Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3147–3148page 1 of 27
PG 87:3147ΧΙ, Δεσπότῃ πάντων ἁγιωτάτῳ, καὶ μακαριωτάτῳ ἀδελφῷ, καὶ συλλειτουργῷ Σεργίῳ, ἀρχιεπισκόπῳ καὶ πατριάρχη Κωνσταντινουπόλεως, Σωφρόνιος, ἀχρεῖος δοῦλος τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως. Βαβαί, βαβαί! παμμακάριστοι, πώς μοι φίλον νῦν τὸ ἡσύχιον, καὶ πολὺ τοῦ πρὶν προσφιλέστερον, ἀφ' οἵπερ ἐξ ἡσυχίας ἀπράγμονος εἰς πραγμάτων τύρβην ἐλήληθα, καὶ χερσαίοις τισὶ καταντλοῦμαι τοῖς κύμασι! Βαβαί! βαβαί! θεοτίμητοι, πῶς μοι νῦν ἡδὺ τὸ ἐλάχιστον, καὶ τοῦ πρὶν οὐ μετρίως ἡδύτερον, ἀφ' οὗπερ ἐκ κοπρίας, καὶ γῆς, καὶ ἀφάτου καὶ πολλής ταπεινότητος εἰς θῶκον ἱεραρχικὸν ἀνελήλυθα. Καὶ πολὺν ὁρῶ συνεζευγμένον τὸν κλύδωνα, καὶ τῷ κλύ δωνι παρομαρτοῦντα τὴν κίνδυνον. Οὐχ οὕτω γὰρ ήδιστα καθορᾶται τὰ ἤδιστα πρὸ τῆς τῶν ἀηδῶν πεί ρας καὶ γνώσεως, ὡς ὅταν μετὰ πεῖραν καὶ ἔφοδον τῶν λυπηρῶν καταφαίνηται· οὕτως ὑγεία τοῖς μεθ' ὑγείαν νοσοῦσι τριπόθητος· οὕτω γαλήνη τοῖς μετὰ γαλήνην χειμαζομένοις ἐπίχαρτος· οὕτω πλοῦτος τοῖς μετὰ πλοῦτον πενομένοις ἐράσμιος· καὶ πάντα τις οὕτως ἂν ἴδοι τυγχάνοντα αὐτὰ μὲν ὄντα καὶ μένοντα φυσικῇ καὶ οὐσιώδει ποιότητα, ὁποῖαπερ καὶ πρὸ τῆς τῶν ἐναντίων πείρας ἐφαίνετο. Κομψό τερα δὲ μετὰ τὴν τούτων γνῶσιν γιγνόμενα καὶ τοῖς αὐτὰ δεδεγμένοις πολύ τιμιώτερα, οὐ μὴν ἀλλὰ καὶ τερπνότερα, καὶ πολὺ ποθεινότερα. Καὶ τοῦτο ἡμῖν Ἰὼβ ὁ ἀοίδιμος συμψηφιείται λαμπρότατα, διὰ πεί ρας ἑκατέρων γενόμενος, καὶ τὰς ψήφους ὀρθὰς ὁρι ζόμενος, καὶ δίκαιος ἂν εἴη κριτὴς τῶν λεγομένων ἡμῖν προερχόμενος, καὶ κρίσιν ὁρίζων ἀπροσκλινή καὶ ἀδέκαστον. Τί οὖν ἐκεῖνος ὁ ἀθλητής φησιν ὁ ἀδάμαστος, τῶν ἡδόντων παθὼν τὴν μετάβλησιν, καὶ τῶν λυπούντων ἐλθὼν εἰς ἐπίκλυσιν; Τίς ἄν με θείη κατὰ μῆνα τῶν ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς εφύλαξεν, ὡς ὅτε ηύγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου; ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε ήμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· ὅτε ἤμην υλώδης λίαν, κύ κλῳ δέ μου οἱ παῖδες· ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βου τύρῳ, τὰ δὲ ὄρη μου εχέοντο γάλακτι· ὅτε ἐξεπο ευά μην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου δ
col. 3149–3150page 2 of 27
PG 87:3149δίφρος. Τούντες με νεανίσκοι ἐκρύβησαν, πρεσβύται δὲ ἐπανέστησαν ἀδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι, οἱ δὲ ἀκούσαντες έμα χάρισάν με.» Οὐκοῦν εἰκότως κἀγὼ, μακαριώτατο:, σὺν Ἰὼβ τῷ πεντάθλῳ βοήσομαι, τῶν πάλαι μαι προσόντων καλῶν τῇ μνήμῃ βαλλόμενος. Γαληνός ταῦτα βίος ἦν καὶ ἡσύχιος, καὶ ταπεινότης οὐδένα γινώσκουσα κλύδωνα. Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαττεν ἄθλιπτον, ὡς ὅτε ηύχει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου εἰρηναίαν βιοῦντος ζωὴν καὶ ἀκύμαντον, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε τῆς ἡσυχίας ἐτρύγων τοὺς βότρυας, ότε γαλήνης ἐβριθόμην γεννήμασιν, ὅτι ἀταραξίας ετρύφων βλαστήμασιν, ὅτε ἀμεριμνίας ἡγαλλίων τοῖς ἄνθεσιν, ὅτι ἀφοβίας ἐστεφανούμην τοῖς κάλυξιν, ὅτε ἀπραγμοσύνης ἡστιώμην ταῖς χάρισιν, ὅτε τῆς ἐπιγείου πενίας ἀπήλαυον, ὅτε τῆς ἀκινδύνου κοπρίας ἤρουν τοὺς αὐλακας, ὅτε τῆς ἀκυμάντου πτωχείας τὴν θάλατταν ἔπλεον, ὅτι τῆς χθαμαλῆς ἐστίας ἐγαννύμην τοῖς κάλλεσιν, ὅτε τῆς χαμαιτρόφου διαίτης μάννα τὸ μελίῤῥυτον ἤσθιον, ἄλλος τις Ἰσραὴλ καὶ αὐτὸς θεωρούμενος, καὶ τρυ φὴν τρυφῶν εἰρηνικὴν καὶ οὐράνιον ἄνευ γογγυσμού καὶ γνώμης ἀγνώμονος; Ἐπεὶ οὖν ταῦτα καὶ τούτων πέρα, σοφώτατοι, εἰς ἐμὲ τὸν τρισάθλιον ἀνάγκῃ μεγάλη καὶ βίᾳ θεοφιλῶν κληρικῶν, καὶ εὐλαβῶν μοναχῶν, καὶ πιστῶν λαξε κῶν, τῶν πάντων πολιτῶν τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως, τῶν χειρί με βιασαμένων, και τυραννίδι δρασάντων γεγένηται, οἷοις οὐκ οἶδα οὐδὲ ἐπίσταμαι κρίμασιν, ἀξιῶ τοὺς πανιέρους ὑμᾶς καὶ προτρέπομαι, μὲ μόνον εὐχαῖς καθαραῖς ταῖς πρὸς Κύριον ἐπικουρείν ἐμοὶ βιωτικῶς θαλαττεύοντι, εἶτα δὲ καὶ κινδυνεύοντι, καὶ στηρίζειν με μικροψυχίαις ὀχλάζοντα, ἀλλὰ καὶ θεοπνεύστους διδάγματι ποδηγεῖν πρὸς τὴν τῶν πρακτέων εγχείρησιν, τοῦτο μὲν ὡς πατέρες καὶ φύσαντες, τοῦτο δὲ ὡς ἀδελφοὶ καὶ ὁμαίμονες. Δότε γοῦν ὑμεῖς ἐμοὶ πατρικῶς τε καὶ ἀδελφικῶς τὰ αιτήματα δίκαιά γε τυγχάνοντα, κἀγὼ ταῖς ὑμετέραις ποδηγίαις ἐφέψομαι, καὶ συμπλοκήν τὴν πρὸς ὑμᾶς ἐμπορεύσομαι, ἣν ἡ πίστις συνδεί τοὺς ὁμόφρονας, καὶ ἡ ἐλπὶς συνενοῖ τοὺς εὐθύφρονας, καὶ ἡ ἀγάπη συνδεσμος τοὺς θεόφρονας, ἂν τὸ σχοι νίον τὸ ἔντριτον, κἂν τριῶν τουτωνὶ τῶν θείων ἀρε τῶν συμπλεκόμενον οὔτε λύσιν ἐπίσταται, οὔτε " ῥῆξιν ὑφίσταται, οὔτε χωρισμόν παραδέχεται· ἀλλ' ἔστιν ἀληθῶς ἀδιάῤῥηκτον, εἰς μίαν συνάγον εὐσέ βειαν τοὺς τὴν πλοκὴν αὐτοῦ πλουτούντας τὴν ἔνθεον. Ἐπεὶ δέ τις ἀποστολικὴ καὶ ἀρχαία παράδοσις ἐν ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίαις Ἐκκλησίαις κεκράτηκεν, ὅπως οἱ πρὸς ἱεραρχίαν ἀγόμενοι τοῖς πρὸς αὐτῶν τὰς ἱεραρχίας χειρίζουσε πάντα εἰλικρινῶς ἀνατίθωνται, ὅπως φρονοιεν, καὶ ὅπως πίστεως ἔχοιεν, ἣν Παῦλος αὐτοῖς ὁ σοφώτατος ἄγαν ἀσφαλῶς παραδέδωκεν, ἵνα μὴ εἰς κενὸν τὰ δρομήματα τεύ
col. 3151–3152page 3 of 27
PG 87:3151ἀδικουμένης κατά τι τῆς πίστεως. Ἐκεῖνος γὰρ ὁ θεσπέσιος, ὁ Θεοῦ φωνῶν ἀκροασάμενος, καὶ οὐρα νὸν αὐτὸν ἐσχηκώς παιδευτήριον, καὶ παραδείσου θεωρίς γενόμενος πρόωρος, καὶ ῥημάτων ἑτέροις ἀῤῥήτων ἀνθρώποις πυθόμενος. ἐδεδίει καὶ ἔτρεμε, καὶ ὡς αὐτός φησιν, ἐπεφόβητο, μήπως ἄλλοις κα ρύξας Χριστοῦ τὸ σωτήριον κήρυγμα, αὐτὸς ἀδόκιμος γένηται. "Οθεν καὶ ἐν Ἱεροσολύμοις ἀνήρχετο ὁ Χριστοῦ μαθητὴς ἐπουράνιος, καὶ τοῖς πρὸ αὐτοῦ θείοις μαθηταῖς ὑπεκλίνετο, καὶ τὸ εὐαγγελικὸν ὅπερ ἐκήρυττε δίδαγμα, τοῖς τῶν ἄλλων δοκοῦσι προέχειν ἐγνώριζε, καὶ κοινωνοὺς αὐτοὺς ἐποιεῖτο τοῦ δόγματος, τὸ ἀσφαλὲ; ἑαυτῷ μνηστευόμενος, καὶ τοῖς μετ' αὐτὸν δεχομένοις αὐτοῦ τὰ διδάγματα, καὶ τύπος χοιεν· κενό; γὰρ αὐτοῖ, ἅπας ὁ δρόμος εγίγνετο, ἅπασι σωτηρίας γινόμενος ἄριστος τοῖς ἀκολουθεῖ» αὐτοῦ βουλουμένοις τοῖς ἴχνεσι. Τούτῳ τοιγαρούν καὶ ἡμεῖς τῷ ἔθει δουλεύοντες, καὶ νόμον ἡγούμενος κάλλιστον πᾶν τὸ τοῖς πάλαι πρεπόντως γινόμενον, αποστολικῷ μάλιστα κρατυνθὲν ἐγχειρήματι, το ὅπως ἔχομεν, περὶ πίστεως, γράφομεν. Καὶ τοῖς Θεοσόφοις ὑμῖν πρὸς δοκιμὴν ἀποστέλλομεν, ἵνα μή όρια μετατιθέντες αἰώνια, ἅπερ ἡμῶν οἱ Πατέρες ἔθεντο δόξωμεν, οὐ διακρίνειν μόνον εἰδόσιν ἀπὸ τῶν νόθων τὰ δοκίμια δόγματα, ἀλλὰ καὶ προσαναπλη ροῦν τὰ λείποντα διὰ τὴν καὶ ἐν Χριστῷ τελείαν ἀγάπησιν δυναμένοις ἀκριβῶς καὶ ἰσχύουσιν. Ἐκεῖνο γοῦν λέξων ἐλεύσομαι, ἅπερ ἀπ᾿ ἀρχῆς ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ καὶ καθολικῇ τεχθεὶς καὶ τραφεὶς ἐκμεμάθηκα, κὰς ἀπαλῶν φρονεῖν ἐνύχων παρείληφα, και κηρυττόντων ὑμῶν τῶν θεοπνεύστων ἀκήκοα. Πιστεύω τοίνυν, μακάριοι, καθάπερ ἀρχῆθεν πε πίστευκα, εἰς ἕνα Θεόν Πατέρα παντοκράτορα, αναρ χον παντελῶς καὶ ἀΐδιον, πάντων ὁρατῶν τε καὶ ἀσ ράτων Ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸ Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἀἰδίως καὶ ἀπα θῶς ἐξ αὐτοῦ γεννηθέντα τοῦ Θεοῦ καὶ Πατρός· καὶ οὐκ ἄλλην ἀρχὴν ἢ τὸν Πατέρα γινώσκοντα, ἀλλ' οὐδὲ ἄλλοθέν ποθεν ἢ ἐκ τοῦ Πατρὸς τὴν ὑπόστασιν ἔχοντα· φῶς ἐκ φωτὸς ὁμοούσιον, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ συναΐδιον. Εἰς ἐν Πνεῦμα ἅγιον τὸ ἐκ Θεοῦ Πατρὸς ἐκπορευόμενον, τὸ φῶς καὶ Θεὸν καὶ αὐτῷ γνωριζόμενον, καὶ ὃν ἀληθῶς Πατρὶ καὶ για συναΐδιον, ὁμοούσιον τε καὶ ὁμόφυλον, καὶ τῆς αὐτῆς οὐσίας καὶ φύσεως, καὶ ὡσαύτως δὲ καὶ θεότητος. Τριάδα όμοούσιον καὶ ὁμότιμον καὶ ὁμέθρονον, συμ φυᾶ καὶ συγγενῆ καὶ ὁμόδοξον, εἰς μίαν συγκερα λαιουμένην θεότητα, καὶ εἰς μίαν συναγομένην κοι νὴν κυριότητα, ἄνευ προσωπικῆς ἀναχύσεως, καὶ ὑποστατικῆς ἐκτὸς συναιρέσεως. Τριάδα γὰρ ἐν μου νάδι πιστεύομεν, καὶ μονάδα ἐν Τριάδι δοξάζομεν Τριάδα μὲν ταῖς τρισὶν ὑποστάσεσι, μονάδα δὲ τῷ μοναδικῷ τῆς θεότητος. "Η τε γὰρ ἁγία Τριὰς ἀριθμητή ταῖς προσωπικαῖς ἐστιν ὑποστάσεσιν, ἥ τε παναγία μονάς πάσης εκτός ἐστιν ἀριθμήσεως. Καὶ ἡ μὲν
col. 3153–3154page 4 of 27
PG 87:3153ἀδιαίρετον ἔχει διαίρεσιν, καὶ ἀσύγχυτον φέρει συν άφειαν· διαιρουμένη γὰρ ταῖς ἀριθμηταῖς ὑποστάσε σε, καὶ ἀριθμουμένη ταῖς προσωπικαῖς ἑτερότησι τῷ ταυτῷ τῆς οὐσίας καὶ τῆς φύσεως ἤνωται, καὶ τὸν παντελή μερισμὸν οὐ προσίεται. "Η τε μονας ενιαία τέ ἐστι καὶ ἄζυγος, καὶ πᾶσαν φεύγει τὴν κατ' οὐ σίαν ἀρίθμησιν. Εἷς γὰρ Θεὸς ἡμῖν ἀραρότως πιο στεύεται, ὅτι καὶ θεότης μία διαπρυσίως κηρύσσεται, κἂν ἐν Τριάδι προσώπων γινώσκηται. Καὶ εἰς Κύ ριος ἡμῖν ἀναγγέλλεται, ὅτι καὶ κυριότης μία βε βαίως διέγνωσται, κἂν ἐν τρισὶν ὑποστάσεσι δείκνυται· οὔτε καθό εἷς Θεὸς ὁ Θεὸς καὶ μία θεότης ἐστὶ διαιρούμενος, καὶ εἰς τρεῖς θεοὺς μεριζόμενος, ἢ εἰς τρεῖς θεότητας ἐκφερόμενος· οὔτε καθό εἷς Κύριος ὁ εἷς Κύριος διιστάμενος, καὶ εἰς κυρίους τρεῖς εὐρυ νόμενος, ἢ κυριότητας τρεῖς πλατυνόμενος. "Ἀρειανῶν τὰ δυσσέβημα εἰς ἀνίσους θεοὺς τὸν ἕνα κατα τέμνον Θεὸν, καὶ εἰς ἀνομοίους θεότητας τὴν μίαν μερίζον θεότητα, καὶ εἰς ἑτερογενείς τρεῖς κυριότητας τὴν μίαν διιστῶν κυριότητα. Ούτε καθό Τριὰς ὁ εἶ; Θεός ἐστι καὶ γνωρίζεται, καὶ ὑποστάσεις τρεῖς καταγγέλλεται, καὶ εἰς τρία πρεσβεύεται πρόσωπα, καὶ Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον λέγεται, συν στελλόμενος, ἡ συντιθέμενος, ἢ συγχεόμενος, καὶ εἰς μίαν ἑαυτὸν συναλείφων ὑπόστασιν, καὶ εἰς ἓν συγκ κρίνων οὐκ ἀριθμούμενον πρόσωπον. Σαβελλιανῶν τὸ ἀνόμημα εἰς μίαν τὰς τρεῖς ὑποστάσεις συγχέον ὑπόστασιν, καὶ εἰς ἐν τὰ τρία συμφύρον πρόσωπα πρόσωπον. Ποῦ γὰρ Τριάς, ὦ δυσσεβέστατοι, εἰ πρὸς ἓν καθ᾽ ὑμᾶς ἡ Τριάς συναχθήσεται πρόσωπον, καὶ πρὸς μίαν δραμείται συγκεχυμένην ὑπόστασιν; "Η ποῦ μονάς, ὦ μανικώτατοι, εἰ πρὸς οὐσίας τρεῖς ἡ μονὰς ἐξαχθήσεται, καὶ πρὸς φύσεις τρεῖς πλατυνθήσεται, καὶ εἰ; τρεῖς θεότητας πληθυνθήσεται; Ασεβές γὰρ παρ' ὀρθοδόξοις ἑκάτερον, καὶ πάντη τῆς εὐσεβείας ἐξώκειλε, τό τε μοναδικὸν καθ᾽ ὑπό στασιν, τό τε τριαδικὸν ἐν ταῖς φύσεσι. Τὸ μὲν γὰρ πρὸς Ἰουδαϊσμὸν εὐθὺς ἀποφέρεται, καὶ ἑαυτῷ συν αποφέρει τὸν λέγοντα· τὸ δὲ πρὸς Ἑλληνισμὸν ἐκ κυλίεται, καὶ ἑαυτῷ συνεκκυλίει τὸν φάσκοντα. Καὶ * πάντως Ἑλληνίζει ὁ τοῦτο μανικῶς σὺν Αρείῳ φθεγγόμενος, ἡ Ἰουδαΐζει, ἐκεῖνο δυσσεβῶς σὺν Σα. βελλίῳ δεχόμενος. Καὶ διὰ τοῦτο καλῶς τοῖς θεολόγοις τεθέσπισται, μονάδα μὲν ἡμᾶς φρονεῖν μιᾷ καὶ ἑνιαία θεότητι, καὶ τῷ ταυτῷ τῆς ουσιώδους τε καὶ φυτικῆς κυριότητος· Τριάδα δὲ ταῖς ἀσυγχύτοις τρι σὶν ὑποστάσεσι, καὶ τῷ διαφόρῳ τῆς τρισαρίθμου προσωπικῆς ἑτερότητος· ἵνα μήτε τὸ ἓν μείνῃ Σα βέλλιον πάντη ἐν θεωρούμενον, καὶ πᾶσαν ὑποστατι τὴν πληθὺν ἐκτρεπόμενον· μήτε τὰ τρία σεμνύνῃ τὸν διαπόρως. ο ἴσ. σεμνύνῃ. ΝΟΤΑ.
col. 3155–3156page 5 of 27
PG 87:3155δικὴν φωνὴν διωθούμενα θεότητος, καὶ οὐσίας, καὶ φύσεως. "Ωσπερ οὖν φρονεῖν ἕνα Θεὸν ἐδιδάχθημεν, οὕτω καὶ μίαν θεότητα Καθομολογεῖν παρειλήφαμεν καὶ ὥσπερ ὑποστάσεις τρεῖς πρεσβεύειν ἐμάθομενο οὕτω καὶ πρόσωπα τρία δοξολογεῖν ἐπαιδεύθημεν, οὐκ ἄλλον τὸν ἕνα Θεὸν παρὰ τὰ τρία γινώσκοντες πρόσωπα, οὔτε τὰ τρία τῆς Τριάδος ἐμοούσια πρότ ωπα, ἅπερ ἐστὶν ὁ Πατήρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕτερα παρὰ τὸν ἕνα Θεὸν ἐπιστάμενοι. Και διὰ τοῦτο ἐν τὰ τρία τὰ ἐν οἷς ἢ θεότης κηρύττομεν, καὶ τὰ τρία ἕν, ὧν θεότης ἐστὶν ἐξαγγέλλομεν· ἡ το γε ἀκριβέστερον εἰπεῖν καὶ σαφέστερον, ἃ ἡ θεότης ἐστὶ καὶ γινώσκεται. Τὸ γὰρ αὐτὸ καὶ ἓν ἐστι καὶ τρία πιστεύεται καὶ τρία δοξάζεται, καὶ ἐν ἀληθῶς ἀναγγέλλεται. Καὶ οὔτε τὸ ἐν ᾗ ἐν ἐστι, τρία λαμβάνεται· οὔτε τὰ τρία καθό τρία τυγχάνει, ἂν ἐξακούεται· 8 καὶ παράδοξον καὶ πάσης γέμον ὄντως ἐκπλήξεως. Τὸ γὰρ αὐτὸ καὶ ἀριθμητόν ἐστι, καὶ διαφεύγει τὴν ἐξαρίθμησιν· ἀριθμητὸν μὲν ταῖς ἑαυτοῦ τρισ σαῖς ὑποστάσεσι, διαφεῦγον δὲ τῷ ἑνικῷ τῆς θεότητος τὴν ἀρίθμησιν. Τὸ γὰρ ἐνικὸν αὐτοῦ τῆς οὐσίας καὶ φύσεως ἀριθμεῖσθαι παντελῶς οὐκ ἀνέχεται, ἵνα μὴ καὶ διαφορὰν εἰσοίσῃ θεότητος, καὶ λοιπὸν οὐσίας καὶ φύσεως, καὶ πολυθεῖαν τὴν μοναρχίαν ἐργάσοι τοῦ πᾶς γὰρ ἀριθμὸς τὴν διαφορὰν κέκτηται σύνοικον, καὶ πᾶσα διαφορὰ καὶ διάκρισις τὸν ἀριθμὸν συνεπάγεται σύμφυτον. "Αρειον τρία διαμπαξ προνοούμενα, καὶ πᾶσαν μονα Αριθμεῖται γοῦν ἡ μακαρία Τριὰς οὐκ οὐσίαις καὶ φύσεσι καὶ διαφόροις θεότησιν, ἢ τρισσαῖς κυριότησιν, ἄπαγε, ὡς 'Αρειανοὶ μαίνονται, καὶ οἱ τῆς νέας τριθείας λυττῶσιν ἡγούμενοι, οὐσίας τρεῖς, καὶ φύ σεις τρεῖς, καὶ τρεῖς κυριότητας, καὶ τρεῖς ὁμοίως κενολογοῦντες ὁ θεότητας· ἀλλ᾽ ὑποστάσεσι καὶ ἰδιό τησι νοεραίς, τελείαις καθ' ἑαυτὰς ὑφεστώσαις, ἀρι θμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς τῇ θεότητι. Διαι ρεῖται γὰρ ἀδιαιρέτως ἡ παναγία Τριάς, καὶ διῃρημένως πάλιν συνάπτεται. Τοῖς γὰρ προσώποις τὴν διαίρεσιν ἔχουσα αδιαίρετος μένει, καὶ ἄτμητος ού σίᾳ καὶ φύσει, ὡσαύτως δὲ καὶ θεότητι. Καὶ διὰ τοῦτο οὔτε τρεῖς θεούς λέγομεν, οὔτε τρεις φύσεις ἐπὶ τῆς Τριάδος δοξάζομεν, ούτε τρεῖς ἐπ' αὐτῆς οὐκ σίας κηρύττομεν, οὔτε τρεῖς ὁμολογοῦμεν θεότητας, β οὐχ ὁμοουσίους, οὐχ ἑτερουσίους, οὐχ ὁμοφύλοις, Ο τριάς. * καινολογοῦντες. οὐχ ετεροφύλους, οὐδ᾽ ὅσα μοναδικῶς ἐπ' αὐτῆς προκηρύττεται, εἰς πλῆθος ἐκφέρειν ἀφίεμεν, κ τινὰ τὴν αὐτῆς διαιρείν συγχωρούμεν ενότητα. Ούτε δὲ τρεῖς τινας θεοὺς ἐπιστάμεθα, ἡ τρεῖς τίνας φύσ σεις, ή τρεῖς τινας ουσίας, ἢ τρείς τινας θεότητας οίδαμεν· οὐχ ὁμογενείς, οὐχ ἑτερογενείς, εὐχ ὁμοειδεῖς, οὐχ ἑτεροειδείς· ἀλλ᾽ οὔτε δὲ ὅλους θεοὺς ἢ φύσεις ἢ οὐσίας ή θεότητας ἔγνωμεν, ἢ γινώσκοντας οἴδαμεν· ἀλλὰ καὶ τὸν ἔχοντα ἢ φρονοῦντα, ή γινο σκόντα, τοῖς ἀναθέμασι βάλλομεν. Ἡμεῖς γὰρ μίαν ἀρχὴν τὴν μίαν ίσμεν θεότητα, μίαν βασιλείαν, μίαν
col. 3157–3158page 6 of 27
PG 87:3157ἐξουσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν, μίαν βού λησιν, μίαν θέλησιν, μίαν δεσποτείαν, μίαν κίνησιν, εἴτε τῶν μετ' αὐτὴν ὄντων ἁπάντων δημιουργικήν, εἴτε προνοητικήν, εἴτε συστατικὴν καὶ συντηρητικήν μίαν κυριότητα, μίαν ἀϊδιότητα, καὶ ὅσ' ἄττα μονα δικὰ καὶ ἀσύζυγα τῆς μιᾶς οὐσίας καὶ φύσεως ἐν τρισίν ἐστι προσωπικαῖς ὑποστάσεσιν· οὔτε τὰς ὑπο στάσεις συγχέοντες, καὶ εἰς μίαν αὐτὰς ὑπόστασιν ἄγοντες· οὔτε τὴν οὐσίαν τὴν μίαν μερίζοντες, καλ. εἰς οὐσίας τρεῖς αὐτὴν κατατέμνοντες, καὶ τὴν μίαν διὰ τοῦτο διαιροῦντες θεότητα· ἀλλ᾽ ἔστιν εἷς Θεὸς, μία θεότης ἐν τρισὶν ὑποστάσεσι λάμπουσα, καὶ τρεῖς ὑποστάσεις καὶ πρόσωπα ἐν θεότητι μια γνωριζόμενα. Διὰ τοῦτο τέλειο; Θεὸς ὁ Πατήρ, τέλειος Θεός ὁ Υἱός, τέλειος Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ τὴν αὐτὴν καὶ μίαν ἕκαστον πρόσωπον αμέριστον καὶ ἀνελλιπῆ καὶ τελείαν έχει θεότητα. Καὶ ὡς μὲν Θεὸς τὸ αὐτὸ καθέστηκεν ἕκαστον καθ' ἑαυτὸ θεωρούμενον τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· ὡς δὲ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα τὸ ἅγιον, ἕτερον καὶ ἕτερον, καὶ ἕτερον οὐ λέγεται. Καντεῦθεν ταῦτα τοῖς θεολήπτοις κηρύττεται, Θεὸς, καὶ Θεὸς, καὶ Θεὸς, ἀλλ᾽ εἰς τὰ τρία θεός· οὐ γὰρ ἄλλος Θεὸς ὁ Πατήρ, οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός, οὐδὲ ἄλλος πάλιν Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπεὶ μηδ' άλλη φύσις ὁ Πατήρ, μηδ' άλλη φύσις ὁ Υἱός, μηδ' ἄλλη πάλιν φύσις τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο γὰρ καὶ τοὺς πολλοὺς καὶ διαφόρους θεοὺς ἐκτεχνάζεται, καὶ τὰς πολλὰς καὶ διαφόρους ἐκτίκτει θεότητας. Ἀλλὰ Θεὸς μὲν ὁ Πατήρ, Θεὸς ὁ Υιός· ὁμοίως δὲ Θεὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μιᾶς ἀμερίστως καὶ ἀνελλιπῶς τὰ τρία πρόσωπα πληρούσης θεότητος, καὶ ἐν ἑκάστῳ οὔσης ολοτελώς καὶ ὁλικῶς. Θεότης γὰρ μερισμὸν οὐχ ὑφίσταται. Καὶ ἐν τοῖς τρισὶ προσώποις πληρωτικῶς καὶ ἐντελῶς, οὐ μεριστῶς ἤγουν ἐκ μέρους πληροῦσα, ἀλλ' ἐν ἑκάστῳ πληρεστάτως ὑπάρχουσα, καὶ μία γε μένουσα, καὶ εἰ ἐν προσώποις τρισὶ διαφαίνοιτο· καὶ πρὸς θεοτήτων πληθυσμὸν οὐκ ἐκτρέχουσα, καὶ εἰ ἐν τρι σίν ἐστιν ὑποστάσεσιν· ἵνα μὴ σωματικήν τινα πάθῃ διαίρεσιν ἡ ὄντως ἀπαθὴς καὶ ἀσώματος. Καὶ πάσχειν οὐκ εἰδυῖα τὰ τῆς κτίσεως ἴδια. Ἔστιν οὖν μετὰ τοῦ εἶναι Θεὸς Πατὴρ ὁ Πατήρ, καὶ οὔτε Υἱὸς, οὔτε Πνεῦμα ἅγιον, ἀλλ' ὅπερ ὁ Υἱὸς κατ' οὐσίαν ἐστὶ, καὶ κατὰ φύσιν τὸ Πνεῦμα τυγχά και τὸ ἅγιον· καὶ ἔστι μετὰ τοῦ εἶναι Θεὸς ὁ Υἱὸς, καὶ οὔτε Πατήρ, οὔτε Πνεῦμα πανάγιον, ἀλλ' ὅπερ δ Πατὴρ κατὰ φύσιν κηρύττεται, καὶ ὁ κατ᾽ οὐσίαν τὸ Πνεῦμα καθορᾶται τὸ ἅγιον. Καὶ ἔστι μετὰ τοῦ εἶν και θεός Πνεῦμα ἅγιον, τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὔτε Πατήρ θεωρούμενον, οὔτε Υἱὸς λαμβανόμενον, ἀλλ᾽ ὅπερ ὁ Πατὴρ κατ' ουσίαν πεπίστευται, καὶ ὅπερ δ Υἱὸς κατὰ φύσιν ἀγγέλλεται. Τὸ μὲν διὰ τὴν φύσιν, Ο πανάγιον.
col. 3159–3160page 7 of 27
PG 87:3159καὶ τὴν τῆς οὐσίας ταυτότητα καὶ τὸ συγγενὲς τῆς ὑπάρξεως, τὸ δὲ διὰ τὰς ἑτέρας τῶν τριῶν ἰδιότητας, καὶ τὸ τῶν ἀσυγχύτως ἕκαστον χαρακτηριζόντων πρόσωπον ιδιωμάτων ἀνόμοιον. Ωσπερ γὰρ τὸν Θεός, ἕκαστον ἀμετάπτωτον κέκτηται, οὕτω καὶ τὴν τοῦ προσώπου χαρακτηριστικὴν ἰδιότητα ἀμετάβλητον καὶ ἀκίνητον λελογχε τὴν αὐτῷ καὶ μόνῳ προσούσαν, καὶ τῶν ἄλλων προσώπων αὐτὸ διακρίνουσαν, καὶ τὴν ὁμοφυᾶ καὶ ὁμότιμον, ὁμοούσιόν τε καὶ ὁμόθρονον Τριάδα τηροῦσαν ἀσύγχυτον. Τριάς οὖν, ἡ Τριὰς οὐ τελεία μόνον τῇ τῆς μιᾶς θεότητος τελειότητι, ἀλλὰ καὶ ὑπερτελὴς καὶ ὑπέρθεος δόξῃ, καὶ ἀἰδιότητι, καὶ βασιλείᾳ, μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη. οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτον, ὡς πρότερον· μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ έπεισελθόν· οὔτε οὖν ἐνέλειψε Πατρὶ Υἱὸς, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ᾽ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριάς ἀεί. Καὶ περὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου ἀϊδίου τε καὶ ἀρχικῆς καὶ πάντων Δημιουργοῦ, καὶ βασιλίδος Τριάδος τὸ ὅπως φρονῶ, καὶ δοξάζω; καὶ σέβομαι, ὡς ἐν βραχέσιν εἰπεῖν, δῆλον ὑμῖν καὶ σαφὲς διατέθεικα. Οὐ γάρ τι πλέον συνεχώρει τούτων φάναι τῶν συνοδικῶν συλλαβῶν τὸ ἐπίτομον. Οπως δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς αὐτῆς πανσέπτου Τριάδος Θεοῦ Λόγου καὶ Υἱοῦ φιλανθρώπου τε καὶ παραδόξου σαρκώσεως, ταυτὸν δὲ εἰπεῖν ὑπερτάτης κενώσεως, πρὸς τοὺς επιγείους ἡμᾶς θεϊκῆς καὶ θεοποιοῦ καταβάσεως έχω καὶ φρονῶ· καὶ κηρύττειν ἐκ Πατέρων ἁγίων καὶ τῶν καθ᾽ ὑμᾶς θεοπνεύστων παρέλαβον, ὡς ἐπὶ τῆς ἀληθείας αὐτῆς τῆς ἐφορώσης τὰ σύμπαντα, γράμμα τουτὶ τὸ συνοδικὸν γράφων ἐντίθημι, και πρὸς τὴν ὑμῶν ἐκπέμπω τῶν πανσόφων ἀκρόασιν. Πιστεύω καὶ περὶ ταύτης, θειότατοι, ὡς ὁ Θεὸς Λόγος, ὁ τοῦ Πατρὸς μονογενής Υἱὸς, ὁ πρὸ πάντων τῶν αἰώνων καὶ χρόνων ἀπαθῶς ὑπ' αὐτοῦ γεννηθείς τοῦ Θεοῦ καὶ Πατρός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον Ελεον τοῦ ἀνθρωπίνου ἡμῶν ὀλισθήματος ἑκουσίῳ θελήματι, καὶ Θεοῦ βουλήσει τοῦ φύσαντος, καὶ συν ευδοκίᾳ θείᾳ τοῦ Πνεύματος, κόλπων μή χωρισθείς τοῦ γεννήσαντος πρὸς τοὺς ταπεινούς ἡμᾶς καταδέ βηκεν. Ἔστι γὰρ ὥσπερ τῆς αὐτῆς βουλήσεως τῷ Πατρὶ καὶ τῷ Πνεύματι, οὕτω καὶ οὐσίας ἀπείρου καὶ φύσεως· περιγραφῆς οὐδαμῶς ἀνεχόμενος, ἢ τῆς καθ' ἡμᾶς τοπικῆς μεταβάσεως, κατὰ φύσιν δραν εἰωθὼς ὁ θεϊκὴν τὴν ἐνέργειαν, καὶ μήτραν εἰσδὺς ἀπειρόγαμον, παρθενίας ἀγλαϊζομένην αγνότητι Μαρίας τῆς ἁγίας· καὶ φαιδρᾶς καὶ θεόφρονος καὶ παντὸς ἐλευθέρας μολύσματος τοῦ τε κατὰ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν, σαρκοῦται ὁ ἄσαρκος, καὶ μορ φοῦται τὸ ἡμῶν ὁ κατ' ουσίαν τὴν θείαν ὅσον εἰς σχῆμα καὶ εἶδος αμόρφωτος, καὶ σωματοῦται καθ' ἡμᾶς ὁ ἀσώματος, καὶ ἄνθρωπος κατὰ ἀλήθειαν για νεται ὁ ἀεὶ Θεὸς γνωριζόμενος· καὶ μητρικής και εἰδὼς
col. 3161–3162page 8 of 27
PG 87:3161λίας ἐγγάστριος ὁ τοῦ ἀἰδίου Πατρός Εγκόλπιος δε! κνυται, καὶ ὁ ἄχρονο; ἀρχὴν χρονικὴν καταδέχεται ο οὐ φαντασίᾳ ταῦτα γινόμενος ἅπαντα, καθὰ Μανι χαίοις καὶ Οὐαλεντίνοις δοκεῖ τοῖς παράφροσιν, ἀλλ᾽ ἀληθείᾳ καὶ πράγματι ὅλον ἑαυτὸν κενώσας πατρικῷ καὶ οἰκείῳ θελήματι, καὶ ὅλον προσλαβὼν τὸ ἡμέτερον φύραμα, σάρκα φημὶ τὴν ἡμῖν ὁμοούσιον, καὶ ψυχὴν λογικὴν τὴν ψυχαῖς ταῖς ἡμετέραις ομόφυλον, καὶ νοῦν τῷ νῷ τῷ ἡμῶν παραπλήσιον. Ταῦτα γὰρ ἄνθρωπος ἐστι καὶ γινώσκεται· καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γέγονεν ἐξ αὐτῆς ἄκρας τῆς ἐν Παρθένης τῇ παναγία συλλήψεως. "Ανθρωπος γὰρ χρηματίζειν ἐβούλετο, ἵνα τῷ ὁμοίῳ ἀνακαθάρῃ τὸ ὅμοιον, καὶ τῷ συγγενεῖ τὸ συγγενὲς ἀνασώσηται, καὶ τῷ συγγενές τὸ συμφυὲς ἐκλαμπρύνει. Διὰ τοῦτο Παρθένος ἁγία λαμβάνεται, καὶ σῶμα καὶ ψυχὴν ἁγιάζεται, καὶ οὕτ τως ὑπουργεῖ τῇ σαρκώσει του Κτίσαντος ὡς καθαρά καὶ ἁγνὴ καὶ ἀμόλυντος. Σαρκοῦται γοῦν ὁ Λόγος καὶ Θεὸς τὸ ἡμέτερον οὐ προπλασθείσῃ σαρκὶ συναπτόμενος, ἢ προμορφωθέντι καὶ κατ' αὐτὸν προϋπο σκάντι ποτέ προσπλεκόμενος σώματι, ἢ προϋποστά τη ψυχή συντιθέμενος, ἀλλὰ τότε τούτοις παραγενομένοις πρὸς ὕπαρξιν, ὅτε αὐτοῖς ὁ Λόγος αὐτὸς καὶ Θεός συνετίθετο φυτικῶς σύγχρονον ἔχοντα τῇ ὑπο ἄρξει τὴν ἕνωσιν, καὶ οὐ πρὸ τῆς πρὸς τὸν λόγον ἀληθεστάτης συμβάσεως καθ᾿ ἑαυτὰ γενόμενα πώς ποτε, ή τινος ἀνθρώπου τῶν καθ' ἡμᾶς ἑτέρου τὸ παράπαν ὑπάρξαντα, ἀλλὰ σύνδρομον ἔχοντα τῇ φυσ σικῇ τοῦ Λόγου συμβάσει τὴν ὕπαρξιν, καὶ οὐκ ἐκεί νης οὐδὲ ὡς ἐν ὀφθαλμοῦ ῥιπῇ ταύτην προτερεύουσαν ἔχοντα, ὡς Παῦλος ὁ Σαμοσατεὺς βομβεῖ, καὶ Νεστό μιας. Αμα γάρ σὰρξ, ἅμα Θεοῦ Λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυ χος λογική· ἐν αὐτῷ γὰρ καὶ οὐ καθ᾿ ἑαυτὴν ἔσχε τὴν ὕπαρξιν. γ. "Αμα γὰρ τῇ συλλήψει τοῦ Λόγου ταῦτα παρήχθη πρὸς σύστασιν, καὶ ἡνώθη αὐτῷ καθ᾿ ὑπόστασιν ἅμα τῷ πρὸς σύστασιν ἄγεσθαι τὴν ὄντως ἀληθῆ καὶ ἀμέριστον, τὴν μήτε διαίρεσιν πάσχουσαν, μήτε τρο τὴν εἰσδεχομένην καὶ σύγχυσιν· ὑπ' αὐτοῦ παραγόν μενα, καὶ ἐν αὐτῷ συνιστάμενα, καὶ αὐτῷ συντιθέμενα, καὶ χρόνον οὐδένα τὸ σύνολον τῆς οἰκείας συν στάσεως προτερεύοντα φέροντα τῆς πρὸς αὐτὸν ἀσυγ χύτου τε καὶ ἀτμήτου συνθέσεως. Ἐκ τῶν οὖν ἀχράνο των παρθενικῶν αἱμάτων τῆς παναγίας καὶ ἀχράντου Παρθένου Μαρίας ὁ Λόγος σαρκωθεὶς κατὰ ἀλήθειαν ἄνθρωπος, κάν τῇ παρθενικῇ γαστρὶ κυοφορούμενος, καὶ τὸν χρόνον πεπληρωκώς τῆς ἐννόμου κυήσεως, ἐν πᾶσι τοῖς φυσικοῖς καὶ ἁμαρτίαν οὐ φέρουσι τοῖς ἀνθρώποις ἡμῖν ὁμοιούμενος, καὶ τὴν ἡμετέραν οὐκ ἀπαξιῶν ἐμπαθεστάτην ευτέλειαν, τίκτεται Θεὸς ἀνα θρωπίνῳ τῷ σώματι, ὡσαύτως δὲ καὶ τῷ σχήματι, 9 καθ' αυτό.
col. 3163–3164page 9 of 27
PG 87:3163ἑαυτῷ καὶ οὐχ ἕτερος λογικῷ ἐνεψύχωσε Πνεύματι. Καὶ Παρθένον τηρεῖ τὴν γεννήσασαν, καὶ Θεοτόκον αὐτὴν κυρίως καὶ ἀληθῶς ἀναδείκνυσι, κἂν Νεστόριος ὁ παράφορος ῥήσσηται, καὶ τούτου τὸ θεομάχον στρα τόπεδον δακρύῃ καὶ θρηνῇ καὶ ὀδύρηται, καὶ σὺν ἐκείνῳ πάλιν σπαράττηται. Θεὸς γὰρ ἦν ὁ ἐκ Παρ θένου τῆς ἁγίας Θεοτόκου Μαρίας τικτόμενος, καὶ δευτέραν δι' ἡμᾶς καὶ χρονικὴν προσδεχόμενος γέν νησιν μετὰ τὴν πρώτην αὐτοῦ καὶ ἀΐδιον τὴν ἐκ Πα τρὸς φυσικὴν καὶ ἀνέκφραστον γέννησιν, κἂν σεσαρκωμένος ἐτίκτετο διὰ τὴν πρὸς ἡμᾶς τοὺς σαρχικούς ὁμοιότητα· ὅλος Θεὸς ἀνυμνούμενος, ὅλος ὁ αὐτὸς προσφερόμενος άνθρωπος τέλειος Θεὸς ὁ αὐτὸς για νωσκόμενος. καὶ τέλειος ἄνθρωπος ὁ αὐτὸς γνωριζό * ψυχὴν λογικὴν καὶ ἀσώματον ἔχοντι, ὅπερ αὐτὸς ἐν Θεοτόκον μενος· ἐκ δύο γὰρ φύσεων ἔσχε τὴν ἕνωσιν θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐν δύο τελείαις εγνωρίζετο φύσεσι, θεότητί τε καὶ ἀνθρωπότητι. κωθέντα Λόγον πρεσβεύομεν, καὶ μίαν αὐτοῦ τὴν Οὔτε γὰρ τῇ ἑνώσει τροπή τις ή φυρμὸς ἐμεσίτευσεν, οὔτε τῇ διαφορᾷ καὶ δυάδι τῶν μορφῶν ἤτοι τῶν οὐσιῶν μετὰ τὴν ἕνωσιν διαίρεσίς τις ἢ τομὴ εἰς εκρίνετο· κἂν τοῦτο μὲν λυπῇ τὸν μεμηνότα Νεστόριον, ἐκεῖνο δὲ τήκῃ Εὐτυχῆ τὸν κακόφρονα. Τὰ γὰρ καθ' ὑπόστασιν ἀλλήλοις ἐνούμενα ούτε τροπήν συν εισδέχεται, ούτε γνωρίζει διαίρεσιν, οὔτε συγχύσεως οἶδε τὰ ἴδια, οὔτε τομῆς λαμβάνει τὰ σύμβολα· ὅπερ ὡς ἔοικεν, Εὐτυχὴς ἀγνοῶν καὶ Νεστόριος, καὶ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως μὴ μαθόντες τὴν δύναμιν, καθ' ἣν ὁ λόγος σεσάρπωται, καὶ ἡ σὰρξ ἔμψυχος καὶ Εννους ἀμεταβλήτως τεθέωται, ὁ μὲν εἰς τὸ τῆς ἀνα χύσεως ἀκοντίζεται πέλαγος, ὁ δὲ εἰς τὸ τῆς διαιρέσεως καταφέρεται βάραθρον. Καὶ διὰ τοῦτο ὁ μὲν φεύγει καθομολογεῖν τὴν δυάδα τῶν φύσεων, ὁ δὲ μίαν καθομολογεῖν τὴν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμέ την συστέλλεται, ἢ καὶ μίαν αὐτοῦ σύνθετον λέγειν ὑπόστασιν δέδοικε· φόβον οἱ δραπέτα: φοβούμενος, οὗ φόβος οὐδεὶς πολιτεύεται. Ἡμεῖς δὲ ῥωμαλέῳ φρο νήματι τὴν ἑκατέρου τούτων δούλην παρελάσαντε; ἄνοιαν, καὶ ἐπὶ τὴν πέτραν τῆς εὐσεβείας ἑστῶτες ἀδείμαντοι, καὶ τὴν καθ᾽ ὑπόστασιν τοῦ Λόγου πρὸς σάρκα τὴν ἐξ ἡμῶν τὴν ἔννουν καὶ ἔμψυχον κηρύττομεν σύμβασιν, καὶ ἕνα Χριστὸν καὶ Υἱὸν τὸν σαρ ὑπόστασιν λέγομεν σύνθετον, καὶ ἐν δυσὶν αὐτὸν ἀγορεύομεν φύσεσι, καὶ δύο τοῦ αὐτοῦ Θεοῦ Λόγου γεννήσεις πιστεύομεν· μίαν μὲν τὴν ἐκ Θεοῦ Πατρός, ἣν καὶ ἄχρονον καὶ ἀΐδιον οἴδαμεν· καὶ δευτέραν τὴν ἐκ τῆς Θεοτόκου μητρός, ἦν καὶ πρόσφατον καὶ χρον νικὴν ἐπιστάμεθα· καὶ μίαν τοῦ Θεοῦ Λόγου φύσιν ἐπ' αὐτοῦ σεσαρκωμένην δοξάζομεν, ἀλλ᾽ οὐχ ὡς Απολινάριος καὶ Εὐτυχὴς καὶ Διόσκορος λέγουσιν, ἀλλ' ὡς ὁ σοφὸς ἡμῖν παραδέδωκε Κύριλλος. Καὶ τὰ τῶν φύσεων σώζεσθαι φάσκομεν ἴδια, καὶ τὴν τῶν ΝΟΤΕ.
col. 3165–3166page 10 of 27
PG 87:3165ἡνωμένων διαφορὰν ἐπαγγέλλομεν, τὴν ὡς φυσικῇ μὲν λεγομένην καὶ οὖσαν ποιότητι, ἐν οὐσιώδει δὲ νοουμένην καὶ οὖσαν ποσότητι, καὶ οὔτε τὴν Νεστοριανὴν τομὴν δεδιττόμεθα, οὔτε τὴν Ευτυχιανὴν τρο τὴν εὐλαβούμεθα· ἐπεὶ μήτε ὡς ὁ ματαιόφρων Νε στόριος σχετικὴν τὴν ἕνωσιν λέγομεν, ἡ ἰσοτιμίᾳ καὶ αυτοβουλίᾳ καὶ θελημάτων ῥοπῇ καὶ ταυτότητι παρ ρπληροῦμεν τὴν σύμβασιν. Μήτε ὡς Εὐτυχής 5 θεή λατο; κατὰ σύγχυσίν τινα καὶ ἀλλοίωσιν Θεοῦ Λόγου καὶ σαρκὸς ἐψυχωμένης νοερώς, ἤτοι τῶν φύσεων καὶ οὐσιῶν καὶ μορφῶν φληναφοῦμεν τὴν σύνθεσιν, τῶν ἐξ ὧν ἐπὶ Χριστοῦ ἡ θαυμασία γεγένηται σύμβασις. “Ὅθεν τὴν βασιλικὴν ὁδὸν καὶ μέσην οδεύοντες, καὶ ἀποστυγοῦμεν τὴν σύγχυσιν, καὶ τὴν τομὴν μυσαττόμεθα· μόνην δὲ κατὰ ψυχὴν ἀσπαζόμεθα τὴν ἀσύγ χυτον ὁμοῦ καὶ ἀμέριστον θεότητός τε καὶ ἀνθρωπός τητος ἔνωσιν, η μόνη το γνωρίζειν ἐπίσταται ή ἣν τό φυσικὴ καθ᾽ ὑπόστασιν σύνοδος. Ταύτῃ γὰρ ἀλλήλαις ἐνούμεναι θεάτης τε καὶ ἀν θρωπότης ἐσχήκασιν, ἵνα μήτε τροπὴν ὑπομένοιεν, μήτε διαίρεσιν πάθοιεν. Ο γὰρ τῆς ἑνώσεως λόγος, τῆς φυσικῆς, φημί, καὶ καθ᾽ ὑπόστασιν (οὔτε γὰρ ἐτέ ραν ἔνωσιν ἐπὶ Χριστοῦ παρὰ ταύτην ἐπίσταμαι), οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ διαμπαξ τὴν διαίρεσιν, καὶ τηρεῖ συνδραμόντα πρὸς ἔνωσιν ἄτρεπτα, καὶ τῶν ἡνωμένων μερισμὸν οὐκ εἰσδέχεται· καὶ διὰ τοῦτο ἐκ θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν ὀνομάζοντες, καὶ Θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπον, καὶ διφυᾶ καὶ διπλοῦν κατὰ τὰς φύσεις κηρύττομεν. Ομοίως δὲ καὶ ἐν θεό τητι τέλειον διὸ καὶ ἐν δυσὶν αὐτὸν δογματίζο μεν φύσεσι, καὶ ὁμοούσιον ὡς Θεὸν τῷ Πατρὶ τὸν αὐτὸν ἀναγράφομεν, καὶ ὁμοούσιον τῇ μητρὶ καὶ ἡμῖν τὸν αὐτὸν ὡς ἄνθρωπον φάσκομεν, ὁρατὸν τὸν αὐτὸν καὶ ἀόρατον, κτιστὸν τὸν αὐτὸν ὡσαύτως καὶ ἄκτιστον, σῶμα τὸν αὐτὸν καὶ ἀσώματον, ἀπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραφον, ἐπίγειον τὸν αὐτὸν καὶ οὐράνιον, σάρκα τὸν αὐτὸν ψυχωμένην λογικήν " καὶ θεότητα, πρόσφατον τὸν αὐτὸν καὶ ἀΐδιον, ταπεινὸν τὸν αὐτὸν καὶ ὑπέρτατον, καὶ ὅσα διττῆς ἀμερίστως εὑρίσκεται φύσεως· κἂν τὸ μὲν ὑπῆρχεν ἀεὶ, ὡς φύσιν ἔχων ἀΐδιον, τὸ δὲ δι' ἡμᾶς ἐν χρόνοις ἐσχάτοις ἀτρέπτως ἐγένετο, ώς φύσ σιν προσλαβὼν τὴν ἀνθρώπειον. Εἰ γὰρ ἡ ἔνωσις ἄτρεπτος ἦν καὶ ἀμέριστος, ὥσπερ καὶ ἄτρεπτός ἔστι καὶ ἀμέριστος μένει, καὶ τὰ δύο ἀναλλοιότως διάφορα 18 σημαινόμενα, καὶ ἀμερίστως " ἑτερότητε συλλάμποντα. Φύσεις ταῦτα καὶ οὐσίαι καὶ μορφαί καθεστήκασιν, ἐξ ὧν ἡ ἀπόῤῥητος γέγονεν ἔνωσις, καὶ ἐν αἷς εἷς καὶ ὁ αὐτὸς Χριστός κατοπτεύεται. 8 φυσικής ποιότητος. • ποιότητι. ρίπτω. 10 μόνῃ. Η λογικῶς. ΝΟΤΑ. 19 ἀναλλοιώτῳ διαφορά. 13 άμεσ καὶ ἐν ἀνθρωπότητι τὸν αὐτὸν οἶδαμεν Τέλειον.
col. 3167–3168page 11 of 27
PG 87:3167μηκέτι δίχα διαιρούμενον, καὶ τὰ ἐξ ὧν ἄνευ τομῆς καὶ τροπῆς ἐνδεικνύμενον. Ὑπόστασις τοῦτο τυγ χάνει καὶ πρόσωπον σύνθετον ἐξ ἀσυγχύτου συστὰν ἀνακράσεως καὶ μερισμὸν οὐκ εἰδυῖα 1 συμβάσεως, καὶ τὸ εἶναι ἓν καὶ μένειν ἓν λαχὸν ἀδιαίρετον· καὶ οὔτε δύο, καθὸ ἓν ὑπάρχει γινόμενον· οὔτε συγχέον καὶ πρὸς μίαν· ἄγον ἑνότητα, και φυσικὴν καὶ οὐ σιώδη ταυτότητα τὰ ἐξ ὧν φυσικῶς συνενήνεκται ἀλλ᾽ ἔστιν ἐν καὶ δύο τὸ αὐτὸ γνωριζόμενον· ἐν μὲν κατὰ τὴν ὑπόστασίν τε καὶ πρόσωπον, δύο δὲ κατά τὰς φύσεις αὐτὰς καὶ τὰς φυσικὰς αὐτῶν ἰδιότητας, ἐξ ὧν καὶ τὸ εἶναι ἓν διεκλήρωσε, καὶ τὸ μένειν τῇ φύσει διπλοῦν διεφύλαξεν. Μένει καὶ τὸ ἓν ἕν, τὸ ἐξ αὐτῶν γεγονὸς ἀποτέλεσμα, πινα. Ωσπερ γὰρ ἐν Χριστῷ ἑκατέρα φυλάττει φύ Οθεν ὁ αὐτὸς μένων εἰς Χριστὸς καὶ Υἱὸς καὶ μου νογενῆς ἀδιάτμητος ἐν ἑκατέραις ὁρᾶται ταῖς φύσ σεσι, καὶ τὰς ἑκατέρας φυσικῶς οὐσίας εἰργάζετα κατὰ τὴν ἑκατέρα προσοῦσαν ουσιώδη ποιότητα, καὶ φυσικὴν ἰδιότητα. Οπερ εἰ τὴν φύσιν ἔσχε μονα δικήν τε καὶ ἀσύζυγον, καθὰ καὶ τὴν ὑπόστασίν τε καὶ τὸ πρόσωπον, οὐκ ἂν διεπράξατο· καὶ οὐκ ἂν ὁ εἷς καὶ ὁ αὐτὸς τὰ τῆς ἑκατέρας ἐντελῶς κατειργάζετο φύσεως. Πότε γὰρ θεότης ἀμέτοχος σώματος, ἔργα φυσικῶς κατειργάσατο σώματος; ἢ πότε σῶμα χηρεύον θεότητος πράξεις ενήργησεν οὐσιωδῶς γνωριζομένας θεότητος; Ὁ δὲ Ἐμμανουὴλ εἷς ὢν καὶ ἐν ταυτῷ τὰ ἑκάτερα, τουτέστι Θεός τε καὶ ἄνθρωπος, τὰ ἑκατέρα; ἕδρα κατὰ ἀλήθειαν φύσεως, κατ' ἄλλο καὶ ἄλλο ἐνεργῶν τὰ πραττόμενα. Καθὸ μὲν Θεὸς ὁ αὐτὸς τὰ θεῖα, καθὶ δὲ ἄνθρωπος ὁ αὐτὸς τὰ ἀνθρώπινα. Εαυτὸν τοῖς πᾶσι δεῖξαι βουλόμενος, ὡς Θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος. Καὶ διὰ τοῦτο ὁ αὐ τὰς τά τε θεῖα ποιεῖ καὶ ἀνθρώπινα, ὁμοίως καὶ λέγει καὶ φθέγγεται. Καὶ οὐκ ἄλλος μὲν τὰ θαύματα πέπραχεν, ἄλλος δὲ τὰ ἀνθρώπινα τέτευχε, καὶ παθή ματα πέπονθεν, ὡς Νεστόριος βούλεται. Αλλ' εἷς μὲν καὶ ὁ αὐτὸς Χριστὸς καὶ Υἱὸς ὁ τὰ θεῖα δεδρακὼς καὶ ἀνθρώπινα, κατ' ἄλλο δὲ καὶ ἄλλο, ὡς ὁ θεῖος ἐπρέσβευσε Κύριλλος. Ἐπειδὴ καὶ ἐν ἀμφοτέροις ἔσχε τὴν ἐξουσίαν ἀσύγχυτον, οὐ μὴν ἀλλὰ καὶ αμέριστον. Καθὸ μὲν γὰρ Θεὸς ὁ αὐτὸς ὑπῆρχεν ίΐδιος, ἕδρα τὰ θαύματα· καθὸ δὲ ἄνθρωπος ὁ αὐτὸς ἐγνωρίζετο πρόσφατος, ἐποίει τὰ ταπεινὰ καὶ ἀνθρώ Η ευίας. σις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, οὕτω καὶ ἐνερ γεῖ ἑκατέρα μορφή μετὰ τῆς θατέρου κοινωνίας τοῦθ᾽ ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ᾽, ὅπερ ἐστὶ τοῦ Λόγου μετὰ τῆς κοινωνίας δηλονότι τοῦ σώματος· τοῦ δὲ σώματος ἐκτε λοῦντος ἅπερ ἐστὶ τοῦ σώματος, κοινωνοῦντος αὐτῷ ΝΟΤΑ.
col. 3169–3170page 12 of 27
PG 87:3169δηλαδὴ τοῦ Λόγου τῆς πράξεως· καὶ ταῦτα ἐν ὑπο στάσει μια γνωριζόμενα, καὶ τὴν βδελυρωτάτην 10 τομὴν διωθούμενα. Οὔτε γὰρ διηρημένως ενήργουν τα ίδια, ἵνα καὶ μερισμὸν αὐτῶν ὑποπτεύσω μεν. δεν Μη σκιρτάτω διὰ τοῦτο Νεστόριος ἑαυτὸν βουκελών Ο παράφορος, ότιπερ ἐπατέρα μορφὴ ἐν τῷ ἑνὶ Χρι στῷ καὶ Υἱῷ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ', ὅπερ ίδιον ἔσχηκεν, ἔπραττεν. Οὔτε γὰρ τῆς θατέρας κατ' αὐτὸν διεστῶσα τοῦτο, ὅπερ ἴδιον ἔσχηκεν, ἔπρατ οὐ γὰρ δύο κατ' αὐτὸν χριστοὺς καὶ υἱοὺς τοὺς ἐνεργοῦντας δοξάζομεν, ἕνα μὲν κα τὰ φύσιν φίλων καὶ Χριστὸν τὰ παράδοξα, ἕτερον δὲ κατὰ χάριν Υἱὸν καὶ Χριστὸν τὰ πτωχότερα. Καὶ εἰ δύο τὰς κοινῶς ἐνεργούσας μορφάς δογματίς ζομεν, ἑκάστην κατὰ τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα, ἀλλ᾽ ἵνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ Χριστὸν τὸν τὰ ὑψηλὰ καὶ πτωχά φυσικῶς ἐργαζόμενον κατὰ τὴν ἑκάστης τῶν δυεῖν αὐτοῦ φύσεων φυσικὴν ουσιώδη ποιότητα λέγομεν. Αἱ γάρ τοι φύσεις ἀμετάβλητοι μένουσαι καὶ ἀσύγχυτοι, καὶ δύο τηλαυγώς γνωρι ζόμεναι, καὶ οὐ συγκεχυμένως ἐνωθεῖσαι τούτων παντελῶς ἀπεστέρηντο 10, καὶ ἐν ὑποστάσει μια δι εδείκνυτο. Μὴ μάτην πηδάτωσαν Εὐτυχής και Διόσ χορος οἱ τῆς οὐκ οὔσης ἀθέου συγχύσεως πρόβολοι, ἀλλὰ μετὰ τῆς θατέρου κοινωνίας ἑκάστη φύσις τὸ ἴδιον ἔπραττε, καὶ τὴν διαίρεσιν φεύγουσα, καὶ τὴν τροπὴν οὐ γινώσκουσα, καὶ τὴν διαφορὰν πρὸς τὴν θατέραν φυλάττουσα, καὶ τὴν κοινωνίαν καὶ σύνθεσιν ἀδιάλυτον καὶ ἀῤῥαγή διασώζουσα. Ενθεν εὐσεβοῦντες, καὶ ἐπὶ τῶν ὅρων τῆς ὀρθοδοξίας ἱστάμενοι, ὥσπερ τὸν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν καὶ Υἱὸν ἐνεργεῖν τὰ ἑκάτερα λέγομεν, ἐπειδὴ Θεὸς ὁ αὐτὸς ὑπῆρχε καὶ ἄνθρωπος, καὶ οὐδεμίαν ἐνθυμούμεθα σύγχυσιν· οὕτως οὐδὲ ἑκατέραν μορφὴν μετὰ τῆς θατέρου κοινωνίας ἐνεργεῖν τὰ ἴδια φάσκοντες, ἐπει δήπερ δύο μορφαί καθεστήκασιν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ φυσικῶς ἐνεργοῦσαι τὰ ἴδια, τινὰ τὸ παράπαν ἐννοοῦμεν διαίρεσιν, ὡς ἐνταῦθα μὲν Εὐτυ χῆς, ἐκεῖσε δὲ συκοφαντεῖν ἡμᾶς ἐθέλει Νεστόριος, ἐξ ἐναντίας ἀλλήλων ἱστάμενοι, καὶ τὸν καθ᾿ ἡμῶν τῶν εὐσεβῶν δυσσεβή μερισάμενοι πόλεμον· οὔ; εἰς οὐδὲν λογιζόμενοι καὶ τῆς 1' ἑκατέρας φύσεως έκα τέραν ἴσμεν ἐνέργειαν, τὴν οὐσιώδη λέγω καὶ φυσι κὴν καὶ κατάλληλον, ἀδιαιρέτως ἐξ ἑκατέρας προϊοῦσαν οὐσίας καὶ φύσεως, κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ φυσικὴν καὶ οὐσιώδη ποιότητα, καὶ τὴν ἀμέριστον ἐμοῦ καὶ ἀσύγχυτον τῆς θατέρας οὐσίας συνεπαγομένην συνέργειαν. Τοῦτο γὰρ καὶ τῶν ἐνεργειῶν ἐπὶ Χριστοῦ ποιεῖ τὸ διάφορον, ὥσπερ δὴ καὶ τὸ εἶ και τὰς φύσεις, τῶν φύσεων. Οὐ ταυτὸν γὰρ θεότης τε καὶ ἀνθρωπότης κατὰ τὴν φυσικῶς ἑκάστῃ προσ εἶταν ποιότητα, κἂν εἰς ὑπόστασιν μίαν ἀλλήλαις ἀφράστως συνέδραμον, καὶ εἰς ἐν ἀσυγχύτως συν 10 καὶ ἐν προσώπω ἑνὶ θεωρούμενα. 16 οὐκ ἐστέρητο. 17 οἳ καὶ τήν.
col. 3171–3172page 13 of 27
PG 87:3171ετέθησαν πρόσωπον, καὶ τὸν αὐτὸν ἡμῖν ἕνα Χριστὸν Η δως προφερομένην αὐτοῖς ῥήμασι σύνθετον. καὶ Υἱὸν ἀπετέλεσαν διὰ τῆς καθ' ὑπόστασιν πρὸς ἀλλήλας συνδρομῆς καὶ συνθέσεως: ὅ τε γὰρ Θεὸς Λόγος Θεός Λόγος ἐστὶ, καὶ οὐ σάρξ, κἂν εἰ σάρκα λογικῶς ἐψυχωμένην προσείληφε, καὶ ἑνώσει ταύτην φυσικῇ καὶ καθ' ὑπόστασιν ἥνωσεν. "Ητε σὰρξ, σάρξ ἐστιν ἐψυχωμένη λογικῶς, οὐ Λόγος, καὶ εἰ Θεοῦ Δή γου σὰρξ κατοπτεύεται. Καὶ διὰ τοῦτο οὔτε τὴν αὐ τὴν ἀπαραλλάκτως ἀλλήλαις ἐνέργειαν μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν καὶ ἀσύγχυτον, τουτέστι τὴν ἀληθῆ καὶ καθ᾽ ὑπόστασιν ἔχουσιν· οὐδὲ μίαν καὶ μόνην αὐτῶν τὴν ἐνέργειαν λέγομεν, ἢ οὐσιώδη καὶ φυσικὴν, καὶ παντελῶς ἀπαράλλακτον, ἵνα μὴ καὶ εἰς οὐσίαν μίαν, καὶ φύσιν μίαν αὐτὰς συνελάσωμεν, τὴν Ἀκεφάλων παιζομένην παισὶ, καὶ αὐτοῖς ἀναι τα ερμηνεύουσαν. 18 ἀνεβλάστανε. "Ωσπερ οὖν τὴν ἑκατέρας οὐσίας καὶ φύσεως, ἐξ ὧν ἡμῖν ἀσυγχύτως ἐπὶ Χριστού γέγονεν ή Ένωσις, καὶ τὸν ἕνα Χριστὸν καὶ Υἱὸν ἀπετέλεσαν ὅλον Θεόν, ὅλον τὸν αὐτὸν πιστεύομεν ἄνθρωπον, ἑκατέραν φυσι κὴν ὁμολογοῦμεν ενέργειαν, ἵνα μὴ τὰς ἀσυγχύτως ἐνωθείσας φύσεις συγχέωμεν, εἴπερ ἐκ τῶν ἐνερ γειῶν καὶ μόνων κατὰ τοὺς τὰ τοιαῦτα δεινούς απ φύσεις γνωρίζονται. Καὶ τῶν οὐσιῶν ἀεὶ τὸ διάφορον ἐκ τοῦ διαφόρου τῶν ἐνεργειῶν καταλαμβάνεσθαι πέ φυκεν· οὕτω καὶ πᾶσαν φωνὴν καὶ ἐνέργειαν, καν θεία τις ᾗ καὶ οὐράνιος, ἢ ἀνθρωπίνη τε καὶ ἐπί γειος ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προϊέναι Χριστοῦ καὶ Υἱοῦ δογματίζομεν, καὶ τῆς μιᾶς αὐτοῦ συνθέτου καὶ μοναδικῆς ὑποστάσεως, ὃς σεσαρκωμένος τοῦ Θεοῦ Λόγος ἐτύγχανεν, ὁ καὶ ἑκατέραν ἀμερίστως καὶ ἀσυγχύτως ἐνέργειαν κατὰ τὰς ἑαυτοῦ φύσεις ἐξ ἑαυτοῦ φυσικῶς προβαλλόμενος· κατὰ μὲν τὴν θείαν αὐτοῦ φύσιν, καθ᾽ ἣν ἦν καὶ τῷ Πατρὶ ὁμοούσιος, τὴν θεϊκὴν καὶ ἀνέκφραστον· κατὰ δὲ τὴν ἀνθρωπίνην, καθ᾽ ἦν καὶ τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς ὁμοούσιος ἔμεινε, τὴν ἀνθρωπείαν καὶ πρόσγειον· τὴν ἑκάστῃ φύσει φίλην και πρόσφορον· καὶ οὐκ ἐῶν τῶν ὁρώντων τινὰ σκανδαλίζεσθαι, ὡς οὐ Θεὸς ὁ αὐτ τὸς εἴη, καὶ ἄνθρωπος, ὁ ταῦτα κἀκεῖνα φυσικῶς ἐργαζόμενος· διὰ μὲν τοῦ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ Υν ἐνεργεῖν τὰ ἑκάτερα, τὴν Νεστορίου μιαρὰν ἐμφράττων ἀπόῤῥοιαν· οὔτε γὰρ δύο κατ' αὐτὸν χριστοὺς καὶ υἱοὺς, ὡς εἰρήκαμεν, τοὺς ἐνεργοῦντας ταῦτά τε κἀκεῖνα πρεσβεύομεν· διὰ δὲ τοῦ δεικνύ και τὰ ἑκατέρας ίδια φύσεως ἀσύγχυτα μετὰ τὴν ἕνωσιν μένοντα, καὶ ἑκατέραν τῶν αὐτῶν ὁμοίως προφέρειν ενέργειαν, τῷ φυσικῷ λόγῳ γνωριζομένων τῶν φύσεων, καὶ τὴν οἰκείαν φύσιν φυσικῶς ἑρμη νευουσῶν 18 ἀφ᾿ ἧς ἀμερίστως καὶ φυσικῶς ἐπηγά ζετο, καὶ οὐσιωδῶς ἀνεβλύστανε 10 τὴν Εὐτυχούς έχε τρέπων φιλοσύγχυτον βλάστησιν. Εντεῦθεν τόκον
col. 3173–3174page 14 of 27
PG 87:3173τεχθεὶς τὸν ἡμέτερον γαλακτοτροφεῖται καὶ αὔξεται, & καὶ τὰς σωματικὰς μεθηλικιώσεις διέρχεται, άχρις οὗ πρὸς τὸ τῆς ἀνθρωπίνης ἡλικίας ἀφίκετο τέλειον καὶ πεῖναν τὴν ἡμῶν καὶ δίψαν προσδέχεται, καὶ κά που καθ᾿ ἡμᾶς τὸν ἐξ ὁδοιπορίας ὑπέμεινεν. Εποιείτο γὰρ καὶ τὴν πορευτικὴν ἡμῖν ὁμοίως ἐνέργειαν, ἥτις ἀνθρωπίνως ενεργουμένη, καὶ κατ' ουσίαν ἀνθρωπίνην προβαίνουσα, τῆς ἀνθρωπείας αὐτοῦ φύσεως ἐτύγχανεν ἔνδειξις. Ὅθεν καὶ τόπον ὡς ἡμεῖς ἐκ τόπου μετέβαινεν, ἐπεὶ καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος, καὶ φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον, καὶ περιγραφῆς ἀνέσχετο σώματος, καὶ σχῆμα τὸ ἡμῖν ἁρμόζον πεφόρηκε. Σωματικὴ γὰρ, τουτέστι σώματος, καὶ ἡ μορφή τυγχάνει τοῦ σχήματος, καθ' ἣν ἐν μήτρα συλληφθεὶς διεπέπλαστο, καὶ ἂν εἰσω αεὶ διετήρησεν, καὶ εἰς αἰῶνα τηρεῖ τὸν ἀπέραντον. Διὰ τοῦτο πεινῶν διατρέφετο, διὰ τοῦτο διψῶν ἐπου τίζετο, καὶ ὡς ἄνθρωπος ἔπινε. Διὰ τοῦτο παιδικῶς ἐβαστάζετο ἀγκάλαις παρθενικαῖς ἐποχούμενος, καὶ κόλποις μητρικοῖς ἀνακείμενος. Διὰ τοῦτο κοπιών ἐκαθέζετο, καὶ ὕπνου χρήζων εκάθευδεν. ᾿Αλλὰ καὶ ξάγει τυπτόμενος, καὶ μαστιζόμενος έπασχε, καὶ πό τους απέμεινε σώματος, χεῖρας καὶ πόδας τῷ σταυ τῷ περνούμενος· ἐδίδου γὰρ ὅτε καὶ ἤθελε φύσει τῇ ἀνθρωπείς καιρὸν ἐνεργεῖν καὶ πάσχειν τὰ ἴδια ἵνα μὴ φαντασία τις καὶ θέα διάκενος ἢ αὐτοῦ περιώνυμος κρίνοιτο σάρκωσις. Οὐ γὰρ ἀκουσίως ταῦτα ἢ ἀναγκαστώς προσεδέχετο, κἂν φυσικῶς αὐτὰ καὶ ἀνθρωπίνως προσίετο, καὶ ἀνθρωπίναις κινήσεσιν ἐποίει καὶ ἔπραττεν· ἄπαγε της βδελυκτῆς ἐνθυ μήσεως. Θεὸς γὰρ ἦν ὁ ταῦτα πάσχειν σαρκικῶς ἀνεχόμενος, καὶ σώζων ἡμᾶς τοῖς οἰκείοις παθήμασι, καὶ βραβεύων ἡμῖν δι' αὐτῶν τὴν ἀπάθειαν. Ἀλλ᾿ ὅτε πάσχειν καὶ πράττειν καὶ ἐνεργεῖν ἀνθρωπίνως αὐτὸς ἐβεβούλητο, καὶ τοὺς ὁρῶντας ὠφελεῖν ἐψηφίζετο, δι' οὓς καὶ ἄνθρωπος κατὰ ἀλήθειαν γέγονε· καὶ οὐχ ὅτε αἱ φυσικα) κινήσεις καὶ σαρκικαὶ κινεῖσθαι φυ σικῶς πρὸς ἐνέργειαν ήθελον, εἰ καὶ οἱ ἐπιβουλεύοντες ἄθεοι τὰς ἐπιβουλάς πληρούν παντόλμως ἐγλίχοντο. Σῶμα γὰρ παθητὸν καὶ θνητὸν καὶ φθαρτόν ἐνεδύσατο, καὶ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ἡμῶν ὑποκείμενον πάθεσι. Καὶ τούτῳ τῇ οἰκεία φύσει κατ αλλήλως πάσχειν καὶ δραν συνεχώρησε μέχρι της ἐκ νεκρῶν ἀναστάσεως. Ἐκεῖσε γὰρ καὶ τὸ παθητὸν ἡμῶν καὶ θνητὸν καὶ φθαρτὸν καταλέλυκε, καὶ τὴν ἐκ τούτων ἐλευθερίαν ἡμῖν ἐχαρίσατο. Τὰ μὲν οὖν τα πεινὰ καὶ ἀνθρώπινα οὕτως ἑκουσίως ὁμοῦ καὶ φυσι κῶς, μένων καὶ ἐν τούτοις Θεὸς ἐπεδείκνυτο· ταμίας γὰρ ἦν αὐτὸς ἑαυτῷ παθῶν ἀνθρωπίνων καὶ πρά ξεων, καὶ οὐ μόνον ταμίας, ἀλλὰ καὶ πρύτανις, καὶ εἰ φύσιν παθητὴν φυσικῶς ἐσεσάρκωτο. Καὶ διὰ τοῦτο ἦν ὑπὲρ ἄνθρωπον αὐτοῦ τὰ ἀνθρώπινα· οὐκ ἐπειδήπερ φύσις ἦν οὐκ ἀνθρώπειος, ἀλλ' ἐπειδήπερ ἑκουσίως γέγονεν ἄνθρωπος, καὶ ἄνθρωπος γεγονώς ἑκουσίως αὐτὰ προσεδέχετο· καὶ οὐ τυραννικῶς ἡ ἀναγκαστῶς ἔστιν ὅτε καθ' ἡμᾶς καὶ ἀβουλήτως, ἀλλ' ἡνίκα καὶ ὅσον ἐβούλετο, καὶ συγχωρεῖν αὐτὸς η σε ταμίας
col. 3175–3176page 15 of 27
PG 87:3175ἐνεργουμένοις κατὰ φύσιν ἐπένευσε. Τὰ δὲ θεῖα καὶ λαμπρὰ καὶ ὑπέρτατα, καὶ νικῶντα προδήλως ἡμῶν τὴν εὐτέλειαν, ἅπερ ἦν θαυμαστὰ καὶ τεράστια, και τῶν παραδόξων ἔργων ή τομύοδος, ὁποίαπερ ἦν ἡ ἄσπορος σύλληψις, ἡ Ἰωάννου ἐγγάστριο, σκίρτησες, ὁ τόκος ὁ ἄφθορος, ή παρθενία ἡ ἄχραντος, ή πρ τοῦ τόπου καὶ ἐν τῷ τάκῳ καὶ μετὰ τὸν νέον ἀλώ Εητος, ἡ τῶν ποιμένων οὐράνιος μύησις, καὶ τῶν Μάγων ἀστροκίνητος έλκυσις, δωροφορία σε σὺν αὐτῇ καὶ προσκύνησις, ἡ γραμμάτων ἀμαθήτευτος εἴδησις (ι Πῶς γὰρ οὗτος, φασίν, οἶδε γράμματα με μεμα θηκώς;)» μερικῶς ἐπελέγχουσα τῶν τῆς ἀγνοίας ἐραστῶν τὸν κακότροπον έρωτα, ἡ ἐξ ὑδάτων οἰνώ δης ἐμφόρησις, τῶν ἀσθενῶν ἡ ἐπίῤῥωσις; τῶν τις φλῶν ἡ ἀνάβλεψις, τῶν πολλῶν ἡ ἀνόρθωσις, τῶν παραλύτων ἡ σύσφιγξις, τῶν χωρῶν ἡ εὐθόδρομος κίνησις, τῶν λεπρῶν ἡ ὑπέρλαμπρος κάθαρσις, τῶ πεινώσεων ή σχέδιες πλήρωσις, τῶν διωκόντων ἡ πώρωσις 40, τῶν ἀνέμων ἡ κοίμησες, τῆς θαλάττης ἡ γαληναία κατάστασις, ἡ ἐπὶ τῶν ὑδάτων ἐνσώμα. τος βάδισις, ἡ τῶν ἀκαθάρτων πνευμάτων ἐκδίωξης, ἡ τῶν στοιχείων αἰφνίδιος κίνησις, ἡ τῶν μνημείων αυτόματος άνοιξις, ἡ ἐκ νεκρῶν τριήμερος έγερσις, ἡ τῆς φθορᾶς οὐ τελευτώσα κατάλυσις, ἡ τοῦ θανά του μὴ παυομένη καθαίρεσις, ή φυλαττομένης της τοῦ λίθου καὶ τοῦ τάφου σφραγίδες ἀκώλυτος ἔξοδος, ἡ τῶν θυρῶν κεκλεισμένων ἀκράτητος εἴσοδος, ἡ εἰς οὐρανοὺς ἀπὸ τῆς πολυθαύματος καὶ ἐνσώματος ἄν οδος, καὶ πάντα τὰ τούτοις παρόμοια, τὰ καὶ λόγου φύσιν, καὶ φωνῆς ὑπερβαίνοντα δύναμιν, καὶ πᾶσαν ἀνθρωπείαν ὑπερνικῶτα διάνοιαν. "Απερ άπαντα ὑπὲρ λόγον καὶ φύσιν ἀνθρωπίνην τελούμενα, τῆς τοῦ Θεοῦ Λόγου θείας ουσίας καὶ φύσεως ομολογουμένως ὑπῆρχε τεκμήρια, εἰ καὶ διὰ σαρκὸς ἐνηργεῖτο καὶ σώματος, καὶ οὐ δίχα σαρκὸς λογικῶς ἐψυχωμένης ἐπράττετο. Καὶ οὐ διὰ ταῦτα τὸν Θεὸν λόγον τοπά σημεν ἄσαρκον, ἢ σώματος αὐτὸν ἐκτὸς δογματισο μεν, ὅτι περ έδρα τὰ σωμάτων ὑπέρτερα. Καὶ γὰρ ἀληθῶς ὁ Λόγος σεσάρκωσαι, καὶ ἀψευδῶς σαρκωθείς σεσωμάτωται, καὶ εἰς Υἱὸς ἐγινώσκετο ὁ πᾶσαν ἐξ αὐτοῦ προφέρων ενέργειαν θείαν τε καὶ ἀνθρώπειον, ταπεινὴν καὶ ὑπέρογκον, χθαμαλὴν καὶ οὐράνιον, σαρκικὴν καὶ ἀσώματον, ὁρατὴν καὶ ἀόρατον, περιγραπτὴν καὶ ἀπερίγραφον, ἀναλογοῦσαν αὐτοῦ τῇ διάδι τῶν φύσεων, καὶ δι᾿ ἑαυτῆς αὐτὴν ἀσιγήτως κηρύττουσαν, καὶ διαπρυσίως ἀγγέλλουσαν. τοῖς τὰ πάθη προσφέρουσι, τοῖς τε παθήμασιν αὐτοῖ; 80 πήρωσις. Εἰς γὰρ ἂν καὶ ὁ αὐτὸς καθ᾽ ὑπόστασιν Υἱὲς ἀδι αίρετος, καὶ δύο φύσεις ὁ αὐτὸς γνωριζόμενος, κατ' ἄλλην μὲν τὰς θεοσημείας ειργάζετο, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παρεδέξατο. Καὶ διὰ τοῦτό φασιν οἱ θεόφρονες, οἱ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ τοῦ ἀληθοῦς στεψάμενοι, καὶ τὸ φάσκειν θεύθεν δεξάμενοι, τὰς θειοτάτας συν
col. 3177–3178page 16 of 27
PG 87:3177ἐσεις ει ἡμῖν ἐξυφαίνοντες· ὡς ὅταν ἀκούσῃς περὶ τοῦ ἑνὸς Υἱοῦ τὰς ἐναντίας φωνάς, καταλλήλως μέσ ρίξε ταῖς φύσεσι τὰ λεγόμενα ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει προσνέμων· ἂν δέ τι μικρὸν καὶ ἀνθρώπινον, τῇ ἀνθρωπίνῃ λογιζόμενος· οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον διαφεύξῃ, ἑκάστης, & πέφυκεν ἴδια, δεχομένης φύσεως, καὶ τὸν Υἱὸν τὸν ἕνα καὶ πρὸ πάντων αιώνων και πρόσφατον κατά τὰς ἁγίας Γραφὰς ὁμολογήσεις. ᾿Αλλὰ καὶ οὕτως ἐπὶ τοῦ ἑνὸς Υἱοῦ φασι, πᾶσαν μὲν ἐνέργειαν οὐκ ἄν τις χωρίσαι 3 τῆς μιᾶς υἱότητος, τῆς δὲ φύσεως, ἧς ἐστιν οἰκεῖον τὸν γινόμενον, τῷ λόγῳ γνωρίσειεν οὐκοῦν κάλλιστα λίαν αὐτοῖς δεδογμάτισται τὸν ἕνα μὲν ὁμολογεῖν τὸν Ἐμμανουήλ· οὕτως γὰρ ὁ Θεὸς Λόγος σαρκωθεὶς ὀνομάζεται· καὶ τὸν αὐτὸν ἅπαντα δρᾶν καὶ οὐκ ἄλλον καὶ ἄλλον, τά τε ὑψηλὰ καὶ ἑλά χιστα παντοίας ἐκτὸς διαστάσεως. Δι' ὧν καὶ τῶν αὐτοῦ φύσεων ἀσύγχυτος ἡ διπλόη γνωρίζεται, καὶ εἰς ὑποστάσεις δύο καὶ πρόσωπα διαμπαξ ὁ αὐτὸς οὐ μερίζεται· ἀλλ᾽ ἔστιν εἷς καὶ ὁ αὐτὸς Υἱὸς καὶ Χρι στὸς ἀδιάτμητος, ἐν δυσὶν ἀδιαιρέτως γνωριζόμενος φύσεσι· καὶ αὐτοῦ τὰ πάντα τοῦ ἑνὸς Υἱοῦ διαβεβαιούμεθα, καὶ πάσας αὐτοῦ καὶ τὰς φωνὰς καὶ τὰς ἐνερ γείας πιστεύομεν· κἂν αἱ μὲν αὐτῶν εἰσι θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν, ὡς ἔχουσαι τὸ θεοπρεπὲς ἐν ταὐτῷ καὶ ἀνθρώπινον. Ταύτης δέ φαμεν τῆς δυνά μεως καὶ τὴν κοινὴν 18 καὶ θεανδρικήν λεγομένην ἐνέρ γειαν, οὐ μίαν ὑπάρχουσαν, ἀλλ᾽ ἑτερογενεῖ καὶ δι άφορον, ἣν ὁ ἐξ ᾿Αρείου πάγου Παύλῳ τῷ θείῳ θείως ζωγρηθεὶς θεηγόρος Διονύσιος έφησεν, ὡς τὸ θεο πρεπὲς ἐν ταὐτῷ καὶ ἀνθρώπινον ἔχουσαν, καὶ διὰ τῆς χαριεστάτης τε καὶ συνθέτου προσρήσεως τὴν ἑκάστης οὐσίας καὶ φύσεως ἑκάστην ἐντελῶς δηλοῦσαν ἐνέργειαν. Προαιώνιον τοίνυν τὸν Θεὸν Λόγον δοξάζοντες καὶ τῷ Πατρὶ συναΐδιον, χρονικὴν ὑπο μεῖναι πρεσβεύομεν γέννησιν, ἣν ἐκ Παρθένου τῆς κυρίως καὶ ἀληθῶς θεοτόκου Μαρίας σαρκωθεὶς ἀπὸ ετίκτετο. Καὶ διὰ τοῦτο δύο τὰς γεννήσεις γεγεννῆσθαι πρὸς τῶν εὐσεβούντων εἰκότως πιστεύεται. Καὶ τέλειος ὢν ὁ αὐτὸς ἐν θεότητι, τέλειος ἦν ὁ αὐτὸς ἐν ἀνθρωπότητι· οὔτε τῇ διαφορᾷ τῶν οὐσιῶν διαιρούμενος, οὔτε τῇ τῆς ὑποστάσεως καὶ τοῦ προσώπου ταυτότητι τὰς φύσεις ἄγων πρὸς οὐσιώδη ταυτότητα ἀλλ' ἐξ ὧν καθ᾽ ὑπόστασιν πέφηνε φύσεων, ἐν αὐταῖς ἀδιαιρέτως ἔμεινε, πάντα σοφῶς καὶ ἀληθῶς ὑπελθὼν τὰ ὑμέτερα ἔργα καὶ πάθη φυσικὰ καὶ ἀδιά Ελητα πράγματα, τὰ μώμου μακρὰν καὶ μολύσματος, καὶ ἐν οἷς ἁμαρτίας ίχνος τινὸς μὴ εὑρίσκεται ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδέ τις δόλος ἐν τῷ στόματι αὐτοῦ τὸ σύνολον ηὕρηται. Καὶ συναναστραφείς ἀνθρωπίνως ἡμῖν, ἅτε τέλειος γνωριζόμενος ἄνθρωπος, κἂν Θεὸς ὁ αὐτὸς ἀπαραλείπτως ἐτύγχανε, καὶ θαυματουργήσας ὡς ἔπρεπε, 21 συναινέσεις. χωρήσειε. 18 καινήν.
col. 3179–3180page 17 of 27
PG 87:3179Τέλειος γὰρ Θεὸς ἐγινώσκετο, καὶ ἀνθρωπείᾳ νοερῶς ἐψυχωμένῃ σαρκὶ συνεκέκρατο. Ἐπὶ τὸ πάθος τὸ ἑκούσιον ἄνεισι, καὶ ἑκουσίως Ἰουδαίοις προδίδοται, μᾶλλον δὲ ἑαυτὸν αὐτοῖς δι' ἀνθρώπων σωτη ρίαν ἑκουσίως προδίδωσι· καὶ δεσμεύεται, καὶ κολα φίζεται, καὶ ἐμπτύεται, καὶ μαστίζεται, καὶ χλευάζεται, καὶ χλαμύδα πορφυρᾶν ὡς βασιλεύων τῶν ὅλων ἐνδύεται, καὶ κάλαμον ὡς σκήπτρον βασιλικόν βασιλικῶς ἐγχειρίζεται, καὶ Πιλάτου κατακρίνεται κρίνοντος, καὶ τέλος ἱκρίῳ προσπήγνυται, καὶ χεῖρα; καὶ πόδας αἱμάσσεται τῷ σωτηρίῳ σταυρῷ προσ ηλούμενος, καὶ λῃσταῖς συνεπαίρεται, καὶ ὄξος που τίζεται, καὶ χολῆς ἀπογεύεται, καὶ μέγα βοήσας τη Πατρὶ τὴν ψυχὴν παραδίδωσι, καὶ τὴν πλευρὰν τῇ λόγχῃ τιτρώσκεται, καὶ ὕδωρ καὶ αἷμα σωτήριον μετὰ θάνατον προχέει καὶ νέκρωσιν, καὶ νεκρὸς τοῦ σταυ 24 ἀγαθάς τις 25 75. ροῦ καταφέρεται, καὶ κηδεύεται, καὶ σμυρνίζεται, καὶ ταφὴν τριήμερον θάπτεται, καὶ τριήμερος ἀνα στὰς τοῦ τάφου προέρχεται, καὶ πάντας ἑαυτῷ τοὺς νεκροὺς συνανίστησιν, ἐκ τάφου καὶ φθορᾶς προς τὴν ἀτελευτῶσαν αὐτοῦ ζωὴν ἐπαγόμενος διὰ τῆς αὐτ τοῦ ἐκ νεκρῶν ἀναστάσεως, καὶ τοῖς μαθηταῖς ἐκ νεκρῶν ἀναστὰς ἐμφανίζεται, καὶ πιστοποιείται βρώ σει καὶ πόσει καὶ ἀφῇ χειρῶν ἀποστολικῶν τῆς οἱ κείας σαρκὸς τὴν ἀνάστασιν, καὶ Πνεῦμα τούτοις παρέχει πανάγιον, ὡς συγγενὲς αὐτῷ καὶ ὁμόφυλον καὶ εἰς οὐρανοὺς ἀναφέρεται, μᾶλλον δὲ ὡς καὶ τῶν οὐρανῶν δεσπόζων ἀνέρχεται, καὶ δεξιὸς τοῦ τεκόντος καθέζεται, θῶκον ἔχων τὸν πατρικὸν καὶ βασι λικὸν καὶ ὑπέρτατον. Οθεν καὶ πάλιν ἐλεύσεται κρίσιν ζώντων καὶ νεκρῶν ποιησόμενος, καὶ ἀποδώσων ἑκάστῳ κατὰ τὰς πράξεις, ὥσπερ πέπραχεν, εἴτε ἀγαθὰς " πράξεις καὶ καλὰς, εἴτε φαύλας καὶ ψεκτάς κατειργάσατο· ὃν σὺν Πατρί τε καὶ Πνεύματι καὶ βασιλεύειν τῶν ὅλων πιστεύομεν βασιλείαν ἀληθῶς ἀτελεύτητον, καὶ τέλος οὐκ ἐπιδεχομένην καὶ πλή ρωμα. ᾿Αλλὰ καὶ περὶ τῆς ἐνσάρκου οικονομίας, ταὐτὸν δὲ φάναι, τοῦ Θεοῦ Λόγου σαρκώσεως, καὶ πρὸς τοὺς ταπεινοὺς ἡμᾶς ὁμοιώσεως, ὡς λέγω καὶ φρον», διὰ βραχέων ἐγνώρισα· περὶ δὲ τῆς τοῦ ὁρωμένου κόσμου γεγονυίας ἀρχῆθεν συστάσεως, καὶ συντελείας, ἣν 10 οὐκ εἰς μακρὰν ὑποδέξοιτο, ὁμολογώ, θεοτίμητοι, ὡς πάντα, οὐ μόνον τὰ ὁρατὰ, ἀλλὰ τὴ καὶ ἀόρατα ὁ εἷς Θεὸς ἐτεκτήνατο, ὁ Πατὴν, ὁ Υ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ ἀίδιος φύσις καὶ ἄναρχος, Ο κἀκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγε, καὶ οὐκ ὄντα πρὶν ἐσχεδίασε, καὶ τὰς τούτων μυρίας διαφοράς σου φῶς προεβάλετο. Πάντα γὰρ διὰ τοῦ Μονογενούς δ Πατὴρ ἐν ἁγίῳ πεποίηκε Πνεύματι, ἃ καὶ προνοία σοφῇ συγκρατεί τῶν οἰκείων ἔργων ὡς Θεός προϊστάμενος, ἀρχήν τε τοῖς πᾶσι χρονικὴν ὁρισάμενος, τὰ μὲν αἰσθητὰ τέλει χρονικῷ καθυπέβαλε, τὰ δὲ νοητά καὶ ἀόρατα τούτων ἀξίας ἠξίωσε μείζονος, καὶ ὑνή σκει μὲν οὐδαμῶς, οὐδὲ φθείρεται κατὰ τὸ τῶν αἰσθη
col. 3181–3182page 18 of 27
PG 87:3181τῶν ῥευστὸν καὶ εὐπάροιστον, οὐ μήν ἐστι τὴν φύσιν αθάνατα, ἢ πρὸς οὐσίαν μετελήλυθεν ἄφραστον ἀλλὰ χάριν αὐτοῖς ἐχαρίσατο φθορᾶς αὐτὰ καὶ θανά του διείργουσαν. Οὕτως ἀνθρώπων ψυχαὶ διαμένουσιν ἄφθαρτοι οὕτως ἄγγελοι διατελοῦσιν ἀθάνατοι· οὐ φύσιν ἀλη θῶς, ὡς ἔφημεν, ἄφθαρτον, ἢ οὐσίαν κυρίως ἀθάνα τον ἔχοντες, ἀλλὰ χάριν ἐκ Θεοῦ κληρωσάμενοι ἀθα νασίας χορηγόν, καὶ ἀφθαρσίας αὐτοῖς ὑπάρχουσαν πρόξενον· ἀλλ᾽ οὐκ ἐπειδήπερ αἱ τῶν ἀνθρώπων ψυ χαὶ Θεοῦ χάριτι τὴν φθορὰν ἀπεώσαντο τὴν πᾶσι κτιστῆς φύσεων 17 ἐμφολεύουσαν, διὰ τοῦτο καὶ πρὸ σωμάτων αὐτὰς ὑποπτεύσομεν, ἢ πρὸ τῆς τοῦ ὁρω μένου κόσμου παραγωγῆς καὶ συμπήξεως ἐν ἀϊδίῳ 5 τινὶ ζωῇ τελεῖν ἐννοήσομεν, καὶ βίον ἔχειν οὐράνιον φήσωμεν 48, ἄσαρκόν τε καὶ ἀσώματον ζώσας ζωήν τὴν ἀΐδιον ἐν οὐρανῷ ποτε μὴ ὑπάρχοντι, ὡς Ωριγέν νης ὁ παράφορος βούλεται, καὶ οἱ τούτου συμμύσται καὶ σύμφρονες Δίδυμος καὶ Εὐάγριος, καὶ ὁ λοιπός αὐτῶν μυθομέριμνος ὅμιλος· οἴπερ οὐ τοῦτο μόνον πεπλανημένως δοξάζουσιν Ελληνικοῖς ἐμφερόμενο δόγμασι, καὶ τὴν Χριστιανῶν καταῤῥυποῦντες εὐ γένειαν, ἀλλὰ καὶ τὴν τῶν σωμάτων τούτων, ὧν νυνὶ περικείμεθα, ἀνοήτως ἀναιροῦσιν ἀνάστασιν, μυρία δεινὰ βατταρίζοντες τῆς δυσσεβοῦς αὐτῶν μυθοπλαστίας ἐπάξια· οἷς ἀρκεῖ πρὸς ἐπίπληξιν τὸ Παύλῳ πρὸς Κορινθίους λεγόμενον·ι Ὡς εἰ νεκροὶ οὐκ ἐγε!. ρονται, οὐδὲ Χριστὸς ἐγήγερται·. καὶ λοιπὸν, οὕτως αὐτοῖς τοῖς λογισμοῖς ματαιάζουσι, τό, Κενὴ ἄρα 10 ἡ πίστις ὑμῶν, προστεθήσεται· ἢ οὐ μέρος, ὦ οὗτοι, τῆς ἡμῶν σεπτῆς ὁμολογίας γεγένηται και ταυτησε τῆς σαρκὸς ἡ ἀνάστασις; Καὶ σαρκὸς γὰρ ὁμολογεῖν ἀπαιτούμεθα τῷ σωτηρίῳ προσιόντες βαπτίσματι. Διὰ τοῦτο γὰρ, καθά τινι τῶν σοφῶν τεθεώρηται, καὶ πᾶσα τοῦ Μονογενοῦς ἡ λαμπρὰ καὶ διάσημος οίκο νομία λαμπρῶς πεπραγμάτευται, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ· οὐ τοῦτο δὲ μόνον οἱ παράφρονες σφάλλονται, καὶ τῆς εὐθείας ὁδοῦ παρακρούονται· ἦν γὰρ αὐτῶν ὡς ἐν συγκρίσει και κῶν καὶ φορητὸν τὸ δυσσέβημα· ἀλλὰ καὶ ἕτερα μυ ρία παρὰ τὴν ἀποστολικὴν καὶ πατρώαν ἡμῶν πα ράδοσιν λέγουσι, παραδείσου φυτείαν ἐκβάλλοντες, ἐν σαρκὶ πεπλάσθαι τὸν Ἀδὰμ οὐ βουλόμενοι, την ἀπ' αὐτοῦ τῆς Εὔας διάπλασιν ψέγοντες, τὴν ἠχὴν ἀθετοῦντες τοῦ ὄψεως, τὰς τῶν οὐρανίων ταγμάτων ταξιαρχίας οὕτω μὲν ἀρχῆθεν ἐκ Θεοῦ κεκτίσθαι 80 κωλύοντες, ἐκ καταδίκης δὲ προγενεστέρας καὶ πα ρατροπῆς αὐτὰς φανταζόμενοι· ὡς ἐν ἑνάδι τε νόων πάντα παρήχθαι τὰ λογικὰ, αθέως ὁμοῦ καὶ μυθικῶς ἐνειρώττοντες, τῶν ὑπερουρανίων ὑδάτων τὴν κτίσιν κακίζοντες, τέλος είναι κολάσεως θέλοντες· καὶ πάν των μὲν τῶν αἰσθητῶν παντελή φθορὰν παρεισφέροντες· πάντων δὲ τῶν λογικῶν, ἀγγέλων, ἀνθρώ 2. ἄφθαρτον. 17 κτιστούς φυσικῶς. 15 φήσομεν. 10 καὶ ἄρα ματαία. 20 κεκτήσθαι,
col. 3183–3184page 19 of 27
PG 87:3183σάμενοι δόγματα, καὶ τούτων ὄντες ἁπάντων τῶν ἀθέσμων αὐτῶν φληνάφων ἐλεύθεροι, καὶ τοῖς πα τρῴοις ἡμῶν ἐπιβαίνοντες ίχνεσι, καὶ τοῦ παρόντος κόσμου συντέλειαν λέγομεν, καὶ τὴν ζωὴν ἐκείνην τὴν μέλλουσαν τὴν μετὰ τὴν παροῦσαν ζωὴν διαιωνίζειν πιστεύομεν, καὶ τὴν κόλασιν ἀτελεύτητον ἔχου μεν· τὴν μὲν ἀλήκτως εὐφραίνουσαν τῶν ἀρίστων ἔργων τους πράκτορας, τὴν δὲ ἀπαύστως ἀλγύνου σαν, οὐ μὴν ἀλλὰ καὶ κολάζουσαν τοὺς ἐνθάδε γεγο νότας ἐραστὰς τῆς φαυλότητος, καὶ μετανοεῖν οὐ θελήσαντας πρὸ τῆς ἐντεῦθεν ἐκδρομῆς καὶ ἐκβάσεω:. Ο γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, ο φησί Χρι στὸς ὁ κριτής, ἡ ἀλήθεια· καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.» πων, δαιμόνων ἀποκατάστασιν φάσκοντες, καὶ πάλιν εἰς ἑνάδα μυθικὴν τὰς τούτων διαφορὰς ἀναχέοντες ὅτε καὶ μηδὲν ἡμῶν διαφέρειν τὸν Χριστὸν, ἂν αὐτοὶ ληρῳδῶς δογματίζουσιν, οὐχ ἂν ἡμεῖς εὐσεβῶς προς κηρύττομεν, δόξη, ἢ τιμῇ, ἢ βασιλείᾳ, ἢ δεσποτεία δαιμωνιωδῶς ἀναβράττουσι· καὶ μυρία ἅττα προτέ ροντες πρὸς τοῦ διαβολικοῦ καὶ δυσσεβοῦς τῆς καρ δίας αὐτῶν θησαυρίσματος, οὐ μιᾷ μόνον ἀνατροπή θολερᾷ, ἀλλὰ μυρίαις τὸν πλησίον ποτίζοντες, καὶ ψυχὰς ἀνθρώπων θανατοῦντες οἱ δείλαιοι, ὑπὲρ ὧν Χριστὸς ἀποθανεῖν κατηξίωσε, καὶ λύτρον αὐτοῦ τὸ αἷμα τὸ θεῖον ἐξέχεε, καὶ δῶρον ὑπὲρ πᾶσαν ἀξίαν θειότατον τὴν ἑαυτοῦ ψυχὴν κατεβάλετο. Ἡμεῖς δὲ πίστεως ὀρθῆς καὶ ἀμωμήτου καὶ σώφρονος τὸ λογι κὸν ποτισθέντες γάλα καὶ ἄδολον, καὶ καλὸν Θεοῦ ῥῆμα γευσάμενοι, ἅπαντα τὰ ἐκείνων σκοτεινὰ διω Ταῦτα φρονεῖν καὶ πιστεύειν, σοφώτατοι, ἔκ τε ἀποστολικῆς καὶ εὐαγγελικῆς, ἔκ τε προφητικῆς καὶ νομικῆς, ἔκ τε πατρώας καὶ διδασκαλικής παρειληφότες κηρύξεως, καὶ δεδρακότες ὑμῖν τοῖς πανσόφοις κατάδηλα, καὶ μηδὲν ὑμᾶς ἀποκρύψαντες· ἀκόλουθον λοιπόν ἐστι καὶ ἁρμόδιον· καὶ τῇ παλαιᾷ παρα δόσει κατάλληλον, τὰς ἱερὰς συνόδους τῶν πατρικῶν ἡμῶν καὶ πανιέρων ἀθροίσεων δήλας ποιεῖν ἐπὶ γράμματος, ἃς ὡς φωταγωγούς ταῖς ἡμετέραις ψυ χαῖς περιέπομεν, καὶ δι᾿ αἰῶνος ἔχειν εὐχόμεθα, ὅπως αὐταῖς καὶ τῆς μακαρίας ζωῆς κοινωνήσαιμεν, ὡς παῖδες αὐτῶν εὐγενεῖς καὶ διάδοχοι. Τέτταρας τοίνυν ἐπὶ τῶν ἐνθέων τῆς Ἐκκλησίας δογμάτων με γάλας καὶ ἱερὰς οἰκουμενικὰς συνόδου; δεχόμεθα, εὐαγγελικαῖς φαιδρυνομένας λαμπρότησι, και χαρακτήρων εὐαγγελικῶν ἀγλαϊζομένας ποσότητι· τού των πρωτεύειν φαμὲν τὸ ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων συνέδριον, ὅπερ ἐκ Θείας ἀθροισθὲν ἐπινεύσεως τῆς ᾿Αρείου λύττης και θαιρεῖ τὰ μιάσματα. Μετ' ἐκεῖνο δὲ τῷ χρόνῳ, οὐ δόξῃ καὶ χάριτι, συναθροίζεται δεύτερον άθροισμα τὸ ἐν τῇ βασιλίδι συνειλεγμένον τῶν πόλεων. πεντήκοντα δὲ καὶ ἑκατὸν θεόσοφοι Πατέρες ετύγχανον, οἱ
col. 3185–3186page 20 of 27
PG 87:3185καὶ τοῦτο πληροῦν θεόθεν ἡγμένοι τὸ ἄθροισμα, δ τὴν τριχέραυνον Μακεδονίου, 'Απολλιναρίου τε καὶ Μά γνου σβεννύει δυσσέβειαν, καὶ τῆς τοσαύτης χαλεπής πυρακτώσεως τῶν εὐσεβούντων τὰ συστήματα ῥύεται. Τρίτον μετὰ τοῦτο μόνῳ τῷ χρόνῳ δοξάζω συνέδριον τὸ ἐν Ἐφέσῳ τὸ πρότερον ἐκ θείας ἐνεδρεῦσαν βου λήσεως· τὸ γὰρ Διοσκόρου λεγόμενον δεύτερον τῆς Εὐτυχοῦς ἀδοκίμου γνώμης πεφώραται σύστοιχον ὅπερ πρῶτον συνέδριον διακοσίων μὲν ἁγίων Πατέ ρων ἐγνωρίζετο πλήρωμα, καταβάλλει δὲ τὸν ἀνθρωπολάτρην Νεστόριον, καὶ πᾶσαν αὐτοῦ τὴν χριστομάχον ἀσέβειαν. Καὶ τέταρτον μετὰ τὰ τρία τῷ χρόνῳ μόνῳ θεόσοφον ἀθροίζεται σύνταγμα τῶν ἐξακοσίων ὁμοῦ καὶ τριάκοντα πανυμνήτων Πατέρων, καὶ δᾳδούχων τῆς πίστεως, ὅπερ ἐν Χαλκηδόνι μὲν τὴν θείαν ποιεῖται θεόθεν συνέλευσιν, καὶ συναθλοῦσαν εἶχεν Εὐφημίαν τὴν μάρτυρα, τὴν καὶ μέχρι τῆς σήμερον προμαχοῦσαν αὐτῶν τοῦ ὅρου τῆς πίστεως, καὶ τῆς αὐτῶν περιφήμου καὶ μεγίστης ἀθροίσεως λόγον πολύν ποιουμένην καὶ ἅπαυστον. Κατασφάττει δὲ τὴν ξυνωρίδα τὴν βέβηλον, Εὐτυχῆ φημι καὶ Διόσκορον, καὶ τὴν τούτων ἀποφράττει θεομάχον κακόνοιαν ἐκ τῆς ᾿Απολλιναριανῆς ὥσπερ πηγῆς καταῤῥέουσαν, καὶ πληροῦσαν πάντας τῆς ἀσεβείας τοὺς εὐακας. Εκβάλλει δὲ μετὰ τῆς τούτων ἀσεβεστάτης αἱρέσεως διὰ τῶν αὐτῆς ὀρθοδόξων προβξήσεων καὶ τὴν Νεστορίου τοῦ θεομάχου παμ μίαρον αἵρεσιν· καὶ κατὰ ταύτης γὰρ ὡς ἔτι τῇ ἀναιδεία σπαιρούσης Αθροίζετο. "Οθεν καὶ τελείως αὐτὴν ἀπενέκρωσε, καὶ τῶν ἐκκλησιαστικῶν αὐλῶν ἐξωστράκισεν. Ἐπὶ ταύταις δὲ ταῖς μεγάλαις καὶ οἰκουμενικαῖς πανσέπτοις τε καὶ πανιέροις τῶν ἁγίων και μακαρίων Πατέρων ὁμοτίμοις ἀθροίσεσι τέσ σαρτι, καὶ πέμπτην ἁγίαν ἄλλην παρὰ ταύτας καὶ μετά ταύτας συστᾶσαν, οἰκουμενικὴν δέχομαι σύνο οδον, τὴν ἐν τῇ βασιλίδι καὶ αὐτὴν γενομένην τῶν πόλεων, Ἰουστινιανοῦ τοῦ τότε τὰ σκῆπτρα τῆς Ρωμαϊκῆς βασιλείας διέποντος, καὶ πάντα αὐτῆς τὰ λαμπρά διορίσματα· ἥτις κυροῦσα οι μὲν τὴν ἐν Χαλκηδόνι περιώνυμον ήθροισται σύνοδον· ἀναιρεί δὲ καὶ ἐκρίπτει πρὸς ὄλεθρον πρωτοτύπως μὲν Ὠρι γένην τὸν ἄφρονα, καὶ πάντα αὐτοῦ τὰ ὀνειρώδη κομψεύματα, καὶ πολυειδοῦς ἀσεβείας πλήρη συγ γράμματα· Εὐαγρίου δὲ σὺν αὐτῷ καὶ Διδύμου τὰ δόγματα· καὶ πάντα αὐτῶν τὰ Ἑλληνικὰ καὶ τερα τώδη, οὐ μὴν ἀλλὰ καὶ μυθώδη ληρήματα· μεθ' οὓς τὸν Μοψουεστίας ἐκτίλλει Θεόδωρον, τὸν Νεστορίου τοῦ θεομάχου διδάσκαλον, καὶ ὡς μυσαρόν σὺν τοῖς αὐτοῦ βλασφήμοις συγγράμμασι τῆς καθολικῆς Ἐχο κλησίας ἐκρίπτει ζιζάνιον· Θεοδωρίτου δὲ τὰ κακῶς κατὰ τοῦ τῆς εὐσεβείας προμάχου Κυρίλλου και δυσσεβῶς γεγονότα συντάγματα, καὶ ὅσα κατά γε τῶν δώδεκα τοῦ αὐτοῦ θεσπεσίου Κυρίλλου κεφα λαίων, τῆς τε πρώτης ἁγίας ἐν Ἐφέσῳ συνόδου καὶ τῆς ὀρθῆς ἡμῶν κατηγόρησε πίστεως, Νεστορίῳ τῷ δυσσεβεῖ χαριζόμενος· κἀκεῖνα ταύτης ποιεῖ τῆς και οι κυρούσθαι.
col. 3187–3188page 21 of 27
PG 87:3187τακρίσεως μέτοχα, ἅπερ καὶ ὑπὲρ Διδώρου και Πατέρων προσεδέξατο καὶ ἐκράτυνε σύμβασις, καὶ σίως ἔφη φυλάττεσθαι. Θεοδώρου ἀπολογούμενος γέγραφε μεθ' ὧν καὶ τὴν Ιδα ἐπιστολὴν πρὸς τὸν Πέρσην γεγράφθαι λεγομένην Μάρην απερρίζωσεν, ὡς οὐ μόνον ὀρθῶν δογμάτ των ἀντίπαλον, ἀλλὰ καὶ πάσης ἀσεβείας ἀνάπλεων. Εκείνας μὲν οὖν τὰς ἱερὰς καὶ μεγάλας καὶ οἰκουμενικὰς ἁγίας τέτταρας συνόδους ἀσπάζομαι, καὶ φρο νήματι ἑνὶ περιπτύσσομαι· ἐπὶ ταύταις δὲ καὶ ταύ την τὴν πέμπτην τιμῶ, καὶ γεραίρω, καὶ σέβομαι. Καὶ πάντα αὐτῶν ἀσμένως προσίεμαι τά τε ἐν δέγε μασι, καὶ διαφόροις διδάγμασι, καὶ τοῖς κατὰ τῶν αἱρ:τιζόντων ἀναθεματισμοῖς καὶ ὁρίσμασιν· ὅθεν καὶ ἀσμενίζω καὶ δέχομαι, οὓς ἐδέξαντο καὶ ἠσμένισαν· καὶ ἀναθεματίζω καὶ ἀποβάλλομαι, ὅσους ἀναθέματι καθυπέβαλον, καὶ ἀποβλήτους τῆς καθο λικῆς καὶ ἁγίας ἡμῶν Ἐκκλησίας ἡγήσαντο· ταύ ταις ταῖς ἁγίαις καὶ μακαρίαις πέντε συνόδοις ἐπό μενος ἕνα καὶ μόνον ὅρον ἐπίσταμαι πίστεως, καὶ μάθημα ἓν οἶδα καὶ σύμβολον, ὅπερ ἡ πάνσοφος καὶ μακαρία τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων θεσπεσία πληθὺς ἐξ ἁγίου προσ εφθέγξατο Πνεύματος, δ καὶ ἡ ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα θεοπνεύστων Πατέρων ἐπεκύρωσεν ἄθροισις· καὶ ἡ ἐν Ἐφέσῳ πρώτη τῶν διακοσίων ἐνθέων Πατέρων ἐβεβαίωσε σύνοδος· καὶ ἡ τῶν ἐν Χαλκηδόνι εξακοσίων τριάκοντα πανιέρων ἀπαράτρωτον καὶ ἀῤῥαγὲς καὶ ἀσάλευτον διαπρ Δεχόμεθα δὲ καὶ ἀγκάλαις ταῖς αὐταῖς καὶ ἀσμενίζομεν πάντα τοῦ θεσπεσίου Κυρίλλου τὰ θεῖα το και θεόσοφα συγγράμματα, ὡς πάσης ὀρθότητος γέμοντα, καὶ πᾶσαν αἱρετικῶν καθαιροῦντα δυστέ Γειαν· ἐξαιρέτως δὲ τὰς πρὸς Νεστόριον τὸν θεοστυγῆ καὶ θεήλατον δύο συνοδικὰς ἐπιστολὰς, τήν τε δευτέραν καὶ τὴν τρίτην, ᾗ καὶ τὰ δυοκαίδεκα συνήπται κεφάλαια· ἅπερ ἅπασαν τὴν Νεστορίου κακόνειαν ἀποστόλων ἁγίων Ισαρίθμοις κατέφλεξεν ἄνθραξι. Σὺν ταύταις δέχομαι καὶ τὴν πρὸς τοὺς τῆς Ἑψας ἁγιωτάτους προέδρους συνοδικήν γραφεῖσαν ἐπιστολὴν, ἐν ᾗ καὶ ἱερὰς αὐτῶν τὰς φωνὰς ἀπεκάλεσε, καὶ τὴν πρὸς αὐτοὺς εἰρήνην ἐκράτυνεν. Αἶ; συν αρίθμια καὶ αὐτὰ τῶν ἀνατολικῶν προέδρων τα γράμ ματα λέγομεν, ὡς ὑπ' αὐτοῦ Κυρίλλου τοῦ θείου δεχθέντα, καὶ εἶναι πρὸς αὐτοῦ μαρτυρούμενα φω ναῖς ἀναμφιλέκτοις ὀρθόδοξα. Τούτοις ὁμοίως τοῖς ἱεροῖς Κυρίλλου τοῦ παντόρου χαράγμασιν ὡς ἱερὰν καὶ ὁμότιμον δέχομαι, καὶ τῆς αὐτῆς ὀρθοδοξίας γεννήτριαν καὶ τὴν θεόδοτον ἐπιστολὴν καὶ θεόπνευστον τοῦ μεγάλου, καὶ λαμπροῦ, καὶ Θεόφρονος Λέοντος τοῦ τῆς Ῥωμαίων ἁγιωτάτης Εκκλησίας· μᾶλλον δὲ τῆς ὑφ᾽ ἡλίῳ πάσης φωστῆρος, ἣν θείῳ σαφῶς ἐνεργούμενος Πνεύματι κατ' Εύτυχους του κακότρο νος, καὶ Νεστορίου τοῦ θεοστυγοῦς καὶ παράφρονος πρὸς Φλαυϊανὸν τὸν ἀσίδιμον τῆς βασιλίδος τῶν πό. λεων πρόεδρον γέγραφεν· ἦν καὶ στήλην ὀρθοδοξία; καλῶ καὶ ὁρίζομαι, τοῖς οὕτως αὐτὴν καλῶς ὁριζα μένοις Πατράσιν ἁγίοις ἑπόμενος, ὡς πᾶταν μὲν ὀρθοδοξίαν ἡμᾶς ἐκδιδάσκουσαν, πᾶσαν δὲ κακολο ξίαν αἱρετικὴν ολεθρεύουσαν, καὶ τῶν τῆς ἁγίας ἡμῶν
col. 3189–3190page 22 of 27
PG 87:3189καθολικῆς Ἐκκλησίας θεοφρουρήτων αὐλῶν ἀπελαύνουσαν. Μεθ᾿ ἧς ἐνθέου συλλαβῆς καὶ χαράγματος, καὶ πάσας αὐτοῦ τὰς ἐπιστολὰς καὶ τὰ δόγματα, ὡς ἐκ στόματος προϊόντα Πέτρου τοῦ κορυφαίου προς ξεμαι καὶ καταφιλῶ καὶ ἀσπάζομαι, καὶ πάσῃ ψυχῇ περιπτύσσομαι. Ταῦτα, καθώς προείπον, δεχόμενος τὰ ἱερὰ πέντε τῶν μακαρίων Πατέρων καὶ θεῖα συν έδρια, καὶ τὰ Κυρίλλου πάντα τοῦ πανσόφου συγ γράμματα, καὶ μάλιστα κατὰ τῆς Νεστορίου μανίας γενόμενα, καὶ τὴν τῶν ἀνατολικῶν προέδρων συλ λαβὴν τὴν πρὸς αὐτὸν γραφεῖσαν τὸν θειότατον Κύ ριλλον, καὶ παρ' αὐτοῦ μαρτυρηθεῖσαν ὀρθόδοξον, ὅσα τε Λέων ὁ τῆς Ῥωμαίων ἁγιωτάτης Εκκλησίας νομεὺς ἁγιώτατος γέγραφε, και μάλιστα κατὰ τῆς Ευτυχιανῆς καὶ Νεστοριανής βδελυρίας συνέταξε ταῦτα μὲν ὡς Πέτρου, ἐκεῖνα δὲ ὡς Μάρκου γινώ σκω ὁρίσματα. Οὐ μὴν ἀλλὰ καὶ πάντα πάντων τῶν τῆς καθολικῆς ἡμῶν Ἐκκλησίας ἐκκρίτων μυσταγωγῶν θεόσοφα διδάγματα, εἴτε ἐν λόγοις τε καὶ συγ γράμμασιν, εἴτε ἐν ἐπιστολαῖς τισι περιείληπται. Καὶ συλλήβδην εἰπεῖν, ἅπαντα δέχομαι καὶ ἀσπάζομαι, ὅσαπερ ἡ ἁγία καθολικὴ ἡμῶν Ἐκκλησία προσ ἱεται· καὶ πάντα τούμπαλιν ἀποστρέφομαι, καὶ ἀναθεματίζω, καὶ λογίζομαι βέβηλα, ὅσα καὶ αὐτὴ πανσόφως βδελύττεται, καὶ τῆς οἰκείας εὐσεβείας ἡγεῖται πολέμια, οὐ μόνον βιβλίδια, καὶ λογίδρια, καὶ θεομάχα και παρέγγραπτα δόγματα, ἀλλὰ καὶ αἱρετικά και κακόδοξα, καὶ κακοδόξων αἱρέσεων ἡγησάμενα πρόσωπα· καὶ πρὸς πληροφορίαν ἡμῶν ἀπαράλειπτον αὐτὰ διαρθροῦμαι τὰ πρόσωπα, ἅπερ ἀναθεματίζω καὶ ποιοῦμαι κατάκριτα, οὐ γλώττῃ μόνον καὶ στόματι, ἀλλὰ καὶ καρδίᾳ καὶ πνεύματι, ὡς τῆς ἁγίας καὶ καθολικῆς ἡμῶν πίστεως ὀφθέντα διὰ πάντων ἐπίβουλα. Ανάθεμα τοίνυν εἰσαεὶ καὶ κατάθεμα, ἀπὸ τῆ; ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, Παν τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματο; ἔστωσαν, πρῶ τον μὲν Σίμων ο Μάγος, ὁ πασῶν πρῶτος κακίστων κακίστως ἄρξας αἱρέσεων· μεθ᾽ ἂν καὶ Κλεόβιος, Μέν ανδρος, Φίλητος, Ερμογένης, Αλέξανδρος ὁ Χαλο κεὺς, Δοσίθεος, Γόρθεος, Σατορνίνος, Μασβόθεος, 'Αδριανός, Βασιλείδης, Ισίδωρος ὁ τούτου υἱὸς καὶ τὴν μανίαν ὑπέρτερος, Εβίων, Καρποκράτης, Επι φανής, Πρόδικος, Κήρινθός τε καὶ Μήρινθος, Ούα λεντίνος, Φλωρίνος, Βλαστός, Αρτέμων, Σεκούνδος, Κασσιανός, Θεόδοτος, Ηρακλέων, Πτολεμαῖος, Μάρ- " κος, Κολορβάτος, 'Αδέμις ὁ Καρύστιος, Θεόδοτος ὁ σκυτεύς, Θεόδοτος ἕτερος, Εὐφράτης ὁ Περσικός, Μονόιμος ὁ ᾿Αραψ, Ερμογένης, Τατιανὸς ὁ Σύρος, Σεβήρος, Ασκληπιόδοτος, Βαρδησάνης, Αρμόνιος ὁ τούτου υἱὸς καὶ τὴν πλάνην ισόρροπος, Ερμόφι λος, Κέρδων, Σακέρδων, Μαρκίων ο Ποντικός, Απελλής, Απολλωνίδης, Πότιτος, Πρέπων, Πίθων, Συνερός, Θεόδοτος ὁ τραπεζίτης, Μοντανὸς, Πρί σκιλλά τε καὶ Μαξίμιλλα αἱ τούτου μανιώδεις μαθή τρίαι, Νέποι, Έλκεσέως 3, Ωριγένης, Ωριγένης 39 .. Έλκεσ.ύ;. Έλκεσαίος.
col. 3191–3192page 23 of 27
PG 87:3191ἕτερος ὁ καὶ ᾿Αδαμάντιος, Σαβέλλιος ὁ Λίθος, Νο ἀληθινὸν Θεὸν ἡμῶν τὴν ἡμέραν ἐφληνάφει τῆς κρί βατος, Παῦλος ὁ ἐκ Σαμοσάτων, Επίγενος, Κλεομένης, Νέητος ὁ Σμυρναίος. Μάνης ὁ τῆς ἀθέου μα νίας ἐπώνυμος, Σαββάτιος, "Αρειος, Μελέτιος, Αέτιος, Ευνόμιος, Αστέριος, Εὐδόξιος, Δονάτος, Μακεδόνιος ὁ τῷ ἁγίῳ μαχεσάμενος Πνεύματι, καὶ Πνευματομάχου προσηγορίαν ἀξίαν δεξάμενος Απολλινάριος ὁ Λαοδικεύς, καὶ ὁ τούτου υἱὸς Ἀπολ λινάριος, Μάγνος, Πολέμων, Κελέστιος, Πελάγιος, Ἰουλιανὸς, οἱ τῆς αὐτῆς μανίας ὑπέρμαχοι· Θεόδωρος ὁ Μοψουεστίας, καὶ Νεστόριος, οἱ τῆς μιαρᾶς ἀνθρωπολατρείας μιαρώτατοι κήρυκες· Κυρός τε καὶ Ἰωάννης οἱ Κίλικες, οἱ τῆς αὐτῆς ἀθεΐας ἀθεώ τατοι πρόβολοι· Εὐτυχής, Διόσκορος ὁ Εὐτυχέως ὑπερασπιστὴς καὶ συνήγορος, Βαρσουμᾶς· Ζωόρα, Τιμόθεος ὁ λεγόμενος Αίλουρος· Πέτρος ὁ Μογγός καὶ Ἀκάκιος οἱ τὸ κενωτικὸν 38 τεκτηνάμενοι Ζή νωνος· Λαμπέτιος ὁ τῆς δυσωνύμου τῶν Μαρκιων στῶν αἱρέσεως ἔξαρχος· Δίδυμος καὶ Εὐάγριος οἱ τῆς ὠριγενιανῆς τερθρείας μυστηριάρχαι παμμίαροι· Πέτρος ὁ κναφεὺς ὁ τῷ τρισαγίῳ ὕμνῳ προσε αρμόσαι σταυρὸν θρασυνόμενος· Πέτρος ἕτερος τὸ Ἰβηρικὸν καὶ φρενοβάρβαρον μίασμα· Ησαΐας δ τοῦ παρόντος Πέτρου συνομιλος, οἱ ἄλλην ἀκέφαλον ἐν Ἀκεφάλοις καταδείξαντες αἵρεσιν· μεθ' ὧν ἁπάντων καὶ πρὸ πάντων καὶ μετὰ πάντας καὶ κατὰ πάντας καὶ ὑπὲρ πάντας ἔστω καὶ Σεβῆρος ἀνάθεμα, ὁ τούτων μαθητὴς ἐκμανέστατος, καὶ πάντων χρη ματίσας Ακεφάλων τῶν νέων καὶ τῶν παλαιῶν ὠμό. τατος τύραννος, καὶ τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐχθρὸς δυσμενέστατος, καὶ τῆς Ἀντιοχέων ἁγιωτάτης Εκκλησίας μοιχὸς ἀνομώτατος, καὶ φθο ρεὺς βδελυρώτατος· Θεοδόσιος τε ὁ ᾿Αλεξανδρεύς, ὁ Τραπεζούντιος Ανθιμος, Ἰάκωβος ὁ Σύρος, Ἰου λιανὸς ὁ ᾿Αλικαρνασσεύς, Φελικίσσιμος, Γαϊανὸς ὁ ᾿Αλεξανδρεύς, ἀφ᾽ ὧν ἡ τῶν Γαϊανιτῶν, ἔγουν Ἰου λιανιστῶν, ἐπιγέγονεν αἵρεσις· Δωρόθεος ὁ τῆς αὐτ τῆς ἀθέως ὑπερμαχήσας αἱρέσεως· Παῦλος ὁ Μελα νός, οὐ μόνον δὲ λεγόμενος, ἀλλὰ καὶ γενόμενος κατά ἀλήθειαν· Ἰωάννης ὁ Γραμματικὸς ὁ τὴν ἐπωνυμίαν Φιλόπονος, μᾶλλον δὲ Ματαιόπονος, Κόνων τε καὶ Εὐγένιος, οἱ τρεῖς τῆς τριθείας τρισκατάρατοι πρόμαχοι· Θεμίστιος ὁ τῆς ἀγνοίας πατὴρ, καὶ γεννήτωρ, καὶ σπορεὺς ἀθεσμότατος, ὃς ἀγνοεῖν Χριστὸν τὸν οι σεως, ἀγνοῶν ἅπερ αὐτὸς ὁ θεήλατος ἔφασκε, καὶ μὴ εἰδὼς ἅπερ ἀμφιγνοῶν ἀνεφθέγγετο. Εἰ μὴ γὰρ Αγνόει τῶν οἰκείων λόγων τὴν δύναμιν, οὐκ ἂν τὴν ολέθριον ἄγνοιαν τέτοκε, καὶ τοῦ τῆς ἀγνοίας ἄγους θερμῶς ὑπερήσπιζεν, ἀγνοεῖν τὸν Χριστὸν, οὐ καθο Θεὸς ὑπῆρχεν ἀἴδιος, ἀλλὰ καθό γέγονεν κατὰ ἀλή θειαν ἄνθρωπος, τὴν ἡμέραν τῆς συντελείας καὶ κρίσεως ἐξ ἀφρόνων φρενῶν ἐρευγόμενος, καὶ ψιλόν αὐτὸν ἐργαζόμενος ἄνθρωπον· καὶ ταῦτα τερατείαν ἐπιφημίζων ἑαυτῷ τὴν ᾿Ακέφαλον, καὶ φύσιν μία, ενωτικὸν ΝΟΤ.Ε. Σ
col. 3193–3194page 24 of 27
PG 87:3193αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ φανταζόμενος σύν θετην· ἔστω δὲ σὺν αὐτῷ καὶ Πέτρος ὁ Σύρος ἀνά θεμα, καὶ Σέργιος ὁ ᾿Αρμένιος, οἱ τῆς μικράς τριθεῖας ἡγούμενοι, καὶ μηδὲ οὕτω πρὸς ἑαυτοὺς συμφωνήσαντες, μηδὲ τὰ αὐτὰ παραπλησίως ἀλλή λοις δοξάσαντες· Δαμιανός, ὁ τούτων μὲν ὑπερβαλο ιόντω; ἀντίπαλος, νέος δὲ φανεὶς ἐν ἡμετέροις χρό νοις Σαβέλλιος. Μεθ᾽ ὧν καὶ οἱ αὐτῶν τῆς ἀσεβείας διάδοχοι ἀνάθεμα ἔστωσαν καὶ κατάθεμα, Αθανάσιος τε ὁ Σύρος, καὶ ὁ ᾿Αποζυγάριος ᾿Αναστάσιος, καὶ οἱ τὴν τούτων ἀσύμβατου σύμβασιν, ἀσυμβάτως τε καὶ ἀμαθῶς προσιέμενοι, καὶ ἀλογίστων δίκην κτηνῶν ὑπ' αὐτῶν βουκολούμενοι· καὶ ἀλλήλοις μέν φησι 34-35 φιλικῶς συμφερόμενοι, ὑπ' ἀλλήλων δὲ τοῖς ἀναθεματισμοῖς ἐχθρωδῶς τιτρωσκόμενοι. ι! Ἐνδυέσθωσαν δὲ σὺν αὐτοῖς, καὶ περιβαλλέσθωσαν τὸ ἀνάθεμα καὶ κατάθεμα καὶ Βενιαμὶν ὁ ᾿Αλεξανδρεὺς, καὶ Ἰωάννης, καὶ Σέργιος, καὶ Θωμᾶς, καὶ Σεβήρος οἱ Σύροι, οἱ ἔτι ζῶντες ζωὴν τὴν ἐπάρατον, καὶ πολεμοῦντες ἐμμανῶς τὴν εὐσέβειαν· κοινωνείτω δὲ αὐτοῖς τῆς τῶν παρόντων ἀναθεματισμῶν κατα κρίσεως καὶ Μηνᾶς ὁ ᾿Αλεξανδρεύς, ὁ τῆς τῶν Γαῖα νιτῶν προμαχῶν καὶ προασπίζων αἱρέσεως, καὶ πολεμῶν ἐμφανῶς τῆς ἀληθείας τὸ κήρυγμα, καὶ πάντες σὺν αὐτοῖς οἱ τούτου κοινωνοὶ καὶ ὁμόφυλοι, καὶ τὴν ἀσέβειαν σύστοιχοι· βαλλέσθωσαν δὲ τοῖς ἴσοις αὐτοῖς ἀναθέματι καὶ πᾶσαι αἱ αἱρέσεις απ μετὰ τὴν Χριστοῦ παρουσίαν ἀκμάσασαι, καὶ Χρι στοῦ τὴν Ἐκκλησίαν πολεμεῖν θρασυνόμεναι, του τέστιν ἡ Νικολαΐτῶν, ἡ Εὐχιτῶν, ἡ Καϊανῶν, ἡ Αδαμιανῶν, ἡ Μαριλιωτών ή Βορβοριανῶν, ἡ Νασηνῶν, ἡ Στρατιωτικῶν, ἡ Αφονιτών ή Πιθιανών 26.87, ἡ Σοφιανῶν, ἡ Ὀφιτῶν, ἡ Ἀντιτα κτιτῶν, ἡ Περατικῶν, ἡ Υδροπαραστατῶν, ἡ Ἐγε κρατιτῶν, ἡ Μαρκιωνιστῶν, ἡ Φρυγῶν, ἡ Πεπουζιανῶν, ἡ ᾿Αρτοτυριτῶν, ἡ Τασκοδούργων, ἡ Τεστ σαρεσκαιδεκατιτῶν, ἡ Ναζωραίων, ἡ Μελχισεδεκιτῶν, ἡ ᾿Αντιδικομαριανιτῶν, ἡ Ταθηριανῶν, ἡ Μαρτια νῶν, ἡ Δουλιανῶν, ἡ ᾿Ανθρωπομορφιτῶν, ἡ Ἱερακι τῶν, ἡ Μεσαλλιανῶν, ἡ Εὐτυχιτῶν, ἡ Ἀκεφάλων, ἡ Οὐερσουνοι φιτῶν, ἡ Ἡσαϊανῶν, ἡ Ἀγνοϊτῶν, ἡ Ἰακωβιτῶν, ἡ Τριθεῖτῶν, καὶ εἴ τις ἑτέρα παρ' αὐτ τὰς καθέστηκε δυσσεβὴς καὶ θεήλατος αἵρεσις. "Απαντας τοίνυν τους προαναφερομένους αἱρεσιάρχας, καὶ τὰς μετὰ τούτους ὀνομασθείσας δυσσε βεστάτας αἱρέσεις καὶ σχίσματα αναθεματίζω καὶ καταθεματίζω ψυχῇ καὶ καρδίᾳ καὶ στόματι, ἐννοία φύσει σφίσι. 86.87 Ηφ:ονητῶν. Σηθιανῶν. ΝΟΤΑ. Βαρβυλλιωτών. Βαρδικιωτών. 13. Βαρβιλιῶται. ΑΙ. Ηφωνητῶν.: Φυσιωνιτών. συμφυρόμεναι. ἡ Ὀριανῶν ἢ Οφιτῶν, Ψαθυριανῶν, ἡ Κυρτιανών, ἡ Δουλιανῶν, ιν.
col. 3195–3196page 25 of 27
PG 87:3195τε καὶ λόγοις καὶ ῥήμασι, καὶ πάντα ἕτερον αἱρεσ. άρχην ὀλέθριον, καὶ πᾶσαν ἑτέραν παμβέβηλον αἷ ρεσιν, καὶ πᾶν ἕτερον σχίσμα θεήλατον, ὅσουσπερ ἡ ἁγία καὶ καθολικὴ ἡμῶν Ἐκκλησία ἀναθεματίζει. ᾿Αναθεματίζω δὲ καὶ καταθεματίζω καὶ πάντας αὐτ τῶν τοὺς ὁμόφρονας, τοὺς τὰς αὐτὰς αὐτοῖς ἀσεβείας ζηλώσαντας, καὶ ἀμετανοήτους ἐν αὐταῖς τελευτήσαντας, καὶ τοὺς ἔτι καὶ νῦν ἐν αὐταῖς διαμένοντας, καὶ πολεμοῦντας τῆς καθολικῆς ἡμῶν Ἐκκλησίας το κήρυγμα, καὶ πίστιν ἡμῶν τὴν ὀρθὴν καὶ ἀμώμητον βάλλοντας· καὶ ἀναθεματίζω πάλιν παραπλησίω; καὶ πάντα αὐτῶν τὰ θεομάχα συγγράμματα, ἃ κατά τῆς ἁγιωτάτης ἡμῶν καθολικῆς Ἐκκλησίας συν έταξαν, καὶ κατὰ τῆς ὀρθῆς ἡμῶν καὶ ἀμωμήτου συν εγράψαντο πίστεως· ἀναθεματίζω δὲ σὺν αὐταῖ; ταῖς βεβήλοις αἱρέσεσι καὶ πᾶσαν ἑτέραν θεοστυγή καὶ κακόδοξον αἵρεσιν, ἣν ἡ ἁγία καθολικὴ ἡμῶν Ἐκ κλησία ἀναθεματίζειν καὶ κατακρίνειν συνείθισται, καὶ τοὺς ἐξάρχους αὐτῶν καὶ γεννήτορας, καὶ τὰ αὐ τῶν μυσαρὰ καὶ παμμίαρα λογίδριά τε καὶ βιβλίδια μένα τιμῶν, καὶ κρατῶν, καὶ φρονῶν, καὶ σεβόμενος τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν ἐκκλησίας τὰ δόγματα, ἅπερ μερικῶς ὑμῖν καὶ διὰ βρα χέων ἐκτέθειμαι διὰ τὸ τῶν συνοδικῶν γραμμάτων, ὡς εἶπον, ἐπίτομον· μεθ' ὧν καὶ ἀπαίρειν τῶν ἐνα τεῦθεν προσεύχομαι, ὅτε Θεὸς τοῦτο γενέσθαι προς. τάξειεν. "Οθεν καὶ τὴν ὑμετέραν ἀξιῶ πατρικήν ἁγιότητα, ταῦτα πρὸς τῆς ἐμῆς ταπεινότητος θεσμῷ συνοδικῷ δεχομένην τα γράμματα, πατρῴοις θεωρῆσαι τοῖς ὄμμασι, καὶ ἀδελφικοῖς κατανοῆσαι τοῖς βλέμμασι, καὶ εἴ τι δι' ἄγνοιαν ἔπταισται, ἡ διὰ λήθην ἐλλέλειπται, ἢ διὰ σπουδὴν παρεώραται, ἢ διὰ συντομίαν κεκώφωται καὶ οὐδαμῶς ἐμνημόνευται, ἢ διὰ γλώττης ακινησίαν σεσίγηται, ἢ διὰ βραδυ γλωττίαν καὶ φωνῆς μεγίστην ίσχνότητα, ἢ διὰ λό γων ἀγροικοτέρων ἀσθένειαν καὶ μὴ βουλομένων ἡμῶν σεσιώπηται, προσθήκαις ἀναπληρῶσαι καὶ φθέγμασιν, ἐκ πατρικῆς προερχομένοις πληρώσεως, καὶ διορθώσεσιν ἰοῦναι, καὶ ῥῶσιν προσφιλεστάτην χαρίσασθαι ἀδελφικοῖς ἐνεργουμένην σπουδάσματι, καὶ πατρικαῖς ἀνομβρουμένην προθέσεσιν 16, ἵνα μὴ τό τε ἐλλιπὲς ἐν αὐτοῖς καὶ εὐτελὲς εἰσαεὶ διαφαίνοιτο, μήτε τὸ ἀσθενὲς καὶ ἀγνοίᾳ πολλάκις σφαλ λόμενον ἀῤῥωστοῦν εἰσαεὶ διαμένοι, καὶ δι᾿ ὅλου τοῦ βίου νοσηλευόμενον. ἐκ προσθέσεσιν. Οπερ φιλικῶς ὑφ' ὑμῶν καὶ γνησίως γιγνόμενον πλουτίσῃ μὲν ἐμὲ καὶ ἰάσηται, μαρτυρήσῃ δὲ τοῖς μακαριωτάτοις ὑμῖν τὸ συμπαθὲς καὶ φιλόστοργον, ταὐτὸ δὲ εἰπεῖν τὸ φιλάδελφόν τε καὶ φιλότεχνον οὕτω δὲ πρὸς ὑμῶν ἐγὼ πλουτιζόμενος, καὶ τὸ ἐλλιπὲς προσαναπληρούμενος, καὶ τὸ ἀσθενὲς ἰατρευόμενος, καὶ τὸ χωλὸν ἀνορθούμενος, καὶ ῥώσει καὶ πλούτῳ πατρικῷ καὶ ἀδελφικῷ στεφανούμενος, πηλίκην ἔχειν χάριν ὑμῖν καὶ χαρὰν σὺν αὐτῇ νομισθή
col. 3197–3198page 26 of 27
PG 87:3197σομαι, ἢ εὐφροσύνην τρυγἂν καὶ ἡδονὴν τὴν ἀνω τάτω γνωσθήσομαι! ᾿Αλλὰ τοῦτο μὲν εἰδείη μό. της Θεὸς, εἰδείην δὲ καὶ αὐτὸς ἐγώ, θεοτίμητο:, ὁ τὴν τοιαύτην κερδαίνων εὐπάθειαν, καὶ τὴν λαμπράν εὐεργεσίαν δρεπόμενος. Εἰδείητε δὲ τάχα καὶ αὐτοὶ και μαθήσοισης, εἰ καρδίας τῆς ἐμῆς τὸ θερμὸν εἰς εὐσέβειαν ἴδοιτε, καὶ τῆς ψυχῆς τὸ πολὺ πρὸς ἀγάπησιν ψυχικοῖς ὀφθαλμοῖς θεωρήσατε. Περὶ τούτων οὖν ἐπὶ πλέον ὑμᾶς αἰτεῖν τοῖς λόγοις ἀφέμενος (οἶδα γὰρ, ὡς ταῦτα πάντως πληρώσετε 19 καὶ πρὸ τῶν ἡμε τέρων ἐλαχίστων αιτήσεων, ἀδελφικῆς ἀγάπης πυρ σε πυρακτούμενοι, καὶ πόθῳ πατρικῷ φλογιζόμε ναι), ἐκεῖνο δυσωπῶ, καὶ δυσωπῶν οὐδέποτε παύ σομαι, ὥστε καὶ εὐχαῖς πρὸς Θεὸν καὶ δεήσεσιν ἐμὲ περιέπειν θερμότατα τον δεδιότα καὶ τρέμοντα, καὶ τὸ βάρος βαστάζειν τοῦ προτεπιτεθέντος μοι ζυγοῦ μὴ δυνάμενον· καὶ οὐ τοῦτό γε μόνον, ἀλλ' ὅπως καὶ τὸ Χριστοῦ μοι τοῦτο συμβόσκειτε ποίμνιον ὅπερ ποιμαίνειν μὲν αὐτὸς ἐγκεχείρισμαι, ἀδυνατο δὲ, μὴ ἐπικουρούντων ὑμῶν ἀντιλήψεσι, ποιμαίνειν τοῦτο καὶ τρέφειν ἐνθέοις τισὶ καὶ ὠφελίμοις βλαστι μασι, καὶ φυλάττειν ἀβλαθὲς καὶ ἀπήμαντον. Καὶ διὰ τοῦτο πρεσβεύω καὶ δέομαι, ἵνα μὴ βλάβην ταῦτα τὴν οἰανοῦν ὑπομένοντα παρὰ τὴν ἐμὴν ἀπειρίαν καὶ ἀτεχνίαν, καὶ οὐκ ἀρκοῦσαν πρὸς τὸ δεόντως. νέμειν ἀδράνειαν, ὡς αὐτὸς αὐτοῖς λυμηνάμενος ἐν ἡμέρᾳ τῆς κρίσεως κρίνωμαι, καὶ τῶν κλεπτόντων καὶ σφαττόντων καὶ ἀπολλύντων Χριστοῦ τοῦ Θεοῦ τὰ πολυτίμητα πρόβατα οὐ τελευτῶσαν ὑφέξω τὴν κόλατιν. Τὴν γὰρ τούτων σωτηρίαν τε καὶ ἐπαύ ξησιν, καὶ τὴν πέαις ταῖς ἀρίσταις κορυφουμένην πιότητα οἶδα σαφῶς καὶ ἐπίσταμαι πρὸς τοῦ ἀρχι ποιμένες Χριστοῦ εὐθυνθησόμενος. Αλλ' εἴ τι, θεοτίμητοι, δύνασθε, Χριστοῦ χαριζομένου τὸ δύνασθαι, βοηθεῖν ἡμῖν ἀγωνίσασθε· ἵνα μὴ καὐτὸς ἐγώ, καὶ τὰ Χριστοῦ ταῦτα τὰ τιμιώτατα πρόβατα θηριάλωτοι παρὰ τὴν ἐμὴν ἀδυναμίαν γενοίμεθα. Τὴν ἴσην δὲ ὑμῖν πλουσίαν ἄγω παράκλησιν, ἵνα ἐκτενῆ ποιῆσθε καὶ ἄπαυστον τὴν πρὸς Θεὸν ἱκετείαν καὶ δέησιν ὑπὲρ τῶν φιλοχρίστων καὶ γαληνοτάτων ἡμῶν βασιλέων, τῶν θεόθεν τῆς βασιλείας λαχόντων τοὺς οἴακας· ὅπως αὐτοῖς φιλοικτίρμων Θεὸς καὶ φιλάνθρωπος, ὁ καὶ δύναμιν ἔχων ἰσοσθενῆ τῷ βου λήματι, ταῖς ὑμετέραις Θεοδέκτοις εὐχαῖς μειλιττό. μενος, ἐτῶν μὲν πληθὺν αὐτοῖς πολλὴν προσχαρί σηται, νίκας τε μεγίστας κατὰ Βαρβάρων δοίη καὶ τρόπαια, καὶ παίδων παισὶν αὐτοὺς στεφανώσειε, καὶ εἰρήνῃ θεϊκῇ χαρακώσεις, καὶ σκῆπτρα παράσχοι κραταιὰ καὶ ἐνδύναμα, Βαρβάρων μὲν ἁπάντων, μάτ λιστα δὲ Σαρακηνῶν, ἀφρὺν καταθράττοντα, τῶν δι' ἁμαρτίας ἡμῶν ἀδοκήτως νῦν ἡμῖν ἐπαναστάντων, καὶ πάντα ληϊζομένων ὠμῷ καὶ θηριώδει φρονήματι, καὶ δυσσεβεῖ καὶ ἀθέῳ τολμήματι. Διὸ περισσῶς τοὺς μακαρίους ὑμᾶς ἱκετεύομεν ἐκτενεστάτας πρὸς Χριστὸν τὰς δεήσεις ποιήσασθαι, ὅπως ταύτας εὐ μενῶς πρὸς ὑμῶν προσηκάμενος καταβάλλοι θάττον τα πληρώσο:τε.
col. 3199–3200page 27 of 27
PG 87:3199αὐτῶν τὰ μανίας πλήρη φρυάγματα, καὶ εὐτελεῖς αὐτοὺς ὑποπόδιον, καθὰ τὸ πρότερον, τοῖς θεοσδό τοις ὑμῶν βασιλεῦσι δωρήσοιτο· ἵνα εὐημεροῖεν μὲν αὐτοὶ οἱ τὸ ἐπὶ γῆς ἡμῶν βασίλειον ἔχοντες, πολεμικῶν θορύβων παυσάμενοι· εὐημεροῖ δὲ σὺν αὐτοῖς καὶ ἅπαν αὐτῶν τὸ πολίτευμα, σκήπροις τοῖς αὐτῶν καρτερῶς χαραχούμενον, καὶ εἰρηνικῆς δι' αὐτῶν καταστάσεως τοὺς εὐφροσύνης τοκέας δρεπόμενον βότρυας. ᾿Αντιβολῶ δὲ δικαίως ὑμῶν τὸ φιλάδελφον, Λεόντιον τὸν θεοφιλέστατον διάκονον τῆς ἁγίας Χρι στοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, καὶ τοῦ εὐαγούς ἡμῶν σεκρέτου καγκελλάριόν τε καὶ πρωτονοτάριον καὶ τὸν εὐλαβέστατον ἡμῶν ἀδελφὸν Πολύευκτον, τοὺς τοῖσδε ἡμῶν τοῖς συνοδικοῖς διακονουμένους χαράγμασιν, εὐμενέσι προσώποις θεάσασθε, καὶ συγκαταβάσει πρεπώδει προσδέξασθε. Τοῦτο γὰρ ὑμῶν καὶ τὸ ἰδιώτατον πέφυκε γνώρισμα, ᾧ τοὺς θεατὰς ὑμῶν ἀεὶ καταπλήττετε, ἐν ὕψει τε μεγίστῳ τυγχάνοντες, καὶ μεγίστην ἐνδεδυμένοι ταπείνωσιν. ᾿Αλλὰ καὶ πᾶσιν ὑμῶν τοῖς λαμπροῖς ἰδιώμασι πνευματικῶς καὶ ἱλαρῶς δεξιώσασθε, καὶ ἐφόδια ψυχῆς πνευματικὰ καὶ λαμπρὰ προσχαρίσασθε, και θᾶττον ὡς ἡμᾶς ἀντιπέμψατε γαννυμένους καὶ χαί ροντας, ὅτι τοιοῦτον ἱστορεῖν Βυζαντίων ἠξίωνται πρόεδρον· χαροποιοῦντά τε καὶ ἡμῶν τὴν εὐτέλειαν ἐν τῷ διηγεῖσθαι κομψῶς ἡμῖν τὰ ὑμέτερα, ῥῶσιν ψυχῆς Θεοδώρητον, καὶ ὑγείαν τοῦ σώματος θεόσδο τον, καὶ νέμειν ποθούμενα γράμματα, τὰ πίστιν ἡμῖν τὴν ἐρθὴν ἐκφαιδρύνοντα, καὶ τὸ ἦθος τῆς ψυχῆς ἐκλευκαίνοντα, καὶ τὴν ποιμαντικὴν ἡμᾶς ἐπιστήμην παιδεύοντα, καὶ θαρραλέους πρὸς τὸ ποιμαίνειν τὰ ἐνθάδε Χριστοῦ ποιούμενα ποίμνια... πᾶσαν τὴν σὺν τοῖς πανιέροις ὑμῖν θεοφιλή καὶ φαιδρὰν ἀδελφότητα πλεῖστα ἐν Χριστῷ τῷ Θεῷ ἐγώ τε ὁ ταπεινὸς καὶ ἐλάχιστος, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ προσαγορεύομεν· ἐῤῥωμένος ἐν Κυρίῳ ὑπερεύχου μου, αγιώτατε ἀδελφέ.
Continue reading PG 87: Orationes →≣ entire volume