερον εἶναι λέγων κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ γὰρ τὸ παρ’ ἀνθρώποις ἀδύνατον, παρὰ Θεῷ δυνατόν. Ἐφ’ ᾧ καὶ Ἱερουσαλὴμ ἐξέστη διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βλέπουσα τοὺς εἰσιόντας εἰς τὴν αἰώνιον ζωὴν, ὡς διὰ τρυμαλιᾶς ῥαφίδος, δῶρα φέροντας Θεῷ λύτρα τῆς ἰδίας ψυχῆς. Λύτρον γὰρ ψυχῆς ὁ ἴδιος πλοῦτος. Σαβᾶ δὲ ἔθνος Αἰθιοπικόν. Καὶ Γεφᾶ δὲ καὶ Μαδιὰμ ὁμοίως βάρβαρα, γονίμους ἔχοντα καμήλων χώρας. Διὸ δὴ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. Ὅτι δὲ λογικαί τινες ἦσαν αἱ τοιαίδε κάμηλοι , δῆλον. Φησὶ γάρ·
Καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ, καὶ Γεφᾶ, πάντες ἐκ Σαββᾶ ἥξουσι. Φέροντες χρυσίον καὶ λίβανον οἴσουσι, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται . Πῶς γὰρ καμήλου τὸ σωτήριον εὐαγγελίζονται τοῦ Κυρίου , Ἄνδρες οὖν αὐταὶ, φέρουσαι λίβανον μὲν, τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν· χρυσὸν δὲ, τὴν σωματικὴν εὐπορίαν. Τὸ οὖν παράδοξον, τὸ μεταβληθήσεσθαι τὰς κτηνώδεις τῶν πλουσίων ψυχὰς, καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον, καὶ πολύγονον, καὶ σκολιὸν τοῦ ζώου· καὶ δι’ ὑπερβάλλουσαν ὠφέλειαν εὐαγγελίζεσθαι τὸ σωτήριον Κυρίου · ἔτι δὲ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσεσθαι , τὰς ἀφελεστέρας λέγων ψυχὰς λογικάς. Τοιοῦτον τό· «Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τό· «Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς τῆς ἐμῆς ἀκούει.» Καὶ ἐν Ἰεζεκιὴλ δέ φησιν· «Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου,» καὶ τὰ ἐφεξῆς εἰπὼν ἐπιφέρει· «Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ἰςραὴλ, λέγει Κύριος.
PG 87:2625Καὶ ὑμεῖς πρόβατά μου, καὶ πρόβατα ποιμνίου ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.« Ταῦτα μὲν οὖν Ἰσραὴλ, ἀλλόφυλα δὲ πρόβατα νῦν φησι συναχθήσεσθαι τὰ Κηδὰρ, καὶ κριοὺς Ναβεώθ. Κηδὰρ δὲ μεθερμηνεύεται σκοτασμός . Λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν Σαρακηνῶν. Καὶ Ναβεὼθ ἑτέρα χώρα τοῦ Ἰσραὴλ ἀλλοτρία. Δηλοῦνται δὲ διὰ τῶν κριῶν οἱ ἀρχικώτατοι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων, οἳ καὶ νῦν δῶρα προςφέρουσιν , ἀφιεροῦντες ἑαυτοὺς τῷ Θεῷ, καὶ τῇ τοῦ θυσιαστηρίου προσεδρεύοντες λειτουργίᾳ, δι’ ὧν ἡ τοῦ Θεοῦ δοξάζεται Ἐκκλησία. Τινὲς δὲ τὸ, Κάμηλοι ἐπὶ καμήλων , φασὶν, ἥξουσιν , ἢ ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοὺς κατὰ χεῖρα τιμῶντες Θεόν· ἢ ὅτι οὐ καθ’ ἕνα ἥξουσιν, ἀλλ’ ἀγεληδὸν καρποφοροῦντες εἰς δόξαν Θεοῦ, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ πλοῦτον πνευματικόν . Ἐξ ὧν τινες ἕξιν εὐαγγελικὴν ἐσχηκότες προέστησαν καὶ λαῶν, εὐαγγελιζόμενοι τὸ σωτήριον Κυρίου. Ἥξουσι δὲ, φησὶ, καὶ πρόβατα Κηδὰρ, καὶ κριοὶ Ναβεώθ . Τοῦτ’ ἔστι, δεκταὶ καὶ τούτων αἱ θυσίαι γενήσονται προσιόντων διὰ πίστεως.
Εἴποις δ’ ἂν, φησὶ, πρόβατα καὶ κριοὺς , ἄνδρας βρίθοντας καλοῖς, καὶ ἐπιείκειαν ἀσπαζομένους, δι’ ὧν ὁ οἷκος δοξάζεται τοῦ Θεοῦ , οὐ διὰ καπνοῦ καὶ αἱμάτων, ὡς ὁ πάλαι νεὼς, ἀλλὰ διὰ λατρείας πνευματικῆς. Τούτου δὲ μνησθεὶς τοῦ ῥητοῦ καὶ ὁ Σωτὴρ ἔφασκεν· «Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.» Ὅτε τοίνυν οἶκος γέγονε προσευχῆς , τότε δεδόξασται . Ἐπίτηδες δὲ ἡ Γραφὴ, ὡς νηπιώδεσι, τοῖς ἐξ Ἰσραὴλ διαλεγομένη, ἐκ τῶν αὐτοῖς συνήθων τὰς ἐπαγγελίας παρέχεται μετὰ τοῦ [σωματικοῦ] δηλοῦν τι καὶ νοητόν. Περὶ πολλοῦ γὰρ ἦν αὐτοῖς ἀλλόφυλα ἔθνη δωροφοροῦντα θεάσασθαι. Θέλγει τοίνυν αὐτοὺς συμψελλιζομένη τὰ φίλα. Καὶ συνήθη γὰρ, ὡς δὴ παισὶν, ἐπαγγέλλεται, δι’ ὧν ἀνέξη προτρεπομένη πρὸς θεοσέβειαν, ὡς πρὸς διδασκαλίαν τοὺς παῖδας εἰώθαμεν. Ἴσως δ’ ἂν αὐτοῖς ἀπήντηκε καὶ σωματικῶς, εἰ τὸν Χριστὸν παρεδέξαντο. Τοιγαροῦν καὶ οὕτω τινὲς ἀπέδωκαν·
PG 87:2626Ἀνάλαβέ σου τὸ πρότερον φῶς, Ἱερουσαλὴμ , ὃ διὰ ῥᾳθυμίας ἀπέσβεσας, καὶ ᾧ κατ’ ἐξαίρετον ἐτιμήθης τῶν ἄλλων ἐσκοτισμένων , ὡς ἂν ἔθνεσι καὶ βασιλεῦσι θεοσεβείας γένῃ παράδειγμα, σοῦ δὲ μὴ βουλομένης ἐπὶ τὰ ἔθνη τὸ φῶς τοῦ Χριστοῦ μεταβήσεται. Τὸ σὸν οὖν ὄμμα, φησὶν, ἀνάτεινον πρὸς Θεὸν, καὶ ὄψει τοὺς ἐν τῇ διασπορᾷ συνηγμένους ὑπὸ τῶν κατεχόντων δορυφορουμένους. Ἐπαγγέλλεται δὲ καὶ χρυσὸν , καὶ τὰ ἀπὸ τῶν ἐθνῶν τοῖς περὶ ταῦτα ἐπτοημένοις, εἰ θεοσεβεῖν ἐθέλοιεν. Καὶ ταῦτα μὲν οὗτοι. Τῇ δὲ παλαιᾷ διαλεχθεὶς Ἱερουσαλὴμ , τῷ θεοσεβεῖ πολιτεύματι, τῇ μητέρι τῆς νέας καὶ κατὰ Χριστὸν πολιτείας, ἐκ προσώπου νῦν αὐτῆς ἐπιφέρει τὰ μετὰ ταῦτα λεγούσης· Τίνες οἵδε; ὡς νεφέλαι πέτονται . Ὃ σαφὲς ὁ Παῦλος κατέστησεν, εἰπών· «Ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα,» συναφθέντες δηλαδὴ τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων, οἳ καὶ θεωροῦντες τὴν πρὸς αὐτοὺς ἀνάπτησιν, τῶν ἐξ ἐθνῶν σωζομένων ἀποθαυμάζουσι τὸ πλῆθος.
Τινὲς δὲ τῆς Ἐκκλησίας τὸ πρόσωπον εἶναί φασι θαυμαζούσης τὴν ἐξ ἁπάσης χώρας διὰ πίστεως συνδρομὴν συντόνῳ δρόμῳ χωρούντων, καὶ οἷον ἱπταμένων · ἤγουν, ὅτι τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα, ὡς ἐκ θαλάττης νεφέλαι , θορύβου πόῤῥω κοσμικοῦ μετέωροι γίνονται. Περιστερὰς δὲ λέγει σὺν νεοςσοῖς , ὅτι τοῦ θείου κηρύγματος ἡ σαγήνη οὐ πρεσβύτας μόνους , ἀλλὰ καὶ νέους, καὶ σὺν μητέρι θυγατέρας ἐπὶ τὴν πίστιν συνήγαγεν. Θαυμαζούσης δὲ τῆς Ἐκκλησίας, τὴν τοῦ πράγματος αἰτίαν ὁ σαγηνεύων φησίν· Ἐμὲ νῆσοι ὑπέμειναν , τοὺς νησιώτας λέγων, καὶ πλοῖα Θαρσεῖς . Τὰς Ἰνδικὰς δὲ χώρας Θαρσεῖς ἡ Γραφὴ καλεῖ. Λέγουσι δὲ καὶ τῆς Κύπρου πόλιν εἶναι Θαρσεῖς. Τὸ δὲ ὑπέμειναν , τοῦτ’ ἔστι, Τὸν ἐμὸν ζυγὸν ὑπεδέξαντο, δι’ ὧν δηλοῖ τὴν τῶν ἐθνῶν συνδρομὴν καρποφορούντων τὰ παρ’ αὐτοῖς τιμιώτατα καὶ καλουμένων Χριστιανῶν, ἐπειδήπερ ἅγιον γέγονε παρ’ αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ ἅγιος τοῦ Ἰσραήλ . Εἷς δὲ καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος ἐστίν .
PG 87:2628Αὐτῷ τοίνυν, οὐ τοῖς εἰδώλοις, ὡς πάλαι, προσφέρουσιν οὐ πάντως τὰς ὕλας, χρυσόν τε καὶ ἄργυρον , ἀλλὰ πίστιν, καὶ τὴν ἐξ ἀρετῆς ἁπάσης φαιδρότητα. Φησὶ δὲ καὶ ἐν Ψαλμοῖς περὶ Χριστοῦ, ὅτι «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.» Ταῦτα μὲν, εἰ ἀπὸ τῆς Ἐκκλησίας λέγοιτο τὸ, Τίνες οἵδε; ὡς νεφέλαι πέτονται . Εἰ δὲ ἀπὸ τοῦ πάλαι θεοσεβοῦς πολιτεύματος, ἐξ αὐτοῦ ἂν εἴη καὶ τὸ, Ἐμὲ νῆσοι ὑπέμειναν , τοῦτ’ ἔστιν, αἱ Ἐκκλησίαι· ἐπείπερ τὰς ἐν προφήταις ἐπαγγελίας πρὸς τοὺς Πατέρας ἀναγινώσκουσαι, προςεδόκων αὐτάς. Ὑπέμειναν οὖν με , τῶν αὐτῶν προςδοκῶσαι τυχεῖν. Πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ σώματα, οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Ἀλλοφύλων δὲ χώρα Θαρσεῖς . Διὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που· «Πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς .» Ἀλλ’ ἐκεῖνα μὲν συνετρίβετο. Ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἱερουσαλὴμ , τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξειν λέγεται· τοῦτ’ ἔστιν, αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι.
«Δεῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν.» Ἥξουσι τοίνυν αὐτοῖς σώμασι τὰς κατ’ ἀρετὴν πράξεις, ἄργυρον καὶ χρυσὸν ὀνομαζομένας, ἐπαγόμενοι . Τοῦτο γὰρ ὁ Παῦλος νοῶν φησίν· «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσὸν, ἄργυρον, λίθους τιμίους.» Τινὲς δὲ ὡς ἀπὸ τοῦ προφήτου τὰ μέλλοντα θεωρήσαντος ἔλαβον τὸ, Τίνες . Οἱ δὲ θαυμάζοντος τὸ πλῆθος τῶν ἐπαναγόντων ἐπὶ τὴν Ἱερουσαλήμ. Νέφεσι γὰρ πεπυκνωμένοις, καὶ περιστεραῖς σὺν νεοσσοῖς ἀπεικάζει τούτων τὸ πλῆθος. Ὅμοιον δὲ τῷ ἤδη ῥηθέντι· Οὗτοι δέ μοι ποῦ ἦσαν ; Ὃ τοίνυν ἔβλεπεν ὁ προφήτης φησίν. Ὃ καὶ Μιχαίας ποιήσειν ἔλεγεν, μηδὲν ἀνασχόμενος πρὸς ἡδονὴν εἰπεῖν Ἀχαάβ. Ἀλλ’ εἰπών· «Θεωρῶ τὸν λαὸν ἐπὶ τῶν ὀρέων, ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα·» οὕτω καὶ νῦν φησι, πάντας δορυφορουμένους ἥξειν , καὶ ὡς ἐπ’ ὤμων ἀγομένους ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς εἰς πόλιν ἀνακειμένην Θεῷ. Πλοῖα δὲ Θαρσεῖς καλεῖ, τοὺς ἀπὸ τῆς Θαρσεῖς ἐρχομένους ἐν Ἰνδίᾳ κειμένης ἧς καὶ ἐν Ἰωνίᾳ μέμνηται.
PG 87:2629Ταῦτα δὲ ἔσται τῇ Ἱερουσαλὴμ οὐ δι’ αὐτὴν, ἀλλὰ διὰ τὸν Θεὸν, ὃς ἔγνω στῆσαι τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν διὰ τὴν ἑαυτοῦ μεγαλειότητα. Πρὸς τούτοις εἴρηται· Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου · ὃ καὶ νῦν ὁρᾶται· ἐθνικοὶ γὰρ Ἐκκλησιῶν ἡγοῦνται, ταῖς ἑαυτῶν διδασκαλίαις αὐτὰς περιφράττοντες, εἰς τὸ μὴ λόγον ἀλλότριον χώραν ἔχειν ἐπιβουλῆς. Καὶ βασιλεῖς δὲ αὐτῶν παραστήσονταί σοι , φησί. Καὶ νῦν γ’ οὖν τῶν Ῥωμαϊκῶν ταγμάτων οἱ ἄρχοντες, καὶ τῶν βασιλέων ὁ φόβος ἀνείργουσι τοὺς ταῖς Ἐκκλησίαις ἐπιβουλεύοντας· ἤγουν παράστασιν σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. Ἔστι δὲ, φασὶ, ταῦτα καὶ καθ’ ἱστορίαν εὑρεῖν, Κύρου μὲν ἀνοικοδομήσαντος Ἱερουσαλὴμ, μετ’ αὐτὸν δὲ Δαρείου. Καὶ Ἀλέξανδρος δὲ τὸν ἱερὸν θεασάμενος στόλον, τὸν θυμὸν μετέβαλεν εἰς προσκύνησιν. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ δι’ ἔλεον ἠγάπησά σε . Καὶ γὰρ σὲ τὴν θεοσεβεῖν ἐπαγγειλαμένην ἐπάταξα , πόλιν παραδοὺς πολεμίοις διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων ἐν σοὶ, ὡς καὶ προφήτας καὶ θεοσεβεῖς ἀπολαῦσαι τῆς τῶν λοιπῶν μοχθηρίας.
Καὶ νῦν δὲ διὰ τοὺς ἐν σοὶ κατορθοῦντας, ἠγάπησά σε, τῆς ὀργῆς οὕτω θυμῷ τοῦ Θεοῦ λογιζομένης, ἀλλὰ ταῖς ἐκείνων ἁμαρτίαις. Καὶ αὐτὴν γὰρ δι’ ἀγαθότητα τὴν δίκην ἐπάγει Θεὸς, ἵν’ ἐξ ὧν ἁμαρτόντες ἐτιμωρήθησαν, γνῶσιν οἵων ἀπολαύσουσι κατορθώσαντες. Εἰ γὰρ ὁ ἀόργητος τιμωρεῖται δι’ ὠφέλειαν, δι’ ὃ καὶ ὀργίζεσθαι λέγεται· πόσῳ μᾶλλον ἐλεήσει πηγὴ τυγχάνων ἀγαθότητος δικαιοπραγοῦντας ἡμᾶς; Ἐπάγει δὲ δεικνὺς ὡς τῆς ἀγάπης αὐτοῦ καρπὸς ἡ πολλὴ ἄδεια καὶ εἰρήνη, δι’ ἣν ἀνοιχθήσονται πύλαι σου διὰ παντός. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, Οὐδένα, φησὶ, φοβηθήσῃ πολέμιον. Πρὸς δὲ νοῦν πύλαι τῆς τοῦ Θεοῦ πόλεως εἰσακτικαὶ, καὶ στοιχειώδεις διδασκαλίαι προκείμεναι διὰ παντὸς τοῖς τῇ θεοσεβείᾳ προστρέχουσι. Διόπερ εἶπεν εἰςάγειν πρὸς σὲ δύναμιν ἐθνῶν , τοὺς εἰπεῖν δυναμένους· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ὧν οἱ ἐξαίρετοι βασιλεῖς , οἱ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. Διὰ Θεοῦ δὲ πάντες ἔχουσι τὴν εἴςοδον εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ.
PG 87:2631«Οὐδεὶς γὰρ δύναται ἐλθεῖν πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας ἑλκύσῃ αὐτόν.» Καὶ καθ’ ἱστορίαν γε μὴν, ἄρχοντες καὶ βασιλεῖς Ῥωμαίων εἰς τὴν Ἐκκλησίαν ποιοῦνται τὴν εἴσοδον. Οἱ δὲ μὴ δουλεύσαντές σοι , φησὶ, τῇ τοῦ Θεοῦ πόλει , τὴν καλλίστην δουλείαν καὶ σωτήριον, ἀπολοῦνται . Ὃν γὰρ μὴ σώζει πίστις, ἀπόλλυσιν ἀπιστία. Σοὶ δὲ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτὰ κομισθήσεται. Ἀλλοφύλων δὲ τὸ ὄρος τρέφον δένδρα πρὸς οἰκοδομὴν ἐπιτήδεια. Τοιούτους νόει τοὺς ἐξ ἐθνῶν τὴν κοσμικὴν ἠσκημένους σοφίαν, οἳ κοσμοῦσι τὴν Ἐκκλησίαν τῇ τοῦ λόγου παρασκευῇ, δι’ ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ τόπος τῶν ποδῶν αὐτοῦ , δηλαδὴ ἡ Ἐκκλησία, ἥτις τρέφει καὶ πλείστας ὅσας κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, καὶ Χριστὸν εὐωδιαζούσας, οἳ καὶ τῆς τοῦ κοσμικοῦ φρονήματος πόῤῥω κεῖνται φθορᾶς, ὃ δὴ πρόσεστι πεύκῃ καὶ κέδρῳ . Φίλον γὰρ τῇ Γραφῇ τὸ τῶν ἁγίων πλῆθος τοῖς τοιούτοις ἀπεικάζειν φυτοῖς. Φησὶ γὰρ καὶ Δαβίδ· «Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Καὶ Παῦλος δὲ λέγει·
«Θεοῦ γεώργιόν ἐσμεν.» Τινὲς δέ φασιν, ὡς Λίβανον ἡ Γραφὴ τὰ ἔθνη καλεῖ, ὥσπερ οὖν Κάρμηλον τὴν Ἱερουσαλήμ . Σαμαρείας γὰρ τὸ ὄρος, ὡς ἐκεῖνο τῶν ἀλλοφύλων. Δηλοῖ τοίνυν κατὰ μὲν ἱστορίαν, τὰ πρὸς ἀνάκτισιν χορηγηθέντα ξύλα· κατὰ δὲ νοῦν, τὰς γνώμας τῶν δικαίων. Εἶτα δηλοῖ τοὺς πάλαι τὴν Ἐκκλησίαν τοῖς διωγμοῖς ταπεινώσαντας , μεταβαλεῖν ἐπὶ τὸ τὸν ἐν αὐτῇ Θεὸν προσκυνεῖν . Πολλοὶ γὰρ τοιοῦτοι γεγόνασι. Τινὲς δέ φασιν, ὡς τεταπείνωται μὲν Ἱερουσαλὴμ εἰς Χριστὸν παροινήσασα. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα, γέγονεν μήτηρ ἐθνῶν . Οἱ γὰρ ταπεινώσαντες ταύτην Ῥωμαῖοι, τῇ τούτων πίστει προσέδραμον. Καὶ τότε δὴ, φησὶ, Κληθήσῃ πόλις Κυρίου Σιών. Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, περὶ ἧς φησιν ὁ Δαβίδ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Τινὲς δὲ Τότε, φησὶν, ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Τότε γὰρ ἓν ἐκ τῶν δύο γενήσεται σῶμα λαῶν. Μήπω γὰρ τοῦ ἐξ ἐθνῶν λαοῦ συναφθέντος τῷ προτέρῳ Ἰσραὴλ , οὐχ οἷόν τε μόνους ἐκείνους πάντα Ἰσραὴλ ὀνομάζεσθαι ἠκρωτηριασμένους τῷ δευτέρῳ τάγματι τοῦ νέου Ἰσραήλ. Ἄμφω δὲ τότε μιᾶς τῆς παρὰ Θεῷ τεύξονται σωτηρίας.
PG 87:2633Τινὲς δὲ ἱστορικῶς ἀπέδοσαν, ὡς οὕτω διακειμένης τῆς πόλεως, οἱ εἰς αὐτὴν πλημμελήσαντες αἰσχυνθήσονται, ἐννοοῦντες ἃ ἔδρασαν. Καὶ γὰρ πρεσβυτέρων τὸν ζυγὸν ἐβάρυναν, καὶ νήπιον οὐκ ἠλέησαν, ὥστε λοιπὸν Κυρίου πόλιν καλεῖσθαι τὴν Ἱερουσαλήμ. Ὡς γὰρ παρῶπται δι’ ἀσέβειαν, οὕτως ἐπανελθοῦσα πρὸς ἑαυτὴν ἔσται κόσμος, οὐ μόνον ἐκείνῃ τῇ γενεᾷ, ἀλλὰ καὶ ταῖς μετ’ ἐκείνην. Ἤγουν (ἐπειδὴ πάσχοντος μέλους, συμπάσχει πάντα τὰ μέλη) τῶν παραβεβηκότων τῆς καλλιελαίου κλάδων ἐκκοπέντων, οἱ τότε θεοσεβεῖς ἐγκαταλελεῖφθαι λέγονται, καὶ μεμισῆσθαι, μὴ ὄντος τοῦ βοηθοῦντος . Τῶν δὲ ἐκ τῆς ἀγριελαίου τὴν ἐκείνων ἀναπληρωσάντων χώραν, καὶ συναφθέντος ἑκατέρου λαοῦ, τῇ τοῦ Σωτῆρος δυνάμει συνέστη τῶν σωζομένων τὸ πλήρωμα, μία τε πόλις ἐξ ἀμφοῖν γέγονεν ἡ καλουμένη Σιὼν , ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς. Τινὲς δέ φασι τεταπεινῶσθαι μὲν αὐτὴν διὰ τὸ κατὰ Χριστοῦ τόλμημα, σωθήσεσθαι δὲ τοῦτον πάλιν ἐπιγινώσκουσαν. Τὰ δ’ οὖν ἐπαγόμενα· Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς .
Ὅπου γὰρ ἐλπὶς ἀφθαρσίας ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἀτελευτήτου τε ζωῆς, καὶ δόξης, καὶ βασιλείας, οὐρανῶν, ποίαν ἔχοι τὸ κατηφές. Καὶ θηλάσεις , φησὶ, γάλα ἐθνῶν . Τὸ κοινὸν λέγει μυστήριον, καὶ τὴν στοιχειώδη διδασκαλίαν τῶν ἐν Χριστῷ διὰ πίστεως ἀναγεννωμένων. Τινὲς δὲ τοῦτό τε καὶ τὰ ἐφεξῆς τὰς ἐξ ἐθνῶν φασι καρποφορίας δηλοῦν, ἀναθήματά τε καὶ βασιλικὰ σιτηρέσια μέχρι νῦν ἐκ τῶν κρατούντων διδόμενα. Ἄλλοι δὲ βασιλέας φασὶ τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ Σωτὴρ οὐρανῶν βασιλείαν ἐπαγγέλλεται. Τινὲς δὲ καὶ καθ’ ἱστορίαν τὸν πλοῦτον σημαίνεσθαί φασιν, ὃν βασιλεῖς προςῆγον, καὶ ἄρχοντες ἐν αὐτῇ τῷ Θεῷ, τῷ ταύτην ἐξελομένῳ τῶν πολεμίων, καὶ εἰς τὸ ἄρχειν αὖθις αὐτὴν καταστήσαντι. Ὅτι ἐγὼ Κύριος ὁ σώζων σε , φησί. Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ σέσωσται τοῦ Ἰσραὴλ τὸ κατάλειμμα, ὡς μὴ παντελῶς τὸ ἐκ Πατέρων ἁγίων ἔθνος ἀπόληται. Γνῶθι δὲ, φησὶ, πρὸς τοῖς εἰρημένοις, ὡς οὐκ ἔτι ξύλων ἀργῶν δεήσει. (Ταῦτα γὰρ ὕλη πυρὸς) ἀλλ’ οὐδὲ λίθων , τοῦτ’ ἔστι ψυχῶν ἠλιθίων. Τὰ δὲ τούτων ἕξεις τιμιώτερα.
PG 87:2634Οἱ γὰρ πάλαι χαλκοῖ καὶ ἀντίτυποι ἄνδρες, καὶ τοὺς τρόπους παντὸς σιδήρου σκληρότεροι, μεταβληθέντες εἰς χρυσόν τε καὶ ἄργυρον ἐφαρμόσουσι τῇ σῇ κατὰ Θεὸν οἰκοδομίᾳ· οἵ τε ξύλων ἀναισθητότεροι, ἀντὶ χαλκοῦ σοι καὶ σιδήρου γενήσονται πρὸς τὴν οἰκοδομὴν συναιρόμενοι. Τινὲς δέ φασι βούλεσθαι λέγειν, ὅτι πάντα πρὸς τὸ ἄμεινον μεταστήσεται, παραχωρούσης τῆς ἐν νόμῳ παιδεύσεως τῇ διὰ τοῦ Χριστοῦ τοσοῦτον οὔσῃ κρείττονι, ὅσον χαλκοῦ χρυσός. Χρυσοφανὴς μὲν γὰρ ὁ χαλκὸς , πλὴν οὐ χρυσός. Ἀργυροφανὴς δὲ, διὰ τὸ στιλπνὸν, καὶ ὁ σίδηρος, ἀλλ’ οὐκ ἄργυρος . Τοιγαροῦν τὴν ἐν νόμῳ γνῶσιν πρὸς τὴν διὰ Χριστοῦ, σκύβαλα Παῦλος καλεῖ, ἡ δὲ τῶν Γραμματέων καὶ Φαρισαίων διδασκαλία μυθώδης οὖσα, παρεικάζοιτο ξύλοις καὶ λίθοις . ἧς ἡ ἐν Χριστῷ τοσοῦτον ἀμείνων, ὅσον ξύλου χαλκὸς, σίδηρός τε λίθου . Τὰ μὲν γὰρ εὔθλαστα, τὰ δὲ, πρὸς τῷ λαμπρῷ καὶ τιμίῳ, καὶ ἀῤῥαγῆ. Βίος γὰρ ὀρθὸς μετὰ δογμάτων ἀληθῶν παραδίδοται, διὰ τοῦτο καὶ Παῦλος τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν, ξύλα, χόρτον, καὶ λίθους καλεῖ.
Τινὲς δὲ καὶ κατὰ τὴν λέξιν ἀπέδωκαν, ὡς εὐσεβούσῃ τῇ πόλει πᾶσα ὕλη τιμία ἐν ἴσῳ ταῖς ἀτίμοις δοθήσεται. Μὴ δὲ γὰρ ἀδύνατον εἶναι τοῦτο Θεῷ. Πλὴν τούτων οὕτω γινομένων οἱ ἄρχοντές σου λοιπὸν ἐν εἰρήνῃ διάξουσι, κατὰ πρόγνωσιν αὐτοὺς ἐπισκόπους καλέσας. Τὸ δὲ, Ἐν εἰρήνῃ διάξουσιν καὶ ἐν δικαιοσύνῃ , ἐκ μέρους ἐπληροῦτο, κατὰ τὸ, «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν,» κατὰ τὸν παρόντα βίον δηλονότι. «Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Ὅπερ ἐστὶ τῆς Χριστοῦ βασιλείας τὸ τέλος, πάσης ἀδικίας ἀνῃρημένης, παντός τε συντρίμματος καὶ ταλαιπωρίας . Ἐχθρὸς γὰρ ὑπολειφθήσεται λοιπὸν οὐδεὶς, οὐδὲ μνήμη κακίας, κατὰ τὸ, «Ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» Πλὴν ὡς τῶν πρώτων ἐκβεβλημένων, ἑτέρους ἀνίστησιν ἐπισκόπους, καὶ ἄρχοντας εἰρηνεύοντας πρὸς Θεὸν, καὶ τιμῶντας τὸ δίκαιον ὁποῖον ἂν εἴη τὸ ἤδη ῥηθέν· «Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρόν. Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω, καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον,» καὶ τὰ ἐπὶ τούτοις.
PG 87:2636Καὶ ὁ Σωτὴρ δὲ τοῖς Ἰουδαίων λέγει καθηγηταῖς· «Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Τινὲς δὲ κατὰ λέξιν φασὶν, ὡς τιμήσουσι τὸ δίκαιον μετὰ τῶν ὑπηκόων οἱ ἄρχοντες, εἰρήνης τε τεύξονται τῆς ἐκ πολέμων, ὡς τὸν δεδιότα πολεμίους, ἢ θῆρας, καταφεύγειν ἐπ’ αὐτήν. Κληθήσεται δὲ, λέγει, σωτήριον τὰ τείχη σου . Πάλιν τὸ σωτήριον, Ἰησοῦν ἔχει τὸ Ἑβραϊκόν. Αὐτὸς γάρ ἐστιν ὁ καὶ περιτειχίζων τὴν Ἐκκλησίαν. Καὶ αἱ πύλαι σου γλύμμα , ὅπερ Ἀκύλας μὲν, ὕμνησις , φησὶν, ὁ δὲ Σύμμαχος, αἴνεσις . Διὰ τούτων γὰρ ἡ εἴσοδος τοῦ θεοσεβοῦς πολιτεύματος, τῶν προσιόντων διδασκομένων ὑμνεῖν τὸν Θεόν. Τινὲς δὲ τείχη καὶ πύλας , τοὺς διδασκάλους φασὶ τειχίζοντας τὴν Ἐκκλησίαν βίῳ καὶ δόγμασι, καὶ τοὺς προςιόντας εἰσάγοντας. Γλύμμα δὲ, ὅτι περικαλλὴς ἄγαν ὁ λόγος αὐτοῖς, καὶ πρὸς ἀλήθειαν ἐκτετορνευμένος. Νοοῖτο δ’ ἂν καὶ ἐπὶ Χριστοῦ. Ἡ γὰρ εἴσοδος δι’ αὐτοῦ πρὸς τὸν Πατέρα, ὅς ἐστι καὶ γλύμμα , οἱονεὶ μορφὴ καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατέρος, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Ἀλλὰ καὶ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει, οὐδὲ νυκτὸς ἡ σελήνη σε φωτιεῖ .
Οὔτε γὰρ ἐν νυκτὶ , οὔτ’ ἐν αἰσθητῷ φωτὶ γενήσονται οἱ τοῦ καινοῦ αἰῶνος. Φησὶ γὰρ ὁ Σωτήρ· Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Φῶς γὰρ αὐτῶν καὶ δόξα Θεός · τελειοτέροις μὲν, ἀνθ’ ἡλίου, ὑποβεβηκόσι δὲ, ἀντὶ σελήνης γινόμενος, ἀναλόγως τῷ τούτων χωρητικῷ τὰς ἑαυτοῦ διδοὺς ἀκτῖνας, ἔργῳ πληρῶν τοὺς μακαρισμοὺς, δι’ ὧν εἶπεν· Οἱ πενθοῦντες παρακληθήσονται, καὶ οἱ κλαίοντες γελάσονται. Ὅθεν ἐπιφέρει· Ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου , πάσης ἀδικίας ἀνῃρημένης. Ὡς οὖν ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην αὐτῷ γῆν τὴν τοῖς πραέσιν ἐπηγγελμένην, ἐν ᾗ καὶ ἡ πόλις ἡ ἐπουράνιος. Τοιοῦτος δὲ ὁ λαός μου , βλαστὸς ἐμῆς φυτείας . «Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται,» Ἔργα δὲ χειρῶν ὑπάρχων αὐτοῦ, κληρονομήσει τὴν γῆν, ὅτε καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς, εἰς χιλιάδας ἔσται, κατὰ τὸ, «Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε, ἢ δέκα πόλεων.» Οἱονεὶ τοίνυν χιλίαρχοι τῶν σωζομένων γενήσονται. Καὶ ὁ νῦν δὲ ἐλάχιστος, εἰς ἔθνος μέγα . Οἷος ὁ Παῦλος λέγων·
PG 87:2638Ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ὃς ἔθνους ἄρξει μεγίστου παρὰ Θεῷ. Ἥξει δὲ, φησὶν, ὁ τούτοις ὡρισμένος καιρὸς, ὅτε ταῦτα διὰ τῆς ἐμῆς ἔσται Συναγωγῆς, ὅτε τοὺς ἀγγέλους ἀποστελεῖ, καὶ συνάξει τοὺς ἁγίους ἀπ’ ἄκρων τῶν οὐρανῶν, μίαν τε ἐκ τῶν δύο λαῶν κατασκευάσεται πόλιν, ὁποῖόν ἐστι τὸ, ἵνα «γένηται μία ποίμνη, εἷς ποιμήν.» Τινὲς δὲ πρὸς τὸν αἰῶνα τὸν παρόντα τὰ περὶ ἡλίου καὶ σελήνης ἐξέλαβον. Εἰ γὰρ καὶ ὑποχωρεῖ ἥλιος μὲν ἐν νυκτὶ, σελήνη δὲ ἐν ἡμέρᾳ , ἀλλ’ οὖν τὸ θεῖον καὶ νοητὸν φῶς ὃ διὰ τοῦ Πνεύματος ὁ Σωτὴρ χορηγεῖ τοῖς πιστεύουσιν, ἄσβεστον ἔσται, καὶ φωτὸς οὐδενὸς αἰσθητοῦ πρὸς νοῦ φωτισμὸν ἐπιδέονται πρὸς γνῶσιν Θεοῦ, καὶ ἐπιτήδευσιν ἀρετῶν. Διό φησιν· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Τὸ δὲ, Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου , ἐπειδὴ τοῖς μὲν ἁμαρτωλοῖς τὸ κατηφὲς οἰκεῖον, πῦρ προσδοκῶσι καὶ σκότος, οἱ δὲ δίκαιοι τῇ ἐλπίδι χαίρουσι τὸ τῶν ἁμαρτιῶν ἀποθέμενοι πένθος . Διὸ ἐπάγει· Ἔσται ὁ λαός σου πᾶς δίκαιος .
Τῆς γὰρ Ἐκκλησίας τὸν λαὸν Χριστὸς δικαιοῖ τῇ χάριτι, οὗ φύτευμά ἐσμεν τῶν χειρῶν ἐγκεντρίσαντος ἡμᾶς εἰς τὴν καλλιέλαιον. Νῦν μὲν οὖν ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἁγίων ἡ δόξα , ἐν δὲ τῷ μέλλοντι ὁ ἐλάχιστος πλείστων ἡγήσεται, ἐφ’ ᾧ χαίροντες οἱ ἅγιοί φασιν· «Ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Ἔσται δὲ τοῦτο, ὅτε καὶ συνάξω αὐτοὺς , ἐξ οὐρανοῦ καταβὰς, καὶ ἁρπασθήσονται ἐν νεφέλαις εἰς ἀπάντησίν μου. Τινὲς δὲ οὕτως ἀπέδωκαν, ὡς παυσάμενος ἀσεβείας οὐκ ἔτι προηγουμένως ἡλίῳ καὶ σελήνῃ λογίσῃ τὸ φῶς , ἀλλὰ τῷ τούτων Δημιουργῷ, ἐπιλάμψασαν ἔχων αὐτοῦ τὴν ἀλήθειαν. Καὶ παύσεταί σου τῆς αἰχμαλωσίας τὸ πένθος ἀπολαβόντος τὴν γῆν σου . Ὡς δὲ φυτοῖς παραβαλλομένους προσῆκόν ἐστι τὸν ὀφειλόμενον καρπὸν ἀποδιδόναι. Θεὸς γὰρ ὁ φυτεύσας , καὶ δηλονότι ἐπιμελούμενος, ἅτινα εἰς δόξαν Θεοῦ συντείνει. Ὃς καὶ προλέγει αὐτῶν τὴν εἰς πλῆθος ἐπίδοσιν τοῦ Θεοῦ συνάγοντος , καὶ τοὺς ὀλίγους ποιοῦντος πολλούς. ΚΕΦΑΛ. ΞΑ. αι.
PG 87:2640Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, κ.τ.λ. Ὁ ταῖς εὐαγγελικαῖς ἐπαγγελίαις ἐπειπὼν, Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτοὺς, νῦν παρὰ Κυρίου τούτου χάριν κεχρίσθαι φησὶ, τοῦ συναγαγεῖν αὐτοὺς δηλονότι. Καὶ ὅρα Κύριον ὑπὸ Κυρίου τῷ ἁγίῳ χριόμενον Πνεύματι , ὡς ἐν Τριάδι νοεῖσθαι τὸ Θεῖον. Κύριος γὰρ ὢν καὶ Θεὸς φύσει, κατὰ τὸ ἀνθρώπινον ὑπὸ τοῦ Πατέρος τῷ Πνεύματι χρίεται . Οὔτ’ οὖν ψιλὸς ἄνθρωπος, εἴγε Κύριος, οὔτε ἄσαρκος, εἴγε χρίεται , Θεὸς δὲ καὶ ἄνθρωπος ὁ αὐτὸς, οὐ κατὰ ταὐτόν· ὡς ἐκ Δαβὶδ οὖν ὑπάρχων, κεχρίσθαι λέγεται. Καὶ ἤδη γὰρ εἶπεν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεςσαὶ, δηλονότι Χριστὸν, ἐπαναπεπαῦσθαι τὸ Πνεῦμα. Οὐ γὰρ ἐῤῥέθη χρίσματι κεχρίσθαι τοῖς παλαιοῖς ὁμοίως. Ἢ γὰρ ἂν οὐδὲν εἶχεν ἐξαίρετον. Καίτοι Δαβὶδ εἰπόντος·
«Διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ὡς δὲ ἤδη γενόμενος ἄνθρωπός φησιν, οὗ εἵνεκεν ἔχρισέν με . Καὶ τὴν αἰτίαν ἐπήγαγεν. Καὶ προεῖπεν δὲ φήσας, Κατὰ καιρὸν συνάξω αὐτούς. Ὡς μὲν οὖν Θεὸς χορηγεῖ τὸ Πνεῦμα τῇ κτίσει, ὡς δὲ ἄνθρωπος δέχεται. Διὸ, κατὰ Λουκᾶν, ὡς ἐν Ναζαρὲθ γενόμενος εἰσῆλθεν εἰς τὴν Συναγωγὴν, καὶ τὸν Ἡσαί̈αν ἀνοίξας εὗρε τουτὶ τὸ ῥητὸν, πτύξας ἔφη· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται. Κατ’ αὐτὸν γὰρ τὸν καιρὸν συνέβη καὶ βαπτισθῆναι, καὶ τὸ Πνεῦμα κατελθεῖν ἐπ’ αὐτὸν ἐν εἴδει περιστερᾶς· μεθ’ ὃ πειραθεὶς ἦλθεν εἰς Ναζαρὲθ, καὶ πεπληρῶσθαι τὴν Γραφὴν ἀπεφήνατο. Τινὲς δὲ, ὡς εἴρηται, ἐπὶ τὸν τῆς γεννήσεως καιρὸν ἔχειν φασὶ τὴν ἀναφορὰν τὸ, ἔχρισέν με . Πλὴν μετὰ τὸ βάπτισμα φαίνεται κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν (ὅπερ ἦν εὐαγγελίζεσθαι τοῖς πτωχοῖς ) καὶ τοὺς μακαρισμοὺς ἐκτιθέμενος. Καὶ ἰᾶτο δὲ τοὺς συντετριμμένους τῇ καρδίᾳ , θεραπεύων ἐπαγγελίαις, καὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται.
PG 87:2641Καὶ τοῖς δὲ αἰχμαλώτοις ὑπὸ δαιμόνων ἔθεσιν ἄφεσιν ἐκήρυττε, τοῖς μαθηταῖς εἰπών· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς, ἐπ’ ἀφέσει δηλονότι πλημμελημάτων· οἳ καὶ ἀβλεψίαν ἐνόσουν, τῇ πολυθέῳ πλάνῃ δουλεύοντες. Διόπερ ἐν τοῖς προλαβοῦσιν ἔφασκεν ὁ Πατήρ· Ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Καὶ πτωχοὶ δὲ ἦσαν, ὡς παντὸς ἀγαθοῦ νοσήσαντες ἔνδειαν, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Εἰ μὴ, ἄρα τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησι τῶν δι’ αὐτοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δὲ ἄλλως τοὺς ἀσθενῆ τὴν καρδίαν καὶ εὐδιάθρυπτον ἔχοντας, ὡς ἀντιστῆναι μὴ δύνασθαι ταῖς τῶν παθῶν προσβολαῖς, αἰχμαλώτων δὲ δίκην τούτοις δουλεύοντας· ἁρμόσει δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ τὰ λεγόμενα. Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν, ἕως ἑνός. Οὐκοῦν πάντες υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα. Διηύγασε γὰρ αὐτοῖς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν ἑωσφόρος.
Κεχρίσθαι δέ φησι καὶ ἐνιαυτὸν Κυρίου καλέσαι δεκτὸν , τὸν τῆς ἐνανθρωπήσεως καιρὸν οὕτως εἰπὼν, ἐν ᾧ διάγων ἐπὶ γῆς, φῶς ἡμέρας τοῖς προσιοῦσι παρείχετο. Ὡς γὰρ ἡλίῳ δικαιοσύνης ὁ τοιοῦτος προσῆκεν ἐνιαυτός . Μήποτε δὲ τὸν μέλλοντα αἰῶνα δηλοῖ, ἐφ’ ὃν τὰ τῆς ἑαυτοῦ διδασκαλίας ἀνέπεμπεν, ὅτε Οὐχ ἥλιος, οὐ σελήνη, ἀλλ’ ἔσται σοι, φησὶ, Κύριος φῶς αἰώνιον; διὸ Κυρίου λέγεται ἐνιαυτὸς , ὡς ὑπ’ αὐτοῦ φωτιζόμενος, καὶ δεκτὸς , ἢ κατὰ τοὺς λοιποὺς, εὐδοκίας . Ἐκεῖνος γάρ ἐστιν ὁ καταθύμιος τῷ Θεῷ, ὁ αὐτὸς ὢν καὶ ἡμέρα ἀνταποδόσεως , ὅτε τὰς ἀμοιβὰς οἱ κατὰ τὸν παρόντα κεκμηκότες βίον κομίζονται. Τινὲς δὲ δεκτὸν ἐνιαυτὸν , καθ’ ὃν ἐσταυρώθη φασί. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατέρι, καρποφορηθέντες δι’ αὐτοῦ. Διὸ περὶ τοῦ κόκκου τοῦ σίτου ἔλεγεν· «Ἐὰν ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Καὶ πάλιν· «Ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Διὸ καὶ ἀναστὰς ἐκ νεκρῶν ἔφασκεν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, ἐπὶ τὰ ἔθνη πέμπων τοὺς μαθητὰς, καὶ τὸ βάπτισμα, δι’ οὗ λαβόντες ἄφεσιν, τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοί.
PG 87:2643Δεκτὸν γὰρ ἐνιαυτὸν οἱ δεχθέντες ἐκτήσαντο, περὶ οὗ Παῦλός φησιν· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας, καὶ ἀνταποδόσεως,» ὁ τῆς ἐνανθρωπήσεως ὑπῆρξε καιρὸς, καθ’ ὃν τοῖς πιστεύσασι τὰς ἐν ἐλπίσιν ἐπαγγελίας ἀπέδωκεν· ὅπερ ὁ διὰ Μωσέως νόμος οὐκ ἔσχε, τῷ παρόντι βίῳ περικλείων τὰς ἀμοιβὰς, μακροημέρευσιν λέγων, καὶ γῆς ἀγαθὰ, καὶ πολέμων ἀπαλλαγὰς, διὸ καὶ Ζαχαρίας φησί· «Κατάκαρπος οἰκηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων, καὶ κτηνῶν τῶν ἐν αὐτῇ.» Καὶ πάλιν· «Ἔτι καθήσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων.» Ὁ δὲ Σωτὴρ τῷ μέλλοντι τὰς ἀμοιβὰς ταμιεύεται. Εἴποις δ’ ἂν καὶ ἀνταπόδοσιν ἐν τῷ τῆς ἐνανθρωπήσεως γεγονέναι καιρῷ. Τὴν γὰρ τοῦ καταπατήσαντος ἡμᾶς διαβόλου καθεῖλεν ἰσχύν. Διὸ παρὰ Δαβὶδ τὸ τῶν λελυτρωμένων ἐξομολογησάμενον πρόςωπον ἐπιφέρει· «Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής.» Περὶ οὗ πάλιν φησίν·
«Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ.» Καὶ ὁ Σωτὴρ δὲ λέγει· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Κεχρίσθαι δέ φησι καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας · «Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Ἀλλὰ καὶ τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν . Ἐπένθουν γὰρ οἱ παρ’ Ἰουδαίοις ἅγιοι τὴν ἔκπτωσιν τοῦ λαοῦ. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· ὅτι Λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι προσηύχετο. Καὶ τούτοις οὖν δώσει δόξαν, καὶ ἀντὶ σποδοῦ , ἣν κατεπάσαντο δεόμενοι τοῦ Θεοῦ δι’ αὐτοὺς, εὐφροσύνης ἄλειμμα, καὶ στολὴν ἔνδοξον , ἀνθ’ ὧν ὑπὲρ αὐτῶν ἐν ἀκηδίᾳ γεγόνασι. Τινὲς δὲ τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ λαοῦ πενθοῦντας τὰς ἁμαρτίας φασὶν, οἳ καὶ προσεδόκων τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, ἅγιοί τε ὄντες, καὶ τὰς προφητείας εἰδότες.
PG 87:2645Βρέφος γ’ οὖν ὁ Συμεὼν ἐν ἀγκάλαις λαβὼν τὸν Χριστὸν, ἰδεῖν ἐξομολογεῖτο «φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Καὶ Ζαχαρίας ὁ Ἰωάννου πατὴρ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ Ναθαναὴλ, Ὃν ἔγραψε Μωσῆς καὶ οἱ προφῆται, φησὶν, εὑρήκαμεν Ἰησοῦν. Πενθοῦσιν οὖν αὐτοῖς ἡ διὰ Χριστοῦ παράκλησις δέδοται. Τὸ δὲ ἄλειμμα τὸ τῆς εὐφροσύνης παρίστησιν ἱλαρόν. Ἐδόθη δὲ αὐτοῖς καὶ δόξα Χριστός· ἢ, ὥς φασί τινες, ἐπειδὴ τέθεινται αὐτῆς καθηγηταὶ, καὶ διδάσκαλοι· καὶ τέκνα ὄντες τῆς Ἰουδαίων Συναγωγῆς εἰς πατέρας ἐγένοντο. Πρὸς ἥν φησιν ὁ Δαβίδ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Καὶ γοῦν Παῦλος ἔγραφε τοῖς μαθηταῖς· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ ἄλλως δὲ δόξαν ἐδέξαντο, ποτὲ μὲν ἀκούοντες· Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε, ποτὲ δὲ, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Εἶτά φησι· Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα Κυρίου εἰς δόξαν , δηλονότι οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ . Σύμμαχος δὲ ἀντὶ τοῦ γενεαὶ , φησὶν ἰσχυροί .
Χρηματίζουσι γὰρ οἱ ἐξ ἐθνῶν, γένος ἐκλεκτὸν , ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν. Δικαιοσύνης δὲ γενεαὶ τῆς ἐν Χριστῷ καὶ τὴν ἐν νόμῳ νικώσης. «Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,» ἣν διήνυσαν ἰσχυροὶ γεγονότες, ὡς ἐξέδωκε Σύμμαχος. Φύτευμα δὲ Κυρίου , ὡς Θεοῦ γεώργιον, περὶ ὧν ἔψαλλεν ὁ Δαβίδ· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.» Καὶ Παῦλος δέ φησιν· «Ἐγὼ ἐφύτευσα ὑμᾶς, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανεν.» Συνᾴδει καὶ τὸ, «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.» Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας · τῶν πρὶν ἐρήμων ἐθνῶν τὰς ψυχάς. Ἤγουν, φασί τινες, τὸ πλῆθος ἐμφαίνει τῶν διὰ πίστεως κεκλημένων, ὡς δεῖσθαι πόλεων ἑτέρων ἐν ἐρήμοις γενησομένων· ἤγουν τὰς ἐκκλησίας τὰς πρὶν ἐρήμους θεοσεβείας. Καὶ ἥξουσιν ἀλλογενεῖς, ποιμαίνοντες τὰ πρόβατά σου . Τῶν γὰρ προτέρων ἐκβεβλημένων (πρὸς οὕς τις λέγει προφήτης· «Ὦ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;» πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ·
PG 87:2646«Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς»), ἀντὶ τούτων ἐθνικοὶ ποιμένες κατέστησαν. Ἐνταῦθα δὲ σαφῶς τοῦ νόμου μετάθεσιν, καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης παρίστησι, μηκέτι τῶν ἐκ Λευὶ̈ λειτουργούντων. Ἦν γὰρ αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον. Οἱ τοίνυν ἐξ ἐθνῶν καὶ ἀροτῆρες γεγόνασι, καὶ ἀμπελουργοί . Ἐπεὶ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ἀναλόγως ἀροτῆράς φησι, καὶ ἀμπελουργούς . Οὐκοῦν οὐκ αὐτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ. Καὶ οἱ κατὰ νόμον δὲ ποιμένες ἀμπελῶνος ἐκλήθησαν γεωργοὶ, περὶ ὧν φησιν ὁ Σωτήρ· Τί ποιήσει ὁ Κύριος τοῦ ἀμπελῶνος τοῖς κακοῖς γεωργοῖς; Τοῖς οὖν ἀντὶ τούτων ὁ προφήτης φησίν· Ὑμεῖς δὲ ἱερεῖς Κυρίου, κληθήσεσθε λειτουργοὶ τοῦ Θεοῦ ἡμῶν . Τίνες ἀλλ’ οἱ τῆς Ἐκκλησίας ἀμπελουργοὶ , οἳ καὶ τὴν ἰσχὺν κατέδονται τῶν ἐθνῶν ; ἢ κατὰ τὸν Ἀκύλαν, τὴν εὐπορίαν . Οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς τῆς Ἐκκλησίας ποιμέσι κατάλληλον, ὡς ἡ ἰσχὺς τῶν δι’ αὐτῶν σωζομένων ἐθνῶν.
Οὗτοι δ’ ἂν εἶεν οἱ τὴν ἰσχὺν διὰ τῆς ὑπομονῆς ἐν τῇ ὑπὲρ ἀληθείας ἐπιδειξάμενοι μαρτυρίᾳ. Ἀλλὰ καὶ ἐν τῷ πλούτῳ , φησὶ, θαυμασθήσεσθε . Τὸν δὲ τῶν ἐθνῶν πλοῦτον , ἀφ’ ὧν ὁ Παῦλος γράφει Κορινθίοις, νοήσομεν· «Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ, καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥς τε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι.» Τινὲς δὲ ἰσχὺν ἐθνῶν , τὰς ἐκ τῶν δυνατωτάτων τιμὰς λέγουσιν, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ ὅτι ὁ παρ’ ὑμῶν ἐπικρατήσει λόγος τῆς δυνάμεως τῶν ἐθνῶν , ἢ τῶν παρ’ ἐκείνοις λαμπρῶν, ἢ τῶν κοσμικὴν ἠσκημένων σοφίαν. Τούτων γὰρ κατισχύσαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων οἱ διὰ τῆς αὐτῶν σωθέντες μυσταγωγίας· οἱ δὲ τοιοῦτοι κληρονομήσουσι τὴν γῆν , πάντων ἐπικρατήσαντες, ἀλλ’ οὐ μόνης Ἰουδαίας, κατὰ τοὺς πάλαι κληροδοτηθέντας ὑπὸ Ἰησοῦ Ναυὴ, ὃς τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ , τοῦ τὴν δευτέραν καὶ κρείττω πεποιημένου κληροδοσίαν, περὶ ἧς φησιν ἐν Ψαλμοῖς·
PG 87:2648«Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» ἣν διένειμε τοῖς ἑαυτοῦ μαθηταῖς, ἄλλους ἀλλαχοῦ διαπέμψας χαίροντας ἐν αὐτῷ, καὶ ὥσπερ τινὰ στέφανον περικειμένους τὴν εὐφροσύνην , οὐκ ἐν προςκαίροις ἔχοντας τὴν ἀντιμισθίαν, ἀλλ’ ἐν ἀεὶ διαμένουσιν ἀγαθοῖς. Ἔσται δὲ ταῦτα, φησὶν, ἐπειδὴ δικαιοσύνην μὲν ἀγαπῶ, μισῶ δὲ τὰ ἐξ ἀδικίας ἁρπάγματα τῶν πονηρῶν δαιμόνων τὰς ἀνθρωπίνας πάλαι διαρπαζόντων ψυχάς. Ὅθεν οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσι, τὴν ἐμαυτοῦ χάριν ἐξέχεον. Ἀντὶ δὲ τοῦ δικαίοις, ἐν ἀληθείᾳ πάντες ἑρμήνευσαν οἱ λοιποί. Ὥς τε οὐ διαψευσθήσεται αὐτῶν ὁ μόχθος· ἀλλ’ ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται. Τινὲς δέ φασιν αἰτίαν εἶναι τούτους πρὶν ἀπεληλάσθαι ποιμένας πλεονεξίᾳ χαίροντας, οἵπερ ἀδίκως πλουτοῦντες, καθά φησιν ὁ προφήτης· «Θησαυρίζοντες ἑαυτοῖς ἀσέβειαν, καὶ ταλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν.» Ἔφη γοῦν ὁ Σολομῶν, ὅτι πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Περὶ οὗ συστήματος καὶ ὁ Δαβίδ φησιν· «Πλὴν μάτην ταράσσεται.
Θησαυρίζει, καὶ οὐκ οἶδεν τίνι συνάξει αὐτά.« Καὶ ἄλλως δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη τῶν Ἰουδαϊκῶν διδασκάλων ὁ μόχθος , κατὰ τό· »Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.« Οἷς καὶ διαθήκην αἰώνιον διαθήσομαι , οὐ τὰ Μωσέως ἐντάλματα, τὸ δὲ τῆς καινῆς διαθήκης μυστήριον· ἢ τὴν ἐλπίδα τὴν ἀτελεύτητον. Εἶτά φησι· Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν · οὐ τὸ σωματικὸν, ἐφ’ ᾧπερ αὐχοῦσιν Ἰουδαῖοι, ἀλλὰ τὸ λογικὸν τῆς Ἐκκλησίας, ὃ παντὶ γνώριμον , ὡς ὑπὸ Θεοῦ τὴν αὔξησιν ἔχει. Σπέρμα γὰρ ἢ τὴν διδασκαλίαν, ἢ τοὺς μαθητὰς προσήκει νοεῖν, οἳ καὶ ἐξ αὐτῆς ὄψεως διὰ τῆς ἀγαθουργίας ὑπάρχουσι γνώριμοι, ὡς ἁγίων ὑπάρχουσι μαθηταὶ, σπέρμα ὄντες εὐλογημένον ὑπὸ Θεοῦ. Ὁποῖα τὰ θεῖα τῶν μοναζόντων συστήματα, περὶ ὧν ὁ Παῦλός φησιν· »Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις·« οἳ καὶ αὐτοὶ εὐφρανθήσονται ἐπὶ τῷ Κυρίῳ , οἷα δὴ τοιούτων σπέρμα γενόμενοι, περὶ ὧν ἔλεγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν . Τινὲς δὲ τὴν ὅλην ῥῆσιν δύνασθαί φασι καὶ ὡς ἀπὸ τοῦ προφήτου λεγομένην νοεῖν.
PG 87:2650Ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἔφη τοῦ Δεσπότου φιλανθρωπίαν ἐπὶ τὸ κρεῖττον πάντα μετοίσοντος, Οὐκ ἐμὸς ὁ λόγος, φησὶ, τῆς δὲ τοῦ Πνεύματος ἐνηχήσεως Θεοῦ με πρὸς εὐαγγελισμὸν ἀναδείξαντος τῶν μελλόντων ἀγαθῶν τοῖς ἐν πενίᾳ γενησομένων, ὡς ἂν ἴασιν δεξάμενοι ψυχικὴν ἐπανέλθωσιν ἀπὸ τῆς κατὰ ταύτην αἰχμαλωσίας , ἥτις καὶ κυρίως ἐστίν. Σωματικῶς γὰρ ἐν αἰχμαλωσίᾳ Δανιὴλ , καὶ οἱ τρεῖς γενόμενοι παῖδες, ἀδούλωτον ἔχον τὸ φρόνημα· μᾶλλον δὲ καὶ τὸ σῶμα μήτε πυρὸς, μήτε θηρίων καθικνουμένων. Ἐνιαυτὸς δὲ Κυρίου δεκτὸς , ἐν ᾧ μεταβαλεῖ πρὸς τὸ κρεῖττον ψυχὴ τῷ τῶν ψυχῶν γεωργῷ τὴν εὐκαρπίαν παρέχουσα, καθάπερ φορὰν σπερμάτων ἐτήσιον βλαστανόντων μὲν ἐν χειμῶνι, ἐν ἔαρι δὲ αὐξομένων, ἐπὶ δὲ θέρους τελειουμένων. Οἷς ἀντὶ πένθους εὐφροσύνην εὐαγγελίζεται , καὶ τῆς κατεχούσης αὐτοὺς ἑκατέρας αἰχμαλωσίας , οἳ καὶ ἀνοικοδομήσουσι τὰς πλείστας κατεστραμμένας, ἕξουσί τε τοὺς ἀλλοφύλους ἐν ὑπηρετῶν τάγματι εὐχομένων θητεῦσαι τοῖς Ἰσραηλίταις τῷ λόγῳ τῆς θεοσεβείας ἱερωμένοις.
Ὅτι γὰρ ἕκαστος ἱερεὺς εἶναι δύναται τοῦ Θεοῦ, δείκνυσι καὶ τὸ κατ’ οἶκον θυόμενον πρόβατον, καὶ ἡ διὰ λόγων ἐκάστου προσαγομένη τῷ Θεῷ προσευχή. Θεοσεβείᾳ τοίνυν προσκείμενοι δέξονται παρὰ τῶν ἐθνῶν προσφορὰς πλουτοῦντες καὶ θαυμαζόμενοι · καὶ ἀντὶ τῆς ἀρχαίας ἑτέραν κληρονομήσουσι γῆν , ἀντ’ ἄλλων ἄλλοι φαινόμενοι, καὶ φίλοι ὄντες. Δικαιοσύνης ἐγὼ γάρ εἰμι Κύριος , οὐχὶ πάντα τὰ ἁρπάγματα μισῶν , ἀλλὰ τὰ ἐξ ἀδικίας . Καὶ γὰρ τοὺς ἁρπάζοντας τὴν βασιλείαν τῶν οὐρανῶν ἀγαπῶ . Οἱ δὲ ἀδίκως ἁρπάζοντες γυμνοί τε τῶν ἁρπαγμάτων ἀπίασι, καὶ τὴν ὑπὲρ αὐτῶν ἀποτίσουσι δίκην. Οἱ δὲ δίκαιοι καλοὶ τῶν ληφθέντων οἰκονόμοι γενόμενοι, καὶ τῶν παρόντων, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν, ὅτε, ὡς εὐλογίας ὄντες κληρονόμοι, γνωσθήσονται , ὤσπερ οὖν καὶ οἱ πονηροὶ κολαζόμενοι, κληρονομούντων ἐκείνων εὐφροσύνην αἰώνιον . ι, ια. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, κ.τ.λ.
PG 87:2651Μετὰ τὰς ἐπαγγελίας, ἃς φανεὶς ὁ Χριστὸς ἐπὶ γῆς ἐπληρώσατο (ἐν αἷς ἦν καὶ τὸ, Εὐφρανθήσονται ἐπὶ Κύριον), προσωποποιεῖ τὴν Ἐκκλησίαν ὁ λόγος, ἐφ’ οἷς ἔτυχεν ἐξομολογουμένην καὶ χαίρουσαν . Ἀπολαβοῦσα γὰρ ὥσπερ ἴδια μέλη, τῶν σωζομένων τὸ πλήρωμα, ὡς ἐκ σώματος εὐπρεποῦς συγκειμένη νύμφη , καὶ τὸν ἐκ τοῦ νυμφίου προσλαβοῦσα κόσμον , εἰκότως φησίν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ . Μία γὰρ τῶν αὐτὴν πληρούντων ἡ διὰ τῆς πρὸς ἀλλήλους συμπνοίας ψυχὴ , κατὰ τό· «Καὶ ἦν πάντων τῶν πιστευόντων ἡ καρδία καὶ ἡ ψυχὴ μία.» Ὃ πολλῷ μᾶλλον ἐπὶ τοῦ αἰῶνος τοῦ νέου γενήσεται, ἐν ᾧ τὰς προκειμένας ἀποδώσει φωνάς. Τὸ δὲ τῆς σωτηρίας αἴτιον, Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου . Τὸ γὰρ σῶμα τῆς ἀναστάσεως φωτὸς ἔσται πλῆρες, οὐκ ἔτι θανάτου λεγόμενον, κατὰ τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Σωτηρίου δὲ ἱμάτιον περιτεθήσεται τῇ ψυχῇ, καὶ χιτὼν εὐφροσύνης . Ἕκαστος γὰρ τὰς ἰδίας ἀνδραγαθίας ἐνδύσεται, ταύταις ἐνευφραινόμενος. Ἤγουν χιτῶνά φησι τὸν Χριστὸν, κατὰ τὸ τῷ Ἀποστόλῳ ῥηθέν·
«Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.» Ὃν ὁ δεχόμενος πρὸς τῇ σωτηρίᾳ, καὶ τὸ ἐν εὐφροσύναις εἶναι κερδαίνει. Ὁποῖόν ἐστι τό· «Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι.» Περισσὸν λέγων τὴν ἐν ᾗ χαρᾷ γενησόμεθα· ὃν εἴτις λάβοι, στεφανωθήσεται κόσμῳ παντὶ νοητῷ. Ἀλλ’ εἰ μὲν εἰς ἄνδρα κατήντησε τέλειον, ὡς νυμφίος στεφανωθήσεται. Ὑποβαίνων δὲ τοῖς μέτροις, ὡς νύμφη κοσμεῖται , δυναμένου τοῦ εἰς μέτρον ἡλικίας ἐφθακότος εἰπεῖν· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ἤγουν τοὺς αὐτοὺς, διὰ μὲν τὴν ἀνδρείαν, νυμφίον καλεῖ. Διὰ δὲ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἐξ ἀρετῶν ἔχειν τὸ κάλλος, νύμφην . Εἴρηται γοῦν. «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν,» καὶ τὰ μετὰ ταῦτα. Ὁ δὲ Ἀκύλας, ὡς νυμφίον ἱερατευμένον, καὶ ὡς νύμφην κοσμουμένην σκεύεσιν αὐτῆς , ἐξέδωκεν. Ὁ δὲ Σύμμαχος· Ὥσπερ νυμφίον κεκοσμημένον στεφάνῳ, καὶ ὡς νύμφην περικειμένην τὴν σκευὴν αὐτῆς .
PG 87:2653Ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ Νυμφίου Λόγου, καὶ τὰ παρ’ αὐτοῦ σπέρματα ὑποδεξαμένη, καρποὺς ὡραίους ἀποδιδοῦσα καὶ εὐανθεῖς λέγει, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς . Ὡς ἂν δὲ μὴ συναρπάζοντες εἰς ἑαυτοὺς Ἰουδαῖοι ταῦτα λαμβάνοιεν, διαστέλλεται λέγων· Καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἄνθος δέ φασιν, ἢ τὸν Χριστὸν τὸν ἐν Ἄσμασι λέγοντα· «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρῖνον τῶν κοιλάδων,» ἢ τὸ εὐαγγελικὸν κήρυγμα, οὗ τὴν δικαιοσύνην ὁ κατορθῶν εὐφρανθήσεται , ὅταν ἀκούσῃ· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστός· ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» ΚΕΦΑΛ. ΞΒ. αιβ. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου, κ.τ.λ. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ προφήτης διατεθεὶς, καὶ οἷον ἔνθους ὑφ’ ἡδονῆς γενόμενος, Διὰ Σιὼν , φησὶν, οὐ σιωπήσομαι .
Διὰ παντὸς γὰρ βοήσω πρὸς τὸν Θεὸν ἱκετεύων τὸ τῶν εἰρημένων ἰδεῖν ἀποτέλεσμα, ὅπερ ἔσται ἐπ’ ἂν ἡ δικαιοσύνη καὶ τὸ σωτήριον Ἱερουσαλὴμ ἐπὶ πάντας ἀνθρώπους ἐκλάμψῃ. Τὸ γὰρ φῶς αὐτῆς εἰς τὰ ἔθνη μετ’ αὐτὴν διαβήσεται. Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τὴν διδασκαλίαν ἐπὶ πάσας τὰς βασιλείας ἐξέτεινεν, ἥτις ἦν καὶ τῶν πάλαι πληρούντων τὸ θεοσεβὲς παρ’ Ἰουδαίοις πολίτευμα καλούμενον Ἱερουσαλήμ . Τινὲς δὲ τὴν νέαν φασίν. Τῆς γὰρ Ἐκκλησίας οἱ ἀπόστολοι γεγόνασιν ἀπαρχή. Οὐκ ἀνήσω τοίνυν μέχρι πληρώσῃ Θεὸς αὐτῇ τὰ ἐπηγγελμένα, τὴν διὰ Χριστοῦ δηλαδὴ σωτηρίαν πάσῃ τῇ γῇ. Οὐ γὰρ Ἰουδαίων μόνων ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ ἔχοντος· τὴν δικαιοσύνην μου, καὶ τὸ σωτήριόν μου ) ἀπὸ προσώπου τοῦ Θεοῦ τὸν λόγον εἶναί φασιν ἐπαγγελλομένου ταῦτα πληροῦν. Δικαιοσύνη δὲ καὶ σωτήριον ὁ Χριστὸς, οἷά τις ἐν κόσμῳ λαμπὰς , εἰπών· Ὅτ’ ἂν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου, ἀσεβείᾳ καὶ πλημμελήμασιν ἁπάντων ἐσκοτισμένων τὸ πρότερον. Δικαιοσύνην δὲ καὶ δόξαν πάλιν καλεῖ τὸν Χριστόν. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῦ πεπλουτήκαμεν δόξαν.
PG 87:2655Πρὸς καινότητα δὲ τραπεῖσα ζωῆς, καινὸν ἔσχε καὶ τοὔνομα , ἀντὶ Συναγωγῆς Ἐκκλησία, καὶ οἶκος, καὶ πόλις Θεοῦ, ᾗ φησιν ὁ Δαβίδ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ὅτι δὲ καὶ εὐπρεπὴς ἔσται, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, ἐπήγαγεν· Ἔσῃ στέφανος κάλλους . Πᾶσαν γὰρ ἁγίαν ψυχὴν , καὶ τὴν Ἐκκλησίαν ὅλην, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συγκειμένῳ, βασιλικῷ τε διαδήματι . Φησὶ γὰρ εἶναι τὴν Ἐκκλησίαν Δαβὶδ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, ἴσα λέγων τοῖς προκειμένοις. Τὸ, ἐν χειρὶ δὲ Θεοῦ , τὸ ὑπὸ σκέπην δηλοῖ τὴν αὐτοῦ. Ὃς καί φησιν· Καὶ ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε. Καὶ ὁ Χριστὸς δὲ περὶ τῶν ἰδίων προβάτων φησί· Καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου. Τινὲς δὲ στέφανον Χριστοῦ τοὺς δι’ αὐτοῦ κατορθοῦντας εἰρήκασι· καὶ τῆς αὐτοῦ βασιλείας διάδημα , τοὺς ὑπὲρ αὐτοῦ μαρτυρήσαντας, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ Πατὴρ ἐκλεξάμενος τῷ Υἱῷ περιτίθησιν, στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν, τῷ πλήθει τῶν δι’ αὐτοῦ καὶ ὑπ’ αὐτοῦ σεσωσμένων.
Ἐφ’ οἷς οὐκ ἔτι κληθήσεται ἡ τὸ καινὸν ὄνομα λαβοῦσα, ὑπολελειμμένη καὶ ἔρημος , ἀλλὰ θέλημα ἐμὸν , τοῦτ’ ἔστι, κατὰ τὸ θέλημά μου . Δι’ οὗ δηλοῖ καὶ τὸ, θελητὴν αὐτὴν ἔσεσθαι τὴν πρὶν ἐρημωθεῖσαν , ἀνθ’ ὧν ἠθέτησεν εἰς Χριστόν· ἀλλὰ σωθέντος τοῦ καταλείμματος, καὶ ἑνωθέντων αὐτῷ τῶν ἐξ ἐθνῶν , εἰς πλῆθος ἐπέδωκεν ἄπειρον, εὐδοκοῦντος ἐν αὐτῇ Θεοῦ, εἰ καὶ παρορᾷ πολλάκις γυμνασίας χάριν διωκομένην. Τινὲς δὲ τὸ, καὶ ἡ γῆ σου οἰκουμένη , ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας φασὶ τοὺς τῶν ἐπαγγελιῶν ἀξίους οἰκήτορας ἕξουσαν· οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ διάξουσιν, ὡς ἐοικέναι νεανίσκῳ συνῳκηκότι παρθένῳ . Τινὲς δέ φασιν ὡς ἐξ Ἰουδαίων συνέστη τὸ κατ’ ἀρχὰς, ὧν προὔχοντες ἦσαν οἱ τοῦ Χριστοῦ μαθηταὶ τὴν εἰς ἄκρον ἀγάπην εἰς αὐτὴν διασώζοντες, ὡς καὶ ὀδυνᾶσθαι τὸν Παῦλον ὑπὲρ αὐτῶν καὶ εὔχεσθαι ἀνάθεμα εἶναι. Πολὺς δὲ τῶν πραγμάτων ὁ καινισμός. Ἡ γὰρ ἀρχαία Συναγωγὴ τρόπον τινὰ πεπαλαιωμένη τῇ παλαιότητι, νεάνιδι παρεικάζεται.
PG 87:2656Οἱ δὲ υἱοὶ αὐτῆς ἀπόστολοι ἐν αὐτῇ κατῴκουν , ὡς τροφὸν χειραγωγοῦντες, παρακαλοῦντες ὡς μητέρα, φεύγειν τοῦ νόμου τὰς σκιὰς εἰσηγούμενοι, ὡς τὸν Δαβὶδ λέγειν· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί. Υἱοὶ γὰρ ὄντες, εἰς πατέρας ἐγένοντο. Ὧν οὕτως ἐχόντων, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ · Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς Λόγος ἔγκαρπον ἀποφῆναι τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Δεξαμένη δὲ παρ’ αὐτοῦ τῆς εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, τέτοκεν οὐκέτι τὴν δι’ αἱμάτων καὶ καπνοῦ λατρείαν, ἀλλ’ ἐν ᾗ τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος, ᾗπερ εἰκότως εὐφραίνεται , τοὺς τύπους εἰς ἀλήθειαν μετατιθεμένους ὁρῶν. Καὶ ἐκ τελείων μελῶν τὴν νύμφην συνεστῶσαν θεώμενος, τοῦ τε προτέρου καὶ τοῦ νέου λαοῦ, οἷα νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται , καταστήσει τε φυλακὰς , ἀγγέλους δηλαδὴ θείους, καὶ δυνάμεις ἁγίας εἰς τὸ τῆς νέας Ἱερουσαλὴμ τὰ τείχη φυλάττειν , ὅπως ἐν εἰρήνῃ κατάρχων, αὐτὸς εἰς τὸν αἰῶνα διάγοι.
Ἢ τάχα φυλακὰς λέγει τοὺς ἁγίους μυσταγωγοὺς, οἳ διὰ παντὸς ἀνυμνοῦσι τὴν δόξαν αὐτοῦ, μεμνημένοι τῶν θαυμασίων αὐτοῦ, καθὰ γέγραπται· Περὶ οὗ λέξουσιν, ὅτι οὐκ ἔστιν ὑμῖν ὅμοιος . Ὅσον γὰρ τῇ φύσει, τοσοῦτον διαφέρει χρηστότητι. Ὡς εἴρηται γὰρ ἐν Ψαλμοῖς· «Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Ἀντὶ δὲ τοῦ· Οὐκ ἔστι γὰρ ἡμῖν ὅμοιος, ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς · Σύμμαχος, Μὴ ἡσυχάσητε , φησὶ, μηδὲ δῶτε ἡσυχάσαι λίθῳ, ἕως ἑτοιμάσῃ, καὶ ἕως θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ . Ἃ δὴ λέλεκται τοῖς εἰποῦσιν ἄνω· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς . Τοῦ γὰρ προφητικοῦ ταῦτα εἰρηκότος χοροῦ, τὸ Πνεῦμα τὸ ἅγιον παραθαῤῥύνει ταῖς ὑπὲρ αὐτῶν ἐπιμένειν εὐχαῖς, καὶ μὴ συγχωρεῖν ἡσυχάσαι τῷ ἐπαγγειλαμένῳ ταῦτα Θεῷ, ἕως ἂν θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ . Ὧν δὴ βοώντων, ὁ εἰπών· «Ἔτι σου λαλοῦντος ἐρῶ, Ἰδοὺ πάρειμι,» ἀποκρίνεται· Ὤμοσεν Κύριος . Κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐξ ἑτέρας ἀρχῆς ληπτέον τὸ, Ἐὰν διορθώσῃ , καὶ τὰ ἑξῆς.
PG 87:2658Τί οὖν ὄμνυσι μηκέτι πείσεσθαι αὐτοὺς, ἃ πρότερον ἀσεβοῦντες ὑπέμενον, δῃουμένης αὐτῶν ὑπὸ πολεμίων τῆς χώρας; Οὐχ ἁπλῶς δὲ, ἀλλ’ ἐὰν διορθώσωνται τύπων παυσάμενοι νομικῶν, τὴν διὰ πίστεως δεξάμενοι χάριν, καυχώμενοί τε ἐν Χριστῷ. Τοῦτο γὰρ τὸ ποιεῖν ἀγαυρίαμα . Τότε γὰρ, κατὰ τὸν Δαβὶδ νοητῶς εἰρηκότα, «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Καὶ κατὰ Παῦλον, «Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.» Καὶ, «Ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Πάλαι δὲ τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ Θεοῦ, δαιμόνων τροφὴν τὰς ἑαυτῶν πράξεις ἀπεργαζόμενοι. Τοῦτο δὲ οὐκ ἔσται τοῖς τοῦ νέου καταξιωθησομένοις αἰῶνος, ἀλλὰ τὴν ἀρετὴν κατορθώσαντες, τῶν ἰδίων καρπῶν ἀπολαύσονται. Τοῦτο γὰρ κατὰ τῆς ἐαυτοῦ δόξης ὤμοσε Κύριος . Οὐ γὰρ εἶχε κατὰ μείζονος ὀμόσαι . Φάγονται δὲ καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου , αἵ τινες εἶεν αἱ πολλαὶ μόναι παρὰ τῷ Πατέρι.
Ἐπαύλεων δὲ μνησθεὶς, ἢ αὐλῶν , κατὰ τοὺς λοιποὺς, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει, Πορεύεσθε , λέγων, διὰ τῶν πυλῶν μου , τὴν ἐπουράνιον πόλιν δηλῶν, αὐλάς τε ταύτης καὶ πύλας , αἳ κατὰ τὸ μέλλον τοῖς ἀξίοις ἀναπετάννυνται, εἰς ἃς καλουμένων, ὡς ἂν μηδὲν εἰσιοῦσι παρεμποδίζοι φθόνος, ἢ πρόφασις, ἢ δαίμων, κώλυμα τῆς βασιλείας γινόμενοι, Ὁδοποιήσατε , φησὶ, τῷ λαῷ μου , ταῖς ἀγγελικαῖς λέγων δυνάμεσι. Τινὲς δὲ ταῦτα καὶ περὶ τῆς κατὰ γῆν Ἐκκλησίας φασὶ, καὶ λίθους εἶναι τὰ σκάνδαλα. Λέγεσθαι δὲ ταύτης τοῖς φύλαξί τε καὶ διδασκάλοις ἀπρόσκοπον διδόναι τοῖς εἰσιοῦσιν ὁδόν . Ὁ μὲν γὰρ ἐξ Ἰουδαίων, τύποις ἐμφιλοχωρεῖ νομικοῖς, ὁ δὲ ἐξ Ἑλλήνων, τῷ τῆς διδασκαλίας ξένῳ προσπταίει· μέμνηται δὲ καὶ λόγων, οὓς οἱ παρ’ αὐτοῖς λογάδες γεγράφασιν. Ἀλλ’ οἱ μυσταγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅθεν ὁ Παῦλος τοῖς μὲν ἐκ περιτομῆς φησιν· Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Καὶ πάλιν· Εἰ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
PG 87:2660Τοῖς δὲ ἐξ Ἑλλήνων φησίν· Ἡμέρας παρατηρεῖσθε, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ τὰ ἐξ αἱρετικῶν δὲ περικόπτουσιν οἱ φύλακες σκάνδαλα. Εἴποις δ’ ἂν τείχη Ἐκκλησίας, τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν ᾅδου πύλαι οὐ κατισχύσουσιν. Ἑξῆς ἐπιλέγει, Ἄρατε σύσσημον εἰς τὰ ἔθνη . Κύριος γὰρ ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς . Μὴ γὰρ νομίσῃ τις ταῦτα, φησὶν, εἰρῆσθαι περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ. Τὸ γὰρ σημεῖον ἀρθήσεται μέχρι τῶν ἐσχάτων τῆς γῆς . Τί δὲ τὸ ἀκουστὸν σύσσημον ὅπερ ἆραί φησι, τοῦτ’ ἔστι γνώριμον ποιῆσαι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔνεστι δὲ καὶ τοῦτο τῇ τῆς πίστεως ὁμολογίᾳ. Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί τε ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Εἶτα τὴν θυγατέρα Σιὼν σαφῶς τὴν Ἐκκλησίαν τὸν ἑαυτῆς προσδοκῆσαι σωτῆρα διδάσκει. Ἔστι γὰρ θυγάτηρ τοῦ πάλαι παρ’ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος. Λέγει δὲ νῦν περὶ τῆς δευτέρας παρουσίας, ἀναμιμνήσκων ὡς ὁ πάλαι σε σώσας, δι’ ὧν ἔπραξέν τε καὶ πέπονθεν. Διὸ καὶ Ἰησοῦς ὀνομάζεται, κατὰ τὸν λόγον τοῦ Γαβριήλ·
Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Πάλιν ἥξει , κριτὴς ὁμοῦ καὶ μισθαποδότης ἐσόμενος. Καὶ ἄνω δὲ ἔλεγεν· Εἰπὸν ταῖς πόλεσιν Ἰούδα, Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὰ ἐφ’ ἑξῆς. Ἀντὶ δὲ τοῦ, καὶ καλέσει αὐτόν· αὐτοὺς ἐξέδωκαν οἱ λοιποὶ, δηλαδὴ τοὺς σωθησομένους. Ἡ μὲν οὖν ἐπίγειος Ἱερουσαλὴμ ἐγκαταλελειμμένη λέγεται, αὕτη δὲ ἐπιζητουμένη . Ὁ γὰρ ἐλθὼν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, οὗτος εὑρὼν αὐτὸ καὶ σώσας, οὐκ ἔτι ἀπολέσθαι αὐτὸ συγχωρήσει. Τινὲς δὲ περὶ τῆς πρώτης παρουσίας τὸν λόγον ἐξέλαβον. Εὐαγγελίσασθαι δὲ κελεύει Σιὼν , οἷς καὶ τὰς πύλας ἀνοιγνῦναι παρεκελεύετο. Πάρεστι δὲ μαθεῖν, ὅσον τοῦ Σωτῆρος καὶ τῶν μαθητῶν τὸ διάφορον. Οἱ μὲν γὰρ καλοῦντες εἰς εὐζωί̈αν, τὰς ἐκ Θεοῦ διεκήρυττον ἀμοιβάς· ἀλλ’ οὐκ αὐτοὶ χαρισμάτων ἦσαν δοτῆρες πνευματικῶν· ὁ δὲ Σωτὴρ , ὡς Θεὸς, διανέμει μισθούς. Οὐκοῦν καὶ τὸν ἑκάστου τρόπον ὁρᾷ. Καὶ τοῦτο δὲ μόνου Θεοῦ. Γέγραπται γὰρ, ὅτι ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχείας αὐτοῦ σκοπεύει. Τοιγαροῦν οὐρανοῦ τὰς κλεῖς Πέτρῳ παρέσχε καλῶς τὴν πίστιν ὁμολογήσαντι, καὶ τὸ δύνασθαι δεσμεῖν τε καὶ λύειν.
PG 87:2661Ἐχαρίσατο δὲ καὶ πᾶσι τοῖς μαθηταῖς τὸ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύειν ἐν τῷ λόγῳ. Μισθόν τε ὁμολογίας δίδωσι τῷ λῃστῇ τό· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐλθὼν δὲ, φησὶ, τοὺς πιστεύσαντας καλέσει λαὸν λελυτρωμένον ὑπὸ Κυρίου . Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς Κύριος ἔσωσεν ἡμᾶς. Ἐπιζητουμένην δὲ κληθῆναί φησι, τοῦτ’ ἔστι μνήμης ἀξιουμένην. Τοιοῦτο γὰρ τὸ ζητούμενον . Ἡ δὲ πρώτη γέγονεν ἐγκαταλελειμμένη. Διὰ γὰρ Ἱερεμίου φησίν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Τινὲς δὲ τὸ πᾶν οὕτως ἄνωθεν ἐξηγήσαντο. Ἔθος τοῖς προφήταις ἐφ’ οἷς προθεωροῦσιν ἀνιαροῖς μὲν πενθεῖν, ἀγαθοῖς δὲ λίαν εὐφραίνεσθαι · ὃ καὶ νῦν ὁ προφήτης ποιεῖ. Εὐαγγελισάμενος γὰρ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τὴν ἁπάντων σωτηρίαν, αὐτόν τε τὸν Χριστὸν ἐνδυσάμενος (ᾧ κοσμεῖται , καὶ περιβάλλεται), πανηγυρίζει τῷ πνεύματι διάθεσιν ἔχων, ἢν ἂν ἔσχε νεανίσκος πρὸς παρθένον , καὶ αὐτὸς συνὼν τῷ Χριστῷ. Τὸ δὲ, ὡς γῆ αὔξουσα ἄνθος αὐτῆς , δηλοῖ τοὺς ταῖς ψυχαῖς ἐναποκειμένους λόγους σπερματικοὺς , ὁδοποιοῦντας Χριστῷ.
Ὡς γὰρ ὀφθαλμοὶ συγγένειαν ἔχοντες πρὸς τὸ φῶς , ἐπειδ’ ἂν παρῇ, βλέπουσιν, οὕτως ἀνατείλαντος Χριστοῦ, τῇ ἐν ἡμῖν ἐπιτηδειότητι λάμπομεν, εὐθὺς τὸ σκοτεινὸν ἀποθέμενοι. Ὡς ἐκ ῥίζης δὲ τοῦ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι φανεῖσθαι λέγει τὴν ἀγαλλίασιν . Εἶτα ἵνα μὴ δόξῃ τὴν Ἱερουσαλὴμ ἀφηκέναι, Οὐκ ἀνήσω, φησὶ, τὴν ἄνωθεν σχέσιν, καὶ τὰ ταύτης σεμνά. Διὸ πρῶτον πρὸς τὰ ἀπολωλότα πρόβατα Ἰσραὴλ πέμπει τοὺς μαθητάς. Καὶ πρὸς τὴν Συροφοινίκιςσαν ἠνείχετο τέως κύνας καλεῖν τοὺς ἐν τέκνοις ὕστερον καταταχθησομένους. Σκοπὸς γὰρ ἦν αὐτῷ καὶ τούτους φωτισθῆναι , κακείνους μὴ ἀποτυχεῖν. Ἐχρῆν δὲ προτιμηθῆναι, οἷς, κατὰ Παῦλον, ἐδόθη ἡ νομοθεσία, καὶ ἡ λατρεία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα· ἤρκει γὰρ εἰς σωτηρίαν καὶ τούτοις κἀκείνοις ἡ χάρις. Καινὸν δέ φησιν ὄνομα τὸ Χριστιανῶν καὶ τὸ πιστῶν. Ὁ δὲ ἀντιλέγων Ἰουδαῖος, δεικνύτω ἐφ’ ἑαυτοῦ καινὸν γενόμενον ὄνομα. Θέλημα δέ φησι τοὺς τὸ θέλημα αὐτοῦ ποιοῦντας, οὓς καὶ ἀγαπᾷν λέγει, ὡς συνοικῶν νεανίσκος παρθένῳ · ὅπερ οὐ φθορὰν, ἀλλ’ ἀκμάζουσαν σχέσιν δηλοῖ.
PG 87:2663Τηρεῖ γὰρ αὐτὴν παρθένον, κατὰ τὸ παρὰ Παύλῳ μυστήριον, ὅπερ εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν λέγει. Εἶτα τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν ἐμφαίνει, κατὰ τὴν τῶν ἱερέων ὑφήγησιν ἡμέρας καὶ νυκτὸς , ἀγνοοῦντος τοῦ λαοῦ τὸν Θεὸν, ἀνθ’ ὧν ἀμειβόμενος τεῖχος αὐτῶν ἀπόρθητον γίνεται, τὰς ἀφόδους ἀπείργων τοῦ δαίμονος. Ἐπαγγέλλεται δὲ, κατὰ τὴν λέξιν, καὶ ἀσφαλῆ ταῖς πόλεσιν οἴκησιν, ὡς ἂν προκόψαντες ἐπιζητῶσι τὴν νοητήν· ὥσπερ οὖν Ἀβραὰμ γῆς λαβὼν ἐπαγγελίαν, οὐ περὶ ταύτην ἠσχόλητο, οὐδὲ ταύτην ᾔτει, τὴν δὲ μέλλουσαν ἐπόθει. Τοῖς δὲ οὕτω διακειμένοις, καὶ μάλιστα τοῖς ἐκ γένους Ἀβραὰμ κατὰ σάρκα, οὐδεμίαν σύγκρισιν πρὸς τὰ ἔθνη φησὶν, ὑπερκεῖσθαι δὲ λίαν, ὅσον ἧκεν εἰς τιμήν. Καὶ γὰρ ἔτυχον πατέρων ἁγίων, καὶ νόμου, καὶ τὰς ἐν Αἰγύπτῳ θαυματουργίας καὶ ἐν ἐρήμῳ τεθέανται, μόνων ἐὰν διόρθωσιν τρόπων ποιήσονται πεποιθότες ἐπὶ Θεῷ. Τοῦτο γὰρ τὸ ἀγαυρίαμα. Πρὸς δὲ τὰς ἐπαγγελίας ἀμφιβαλλούσαις ψυχαῖς λαλῶν ὅρκῳ κέχρηται, οὐ δι’ ἑαυτὸν (ἀλήθεια γάρ ἐστιν), ἀλλ’ ἐκείνας πιστούμενος.
Καὶ τοὺς ἐκ γῆς καρποὺς ἐπαγγέλλεται, διδάσκων ὡς αὐτὸς τούτων ἐστὶ χορηγὸς, καὶ μάτην περὶ εἴδωλα στρέφονται, διὸ καὶ οὗτοι πρὸς τῇ συγκομιδῇ διεφθείροντο, ὡς ἂν καὶ τελεσφορεῖν δυναμένου, καὶ παρέχειν ἐθέλοντος, εἴπερ ἐτύγχανον ἄξιοι. Καὶ νῦν δὲ διορθουμένων ὑμῶν τὰς τῶν πολεμίων ἐφόδους κωλύσω. Πύλας δὲ καλεῖ λόγον εἰςαγωγικὸν, καὶ Χριστὸν, ὃς ἐχρημάτισε θύρα, δι’ οὗ πρὸς τὸν Πατέρα τὴν εἴσοδον ἔχομεν. Περὶ οὗ λέλεκται· «Αὕτη ἡ πύλη τοῦ Κυρίου. Δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Τοῖς δὲ ἱερεῦσι παρακελεύεται ὁμαλὰ τῶν ὑπὸ χεῖρα τὰ ἤθη ποιεῖν, ὡς ἂν μὴ πονηροῖς προσκόπτοιεν λογισμοῖς. Λέγοιτο δ’ ἂν καὶ πρὸς τὸν ἐν ἑκάστῳ νοῦν, ὡς ἂν ἡνιοχεῖν τεταγμένος τὴν ἅπασαν ἐξομαλίζοι ψυχήν. Εἶτα παρακελεύεται τοῖς ἐξ Ἰσραὴλ, ἀρετῆς καὶ γνώσεως Θεοῦ παράδειγμα γενέσθαι τοῖς ἔθνεσιν . Ἀνῆψα γὰρ ὑμᾶς ἄνωθεν ὡς λαμπάδα, ὡς ἂν ὑμῶν τῷ φωτὶ τὰ ἔθνη πορεύηται. Κατεπτηχότας δὲ τὰς συνεχεῖς τῶν ἐπιόντων ἐφόδους παραθαῤῥύνει, τὴν ἑαυτοῦ παρουσίαν ἐπαγγελλόμενος. Οὕτω δὲ τὴν ἑαυτοῦ κηδεμονίαν καλεῖ. Τοιγαροῦν ἔλεγον· Οὐ μὴ τελέσητε τὰς πόλεις, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου·
PG 87:2665οὐ δήπου ἄλλην παρουσίαν δηλῶν, ἀλλὰ τὴν ἑαυτοῦ πρὸς καρτερίαν παράκλησιν. Οὐ γὰρ ἂν ἤνεγκαν, μὴ τὴν ἰσχὺν τὴν ἄνωθεν ἔχοντες. Τὰ κρυπτὰ δὲ εἰδὼς, πρὸς τὴν ἀξίαν ἑκάστῳ παρίσταται, μισθὸν διδοὺς τὸν προσήκοντα. Οὕτω καὶ δι’ Ἰεζεκιὴλ λεγόντων αὐτῶν· «Ἀπόλωλεν ἡ ἰσχὺς ἡμῶν, ἐξηράνθη τὰ ὀστᾶ ἡμῶν,» παραθαῤῥύνων φησίν· Ὡς ὑγρὰ ξηρᾶναι δύναμαι, οὕτω καὶ τοὐναντίον. Ὃ καὶ ἐπὶ τῆς ῥάβδου πεποίηκεν Ἀαρών. Καὶ νῦν οὖν παρέσεσθαί φησιν, ἐὰν ἄξιοι γένωνται. Δι’ αὐτὸ γὰρ παρέσχον καὶ πλῆθος ὑμῖν ἐντολῶν, οὐχ ἵνα πολλὰς παραβαίνοντες, πολλὰ καὶ καταδικάζησθε· ἀλλ’ ἵνα κἂν τὰς μεγάλας ὑπερβῆτε, τῶν ἐλαττόνων ἡ φυλακὴ πρόφασιν ὑμῖν σωτηρίας παράσχῃ. Φιλάνθρωπος γὰρ, οὐ καταδικάζων ἐξ ὧν παραβαίνετε, ἀλλὰ σώζων ἐξ ὀλίγων ὧν κατορθοῦτε. Τοῦ γὰρ ἁμαρτωλοῦ τὴν ζωὴν βούλεται μᾶλλον, ἤπερ τὸν θάνατον. Τότε ζητήσω , φησὶν, ὑμᾶς, ἁγίους καλῶν . Ταῦτα δὲ καὶ εἰς τὴν ἑκάστου ληπτέον ψυχὴν, μὴ ὡς ψιλὰς ἱστορίας ἀναγινώσκοντας. Ἑκάστῳ γὰρ κατορθοῦντι παρέσται συγχωρῶν τὰ ἡμαρτημένα. ΚΕΦΑΛ. ΞΓ. α. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων ἐκ Βόσορ, οὕτως ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος.
Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διὰ τί σου ἐρυθρὰ τὰ ἱματία, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατήματος ληνοῦ πλήρους, καταπεπατημένης, κ.τ.λ. Ὥσπερ μισθὸν ὁ Σωτὴρ ἐλέγετο τοῖς εὐσεβοῦσιν ἀποδιδόναι (ἔφη γάρ· Καὶ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ)· οὕτως τοῖς ἀσεβέσι φοβερὸς ἥξειν θεσπίζεται, ὅτε, κατὰ τὸν Ἀπόστολον, καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν. Ἐν οἷς ἐστι καὶ τὸ ἔσχατον καταργεῖσθαι τὸν θάνατον. Ὁρῶντες δὲ αὐτόν τινες ἐν σχήματι καθῃμαγμένον πολεμικῷ, πρὸς τὸ ξένον τῆς θέας ἐρωτῶσιν ἀλλήλους. Ἐπειδὴ δὲ Βόσορ καὶ Ἐδὼμ , τῆς τῶν ἀλλοφύλων χώρας καὶ πολεμίων τοῦ Ἰσραὴλ, εἰκότως διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν τὴν ἀναίρεσιν τροπικῶς αἵματι παρείκασε φονικῷ. Εἰδότες δὲ αὐτὸν ἥμερον, εἶθ’ ὥσπερ τεθυμωμένον ὁρῶντες, ἐοίκασιν αὐτὸν μὴ γινώσκειν. Διὸ καὶ πυνθάνονται. Ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου , κατὰ δὲ Σύμμαχον· Ἐγὼ λαλῶ ἐν δικαιοσύνῃ, ὑπερμαχῶ εἰς τὸ σῶσαι. Ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένων , τὰς μὲν μετῄει, τοὺς δὲ ἠλευθέρου. Εἶτα δευτέρα πεῦσις·
PG 87:2667Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια ; πρὸς ὃ πάλιν ἀποκρίνεται. Ἀντὶ δὲ τοῦ, καὶ τῶν ἐθνῶν , ὁ Σύμμαχος, καὶ ἀπὸ τῶν λαῶν ἐξέδωκεν, καὶ ἀντὶ τοῦ, Κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, Καὶ ἐῤῥαντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου . Ὡς δὲ μόνος τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πατέρος, μόνος πεπατηκέναι φησὶ ληνὸν , οὕτω δὲ καλεῖ τῶν ἁμαρτημάτων τὴν ἔκπραξιν. Καὶ Ἱερεμίας δὲ ἐν Θρήνοις φησί· Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα. Ἐπὶ τούτοις ἐγὼ κλαίω. Ὥςπερ δὲ ληνὸς ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα· οὕτω τῶν ἀπὸ τῆς ἀγαθῆς ἀμπέλου τρυγομένων καρπῶν ληνοὶ Θεῷ ἀρέσκουσαι γίνονται, ἐφ’ αἷς ὕμνοι ἐν Ψαλμοῖς ἐπιλήνιοι λέγονται. Καταργήσας δὲ πᾶσαν κακίαν, καὶ τοὺς αὐτὴν γεννήσαντας δαίμονας, τοὺς ὑπ’ αὐτῷ βασιλευομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ Πατέρι, ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι, κατὰ τὸν Ἀπόστολον. Ἐμμένων δὲ τῇ μεταφορᾷ τοῦ αἵματος, τὰ ἱμάτια μεμολύνθαι λέγεται. Ποῖον γὰρ ἐπὶ ἀσωμάτων δυνάμεων αἷμα;
Εἶτα πάλιν ἡμέρας ἀνταποδώσεως καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὡς ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο, Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Διὸ νῦν προσέθηκε καὶ ἐνιαυτὸς λυτρώσεως , ὁμοῦ γὰρ τοὺς μὲν σώσει, τοῖς δὲ ἀνταποδώσει , καθά φησι Μωσῆς· «Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει.» Εἶτά φησιν· Ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο. Καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου . Μόνος γὰρ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών. Καὶ τὸν μέχρι σταυροῦ θάνατον ὑπέμεινεν ὑπὲρ τῆς ἡμῶν σωτηρίας, ὃ μηδεὶς ἀγγέλων, ἢ δυναμένων, ἣ ἀνθρώπων ὑπέστη· διὸ καὶ μόνῳ ὁ Πατὴρ ἐχαρίσατο τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων ἐνεχείρισε κρίσιν. Ἀντὶ δὲ τοῦ· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν , οἱ λοιποὶ τὸ νίκος ἐξέδωκαν. Νενίκηνται γὰρ ὑπ’ ἐμοῦ, φησὶν, οἱ δοκοῦντες ἀνίκητοι.
PG 87:2668Ἄλλοι δὲ περὶ τῆς ἀναλήψεως τοῦ Σωτῆρος τὴν ῥῆσιν δεξάμενοί φασιν, ὡς πληρώσας τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἀναβὰς πρὸς τὸν Πατέρα ὤφθη ταῖς ἄνω δυνάμεσι, τοῦ πάθους φέρων τὰ σύμβολα, οὐχ ὅτι μετὰ τούτων ἀνέστη, ᾧ δὲ τρόπῳ διστάσαντι δέδειχε τῷ Θωμᾷ. Οὕτως (ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ) μετὰ τῶν τοῦ πάθους σημείων ἀνέδραμεν. Θαυμάζουσαι τοίνυν ἀνιόντος πυνθάνονται. Τὸ δὲ Ἐδὼμ , ἑρμηνεύεται πυῤῥὸς, ἢ γήϊνος . Τὸ δὲ Βόσορ , ἢ σὰρξ, ἢ σάρκινος . Δηλοῖ τοίνυν τὸ πεφοινίχθαι, ὡς ἀπὸ σαρκός τε καὶ αἵματος . Ὡς δὲ γνωρίζουσαι αὐτὸν Θεὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ὡραῖον αὐτόν φασιν ἐν στολῇ, καὶ ἰσχὺν αὐτῷ μαρτυροῦσι. Τοῦτο γὰρ ἡ βία δηλοῖ. Ἔοικε δὲ τὸ παρὸν τῷ ἐν κγ ψαλμῷ· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» Ἀποκρίνεται δὲ, ὅτι Ἐγὼ διαλέγομαι δικαιοσύνην , ἢ τὸ εὐαγγελικὸν κήρυγμα, ἢ, ὅτι Θεοῦ πᾶς λόγος δίκαιος. Κρίσιν δὲ σωτηρίου , τὸ ἐφ’ ἡμῖν ὀνομάζει κρῖμα. Δεδίκακε γὰρ τῇ ἀνθρωπότητι καὶ τῷ ταύτην ἀπατήσαντι Σατανᾷ. Ἔλεγε γάρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου.
Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβέβληται ἔξω.« Δευτέρα πάλιν ἐρώτησις, ἐν ᾗ μέμνησο τοῦ πατριάρχου Ἰακὼβ λέγοντος· »Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.« Εἶτά φησι· Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ . Ὃ συναπτέον τῷ· Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Οὐδεὶς γάρ μοι παρέστη, φησὶν, ἢ συνήλγησε πάσχοντι. Ὡς γάρ φησιν ὁ εὐαγγελιστής· Τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον. Ὃ καὶ προὔλεγεν ὁ Χριστός· Ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε. Καὶ ἐν Ψαλμοῖς δέ φησιν· »Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχε· καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.« Καίπερ δὲ μόνος ὢν κατεπάτησα αὐτοὺς ἐν θυμῷ . Μετὰ γὰρ τὴν ἀνάληψιν τοῦ Κυρίου, πᾶν εἶδος συμφορᾶς Ἰουδαίοις ἀπήντηκεν. Ἀλλ’ ὁ τῆς ἐκείνων ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καίπερ δὲ μηδενὸς βοηθοῦντος , ἢ ἀντιλαμβανομένου (ὃ ποιεῖν ἕδει τοὺς Γραμματέας καὶ Φαρισαίους, οἳ τὸ ἐναντίον ἀνέτρεπον τοὺς λαοὺς) ὅμως ἔσωσεν αὐτοὺς ἡ ἐμὴ δύναμις.
PG 87:2670Πλεῖστοι γὰρ ἐπίστευσαν ἐξ Ἰουδαίων. Τοῖς δὲ ἀπειθήσασι τὰ τῆς ὀργῆς ἀπήντηκε δίκαια. Τινὲς δὲ συμφώνως εἰπόντες, ὡς πληρωτὴς γενόμενος τῶν πατρικῶν ἐντολῶν, καὶ χωρήσας εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον, καὶ πατήσας τοῦτον, ὡς ἐν ληνῷ , καὶ μολυνθεὶς , ὡς ἀπὸ πατητοῦ καρπὸς αὐτοῖς γενόμενος, ἑαυτὸν προςήγαγεν ὑπὲρ ἡμῶν τῷ Πατέρι δυσώπημα καὶ λυτρὸν, ἄνοδον εἰς οὐρανοὺς διδοὺς, οὓς ἔδει κάτω μένειν ἐκ τῆς ἀποφάσεως, καὶ συνάψας τοῖς ἄνω τοὺς κάτω. Ἀγγέλων δὲ ἀπορούντων ἀκούων, μὴ ἐκείνοις ἄγνοιαν προσάψῃς (ᾔδεσαν γὰρ τὰ ὑπὸ τοῦ Σωτῆρος οἰκονομούμενα, ἀφ’ οὗ καὶ σεσάρκωται), ἀλλ’ ἡγοῦ διδασκαλίαν τὸ πρᾶγμα, ὅτι καὶ ἄγγελοι χαίρουσιν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, καὶ τοῦτον ἀνυμνοῦσι θαυμάζοντες, πῶς τὸν ἡμῖν ὀφειλόμενον ἐδέξατο θάνατον. Οὐδὲ γὰρ ἂν εἴποις ἀγνοεῖν τοὺς ἀγγέλους, ὡς οὐδὲ ὁπλοφορεῖν, εἰ καὶ οὕτως ἐφάνησαν τῷ Γιέζι τὴν δειλίαν αὐτοῦ διορθούμενοι. Ταῦτα τοίνυν εἰπόντες, καὶ καθ’ ἱστορίαν ἐξέλαβον, λέγοντες· ὡς προαναφωνήσας αὐτοῖς τοῦ Θεοῦ τὴν ἀντίληψιν πρὸς τὴν τῶν ἐπιόντων ἐπιβουλὴν, ἀμφισβητοῦσι τίς ὁ ῥυσόμενος , φησίν·
Ὁ τοὺς ἐξ Ἐδὼμ τοὺς ἐπιθεμένους μετὰ τῶν ἐχθρῶν ὑμῶν ὑμῖν, καὶ τὰς τῆς φυγῆς διεκδρομὰς ἀποφράξαντας ἀνελεῖ, ὡς μεμολύνθαι δοκεῖν τῷ ἐκείνων αἵματι. Ἐδὼμ δὲ λέγει τοὺς υἱοὺς Ἡσαῦ, Βόσορ δὲ τὴν βόστραν. Δικαίᾳ τοίνυν αὐτοὺς μέτεισι ψήφῳ. Θεὸς γὰρ ἀνθρώπους εἰς κρίσιν καλεῖ, τὸ δίκαιον τῆς τιμωρίας ἐπιδεικνύμενος, καὶ ὡς ἐξ ἑαυτῶν ὑπομένουσιν. Αὐτὸς γὰρ δίκην ἐπάγων ὑπὲρ σωτηρίας ποιεῖ, ἢ ἵνα σωθῶμεν μετανοήσαντες, ἢ περιπέσωμεν κουφοτέρᾳ τῇ κρίσει τοῦ μέλλοντος. Τιμωρούμενος δὲ τοὺς ἐξ Ἐδὼμ ἤρκει ἑαυτῷ μηδενὸς συμμαχοῦντος δεόμενος. Λόγῳ γὰρ ἀναιρεῖ, καὶ ἱκανὸν αὐτοῦ μόνον τὸ θέλημα, ἐξαλεῖψαι δὲ αὐτοὺς βουλομένου Θεοῦ, οὐκ ἦν τι βοηθοῦν αὐτοῖς. Οὐκ ἦν γὰρ ἐν αὐτοῖς δίκαιος δυσωπῆσαι δυνάμενος τὸν Θεόν. ζιθ. Τὸν ἔλεον Κυρίου ἐμνήσθην· τὰς ἀρετὰς Κυρίου, ἐν πᾶσιν οἷς Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν, Οὐχ ὁ λαός μου τέκνα; Οὐ μὴ ἀθετηθῶσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν. Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ἔσωσεν αὐτοὺς, κ.τ.λ.
PG 87:2672Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας πεπλήρωται, καὶ μέτεισιν εἰς ἑτέραν ὑπόθεσιν, ἐν ᾗ κατηγορεῖ ἑαυτοῦ ὁ λαὸς, ὡς εἰς ἄνωθεν εὐεργέτην τὸν Θεὸν ἡμαρτηκὼς ἀποβέβληται. Καθ’ ἑτέρους δὲ, Θεοῦ τὴν κατὰ τῶν ἠπιθηκότων εἰπόντος ὀργὴν, ὁ προφήτης οὐκ ἐᾷ χωρεῖν αὐτοὺς εἰς ἀπόγνωσιν, φιλανθρώπου τυγχάνοντος τοῦ Θεοῦ. Κατ’ ἄλλους δὲ, πρὸς τὸ πλῆθος τῶν δειχθέντων ἀγαθῶν τῷ προφήτῃ, ἐν οἷς ἦν καὶ ἡ κατὰ τῶν ἀλλοφύλων ὀργὴ, μὴ τὸ πρὸς Θεὸν ἐπιδειξαμένων εὐχάριστον, αὐτὸς διηγεῖται τοῦ Θεοῦ τὸν ἄνωθεν ἔλεον . Οὐ γὰρ ἐπιλήσομαι, εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐν τέλει, καὶ ἀπεβλήθημεν. Ἀντὶ δὲ τοῦ, ἐν ἅπασιν οἷς ἀνταποδίδωσιν ἡμῖν , ὁ Σύμμαχος, περὶ πάντων ὧν εὐηργέτησεν ἡμᾶς , εἴρηκε, καὶ ἀντὶ τοῦ, Κριτὴς ἀγαθός· ἐκ πλήθους ἀγαθωσύνης . Πλὴν οὐχ ὡς κριτὴς ἀκριβὴς παραμετρεῖ τὴν ἐφ’ ἡμᾶς ὀργὴν τοῖς πλημμελήμασιν, ἀγαθότητι ταύτην κιρνῶν. Ἀκρότης μὲν γὰρ ὢν δικαιοσύνης οὐκ ἀθώους ἐᾷ, ἀγαθότητι δὲ τὸν θυμὸν ἡμεροῖ. Σέσωσται γὰρ τὸ κατάλειμμα. Δεῖγμα δὲ μέγιστον τῆς ἀγαθότητος , τὸ ἀξιῶσαι τέκνα καλεῖν τὸν λαὸν , εἰ μὴ ἀθετοῖεν τὴν χάριν. Διὸ κατὰ Σύμμαχον εἴρηται·
Πλὴν λαός μού εἰσιν υἱοὶ οὐκ ἀσυνθηκοῦντες . Οὓς ἀπήλεγχεν ἐν ἀρχῇ λέγων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἐχρῆν γὰρ ὡς τέκνα πείθεσθαι τῷ πατέρι, καὶ αὐτάγγελον ἐπὶ σωτηρίᾳ παρόντα δέξασθαι τὸν Υἱὸν , οὐχ ἑτέρῳ τινὶ διακόνῳ χρησάμενον· οὐ γὰρ ἦν πρέσβυς , [φησὶ] προφήτης, οὐκ ἄγγελος . Καὶ ἐν Αἰγύπτῳ δὲ, φασὶν, εἰ καὶ μέσος ἦν Μωσῆς, ἀλλ’ αὐτὸς ἐνήργει δι’ ἐκείνου τὰ μέγιστα. Καὶ μοσχοποιήσασιν ἠπείλησεν ἄγγελον πέμψειν τὸν ἡγησάμενον. Καὶ δυσφοροῦντος Μωσέως, αὐτὸς ἡγεῖσθαι κατεπηγγείλατο. Καὶ αὐτὴν δὲ τὴν παρουσίαν, οὐχ ἵνα κρίνῃ, πεποίηται, καίτοι κριτὴς ὢν, ἀλλ’ ἵνα τὰς ἁμαρτίας ὁμολογήσουσι παράσχῃ τὴν ἄφεσιν διὰ πίστεως. Θέλει γὰρ καὶ ἡμᾶς ἑαυτοῖς ἀγαθῶν αἰτίους, καὶ μὴ τῶν ἐναντίων καθίστασθαι. Τοιγαροῦν τῆς αἱμοῤῥοούσης τὴν πίστιν αἰτίαν ἔφησε τῆς ἰάσεως. Ὅσον γὰρ ἧκεν εἰς αὐτὸν, ὡς πατὴρ τέκνοις εἰς ἀγαθῶν πρόκειται χορηγίαν, διηνεκῆ προτείνων τὸν ἔλεον , πλὴν εἰ μή τις ἁμαρτῶν διακόψειεν. Τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα. Μὴ παρασχόντες δὲ πρόφασιν αὐτῷ τῆς ἑαυτῶν σωτηρίας, εἰς πόλεμον ἐπεσπάσαντο. Ὡς γάρ φησι καὶ Δαβίδ·
PG 87:2673«Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ; παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ.» Παρώργισαν δὲ καὶ τὸ πνεῦμα Χριστοῦ , τὴν ἀπείθειαν νοσήσαντες. Διὸ κατέστη πολέμιος . Ἵνα γὰρ μὴ δαίμοσι τὴν ἐπαγομένην αὐτοῖς ἐπιγράφοιεν δίκην, αὐτὸς αὐτοῖς λέγεται πεπολεμηκέναι. Καὶ γὰρ Ἰὼβ, καίπερ εἰδὼς ἐκ τοῦ διαβόλου γίνεσθαι τὰς ἐπαγωγὰς, αὐτοῦ μὲν οὐ μέμνηται, τῷ δὲ συγχωροῦντι ἐπιγράφει Θεῷ. Πεπολέμηκε δὲ τὸν λαὸν εἰς νοῦν τὰ πρῶτα λαβὼν, καὶ ὡς οὐ νῦν πρῶτοι τοιοῦτοι γεγόνασιν. Αὐτίκα, καὶ διὰ Μωσέως τοσαύτης πειραθέντες διὰ θαυμάτων εὐεργεσίας, τὸν αἴτιον ἀποστραφέντες ἐμοσχοποίησαν, μὴ σκοπήσαντες ὡς θάλατταν τεμὼν Ἐρυθρὰν, ὡς ἵππον , αὐτοὺς διὰ ταύτης διήγαγεν, ἐπιστήσας αὐτοῖς Μωσῆν , οἷα προβάτοις ποιμένα , διὰ τῶν σημείων ὑψώσας αὐτόν. Τοῦτο γὰρ τὸ ἀναγαγεῖν , ἤγουν ἐμφανῆ καταστήσας λανθάνοντα καὶ κρυπτόμενον, ὃν καὶ προφήτην ἀπέδειξεν τοῦ ἰδίου πληρώσας πνεύματος . Τινὲς δὲ ποιμένα τὸν Ἰωσὴφ ἔφασαν, οὗπερ ἀναγαγὼν τὰ ὀστᾶ, μετὰ τῶν πρὶν ὑποχειρίων διήγαγεν, δεικνὺς ὡς οὐδὲ νεκρῶν τῶν ἁγίων ἐπιλανθάνεται, ζωοποιεῖν αὐτὰ προαιρούμενος.
Ἄλλοι τὸν Χριστὸν ἔφασαν ἐκ γῆς ἀναχθέντα , ἢ διὰ τὴν ἀνάστασιν, ἢ καὶ διὰ τὴν ἀπὸ γῆς αὐτοῦ γέννησιν. Ἡμέρας δὲ αἰωνίους , ἢ τὰς ἀρχαίας, ἢ τὰς ἀεὶ μνημονευτούς φησιν. Τὸ δὲ, ποῦ ἐστι; τῆς αὐτῶν λήθης κατηγορεῖ. Σύμφωνον δὲ τὸ, «Κατέβη γὰρ πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ Δαβὶδ δέ φησιν· «Ἐξαπέστειλεν τὸ πνεῦμα αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Ὁ δὲ Θεὸς τὸ πνεῦμά ἐστιν. Ἀντὶ δὲ τοῦ, Κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ , ὁ Σύμμαχος, Ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν , εἴρηκεν. Καὶ κατίσχυσε δὲ νοήσεις, ὅτι νενίκηκεν αὐτῶν τὴν φύσιν πήξας αὐτά. Ἐπάγη γὰρ, φησὶν, ὡσεὶ τεῖχος τὰ ὕδατα ῥευστὰ τῇ φύσει τυγχάνοντα· ἤγουν πρὸς τὸ παγῆναι ἔδωκεν αὐτοῖς ἰσχύν . Καὶ τῷ μετὰ ταῦτα, φασὶ, Διήγαγεν αὐτοὺς, ὡς ἵππον ἐν πεδίῳ , μετὰ πάσης ἀνέσεως, ἰσοδυναμεῖ τὸ ἐν Ψαλμοῖς· «Ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς, ὡς ποίμνιον ἐν ἐρήμῳ.» Ὁμοῦ δὲ καὶ τὸν λαὸν ἔσωζε, καὶ αὐτὸς ἐδοξάζετο ποιῶν ἑαυτῷ ὄνομα . Ὁ δὲ Σύμμαχος αὐτῶν ἔφη· τοῦτ’ ἔστι, τὸν ἴδιον δοξάζων λαόν . Ἀναισθήτους τοίνυν εὑρὼν, γέγονε δυσμενής. Οὐ μὴν ἀπογνωστέον·
PG 87:2675ἀλλ’ ἐπιμείνωμεν ἐγώ τε καὶ ὅσοι θεοφιλεῖς ταῖς πρὸς αὐτὸν ἱκετείαις, λέγοντες· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ · εἴγε κρείττους γενοίμεθα, καὶ ἄξιοι τοῦ λέγειν, Ἴδε . Τινὲς δὲ ἀπὸ παντὸς τοῦ ἔθνους φασὶ τὰς λιτάς· ἄλλοι τοῦ προφήτου μόνου. Ἀπ’ οὐρανοῦ δὲ γνωρίζει τὸν Θεὸν, οὐχ ὡς τόπῳ περικλειόμενον, ἀλλ’ ὡς ἐν ἀξίαις ἀναπαυόμενον ταῖς ἄνω δυνάμεσιν. Διὸ καὶ οἶκον καὶ θρόνον λέγει τὸν οὐρανόν · ἤγουν ἀναφέρων ἐκ τῶν γηί̈νων πραγμάτων τὰ τῶν ἀκουόντων φρονήματα καταπεπτωκότα πρὸς γῆν, ὡς ἂν μηδὲν φρονοῖεν περὶ Θεοῦ ταπεινόν. Τὰ γὰρ πάντα συνέχων, καὶ κυβερνῶν, γνωρισθείη ἂν εἰκότως ἐξ οὐρανοῦ . Ὑπομιμνήσκουσι δὲ τὸν Θεὸν, ὡς πολλάκις οὐ δι’ αὐτοὺς, διὰ δὲ τὸν ἴδιον ζῆλον , γέγονε περὶ τούτους φιλάνθρωπος ἀναξίους ὑπάρχοντας, ὡς καὶ καταξιώσας εἰπεῖν, Ὁ λαός μου τέκνα . Ὡς δὲ μηκέτι μετέχοντες τοῦ ζήλου , καὶ τῆς ἰσχύος αὐτοῦ, ταῦτά φασιν, οὐχ ὡς ἐκείνων ἐκλελοιπότων. Ἐζήλου γὰρ πάλαι δουλεύοντας Αἰγυπτίοις, αἰχμαλώτων τε γεγονότων ἔφασκεν· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν. Εἶτα τοῖς ἑλοῦσι φήσας ὀργίζεσθαι, ἐπάγει·
Ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. Τινὲς δὲ ζῆλον τὴν εἰς αὐτοὺς ἐδέξαντο πρόνοιαν. Τοιγαροῦν ὀργιζόμενος τῷ λαῷ λέγει· Ἀρῶ τὸν ζῆλόν μου ἀπὸ σοῦ, τοῦτ’ ἔστι, τὴν κηδεμονίαν. Οὐδὲ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν , εἰ καὶ τῇ γενέσει διηκονήσατο Σὺ δὲ ὁ ἐκ μὴ ὄντων παραγαγὼν, καὶ Πατὴρ πάντων πνευμάτων, καὶ τῶν κατ’ εἰκόνα τὴν σὴν πεποιημένων ψυχῶν. Ἐκεῖνος γὰρ εἰ καὶ τὴν ἐπαγγελίαν εἴληφεν, ἀλλ’ ἡμᾶς οὐ τεθέαται. Ὅθεν ἐλέησον ἡμᾶς, οὓς τὸ σὸν ὄνομα κοσμεῖ. Κλῆρος γάρ σου κεκλήμεθα. Τῷ σῷ τοίνυν ὀνόματι χάρισαι, ὡς ἂν μὴ βλασφημῆται παρὰ τοῖς ἔθνεσιν. Ταῦτα ἐξ οἰκείου προσώπου, καὶ τῶν εὐλαβεστέρων εἰπὼν ὁ προφήτης, εἰσάγει τοὺς ἐν τῷ λαῷ φιλαιτίους οὐκ ὀκνοῦντας αὐτῷ πολλάκις καταμέμφεσθαι τῷ Θεῷ λέγοντας· Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου ; ὡς ἂν αὐτὸν τῆς ἐκπτώσεως, ἢν διὰ Χριστὸν ὑπέμειναν, αἰτιώμενοι, κατὰ τοὺς λέγοντας ἀπὸ τοῦ λαοῦ παντὸς τὸν λόγον εἰρῆσθαι· ἤγουν ἀπὸ τοῦ προφήτου, ὃς πάντα, φασὶν, ἐπὶ τὸν Θεὸν ἀναφέρει, οὐχ ὡς τοῦ ἁμαρτάνειν αἴτιον, ἀλλ’ ὡς συγχωροῦντα· δι’ ὧν οὐ παραχρῆμα δίκην εἰσπράττεται.
PG 87:2677Οὕτως ἁμαρτάνοντες πεπρᾶσθαι λεγόμεθα παρ’ αὐτοῦ, ὡς ταῖς ἰδίαις ἁμαρτίαις ἐκδεδομένοι. Διὸ καὶ τοῦ Φαραὼ σκληρύναι λέγεται τὴν καρδίαν, διότι μακροθυμῶν, οὐκ ἀπὸ πρώτης αὐτὸν ἀνεῖλε πληγῆς, ὡς ἂν πολλάκις παιομένου, καὶ μὴ ἐπιστρέφοντος, ἀναίτιος δειχθῇ τὴν ἐσχάτην ἐπάγων πληγήν. Σὺ δ’ οὖν, ὁ Θεὸς, διὰ τοὺς δούλους σου · καὶ γὰρ εἰκὸς εἶναί τινας ἐν τῷ πλήθει τοιούτους· ἤγουν διὰ τοὺς κατὰ γενεὰν εὐαρεστήσαντάς σοι· ἤγουν ἐπειδὴ ἅπαξ ἐφθάσαμεν κλῆρος ὀνομάζεσθαι σὸς, εἰ καὶ μὴ δι’ εὐπειθείας δουλεύομεν . Ἔτι δὲ καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου , ὅπερ εἰς ταὐτὸν τείνει. Ἤγουν τοὺς κατ’ εἶδος εὐαρεστοῦντάς σοι ἐπίστρεψον ἡμᾶς, ἵνα προφάσει τῶν ἀξίων δυνηθῶμεν καὶ ἡμεῖς μικρᾶς μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ . Φίλον δὲ τῇ Γραφῇ ὄρος ἅγιον τὴν Ἐκκλησίαν καλεῖν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραὴλ, διὰ τὸ κατάλειμμα, τοῦ ἐξ ἐθνῶν ἀπείρου πλήθους πιστεύσαντος. Εἰκὸς δὲ αὐτοὺς αἰτεῖν καὶ ἐν τῇ ἄνω πόλει βραχύ τι μέρος κληρονομεῖν .
Τινὲς δέ φασιν, τῶν Ἀσσυρίων τὴν γῆν αὐτῶν ἐσχηκότων, ἀντοικισάντων τε τοὺς Γοθοαίους , οἳ καὶ Σαμαρεῖται τῷ τόπῳ παρωνομάσθησαν, περιλειφθῆναι δύο ἥμισυ μόνον φυλὰς , αἳ βραχύ τι μέρος κατεῖχον. Ὁ προφήτης αἰτεῖ ὅπερ ἔχειν ἐδόκουν, αὐτοῖς φυλαχθῆναι πρὸς μνήμην τῆς ἐξ ἀρχῆς εἰς τὸ γένος αὐτῶν εὐμενείας, ἧσπερ ἀρθείσης, ὡς μὴ λαὸς ἐσόμεθα σὸς, μηδὲ μερίς σου χρηματίσαντες, ἤγουν ὡς τὸ ἀπ’ ἀρχῆς , ὅτε τὴν ἐν Αἰγύπτῳ διατριβὴν ἐποιούμεθα, οὐ προφήτας, οὐχ ἱερέας, οὐ βασιλεῖς ἐσχηκότες, οὐδὲ τῶν σῶν χαρισμάτων οὐδὲν, πρὶν ἡμῖν ἀποσταλῆναι τὸν Μωσέα. Τότε γὰρ οὐκ ἐλεγόμεθα σοί. Καὶ νῦν δὲ εἰς τὸ αὐτὸ περιέστημεν τέλος, ὑπὸ πόδας πεσόντες τοὺς διαβολικοὺς, καὶ κοσμικαῖς ἐκδοθέντες ἐπιθυμίαις. Ταύτας γὰρ πλινθοποιοῦντες ἐλατρεύομεν πνεύμασι πονηροῖς. Ὃ καὶ νῦν γίνεται. Τοῦτο δὲ παρίστησιν ὁ Σωτὴρ περὶ τοῦ ἐξελθόντος πνεύματος λέγων, καὶ ὑποστρέψαντος μεθ’ ἑτέρων πονηροτέρων ζ, ὅτε τὰ ἔσχατα χείρονα τῶν πρώτων εἰπών· Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ.
PG 87:2678Οὐκοῦν τὰ νῦν εἰρημένα προφητικῶς ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν ἐπιδημίαν ἀνάγεται, ὅτε διὰ τὰ κατὰ Χριστοῦ παρεώρανται, ὡς ὅτε τούτων οὐκ ἦρχε Θεός. Ὁ δὲ Σύμμαχος τὴν ὅλην οὕτως ἐξέδωκε ῥῆσιν· Ἐγενήθημεν ὡς ἀπ’ αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης ἀπὸ προσώπου σου. Ὄρη κατέῤῥευσεν ὡς ἔκκαυσις πυρός. Ἐτάκη θάλαςσα· ὕδατα ἐπτοήθησαν . Τοιοῦτοι γὰρ, φησὶ, γεγόναμεν , ὡς μηδὲ πώποτε τῶν σῶν πειραθέντες θαυμάτων, ἅπερ ἔδειξας ἐπὶ Μωσέως. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Γεγόναμεν ὡς τὸ ἀπαρχῆς . Πλὴν ἴσμεν, ὡς ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν , ὡς Θεὸς, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη · τὰς ἀντικειμένας δηλονότι δυνάμεις, τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου. Καὶ τὰ ἔθνη δὲ, τὰ μὴ εἰδότα σε, ταράξεις . Ἔθος δὲ τοῖς προφήταις τὴν κατὰ τοῦ Ἰσραὴλ ἡμαρτηκότος ὀργὴν εἰς τοὺς ἀλλοφύλους αἰτεῖν ἀποπέμπεσθαι. Καὶ ἐν Ψαλμοῖς γάρ φησιν· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» ΚΕΦΑΛ. ΞΔ. αιβ.
Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. Καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις, κ.τ.λ. Καὶ νῦν δέ φησιν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν τῇ καθόδῳ τῆς ὀργῆς , ὡς ἐν καιρῷ τοῦ κατακλυσμοῦ ( ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ), ἔσται σου φανερὸν τὸ ὄνομα ἐν τοῖς ὑπεναντίοις , ὡς ὅτε Σοδομίταις ἠφίει τὸ πῦρ, καὶ πληγαῖς πολλαῖς ᾐκίσατο Φαραώ. Διὰ τῆς οὖν κατ’ ἐκείνων ὀργῆς , μὴ διὰ τῆς καθ’ ἡμῶν, φανερώσῃς τὴν σεαυτοῦ δόξαν . Τὰ δὲ παρόντα ταῦτα, παραστατικὰ τοῦ μὴ δι’ ἀσθένειαν τοῦ Θεοῦ τοιαῦτα παθεῖν τὸν λαὸν, διὰ δὲ μόνας ἁμαρτίας ἐγκαταλελεῖφθαι. Τοσαύτη γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὡς οὐρανοῦ καὶ τῶν ὑπὸ τούτου κρατεῖν. Ὅθεν ἀπ’ αἰῶνος οὐκ ἠκούσαμεν τίς ἕτερος τοιοῦτος Θεὸς , οὐδὲ τοιούτων ἔργων τεθεάμεθα ποιητήν · Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε· καὶ, Οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. Ἀφ’ ὧν δὲ ποιεῖ καὶ πράττει γνωρίζεται.
PG 87:2680«Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.» Καὶ τὸν Χριστὸν δὲ ἵσως αἰνίττεται τὸν καὶ ἐπὶ τοῦ Σινᾶ φανέντα διὰ τῆς ἐμφαινομένης πᾶσι δόξης . Φησὶ γὰρ, Ὡς ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν Κυρίου. Τοῖς δὲ ὑπομένουσί σε , τοῦτ’ ἔστι τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐπιδαψιλεύει τὸν ἔλεον . Ἕψεται γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργάταις . Ὁδοὺς γὰρ Κυρίου λέγει τὰς ἐντολὰς, ὥσπερ οὖν ὁ Δαβίδ· Ἐν τῇ ὁδῷ σου ζήσομαι, καὶ πάλιν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτ’ ἂν ἐπλάτυνας τὴν καρδίαν μου. Ἰστέον δὲ ὡς τὸ, Οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον , εἴρηται μὲν εἰς τὸ τῆς θείας δυνάμεως ἀπαράβλητον. Ὁ δὲ Παῦλος μηδὲν τούτῳ λυμαινόμενος, εἰς τὰ ἐπαγγελθέντα τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐξείληφεν ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν. Οὐδὲν γὰρ τοιοῦτον οὐ θεατὸν, οὔτε μὴν ἀκουστόν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἀρθεὶς ἕως τρίτου οὐρανοῦ ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· οὐχ ὡς ἐνταλθεὶς μὴ εἰπεῖν, ἀλλ’ ὡς μὴ φρᾶσαι ταῦτα πρὸς ἀξίαν δυνάμενος. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν · ὡς εἰ σαφέστερον ἔλεγεν, Ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, σὺ ὠργίσθης .
Καὶ ἄλλως δὲ, Θεοῦ ἡμᾶς ἀποστραφέντος δι’ ἁμαρτίας , μεῖζον ἐν ἡμῖν τὸ κακὸν ἐμφύεται· ὡς παιδαγωγοῦ τινος ἀπειλήσαντος μὲν πολλάκις, καὶ τύψαντος, τέλος δὲ παριδόντος νέον συνεχῶς ἁμαρτάνοντα. Μείζω γὰρ οὗτος τῶν κακῶν ἕξει τὴν ἄδειαν. Εἰ γὰρ Θεοῦ συνεργοῦντός ἐσμεν ἀγαθοί· δῆλον, ὡς ἀποστραφέντος, μειζόνως κακοί. Θεὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Καὶ γὰρ ἔφη Χριστός· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Καὶ περὶ τῶν ἁγίων φησὶν ὁ Δαβίδ· «Ὅτι τὸ καύχημα τῶν δυνάμεων αὐτῶν εἶ σύ.» Καὶ ἀλλαχοῦ δέ φησιν· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς.» Οὐ γὰρ ἐφ’ ἡμῖν τοσοῦτον, ὅσον ἐν Θεῷ, τῆς σωτηρίας ἡ δύναμις. Ἀλλὰ καὶ ἐπλανήθημεν , φησὶ, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι . Εἰ δὲ καὶ δόξει τις ἐν ἡμῖν δικαία πρᾶξις εὑρίσκεσθαι, ἐῤῥυπωμένη καὶ αὕτη καὶ ἄτιμος ἐξελέγχεται. Καὶ πῶς γὰρ ἂν εἴη δικαιοσύνη παρ’ αὐτοῖς εἰς Χριστὸν ἠσεβηκόσι, τὴν ὄντως δικαιοσύνην; Ἀκάθαρτοι τοίνυν, κἂν δοκοῖέν τινες ἐπιεικεῖς ἐν αὐτοῖς. Κἂν γὰρ παρατηροῖεν τὰς ἐντολὰς, ἀλλὰ διάθεσιν οὐκ ἔχουσι πρὸς Θεόν.
PG 87:2682Τοῦτο δὲ καὶ ἔκρευσιν ἡμῖν, ὡς φύλλοις ἐκ δένδρου πεποίηκεν, τῆς ἑαυτῶν ῥίζης ἐκπεπτωκόσι. Καὶ ὁ μὲν Ἀπόστολος τοῦ ἔθνους κατηγορῶν, ὡς κλάδους ἀπὸ δένδρου κεκλᾶσθαί φησιν. Ὁ δὲ τὴν κατηγορίαν ἐπιτείνων, φύλλοις παρέβαλεν ἐξ ἀνέμου ῥιφεῖσιν. Εὐπαρακόμιστον γὰρ ἐσχήκασι τὴν καρδίαν, καὶ οἷον παντὶ περιφερομένην πνεύματι. Καὶ πῶς γὰρ ἦν ἡμᾶς εὖ πρᾶξαι τὴν ἀποστροφὴν τὴν παρὰ σοῦ, φησὶν, ὑπομείναντας; Οὐδὲ γὰρ εὑρέθη τις ἐν ἡμῖν ὁ δυσωπῆσαι δυνάμενός σε δικαιοσύνῃ καὶ προσευχαῖς. Πλὴν ἀλλὰ καὶ οὕτως Πατέρα γινώσκομεν, καὶ πλάστην ἡμέτερον , εἰ καὶ σκευῶν ὀστρακίνων δίκην ῥηγνύμεθα συντριβόμενοι. Διὸ δίδου συγγνώμην τῇ τοιαύτῃ σαθρότητι. Ὃν γὰρ ἐξ ἔργων οὐκ ἔχουσι δυσωπεῖν, ὡς δημιουργὸν εὐμενίζονται, σώζειν αἰτοῦντες, οὓς τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγεν. Ὡς δὲ τῆς ὀργῆς ἄξια πράξαντες, ἐλευθέραν οὐκ ἔχουσι παῤῥησίαν, ἀγαπητὸν κρίνοντες τὸ μὴ ταύτην ἐπιταθῆναι. Ὅτι μὲν γάρ σου λίαν ἐπωφελὴς ἡ ὀργὴ, δῆλον· πλὴν δι’ ἀσθένειαν οὐ φέρομεν αὐτῆς τὴν ἐπίτασιν. Διὸ καὶ Δαβὶδ αἰτεῖ μὲν ἐλεγχθῆναι, ἀλλ’ οὐ θυμῷ, καὶ παιδευθῆναι, ἀλλ’ οὐκ ὀργῇ. Φησὶ δέ·
Μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν . Τοῦτο δέ φησιν ὁ προφήτης, εἰδὼς αὐτοὺς τῇ τοῦ ἤθους ἐπιμένοντας πονηρίᾳ, ἐφ’ ὧν εἰς δίκην καὶ τὰ προλαβόντα συνάγεται. Εἰ δὲ καὶ πατρικῆς ἀδικίας γένοιντο κληρονόμοι, καὶ τὰς ἐκείνων ἐφ’ ἑαυτοὺς ἕλκουσι δίκας. Τοιγαροῦν ἐν ἑκατοστῷ ὀγδόῳ ψαλμῷ διὰ τὸν Ἰούδαν λέγων, Ἀναμνησθείη, φησὶν, ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ. Εἰ δὲ μὴ πάντα γέγονεν ἐπ’ αὐτοῦ τὰ ἐν κατάρας λεγόμενα σχήματι, μὴ θαυμάσῃς· προλέγει γὰρ Θεὸς, φοβεῖν, οὐκ ἐπάγειν βουλόμενος. Ἄλλως τε λέγει τὰ κεχρεωστημένα τῇ πονηρίᾳ. Ὃ δὲ μὴ τούτων ἐπάγεται, τῇ φιλανθρωπίᾳ λογίζου. Πάλιν δὲ εἰς οἶκτον ὁ προφήτης τὸν Θεὸν ἐπισπώμενος, τὰ ἐξ ἀρχῆς ὑπάρξαντα τῷ λαῷ μνημονεύει συνθήματα, Λαόν σου , λέγων, καὶ πόλιν μὴ παρίδῃς , ἐν ᾗ τὰ ἅγια , καὶ ἡ σκηνὴ, καὶ ἡ κιβωτὸς, ὅ τε σταθείς σοι νεὼς, ἃ καὶ περίβλεπτα πᾶσιν ἐτύγχανεν· τοῦτο τῶν πατέρων προειρηκότων περὶ τοῦ ναοῦ, ὡς καὶ πυρίκαυστος γέγονεν, ὡς ἐν κατάρας μέρει κεῖσθαι, ὡς ὅτ’ ἄν τις λέγοι· Πάθοιμι, ἢ καταστραφείην, ὡς Ἱερουσαλὴμ, ὅ τε ταύτης ναός.
PG 87:2683Ταῦτα δὲ γέγονεν οὐ διὰ σὴν ἀσθένειαν, ἀλλ’ ἡμῶν ἠσεβηκότων εἰς τὸν Χριστόν. Τινὲς δὲ κατάραν ἔφασαν τὴν κατάῤῥησιν. Οἱ γὰρ ἑλόντες τὴν Ἱερουσαλὴμ θεοὺς μὲν τοὺς ἰδίους ἐδόξαζον , ἀσθενείας δὲ τὸν ταύτης ᾐτιῶντο Θεόν. ΚΕΦΑΛ. ΞΕ. αιβ. Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐναντίον ἐμοῦ διαπαντὸς, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἂ οὐκ ἔστιν, κ.τ.λ. Τῶν μὲν ἐξομολογησαμένων δι’ εὐχῆς, τῶν δὲ ὀνειδισάντων ὡς πλανήσαντι τῷ Θεῷ, ἀποκρίνεται δυνάμει λέγων· Πῶς ἂν παρεῖδον εὐχομένους, ὁ μὴ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ζητῶν, ὡς τὴν μετάνοιαν; Πῶς δ’ ἂν ἐπλάνησα, ἐπιστρέφειν πάντας παρακαλῶν, καὶ ἀνίστασθαι πίπτοντας;
πῶς δ’ ἂν ἐσκλήρυνον ὑμᾶς, ὁ καὶ τοῖς μακρὰν ἀφεστῶσιν ἐμοῦ διὰ φιλανθρωπίαν ἐπιτρέχων αὐτόματος, ὡς καὶ τοὺς ἀλλοφύλους γινώσκειν ἐμὲ, μηδὲν εἰς τοῦτο μοχθήσαντας, ἐμαυτὸν αὐτοῖς ἐπιδείξαντος; Ὁ δὲ περὶ τοὺς ἀλλοτρίους τοιοῦτος, πῶς περὶ ὑμᾶς ἀπηνής; Καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς χάριτος, καλῶν εὐμενῶς, καὶ οἷα χερσὶν ἐκτεταμέναις γνησίους παῖδας περιλαβεῖν ἐπειγόμενος, καὶ μισοῦντας ὑμᾶς ἀγαπῶν. Τινὲς δὲ λέγουσιν, ὡς αὐτούς φησι μὴ ἐπερωτήσαντας . Ἀφ’ ἑαυτοῦ γὰρ εἰς τὰς συναγωγὰς εἰσέτρεχεν, κηρύσσων καὶ θεραπεύων, ἔλεγέν τε αὐτοῖς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ, Εἴτις διψᾷ, ἐρχέσθω πρός με. Ἀλλ’ ἠκολούθουν ταῖς ἑαυτῶν ἁμαρτίαις. Καί τοι γεγωνότος ἐμοῦ· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Τινὲς δὲ πρὸς τὰ ἐν Αἰγύπτῳ, καὶ κατὰ καιροὺς λυπηρὰ, τὸν λόγον ἐδέξαντο, ὅτι μὴ κληθεὶς αὐτοῖς ἐβοήθει. Ἐγὼ γὰρ, ὁ καὶ διὰ Μωσέως χεῖρας ἐκπεταννὺς , πρὸς τὸ τοὺς μὲν οἰκειώσασθαι διὰ νίκης, τὸν δὲ Ἀμαλὴκ ἀπολέσαι, καί τοι κεχηνότων πρὸς εἴδωλα, καὶ ταῖς ἑαυτῶν ἐπιθυμίαις ἀκολουθούντων, ἀλλ’ οὐ νῦν πρῶτον.
PG 87:2685Ὑμεῖς γὰρ οἱ ἐκ παντὸς αἰῶνός με παροξύναντες, θύοντες ἐνώπιον ἐμοῦ τοῦ πάντα ἐφορῶντος Θεοῦ, καὶ εἰπόντος· Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι [ ἐναντίον ἐμοῦ ] ἤγουν ἐν τῷ μοι ἀφιερωθέντι ναῷ; Καὶ διὰ Ἱερεμίου γὰρ ἔφη· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;» οὕτω τῆς Γραφῆς καλούσης τὸ εἴδωλον. Τὸ δὲ καὶ οὐκ εἰσὶ , περὶ τῶν δαιμόνων φησὶν, ὡς οὐκ ὄντων θεῶν , οἷς ἔθυον ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις βωμοῖς. Ἤγουν ἐπείπερ, ἡνίκα τοῖς δαιμονίοις εὔχοντο, τόπους πλίνθοις ἐοικότας διέγραφον, ἐφ’ ὧν ἵσταντο. Ἐν μνήμασι δὲ λέγει, διὰ τὰς νεκυομαντείας , ἐν δὲ σπηλαίοις , ἔνθα ἵστων ἐπ’ ὄρους ἀγάλματα, ἢ καὶ τελετὰς ἐπετέλουν τινὰς, ὑπὸ δένδρεσι μεγάλοις θυσίας προσάγοντες. Καὶ τοῖς ἔθνεσιν [φησὶν] ὁμοιούμενοι χοιρείων ἐνεφορεῖσθε κρεῶν , καὶ ἐκ τῶν θυσιῶν , ὧν προςεφέρετε δαίμοσιν, ἔψοντες τὰ περιττὰ, πᾶν σκεῦος ἐμολύνετε. Καὶ τοιαῦτα δρῶντες πυρὶ καὶ ὕδατι περιαγνιζόμενοι καθαροὺς ἑαυτοὺς ὠνομάζετε. Ἃ δὲ πάντα καπνός εἰσι τοῦ θυμοῦ μου . Πρὸ γὰρ τῆς ἐπιδημίας ἀρχή πως ἦν τῆς θείας ὀργῆς. Τὸν δὲ θυμὸν ἐξῆψαν τὰ κατὰ τοῦ Σωτῆρος τολμήσαντες. Ὁ δὲ καπνὸς εἰς πῦρ μετεβάλλετο.
Ἐπειδὴ δὲ τοῖς ἀνθρώποις βοήθεια πρὸς λήθην τὰ γράμματα , τροπικῶς ἐκ τούτων δείκνυσι τὸ ἀνεπίληστον τοῦ Θεοῦ· ὁποῖον καὶ παρὰ Δανιὴλ τὸ, Βίβλοι ἀνεῴχθησαν, σημαῖνον τὴν πάντα γνῶσιν περιλαμβάνουσαν τοῦ Θεοῦ. Ἐπὶ δὲ τῶν βουνῶν ὠνείδισάν με , φησί. Οὐ γὰρ ἂν ἔθυον ἑτέροις, μὴ καταφρονοῦντες ὡς εὐτελοῦς, καὶ μηδὲ ὄντος Θεοῦ. Τὸ δὲ, Οὐ μὴ σιωπήσω , ἐπιμενόντων αὐτῶν δηλονότι. Τοιγαροῦν εἰ εὑρεθείη τις ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα, τούτων ἔξω γενήσεται. Εἰ γὰρ καὶ ὁ ἀμπελὼν Κυρίου ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσας, ἀφανισθήσεται· ἀλλ’ εἴπου τις εὑρεθήσεται σπάνιος ὡς ἐν ξηρῷ βότρυϊ ῥὼξ ὑγιὴς, ὡς εὐλογίας μετέχων, σωθήσεται· ὡς εἰ καὶ δεσπότης ἀγροῦ κωλύοι τμηθῆναι βότρυν ἔχοντα τὸν ἕνα ῥῶγα, εὐλογίαν ἔχειν εἰπὼν, οὕτω μέχρι πέντε δικαίων ὁ Θεὸς ὑπέσχετο σώζειν τὰ Σόδομα. Νῦν δὲ κατ’ ἐπίτασιν ἀγαθότητος, δι’ ἕνα [ῥῶγα] λέγει τὸν βότρυν σωθήσεσθαι, δηλαδὴ πόλιν, ἢ κώμην. Καὶ τὴν ἐπάνοδον γὰρ πεποίηκε διὰ Ζοροβάβελ, Ἰησοῦν τε καὶ Ἔσδραν, καὶ εἴ τις τοιοῦτος. Καὶ νῦν δὲ ἐξελοῦμαι , ἤγουν ὑψηλὸν ἀποδείξω τὸ ἐξ Ἰούδα σπέρμα καὶ Ἰακώβ .
PG 87:2687Τὸ δὲ σπέρμα δηλοῖ τὸ εἰς ἑτέρων καρποφορίαν συντελέσαι δυνάμενον· ὁποῖον τὸ, «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,» ὃ τὸν ἀποστολικὸν σημαίνει χορόν· ὃ, τῶν ἄλλων ἀπολλυμένων, τὸ ἅγιον ἐκληρονόμησεν ὄρος · φάσκοντες, Προσεληλύθαμεν Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, ἤγουν τὴν Ἐκκλησίαν κατὰ τὸ, Πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, δι’ ὧν ἐπληροῦτο καὶ τὸ, Ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις . Δρυμὸν συνήθως λέγων τῶν ἀλλοφύλων τὸ πλῆθος, παρ’ οἷς Ἐκκλησίαι κατέστησαν, ἐπαύλεις καλούμεναι, καὶ φάραγξ Ἀχώρ. Τοῦτ’ ἔστιν, ὥσπερ αὐτὴ γέγονεν ἀνατεθηματισμένη παγγενεὶ, τοῦτο ἀνάθημα κλέψαντος ἐμβληθέντος αὐτῇ· τοιαύτη τις ἦν ἡ χώρα τῶν ἀθέων ἐθνῶν, ἥτις εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ ἐκζητήσαντί με λαῷ , ὃς ἦν ὁ ῥὼξ καὶ τὸ σπέρμα τὸ εἰρημένον, οἱ ἐκλεκτοί τε δοῦλοι. Συστήσονται γὰρ οὗτοι βουκόλιά τε καὶ ποίμνια , οὐκ ἐν τῷ Ἰσραὴλ, ἀλλ’ ἐν τῷ δηλωθέντι δρυμῷ , καὶ τῇ φάραγγι τοῦ Ἀχὼρ , ὃς ἑρμηνεύεται, φασὶν, εὐρυχωρία. Ταῦτα μὲν τούτοις·
τοῖς δὲ τὸ ἅγιον ἐγκαταλιποῦσιν ὄρος , καὶ συναφθεῖσι τοῖς ἐθνικοῖς, ὡς παρασκευάζειν τῷ μὲν ἀγάλματι τῆς τύχης τράπεζαν, τῷ δὲ δαίμονι κέρασμα τῷ ἐν αὐτῷ, ἐπαχθήσεται μάχαιρα . Κἂν ἐρωτήσῃς, Ἀνθ’ ὅτου τἄλλα παρεῖς; ἐρῶ ὅτι δι’ ἐμαυτοῦ καλῶν παρεγενόμην ὑμᾶς, ὑμεῖς δὲ οὐκ ὑπηκούσατε . Καθὰ προεῖπεν. Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τινὲς δὲ τὰ τελευταῖα ταῦτα πρὸς τοὺς ἐξ ἐθνῶν ἀπειθήσαντας εἰρῆσθαί φασιν. Ὡς γὰρ οὐ γέγονεν ἀζήμιον τοῖς ἐξ Ἰσραὴλ τὸ ἀπειθῆσαι Χριστῷ (δέδοται γὰρ εἰς σφαγὴν, ἐλέῳ Θεοῦ σωθέντος τοῦ καταλείμματος), οὕτως ἐν τῇ τῶν ἐθνῶν κλήσει οἱ μὴ πεισθέντες παραδοθήσονται πρὸς σφαγὴν κατιόντες εἰς ᾅδου, καὶ τὴν διὰ πυρὸς ὑπομένοντες κόλασιν, οὓς καὶ τιμᾷν φησι τὴν τύχην , καὶ τὸ δαιμόνιον . ιγκε. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγωνται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίωνται· ὑμεῖς δὲ διψήσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται· ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, κ.τ.λ. Εἰπὼν τὸ κατ’ ἐκλογὴν σπέρμα τοῦ Ἰσραὴλ, καὶ τὰς δι’ αὐτῶν συστάσας Ἐκκλησίας·
PG 87:2689τοῖς δὲ ἀπολλυμένοις, κατὰ μέν τινας Ἰσραηλίταις, καθ’ ἑτέρους δὲ ἐθνικοῖς, τὰς καταλλήλους εἰπὼν τιμωρίας· πρὸς τοὺς αὐτοὺς λέγει καὶ τὰ προκείμενα, διδάσκων ὡς δίκαιος ὢν ὁ Θεὸς, τοὺς πανταχόθεν αὐτῷ δουλεύοντας , ἀλλ’ οὐ πάντως ἐξ Ἰσραὴλ ὑποδεξαμένους δώσει αὐτοῖς εἰς τροφὴν τὸν εἰπόντα, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὗπερ οἱ μὴ δουλεύοντες στερηθήσονται· καὶ οἱ μὲν τὸν μυστικὸν πίονται οἶνον, ἤγουν τὸ ὕδωρ, περὶ οὗ φησιν· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ,« καὶ τὰ ἑξῆς, οἱ δὲ τούτῳ διψήσουσιν . Καὶ ἀναλόγως οἱ μὲν εὐφρανοῦνται . Καθαιρεῖ γὰρ ἁμαρτίας τὰ μυστικὰ, καὶ τὸν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξίστησι φόβον, καὶ ἀγαθὰ δίδωσιν ἐλπίζειν τὰ μέλλοντα· οἱ δὲ αἰσχυνθήσονται · καὶ οἱ μὲν ἀγαλλιάσονται , τούτων τυχόντες, οἱ δὲ τούτους ὁρῶντες οὐ σῶμα πονήσουσι , μικρὸν γὰρ τοῦτο, τὴν δὲ καρδίαν ὀδυνηθήσονται , τοῦ κριτοῦ τὰ πρὸς ἀξίαν αὐτοῖς ἀπονέμοντος. Τινὲς δέ φασιν, ὡς συγκαταβαίνων τοῖς Ἰουδαίοις, ἐξ ὧν ὡρίζοντο τὴν μακαριότητα, καὶ τὴν δίκην ὁρίζεται. Ἐν γαστρὶ γὰρ τὸ πᾶν ἐτίθεντο τῆς ἀπολαύσεως.
Ὅθεν ἐπιστρέψαι βουλόμενος, τὴν τούτων στέρησιν ἐπῄνει, καὶ τὸ μηδὲ ὄνομα τούτων φέρεσθαι, ἀντεισαγομένων εἰς τὸν κλῆρον αὐτῶν, τῶν δικαίων, οὓς καὶ κλῆρος, καὶ ὄνομα πατέρων περιλελείψεται . Τὸ δὲ εἰς πλησμονὴν , εἰς μῖσος δηλοῖ, κατὰ συνήθειαν γραφικὴν, ὡς τὸ, Ἐγενήθητέ μοι εἰς πλησμονήν. Ὁ γὰρ κόρος ἀποστροφὴν ἀπεργάζεται. Βδέλυγμα τοίνυν ἔσεσθε, φησὶ, καὶ λεγόμενοι [υἱοί], οἱ δὲ δίκαιοι, λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, κατὰ τὴν Πέτρου φωνήν. Καὶ ταῦτα, εἰ πρὸς ἐθνικοὺς καὶ εἰδωλολάτρας ὁ λόγος· εἰ δὲ πρὸς τοὺς ἐξ Ἰσραὴλ ἀπειθήσαντας, ὅτι ὅπερ ἦσαν αὐτοὶ, τέκνα, καὶ λαὸς, καὶ κλῆρος Θεοῦ χρηματίζοντες, τοῦτο οἱ ἐξ ἐθνῶν πεπιστευκότες γενήσονται· καὶ τοῦτο τὸ διὰ φωνῆς Ὠσηέ· Καὶ καλέσω τὸν λαόν μου οὐ λαόν μου. Τὸ δὲ, εἰς πλησμονὴν, εἰς ὅρκον ἐξέδωκαν οἱ λοιποὶ, εἰωθότων ἡμῶν ὅρκον ποιεῖσθαι, τὸ μὴ παθεῖν, ἅπερ οἱ ἀνήκεστα πάσχοντες, ὧν τις καὶ τοὔνομα λεγόμενον ἀποτρέπεται. Ὑμᾶς δὲ ἀνελεῖ Κύριος · ὃ δὴ τῶν κακῶν ἔσχατον, οὐ τοσοῦτον σημαῖνον ψυχῆς ἀπὸ σώματος χωρισμὸν, ὅσον στέρησιν Θεοῦ, καὶ τῆς ἀθανάτου ζωῆς.
PG 87:2690Ταῦτα μὲν οὖν ὑμῖν, τοῖς δ’ ἐμοὶ δουλεύουσιν , ἐξ οἵου τύχωσιν ἔθνους, τὰ ἐπηγγελμένα. Κἂν μαθεῖν τίνες εἶεν ἐθέλετε, τοὔνομα μὲν οὔπω λελέξεται, ἀρκεῖ δὲ γνῶναι μόνον, ὅτι ἔσται καινὸν , μηδενί πω τεθέν· ὃ εὐλογηθήσεται αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. Ἀντευλογήσουσι δὲ καὶ αὐτοὶ τὸν αὐτοὺς Θεὸν εὐλογήσαντα , ἐν ᾧ γέγονε πάντα καινὰ , λατρεία, καὶ ζωὴ, καὶ ὀνομασία. Τελοῦμεν γὰρ αὐτῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν, καὶ ἐν καινότητι ζωῆς εὐαγγελικῆς πρόσιμεν τῷ Χριστῷ, καὶ τὴν ἀπ’ αὐτοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, Χριστιανοὶ χρηματίζομεν. Ἀνθ’ ὧν καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν τὰς δοξολογίας · κἂν εἰ γένοιτό πως ἀνάγκη, τῆς δι’ ὅρκων πίστεως αὐτὸν προβαλλόμεθα κατὰ τὸ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Τινὲς δέ φασιν ὅτι ὄνομα καινὸν , ὡς τοῖς πατριάρχαις αὐτοῖς ἐπαγγέλλεται, μὴ πεισθέντων δὲ, τοῖς ἔθνεσι τὸ καινὸν Χριστιανῶν ἀπέδωκεν ὄνομα . Τὸ δὲ ῥητὸν, μέχρι τοῦ· Θεὸν τὸν ἀληθινὸν , ὁ μὲν Ἀκύλας οὕτως ἑρμήνευσε·
Καὶ τοῖς δούλοις καλέσει ὄνομα ἕτερον, ᾧ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένος . Ὁ δὲ Σύμμαχος· Τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ Θεῷ. Ἀμήν . Ἀπαλλαγέντες οὖν τῶν ψευδωνύμων θεῶν, γνώσονται παρὰ τοῦ Σωτῆρος αὐτῶν τὸν ἀληθινὸν Θεὸν , καὶ ὃν ἀπέστειλεν Κύριον Ἰησοῦν Χριστόν. Οὗπερ γεγονότος, ἐπιληθήσονται τὴν θλίψιν , ἣν ὑπέμενον τοῖς πονηροῖς λατρεύοντες δαίμοσιν, θύειν καὶ τὰ τέκνα πρὸς ταῖς ἄλλαις θυσίαις ἐπιταττόμενοι. Προσῆν δὲ καὶ τὸ ἀναριθμήτοις θύειν, διὰ τὴν ἐκ τῶν ἠμελημένων ἐπιβουλὴν ἐνεργοῦσαν κατὰ τῶν σκέπην οὐκ ἐχόντων τὴν ἐκ Θεοῦ. Τινὲς δὲ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαί φασι τὸ μηκέτι πείσεσθαι, ἅπερ ἀσεβοῦντες ὑπέμενον. Τοσαύτη δὲ ἡ πρὸς τὸ κρεῖττον ἔσται μεταβολὴ, ὡς καὶ τὰ στοιχεῖα μεταβεβλῆσθαι δοκεῖν. Τοῖς γὰρ χαίρουσι πάντα φαιδρότερα φαίνεται, τῶν ἐν συ καὶ ἐν σταθερᾷ μεσημβρίᾳ σκοτοδινιώντων. Ἢ ὅτι ἄλλως πρότερον ὁρῶντες τὸν οὐρανὸν, καὶ τὴν γῆν , ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα· νῦν δὲ καινὰ ταῦτα βλέψονται, ἡνίκα Θεοῦ γνώσονται δημιουργήματα. Διό φησιν·
PG 87:2692Οὐκέτι μεμνήσονται τῶν προτέρων , τὰς δόξας, ἃς εἶχον, ὡς περὶ θεῶν ἀποβάλλοντες. Ἀγαλλίαμα δὲ, φησὶν, εὑρήσουσιν ἐν αὐτῇ, δηλαδὴ τῇ νέᾳ Ἱερουσαλὴμ , Ἐκκλησίᾳ, περὶ ἧς ἐπιφέρει· αὐτὸ γὰρ τὸ ἀγαλλίαμα , καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς Ἱερουσαλήμ . Ἢ ὅτι Ἐμαυτοῦ εὐφροσύνην θήσω τὴν Ἱερουσαλὴμ , ἐνευφραινόμενος τῷ λαῷ, ᾧ τὸ καινὸν ὄνομα κατεπήγγελμαι. Τοιαῦτα γὰρ πράξει τούτων ἡ πολιτεία, ὡς μηκέτι πράξεις ἐν αὐτοῖς ἀκούεσθαι κλαυθμοῦ καὶ κραυγῆς ἀξίας. Ὡς ἐκ διαβολῆς δὲ τῆς αἰσθητῆς Ἱερουσαλὴμ ὑφαίνει τὸν λόγον, ἧς οἱ ἡγούμενοι μετὰ δώρων κρίνοντες ἀθώων κατεψηφίζοντο, μετὰ κραυγῆς αὐτοὺς θρηνεῖν ἀναγκάζοντες, περὶ ἧς Ἱερεμίας φησίν· «Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ,» καὶ τὰ ἑπόμενα. Καὶ ἄλλος δέ φησι προφήτης· «Ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.» Ἡ δὲ Χριστοῦ Ἐκκλησία τούτων ἀπήλλακται, ἐν ᾗ οὐκ ἔσται ἄωρος, καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἄωρον μὲν τὸν ἐξ ἐθνῶν λέγει λαὸν, περὶ οὗ φησι καὶ Δαβίδ· «Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Οἷς καὶ Παῦλός φησιν·
Ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε. Πρεσβύτην δὲ, τὸν ἐκ περιτομῆς, ὡς τῷ χρόνῳ κατὰ τὴν Ἐκκλησίαν πρεσβύτερον, ἐν ᾗ οὐκ ἔσται φησὶν οὐδετέρου διαφορά. Πάντες γὰρ ἔσονται τέλειοι, εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος τοῦ Χριστοῦ. Τοῦτο γὰρ ὁ ἑκατοστὸς παρίστησιν ἀριθμὸς, ὅτε καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος ἔσται τοῖς ἔχουσιν, εἰ μὴ Χριστῷ προσέλθωσιν διὰ πίστεως, ἐν ᾗ βαπτισθέντες τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβόμεθα μολυσμούς. Οὐκοῦν κἂν εἴ τις ἑκατὸν ἐτῶν ὑπάρχων τὴν ἐν νόμῳ λαβὼν τελειότητα, καὶ τελευτήσειεν ἁμαρτωλὸς , τὴν ἐν Χριστῷ μὴ προσηκάμενος πίστιν, ἔσται ἐπικατάρατος , ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος ὢν, ἐν ᾧ μηδεὶς τοσοῦτον κατώρθωσεν, ὡς ὑπὸ παράβασιν μὴ πεσεῖν. «Πάντες γὰρ, φησὶν, ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι.» Τοιγαροῦν ἐν τῷ νόμῳ Παῦλος τελειωθεὶς, σκύβαλα ἡγήσατο τὰ ἐν νόμῳ, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ’ ἔστι τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ τοὺς Ἰουδαίους μεμφόμενος λέγει·
PG 87:2694«Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν βουλόμενοι στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Καὶ πάλιν· «Εἰδότες δὲ, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν πεπιστεύκαμεν.» Διὸ κατάρα Χριστὸς ἐλέχθη τῆς τοῦ νόμου κατάρας ῥυόμενος, ἐν ᾧ ἐστι τὸ, «Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ, τοῦ ποιῆσαι αὐτά.» Τινὲς δὲ τὸ, Οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρεσβύτης , οὕτως ἐξηγήσαντο· Πάντες γὰρ τυχόντες τῆς ἐμῆς ἀναστάσεως, ἔσονται τέλειοι, καὶ τὰς ψυχὰς ἀκμαῖοι, ὡς μηδὲν ἀτελές τε καὶ νήπιον, μήτε δὲ γεγηρακὸς εἶναι, ἡλικιῶται δὲ πάντες, ὡς ὑφ’ ἕνα καιρὸν τευξόμενοι τῆς ἀναστάσεως, καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. Τέλειος οὖν ὁ σωζόμενος ἔσται νέος, καὶ τῆς αὐτῆς ἡλικίας ἕξει τὸν ἀπολλύμενον. Ἅμα γὰρ πάντες ἀναστάντες, σωτηρίᾳ καὶ κολάσει διαιρεθήσονται, τῶν ἐν κακίᾳ τελείων καταράτων ἐσομένων, καὶ τῇ ἰδίᾳ τελευτώντων ἁμαρτίᾳ .
Ὅτε καὶ πάντες, ἃς διὰ τῶν ἔργων ἑαυτοῖς προεξένησαν, κομιοῦνται μονὰς, καὶ τῶν ἰδίων ἀπολαύσονται πόνων, καρποὺς ἰδίους τρεφόμενοι, μηκέτι δεδιότες μήπως ἀλλότριοι τοὺς πόνους αὐτῶν ἀφαρπάσωνται. Ἐν ἀτελευτήτῳ δὲ διάξουσιν εὐζωί̈ᾳ, κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς · ὃ καὶ δηλοῖ τὰς ἐπαγγελίας ἐν τῷ παραδείσῳ γενήσεσθαι, καὶ τὸν τυχόντα τούτων ὑπάρξειν ἀθάνατον, μὴ παλαιούμενον· ἢ δι’ ἑτέραν αὖθις μετάστασιν ἑτέροις τοὺς ἑαυτῶν καταλιπόντες πόνους . Τινὲς δὲ καὶ ταῦτα τῷ καιρῷ τῆς πρώτης ἐπιδημίας ἀπέδωκαν, ὅτε πάντες εἰρήνης ἀπολαύουσι, καὶ χρηστότητος, οἱ ἐν Χριστῷ διὰ πίστεως κατηραμένοι , μηκέτι πολέμοις καὶ συμφοραῖς δι’ ἀσέβειαν, ὡς οἱ πάλαι, παραδιδόμενοι, μηδὲ ζημίαν ὑπομένοντες τῶν αὐτοῖς πεπονημένων , πνευματικῶς ἐντρυφῶντες δὲ τοῖς ἑαυτῶν κατορθώμασιν. Οὓς οὐδεὶς ἀπελάσει τῆς παρὰ τῷ Πατέρι δεδομένης μονῆς ζωὴν ἔχοντας ἁγίαν, κατὰ τὴν πρὸ τῆς Ἀδὰμ παραβάσεως. Καὶ τὰ ἔργα , φησὶ, τῶν πόνων αὐτῶν οὐ παλαιώσουσιν · τοῦτ’ ἔστιν, ἀμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Ἡ γὰρ νομικὴ, σκιώδης οὖσα, μεταβολὴν ἐκ τύπων εἰς ἀλήθειαν ὑπεδέξατο.
PG 87:2695Ἡ δὲ κατὰ Χριστὸν ὁδὸς, ὡς ἀληθὴς, ἀμετάβλητος· τῆς μὴ παλαιότητος ἐνταῦθα τὸ διηνεκὲς δηλούσης, ὅπερ οὐκ ἔσχον ἐκεῖνοι. Πρὸς γὰρ Χριστὸν εἴρηται τὸ, «Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ταῦτα δὲ Θεὸς οὐ τοῖς τυχοῦσιν ἐπαγγέλλεται, οὐ δὲ τοῖς κλητοῖς . Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· δι’ ὅνπερ φησίν· Οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενόν . Οἱ γὰρ πάλαι τῶν Ἰουδαίων καθηγηταὶ, διδάσκοντες ἐντάλματα ἀνθρώπων, πατέρες μὲν ἐγένοντο κατὰ μάθησιν, ἀλλ’ εἰς κενὸν καὶ κατάραν . Διὸ ταλανίζων αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· ὅτι Περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον. Καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης. Οὐχ οὕτως οἱ τοῦ Χριστοῦ. Σπέρμα γὰρ εὐλογημένον ἔσται τὸ σπέρμα αὐτῶν . Τινὲς δὲ καὶ τοῦτο κατὰ τὴν παλιγγενεσίαν ἐδέξαντο. Εἰ γάρ τινες ἔσονται τότε κόποι , σωτήριοι, καὶ λίαν ἡδεῖς, οἵους ὑπομένουσιν ἄγγελοι. Ἀλλὰ μισθὸς αὐτοῖς θησαυρίζεται.
Οὐδὲ τὰ γεννήματα αὐτῶν εἰς κατάραν , τοῦτ’ ἔστιν οἱ λογισμοὶ, κἂν ἐπὶ τῶν ἀποστόλων δὲ νοήσωμεν, ὧν καρπὸς ἡ καθόλου τῆς γῆς Ἐκκλησία, καὶ τέκνα τὰ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας παράθεσιν ἔχει πρὸς τὰ ἐξ Ἀδὰμ, οὗ πρὸς τὴν γυναῖκα λέλεκται τὸ, «Ἐν λύπαις τέξῃ τέκνα·» κατὰ σάρκα γὰρ ἐγέννων· τὸ δὲ σπέρμα τῶν ἀποστόλων εὐλογημένον, ὃ κατέσπειραν ἐν πάσαις ταῖς Ἐκκλησίαις, οἷς δὴ καὶ λέλεκται· Πρὶν κεκράξαι αὐτοὺς, ἐπακούσομαι αὐτῶν. Ὅπερ ἐγίνετο θαυματουργούντων αὐτῶν ἐν ταῖς Πράξεσιν εἰς ἐπιστροφὴν τῶν καλουμένων εἰς πίστιν, ὅτε πάντες οἱ πρὶν ἁρπακτικοί τε καὶ θηριώδεις τὴν αὐτὴν εἶχον ἐν Ἐκκλησίᾳ τοῖς ἡμέροις τροφὴν , Γραφὴν τὴν θείαν νεμόμενοι. Καί τις ἰώδη τρόπον ἔχων, τούτου παυσάμενος τροφὴν ἐτρέφετο λογικὴν, ἀντὶ γῆς. Τοιοῦτοι δὲ γεγονότες, πῶς ἔτι βλάπτειν ἠδύναντο. Ἔστι δὲ διὰ τούτων καὶ τῶν δύο λαῶν νοεῖσθαι τὴν εἰς ἓν συνδρομήν. Τὰ μὲν γὰρ ἱερὰ ζῶα, καὶ θυσίαις κατὰ τὸν νόμον ἁρμόδια, σημαίνει τὸν Ἰσραήλ. Τὰ δὲ ἀνίερα, καὶ θηρία, τοὺς ἐθνικοὺς ὁμοῦ τρεφομένους τά τε θεῖα μαθήματα, καὶ τὸν οὐράνιον ἄρτον.
PG 87:2697Τήρει δὲ, ὡς οὐκ εἴρηται, τὰ ἥμερα τῆς τῶν θηρίων μεθέξειν τροφῆς, ἀλλὰ τοὐναντίον. Ἀκολουθεῖν γὰρ ἔδει τὰ χείρω τοῖς κρείττοσιν, ὡς τοῖς ἀποστόλοις τὰ ἔθνη. Πρὸς δὲ τοὺς οἰομένους τὰ ἔθνη τούτων τυχεῖν Ἰουδαίους ἐν τῇ παλαιᾷ Ἱερουσαλὴμ, ἐροῦμεν ὡς οὐδαμοῦ αὐτῶν ἐν τούτοις ἐπ’ ἀγαθοῖς μνήμη, ἀλλ’ ἀσεβημάτων ὀνειδισμοί. Τί δὲ τὸ ἀναγκαῖον ἐν τῷ ἁγίῳ ὄρει θηρία τυγχάνειν; Ἢ πῶς τοῦτο θείας ἄξιον ἐπαγγελίας; ὄρους δὲ μνησθεὶς ἁγίου φησίν· Ὁ οὐρανός μοι θρόνος , καὶ τὰ ἐπ’ αὐτῷ. Δι’ ὧν προδήλως παραινεῖται τὴν ἐπὶ γῆς Ἱερουσαλὴμ, [ἢν] ἀκόλουθον τοιαύτην εἶναι φαντάζεσθαι. Καὶ λαὸν γὰρ καινὸν ἔφη, καὶ ὄνομα καινόν . Ἄλλως τε καὶ εἶπεν οὐ μὴ μνησθῶσι τῶν προτέρων ἔτι . Διὰ δὲ τῶν ἐξῆς, καὶ τὰ θυσίας αὐτῶν ἀποστρέφεται, δι’ ὧν ἐνόμιζον εὐσεβεῖν, τὸν ταπεινὸν, καὶ ἡσύχιον μόνον ἀποδεχόμενος. Πρὸς δὲ τὸ παρὸν ῥητὸν ἔφασάν τινες, ὡς ἱκανῶς μυσταγωγήσας τοὺς ἐθνικοὺς, μεθίσταται λοιπὸν ἐπ’ αὐτὸν ἤδη τὸν Ἰσραὴλ, ἀποίσων αὐτὸν τῆς σκιᾶς. ΚΕΦΑΛ. Ξ. αδ. Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι;
καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; κ.τ.λ. Ἀνθρωπίνως δὲ τὸ θρόνος , καὶ τὸ ὑποπόδιον εἴρηται. Περὶ δὲ τῶν θηρίων συμφώνως ψάλλει Δαβίδ· «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω; ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ,» καὶ τὰ ἑπόμενα. Ὁ δὲ προφήτης τὰς θυσίας ἀποβαλὼν, τὴν εὐαγγελικὴν εἰσήγαγεν πολιτείαν, τὸ ταπεινὸν, καὶ πρᾶον , καὶ εὐλαβὲς προτιμῶν. οὐ κεῖται δὲ κατὰ τοὺς λοιποὺς, ὁ δὲ ἄνομος , ἀλλ’ ὁ δὲ σφαδάζων μόσχον . Τὴν δὲ τῆς ἀποβολῆς τοῦ Ἰσραὴλ αἰτίαν καί τοι πρωτοτόκου γεγονότος, ἐπάγει λέγων· Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν , οὐκ ὀρθοὶ γεγονότες ἐν ἀναγκαίοις πράγμασι δικασταὶ, δέον εἰσηγουμένῳ πειθαρχῆσαι Χριστῷ. Εἶτα καὶ πρὸς τὴν ἀρχαίαν ἀνατρέχων ἀσέβειαν, καὶ τὰ βδελύγματα , φησί· Διὸ κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν · τοῦτ’ ἔστι, τοὺς ἐμπαίζοντάς τε καὶ ἐμπαροινοῦντας αὐτοῖς, δηλονότι Ῥωμαίους. Ἡ δὲ αἰτία, διότι ἐκάλεσα αὐτοὺς, καὶ οὐκ ἐπήκουσάν μου, ὃ καὶ πρὸ τούτων ἐλέγετο. Ἡ δὲ κλῆσις ·
PG 87:2699«Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Τὰ δὲ περὶ τῶν ἐτῶν εἰρημένα, τινὲς ἁπλῶς εἰρῆσθαί φασιν ἐπὶ πολυχρονίου ζωῆς, εἴγε τοῖς αὐτοῦ νόμοις ἐμμέννοιεν. Καὶ τὴν χώραν γὰρ ἀπόρθητον ἕξουσιν, καὶ καρποὺς, ὡς ἐν παραδείσοις ἀειθαλεῖς, ἃ προῤῥηθέντα διὰ τὴν αὐτῶν ἀπειθείαν οὐ γέγονεν. Μετανοοῦσι γὰρ ἐπήγγελται. Πειθομένων γὰρ, φησὶν, εὐλογημένον ἔσται τὸ σπέρμα . Εἰρηνεύσει τε πρὸς ὑμᾶς τὰ θηρία καὶ αὐτὰ πρὸς ἑαυτά. Τὸ δὲ ὁ οὐρανός μοι θρόνος , τοῦτ’ ἔστιν, ἀνάπαυσις τὰ ἅγια. Τὸ δὲ ἡ γῆ ὑποπόδιον , ὑπεξουσίαν καὶ τὰ μὴ ἅγια. Τῶν δύο δὲ ἡμίσεος φυλῶν οἰομένων διαφεύγειν τὴν ἅλωσιν, διὰ τὴν πρὸς τὸν ναὸν τοῦ Θεοῦ, ἀλλ’ οὐ διὰ τρόπων ἀρετὴν, καὶ εὐσέβειαν, δείκνυσιν ὡς οὐκ αὐτῷ ταῦτα, δι’ ἐκείνους δὲ χρήσιμα, ὅπως τοῖς νομίμοις ἐμμένοντες, εἶεν ἄξιοι τοῦ αὐτὸν οἰκεῖν ἐν αὐτοῖς. Ἐπεὶ καὶ τὰς θυσίας ἀποστρέφομαι μὴ γινομένας ἀπ’ ὀρθοῦ λογισμοῦ. Ποιοῦντες γὰρ αὐτῶν τὰ θελήματα, καὶ προσκυνοῦντες εἰδώλοις, ἐμοὶ μετὰ τούτων προσέρχονται. ειδ. Ἀκούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ.
Εἴπατε ἀδελφοῖς ἡμῶν τοῖς μισοῦσιν ὑμᾶς, καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδίδοντος ἀνταποδίδοσιν τοῖς ἀντικειμένοις, κ.τ.λ. Πάντα καινὰ κατὰ τὸν καιρὸν εἰπὼν ἔσεσθαι τῶν ἐπαγγελιῶν τοῖς ταῦτα προμαθοῦσι κατὰ τὸν ἐνεστῶτα βίον, ἀκολούθως ταῦτά φησιν· Ἀκούσατε οἱ τρέμοντες τοὺς λόγους αὐτοῦ , περὶ ὧν ἔφασκεν· «Ἐπὶ τίνα δὲ ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;» οἷς εὐαγγελικὸν παράγγελμα [δίδ]ωσιν οὐδὲν διαφέρον τοῦ· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ Πατέρος ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.» Οὐ γὰρ τὸ τρέμειν τοῦ Θεοῦ τοὺς λόγους , πρὸς τελειότητα μόνον ἀρκεῖ· ἀρετῆς δὲ ἐπ’ ἄκρον ἀνάληψις ἀγαπητικὴ πρὸς τοὺς θλίβοντας γνώμη, Ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν . Δι’ ὧν γὰρ ἐπ’ αὐτοῖς ἀντὶ μίσους εὐφραίνεσθε, Θεὸς δοξάζεται , κατὰ τό·
PG 87:2700«Ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Καὶ αὐτοὶ δὲ τυχὸν τοῦ Θεοῦ ὑμῶν δοξάσουσι τοὔνομα , οὕτω πρὸς αὐτοὺς διακειμένους ὁρῶντες, καὶ τῇ χρηστότητι τῇ περὶ αὐτοὺς εὐφραινόμενοι. Σύμμαχος δὲ, Καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν ἐξέδωκεν, ὡς ἂν ἐν τῷ τέλει τῆς ἐκδικήσεως τούτων μὲν ἐκδήλως εὐφραινουμένων · ἐκείνων δὲ λίαν ἐφ’ οἷς ὁρῶσιν αἰσχυνουμένων . Ἐπιστήσεται γὰρ ὁ τῆς ἀνταποδόσεως ὅσον οὔπω καιρὸς, ὅτε φωναὶ τῶν κολασθησομένων ἀκουσθήσονται, τῶν μὲν οἰκητόρων βοώντων ἐκ τῆς πόλεως , τῶν δὲ λειτουργούντων ἐκ τοῦ ναοῦ. Βοήσεται δὲ καὶ διὰ τῶν πραγμάτων ὁ Κύριος , ὡς αὐτοῦ κρίσει γίνεται τὰ δεινά. Εἰδέναι δὲ χρὴ ὡς εὐαγγελικῶς παραγγείλας ἀδελφοὺς νομίζειν τοὺς ἐθνικοὺς, νομικὴν ἔλυσεν ἐντολήν. Φησὶ γὰρ ὁ νόμος· Οὐ λαλήσεις αὐτοῖς εἰρηνικά. Καὶ πᾶσαν ἐπιγαμίαν ἀπείρηκε πρὸς αὐτοὺς, ὡς ἂν μὴ παρ’ αὐτῶν πεισθέντες εἰς εἰδωλολατρείαν ἐκπέσωσιν· ἀλλ’ ἐν Χριστῷ γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασιν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
Τινὲς δὲ πρὸς τοὺς ἀποστόλους εἰρῆσθαί φασιν, ὡς μέλλοντας ὑπὸ Ἰουδαίων κακοῦσθαι, καὶ μάλιστα τῶν ἐν Ἱερουσαλὴμ, ὧν οἱ ἄρχοντες τοὺς ἀποστόλους ᾐκίσαντο, θάνατον ἀπειλήσαντες, εἰ τὸν σωτήριον λόγον κηρύττοιεν. Καὶ τί δεῖ λέγειν, ὡς ἡ μὲν τῆς εὐφροσύνης ἐπαγγελία τοῖς Χριστοῦ γέγονε μαθηταῖς, δι’ αὐτῶν πανταχοῦ συνισταμένων Ἐκκλησιῶν. Ἡ δὲ τοῦ Θεοῦ τοὺς κακώσαντας αὐτοὺς, μετῆλθεν ὀργὴ, περιστάντων αὐτοὺς πολεμίων. Καὶ ταῦτα μὲν ἐκείνοις. Τὸ δὲ θεοσεβὲς πολίτευμα, καὶ ἡ νέα Σιὼν , ἡ Ἐκκλησία δι’ ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. Ὡς γὰρ ἂν αἰφνίδιον κατὰ γαστρὸς ἔχουσα γεννήσει γυνὴ, μηδεμιᾶς ὠδῖνος ἡγησαμένης· τὸ δὲ τεχθὲν, ἄρσεν . Οὕτως ὁλόκληρον ἀθρόως ἡ νέα γεννήσει Σιὼν , ὅπερ ἐπ’ ἄλλων οὐ γέγονε. Πᾶν γὰρ ἔθνος, καὶ τὸ Ἰουδαίων, ἐξ ὀλίγων κατ’ ὀλίγον αὐξηθὲν, ἔθνος ἐγένετο. Οἷον ἐξ Ἰακὼβ, οἱ δώδεκα πατριάρχαι. Εἶτα παῖδες ἔκγονοι, καὶ πάλιν ἀπόγονοι. Καὶ ἡ κατὰ βραχὺ προσθήκη πρὸς ἔθνος μέγα κατήντησεν. Ὁ δὲ τοῦ Θεοῦ λαὸς ὑφ’ ἕνα καιρὸν τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπλήρωσεν. Τινὲς δὲ οὕτως ἀπέδωκαν·
PG 87:2702προαναφωνήσας τὴν ἅλωσιν Ἱερουσαλὴμ, δείκνυσιν ὡς τὸ κατάλειμμα σωθήσεται. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἀνάληψιν, ἐκάλουν οἱ μαθηταὶ καὶ τοὺς ἀπεκτονότας αὐτὸν εἰς μετάνοιαν, Πέτρου λέγοντος· Οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε. Καὶ ἐπιφέροντος, μετανοήσατε οὖν, καὶ ταῦτα λέγοντος, προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Εἶτα τοιαῦτα διδασκόντων χρόνου διελθόντος, ἡ τῆς πόλεως ἅλωσις γέγονεν, ἤδη τῶν ἐπιεικεστέρων προσδραμόντων τῇ πίστει. Καὶ τοῦτο δηλοῖ τὸ πρὶν ἐπιστῆναι τὰς τῆς πόλεως ὠδῖνας . καὶ τὰς συμφορὰς, τεκεῖν ἄρσεν . Οὐ γὰρ θηλύνεται ὁ ἐν Χριστῷ λαὸς πρὸς μαλακισμούς. Ἐν ἡμέρᾳ δὲ μιᾷ , διὰ τὰς τρισχιλίας, λέγει ψυχάς. Ἐγὼ δέ φησιν ὁ ποιήσας (ἐνήργησε γὰρ διὰ τῶν ἀποστόλων) καὶ δοὺς τὴν προσδοκίαν ταύτην. Διὰ προφητῶν γὰρ αὐτῇ Θεὸς τὴν πολυπαιδίαν ἐπήγγελται, σωτηρίας αὐτῆς εἵνεκα. Ἀλλ’ οὐκ ἐμνήσθη μου , φησὶν, οὐδὲ τοῖς ὀφθαλμοῖς ἰδοῦσά με, πεπίστευκεν. Καί τοι στείραν , καὶ γεννῶσαν ἐγὼ πεποίηκα . Οὐκ ἂν οὖν γέγονεν ἄπαις, ἐμοῦ γόνιμον δυναμένου ποιεῖν, εἰ πιστεύειν ἠθέλησεν. Τοιγαροῦν ἡ πιστεύσασα στείρα , πολύπαις ἐγένετο, ἡ τῶν ἐθνῶν Ἐκκλησία.
Τὸ δὲ σὺ οὐκ ἐμνήσθης μου εἶπεν Κύριος , οὐ κεῖται παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Κατὰ δὲ Σύμμαχον, οὕτως εἴρηται· Μὴ ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν, οὐκ ἐκτοκίζω, εἶπεν Κύριος; ἢ ἐγὼ ὁ συνεκτοκίζων, καὶ συνέξω, εἶπεν ὁ Θεός σου ; Ὁ γὰρ τῆς σωματικῆς γεννήσεως αἴτιος ὢν, πῶς τὴν μέλλουσαν ἀθρόως τὸ καθόλου ἔθνος γεννᾷν, οὐκ ἐκτοκιῶ, πρὸς τὸ θεῖον αὐτῆς γέννημα προελθεῖν ἀβλαβῶς; ἢ πῶς συνέξω τὸν τόκον , ὡς ἀφανισθῆναι ταύτης τὸ γέννημα; ἀλλὰ γὰρ λείπεται, φησὶ, τὴν νέαν χαίρειν Σιὼν , συγχαίρειν δὲ καὶ τοὺς ἐν αὐτῇ, καὶ ἀγαπῶντας αὐτήν . Λέγει δὲ τοὺς πολυτρόποις αὐτὴν διδασκαλίαις στηρίζοντας, καὶ ὅσοι πενθοῦσιν ἐπ’ αὐτῆς κατὰ τό· «Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Τὸ δὲ πένθος , τὴν μετ’ ἱδρώτων σημαίνει τῶν ἀνδραγαθημάτων κατόρθωσιν, ἵνα τῶν θείων ἀπολαύσονται δωρεῶν. Διό φησιν, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς . Τῇ δὲ περὶ γυναικὸς ἐπιμένει τροπῇ, καὶ τὴν πνευματικὴν ἐν αὐτῇ παράκλησιν μαστοῖς ἀπεικάζει, καὶ γάλακτι . Εἴρηται γὰρ πρὸς τὴν νύμφην· Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.
PG 87:2704Τινὲς δὲ τοῦτο πρὸς τὰς δύο διαθήκας ἐδέξαντο, ἀκολούθως εἶναι λέγοντες τὴν ἀθρόως λαὸν γεννήσασαν ἄρσενα τῷ Θεῷ, καὶ γάλακτος εἰς ἐκτροφὴν τῶν αὐτῆς πληροῦσθαι νηπίων, ὃ δὴ λογικὸν Γάλα ἐκ τῶν δύο ῥεύσει διαθηκῶν. Αὐταὶ γὰρ αὐτῆς οἱ δύο μαστοὶ ἀγαθοὶ ὄντες ὑπὲρ οἶνον. Παρακλήσεως δέ φησιν, ἐπειδήπερ οἱ παρακλητικοὶ λόγοι τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθησαν, τῆς στερεᾶς τροφῆς ἐν δόγμασιν μυστικοῖς νοουμένης, ἥτις πρέπει τοῖς εἰς ἄνδρα προήκουσι τέλειον, μὴ ἐναπομείνασι τῷ νηπίῳ· διὸ προσέθηκεν, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς · τοῦτ’ ἔστιν ἔξω θήλης γεγονότες, καὶ ἀπογεγαλακτισμένοι. Καὶ δόξαν μὲν αὐτῆς ὀνομάζει Χριστὸν, ὡς καὶ Δαβὶδ, «Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.» Εἴσοδον δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. Οἱονεὶ γὰρ διὰ σαρκὸς εἰς τοῦτον τὸν κόσμον εἰσβέβηκεν. Τρυφῶσι τοίνυν οἱ τὸν ἐπὶ τούτῳ λόγον μεμαθηκότες. Διὸ καὶ ὁ προφήτης παρεζευγμένως τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς ἐναργῆ ὡς ἂν αὐτοῦ λέγοντος·
Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν , πάλιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν , καὶ ποταμῷ παρεικάζων τὴν δεδομένην τούτοις εἰρήνην . Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Καί· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ πάλιν· «Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Δόξαν δὲ τῶν ἐθνῶν τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ, κατὰ τὸ, «Οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδόξασεν.» Ἐξέκλινεν δὲ εἰς τὰ ἔθνη , τῶν ἐξ Ἰσραὴλ μὴ δεξαμένων αὐτὸν, πρὸς οὓς ἦλθε προηγουμένως. Εἰρήνη δὲ βαθυτάτη πολλῷ τῷ ῥεύματι τὴν Ἐκκλησίαν ἐπέκλυσεν , πνευματικοῖς νάμασι τοὺς ταύτης ἐπάρδων υἱούς. Διὰ γὰρ τοῦ σωτηρίου κηρύγματος, τὴν εἰρήνην τὴν πρὸς τὸν Πατέρα, δι’ αὐτοῦ κεκερδάγκασιν, ὅτε τιθηνοί τινες τοὺς αὐτῆς νηπίους ὑποβαστάξουσι, διδάσκαλοί τινες Ἐκκλησίας, ἢ ἄγγελοι, κατὰ τὸ, «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων.
PG 87:2705Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατέρος μου τοῦ ἐν τοῖς οὐρανοῖς.« Οἱ μὲν οὖν τέλειοι, τοὺς εἰσαγομένους ἐπ’ ὤμων καὶ γονάτων , δίκην τιθηνοῦνται μητέρος . Ἐγὼ δὲ, ὡς πάντων Πατὴρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας . Διό φησιν ὁ Ἀπόστολος· »Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, πρὸς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.« Ὧν οὕτω γινομένων, ὄψεσθε , φησὶ, τὴν ἐπουράνιον Ἱερουσαλὴμ , ἢ καὶ αὐτὸν τὸν Θεὸν, τὸ ἐφετὸν, καὶ χαρᾶς ἀνάμεστον τέλος. Καὶ ὁ Σωτὴρ δὲ μακαρίζει τοὺς καθαροὺς τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ τὰ ὀστᾶ ὑμῶν , φησὶ, πόας δίκην ἀνθήσει . Ἐγερθήσονται γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τὸ πνεῦμα δηλαδὴ τὸ ζωοποιόν. Περὶ ὧν ὁ Ψάλλων φησίν· »Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὡς τὰ ἐν ἀγροῖς ἀνθήσαντα πίπτει, καὶ πάλιν ἀνίσχει τοῦ ἔαρος.
Οὕτω δὲ καὶ γνωσθήσεται πᾶσιν, ὡς οὐκ ἀνθρωπίνη ταῦτα πεποίηκε δύναμις, Θεοῦ δὲ χεὶρ , ὁ Μονογενὴς, δι’ οὗ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις· Ἣ καὶ γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν. Φόβον γὰρ ἀνειληφότες Θεοῦ τὸν ἐκ σοφίας (Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου) νοήσουσιν, ὡς οὐκ ἄνευ χειρὸς Θεοῦ, τοσαύτη χάρις εἰς ἀνθρώπους ἐνήργησεν. Τοῖς δὲ μὴ τοιούτοις ἀπειλήσει τὰ ἐπαγόμενα. Τινὲς δὲ ἀπὸ τοῦ, φωνὴ Κυρίου , οὕτως ἐξηγήσαντο. Πάντα γὰρ πανταχόθεν βοᾷ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, πολεμίων μὲν καταστρεφομένων, Ἐζεκίου δὲ ἐκ τοῦ ναοῦ ἐπανιόντος, μὴ κηρύττοντος τοῦ Θεοῦ τὴν μεγαλειότητα, καὶ τῶν ἀντικειμένων Θεῷ τιμωρουμένων. Ἐκφεύξονται δὲ τὴν δίκην μετανοήσαντες καθὰ καὶ γυνὴ τεκοῦσα ἄρσεν . Ἐπιλανθάνεται γὰρ τῶν ὠδίνων , παραμύθιον ἔχουσα τὸ τεχθὲν, κατὰ τὸ, Ὅτ’ ἂν δὲ γεννήσῃ, χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος ἐπὶ τῆς γῆς εἰς τὸν κόσμον. Προληπτέον οὖν, φησὶ, τῇ μετανοίᾳ τὸν καιρὸν τῶν ὠδίνων . Καὶ ὥσπερ παῖδα, τὴν ἑαυτῶν σωτηρίαν ἀποκυήσατε. Ἐπὶ δὲ τῆς Ἱερουσαλὴμ ταῦτα γεγενῆσθαί φασιν ἐν βραχεῖ χρόνῳ ἅπαν τὸ ἔθνος , καὶ τοὺς ἰδίους ἀπολαμβανούσης οἰκήτορας.
PG 87:2707Θεὸς γὰρ ὁ στείρωσιν διδοὺς, καὶ γονήν . Προεστιαθεὶς δὲ τὴν ψυχὴν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς, τῇ πόλει εὐφράνθητι , φησὶν, Ἱερουσαλὴμ μὴ πενθοῦσα τὴν καταστροφὴν, τὴν μετὰ ταῦτα δὲ δόξαν λογιζομένη. Καὶ ὡς ἀπὸ μαστῶν τρέφε τοὺς παῖδάς σου, διότι ἐπισκέψεται Κύριος αὐτοὺς, πλείστην εἰρήνην διδοὺς, καὶ πάντων ποταμηδὸν εἰς αὐτὴν συῤῥεόντων. Τῶν γὰρ ἐθνῶν αὐτοῖς χαριεῖται τὴν δόξαν , ὡς τοὺς υἱοὺς αὐτῆς, καὶ θυγατέρας ἐπ’ ὤμων φέρειν εἰς Ἱερουσαλὴμ , Θεοῦ, δίκην μητέρος , τὴν ἑαυτοῦ κηδεμονίαν παρέχοντος, ἐπὶ τῇ προλαβούσῃ παρακαλοῦντος αὐτοὺς συμφορᾷ, καὶ τρόπον τινὰ πάλιν ἀναβιῶναι ποιήσαντος, κατὰ τὰ παρὰ τῷ Ἰεζεκιὴλ ὀστᾶ . Βαστάγματα δὲ αὐτῶν τὴν ἀπὸ τῶν ἐθνῶν νόει τιμὴν, κατὰ πρόταξιν Κυρίου, καὶ Δαρείου μετὰ δορυφορίας παραπέμψαντος αὐτοὺς ἐν εὐωχίᾳ τε καὶ εἰρήνῃ, τῶν ἱερῶν αὐτοῖς σκευῶν ἀποδεδομένων, καὶ μετὰ τοῦ ναοῦ ἀνοικισθείσης τῆς πόλεως. Ὃ καὶ μετὰ τὴν τοῦ Σωτῆρος φαίνεται παρουσίαν. Τὴν ἀληθῆ γὰρ πάντες μεταδιώκομεν Ἱερουσαλὴμ φέροντες τοὺς ἀληθεῖς Ἰουδαίους ἐπ’ ὤμων, καὶ γονάτων , ὅτε μετὰ χεῖρας ἔχομεν τοὺς μακαρίους προφήτας, ἐπὶ τὸν Θεὸν ἐλπίζοντες Ἀβραάμ·
ἔτι δὲ καὶ τῶν ἀποστόλων μετὰ τοῦ Σωτῆρος τὰ βιβλία ταῖς χερσὶ περιφέρομεν· καὶ ἐπὶ τῆς ἐνταῦθα δὲ Ἱερουσαλὴμ ἀληθὴς ὁ λόγος, εἰς ἣν σπεύδουσι βασιλεῖς καὶ ἔθνη διὰ τὸν Σωτῆρα. ιεκδ. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ, πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, ἁγνιζόμενοι, καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι, κ.τ.λ. Τὰς τῶν πιστευσόντων ἐπαγγελίας εἰπὼν, καὶ ὡς ἀπειλήσει τοῖς ἀπειθήσασι τὴν ἀπειλὴν, ἐκτίθεται νῦν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, δηλῶν ὅτε ἥξει μετὰ τῆς δόξης τοῦ Πατέρος, καὶ τῶν ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Τὸ δὲ ὡς πῦρ, ἐν πυρὶ ἑρμήνευσαν οἱ λοιποί. Ἅρματα δὲ λέγων, τοὺς ἀγγέλους, καὶ τὰς περὶ αὐτὸν δυνάμεις δηλοῖ, κατὰ τὸ ἐν Ψαλμοῖς·
PG 87:2709«Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ὡς καταιγὶς δὲ ἤξει τοῖς τιμωρίας ἀξίοις. Ὁ δὲ ἀποσκορακισμὸς δηλοῖ τὴν τούτων ἀποβολὴν, ἐροῦντος· «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον·» ἡ δὲ ῥομφαία τὴν τιμωρίαν σημαίνει, συνήθως ἅμα καὶ φοβερῶς τοῖς ἀκροωμένοις. Τοιοῦτον τὸ ἀποστολικόν· «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν,» καὶ τὰ ἐπὶ τούτοις. Ἐπιφέρει δὲ τίσιν ἡτοίμασται μᾶλλον τὸ πῦρ , καὶ εἰ μὲν πρὸ τῆς ἐπιδημίας, τοῖς μὴ κατὰ νόμον ἁγνιζομένοις φησὶ σποδῷ τε δαμάλεως, καὶ θυσίαις, εἰ δὲ μετὰ ταύτην, τοῖς ἀντὶ τοῦ θείου βαπτίσματος, ὕδατι κήπο ὑψιλῷ, ἢ καὶ μεμαγευμένῳ καθαιρομένοις, ἐν δρυμοῖς τε καὶ ἄλσεσιν ἔνθα καὶ τὰς λατρείας προσέφερον. Περιηγνίζοντο γὰρ πυρί τε καὶ ὕδατι , ψυχῆς μολυσμοὺς διὰ τούτων ἐκπλύνειν οἰόμενοι, οὓς ἐξ ἀσελγείας καὶ φόνων ἐναπεμάξαντο. Ἀντὶ δὲ τοῦ· Καὶ ἐν τοῖς προθύροις ἔσοντες κρέας ὕειον , ὁ Σύμμαχός φησιν·
Ὀπίσω ἀλλήλων ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον , οὐκ αὐτοὺς λέγων ἐσθίειν , μεταξὺ δὲ ζῇν τῶν, ἐθνῶν, διὸ σὺν αὐτοῖς ἀπολοῦνται, τοῦ Θεοῦ μὴ μόνον πράξεις ὁρῶντος, ἀλλὰ καὶ λογισμούς. «Ὁποῖόν ἐστι τὸ, Ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου.» Τινὲς δὲ τὰ βδελύγματα , οὐκ ἐπὶ βρωμάτων, ἀλλ’ ἐπ’ εἰδώλων ἐδέξαντο, ὡς καὶ μῦν φασιν, ἴσως ἐν σηκοῖς ἔχειν σεβόμενον. Πλὴν τοὺς ἀρουραίους τινὲς εἰσέτι νῦν ἐσθίουσι μῦς. Συνάξειν δὲ πᾶσαν γλῶςσαν εἰπὼν, Ὄψονται , φησὶ, τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους . Ὃ σαφέστερον ἐν Εὐαγγελίοις φησίν· «Ὅτ’ ἂν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι. μετ’ αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη,» καὶ τὰ ἐπὶ τούτῳ. Ὡς ἂν δὲ δείξῃ τῶν ἐθνικῶν τοὺς κατ’ ἀξίαν σωθησομένους , ἐπὶ τὴν πρώτην ἀνέδραμεν παρουσίαν·
PG 87:2710περὶ ἧς καὶ τὸ, συνάξω τὰς γλώσσας , τινὲς ἐξειλήφασιν ἀνακεφαλαίωσιν εἶναι τῆς ὅλης προφητείας, τὰ ἐντεῦθεν εἰπόντες τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ἀπ’ ἀρχῆς, μέχρι τέλους, ὡς ἐν βραχεῖ περιέχοντα, δηλοῦντα τῶν ἐθνῶν τὴν κλῆσιν, ὡς καὶ τοὺς ἀποστόλους ἀναδείξας παρὰ παντὸς ἔθνους προσκυνηθήσεται . Ὁ μὲν γὰρ παλαιὸς νόμος ἓν ἔθνος , καὶ μίαν γλῶσσαν συνήγαγεν · Ὁ δὲ Χριστὸς πάντα μετὰ τῶν σωθέντων ἐξ Ἰσραὴλ λέγων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Οἳ καὶ τεθέανται τὴν δόξαν αὐτοῦ , μαθόντες διὰ τοῦ θείου κηρύγματος, ὡς ἴσος ἐστὶ τῷ Πατέρι, θαυματουργεῖ τε μέχρι καὶ νεκρῶν ἀναστάσεως, καὶ μὴ κατὰ τοὺς Ἰουδαίους εἰπόντες· «Διατί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» συμφώνως δὲ λέγοντες· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἐφ’ ὧν καὶ τέθειται σημεῖον τοῦ τιμίου σταυροῦ· ἢ κατὰ Παῦλον εἰπόντα· «Ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως.» Ἀπ’ αὐτῶν δὲ, φησὶν, ἀποστελῶ ἐπὶ τὰ ἔθνη , δηλονότι τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· Ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται .
Ἐξ ὧν διασωθὲν τὸ κατάλειμμα πρὸς τὴν τῶν ἐθνῶν τῶνδε καὶ τῶνδε κλῆσιν ἀποσταλήσεται, καὶ ὄψονταί μου τὴν δόξαν , κατὰ τὸ ἤδη ῥηθέν· Οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ πάλιν· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» Οἳ μετὰ τοῦ σημείου τοῦ ἐμοῦ πορευθέντες, τοὺς ἀπὸ τῶν ἐθνῶν ἀδελφοὺς ἀπεργάσονται, καὶ δῶρον προσάξουσι τῷ Θεῷ . Διὸ καὶ καυχώμενοι, χαρὰν αὐτοὺς καὶ στέφανον ὀνομάζουσι. Τὸ δὲ ἄπονον τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἀπὸ μεταφορᾶς τῶν ἐν ὀχήμασι κομιζομένων παρίστησι, πάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦντος Θεοῦ. Ἔσονται δὲ κεχαρισμένοι Θεῷ, ὡς θυσία νομίμως προσαγομένη μετ’ ᾠδῆς, καὶ δοξολογίας. Ἀπ’ αὐτῶν δὲ, φησὶ, λήψομαι ἱερεῖς καὶ Λευί̈τας , καὶ τὸ ἐκ τῶν ἀποστόλων, καὶ τὸ ἐκ τῶν ἐθνῶν ἀληθέστερον. Λοιπὸν παραδειγματικῶς τὸ τῆς ἐλπίδος τῶν κεκλημένων ἀσάλευτον δείκνυσιν. Οὐρανοῦ γὰρ καὶ γῆς ὁ ἀνακαινισμὸς πέρας οὐχ ἕξει. Οὕτως ἔσται τὰ καθ’ ἡμᾶς. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Τὸ συνεχὲς δὲ τῆς εὐσεβοῦς λατρείας διὰ τῶν ἐν νόμῳ παρίστησι τυπικῶν.
PG 87:2712Τινὲς δὲ τὸ ἄξουσι τοὺς ἀδελφοὺς , κατὰ τὸν καιρὸν τῆς συντελείας φασὶν ἐπὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ὅτεπερ ἐν ἀγγελικῷ, κατὰ τὸν Ἠλίαν, ἀναληφθήσονται ἅρματι, φωτὶ θείῳ περιλαμπόμενοι. Καὶ δῆλον ἐκ τῆς Ζαχαρίου προφητείας. Ἵππους γὰρ διαγράψας καὶ ἅρματα , δυνάμεις τινὰς ἀγγελικὰς συνῃνίττετο. Λαμπηναὶ δὲ ἡμιόνων τὰ τῆς ἀναστάσεως σημαίνουσι σώματα, διὰ τὴν ἐν αὐτοῖς ἐκλάμπουσαν δόξαν . Ἀντὶ δὲ τοῦ, ἐν λαμπηναῖς ἡμιόνων μετὰ σκιαδίων , ὁ Σύμμαχος, ἐφ’ ἵπποις, καὶ ἐν ἅρμασι, καὶ ἐν λεκτίσι, καὶ ἐν καρούκαις, καὶ ἐν φορείοις , ἑρμήνευσεν, δι’ ὧν σωματικῶς εἰρημένων διὰ τοὺς ἀκούοντας, ἡ δι’ ἀέρος μετάρσιος εἰς οὐρανοὺς πορεία σημαίνεται, κατὰ τὸ, «Ἁρπαγησόμεθα ἐν νεφέλαις,» τὰ νῦν ῥηθέντα σαφηνίζον ὀχήματα. Εἰς τὴν ἁγίαν δὲ πόλιν κομίζονται , περὶ ἧς φησιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν.» Καί· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἀντὶ δὲ τοῦ μετὰ ψαλμῶν, ἐν σκεύει καθαρῷ ἑρμήνευσε Σύμμαχος. Ὡς γὰρ οἱ πάλα, φησὶ, τὰς νομικὰς θυσίας κατὰ νόμον ἐπὶ τῆς ἐπιγείου προσέφερον Ἱερουσαλήμ ·
οὕτως ἥξουσιν ἐκεῖνοι μετὰ τῶν ἰδίων καρπῶν δῶρα κομίζοντες, ἅπερ ἕκαστος ἐν ψυχῇ παρεσκεύασεν. Εἶτά φησιν· Καὶ ἀπ’ αὐτῶν λήψομαι (ποίων, ἀλλ’ ἢ τῶν κατειλεγμένων ἐθνῶν;) ἱερεῖς καὶ Λευί̈τας . Εἰ γὰρ καινὸς οὐρανὸς ἔσται, καὶ γῆ καὶ Ἱερουσαλὴμ , ἀκόλουθον εἶναι καὶ καινοὺς λειτουργούς. Δι’ ὅπερ ἔφασκεν· «Οὐ μὴ μνησθῶσι τῶν προτέρων, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.» Ἀπίθανον γὰρ ἐξ Ἰουδαίων εἰπεῖν, ἤδη παρ’ αὐτοῖς τούτων προϋφεστώτων. Πῶς δ’ ἂν ἐξ ἱερέων ἱερέας, καὶ ἐκ Λευϊτῶν εἰλήφει Λευί̈τας , πάσης τῆς Λευὶ̈ φυλῆς, ἐπὶ τούτους διῃρημένης, οὓς ἀπεικάζει οὐρανῷ τε καινῷ, καὶ γῇ ; περὶ γὰρ τῶν πρώτων ἐῤῥέθη· «Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται.» Καὶ πάλιν· «Ἐλιγήσεται, ὡς βιβλίον, ὁ οὐρανὸς, καὶ φθορᾷ φθαρήσεται ἡ γῆ.» Τοῦ δὲ μέλλοντος αἰῶνος ἀπαρχὴ Χριστός· ἔπειτα, οἱ τοῦ Χριστοῦ· εἶτα, οὐρανὸς καὶ γῆ καινά . Τούτων τῶν οὐρανῶν τὴν βασιλείαν τινῶν ἔφη μακαριζομένων εἶναι, καὶ ἄλλω τὴν κληρονομίαν τῆς γῆς . Τῶν γὰρ παρὰ τῷ Πατρὶ μονῶν τῶν μὲν οὐσῶν ἐλαττόνων, τῶν δὲ κρειττόνων, τῇ πρὸς ἀλλήλας δόξουσι σχέσει αἱ μὲν τῶν ὑπ’ αὐτὰς οὐράνιοι , αἱ δὲ τῶν ὑπὲρ αὐτὰς γῆ .
PG 87:2714Διηνεκεῖς δὲ πᾶσαι. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἰ δὲ σύμβολα καὶ εἰκόνες τὰ νομικὰ, κατὰ τὸ, «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·» ἀκόλουθον οὐρανίους νοεῖν, ἑορτὰς, καὶ μῆνας, καὶ Σάββατα , ἅπερ ἐξετάζειν οὐ τοῦ παρόντος καιροῦ. Πλὴν, ὥσπερ Ἰουδαῖοι πόλεις ᾤκουν πολλὰς, κρείττων δὲ Ἱερουσαλὴμ ἡ τὸ ἁγίασμα φέρουσα, εἰς ἣν, κατὰ καιροὺς, οἱ τὰς ἄλλας οἰκοῦντες ἀπήντων, τὴν θρησκείαν ἐπιτελέσοντες· οὕτω νοητέον ἐν οὐρανοῖς ἁγίασμα ὑπάρχειν ἐξαίρετον, πλὴν τοῦ ἀρχιερέως Υἱοῦ τοῦ Θεοῦ, ἄβατον ὑπάρχον τοῖς ἄλλοις, ᾧ μόνῳ θέμις τῇ τοῦ Πατρὸς πελάζειν θεότητι, εἴς τε κόλπους· τῶν ἄλλων καιροῖς τεταγμένοις (οἵτινές ποτε οἱ καιροὶ νοοῦνται οὗτοι, καὶ τὰ ἐν τῇ τακεῖ, ὧν τις προφήτης ἐν περινοίᾳ γενόμενος ἔλεγε·
«Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα») διαβαινόντων ἐπὶ τὴν ἐξαίρετον οὐρανόπολιν, τῇ τοῦ Θεοῦ βασιλείᾳ ἀφωρισμένην μονὴν, καὶ τοῖς εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδὲ οἱ ὑποβεβηκότες, κατὰ δὲ περιόδους τινὰς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι, ἐνθέου τε καὶ ἀλήκτου τινὸς εὐφροσύνης μεταλήψονται, ἀῤῥήτων ἀγαθῶν ἀπολαύσοντες, ὧν ἐμφορηθέντες εἰς μονὰς τὰς ἑαυτῶν ἐπανήξουσιν, ἐκεῖ Σαββατισμὸς ἀληθὴς καὶ ψυχῶν ἐστιν ἀνάπαυσις. Σὰρξ δὲ πᾶσα τὰ ἔθνη , κατὰ τὸ ῥηθέν· «Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Καὶ ἀλλαχοῦ· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.» Οὕτω δὲ λέγει, ἵνα μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι νομίσωσιν Ἰουδαῖοι· δι’ ὃ πᾶν ἀνθρώπων γένος δηλοῖ. Ἀλλ’ οὗτοι μὲν ἥξουσιν . Οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐκείνης πολῖταί εἰσιν αἱ μυριάδες, κατὰ Παῦλον, ἀγγέλων, ἡ Ἐκκλησία πρωτοτόκων. Ἐκεῖ διὰ παντὸς ἔσονται λειτουργοὶ Θεοῦ ὄντες, ὑπ’ ἀρχιερεῖ τῷ μεγάλῳ ταττόμενοι. Πάντες δὲ ὄψονται τῶν ἀσεβῶν τὴν ἀπώλειαν, ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. Ἀντὶ δὲ τοῦ, τὰ κῶλα, τὰ ἔσχατα Σύμμαχος ἔφησεν. Τίνων δὲ τὰ κῶλα ;
PG 87:2715περὶ ὧν ἔλεγε κατ’ ἀρχάς· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν.» Οὓς μακρὰν ἑαυτῶν ὄντας οἱ ἐκ τῆς Ἱερουσαλὴμ ἐξιόντες θεάσονται, καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἐπανήξουσι. Σκώληκα δέ φησιν ἀτελεύτητον τὴν ἐν τῷ μετανοεῖν τῶν ἰδίων ἁμαρτημάτων συνείδησιν, ἐν τῷ τοιούτων ἀγαθῶν ἐστερῆσθαι δακνομένων ἀεὶ τὴν ψυχὴν, καὶ κατηγορούντων ἑαυτῶν ἐπὶ τῇ φθασάσῃ κακίᾳ. Πῦρ δὲ ἄσβεστον , τὸ ῥηθὲν ὑπὸ τοῦ Σωτῆρος, αἰώνιον, ἡτοιμασμένων τῷ διαβόλῳ· σαρκὶ δὲ εἰς ὅρασιν ἔσονται τῇ μὴ κολαζομένῃ, περὶ ἧς ἔφη· Ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου . Ἢ τὸ τῶν κολαζομένων ὄψεται τέλος αὐτὴ τῶν ἀγαθῶν ἀπολαύουσα. Τινὲς δὲ ταῦτα δηλοῦν ἔφασαν τὰς ἐπενεχθείσας Ἰουδαίοις συμφορὰς ὑπὸ τῆς Ῥωμαίων χειρὸς εἰς σφαγὴν δεδομένοις. Οἳ καὶ ἐν τῇ σαρκὶ γεγόνασι θεατοὶ, καὶ μονονουχὶ δίκην ἀτελεύτητον πάσχουσιν. Ἄλλοι δέ φασιν, ὡς διὰ χρηστῶν καὶ φοβερῶν ὁ Θεὸς τοὺς Ἰουδαίους προτρέπεται, ὅς γε καὶ παρουσίαν ἰδίαν κατεπαγγέλλεται. Ἡ δὲ παρουσία οὐ καθ’ ἕνα τρόπον νοεῖται.
«Καὶ γὰρ οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὅπερ εἶπεν οὐ δήπου τὴν ἔνδοξον αὐτοῦ παρουσίαν δηλῶν, τὴν δὲ κατ’ ἐνέργειαν αὐτοῦ πρὸς αὐτοὺς ἐπιφοίτησιν, ὡς καὶ νῦν τὴν αὐτῶν ἐπίσκεψιν ὑπεδήλωσεν εἰς ἡμᾶς, λέγων, ὡς ἐπισυνάξει αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, εἰς ἃ διασπαρέντες τὰς ἐκείνων γλώσσας ἐξέμαθον, ἀθετησάντων δὲ αὐτῶν Χριστὸς τὰ ἔθνη συνήγαγεν, οἵπερ ἥξουσι τοὺς καλέσαντας αὐτοὺς ἀποστόλους τῇ μνήμῃ φέροντες, καὶ ζηλωταὶ τούτων γινόμενοι. Ὧν τὴν εὐθυμίαν διὰ τῶν ὀχημάτων δηλοῖ, ἥτις ἐδηλοῦτο πρώτως διὰ τοῦ εὐνούχου [λείπει].
Page scan enlarged

Notebook

Full View