Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 87:3371Πατέρων κατεγνωσμένην τιμῆς καὶ ἀποδοχῆς ἄξιο:, ὡς οἱ ὀρθόδοξοι. Περὶ τοῦ βαπτίσματος τῶν Ἀποστόλων. Απορούντων τινῶν φιλοπευστούντων καὶ λεγόν των, Ὑπὸ τίνος ἄρα οἱ ἀπόστολοι ἐβαπτίσθησαν, καὶ εἰ μὴ ἐβαπτίσθησαν, πῶς ἐβάπτιζον; καὶ προσέτι ἀπορούντων, Ὑπὸ τίνος ἄρα κεχειροτόνηνται, καὶ εἰ μὴ κεχειροτόνηνται, πῶς ἐχειροτόνουν; παρώρμησαν τὴν ἡμετέραν ταπείνωσιν φιλοπονηθὲν περὶ τούτων τὴν ἔρευναν ποιήσασθαι καὶ εὔρομεν ἐν τοῖς ὑπομνήμασι τοῦ ἁγίου Σωφρονίου καὶ ἄλλα πλεῖστα μνή μης άξια, καὶ πρὸς τούτοις καὶ ταῦτα, περὶ ὧν καὶ τὴν ἔρευναν ἐποιησάμεθα, ὅτι μόνον τὸν ἅγιον Πέ τρον ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οἰκείαις χερσὶ ἐβάπτισε, καὶ Πέτρος Ανδρέαν, καὶ Ανδρέας Ἰάκωβον καὶ Ἰωάννην, Ιωάννης δὲ καὶ Ἰάκωβος τοὺς λοιποὺς πάντας ἀποστόλους. Φησὶ δὲ καὶ τοῦτο, ὅτι τὴν πανάχραντον Δέσποιναν ἡμῶν Θεοτόκον καὶ Μητέρα τῆς ζωῆς ἡμῶν ὁ Πέτρος σὺν τῷ Θεολόγῳ Ἰωάννῃ ἐβάπτισεν· καὶ προστίθησιν, ὅτι ἀνεψιὸς ἦν ὁ Θεολόγος Ἰωάννης τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα· ὁ γὰρ Ἰωσήφ, ὁ μνήστωρ τῆς Παρθένου, τέσσαρας υἱοὺς ἔσχεν ἐκ τῆς βιωτικῆς αὐτοῦ γυναικὸς, Ἰάκωβον, Σίμωνα, Ἰούδαν καὶ Ἰωσῆ· καὶ τρεῖς θυγατέρας, τήν τε Εσθήρ καὶ τὴν Θάμαρ καὶ τρίτην τὴν Σαλώμην ὁμώνυμον τῇ μητρὶ· ἥντινα ἐξέδοτο ὁ Ἰωσὴφ πρὸς γάμον τῷ Ζεβεδαίῳ· μεθ᾿ ἧς ἔτεκεν Ζεβεδαίος Ἰά κωβον καὶ τὸν εὐαγγελιστὴν Ἰωάννην, ὃς τρεῖς μη τέρας ἔσχεν ἐπὶ τῆς γῆς· τὴν μὲν μίαν Σαλώμην, ἐξ ἧς καὶ γεγέννηται σωματικῶς· δευτέραν δὲ Βροντήν, ὅτι βροντῆς υἱὸς ἐχρημάτισε νοητῶς παρὰ τοῦ Κυρίου, ὅτε τῷ σταυρῷ παρειστήκεισαν, Ἰδοὺ ἡ μήτηρ σου, πρὸς τὸν Θεολόγον φήσαντος· καὶ αὖ πρὸς τὴν Παρθένον, Γύναι, ἴδε ὁ υἱός σου, εἰπόντος. φῶς, Θάμαρ Μάρθαν.
Continue reading PG 87: In vitam SS. Cyri et Joannis →≣ entire volume