Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3379–3380page 1 of 4
PG 87:3379ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΣΩΦΡΟΝΙΟΥ ΜΟΝΑΧΟΥ ΜΟΝΗΣ ΑΒΒΑ ΘΕΟΔΟΣΙΟΥ ΤΗΣ ΚΑΤΑ ΤΗΝ ΕΡΗΜΟΝ ΟΥΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ ΠΟΛΕΩΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΚΥΡΟΝ ΚΑΙ ΙΩΑΝΝΗΝ ΤΟΥΣ ΜΑΡΤΥΡΑΣ. Η ΠΡΟΘΕΩΡΙΑ. α'. Οφθαλμῶν ἀῤῥωστίας ἕνεκα Κύρῳ καὶ Ιωάννῃ προσελθόντες τοῖς μάρτυσιν, κατὰ τὸν πό τῶν νεὼν ἐτρίβομεν· καὶ τὰ τῶν ἰάσεων βλέποντες κύματα, ὑπομνήμασιν ἐντυχεῖν ἠβουλήθημεν τὴν τῶν μαρτύρων ἡμᾶς ἐκδιδάσκουσιν ἄθλησιν, και τινα τῶν προλαβόντων θαυμάτων κηρύττουσιν· καὶ μηδὲν εὑρόντες ὧν ἔφημεν, εἰ μὴ μόνας δύο μικράς ὁμιλίας Κυρίλλου τοῦ μεγάλου τῆς ἀληθείας προς μάχου καὶ κήρυκος, εἰς ζῆλον ἀφόρητον ήχθημεν. Εἰ ψευδῆ μὲν συγγράφοντες Έλληνες, καὶ μηδὲν ἀλη θές, μηδὲ φασμάτων ἐλεύθερον λέγοντες, βίβλους ὑπὲρ δαιμόνων τοσαύτας γεγράφασιν, ἡμεῖς δὲ τετραπόδων δίκην κατὰ τοὺς Ἰὼβ τοῦ δικαίου φίλους σε γήσομεν, τοσαῦτα καὶ τηλικαῦτα τῆς ἀληθείας, κα τις ἐστὶν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἔργα θαυμάσια βλέ ποντες διὰ τῶν ἀσκητῶν καὶ τῶν τούτου θεραπόντων γιγνόμενα; καὶ μάλιστα διαρρήδην βοῶντος ἀκούον ι.
col. 3381–3382page 2 of 4
PG 87:3381τες, Όσα είπατε ἐν τῷ κρυπτῷ, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ 8 πρὸς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτ των κηρύξατε· καὶ τῶν μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσιν, πρὸς τοὺς σιγᾶν αὐτοῖς ἐπιτρέποντας λεο γόντων, «Ως ἡμεῖς οὐ δυνάμεθα & ἴδομεν καὶ ἡκού σαμεν μὴ λαλεῖν.» Διὸ καὶ ἡμεῖς ζήλῳ θερμοτέρῳ καιόμενοι πρὸς τὴν σορὸν τῶν ἁγίων ἐδράμομεν· καὶ πεσόντες εὐσεβῶς ἐπὶ πρόσωπον ὁλοψύχως ηὐξάμεθα ὡς ἤδη ἐν ἡμῖν ὑπουργοῦσαν τὴν ὅρασιν, περὶ τῆς αὐτῶν ἀθλήσεως ἐντελέστερον γράψωμεν, καὶ περὶ τῶν πρὸς αὐτῶν γινομένων θαυμάτων συντάξωμεν, συνεργούσης ἡμῖν πρὸς τὸν κάματον τῆς θείας αὐτ τῶν χάριτος καὶ δυνάμεως· ὑπὲρ ὧν ἡμεῖς ἠβουλόμεθα γραφὴν τὴν παροῦσαν ποιήσασθαι· τὴν ᾿Ανναν ἐπὶ τῇ προσενέξει Σαμουὴλ τοῦ προφήτου μιμούμεναι, καὶ Πέτρου τὴν πενθερὰν εὐγνωμόνως ζηλώσαν- 5 τες, ὡς ἡ μὲν τὸν υἱὸν, ἡ δὲ ἑαυτὴν Θεῷ τῷ σεσωκότι πρὸς δουλείαν προσήνεγκαν. Οθεν ἀναστάντες καὶ καθ' ἑαυτοὺς μετὰ ταῦτα γενόμενοι, τὸ τῶν μαρτύρων ύψος σκοπήσαντες, καὶ τῶν δρωμένων θαυμάτων τὸ πλῆθος θεώμενοι, κατὰ τὸν μέγαν Πέτρον ὅτε τὸ θαλάττιον ῥεῖθρον ἐπέζευεν ἐφοβήθημεν, κάν τοῖς ἑαυτῶν λογισμοῖς ἐποντούμεθα, καὶ πλεῖστα τὴν ἡμῶν αὐτῶν προπέτειαν ἐμεμφόμεθα, δι' ήν ἑαυτοὺς [ού] μετρήσαντες πρότερον, ἐν τοῖς ὑπὲρ ἡμᾶς ἑαυτοὺς ἐξετείναμεν. β'. Συνηΰξε δὲ τὸν φόβον ἡμῖν Μωϋσῆς ὁ θεσπέσιος, μᾶλλον δὲ ὁ πρὸς Μωϋσέα διαλεγόμενος Κύ βιος, καὶ μίαν εἰσφορὰν τὸν πλούσιον ἀπαιτῶν καὶ τον πένητα· καὶ μήτε τὸν πλούσιον ἐῶν πλείονα δι είναι λύτρα, τὴν ψυχὴν λυτροῦσθαι βουλόμενον, μήτε τι συγχωρῶν παρὰ ταύτην προσφέρειν τὸν πέ νητα. «Πᾶς γάρ, φησὶν, ὁ παραπορευόμενος εἰς τὴν ἀπόσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσιν τὴν εἰσφορὰν Κυρίῳ· ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ έλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ δια δράγμου, ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ, ἐξιλᾶσθαι περὶ τῶν ψυχῶν ὑμῶν.» "Οθεν καὶ ἡμεῖς ἀπο ρύτεροι καὶ τῶν λίαν πτωχῶν ἐν λόγοις τυγχάνοντες, παραιτήσασθαι τὴν ἐν εὐχαῖς συνταχθεῖσαν Θεῷ τε καὶ μάρτυσιν τῶν λύτρων εἰσφορὰν ἡ βουλόμεθα ἀλλὰ τοῦτο δρῖν ἡμᾶς ἕτερον ἀνέκοπτε λόγιον, ὅπερ ἐκκλησιάζων ὁ Σολομῶν ἀπεγράψατο· «Καθὼς ἂν εὔξῃ εὐχὴν τῷ Θεῷ βρῶν, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτό ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν· σὺ οὖν οἷα δν εύξῃ, ἀπόδος· ἀγαθὸν τοῦ μὴ εύξασθαί σε καὶ μὴ ἀποδοῦναι, ο Καὶ Δαβὶδ ὁ τοῦτον γεννησάμενος λέγων ἐν Ασμασιν· «Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω καὶ πάντας ἐπὶ τὴν οἰκείαν ἀναγόμενος μίμησιν, Εὔξασθε γάρ, φησὶν, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.» ἂν τὰ ἀκόλουθα καὶ Ἰωνᾶς ὁ προφήτης ᾄδων ἐφθέγξατο· Οσα ηὐξάμην ἀποδώσω σοι Σω τὴρί μου τῷ Κυρίῳ.» "Ηδη δὲ καὶ Μωϋσέως ὁ νόμος ἀπαιτεῖν ἠξίου τὰ ἐν εὐχαῖς συνταττόμενα Ἐὰν
col. 3383–3384page 3 of 4
PG 87:3383γὰρ εὔξῃ, φησίν, εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρο νίσῃς ἀποδοῦναι αὐτήν· ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται σοι ἁμαρτία ἐὰν δὲ μὴ θελήσης εὔξασθαι, οὐκ ἔσται σοι ἁμαρτία. Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξεις, καὶ μὴ ποιήσῃς ἐν τρόπον ηΰξω Κυρίῳ τῷ Θεῷ σου, δόμα 8 ἐλάλησας τῷ στόματί σου.» γ'. Οὕτω δὲ τοῖς λογισμοῖς πιεζόμενοι, καὶ ποτὲ μὲν γράφειν διὰ τὰ πρῶτα φοβούμενοι, ποτὲ δὲ μὴ γράφειν διὰ τὰ δεύτερα τρέμοντες, καὶ τί δρᾷν οὐ γινώσκοντες, πρὸς τοὺς μάρτυρας κατεφύγομεν, ὧν τὸ πρακτέον πρὸς τῆς αὐτῶν ἁγιστείας ᾐτούμεθα οἱ δὲ τοῦ ζήλου την γνώμην δεξάμενοι, καὶ τῆς προ πετείας οὐκ ἀτιμάσαντες ἕνεκα, τὸ γράφειν ἐπέτρες ψαν, τὴν ἑαυτῶν συμμαχίαν χορηγεῖν συνταξάμενοι πολλάκις οὖν ἐν τῷ γράφειν ἡμᾶς ἐπεφάνησαν, πληροῦντες αὐτῶν τὸ ἐπάγγελμα· ποτὲ μὲν μέλαν καὶ κάλαμον παρεχόμενοι, ποτὲ δὲ τὴν τετράδα λα βάνοντες, καὶ τὰ ἡμέτερα σφάλματα διορθούμενοι ἔστιν δὲ ὅτε καὶ ταῖς διηγήσεσι χαίροντες τὴν τῶν προσώπων ἐδείκνυον ἱλαρότητα, ἐν τῷ διέρχεσθαι πάσχοντες 8 πολλάκις ἡμεῖς ὑπομένομεν, ἐπὶν ὀνό μασιν ἐν ἡδυτέροις γενώμεθα, ἢ χωρίοις Φαρισαΐτων μεν μυριάκις δὲ ἡμῖν ἐν ἄλλοις σχολάζουσιν διεμάχοντο, καὶ ὡς ἀμελοῦσιν ἐπέπληττον· καὶ, Μέσ χρι τίνος οὐ πληροῖς τὴν ἀλήθειαν; ἔλεγον, ἀλήθειαν τὴν παροῦσαν γραφὴν, καὶ τὸν εἰς αὐτοὺς ὀνομάζοντες ἔπαινον· ἅπερ εἰ γράψαι θελήσαιμεν, ἅπαντας τοὺς ἐντυγχάνοντας ἀποκναίομεν· ὅθεν τὴν διὰ τού των καὶ μόνον δηλώσαντες τὴν πολλάκις αὐτῶν γεγον νυῖαν ἡμῖν ἀρωγήν, ἐν τῷ γράφειν ἀρκούμεθα, Θεὸν καὶ αὐτοὺς τῆς ἀληθείας ἐν τούτοις ἔχοντες μάρτυρας· ἐν πρώτοις οὖν τὴν μαρτυρικὴν αὐτῶν γεγράφαμεν ἄθλησιν, καὶ τὴν εἰς ναὸν Μάρκου τοῦ θείου κατάθεσιν, καὶ τὴν ἐκ τούτου πρὸς τὸν τῶν εὐαγγελιστῶν οἶκον μετάθεσιν, τὰς τούτων ἀφορμὰς καὶ τὰ σπέρματα ἐκ τῶν τοῦ ἁγίου Κυρίλλου φωνῶν συλλεξάμενοι· μεθ᾽ ἃ καὶ δεκάδας ἑπτὰ θαυμάτων ἐγράψα μεν, μυριάδας δεκάδων πολλὰς ἔχοντες αναγράψατία:, εἴπερ λέγειν ἡμεῖς μὲν ἡδυνάμεθα, ἀκούειν δὲ οἱ τούτοις προσομιλοῦντες ἐνίσχυον· ἀληθεύει γὰρ καὶ ἐπὶ τούτο τοις ὁ σοφὸς Ἐκκλησιαστής, ὡς Πάντες, εἰπὼν, οἱ μετά κόπου καὶ λεγόμενοι καὶ ἀκουόμενοι καὶ γινόμενοι λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν· καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πλη ρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. δ. Διὰ τοῦτο γὰρ καὶ δεκάδας ἑπτὰ καὶ μόνας θα μάτων γράψαι προήχθημεν, τὸν ἑπτὰ ἀριθμὸν παρά τῇ Γραφῇ μυστικὸν, καὶ τὸν δέκα τέλειον βλέποντες καὶ δι' αὐτῶν παριστἂν ἀμφότερα τὰ περὶ τὰ σημεῖα δυναμένους, τό τε μυστικὸν καὶ τὸ τέλειον· τὸ γὰρ μυστικόν, τὸν κρύ τον λόγον δηλοῖ τῶν ἰάσεων· τὸ ἄπειρον δὲ, τὸ τέλειον· καὶ τοῦ μὲν ἑπτὰ τὸ μυα στικόν τε και τίμιον, διὰ τούτων ἐκ τῆς Γραφής διδασκόμεθα· ὅ τε γὰρ τῶν ὅλων Θεὸς τῇ ἡμέρᾳ τῇ εβδόμη τῆς δημιουργίας ἐπαύσατο, καὶ ταύτην ἁγίαν ἐθέσπισεν· ἑπτὰ ἡμέραις τὴν ἄζυμον τοῦ Πάσχα
col. 3385–3386page 4 of 4
PG 87:3385τροφὴν διετάξατο· λυχνίαν τε ποιεῖν ἑπτάμυξον καὶ διὰ τοῦτο ἔβδομος μὲν ἀπὸ ᾿Αδὰμ ὁ Ἐνώχ, ἕβδομος δὲ ἀπὸ τοῦ Ἀβραὰμ Μωϋσῆς παρεγένετο ὀφθαλμοὺς δὲ Κυρίου ἑπτὰ βλέπειν ἐπὶ τὴν οἰκουμέ την μανθάνομεν· τοσαῦτα δὲ πνεύματα τὸν Ησαΐαν ἀκούομεν λέγοντα· καὶ στύλους ἑπτὰ τῆς σοφίας δ Σολομῶν ἀπηρίθμησεν· καὶ οἱ ἀπόστολοι διακόνους ἑπτὰ νομικῶς προχειρίζονται. Τοῦ δὲ δέκα τὸ τέλειον ᾄδουσι μὲν καὶ οἱ ἔξω φιλόσοφοι, οἱ καὶ Θεὸν αὐτὸν ἡγησάμενοι, ὡς ἡ τετρακτύς ἡ Πυθαγόριος βούλεται, ὅτι καὶ μονάδων τέλος καθέστηκεν, καὶ μονὰς δεκάδων γνωρίζεται· καὶ βάσις ἐστὶν τῶν μετ' αὐτῶν ἀριθμῶν, ἐφ' ἑαυτὸν ἀεὶ συντιθέμενος· ᾄδει δὲ καὶ Μωϋσέως νόμος σαφέστερον· δέκατος μὲν γὰρ ὁ Νε μετὰ τὸν Ἀδὰμ ἀναδείκνυται· καὶ ῥίζα τῆς τοῦ γένους δευτέρα καθίσταται τὴν δεκάδα μιμούμενος ὁ ᾿Αβραὰμ δὲ τῷ Μελχισεδὲκ ώς νικήσας δεκάτας προσήνεγκεν· ἐντεῦθεν καὶ δεκάτας τῶν ὄντων Εβραίοι Θεῷ προσάγειν προστάττονται· καὶ τῆς ψυχῆς δὲ τὸ λύτρον ὀβολοὺς δέκα προσφέρειν ὁ νόμος ἐθέσπισεν· ἀλλὰ δεκάτῃ μὲν τοῦ πρώτου μηνὸς ὁ ἀμνὸς συλλαμβάνεται· δεκάτῃ δὲ τοῦ ἑβδόμου μηνὸς ὁ ἱλασμὸς ἀναγράφεται· ἐντολαὶ δὲ δέκα θεόγραπται ταῖς πλαξὶν τῆς διαθήκης ἐνήστραπτον· δέκα δὲ καὶ ὁ Κύριος τὰ τῆς εὐχῆς παραδέδωκεν ῥήματα· καὶ Δαβὶδ μὲν ἐν ψαλτηρίῳ δεκαχόρδῳ τοὺς Ψαλμούς ἑτερέτιζεν· ᾿Αβραὰμ δὲ μέχρι δέκα δικαίων κατάγει Θεοῦ τὸ φιλάνθρωπον, καὶ τὴν ἐπὶ Σοδομίταις τῆς καταδίκης ἀνάβλησιν. ε'. Τοῦ δὲ πολυπλασιασμοῦ τῶν δύο τούτων άρι- 5. θμῶν, τοῦ ἑπτὰ, φημὶ, καὶ τοῦ δέκα τὴν δήλωσιν ὁμοίως ποιεῖται τὰ λόγια· αὐτῇ καὶ Μωϋσῆς σὺν τῷ λεῷ φοίνικας εὗρεν ἀνὰ τὴν ἔρημον ἑβδομήκοντα καὶ μετ' αὐτὸν ἑβδομήκοντα πρεσβυτέρους προβάλλεται· καὶ ὁ Κύριος δὲ μαθητὰς ἑβδομήκοντα ἑτέρους μετὰ τοὺς δώδεκα καὶ πάλιν ἀνέδειξεν· καὶ ἑβδομάδες ἑβδομήκοντα συνετμήθησαν ἀπὸ τῆς τοῦ Νῶς κατακλύσεως καὶ τῆς Ἱεροσολύμων ἐμπρήσεως έως Χριστοῦ ἡγουμένου, κατὰ Δανιὴλ εἰπεῖν τὸν μακά ριον· ἑβδομήκοντα δὲ ἔτη ἕως τῆς ἀπὸ Βαβυλῶνος Ἰσραὴλ ἀνακλήσεως· ἀλλὰ καὶ Τύρον ὁ Ησαΐας αἰσ τεῖ παρὰ Κυρίου καταλειφθήσεσθαι, φησὶν, ἑβδομήκοντα· καὶ πάλιν μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἐπισ σκεφθήσεσθαι· καὶ αὐτὸς δὲ ὁ Κύριος ἑβδομηκοστός ἕβδομος ἀπὸ τοῦ παλαιοῦ Ἀδὰμ ὁ νέος Ἀδὰμ τῷ βίῳ " τῷ καθ᾿ ἡμᾶς ἐπεδήμησεν· καὶ ἑπτάκις συγχωρεῖν ἑβδομήκοντα, καὶ ἀφιέναι προσέταξεν τὰ τῶν μετα νεούντων ἀδελφῶν ἁμαρτήματα· καὶ μακρὸν ἂν εἴη [] τῆς παρούσης σχολῆς τὰς περὶ τούτων μαρτυρίας ἐκ τῆς Γραφῆς ἀναλέγεσθαι· πᾶσα γὰρ τούτων πε πλήρωται, καὶ κηρύττει σαφῶς τὸ τούτων τῶν ἀριθμῶν μυστικόν τε καὶ τέλειον. ς'. "Οθεν καὶ ἡμεῖς τῶν ἁγίων, ἑβδομήκοντα ταυ τὸν δέ ἐστιν εἰπεῖν δεκάδας μὲν ἑπτὰ, ἑπτάδας δὲ
Continue reading PG 87: Laudes in SS. Cyrum et Joannem →≣ entire volume