Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3365–3366page 1 of 3
PG 87:3365Περὶ ἐξαγγελιών ΠΕΡΙ ΕΞΑΓΓΕΛΙΩΝ ΕΚ ΤΟΥ ΑΓΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ. Πολλοί τρόποι τῶν ἐξαγγελιῶν εἰσιν· ἄλλος γάρ ἐστιν ὁ ἑκουσίως ἐξαγγέλλων, καὶ ἄλλος ὁ ἀπὸ πειρασμοῦ ἢ ἀρρωστίας· καὶ τινὲς μὲν φεύγουσι τοὺς ἐστυμμένους καὶ τὴν Γραφήν μεμνημένους, προστρέχουσι δὲ τοῖς ἰδιώταις· ἄλλως γὰρ ὠφελεῖται ὁ εἰς ἰατρὸν δόκιμον ἄῤῥωστος περιοδευόμενος, καὶ ἄλλως ὁ εἰς ἄπειρον τῆς ἰατρικῆς τέχνης· καὶ ἄλλος τρόπος πάλιν τῆς ἐξαγγελίας τῶν ἀρχόντων, καὶ ἄλλος τῶν στρατευομένων, καὶ ἄλλος τῶν πλουσίων, καὶ ἄλλος τῶν πτωχῶν καὶ πενήτων, καὶ ἄλλος τῶν γερόντων, καὶ ἄλλος τῶν νεωτέρων· καὶ ἄλλος Ο τρόπος τοῦ ἐκκλησιαστικού τάγματος, καὶ ἄλ λος τῶν μοναζόντων, καὶ ἄλλος τῶν ἐν κοινοβίῳ, καὶ ἄλλος τῶν ἡσυχαζόντων, καὶ ἄλλος τῶν ἀναχωρητῶν· οὓς ὀφείλει ἀκριβῶς εἰδέναι ὁ τὰς ἀναδοχές δεχόμενος· ὥσπερ ὁ δόκιμος ἰατρὸς ἑκά στου πόνου καὶ ὀδύνης καὶ ἀλγήματος, τάς τε βοτά νας καὶ τὰ κενωτικὰ καὶ τὰ ξύρια καὶ τὰ οὐλωτικά γινώσκε: καὶ ἐπίσταται, οὕτως καὶ οἱ τὰς ἐξαγγελίας δεχόμενοι ὀφείλουσιν εἰδέναι, τί ἐστι ψυχική νόσος καὶ ναὸς ἀῤῥωστία και καρδίας ταραχὴ καὶ πάθος σωματικὸν, καὶ τί ἐστι πορνεία νοός, καὶ μοιχεία ψυχῆς, καὶ αὔραι διανοίας. καὶ παραριπισμοί συνει δέσεως, τί ἐστιν ἁμαρτία, και τί ἐστιν ἀδικία, τί ἐστι πλεονεξία, τί τὸ ψεῦδος, καὶ τί ἡ ἐπιορκία καὶ ὥσπερ ὁ μετὰ αἱρετικῶν δογματίζων ἐὰν οὐ γινώσκει τί εστι ἡ οὐσία καὶ φύσις, τί ἐστιν ἡ ὑπόστασις καὶ πρόσωπον ἄτομον, τί ἐστιν ἡ δια φορὰ καὶ ποιότης καὶ ἰδίωμα, ἑαυτὸν μὲν βλάπτει, ἄλλους δὲ οὐκ ὠφελεῖ, οὕτως καὶ οἱ τὰς ἐξαγγελίας δεχόμενη· ἑαυτῶν γὰρ τὰ ἴδια πάθη μὴ ἰατρεύσαν. τῆς, καὶ διὰ τῶν γραφικών βοτανών, καθαρσίων, καὶ ἀλειμμάτων, τὴν χολὴν τῆς ἁμαρτίας, καὶ τὸ φλέγμα τῆς ἀδικίας, καὶ τὴν δυσωδίαν τῆς πλεονεξίας ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτῶν μὴ καθαρίσαντες, καὶ τὴν ἰδίαν ἀσθένειαν μή θεραπεύσαντες, και
col. 3367–3368page 2 of 3
PG 87:3367ἑαυτοὺς μὴ ἐλεήσαντες, πώς δύνανται ἄλλου, ἐλεη σαι, βοηθῆσαι; καὶ κενοδοξίας καὶ ἀνθρωπαρεσχίας τοὺς θείους κανόνας παραχαράττοντες μὴ ἐπιστάμενοι ψυχικῶς ἐθανάτωσαν τοὺς ἐξαγγέλλοντας. ἄλλο ἀντ᾽ ἄλλου διδάξαντες, καὶ τοὺς ἁμαρτήσαντας, πεφορτισμένους τῷ θανάτῳ παρέπεμψαν· τὸ δὲ αἷμπ τῶν ἐξαγγειλάντων, ἐν ἡμέρᾳ κρίσεως ἐκ τῶν τοιούτων διδασκάλων ἀπαιτήσει ὁ ἀδέκαστος Κριτής. κωφὸν ἢ ἄλλως τὸ σῶμα πεπηρωμένον, ἀφορίζεται, Εἴ τις μεταλαβὼν τοῦ σώματος καὶ αἷματος του Κυρίου, λούσεται, ἐπικατάρατος. Ο νηστεύων εἰς τὸ κοινωνῆσαι ἐὰν ἐκ τοῦ ὑπεναντίου εἰσέλθῃ ὕδωρ εἰς τὸ στόμα αὐτοῦ, ἡ νιπτομένου ἢ λουομένου, οὐκ ἀποστραφήσεται τῆς κοινωνίας, ἵνα μὴ εὕρῃ ἀφορμὴν ὁ Σατανᾶς τοῦ κωλῦσαι αὐτόν. Ὁ λύων ὅρον γονέων ἢ ζώντων ἢ τεθνεώτων, ἀνάθεμα έστω. Ο τριχών ἀπτόμενος καὶ τὸ πρόσωπον τύπτων, ἢ ἁπλῶς περ φρονῶν τοὺς γονέας αὐτοῦ, κἂν ἐπὶ ζωῆς κἂν ἐπὶ θανάτου, ἐπικατάρατος. Εἰ τοὺς στάχυας τοὺς ἀπο πίπτοντας οὐκ ἀφίησιν συλλέγειν τοῖς πτωχοῖς, επικατάρατος. Εἴ τις δίδοι τοῖς μάντεσιν ἀντίψυχον, καὶ λαμβάνει γραπτὸν, ἢ ᾄδει, ἐπικατάρατος. Εἴ τις ἀπαρχὰς ἄλωνος καὶ ληνοῦ οὐ δώσει τῇ κλησίᾳ καὶ τοῖς πτωχοῖς, ἐπικατάρατος. Εἰ τις ἀδελφὸν διαβάλλῃ, σὺν τῷ διαβόλῳ κατακρίνεται. Ἐὰν μεθύσῃ μοναχός, επόρνευσεν. Ἐὰν ἀπὸ γαστριμαργίας ἐμέσῃ, ἐπόρνευσεν. Ἐὰν μοναχὸς γε λάσῃ ἐπὶ δήμου, επόρνευσεν. Ἐὰν ἀπολογηθῇ τῷ ἡγουμένῳ αὐτοῦ. ἐπόρνευσεν. Εἴ τις μοναχὸς ἀπο ζώννυται ἐν τῇ κοίτῃ αὐτοῦ, καὶ οὕτως κοιμηθῇ, ἐχέτω μετανοίας ρν. Ο συνευχόμενος ἀκοινωνήτῳ, ἀκοινώνητος ἔστω καὶ αὐτός. Ο συνευχόμενος αίρε τικῷ ἐν ἐκκλησίᾳ ἡ ἐν οἴκῳ, ἀκοινώνητος ἔστω καὶ αὐτός. Ο συνευχόμενος καθῃρημένῳ, καθῃρημένος ἔστω καὶ αὐτός. Ο κοινωνῶν τοῖς ἀκοινωνήτοις, ἀκοινώνητος ἔστω καὶ αὐτός. Κοσμικές φροντ δας ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος δεχόμενος, καθαιρεῖται. Κληρικὸς ἐγγύας οὐ δίδωσι, δοὺς δὲ καθαιρεῖται. Ἱερεὺς πιστὸν ἢ ἄπιστον τυπτήσας, καθαιρεῖται. ῾Ο ἐπὶ χρήμασιν ἱερεὺς γενόμενος, μετὰ τοῦ χειροτονήσαντος ἔσται κατὰ τὸν Σίμωνα καθαιρούμενος. Ἱερεὺς τόκους ἀπαιτῶν, εἰ οὐ παύεται, καθαιρεῖται. Ο κυβιστής και πάροινος ἱερεὺς, εἰ μὴ παύοιτο, καθαιρείσθω. Εἰ τις τὴν ἑαυτοῦ γυναίκα έκβάλῃ, καὶ ἑτέραν ἀγάγηται, ἀφοριζέσθω. Ο δίχα τῆς κατὰ τρίβον ἀνάγκης κληρικὸς εἰς καπηλεῖον ἐσθίων, ἀφοριστέος. ῾Ο ἐμπαίζων χωλὸν ἢ τυφλὸν 1 ὡς ἐπιμεμφόμενος τὸν πλάσαντα αὐτόν. Ο τὴν εὐσέβειαν μὴ διδάσκων ἐπίσκοπος, ἀφορίζετα καθαρεῖται δὲ μένων ἀδίδακτος. Επιδεῆ κληρικὸν οὐκ εὐεργετῶν ἐπίσκοπος, ἀφορίζεται. Ὁ βιασάμενος παρθένον ἀμνήστευτον, συμφθαρείς αὐτήν, ἀφορίζεται, καὶ μὴ ἐξέστω αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ' ἐκείνην κατέχειν ἢν ᾑρετίσατο, κἂν πενιχρά τυγχάνῃ. Ο γενόμενος θυτοῦ πνικτοῦ ἢ θηριαλώτου ἢ θνησιμαίου, καθαιρεῖται· ὁ δὲ λαϊκὸς ἀφορίζεται. Γίνεται χωλὸς ἢ ἑτερόφθαλμος ἄξιος ὑπάρχων ἐπίσ σκοπος· ὁ μέντοι τυφλὸς ἢ κωφὸς οὐ γενήσεται. ΝΟΤΑ. τοὺς θείους κανόνας μὴ ἐπιστάμενοι κενοδοξίᾳ καὶ ἀνθρωπαρεσκείᾳ παραχαράτο τοντες.
col. 3369–3370page 3 of 3
PG 87:3369Τοὺς ἀμφιγνοουμένοις εἰ ἐβαπτίσθησαν, ή μή, ημε σαν βαπτίζεσθαι, μήποτε τῷ δισταγμῷ στερηθῶσι τῆς θείας καθάρσεως. Θυσιαστήριον ἐν ἀγρῷ ἢ ἐν ἀμπελῶσι γενό μενον ἐν ᾧ λείψανον οὐκ ἐναπόκειται μαρτύρων, καταστρεφέσθω. Καταστρεφέσθωσαν δὲ καὶ τὰ δι' ἐνυπνίων καὶ ἀποκαλύψεων συνιστάμενα θυσιαστήρια· σκέτος γὰρ ἂν ὁ διάβολος, φῶς ὑπο κρίνεται, καὶ προφάσει δῆθεν εὐλαβείας τὰς τῶν ἀνθρώπων δελεάζει ψυχάς. Εί τις φωραθῇ ἀποκείρων τινὰ χωρὶς παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑπο ταγὴν παραλαβεῖν ἡγουμένου, αὐτὸς καθαιρείσθω ὁ δὲ ἀποκαρεὶς ὑποταγῇ καὶ μοναστηρίῳ διδόσθω. Εν τις κληρικός πορνεύσαι, τοῦ μὲν βαθμοῦ τῆς ἱερωσύνης κατάγεται, τῆς θείας δὲ κοινωνίας οὐ κωλύεται, ἀλλὰ μετὰ τῶν λαϊκῶν κοινωνεί. Οτι οὐ χρὴ μεταδιδόναι τῶν θείων μυστηρίων τοῖς λαμβάνουσι τόκους, ἢ συνεσθίειν αὐτοῖς ἐπιμένουσι τῇ παρανομία. Εἰ ὀφείλει ὀνειρωθείς κοινωνῆσαι, ἢ οὐ; Εἰ μὲν ἐπιθυμίᾳ γυναικὸς, οὐκ ὀφείλει· εἰ δὲ ὁ Σατα νᾶς πειράζων αὐτὸν, κοινωνείτω τῶν θείων μυστηρίων, ἐπεὶ οὐ παύσεται ὁ πειράζων ἐπιτιθέμενος αὐτὸν κατ' ἐκεῖνον τὸν καιρὸν ὅτε ὀφείλει κοινων σαι. Εἰ μὴ δυνατὸν ἐν ἐκκλησίᾳ προϊέναι, κατ' οίκον συνάξεις, ὦ ἐπίσκοπε, ἵνα μὴ εἰσέρχητα: εὐσεβὴς εἰς ἐκκλησίαν ἀσεβῶν· οὐχ ὁ τόπος γὰρ τὸν ἄνθρωπον ἁγιάζει, ἀλλ' ὁ ἄνθρωπος τὸν τόπον· φευκτέον σοι ἔστω διὰ τὸ βεβηλῶςθαι ὑπ' αὐτῶν· ὡς γὰρ ὅσιοι ἱερεῖς ἁγιάζουσιν, οὕτως οἱ ἐναγεῖς μιαίνουσιν· εἰ δὲ μήτε ἐν οἴκῳ ἅμα μήτε ἐν ἐκκλησία δυνατόν συντ αθροισθῆναι, ἕκαστος ἑαυτῷ ψαλλέτω, ἀναγινωσκέτω, προσευχέσθω· ἢ ἅμα δύο ἢ τρεῖς· «Ὅπου γὰρ ἐὰν ὦσι, φησὶν ὁ Κύριος, δύο ή τρεῖς συνηγμένοι ἐν τῷ ἐμῷ διώματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐὰν ἱερεὺς πίῃ εἶνον καὶ ξεράσῃ, ἡμέρας μ' μὴ κοινωνείτω· ὁμοίως δὲ καὶ μοναχός. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος πέσῃ εἰς ἁμαρτίαν γυναικός, καθαιρείσθω. Ε' τις ποιήσει μετὰ ἑτέρου, καὶ ἀποθάνῃ τὸ ἐν μέρος, ἵνα ποιήσῃ ἐπιτίμιον ὁ ζῶν, ἤτοι παρηγο γέλθη ὑπὸ τοῦ πνευματικοῦ, καὶ χρόνον ἕνα εὐχό μενος ὑπὲρ τοῦ τελευτήσαντος. Τοῖς διδοῦσι χρήματα πρὸς τὸ διαφυγεῖν βασάνους, οὐκ ἔστιν ἔγκλημα είλοντο γὰρ χρήματα ζημιωθῆναι ἡ ψυχήν· καὶ λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Οὐδὲ τοῖς τῇ φυγῇ τὴν σωτηρίαν πορισαμένοις ἔστιν ἐγκαλεῖν, κἂν ἀντ᾽ αὐτῶν ἕτεροι κατεσχέθησαν· ἡδύναντο γὰρ κἀκεῖνοι φυγεῖν. Εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπ' ἐγκλήματι τοῦ οἰκείου κατεγνωκὸς ἐπισκόπου πρὸ συνοδικῆς διαγνώσεως ἀποστῇ τῆς αὐτοῦ κοι νωνίας, καὶ μὴ ἀναφέρῃ τὸ ὄνομα αὐτοῦ, καθαιρεί. σθω. Καὶ εἴ τις ἐπίσκοπος αὐτὸ τοῦτο τολμήσει κατὰ τοῦ ἰδίου μητροπολίτου, καθαιρείσθω. Ωσαύ τως καὶ εἴ τις ἐπίσκοπος ἡ μητροπολίτης κατὰ τοῦ πατριάρχου ταῦτα τολμήσει, τῆς ἱερωσύνης πανέ σθωσαν. Εἰ δέ τινες ἀπος αῖέν τινος οὐ διὰ πρόφασιν ἐγκλήματος, ἀλλὰ δι' αἵρεσιν ὑπὸ συνόδου ἢ ἁγίων
Continue reading PG 87: Fragmentum: de baptismate apostolorum →≣ entire volume