Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3387–3388page 1 of 18
PG 87:3387δέκα τῶν θαυμάτων γεγράφαμεν· καὶ αἱ τρεῖς μὲν αἱ πρῶται δεκάδες, αἱ μετὰ τὴν ἐμμάρτυρον ἄθλησιν καὶ ταφὴν καὶ μετάθεσιν ἐμφερόμενα:· καὶ μέν του καὶ τῆς τετάρτης ἥμισυ, τῶν εἰς 'Αλεξανδρέας Κύρ καὶ Ἰωάννῃ πραχθέντων δηλοῦσιν τὴν δύναμιν· τὸ δὲ ταύτης λειπόμενον καὶ δεκὰς ἡ πέμπτη, τῶν ἐπ' Αἰγυπτίοις δρασθέντων καὶ Λίβυσι, γεγόνασι κήρυ κες· ἔκτη δὲ καὶ ἑβδόμη, τὰς ἐπὶ τοῖς ὀθνείοις αὐτ τῶν εὐεργεσίας μηνύουσιν. Εἰς τρεῖς γὰρ ὁ πᾶς ἀρι θμὸς τῶν γραφῶν τῶν θαυμάτων διήρηται, εἰς Αλεξ ανδρέας, εἰς Αἰγυπτίους καὶ Λίβυας, εἰς τοὺς ἐξ ἀλ λοδαπής δρασσομένους ἰάματα· τὸ δὲ τῆς διαιρέσεως αἴτιον κατὰ τοὺς τόπους γινόμενοι λέξομεν· οὐκ´ ἀγνοοῦμεν δὲ ὡς ταῖς τῶν θαυμάτων ἱεραῖς διηγήσεσιν ὅτι ὁ ἀνειμένος μᾶλλον χαρακτὴρ καὶ ἔκλυτος έπρεπεν· ἀλλ᾿ ἡμεῖς τοῦτον ἐάσαντες, τὸν σύντονον παρελάβομεν, ἵνα καὶ δι' αὐτοῦ τὸ τῶν ἁγίων θερμών καὶ εὐκίνητον καὶ πρὸς τὰς τῶν νοσούντων ἰάσεις σημαίνῃ τὸ σύντονον. ΤΟ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΚΥΡΟΝ ΚΑΙ ΙΩΑΝΝΗΝ. ζ. "Αλλοι μὲν ἄλλως τοὺς ἁγίους τιμάτωσαν, πολυμερῶς αὐτῶν τὰς δωρεάς θριαμβεύοντες, καὶ τὰς εὐεργεσίας πολυτρόπως κηρύττοντες· οἱ μὲν ναῶν ὑψηλῶν ἀναστήμασιν, οἱ δὲ ποικίλων μαρμάρων και σμήσεσιν, ἄλλοι δὲ χρυσαυγῶν ψηφίδων συνθέσεσιν, ἕτεροι φαιδροῖς ζωγράφων τεχνάσμασιν, καὶ χρυσού ἄλλοι καὶ ἀργύρου ἀναθήμασιν, ἔτεροι δὲ τοῖς ἐκ ση ρικῶν καὶ βομβύκων ὑφάσμασιν· καὶ ἅπαξ ἁπλῶς ἅπαντες ἐπὶ τὴν τῶν μαρτύρων τιμὴν ἁμιλλάσθωσαν, ὡς ἑκάστου εὐπορία ἐστὶν καὶ ἡ βούλησις· καὶ ἀλ λήλους ἐν τούτοις νικᾶν ἐφιέσθωσαν, τὴν πρὸς τοὺς ἁγίους ἐνοῦσαν αὐτοῖς στοργὴν ἐνδεικνύμενοι· καὶ κομιούμενοι ἀντὶ μὲν τῶν φθαρτῶν τὰ ἀμάραντα, ἀντὶ δὲ τῶν προσκαίρων τὰ τέλος οὐκ ἔχοντα· τοιού τοῖς γὰρ αὐτῶν οἱ θεσπέσιοι τοὺς ἐραστὰς ἀμείβεσθαι τοῖς δώροις ειώθασιν. Ἡμεῖς δὲ οἷς λόγος ἐστὶν τῶν γηίνων ὑλῶν τιμαλφέστερος, ἅτε μή μόνης ἐκ γλώττης ὑλώδους, ἀλλὰ καὶ πνεύματος προχεόμενος, καὶ αὐτὸς δὲ διὰ τὸν ῥευστὸν καὶ ῥνόμενον ἀμελούμενος, τούτῳ τοὺς ἁγίους τιμήσωμεν· ᾧ καὶ μάλιστα χαίρειν τοὺς μάρτυρας πείθομαι, ὡς Λόγου Θεοῦ χρηματίσαντες μάρτυρες, ἄξιον μὲν οὐδὲν τῆς αὐτῶν πανηγύρεως ἔχοντι, πολὺ δὲ τούτων λειπομένῳ τῆς χάριτος· αἰτοῦντες καὶ τοῦτον ἡμῖν ἐνανοίξαι τοῦ στόματος διδόναι, καὶ προσηνῶς ὡς οἰκεῖον δέξασθαι πρὸς ἡμῶν αὐτοῖς προσφερόμενον. εξώ θασιν
col. 3389–3390page 2 of 18
PG 87:3389η'. Χρέος δέ ἐστιν τὸ ἐγκώμιον.· καὶ τούτου πρὸς Εκτισιν, ἕτερον πάλιν ποιούμεθα δάνεισμα, τὴν αὐτ τῶν ἀρωγὴν ἐπισπώμενοι, ἵνα αὐτοὶ ὦσιν οἱ διδόντες τε καὶ οἱ λαμβάνοντες, καὶ τοὺς λέγοντας ἡμᾶς ἁγιά ζοντες· χρέος οὖν ὄντως ἐστὶν τὸ ἐγκώμιον καὶ χρέος παράδοξον, χρέος ἐκτινόμενον καὶ τὸν χρεώστην οὐκ ἐλευθεροῦν τοῦ ὀφλήματος, χρέος ἀποπληρούμενον καὶ πάλιν ἀεὶ χρεωστούμενον, χρέος ἀποδιδόμενον και προσθήκην λαμβάνον αὐξήσεως, χρέος ἀεὶ προσ φερόμενον καὶ τὴν ὕπαρξιν οὐ μειοῦν τοῦ προσφέρου τος, χρέος ἀεὶ παρεχόμενον καὶ πληθύνον τῶν εὐ γνωμόνως διδόντων τὰ πράγματα, χρέος ἀεὶ προσ νεμόμενον καὶ εὐλογεῖσθαι ποιοῦν τὸν προσνέμοντα. Οὐ παλαιὸν δὲ τὸ χρέος καθέστηκεν, ὡς καὶ τόκου ἐγγεννῆσαι τοῖς μάρτυσιν, οἳ καὶ τόκον λαβεῖν ἀπὸ αναίνονται, θείων ἐντολῶν γενόμενοι φύλακες, καὶ ταύτας παρελθεῖν καὶ μετὰ τὴν ἐνθάδε ζωὴν οὐ βου Σήμενοι· ἀλλ' εἰ καὶ τόκους τοὺς ὑπευθύνους οὐ θέ λουσιν, τὸν ἑαυτῶν βασιλέα μιμούμενοι, καὶ τοὺς εὐ γνώμονας ἀποδέχονται, καὶ μέμφονται τοὺς ἀγνώ μονας· οὕτω γὰρ καὶ αὐτὸς τοῖς δέκα λεπροῖς τὴν κάθαρσιν δωρησάμενος, τὸν ὑποστρέψαντα καὶ τὴν χάριν ὑμνήσαντα ἀλλόφυλον ὄντα προσεδέξατο και ἐπήνεσεν, καὶ πρέπειν τὴν εὔνοιαν τοῖς εὖ πάσχουσιν ἐμαρτύρησεν· τοὺς δὲ λοιποὺς ὡς ἀγνώμονας (Ιου δαῖοι γὰρ ἦσαν) ἐμέμψατο· ἄρτι γὰρ τοὺς ὀφθαλμοὺς ἀσθενήσαντες, οὓς ὁ Σωτὴρ λύχνον τοῦ παντὸς προσ ηγόρευσε σώματος· φωτὸς γὰρ ὄντως ὁ τούτων στε ρούμενος ὑπομένει την στέρησιν. θ'. Καὶ τύφλωσιν ἄγειν ἀκούοντες πρὸς τῶν ἰατρῶν τὴν ἀσθένειαν, ὧν οἱ μὲν τὸ πάθος ἐπίχυσιν, οἱ δὲ πλατυκορίαν ὠνόμαζον, ἑκατέρου δὲ τέλος ἡ τύφλωσις, καὶ τῶν ὀμμάτων ἡ στέρησις, ἐπὶ τοὺς ἁγίους τούτους Κῦρον καὶ Ἰωάννην τοὺς εὐεργέτας ὡρμή σαμεν, πάσας ἡμῶν τὰς περὶ τοῦ βλέπειν ἐλπίδας τῆς θεόθεν αὐτοῖς δοθείσης χάριτος ἐξαρτήσαντες, καὶ τὴν ἀνθρωπίνην βοήθειαν ὡς ἀσθενῆ καὶ πρὸς τὸ πάθο; ἀδύνατον παρωσάμενοι. Οἱ δὲ τὴν πίστιν ἀπο δεξάμενοι (πιστεῦσαι γὰρ δεῖ πρῶτον τὸν προσερχόμενον, κατὰ τὸν θεῖον Απόστολον), ταχείαν τῆς νόσου παρέσχον τὴν ἴασιν, καὶ περὶ τῶν μελλόντων ἡμᾶς ὡς οὐδὲν πάθοιμενο Ασκληπιάδαι πάσχειν εἰρήκασιν ἐπιστώσαντο, τὴν Ομηρικὴν ἡμῶν δι' δραμάτων αἰνιγματωδῶς καὶ χαριέντως ὡς φίλον αὐτοῖς φυγα δεύσαντες τύφλωσιν, δεικνύντες ἐναργῶς ὡς πάντα δυνατὰ τῷ Θεῷ τὰ τοῖς ἀνθρώποις ἀδύνατα. τ. Ἐγκωμιαζέσθωσαν οὖν πρὸς τῆς ἡμῶν εὐτε λείας οἱ μάρτυρες, καὶ πρόφασις εὐφροσύνης γινές σθωσαν τοῖς ἀκούουσιν· σκιρτᾷ γὰρ τῶν πιστῶν τὰ συστήματα Κῦρον εὐφημούμενον βλέποντα, καὶ τῶν εὐσεβούντων τὸ πλῆθος ἀγάλλεται Ἰωάννου μαθὸν τὸ ἐγκώμιον· ἐξ Εὐαγγελίων δὲ ἡμῖν καὶ τῶν τοῦ Κυ ρίου φωνῶν τὸ προοίμιον, αἱ πρὸς τοὺς ἀποστόλους πρώην ἐλέχθησαν, ἁρμόττουσι δὲ Κύρῳ καὶ Ἰωάννῃ τοῖς μάρτυσιν, καὶ τοῖς μετ' ἐκείνους τοιούτοις προσ φέρεσθαι. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου καὶ τὸ ἅλας
col. 3391–3392page 3 of 18
PG 87:3391τῆς γῆς, ὦ τρισμακάριοι, τὸ φῶς τὸ μὴ δυόμενον, Ο η καὶ ἅλας τὸ μὴ μωραινόμενον, τὸ φῶς τὸ μὴ σβεννύμενον καὶ ἅλας τὸ μὴ ἔξω βαλλόμενον, τὸ φῶς τὸ ἀκοίμητον καὶ τὸ ἅλας τὸ ἀκαταπάτητον, φῶς τὸ ἀεὶ θεωρούμενον καὶ ἅλας τὸ ἀεὶ βιβρωσκόμενον, φῶς τὸ πᾶσιν γλυκύτατον καὶ ἅλας τὸ πᾶσιν ἐράσμιον· οὗ χωρὶς καὶ λόγος χάριτος ἔρημος, καὶ ἄρτος ἄβρωτος γίνεται, φῶς θεογνωσίαν δωρούμενον, καὶ ἄλας φιλο θεῖαν τεχνούμενον, φῶς τὸ σκότους λυτήριον καὶ ἅλας τὸ τῶν μωρανθέντων ἐπάρτυμα, φῶς φωτίζον τὰ ἀφώτιστα καὶ ἅλας εὐχυμίζον τὰ δύσχυμα, φως διελέγχον τὰ ἄτοπα καὶ ἅλας συσφίγγον τὰ ἔκλυτα. Ο ξυνωρίδος ἁγίων, δι' ἧς τὸ θεῖον θαυμάζεται! θαυμαστὸς γὰρ ὄντως ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Ο ξυνωρίδος μαρτύρων, δι' ἧς ὁ κόσμος φαιδρύνεται! Ὢ ξυνωρίδος δικαίων, δι' ἧς ὁ βίος καινίζεται! Ο ξυνωρίδος ὁσίων, δι' ἧς ἡ πίστις κρατύνεται! @ ξυνωρίδος ὀλβίων, δι' ἧς εὐσεβεῖς μεγαλύνονται! ξυνωρίδος ζηλωτών, δι' ἧς ἡ πλάνη θερίζεται! Ο ξυνωρίδος δυναστῶν, δι' ἧς ὁ διάβολος βήσσεται! Π ξυνωρίδος ὁπλιτῶν, δι' ἧς κολάζονται δαίμονες! Ω ξυνωρίδος εὐσεβῶν, δι' ἧς ποντοῦται τὰ εἴδωλα | Χαί ροις, ὄντως ὦ ξυνωρὶς ἱερὰ καὶ Θεῷ παροῦσα καὶ βροτοῖς τὰ κρείττω βραβεύουσα· χαίροις, ὦ ξυνωρίς τιμία, ἐξ οὐρανοῦ μὲν οὖσα καὶ τὴν γῆν οὐκ ἐάσασα χαίροις, ὦ ξυνωρὶς ἁγία, σὺν ἀγγέλοις χορεύουσα καὶ ἀνθρώπους ἐποπτεύουσα· ὄντως ἀξίως ἀκούετε του Σωτῆρος ὑμᾶς ἐγκωμιάζοντος καὶ μεγαλοφώνως κη ρύττοντος· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου καὶ τὸ ἅλας τῆς γῆς, φῶς ἐξ ἀληθινοῦ φωτός φωτιζόμενον, καὶ ἅλας ἐξ αὐτοῦ τοῦ ὄντως ἁλὸς ἀρτυάμενον, καὶ φωτίζον ἀκραιφνῶς τοὺς πιστεύοντας, καὶ ἀρ τύον διαρκῶς τοὺς γεραίροντας. ια΄. Πῶς δὲ τῆς ἀλύτου ταύτης δυάδος μὴ θαυμάσωμεν τὴν συνάφειαν; ἢ πῶς ταύτης τῆς ξένης συ ζυγίας τὴν ἕνωσιν μὴ δοξάσωμεν; Ὁρῶμεν γάρ μια γέντα τὰ ἄμικτα, καὶ ἀλλήλοις συμβάντα τὰ ἀλλή λοις ἀσύμβατα, καὶ κραθέντα τὰ ἄκρατα, καὶ συμ πλακέντα τὰ ἀσύμπλεκτα, καὶ εἰρηνεύσαντα τὰ που λέμια, καὶ φιλιάσαντα τὰ ἀντίπαλα, καὶ ἓν ἐκ συν ουσίας γενόμενα τὰ γενέσθαι ἓν δυσκολαίνοντα· ὁ μὲν γὰρ ἦν μοναστῆς ὁ Κῦρος, καὶ Ἰωάννης στρατιώτ της ἐτύγχανεν· ὁ μὲν τὴν ἔρημον, ὁ δὲ τὰς πόλεις ἐδίωκεν. Ὁ μὲν τὴν πρὸς πάντας εἰρήνην ἐσπούδαζεν κατὰ τὸν εἰρηκότα, «Εἰδυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· ὁ δὲ τὸν πρὸς ἀνθρώπους ἡσπάζετο πόλεμον· ὁ μὲν τὰ ἴδια τοῖς πτωχοῖς ἀπεσκόρπιζεν, ὁ δὲ τὰ μὴ ἴδια τῇ τυραννίδι διήρπαζεν· ὁ μὲν φιλόσοφον βίον μετήρχετο, ὁ δὲ φιλόδικον τάξιν διήνυεν· ὁ μὲν οὐράνιον εἶχεν πολί τευμα, ὁ δὲ γήϊνον ἔσχεν κατάστημα· ὁ μὲν τὰς χεῖ ρας εἰς ἱκετείας ἐξέτεινεν, ὁ δὲ πρὸς τόξα καὶ βέλη καὶ δόρυ καὶ μάχαιραν· ὁ μὲν τοὺς πεπονθότας ἀν θρώπους ιάτρευεν, ὁ δὲ τοὺς ἐῤῥωμένους ἐτίτρωσκεν· καὶ συλλήβδην εἰπεῖν, ὁ μὲν οὐρανίω βασιλεῖ
col. 3393–3394page 4 of 18
PG 87:3393συνετάττετο, ὁ δὲ ἐπιγείῳ βασιλεῖ συνωπλίζετο. Τι νος οὖν ἔργον ἡ θαυμαστὴ τούτων γέγονεν ἕνοισις; Η τίς ὁ τὸ διάφορον ἀνελὼν καὶ συνάγων αὐτοὺς εἰς ὁμόνοιαν; Τίς δὲ ὁ τὴν ἀληθῆ συζυγίαν αὐτῶν ἀρ μοσάμενος ἢ δῆλον ὅτι Χριστὸς Θεὸς ἡμῶν, ὁ ποιῶν μεγάλα τε καὶ ἐξαίσια, ἔνδοξά τε καὶ ἀνεξιχνίαστα, ὁ λύσας τοῦ φραγμοῦ τὸ μεσότοιχον καὶ εἰς ἓν συν δήσας ἀμφότερα, ὁ τοῖς ἄνω τὰ κάτω συνάψας, και τοῖς οὐρανίοις συνενεγκὼν τὰ ἐπίγεια, ὁ ἀγαγὼν τὰ πλανώμενα πρόβατα καὶ τοῖς μὴ πλανηθεῖσιν συν άψας, καὶ ἓν ἐκ πάντων ἐργασάμενος ποίμνιον· ὁ γῆν μὲν ἀγγέλοις, οὐρανὸν δὲ βατὸν ἀνθρώποις τευ·? ξάμενος. ιβ'. Εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ ψάλλοντος προ φήτου τὴν λύραν ἁρμόσαντες, Κύρου καὶ Ἰωάννου τὴν θείαν ὁρῶντες συνάφειαν· ὄντως • Αὕτη ἡ ἀλο λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ο δι' ἧς οἱ μωροί σορίζονται, καὶ μωραίνουσιν οἱ σοφώτατοι· δι' ἧς ἁλιεῖς ἁλιεύονται, καὶ τελωνοῦνται τελῶναι, καὶ λῃ σταὶ λῃστεύονται·. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ο δι' ἧς οἱ τυφλοὶ ἀναβλέπουσιν, καὶ τυφλοὶ οἱ βλέποντες γίνονται· δι' ἧς εὐλογοῦσιν οἱ βλάσφημοι, καὶ διδάσκουσιν οἱ ἀπαίδευτοι· δι᾿ ἧς οἱ ἰδιῶται θαυμάζονται, καὶ οἱ λόγοις αὐλοῦντες χλευάζονται· δι' ἧς οἱ ἀγράμματοι ῥητορεύουσιν, καὶ οἱ βήτορες ἀγροικίζουσιν·. Αὕτη ἡ ἀλλοίωσις τῆς δεν ξιᾶς τοῦ Ὑψίστου,» δι' ἧς πτωχεύουσιν πλούσιοι καὶ πλουτοῦσιν οἱ πένητες, δι' ἧς δυνατοὶ μὲν ἠσθέ νησαν καὶ ἀσθενεῖς δύναμιν περιζώννυνται·. Αὕτη & ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ο δι' ἧς ἡ στείρα πολύτεκνος καὶ ἄτεκνος ή πολύτεκνος γίνε ται· δι' ἧς δυνάσται τῶν θρόνων καθέλκονται, καὶ πτωχοὶ καὶ πένητες ἀπὸ κοπρίας ἀνίστανται· δι᾿ ἧς ὄρη καὶ βουνοὶ τεταπείνωνται, καὶ αἱ βαθεῖαι και λάδες πεπλήρωνται· δι' ἧς ἐξισοῦται τὰ σκυλιὰ, καὶ αἱ τραχείαι τρίβοι εὐθύνονται· «Αὕτη τοίνυν ἡ ἀλ λοίωσις τῆς δεξιᾶς τοῦ 'Υψίστου, ο δι' ἧς λύκος άρ νίῳ συμβόσκεται, καὶ πάρδαλις καὶ ταῦρος καὶ μου σχάριον ἅμα νέμονται λέοντι καὶ ὑπὸ μικροῦ παι δίου ποιμαίνονται· δι᾿ ἧς ἄρκτος καὶ βοῦς καὶ λέων ἐσθίουσιν ἄχυρα, καὶ εἰρηναίως αὐτῶν τὰ παιδία συναγελάζονται· δι᾿ ἧς ἐπὶ τρώγλην ἀσπίδων καὶ κοίτην ἐγγόνων αὐτῶν ἐπιβάλλει χεῖρας ἀφόβως τὰ νήπια· ἀπολλύειν γὰρ οἱ ὄφεις αὐτὰ ἢ κακοποιεῖν οὐκ ἰσχύουσιν. «Αὕτη οὖν ὄντως ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου ο καθέστηκεν, ἥτις καὶ Κύρον καὶ Ἰωάννην εἰς ὁμόνοιαν ἤγαγεν, καὶ εἰς ἑστίαν μίαν κατώκισεν, καὶ ἄθλῳ ἐνὶ πρὸ τοῦ τέλους ἐκό σμησεν, καὶ δόξῃ μια μετὰ τὸ τέλος ἐδόξασεν, καὶ στεφάνῳ ἑνὶ τοὺς νικηφόρους ἐτίμησεν· ἀποστολικές γὰρ τὸν δρόμον τελέσαντας καὶ τὴν πίστιν τηρή σαντας τῶν ἀποκειμένων τοῖς τοιούτοις στεφάνων ἠξίωσεν.
col. 3395–3396page 5 of 18
PG 87:3395ιγ΄. Οὐδὲ πρώην μὲν οἱ μακάριοι πρὸς ἀλλήλους τοῖς τρόποις ἐμάχοντο, οὔτε πολιτείαν εἶχον ἀντίπαλον· εἰ καὶ μοναστοῦ μὲν ὁ Κῦρος τὸ σχῆμα, στρα τιώτου δὲ στολὴν Ἰωάννης Εμπέσχετο· καὶ ὁ μὲν προβάτου, ὁ δὲ λύκου δορὰν ἐνεδιδύσκοντο· ἄμφω γάρ ἐστιν ἱερῶ, ἄμφω ἀγαθώ, ἄμφω ἀληθινώ, ἄμφω ἀμέμπτω, ἄμφω δικαίω, ἄμφω θεοσεβή, ἄμφω ἀκα κίας ἀνάπλεω, νόμου τε θείου καὶ διδαχῆς καὶ προς τάγματος, ὡς τὸ τέλος αὐτῶν ἐμαρτύρησεν, καὶ τὰ θεόθεν δοθέντα χαρίσματα· οὐ γὰρ τοσοῦτον αὐτοὺς τὸ σχῆμα διέκρινεν, ὅσον ἡ πίστις συνέκρινεν· οὔτε τοσοῦτον αὐτοὺς τὸ ἐπάγγελμα διεχώρισεν, ὅσον συνῆπτεν αὐτοὺς ἡ εὐσέβεια· οὔτε τοσαύτην αὐτοῖς αἱ τέχναι παρεῖχον διάστασιν, ὅσην κοινωνίαν αὐτοῖς ἡ ἐλπὶς ἐχαρίζετο· οἱ γὰρ τῆς αὐτῆς ἐχόμενοι πίν στεως, ὅμοιοι καὶ τοῖς τρόποις γενήσονται· καὶ οἱ μίαν ἀσκοῦντες εὐσέβειαν, πράξεις ἀεὶ ἀγαθὰς δια πράττονται· καὶ οἱ πρὸς ἐλπίδα τὴν αὐτὴν ἀποβλέποντες, τοῖς αὐτοῖς ἐγχειρήμασιν κέχρηνται. ιδ'. "Οθεν ὁ Χριστὸς ὁ τῶν ὅλων Θεὸς καὶ τοῦ παντὸς Δεσπότης καὶ πρύτανις, ὁ πάντα εἰδὼς πρὸ τῆς αὐτῶν εἰς τὸ εἶναι γενέσεως, ὁ καρδίας καὶ νε φροὺς ἐρευνώμενος καὶ ἀκοιμήτοις όμμασιν τὰ κρύ φια τῶν ἀνθρώπων θεώμενος, πρὸς δόξαν μίαν τοὺς μάρτυρας ήγαγεν, καὶ σέβας ἓν ἀμφοτέροις δεδώρηται· ἄπροσωπόληπτος γάρ ἐστιν κριτὴς, καὶ στάθμιον δίκαιον, καὶ ζυγοστατεῖν οἶδεν τὸ δίκαιον, κατὰ τὸν ἴδιον κόπον καὶ τὸν ἴδιον αὐτῶν μισθὸν χαριζόμενος· ὅθεν Κύρου τε καὶ Ἰωάννου τὸ ὁμότιμον ἐν ἀρεταῖς ἐπιστάμενος, καὶ ἕνα τάφον ἀμφοτέροις ἐβράβευσεν, εἰς τὸ Μάρκου τοῦ θείου σεβάσμιον τέτ μενος· κἀκεῖθεν δι' ἀνδρὸς εὐαγγελικοῦ Κυρίλλου τῆς εὐσεβείας ὑπερμάχου καὶ κήρυκος πρὸς νεών εὐαγ γελιστῶν ὁμοτρόπους μετέστησεν μάρτυρα;, καὶ τῶν ἀποστόλων κατέστησεν γείτονας· χωρίζειν γὰρ αὐ τοὺς εὐαγγελιστῶν ἢ ἀποστόλων οὐκ ἔκρινεν· ὅτι μή τις τὸ διάφορον τῶν χωρισμῶν αὐτοῖς ἐπετείχιζεν. ιε'. ᾿Αλλὰ τὰ μὲν πολλοῖς ὕστερον χρόνοις ἐπράττετο, Θεοδοσίου τοῦ μικροῦ βασιλεύοντος καὶ Κυρίλλου τοῦ μεγάλου τὸν ᾿Αλεξανδρείας θρόνον ιθύνου τος· πρώην δὲ ἤδη τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀνθρώπινον γένος οἰκτείραντος ἀπάτῃ δαιμόνων φθειρομένου, καὶ εἰς γῆν ἐλεεινῶς εἰλυσπώμενον ἐν σκότει φρενῶν πορευόμενον τῇ κτίσει λατρεῦον παρὰ τὸν κτίσαντα, καὶ δι' Υἱοῦ δεδωκότος θεσμὸν εἰς βοή θειαν, καὶ τοὺς δεδομένους νόμους διὰ τῆς ἐντολῆς, μᾶλλον δὲ διὰ τῆς ἀνθρωπίνης πρὸς τὰ πάθη ῥοπῆς ἀσθενήσαντος, καὶ μὴ δυναμένου σώζειν ἐκείνους δι' οἷς καὶ δι' ἀγγέλων ἐδεδώρητο και χειρὶ μεσίτου Μωϋσέως ἐτεθέσπιστο· ἤδη δὲ πάλιν μετὰ νόμον καὶ τὸν νομοθέτην Χριστὸν γεννώμενον ἐκ γυναικός, γε νόμενον ὑπὸ νόμον, ἐκπέμψαντος τὸν ἐκ τῆς πατρικῆς αὐτοῦ φύσεως γεννητῶς ἀνατείλαντα, καὶ δι᾿ οὗ τὰ πάντα πεποίηκεν, τὸν ἀϊδίως αὐτῷ συνεδρεύοντα καὶ τῆς οὐκ ἀϊδίου συνδεσπόζοντα κτίσεως· ἤδη δὲ καὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ τὴν εἰς ἡμᾶς ο!κο νομίαν τελέσαντος, καὶ τῆς αὐτοῦ σωτηριώδους εν
col. 3397–3398page 6 of 18
PG 87:3397ἀνθρωπήσεως τὸν σκοπὸν ἐκπληρώσαντος, καὶ τὸ πρὶν ἀπολωλὸς διασώσαντος πρόβατον, καὶ τοῖς ἰδίοις ὤμοις οχούμενον τῷ Πατρὶ προσενέγκαντος, καὶ μᾶλλον ἐπ' αὐτῷ ἢ ἐπὶ τοῖς ἐνενήκοντα εννέα τοῖς οὐ παθοῦσιν τὴν ἀπώλειαν χαίροντος· ἤδη δὲ τὴν εἰς οὐρανὸν ἡμῖν καινίσαντος ἄνοδον, καὶ τὴν εἰς παρά δεισον ἀνοίξαντος εἴσοδον, καὶ τὴν ἐκ τάφου δεδω κότος ἀνάστασιν· ἤδη σωτηρίαν ἐν μέσῳ τῆς γῆς πρυτανεύσαντος, καὶ τὴν σαλευομένην κραταιώσαν τος θάλατταν, καὶ τῶν ἐν αὐτῇ δρακόντων τὰς κε φαλὰς καταθλάσαντος, καὶ ἀγκιστρωτὸν πολυκέφαλον ἄξαντος δράκοντα· ἤδη τὴν διαβολικὴν ἀπάτην αὐτοῦ καὶ τὸ πρόσωπον ἐκκαλύψαντος, καὶ εἰς πτύξιν τὰ κρύφια τοῦ θώρακος εἰσελάσαντος, καὶ δεδω κότος ἡμῖν ἐπάνω πατεῖν όφεων καὶ σκορπίων καὶ πάσης αὐτῶν τῆς δυνάμεως· ἤδη δὲ πάλιν περι θέντος Χριστοῦ φορβεὰν ἐπὶ ῥῖνα τοῦ δράκοντος, καὶ κρίκον τοῖς μυκτήρσι προσδήσαντος, καὶ τὰ χείλη ψελλίῳ τρυπήσαντος, εἰληφότος τε αὐτὸν τὸν ἀπο στάτην καὶ φυγάδα δοῦλον γενόμενον, καὶ δεδεμένον ἡμῖν ὥσπερ στρουθίον παιδίῳ λαῷ τῷ τοῦ Χριστοῦ νηπιάζοντι νείμαντος· ἤδη δὲ πεπτωκότος εωσφόρου τοῦ πρωί ἀνατέλλοντος, καὶ τῆς ἐν οὐρανοῖς έλα σθέντος οἰκήσεως, καὶ οἰκεῖν προσταττομένου τὴν ἄβυσσον· ἤδη δὲ λοιπὸν καὶ τοῦ τῶν ἀποστόλων κη ρύγματος τὴν οἰκουμένην φωτίσαντος, καὶ τοῦ τῶν ἁλιέων δικτύου τὸν κόσμον ζωγραφήσαντος, καὶ τοῦ σκυτοτομικοῦ σμίλακος τὴν ἀναίσθητον πλάνην έχε τεμόντος, καὶ πανταχοῦ τὸ σεπτὸν Εὐαγγέλιον διαγ γέλλοντος, καὶ πάσης σαρκὸς ὁρώσης Θεοῦ τὸ σωτή ριον· ἤδη δὲ τῆς τοῦ Θεοῦ βασιλείας ἐξ Ἰουδαίων ἀρθείσης τοῖς ἔθνεσιν τοῖς ὥριμον αὐτοῖς τὸν καρπὸν Θεῷ τῷ δεδωκότι προσφέρουσιν, καὶ τοῦ Δεσποτικοῦ ἀμπελῶνος τοὺς περὶ τὴν ἐνδεκάτην ὥραν ἐργάτας ἀμπελοφύλακας ἔχοντος· καὶ τοῦ πεσόντος εἰς εὔ γαιον ἄρουραν σπέρματος τὴν καλὴν αὔξοντος αΰξη σιν· καὶ τὴν καρποφορίαν ἐν ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα, Θεοῦ διδόντος τῷ σπείραντι· καὶ πάντων πάντα πωλούντων τὰ ἴδια, καὶ λαμβανόντων ἀντὶ πάντων τὸν πολύτιμον μάργαρον· καὶ τῶν ὑψιπετῶν ὀρνέων ἐπὶ τοὺς κλάδους σκηνούντων τοῦ βραχυσπόρου συνάπεως. ις'. Πάλιν ὁ δράκων ὁ σκολιὸς τὴν κεφαλὴν τῷ σταυρῷ συνθλασθεὶς τὸ οὐραῖον ἐσάλευεν· καὶ ταύτῃ φοβεῖν τοὺς εὐσεβοῦντας ἐνόμιζεν· πάλιν ὁ νυκτεριη νὸς σπορεὺς σκότος ἐξ ἑωσφόρου γενόμενος, ἐν σκότῳ σπείρειν τὰ ἴδια προσεπόθει ζιζάνια· πάλιν τὰ πε τεινὰ τὰ οὐράνια τὸ παρὰ τὴν ὁδὸν ἐκ τοῦ καλοῦ σπορέως πεσὸν κατεσθίειν ἡβούλοντο· πάλιν ὁ τὴν Εναν πλανήσας συρίγματι, καὶ τὸν Ἀδὰμ ποιήσας ἀντίθεον, ὁ τὸν ᾿Αβελ φονεύσας ὡς δίκαιον, καὶ τὸν Κάϊν ἀδελφοῦ φονέα τευξάμενος, ὁ τὸν πάλαι λαὸν ποιήσας φιλόσαρκον καὶ ἀπολέσθαι παρασκευάσας δι᾽ ὕδατος· ὁ τὸν Χὰμ τελέσας ἐπάρατον, καὶ τοῖς ἐν Κανάνῃ τὴν τῶν γλωσσῶν ἐπαρτήσας διαίρεσιν· ὁ τοῖς ἀνθρώποις πληθύνας τὰ εἴδωλα, καὶ Θεοῦ χωρί ΝΟΤΑ.
col. 3399–3400page 7 of 18
PG 87:3399σας τοῦ κτίσαντος· ὁ τὸν Ἰσραὴλ δείξας ἀχάριστον, καὶ τὸν Φαραὼ σκληρὸν καὶ ἀτίθασσον, καὶ τὸν μὲν ἀπολέσθαι ποιήσας εἰς ἔρημον, τὸν δὲ θαλάττιον εἰς ἀμείλικτα κύματα· ὁ τοὺς Ἰουδαίους νόμῳ καὶ προφήταις ἀπειθεῖς ἐργασάμενος, καὶ τοῖς τῶν ἐθνῶν ὑποτάξας βδελύγμασιν· ὁ φθονήσαι Χριστῷ τοῖς Εβραίοις ἐνθέμενος, καὶ σταυρῶσαι τὸν σώζειν αὐτοὺς ἀφικόμενον· ὁ τὴν αὐτοῦ συκοφαντεῖν ἀνα πείσας ἀνάστασιν, καὶ ταύτης διώκειν καὶ φονεύειν τοὺς κήρυκας. ιζ. Ο τούτοις ἅπασιν οὐκ ἀρκούμενος, Κῦρον ὕστερον ἐπολέμει καὶ Ἰωάννην τοὺς μάρτυρας ἐν καιρῷ διωγμῶν ἀναλάμψαντας, καὶ Χριστοῦ στρα τιώτας ὑπάρχοντας· ἀλλ' ἡττᾶτο πρὸς κέντρα λακτίζων ὁ δείλαιος, καὶ ἀνικήτοις συμβάλλων εἰς πόλε μον· ἐσπᾶτο μὲν γὰρ ῥομφαίαν ἀστράπτουσαν, ἀλλ' οἱ γενναῖοι ταύτην αὐτοῦ τῇ καρδίᾳ ἐνέπησσον, καὶ τόξον ψυχοφθόρον ἑτάνυον, ἀλλὰ τοῦτο θᾶττον προ τῆς τῶν βελῶν ἀπολύσεως ἅμα βραχίοσι τοῖς τετα κόσιν συνέτριβεν· καὶ λάκκον ὤρυττεν, ἀλλ᾽ ἑαυτῷ τοῦτον καὶ οὐ τοῖς ἀντιπάλοις ὤρυττε μάρτυσι· τέ λος δὲ τούτοις ἀποκαμὼν τοῖς συγκρούσμασιν καὶ πάλιν πολεμεῖν μὴ δυνάμενος, τοῖς τότε τιμῶσιν αὐ τοῦ προστάγματα παραδίδωσιν, ἵνα ταῖς τούτων μιαιφόνοις χερσὶν αἰκιζόμενοι, καὶ τὴν τῶν βασά νων βίαν οὐ φέροντες, θυσίας αὐτῷ καὶ σπονδές προσενέγκωσιν, καὶ Θεὸν αὐτὸν σὺν τοῖς ἄλλοις κηρύ ξωσι δαίμοσιν· ἢ ταῦτα ποιεῖν μὴ βουλόμενοι, τῆς παρούσης ζωῆς ὑπομένωσι στέρησιν· τοῦτο δὲ δρά σας ὁ τάλας Αγνόησεν ὡς τοῖς μὲν ἁγίοις ζωὴν προξενήσειεν κρείττονα, καὶ στεφάνους τέλος οὐκ ἔχον τας, ἑαυτῷ δὲ θάνατον ἧττάν τε μείζονα καὶ πληγὴν αἰσχύνης ἀνάπλεων. τη'. Συνελαμβάνοντο μὲν γὰρ ὑπὸ τῶν ἀθέων οἱ ἔν θεοι, Διοκλητιανοῦ τῆς Ῥωμαίων ἀρχῆς βασιλεύοντος, Συριανοῦ δὲ τῆς ᾿Αλεξανδρέων ἄρχοντος πόλεως, καὶ Κασσίου τῆς Ἑλληνικῆς ἐν Κανωβῷ μανία; Ιερατεύοντος· μετὰ τὴν ἄθλησιν] Πέτρου τοῦ θείου τῶν εὐσεβῶν ἐν ᾿Αλεξανδρείᾳ ποιμάναντος, ὁ μὲν πρὸς ἀνθρώπους ὠμοὺς καὶ ὠμαῖς κεχρημένους ταῖς μάστιξιν, οἱ δὲ πρὸς τὸν τούτους παροτρύνοντα δράκοντα· συνελαμβάνοντο δὲ οὐ μόνον τοῖς κτείνουσιν (ἦν γὰρ ἂν οὗτος ὁ ἀγὼν αὐτοῖς ἐλαφρότερος καὶ οὐ πλείστην ἔχων τὴν μέριμναν), ἀλλὰ καὶ παρθένων αὐτοῖς ἁγίων χορός συγκατείχε το τρεῖς γὰρ ἐτύγχανον, καὶ μήτηρ ἡ ταύτας εὐσεβῶς καὶ σωφρόνως βλαστήσασα, ψυχὰς ἁγνισαμένων καὶ σώματα, και Χριστῷ τῷ οὐρανίῳ νυμφίῳ μνηστευσαμένων ἀμφότε μα· ὧν ταῦτα μὲν ἦν, ὥς φασι, τὰ ὀνόματα· Θεοκτίστη μὲν ἡ πρωτόγονος, ἔτος ἡλικίας πέντε καὶ δέκατον ἄγουσα· ἡ δὲ μετ' αὐτὴν Θεοδότη προσηγορεύετο. εἰς ἔτος ἀφικομένη τρίτον καὶ δέκατον. Εὐδοξία δὲ ἡ τεχθεῖσα μετὰ τὰς ἀμφοτέρας ἐλέγετο, ἑνὸς δὲ αὐτὴ καὶ δεκάτου ἔτους ἐτύγχανεν. Αθανασίαν δὲ καὶ τὴν ρίζαν ὠνόμαζον τὴν τὸ παρθενικὸν τοῦτο κα τρίκλονον δένδρον προενέγκασαν καὶ τοὺς πανάγνους ἀστάχυας εἰσθρέψασαν ἄρουραν· αὗται Κανωβῷ μὲν
col. 3401–3402page 8 of 18
PG 87:3401ᾤκουν τὸ πρότερον, ἔτι κατὰ γῆν διατρίβουσαι, καὶ τὸ τῆς παρθενίας διατρέχουσαι στάδιον· νῦν δὲ τὸν οὐρανὸν αὐτὸν σὺν τοῖς μάρτυσιν ὑπὲρ εὐσεβείας ἀθλοῦσιν συνήθλησαν. εθ'. Προνοίᾳ δὲ τοῦ Χριστοῦ τοῦ νυμφίου γεγένηται, ἵνα ταῖς τῶν ἀθλητῶν καρτεραῖς ἀντιστάσεσιν στομωθῶσιν ἀσθενέστερα γύναια, καὶ τοῖς νυμφοστό λοις αἱ νύμφαι εἰς νυμφῶνα τὸν οὐράνιον συνεισέλ θωσιν· πληροῦται δὲ τοῦ Νυμφίου τὸ βούλημα, καὶ ἅμα τούς τε νυμφαγωγοὺς καὶ τὰς νύμφας ταῖς οὐρανίαις ἐκδέχεται παστάσεσιν. Ἐνταῦθά μοι τὴν τῶν μαρτύρων βλέπετε μέριμναν, καὶ τὴν ὑπὲρ ἄλλων ἐν τοιούτῳ καιρῷ φροντίδα στοχάσασθε. Οὐ μόνον γὰρ ὑπὲρ ἑαυτῶν ἡγωνίων οἱ ἅγιοι, ἀλλὰ κακείνων ἔνε κεν οὐχ ἧττον ἑαυτῶν ἐδεδοίκεισαν· εἰ μὴ τῆς σφῶν αὐτῶν ὀλιγότητι, κἀκείνων αἴτιοι γένωνται πρὸς ἀσέ βειαν. 'Αρα γὰρ πρὸς πόσα τὸν τότε καιρὸν οἴεσθε μερίζειν αὐτῶν τὴν διάνοιαν; ἆρα πρὸς πόσους ἀφα νεῖς λογισμοὺς παλαίειν αὐτοὺς τότε νομίζετε; ἆρα πρὸς πόσαις τότε προσβολαῖς τοῦ φθονεροῦ καὶ μισο κάλου προσεπλέκοντο δαίμονος; Ὁ μὲν γὰρ διάβολος Ο τὴν παροῦσαν ἴσως αὐτοῖς ζωὴν ὑπετίθετο, καὶ ὡς ἴδιον τὸ τοῦ κόσμου θεόκτιστον σχῆμα διέγραφεν, ἥλιον γλυκὺν ὁρᾶν ἀνατέλλοντα, σελήνην τε βλέπειν σὺν ἄστρασι τὸν οὐρανὸν καλλωπίζουσαν, ἀέρων τε προσηνῶν ἔχειν ἀνάπνοιαν, καὶ γῆν πατεῖν τὴν παμ ποίκιλον, θάλατταν πλεῖν τὴν εὐρύχωρον, καὶ κρής ναις καὶ ποταμοῖς ἐπιτέρπεσθαι, ἄνθεσι καὶ λειμῶσι τῆς γῆς ἐπαγάλλεσθαι, καὶ τῶν ἐκ τούτων καρπών τὴν ἀπόλαυσιν δρέπεσθαι· θαλαττίοις γοναῖς ἐντρυφᾶν, καὶ τὰς ἐκ ποταμῶν καρποφορίας κορέννυσθαι αεροδρόμοις πτηνοίς διατρέφεσθαι, καὶ ζώων ἐδωδίμων ἔχεσθαι βρώσεως. κ'. Καὶ ταῦτα μὲν ὁ διάβολος ἴσως ὑπέβαλλεν, καὶ πολλάκις αὐτὰ καὶ πρὸ τῶν παρόντων ἀγώνων ἰσχύ νετο· τὴν γὰρ ἔξοδον τοῦ βίου τηρῶν ὁ ἀναίσχυντος, τάχα γὰρ ταύτην διὰ τῆς πτέρνης τὸ θεῖον ηνίξατο λόγιον, ὡς ἐνθάδε διάγωμεν, τῶν ἰδίων προσβολῶν οὐκ ἀφίσταται, καὶ εἰς ἀεὶ προσερχόμενος καταισχύνεται. Οἱ δὲ τούτου πρόμαχοι καὶ τῆς αὐτοῦ κακίας θεράποντες, Συριανὸς ἦν ὁ θεήλατος καὶ οἱ σὺν αὐτῷ μυσαρῶς Ελληνίζοντες βασιλικοῖς ὑπηρετοῦντες προστάγμασιν, βασάνων μὲν ἀνοχὴν ὑπηγόρευον, καὶ τῶν ἠπειλημένων θανάτων ψυχοκτόνον ἀνάλυσιν, πλοῦτόν τε ἐπηγγέλλοντο, καὶ ἀξίας παρέχειν ἐπώμνυντο, καὶ πολιτάρχαις ἐγγράφειν ἀπήγγελλον, καὶ Διοκλητιανῷ Καίσαρι γνωρίμους ποιεῖν ἰσχυρίζοντο, εἰ ταῖς αὐτῶν πεισθεῖεν κελεύσεσιν, καὶ σέβειν σὺν αὐτοῖς μᾶλλον δὲ δυσσεβεῖν ἀναισχύντων ξοάνων καὶ δαιμόνων μορφώμασιν, μᾶλλον δὲ δυστήνων ἀνθρώπων προσάγειν προσκύνησιν, καὶ θεοὺς ἀπο καλεῖν ξύλα χωρὰ καὶ ἀναίσθητα, καὶ πρὸς τρο φὴν μόνον πυρὸς χρησιμεύοντα· πυρὶ γὰρ αὐτὰ ΝΟΤΑ.
col. 3403–3404page 9 of 18
PG 87:3403νας· καὶ ταῦτα μὲν ἐκεῖνοι καὶ τούτων ἔλεγον πλείονα. παραδίδοται, καὶ τοὺς οἰκείους ἐφέλκεται τέκτο κα'. Οἱ δὲ μάρτυρες τῶν τοῦ Σωτῆρος φωνῶν ἀε μνημονεύοντες, καὶ τῶν αὐτοῦ μαθητῶν ἀεὶ μελετῶντες τὰ ῥήματα, τούτοις τῶν ἀντιπάλων τὰς προςτο λὰς ἀπεκρούοντο. Ἡμεῖς γὰρ, ἔλεγον, ὦ δικαστὰ, τὰς σὰς ὑποσχέσεις καὶ δωρεὰς καὶ τὰς τοῦ λαλοῦντος δι' ὑμῶν καὶ προστάττοντος, ὡς βλαβεράς παραιτούμεθα μᾶλλον καὶ οὐκ ἐπωφελεῖς· «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει τῆς ψυχῆς αὐτ τοῦ τις ἀντάλλαγμα; ν ἢ τί ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ; ἢ τί δώσει τίς ἀντάλλαγμα ἢ τῷ θεῷ ἐξίλασμα ἑαυτῷ, εἰς τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ; Ἐπὶ τὸ αὐτὸ γὰρ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν δὲ καὶ ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν· οὔτε γὰρ ἡ δόξα αὐτῶν εἰς ᾅδην αὐτοῖς συγκατέρχεται, ἀλλ' ὁ τάφος αὐτῶν αἰώνιος οἰκία αὐτοῖς γενήσεται. Καὶ οὐρανὸς μὲν ὡς γενητές παρελεύσεται, καὶ ὡσεὶ περιβόλαιον παλαιούμενη ἀλλαγήσεται· χρονικὴν γὰρ ἔχων τὴν σύμπηξιν, χρο νικὴν καὶ τὴν λύσιν εἰσδέξεται, ὅτ' ἂν Θεὸς ὁ τοῦτον ὡσεὶ δέρειν ἐκτείνας κελεύσειεν. Ο ἥλιος δὲ σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, ὅτ' ἂν τὸν μὲν εἰς ἀρχὰς ποιήσας τῆς ἡμέρας, την δὲ εἰς ἀρχὰς τῆς νυκτός, ἀποτήνηται. Αστέρες δὲ ὡς φύλλα συκῆς τῆς αἰθερίας αψίδος ἐκπίπτουσιν, ὅτ' ἂν Θεὸς ὁ εἰς σημεῖα καὶ καιρούς αὐτοὺς θέμενος βούληται. Γῆ δὲ καὶ τὰ ἐν αὐτῇ πάντα ἡ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος λόγῳ Θεοῦ δεξαμένη την σύστασιν παύσεται, ὅτ' ἂν ἐθέλῃ Θεὸς ὁ μὴ εἰς κενὸν ποιήσας αὐτήν, ἀλλ' εἰς ἀνθρώπων κατοίκησιν·. Ηξει γὰρ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὲν παρελεύσονται· στοιχεῖα δὲ λαυτούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτῷ προσδοκώμεν.» — «Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα αἰώνια δὲ, τὰ μὴ βλεπόμενα.» "Απερ ἀεὶ λογιζόμεν ναι, καὶ δι' ἐνθυμήσεως ἔχοντες, καὶ κλῆρον ἴδιον ἔχειν πιστεύοντες, ἄσπιλοι Θεῷ καὶ ἀμώμητοι εν ρεθῆναι σπουδάζομεν· δι᾿ ὃ τὰς βασάνους ὑμῶν οὐ φοβούμεθα, καὶ τὰς ἀπειλὰς οὐ δεδοίκαμεν· μή φο βεῖσθαι γὰρ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχήν μή δυναμένων ἀποκτεῖναι, ἐμάθομεν· καὶ τὰς ὑποσχέσεις ὑμῶν βδελυττόμεθα, ώς χωριζούσας Θεοῦ καὶ συναπτούσας τοῖς δαίμοσιν· κρείττους γὰρ ἡμῖν ὑποσχέσεις Χριστὸς τῶν ὅλων Δεσπότης δεδώρηται, κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον, καὶ ἀμόλυντον καὶ ἀμάραντον τετηρηκέναι ἐν οὐρανοῖς, καὶ & ὀφθαλμὸς οὐκ ἴδεν καὶ οἷς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. • Επιγείου φίλοι γενέσθα βασιλέως οὐ θέλομεν, γένος ὄντες ἐκλεκτὸν, καὶ βα σίλειον ιεράτευμα, ἔθνος ἅγιον χρηματίζοντες, καὶ λαὸς εἰς περιποίησιν. Αξιώμασιν τοῖς παρ' ὑμῖν οὐκ ἀξιοῦμεν σεμνύνεσθαι, Θεοῦ παῖδες υπάρχοντες, καὶ
col. 3405–3406page 10 of 18
PG 87:3405ἀξίας κατὰ τὸ μέτρον τῆς πίστεως ἔχοντες. πολιτάρχαις ὑμῶν οὐκ εὐψυχοῦμεν ἐγγράφεσθαι, οὐρανοπολῖται τυγχάνοντες, βίβλῳ ζωῆς ἀναγεγράφθαι πιο ". στεύοντες· ὅθεν καὶ θαῤῥοῦμεν εἰπεῖν· ι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ τοῦ ἐκ σκό τους ἡμᾶς εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς μεταστήσαν της· τοῦ δι' ἡμᾶς σάρκα πτωχεύσαντος, ἵν᾿ ἡμεῖς πλουτήσωμεν τὴν αὐτοῦ θεότητα· τοῦ θανέντος ὑπὲρ ἡμῶν, ἵνα θάνατον ἡμεῖς καὶ φθορὰν ἀποφύγωμεν θλίψις τοῦ τὴν ἀνθρωπίνην φύσιν ευσαμένου τῶν ",» θλίψεων; στενοχωρία τοῦ διὰ στενοπορίας ἡμᾶς εἰς; τὴν ἀπερίγραφον αὐτοῦ βασιλείαν ἰθύνοντος; διωγμὸς τοῦ διωχθέντος δι' ἡμᾶς καὶ νικήσαντος τοὺς διώκοντας, καὶ μισθὸν ἡμῖν τοῖς δι' αὐτὸν διωκομέ-? νοις οὐρανῶν βασιλείαν δωρήσαντος; λιμὸς τοῦ τὴν ἡμετέραν σωτηρίαν πεινάσαντος, καὶ λιμώσσοντας β ἡμᾶς καὶ μηδὲ χοίρων τροφαῖς εὐποροῦντας χορτάζεσθαι, τροφῶν ἀθανάτων ἐμπλήσαντος; κίνδυνος τοῦ κινδύνων ἡμᾶς ἐξαρπάσαντος; μάχαιρα τοῦ τυ θέντος ὑπὲρ ἡμῶν καὶ ψυχοφθόρου μαχαίρας ἡμᾶς διασώσαντος; ε Πεπείσμεθα οὖν, ὡς οὐδὲ θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίς? σαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ο διὰ τὸ ὑπερέχον τῆς γνώσεως καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ φιλανθρώπου χρηστότητος· καὶ, ὅτι «Μὴ ἄξια τοῦ νῦν και? ροῦ τὰ παθήματα, καὶ ἡ τῶν παρόντων ροώδης ἀπόλυσις, Πρὸς τὴν δόξαν τὴν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι μέλλουσαν.» λαυσις] κβ'. Ταύτην ἔγνωκότες τῶν ἁγίων τὴν βουλὴν οἱ δικάζοντες, καὶ τοῦ φρονήματος αὐτῶν ἀγασάμενοι, αἰηθέντες δὲ ὡς λόγοις αὐτοὺς μεταπείθειν ἀδύνατον, εἰ μὴ καὶ δισσοῖς πειραθείεν κολάσεσιν, ἐν λόγοις ἀρετὴν, ἀλλ' οὐκ ἐν ἔργοις ἀνδρείαν ἔχειν αὐτοὺς λογισάμενοι, ώμοτέρας αὐτοῖς τὰς βασάνους προσε έφερον, δύο ταῦτα πραγματευόμενοι· τούς τε γὰρ ἁγίους οὕτω πρὸς τὸ δοκοῦν αὐτοῖς τὴν τῶν εἰδώλων προσκύνησιν ἄγειν ἐνόμιζον, τά τε συναθλοῦντα καὶ συναγωνιζόμενα γύναια, τοῖς τῶν δρομαίων συνεφέλκεσθαι αἵμασιν. Αλλ' οὐκ ἐπιτεύξηται δόλιος θήρας κατὰ τὸ λόγιον· Χριστοῦ γὰρ ἀμφοτέρους δύναμιν ἐξ ὕψους ἐνδύοντος, τὰ ποικίλα τῶν δικαστῶν διερ ῥήγνυντο δίκτυα, καὶ τῶν ἁγίων αἱ ψυχαὶ τῆς παγίδος ὡς στρουθίον ἐῤῥύσθησαν. Ωσπερ γὰρ τὰ πε λάγια κύματα ταῖς πέτραις προσρήσσοντα διαλύεται, καὶ πλεῖον οὐδὲν ἢ κούφος ἀφρὸς ἀποδείκνυται· οὔ τως Κύρῳ τε καὶ Ἰωάννῃ ἀγρίως τε καὶ ὠμῶς προστ βάλλοντες οἱ κολάζοντες, καὶ πάσας ὑπερβολικῶς αὐτοῖς ἰδέαν βασάνων προσφέροντες, ὡς οὐ προσβάλ
col. 3407–3408page 11 of 18
PG 87:3407τος ἐν Χριστῷ ἀντωθούμενοι· ἢ ὥσπερ πύργοις ἀπορθήτοις προσάγοντες τάς μηχανάς οἱ πολέμιοι ἑαυτοὺς δαμάζουσι καὶ λυμαίνονται, κέρδος οὐδὲν τῆς ἐγχειρήσεως ἔχοντες ὑποστρέφουσιν· οὕτως ἐπιτιθέντες τοῖς μάρτυσιν τὰς αἰκίας οἱ δήμιοι, ἑαυτοὺς τῷ κα μάτῳ κατέκοπτον, καὶ ῥωμαλαιοτέρους τους δεχομένους εἰργάζοντο, καὶ τῆς τῶν ποθουμένων εὑρήσεως ἀπετύγχανον. "Οθεν καὶ τοῦ Σωτῆρος αἱ νύμφαι θάρ σος αήττητον ἐνδυσάμεναι, καὶ πρὸς πάσας τοῦ ἐχθροῦ τὰς ὁρμὰς ὁπλισάμεναι, καὶ γενναίως ἐν τῷ θεάτρῳ τῆς πίστεως τοῖς ἀντιπάλοις παλαίσασαι, ἀκλινεῖς καὶ ἀχείρωτοι τοῖς κολάζουσιν ἔμενον, οὐ τοσοῦτον τῶν μαστίγων φροντίζουσαι, ὅσον οἱ μα στίζοντες ἔπασχον· ἡ γὰρ τῶν οὐρανίων ἐλπὶς, καὶ τῶν προπασχόντων κραταιὰ καὶ ἀκράδαντος ἔνστασις, ἀνδρειοτέρας αὐτὰς ἀπεδείκνυεν· καὶ αἱ ἀλγηδόνες αὐταῖς τῶν πληγῶν ὑπετέμνοντο. λοντες ἔμενον ἄπρακτοι, ὑπὸ τῆς αὐτῶν στεῤῥάτη κγ'. Ἐπὶ πολὺ δὲ τοῖς μάρτυσι φιλονεικήσαντες οἱ δικάζοντες, τέλος ἡττήθησαν καὶ τῶν βασάνων ἐπαύ σαντο, καὶ τὰς μάστιγας εἴασαν, καὶ τοὺς ξυστῆρας ἀπέρριψαν, καὶ νικητικῶν αὐτοῖς στεφάνων γεγόνασιν αἴτιοι, τὸν διὰ τοῦ ξίφους αὐτοῖς ἐπενέγκαντες θάνατον. Ἡμέραν εἶχεν ἕκτην ὁ παρ' Αἰγυπτίοις Μεχὶρ, μίαν δὲ καὶ τριάκοντα ὁ παρὰ Ῥωμαίοις Ἰανουάριος, ὅτε μάρτυρες οἱ φιλόχριστοι διὰ Χριστὸν μαρτυρήσαντες κεφαλὰς ἀπετμήθησαν. Οὕτω τοὺς ἁγίους ἀθλήσαντας μάρτυρας καὶ τοὺς νικητικούς στεφάνους ἁρπάσαντας, καὶ τὰ βραβεία τῆς ἄνω καὶ θείας ἀνύσαντας κλήσεως, ὁ πιστὸς λαὸς ἀνελόμενος ᾠδὴν ἐπινίκιον ᾄδοντες, εἰς τὸ Μάρκου τέμενος ήγα γον, δς τήν τε πίστιν αὐτοῖς ἐνερίζωσεν, καὶ τῶν ὑπὲρ ταύτης ἀγώνων τὸ στάδιον ἤνοιξεν, καὶ τῶν ἁμαράντων στεφάνων ἀπήρξατο· καλῶς τοὺς φοιτητὰς τῷ διδασκάλῳ συνάπτοντες, καὶ τῷ βραβευτή προσνέμοντες τοὺς ἀθλήσαντας, καὶ τῷ ποιμένι τὰ πρόβατα φέροντες, καὶ τῷ γεωργῷ τὰ πλήρη καρπῶν τῶν σταχύων προσάγοντες, καὶ τῷ στρατηγῷ τὴν τῶν στρατευομένων αήττητον φάλαγγα. Ὁ δὲ γεγηθὼς ὡς τέκνα γνήσια τοὺς ἁγίους ἐδέξατο, καὶ χαί ρων ὡς μιμητὰς ἀκριβεῖς ἐν ἀγκάλαις προσέλαβεν, καὶ σκιρτῶν τῷ Θεῷ προσήγαγεν, φωνὴν ἀφεὶς δια πρύσιον· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία & μοι ἔδωκεν ὁ Θεός·» καὶ παρόντων τῶν πιστῶν ὁμηγύρεων, τὰ τῶν μαρτύρων κατέθηκε λείψανα· οὐ κοινῇ τοὺς ἀμνοὺς καὶ τὰς ἁμνάδας συνθάψαντες, οὐδ᾽ ἅμα τὰς νύμφας Χριστοῦ καὶ τοὺς νυμφαγωγούς τῇ γῇ κατα κρύψαντες, ἀλλ᾿ ἰδίαις ἀμφοτέρους σοροῖς θησαυρίσαντες, ἐπεὶ φυλὴν φυλὴν καθ᾿ ἑαυτὴν καὶ ταύτας διαιρεῖν ἐπαιδεύθησαν, κἀνταῦθα τηρεῖν ἐσπούδασαν τὸ παράγγελμα. Καὶ τῶν μὲν ἁγίων οἱ ἆθλοι καὶ οἱ δρόμοι καὶ αἱ πάλαι καὶ αἱ νίκαι, καὶ πρὸς τούτοις οἱ ἀμάραντοι στέφανοι, καὶ ἡ ἐν τῷ ναῷ Μάρκου τοῦ θείου κατάθεσις, οὕτω πως, ὡς δι᾽ ὀλίγων εἰπεῖν, ἐτελέσθησαν, καὶ πέρας ἔσχον ἐπίσημον.
col. 3409–3410page 12 of 18
PG 87:3409κδ'. Εἴπωμεν δὲ καὶ τὴν ἐκεῖθεν ἐνταῦθα μετάθεσιν, καὶ τὴν αἰτίαν δι᾽ ἣν ἡ μετάθεσις γέγονεν. Μετὰ τὰς πολλὰς ἐκεῖθεν ἡμέρας, ἵνα τί καὶ Μωσαΐσωμεν, καὶ τοῦτο τοῖς μάρτυσι χαρισώμεθα· ἀποδέξονται γὰρ ἡμᾶς ἐν τοῖς αὐτῶν ἐγκωμίοις Μωσαΐζοντας· μᾶλλον ἢ Πλατωνίζοντας· μετὰ τὴν ἐκείνων τῶν τυράννων κατά λυσιν, καὶ τῶν τοὺς ἁγίους κολασάντων ἀπώλεσιν, καὶ τῆς τῶν εἰδώλων μυσαράς λατρείας καθαίρεσιν, καὶ ἱδρυμένων αὐτοῖς ναῶν καὶ βωμῶν τὴν κατάπτωσιν· ἡ μετὰ τὴν Κωνσταντίνου τοῦ μακαριστοῦ πρώτου Χριστιανῶν καὶ Ῥωμαίων τὰ σκήπτρα κρατύναντος, καὶ τῶν υἱῶν μεταβίωσιν· μετὰ τὴν Ἰοδιανοῦ καὶ Οὐαλεντιανοῦ τε καὶ Γρατιανοῦ πρὸς ζωὴν τὴν κρείτ τω μετανάστασιν, μετὰ Θεοδοσίου τοῦ μεγάλου καὶ τῶν ἐγγόνων πρὸς τὴν ἄνω λῆξιν ἀνάλυσιν, Θεοδοσίου τοῦ μικροῦ τὴν βασιλείαν διέποντος, καὶ Κυ ρίλλου τοῦ θείου τὰ ἐνθάδε λογικὰ τοῦ Χριστοῦ ποι μαίνοντος πρόβατα, καὶ μεγαλοφώνῳ σάλπιγγι τὴν τῆς εὐσεβείας σοφίαν κηρύττοντος, δαίμων τις ζοφερὸς καὶ Αἰγύπτιος ἀνεφαίνετο Μενουθὴς τούνομα, κώμην οἰκῶν τὴν ἐπώνυμον, θήλεως μορφὴν προσ ποιούμενος, καὶ ταύτῃ δεικνὺς τὴν οἰκείαν ἀσθένειαν, καὶ πρὸς τοὺς ἄῤῥενας τῇ ψυχῇ τὴν ἀσθένειαν μᾶλ λον ἀδράνειαν, οὐ σθένει φυγὼν τὴν ἀβύσσιον ἄλυσιν, ἀλλὰ Θεοῦ συγχωρήσει τέως ἐαθεὶς πρὸς ἡμετέραν ἀσφάλειαν, ἵνα ἀεὶ μνημονεύωμεν, τούτου τὰς και κουργίας θεώμενοι, ὁποίων ἡμᾶς δυσχερῶν Χριστὸς ὁ Θεὸς ἠλευθέρωσεν. Οὗτος ὁ δαίμων ὁ σκοτεινὸς ὡς Αἰγύπτιος, ὁ θηλύφρων ὁμοῦ καὶ θηλύμορφος μετά Λοξίου τε καὶ τρίποδος τὴν κουφότητα, καὶ τῆς ἐν Δοδώνῃ δρυὸς σιγὴν ἀνεκλάλητον, καὶ τὴν τοῦ Καστα λικοῦ νάματος σιωπὴν ἀτελεύτητον, καὶ τοῦ Ῥοδίου ταύρου τὴν συγγνωσθεῖσαν αὐτῷ πτῶσιν ἀμύκητον, καὶ τὴν πάντων, ὡς εἰπεῖν, τῶν Ἑλληνικῶν μαντείων κατάσβεσιν. Ασκληπιοῦ τε τὴν μὴ τελευτῶσαν ἐκε πύρωσιν, καὶ τῶν κατ' αὐτὸν ἰατρῶν τὴν παντελῆ καὶ ἀνίατον λάβωσιν, προφητεύειν καὶ νόσους κα τρεύειν, μᾶλλον δὲ ψευδοεπεῖν καὶ νοσοποιεῖν ἐτε ρατεύετο φάσμασιν· Πῶς γὰρ ὁ ψεύστης ὢν ἀπ' ἀρχῆς, καὶ ψεῦδος ἐκ τῶν ἰδίων λαλῶν, ἐν ἀληθείᾳ τα παντελῶς οὐχ ἱστάμενος; ἢ πῶς ὁ τὴν ἰδίαν ἣν εἶχέν ποτε μὴ φυλάξας ἀρχὴν, ἀλλ᾽ ὡσεὶ νεκρὸς ἐβδελυγμένος ῥιφεὶς, καὶ σκώληξι βρύων, καὶ σῆψιν ἔχων ὑπόστρωμα, ὁ πᾶσαν πτῶσιν πεσών, καὶ μετ γάλην νοσῶν τὴν ἀσθένειαν Αὐτοὶ γὰρ προφητι. κῶς εἰπεῖν, ἠσθένησάν τε καὶ ἔπεσον,» καὶ παντὸς ἀγαθοῦ τὴν ἀνίατον περικείμενοι νέκρωσιν ἑτέροις ῥῶσιν ὀρέξειεν; ἢ νοσοῦσιν τισὶν ἀλεξήσειεν, ὁ βοη θεῖν ἑαυτῷ μὴ δυνάμενος; "Ο γάρ τις ἔχει ἐκ φύσεως τοῦτο λαχών, ἢ πρὸς ἑτέρου λαβὼν καὶ φυλάξας ἀμείωτον, τάχα ἂν ἠδύνατο καὶ πρὸς ἄλλων ἐκτείνειν μετάδοσιν· ὁ δὲ μὴ ἔχει, πῶς ἑτέροις διδόναι δυνή σεται; κε'. Καὶ τούτων οὕτω κειμένων, πολλοὺς τὸ εἰσ δεχθὲς τοῦτο δαιμόνιον ταῖς ἀπάταις παρέσυρεν, καὶ προσκαλεῖσθαι αὐτοῦ τῷ βωμῷ ἐλπίδι ῥώσεως ἢ
col. 3411–3412page 13 of 18
PG 87:3411προφητείας ἀνέπειθεν, οὐ μόνον ἀπιστοῦσιν καὶ πάντη τοὺς αὐτοῦ προκειμένους κελεύσμασιν, ἀλλὰ καὶ πιστοὺς καὶ Χριστοῦ τὰ σύμβολα φέροντας. Δεινὸν γὰρ ἡ κακία πρὸς ἑαυτὴν ἕλκουσα τὸν ἄκακον, τάχα δὲ καὶ τὸν ἀραρότως πρὸς τὰ κρείσσονα νεύοντα, εξ μὴ Θεὸν φύλακα της αὐτοῦ κτήσαιτο νεύσεως. "Αλλως δὲ καὶ οἱ τούτου τοῦ ἄστεως ἔκγονοι πολὺ τὸ ἀκέ ραιον ἔχοντες, καὶ μᾶλλον ἐν ἁπλότητι γνωριζόμενοι, εὐχερῶς τῶν ἀρίστων ἐπὶ τὰ χείρω μεθ ίστανται, καὶ ῥᾳδίως βλαβεροίς παραφθείρονται, καὶ δυσχερῶς ἐκ τῶν ἡττωμένων ἀνάγονται, τὸν πολυόμματον νοῦν οὐκ εὐόμματον ἔχοντες. Οθεν καὶ Παῦλος τοιούτους τους Γαλάτας θεώμενος, Θαυμάζω, φησὶν, πῶς οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντὸς ὑμᾶς ἐν χάριτι Χριστοῦ·» καὶ μετά πολλὴν διδασκαλίαν καὶ σοφωτάτην παραίνεσιν εἰκότως αὐτοῖς ἐμαρτύρησεν τὸ ἀνόητον· Ἑβραίους δὲ βλέπων ἔτι χρήζοντας γάλακτος, καὶ γυμνὰ τὰ τῆς ψυχῆς αἰσθητήρια προς διάκρισιν καλοῦ καὶ τοῦ χείρονος ἔχοντας, νοθροὺς ἀξίως καὶ νηπίους ανα μασεν· Κορινθίοις τοῖς προλαβοῦσιν σωφρονεῖν κινδυνεύουσιν, «Μή πως ὡς ὁ ὄφις, ἔφη, ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθείρῃ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν.» Ἡ δὲ Σοφία τὸν κακὸν νοῦν εὐμαρῶς, φησίν, μεταλλεύεσθαι, καὶ διὰ τοῦτο διδόναι πανουργίαν ἀκάκοις, παισὶν δὲ καὶ νέοις τὸ φρόνημα, αἴσθησίν τε καὶ ἔννοιαν ἐπαγγέλλεται. κς'. Αλλ' ὁ θεσπέσιος Κύριλλος ὁ ποιμὴν ὁ καλὸς καὶ Χριστοῦ τοῦ καλοῦ ποιμένος μαθητής καὶ ἀκό. λουθος, ἀεὶ τῷ τῆς ἡμέρας καύματι συγκαιόμενος, καὶ τῷ παγετῷ τῆς νυκτὸς συμπηγόμενος, καὶ τῶν ὀμμάτων τὸν ὕπνον ἀφιστῶν καὶ τροπούμενος, ἵνα ἀγρύπνοις όμμασιν καὶ ἐγρηγόρῳ τῷ νῷ φυλάττῃ τὰ πρόβατα, καὶ μὴ κλέπτοιντο καὶ θύοιντο καὶ ἀπόλ λοιντο μηδὲ θηριάλωτα γίγνοιντο· οὕτω γὰρ καὶ τὸν φθορέα καὶ θῆρα Νεστόριον, λῃστὴν ὁμοῦ καὶ λύκον ἐφώρασεν, καὶ τῆς μάνδρας ἐδίωξεν, καὶ τῆς ποίμνης ἀπήλασεν ἄπρακτον, τὰ πρόβατα φυλάξας ἀλώβητα. Κύριλλος ὁ Θεοφίλου τοῦ θείου καὶ τῆ; ἀρχῆς καὶ τοῦ ζήλου τυγχάνων διάδοχος, τὴν ἀπάτην βλέπων τοῦ δαίμονος, καὶ τῶν πιστῶν τὴν βλάβην θεώμενος, τοῦ Σωτῆρος ικέτης ἐγένετο, καὶ παῦσαι τὸ κακὸν ἐλιτάνευεν, τοῦ τε δαίμονος καταργῆσαι τὰ φάσματα, καὶ τελείαν τῷ λαῷ παρασχεῖν τῆς ἀλη θείας ἐπίγνωσιν, καὶ τῆς αὐτοῦ θεογνωσίας τὸν ἔρωτα· ὁ Θεὸς δὲ θᾶττον τὰς τοῦ θεράποντος δεήσεις δεξάμενος, καὶ τὸ τῆς καρδίας θέλημα δέδωκεν, καὶ τὰς ὑπὲρ τῶν πιστῶν αἰτήσεις επλήρωσεν. Οφθαλ μαὶ γὰρ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· θέλημα γὰρ ὄντως τῶν φοβουμένων αὐτῶν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται· ἐπειδήπερ ἐγγὺς πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ καθέστηκεν· καὶ τοῦ μὲν δα! μονος ἔθραυσεν τὴν ἐνέργειαν, τοῦ δὲ λαοῦ τὴν ἀσθένειαν ἐθεράπευσεν. Ενὶ γὰρ δικαίῳ ὁ Θεὸς χι λίους χαρίζεται· καὶ λαῷ πολλάκις εὐσεβῶς ἐκει
col. 3413–3414page 14 of 18
PG 87:3413τεύοντι. Οὕτω γὰρ καὶ τῷ Λὼτ τὴν πόλιν ὁλόκληρον ἐχαρίσατο ἐπὶ τῇ αἰτήσει θαυμάσας αὐτοῦ καὶ τὸ πρόσωπον· καὶ τῷ Μωϋσεῖ τὸν Ἰσραὴλ ἁμαρτάνοντα πολλάκις δεδώρηται· οὕτω καὶ Κυρίλλῳ Θεός δικαίῳ τυγχάνοντι, καὶ κατὰ Λὼτ αὐτοῦ καὶ Μωϋσέα Θεράποντι, πόλιν ὅλην καὶ ὅλον λαὸν ἐδωρήσατο. κα. Καὶ δὴ νύκτωρ αὐτῷ μεθ᾽ ἱκετείας καθεύδοντι, δι' ἀγγέλου τὸ πρακτέον ἐμήνυσεν, Κῦρον κελεύσας τὸν ἀοίδιμον μάρτυρα ἀπὸ τοῦ Μάρκου τοῦ θεσπεσίου νεὼ πρὸς τὸν τῶν Ἁγίων Εὐαγγελιστών σηκὸν μεταστήσασθαι, ὅνπερ ὁ προεδρεύσας Θεόφι ος ἐν αὐτῇ τῇ κώμῃ Μενουθῇ ἦν δομησάμενος, ἐν ᾗ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ τὸ δαιμόνιον ἐπεπόλαζεν. Τοῦτον Κύριλλος ὁ θαυμάσιος τὸν χρησμόν δι' ἀγγέλου δεξάμενος, ἐπὶ Μάρκον τὸν ἅγιον ἔδραμεν, καὶ τὸ σεπτὸν ἐκκαλύψας Κύρου σπιρίδιον, ἔνδον σὺν αὐτῷ καὶ Ἰωάννην τὸν τρισόλβιον εὕρισκεν· καὶ σοφῶς λογισάμενος ὡς ἀμφοτέρους τὸ θεόλεκτον πρόσταγμα τῇ τοῦ ἑνὸς προσηγορία, διὰ τὴν ἀμφο τέρων ὁμολογίαν τε καὶ ὁμοφροσύνην ἐμήνυσεν, καὶ ὡς οὐ δέον διελεῖν μετὰ θάνατον οἷς οὐ τρόπος, οὐ τόπος, οὐ τάφος, οὐ χρόνος, οὐ πάθος διέλυσεν, τού τους ἄμφω λαβὼν εἰς τὸ λεχθὲν αὐτῶν τῶν εὐαγγελιστῶν ἱερὸν μετήγαγεν τέμενος, σκιρτῶν ὁμοῦ καὶ ἀγαλλόμενος κατὰ Δαβὶδ τὸν μακάριον πρὸ τῆς κιβω τοῦ Κυρίου χορεύοντα παραπλησίως μιμούμενος. Οθεν καὶ κατ᾿ αὐτὸν τὸν Μελῳδὸν τὴν πνευματικὴν αὐτοῦ λύραν καὶ θεόπνευστον ἁρμοσάμενος μελα ῳδίαις δύο τους μάρτυρας ᾔνεσεν, τὴν ἐνοῦσαν αὐτῷ δημοσιεύων τερπνότητα, καὶ τοῖς εὐσεβέσιν εἰκων καὶ ὑπόδειγμα τῆς ἐπὶ τοῖς ἁγίοις εὐφροσύνης γινό μενος· ὡς καὶ οἱ νῦν ἐντυγχάνοντες, καὶ τὸν ἐκείνου πόθον γινώσκουσιν, καὶ πρὸς τὴν αὐτοῦ διάθεσιν μεταβάλλουσιν· χαίρουσιν γὰρ εὐθὺς καὶ σκιρτῶσιν ὡς Κύριλλος, καὶ τὸν Χριστὸν τοῖς ὕμνοις γε ραίρουσιν, καὶ ταῖς εὐφημίαις στεφανοῦσιν τοὺς μάρτυρας. κη'. Θαυμάσαι γὰρ ὄντως ἐστὶν τοῦ Σωτῆρος τὸ πάναλκες καὶ τὸ τῆς αὐτοῦ προνοίας πανεύπορον, πῶς οὐ θεῖον ἐξ οὐρανοῦ βρέξας καὶ πῦρ, τὸν ἀλιτήριον ἐκεῖνον ἐκεραύνωσε δαίμονα, ὡς πάλαι Σόδομα τε καὶ Γόμορρα τῇ φύσει μεμφόμενα, καὶ τὸν Ποιη τὴν ὡς οὐκ εὖ τὰ καθ᾿ ἡμᾶς διαθέμενον ἐνυβρίζοντα· οὔτε γῆν ἀνοιχθῆναι καὶ καταπιεῖν τὸν ἀκά θαρτον ἔκρινεν, ὥς ποτε Δαθὰν καὶ ᾿Αβιρών συν αγωγὴν ὑπερήφανον· οὔτε λίθους ὀμβρήσας τὸν ἀν ὅσιον ἐχαλάζωσεν, ὡς ἔθνος ποτὲ τῷ Ἰσραὴλ ἀνθε ιστάμενον· οὔτε πεσεῖν τὸ τοῦ μικροῦ βδελυρώτα. τον άγαλμα, καὶ εἰς λεπτὰ συντριβήναι προσέταξεν, ὡς πάλαι τὸν Βὴλ καὶ τὸν Δαγών κατελέπτυνεν, ἀλλὰ σώμασι νεκροῖς καὶ κεκοιμημένοις ἐν μνήματι τὸ τού του θράσος κατεύνασεν, καὶ τῶν ἐπ' αὐτῷ καυχωμένων τὴν ἀλαζονείαν κατήσχυνεν· δεῖξαι θέλων, ὡς οἶμαι, τοῖς συνετοῖς καὶ ἀρτίφρασιν, πόση μὲν ἡ τῶν αὐτοῦ μαρτύρων καὶ μετὰ θάνατον δύναμις, πόλ ση δὲ τῶν παρ' Ελλησι θεῶν ἡ ἀσθένεια, καὶ ὅσον ἡττῶνται οἱ θεοὶ χρηματίζειν αυχήσαντες, ἀκινήτοις ἁγίων καὶ νεκροῖς καὶ μὴ πορεύουσιν σώμασιν.
col. 3415–3416page 15 of 18
PG 87:3415κθ'. Ἐνταῦθα γὰρ ἐλθόντες οἱ ἅγιοι, καὶ τοῖς εὐαγγελισταῖς γενόμενοι σύσκηνοι, πρῶτον μὲν ἐξ αὐτῆς εὐθὺς τῆς εἰς τὸν ἱερὸν τοῦτον σηκὸν ἐπιδά σεως εἰς φυγὴν τὸ δαιμόνιον ἔτρεψαν εἰς τάρταρον ἐκ γῆς ἐκδιώξαντες, καὶ τρόπαιον ἐπὶ τῇ τούτου φυγῇ θριαμβεύσαντες, ἔρημον τὴν οἰκίαν τοῦ οἰκή τορος ἔδειξαν. Δεύτερον δὲ τούτοις ἔργον ἐπράτο τετο ἡ τῶν ὑπαρχόντων τῷ δαίμονι σκύλευσις, ήγουν ἡ πόρθησις. Ανθρωποι ἦσαν αὐτοῦ τὰ ὑπάρχοντα καὶ γύναια τῷ βωμῷ προσκαθήμενα, ἐλπίσι κεναῖς απατώμενοι καὶ φαντασίᾳ δεινῇ χλευαζόμενοι· οὖσα περ οἱ μάρτυρες ψυχὰς νεκρωθέντας καὶ σώματα, τὸν ἰσχυρὸν τῇ φυγῇ κατὰ τὴν θείαν φωνὴν πρότερον δήσαντες, ὡς νεκρὸν ἐσκύλευσαν· δεύτερον καὶ ζωὴν αὐτοῖς φιλανθρώπως χαρίζονται, τῇ πηγῇ τῆς ζωῆς αὐτοὺς προσενέγκαντες· καὶ γνῶναι Θεὸν δωρησάμενοι, ὃν ἀγνοοῦντες νενέκρωντο· καὶ φῶς ἀληθινὸν χαρισάμενοι, ὅπερ ἐσκοτοῦντο μὴ βλέποντες. Οὕτω γὰρ σώζουσίν τε καὶ ζωγρεύουσιν τὰ πρὸς ἐχθρῶν αὐτοῖς ἁρπαζόμενα, ὡς ὁ Δεσπότης αὐτ τῶν καὶ διδάσκαλος τὴν οἰκουμένην ἁρπάσας ἐζώ γρησε». Τρίτον οἱ μάρτυρες τῶν φθασάντων ἔδρων τότε οὐκ ἔλασσον· καὶ τὸ βδελυρὸν ἐκεῖνο τοῦ δα! μονος τέμενος, ἐν ᾧ τὰς ψευδεῖς φαντασίας ὁ δραπέτ της ειργάζετο, ἐν ᾧ βωμὸς ἦν ἀεὶ τοῖς αἵματι διαι νόμενος· καὶ τὸ γυναικόμορφον ἴστατο ξόανον παρ αλλα ψάμμῳ κατέχωσαν, καὶ κατὰ τὸν πατριάρχην Ἰακὼν ὑπὸ χθόνα κατέκρυψαν· ὡς καὶ λήθην ἐμπ ποιῆσαι τοῖς ἔπειτα, καὶ ὠφέλιμον ἄγνοιαν τῆς μυ σαρᾶς αὐτοῦ καὶ ψυχοφθόρου δομήσεως. Τέταρτον τοῖς προλαβοῦσιν συνήπτετο ὁ τοῦ δυσαγοῦς αὐτοῦ κτήματος ὄλεθρος, ὁ τῆς δαίμονος ὑπῆρχεν ἐπώνυμον, καὶ τῶν μυσαρῶν αὐτῆς τελετῶν μιαρὸν ἐνδιαίτημα· τοῦτο γὰρ ψάμμος καὶ θάλαττα μαρτύρων ἐμερίσαντο νεύματι· καὶ τὸ μὲν αὐτοῦ ψαμμαίοις ἐστὶν ὑποβρύχιον, τὸ δὲ θαλαττίοις περικλύζεται ρεύμασιν. Πέμπτον ἐτελεῖτο τοῖς μάρτυσιν, τὸ καὶ νῦν παραδόξως τελούμενον, καὶ πρὸ τῆς τοῦ παντὸς συντελείας οὐ συντελούμενον, δ καὶ πάντες ἴσασινοι καὶ τοὺς μάρτυρας ἐπιστάμενοι, καὶ τῆς αὐτῶν ἀπολαύοντες χάριτος, ὅσοι καὶ τὸ τέμενος ἐθεάσαντο, καὶ τὴν σορὸν αὐτῶν ἡσπάσαντο τὴν πολύευκτον ἔστιν δὲ καὶ τὸ τεράστιον, τῶν ἁγίων τὸ τέμενος πα ραδόξως ἱστάμενον καὶ πάντας ἐκπλῆττον τῷ θαύ ματι. Επ' ηϊόνος γὰρ οὐχ ὑψηλῆς οὐδὲ σταθερᾶς ᾠκο δόμηται, καὶ μεσιτεύει ψάμμῳ καὶ κύμασι, τὰς ἑκα τέρων ὁρμᾶς προσδεχόμενον, καὶ κατευνάζον ὡς με σίτης τὸν πόλεμον· πρὸς ἕω μὲν γὰρ ἔχει βρυχω μένην τὴν θάλασσαν, καὶ τὴν ψάμμον πορθεῖν ἐπαίουσαν· πρὸς δὲ δυόμενον ἥλιον, τῆς ψάμμου τὸν σκόπελον, πολεμίως ἐφορμῶντα τοῖς κύμασιν, καὶ χερ σοῦν τὴν ὑγρὰν ἐπεισέρχοντα. Ἀλλ᾽ οὔτε τὸ ὕδωρ ἐξ τῇ ψάμμῳ συμπλέκεσθαι, οὔτε τὴν ἄμμον τοῖς ὕδα σιν μίσγεσθαι τὴν μεθόριον, ώς παρ' ἑκατέρων φα νὲν, καὶ χαῦνον αὐτοῖς τὸν οἰκεῖον προτεῖνον θεμέ λιον. Εἰς ὕψος δὲ πολὺ ἐπαιρόμενον καὶ τῷ αἰθέρι συνάπτον τὸν ὄροφον, ποθεινὸν ὑπάρχει τοῖς πλέουσιν ἐκ πολλῶν γὰρ σταδίων φαινόμενον, τοὺς μὲν εἰς Αλε ξάνδρειαν πλέοντας του πελάγους φανέντας προσδέ
col. 3417–3418page 16 of 18
PG 87:3417χεται, καὶ τέρψιν αὐτοῖς οὐ τὴν τυχοῦσαν χαρίζεται, προμηνύον ὡς ἐγγὺς τὸ ποθούμενον· τοὺς δὲ ταύτην ἐκπλέοντας μέχρι πολλοῦ προπέμπει βλεπόμενον, καὶ σωτηρίοις ἐφοδιάζει δωρήμασιν. λ'. Τὰ δὲ τοῖς ἁγίοις ἐντεῦθεν τερατουργούμενα τίς ἱκανὸς ἀριθμήσασθαι, ἢ γλώττῃ τολμηρᾷ διηγήσασθαι, ἢ πολυρήμονι φθέγξασθαι στόματι; "ἀνθρώπων μὲν οὐδεὶς, οὐδὲ εἰ δέκα μὲν εἶεν γλῶτταί τινι, δέκα δὲ στόματα, ψυχήν τε χαλκείαν καὶ φωνὴν ὁ τοιοῦτος ἄῤῥηκτον κτήσαιτο· μόνος δὲ Θεὸς ὁ καὶ τοσαύτην αὐτοῖς ἰσχὺν δωρησάμενος, δι' οὗ προ εθέσπισαν τὰ δι' αὐτῶν εἰς δόξαν αὐτοῦ πραχθησόμενα· ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, ὁ χειρὶ μὲν τὸ ὕδωρ μετρῶν, καὶ τῇ σπιθαμῇ τὸν οὐρανὸν, δρακὶ δὲ πᾶσαν τὴν γῆν, ᾧ καὶ ὑετοῦ σταγόνες ηρίθμηνται, καὶ βόλοι δρόσου μεμέτρηνται, καὶ ψάμμου προέγνωσται ψήγματα δι' οὗ λεπρούς καθαρίζουσιν, χωλοὺς ποιοῦσιν ἀρτί ποδας, ἀσθενεῖς θεραπεύουσιν, τυφλοῖς τὸ βλέπειν χαρίζονται, δαιμόνιά τε ἐκβάλλουσιν, καὶ νεκρούς ἐγείρουσι, καὶ μάλιστα τοὺς ψυχῆς πεπονθότας την νέκρωσιν· καὶ δωρεάν πᾶσιν ἀνθρώποις παρο έχουσιν, τὰ δωρεὰν αὐτοῖς δοθέντα χαρίσματα ἄπλετά τε ὄντα καὶ ἄπειρα, καὶ ἡμέρας ἑκάστης καὶ ὥρας αὐξούμενα, καὶ ζυγὸν ἀριθμοῦ μὴ δεχό μενα, λέγειν ἀδύνατον· ἀεὶ γὰρ τοῖς δευτέροις τὰ φθάσαντα σκέπεται, καὶ ταῦτα τοῖς ἐπιοῦσιν κατα καλύπτεται, λήθη καταχωννύμενα καὶ σιγῇ σκιαζόμενα, θαλάττιόν τι καὶ φθονερὸν ὑπομένοντα. Ωσπερ γὰρ ἐνταῦθα κύματα κορυφούμενά τε καὶ αὐξούμενα ὁρᾶται καὶ βλέπεται, καὶ τέρπει τοὺς ὁρῶντας καὶ βλέποντας, εἶτα προχωρήσαντα καὶ δευτέροις ὑπεί ξαντα εὐθὺς τῷ τῆς λήθης ἐκδίδοται ρεύματι, καὶ ῥεῖ τῇ λήθῃ πρὶν ἡ ῥεύσῃ τοῖς ὕδασιν, καὶ σιγῇ κατακρύπτεται πρὶν ἢ κρυβῇ τοῖς ἔπειτα κύμασιν οὕτω καὶ τῶν ἁγίων Κύρου τε καὶ Ἰωάννου τὰ θαύ ματα, ἐπαλλήλως πηγάζοντα, καὶ πλουσίως ἐκολύ ζοντα, σιγῇ καλύπτει τὰ παρόντα τὰ πρότερα, καὶ ἀληθείᾳ καὶ αὐτὰ τῇ τῶν ἐπιόντων ἐφόδῳ καλύπτεται λα'. ᾿Αλλ' εἰ καὶ οὕτω ταῦτα καὶ τοσαῦτα καθέστης κεν, ὀλίγα λίαν αὐτῶν εἰπεῖν πειρασώμεθα· συν τελέσει γὰρ καὶ αὐτὰ τοῖς ἐγκωμίοις τὸν ἔρανον, προλάμπουσαν ἔχοντα τὴν ἀλήθειαν. Ολίγα γὰρ ὄντως εἰσὶ τὰ λέγεσθαι μέλλοντα τὸν ἀριθμὸν ἑβδομήκοντα, πρὸς πληθὺν ἀμέτρητον παραβαλλόμενα, ὥσπερ καὶ ῥανίδες ὀλίγαι καὶ εὔμετροι πρὸς πέλαγος ἀκατάληπτον συμβαλλόμεναι. Οὐ τούτοις τῶν ἁγίων χά ριν, μὴ γένοιτο, περιγράφοντες, οὔτε τὰς εἰς ἡμᾶς αὐτῶν εὐεργεσίας συστέλλοντες (μὴ οὕτω τοῦ πρέ ποντος ἐκμανείημεν, ἀλλ' ἀπόδειξιν αὐτὰ τῶν ἐγκω μίων ποιούμενοι, καὶ τῆς αὐτῶν εὐφυΐας ἀσάλευτον σύστασιν. Διὸ καὶ μέρος αὐτὰ τῶν ἐπαίνων τιθέ μεθα, δροφον ὥσπερ τῷ λόγῳ στεγανὸν προμηθούμενοι, ὡς ἂν μὴ ταῖς τῶν ἀπίστων αθυροστόμοις βου λαῖς καταστάζοιτο, καὶ δι' αὐτῶν ἐμφράττοντες τῶν τοῖς εἰδώλοις προστετηκότων τα στόματα. Διὰ τοῦτο γὰρ οὔτε θαυμάτων παλαιῶν μνημονεύσωμεν, οὔτε
col. 3419–3420page 17 of 18
PG 87:3419τῶν πρὸ πολλοῦ γεγονότων καιρού ποιησώμεθα τὴν διήγησιν, ἵνα μὴ τὴν συμμαχίαν τοῦ χρόνου ἐμφράξωμεν, καὶ δυνηθείεν οἱ θεοστυγεῖς αὐτὰ παραγράψασθαι· ἀλλὰ τὰ ἐν τοῖς ἡμετέροις καιροίς γενόμενα γράψωμεν, ὧν τινὰ μὲν ἡμεῖς τεθεάμεθα, τινὰ δὲ παρ' ἑτέρων θεαταμένων ἠκούσαμεν· οὐ μὴν ἀλλὰ καὶ οἱ πλείους τῶν πεπονθότων, μᾶλλον δὲ θεραπευθέντων ἔτι τῷ βίῳ τούτῳ τῷ καθ᾿ ἡμᾶς περιλείπονται, καὶ τοῦτον τὸν ἥλιον βλέπουσιν, καὶ τοῖς παροῦσιν κέχρηνται πράγμασιν, καὶ μαρτυροῦσιν ἡμῖν τὴν ἀλήθειαν, αὐτοὶ ταῦτα πρὸς δόξαν μὲν Θεοῦ, τιμὴν δὲ τῶν ἁγίων οἰκείοις διηγούμενοι στόμασιν· τινὲς δὲ καὶ πρὸς Κύριον ἐξεδήμησαν, καὶ τῶν τῇδε πραγμά των ελύθησαν, πολλοῖς καὶ αὐτοὶ τὰ καθ᾿ αὐτοὺς ἀπαγγείλαντες, καὶ μάρτυρας ἡμῖν τῶν λεχθησομένων ἀψευδεῖς τοὺς ἰδόντας τε καὶ ἀκούσαντας κατα λείψαντες. λβ'. Αλλ' εἰ καὶ τῶν παλαιῶν εἰς ἔρευναν ἑαυτοὺς ἐμβαλεῖν ἡβουλόμεθα, καὶ κἀκείνων τινὰ τῷ γράμ ματι διηγήσασθαι, οὐκ ἂν ἡμᾶς Ελληνες ψευδοεποῦντας ἐλέγχειν ηδύναντο· τούτοις αὐτοὶ καὶ τοῖς εἰς ἀεὶ πρὸ τῶν ἁγίων γιγνομένοις σαφῶς ἐλεγχόμενοι. Ἡ γὰρ τῶν εἰς ἀεὶ πραττομένων θέα, καὶ τῶν ἔναγχος γεγονότων διήγησις, καὶ τοῖς παλαιοῖς τὴν πίσ στιν παρεῖχον ἀνάτρωτον· καὶ ἡμῖν ἐπετείχιζον τὴν ἀλήθειαν, καὶ τοῖς βδελυροῖς εἰδωλολάτραις τὸ ἀπι στεῖν τοῖς λεγομένοις ἀπέκλειον. Τοῖς παλαιοῖς οὖν παλαιά σεμνολογεῖν καταλείψαντες, & τοῖς αὐτῶν καιροῖς ἀναλάμψαντα, καὶ τοὺς τότε παρόντας εύ φραίνοντά τε καὶ σεμνύνοντα, αὐτοὶ τὰ νεωστί γεγο νότα καὶ ἐν τοῖς ἡμετέροις καιροῖς ἐπομβρήσαντα λέξωμεν, καὶ τοῖς ἰδίοις ἡμῶν καλλωπίσωμεν τὰ ἀΐδια καὶ τὰ χρόνῳ πρεσβύτερα· ὅτι Χριστὸς οὐ με μέ ρισται, ὁ ταῦτά τε κἀκεῖνα διὰ τῶν ἁγίων τευξάμε νος, καὶ τὰ μέλλοντα πάλιν ἡμῖν δι' αὐτῶν παροχή μενος. Ἴδιοι δ' αὖ καὶ ἡμέτεροι καὶ οἱ δράσαντες αὐτὰ θεσπέσιοι μάρτυρες, καὶ οἱ τοῖς τῶν μαρτύρων θαύμασιν κατ' ἐκεῖνο καιροῦ πιστοῖς σεμνυνόμενοι, ἵνα μὴ πάλιν ἡμᾶς οἱ ἐπάρατοι ἀπορία νέων θαυμά των τὰ παλαιὰ διεξέρχεσθαι λέγωσιν. Δεινοὶ γὰρ οἱ ἀνόσιοι καὶ ἀναίσχυντοι καθεστήκασιν, συσκιάζειν μὲν τὴν ἀλήθειαν, ἀντ᾿ αὐτῆς δὲ τὸ ψεῦδος προβάλλεσθαι, καὶ τὸ ψεῦδος ἀληθεύειν παρὰ τοῖς ἀνοήτοις ἐργάζεσθαι, καὶ τὸ μὴ πάλιν ψεύδεσθαι τὴν ἀλήθειαν, εἰ καὶ τὰ μάλιστα ταῖς τῶν ἀεὶ γιγνομένων θαυμά των νιφάσι ψευδηγοροῦντες ἀλίσκοιντο. Ανθρώπων μὲν γὰρ ἄγνωστος οὐδεὶς, ὡς οἶμαι, καθέστηκεν τῆς ἱερᾶς Κύρου καὶ Ἰωάννου δυνάμεως, ἣν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς καὶ Σωτὴρ Ἰησοῦς Χριστὸς κατὰ πάντων ἁπλῶς τῶν παθῶν ἐχαρίσατο, πρὸς καύχημα πιστῶν καὶ ἀσφάλειαν, Ἐκκλησίας [καθολικῆς] οἰκοδομὴν καὶ βεβαίωσιν. λγ'. ᾿Αλλὰ πάντες οἱ μὴ παρόντες τῷ σώματι, ὡς παρόντες καὶ βλέποντες ἴσασιν, χῶρον ὅσοι τουτονὶ τὸν ἐπίγειον ναίουσιν· εἰς πᾶσαν γὰρ ὄντως τὴν γῆν ὁ φθόγγος ὁ περὶ αὐτῶν ἐξελήλυθεν, καὶ εἰς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα, τὰ περὶ τούτων ἀφίκετο ρή ματα. Οὐ γὰρ περὶ μόνων τῶν ἀποστόλων τοῦτο βουν τὴν Ψαλμῳδὸν ἐκδεξόμεθα, ἀλλὰ καὶ περὶ πάν
col. 3421–3422page 18 of 18
Explicit lau sanctorum martyrum Cyri et Joannis; et post Laudem principium Miraculorum
PG 87:3421των τῶν ζηλωσάντων αὐτῶν τὴν ἀθάνατον μίμησιν. Οθεν καὶ ἡμεῖς ἀκροαταὶ μόνον πρὸ τούτου τῆς αὐ τῶν ἐτυγχάνομεν χάριτος, ὡς καὶ πάντες οἱ μα κροῖς ἀφεστῶτες τοῦ τεμένους αὐτῶν διαστήμασιν νῦν δὲ καὶ θεαταὶ τῆς τῶν ἀκουσμάτων ἀληθείας γε γόναμεν, ὀφθαλμικοῦ νοσήματος ἕνεκα προσελθόντες αὐτοῖς, ὡς προείρηται· καὶ αὐτοὶ μὲν τὴν ὑγείαν δεξάμενοι, καὶ τρυγώντας ἄλλους τὰς ἰάσεις θεώμενοι. 'Αλλ' ἡ μὲν προφήτης την λύραν τὴν ἱερὰν ἀρ μοσάμενος, καθάπερ ηκούσαμεν, οὕτως καὶ ἴδομεν, πρὸς τὴν παλαιὰν Ἱερουσαλὴμ βοάτω τοῖς ᾄσμασιν ἡμεῖς δὲ πρὸς τοὺς μάρτυρας φήσωμεν· Βραχύτερα πάνυ περὶ ὑμῶν τοῖς ὠσὶν ἐπυθόμεθα, ὧν τοῖς ὄμ μασιν ἴδομεν, καὶ σταγόσι μικραῖς δροσιζόμεθα πρότερον, αἷς αἱ γλῶτται νεφέλας μιμούμεναι τοῦ μαρτυρικοῦ τῶν ἰάσεων ἀνιοῦσαι πελάγους ὑέτιζον. Τούτου δὲ ἡμεῖς αὐτόπται τοῦ πελάγους γενόμενοι, κάν τοῖς αὐτοῦ νηξάμενοι νάμασιν, μετὰ τοῦ Ἰὼβ πρὸς ὑμᾶς τὰς τούτου πηγὰς ἀνακράξομεν. Ακοήν μὲν ὠτὸς ἡκούομεν ὑμῶν μόνον τὸ πρότερον, νυνὶ δὲ τοῖς ὀφθαλμοῖς ὑμᾶς ἑωράκαμεν. "Απερ οὖν παρ ὄντες τοῖς ὄμμασιν ἴδομεν, καὶ τοῖς ὠσὶν ἀκηκόα μεν, ταῦτα καὶ γράψομεν· καὶ τοῖς μακρὰν διεστῶσιν τοῖς σώμασιν, καὶ τοῖς μεθ᾽ ἡμᾶς γίνεσθαι μέλ λουσιν παραπέμψομεν· δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὁ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, τῷ προφήτη Δαβιδ συμφθεγγόμενοι· καὶ πιστὸν λεὼν διεγείροντες συναθροίσωμεν πρὸς τὴν τῶν θεόθεν διὰ Κύρου καὶ Ἰωάννου γιγνομένων τεράτων ἀκρόασιν. Φέρε δὴ οὖν, φέρε, πάλιν τὰς τῶν ἁγίων εὐχὰς ἀρωγὴν ἐνδυ σάμενοι, τῶν θαυμάτων εγχειρίσωμεν τὴν διήγησιν, ἐν ἅπασιν σύμμαχον τὴν ἀλήθειαν καὶ μάρτυρα τῶν λεγομένων ποιούμενοι. Τοῦ συγγράφοντος. Τις τάδ' ἔγραψεν; Σωφρόνιος. Πόθεν; ἐκ Φοινίκης. Φοινίκης ποίης; τῆς Λιβανοστεφάνου. Αστυ δὲ ποῖον; Ἐν αἷς Δαμασκός. Ζῶσι τοκῆες; Οὐ· θάνον ἀμφότεροι. Οὔνομα δ' εἰπὲ δύο. Μήτηρ μέν τε Μυρώ, γενέτης κικλέσκετο Πλύνθας. Εἶχε γάμον γλυκερὸν, καὶ τοκέων ἀγέλην; Οὐ γάμον οὐ παῖδας σχέθε πώποτε, ἄζυγος ἦεν. Πῆς γῆς μονάδας, καὶ τίνος ἐν μελάθρῳ; Ἐν χθονι θειοδόχῳ, καὶ ἐν οὔρεσι Ἱεροσολύμων, Εν μάνδρῃ μεγάλη Θευδοσίου μεγάλου. Καὶ τίσι τόνδ' ἐτέλεσεν καὶ ἔνθετο θέσκελον ὕμνον; Κύρῳ Ἰωάννῃ μάρτυσι θειονόοις. Τίπτε δὲ τόσσον έτευξε νέου πόνον; Ούνεκα καὐτοὶ Ομμασι νουσαλέοις δῶκαν ἀκεστορίην Σενέκα ιατροσοφιστοῦ. Κύρῳ ἀκεστορίης πανυπέρτατα μέτρα λαχόντι
Continue reading PG 87: Narratio Miraculorum SS. Cyri et Joannis Sapientum Anargyrorum →≣ entire volume