PG 87Procopius Gazaeus
Account of the Miracles of the Holy Martyrs Cyrus and John, the Unmercenary Healers
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3423–3424page 1 of 127
PG 87:3423Καὐτῷ Ἰωάννῃ μάρτυσι θεσπεσίοις. Σωφρόνιος βλεφάρων ψυχαλγέα νοῦσον ἀλύξας, Βαιὸν ἀμειβόμενος τήνδ' ἀνέθηκε βίβλον. ΣΩΦΡΟΝΙΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΟΦΙΣΤΟΥ ΔΙΗΓΗΣΙΣ ΘΑΥΜΑΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ ΤΩΝ ΣΟΦΩΝ ΑΝΑΡΓΥΡΩΝ. Α'. - Περὶ ᾿Αμμωνίου τοῦ ἐκταβαρίου χοιράδας ἐσχηκότος περὶ τὸν τράχηλον. Δίκαιον οἶμαι τῆς τῶν θαυμάτων ἀρχόμενος δι ηγήσεως, πρῶτα τὰ οἰκεῖα φράσαι τῆς πόλεως, ἐν ᾗ καὶ τῶν μαρτύρων ή θαυμαστή γέγονεν ἄθλησις, καὶ τερπνὸν ᾠκοδόμηται τέμενος· ἵνα μήτε τοὺς Αλεξανδρέας λυπήσωμεν, ἑτέρους αὐτῶν ἐν τοῖς ἰδίοις προστάττοντες· μήτε τὴν πόλιν αὐτὴν ἀτιμάσωμεν, μεγίστην οὖσαν καὶ καλὴν καὶ ἐράσμιον, καὶ ἀξίαν διὰ τοῦτο προτάττεσθαι, ἵνα τὴν ἀρχὴν τῆς διηγήσεως κληρωσάμενα θαύματα, καὶ τοιαύτης ὑπὸ πό λεως ἀληθῆ μαρτυρούμενα, καὶ τοῖς ἔπειτα λέγε σθαι μέλλουσι παραπέμψοι τὸ εὔπιστον. Οὐκοῦν ἀρχέτω τῶν θαυμάτων ἡμῖν ὁ ᾿Αμμώνιος, ἐπεὶ καὶ αὐτὸς τῶν πρώτων ὑπῆρχε τῆς πόλεως, πλούτῳ τε διαπρέπων καὶ ἀγαθῷ πατρὶ σεμνυνόμενος. Ὁ μὲν Ο γὰρ χρόνους οὐ μικροὺς τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν διώκησεν, πατὴρ Εὐλογίου τοῦ πάνυ τὸν θρό νον ἰθύναντος· ὁ δὲ τὴν τῆς ὀκτάβης ἀρχὴν (τέλος τοῦτο κατ᾽ ὀγδοάδα), καθέστηκεν ἀδίκως μὲν συναγόμενον, εὐσεβῶς δὲ διοικούμενον· οὓς πρὸ τέ λους διήνυσεν. Οὗτος γοῦν ὁ ᾿Αμμώνιος νέος ἔτι τυγχάνων, καὶ κάλλει σώματος τῶν ἐφήβων κοσμῶν τὰ συστήματα πάθος ἔσχεν χαλεπὸν εἰς τὸν τράχηλον, ὅπερ ιατροί χοιράδας καλῶς ὀνομάζουσιν, διὰ τὸ ζώοις εοικέναι τοιούτοις, τὰ τοῦτο δημιουργοῦντα τὸ νόσημα, καὶ κενούς συφεῶνας τῶν ἀθλίων ἀνθρώπων τοὺς τρα χήλους ποιούμενα. Ταῦτα τὸν τοῦ νέου περιστοιχήσαντα τράχηλον, καὶ ὥσπερ ἐν κοιλίᾳ μητρὸς ἐκτρεφόμενα, καὶ ταῖς κατ᾽ ὀλίγον αὐξήσεσι τὸν αὐχένα συντείνοντα, καὶ συναύξειν αὐτοῖς ἀναγκάζοντα, ἐν μεγάλῳ κακῷ τὸν νεανίαν διέθηκαν, συνέχοντά τε καὶ συμπνίγοντα τῇ περιτάσει τοῦ δέρματος. ΝΟΤΑ. ὁ υἱὸς Προτέλους.
col. 3425–3426page 2 of 127
PG 87:3425Ὁ δὲ πατὴρ τοὺς σοβαροὺς τῶν ἰατρῶν προς καλούμενος, τοῦ νέου τὸ πάθος ἐδείκνυεν, καὶ βοη θεῖν ἡντι βάλει τῷ παιδὶ κινδυνεύοντι, καὶ μισθούς τῆς θεραπείας προσέφερεν. Οἱ δὲ τὸν Ἰουλιανὸν τοῦτο γὰρ ἦν ὄνομα τῷ πατρὶ διὰ τιμῆς πλείονος ἄγον τες, καὶ τὸν παῖδα στέργειν ὑπὲρ αὐτὸν ἐπομνύμε ναι, καὶ ἄλλως πως τὴν ὁλκὴν τῶν μισθῶν ἐφηδόμενοι, τῆς τε νόσου τὴν ἄκεσιν χρέος εἶναι διώμνυντο, καὶ ταύτην αἰδοῖ καὶ τιμῇ τοῦ πατρὸς, καὶ πόθῳ καὶ στοργῇ τοῦ παιδὸς παρασχεῖν ἐπηγγέλλοντο. Καὶ δὴ πάντα τὰ τῆς τέχνης κινήσαντες, καὶ τοῖς ὑπὲρ τῆς τέχνης, εἰ ἔστιν εἰπεῖν, ἐγχωρήσαντες, ὤνησαν οὐ δέν· ἐπεὶ τοῖς μάρτυσιν τὰ τοῦ παιδὸς ἐτηρεῖτο σως τηρία. Τοῦτον γὰρ ὁ πατὴρ, τῶν ἰατρῶν ἀφελόμενος, τοῖς ὄντως ἰατροῖς Κύρῳ καὶ Ἰωάννῃ προσο ἤνεγκε, ὧν τὴν τιμίαν σορὸν καταβρέχων τοῖς δάκρυσιν, ἀρωγούς γενέσθαι τοῦ παιδὸς ἐλιτάνευεν, καὶ μὴ παριδεῖν αὐτοῦ τὸν υἱὸν τηλικούτῳ κλύδωνι συν εχόμενον. Οἱ δὲ τοῦ γέροντος ἐπακούσαντες, καὶ τὰ τῆς εὐχῆς οὐκ ἀτιμάσαντες δάκρυα, καὶ τὸν νέον Ιά σαντο, κἀκείνου τοῦ δεινοῦ περιδεῤῥέου λαμπρῶς ἠλευθέρωσαν. Ἀδικεῖν δὲ νομίζω, εἰ μὴ καὶ τῆς θεραπείας μνήμην ποιήσωμαι. Ἐπεὶ γὰρ τὸν νεανίαν ἀνεώρων ὑπέροφρυν, καὶ τῷ τοῦ πλούτου φυσήματι πρὸς ἀλαζονείαν αἱρόμενον, οὐ πρότερον τοῦ σωματικοῦ τένοντος τὰς οἰδήσεις κατέπαυσαν, εἰ μὴ τῆς ψυχῆς τὴν φλεγμονὴν ἐθεράπευσαν· πλείω γὰρ τῆς τῶν ψυχῶν ἰάσεως καὶ ἀπαθείας φροντίζουσιν. Τὸν οὖν Αμμώνιον ψυχῇ νοσοῦντα καὶ σώματι βλέποντες, καὶ τοὺς ἑκατέρων αὐχένας κακῶς διακείμενον, οὕτω τῆς “ θεραπείας ἠξίωσαν· πρῶτον μὲν τὰ πρὸ τῆς σεβασμίου αὐτῶν σοροῦ σαροῦν ἐπιτάττουσιν, ὅπως μάθῃ μὴ ὑπερφρονεῖν, ἵνα διὰ τῆς εἰς τὰ κάτω καὶ εἰς γῆν κατανεύσεως, ὅθεν τε ἐλήφθη διδάσκοιτο, καὶ ὅπου φησὶν ὁ Θεὸς τῷ πρωτοπλάστῳ Αδάμ «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀπο στρέψω σε εἰς γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἰ καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ πρὸς Θεὸν Δαβὶδ ὁ θεσπέσιος· ι 'Αντανελεῖ τὸ πνεῦμα αὐτῶν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.» Αλλ' οὖν τῆς ψυχῆς τοῦ νέου τὸν ὄγκον μαράναν τες, καὶ ὅστις εἴη μαθεῖν ἀναγκάσαντες, ἐπὶ τὸ τοῦ σωματικού τραχήλου τὰς χοιράδας το φάρμακον ἔπεμπον. Τοῦτο δὲ ἦν τῆς αὐτῶν κηρωτής ἡ παναλκὴς ἔμπλαστρος, ἣν ἄρτῳ μιχθεῖσαν περιθεῖναι τῷ τραχήλῳ προσέταξαν· καὶ τῆς τῶν ἁγίων γενομένης κελεύσεως, τοῦ πάθους ὁ παῖς ἀπηλλάττετο· οὐ πολ λαῖς γὰρ ταῖς ἡμέραις ἀντισχεῖν αἱ χοιράδες πρὸς τὸ φάρμακον ἴσχυσαν. Οθεν ἐπιτεθέντος αὐταῖς τοῦ βοηθήματος, οὕτως ὀξέως ὥσπερ τινὸς μαστίζοντος αὐτὰς ἢ διώκοντος ἔφυγον· καὶ ἄφνω διαῤῥήξασαι τὸ περιέχον αὐτὰς τοῦ αὐχένος δερμάτιον πρὸ τοῦ τῶν ἁγίων ἔπεσαν μνήματος· ἑξήκοντα δὲ ἦσαν καὶ ἑπτὰ τὸν ἀριθμὸν, ὡς ἔλεγον αὐτὰς οἱ μετρήσαντε; ᾶς οἱ τότε τῷ νεῷ διακονούμενοι ἐπὶ πολλὰς ἡμέρας πρὸ τοῦ τῶν ἁγίων ᾐώρησαν μνήματος, τὴν τῶν
col. 3427–3428page 3 of 127
PG 87:3427πρὸς θεάρεστον αίνεσιν. Καὶ ᾿Αμμώνιος μὲν ἐπὶ δι πλῷ τῷ νοσήματι διπλῆν λαβὼν καὶ τὴν ἴασιν, ὑγιὴς ἀποδίδοτα:. μαρτύρων ἰσχὺν ἐνδεικνύμενοι, καὶ πάντας κινοῦντες Μετὰ χρόνον δέ τινα πάλιν επαρθεὶς τῷ νοσήματι, καὶ λήθην τῆς προλαβούσης παιδείας κτησάμενος, σωματικῇ πάλιν ἀσθενείᾳ παιδεύεται· καὶ τὰ κρείτο τω φρονείν μαρτύρων ἐπιτιμίοις παιδεύεται. Ασθε νήσας γὰρ οὐ μετρίως τὸν στόμαχον ἐκινδύνευε» κολικευμὸν δὲ μᾶλλον Ασκληπιάδαι τὸ πάθος ἐκάλεσαν· καὶ στομάχου διάθεσιν τὸ διάφορον τῶν ἀλγη δόνων συγκρίναντες· καὶ μείζους ταύτας ἢ κατὰ στό μαχον βλέποντες· οὔτε γὰρ ἦν αὐτῶν τινος μετα λαβεῖν, ὁ μὴ πάλιν ἀνήγαγεν εὐθὺς διὰ στόματος, μή δυναμένης αὐτοῦ τῆς γαστρὸς τὸ παρὰ τοῦ στο μάχου πεμπόμενον δέξασθαι, ἥτις τοῖς στρόφοις πιεζομένη, καὶ δριμυτέραις ταῖς ἀνίαις δουλεύσασα, μένειν ἐν αὐτῇ τὴν τροφὴν οὐκ ἠνίσχετο, ἀλλὰ θᾶτο τον αὐτὴν κατιοῦσαν ἀνέπεμπεν, καὶ διὰ στόματος ἔρριπτεν, δίοδον δι᾿ ἑαυτῆς οὐ παρέχουσα. Αλλ' εἰ τὸ πάθος οἱ ἰατροὶ καὶ τούτων οἱ φοροῦντες τοὺς τρίβωνας, καὶ τῇ κομψείᾳ τῶν λόγων επερειδόμενοι (ἅπαντες γὰρ εἰσέτρεχον), μαθεῖν ἡδυνήθησαν, οὐκέτι καὶ τὴν ἴασιν παρέχειν εὐπόρησαν, καίτοι λίαν αὐ τὴν ἀνιχνεύοντες καὶ δωρεῖσθαι γλιχόμενοι, ἵνα καὶ τὸν μὲν μισθὸν κομψὸν τὸ ἀργύριον, καὶ τῆς εὐ δοκιμήσεως κομψοτέραν τὴν δόξαν πορίσωνται. Διὸ καὶ πάντων αὐτῶν καταγνοὺς ὁ ᾿Αμμώνιος, καὶ μηδεμίαν πρὸς αὐτῶν παθῶν τὴν ὠφέλειαν, εἰ μὴ μόνον τὸ μαθεῖν αὐτῶν τὴν πρὸς τὸ πάθος ἀσθέ νειαν, καὶ ὅτι λόγοις μέν εἰσιν ἱκανώτατοι, ἔργοις δὲ θεραπεύειν ἀνίκανοι, πρὸς Κῦρον καὶ Ἰωάννην εξέρχεται, μόνους αὐτοὺς ἰατροὺς μετὰ Θεὸν πιο στεύσας γενήσεσθαι. Οθεν καὶ τάχος τὴν ἴασιν είλη φεν, μισθὸν εὐπρεπῆ τῆς εἰς αὐτοὺς κομισάμενος πίστεως. Καὶ τοῦ μὲν στομάχου ἔλαιον ἦν καὶ κη ρωτὴ τὸ καθάρσιον, ἅπερ αὐτῶν τὴν σορὸν πυρὸς μαρμαρυγή καταλάμπουσι· τῆς δὲ ψυχῆς τὸ κενό δοξον καταλλήλῳ φαρμάχῳ περιστροβοῦσιν οἱ μάρ τυρες. Ελθόντες γὰρ νυκτὸς πρὸς Ἀμμώνιον, τὴν μαλακὴν ἐσθῆτα καὶ ῥέουσαν περιστείλαι κελεύουσιν, περιθέσθαι δὲ τραχυτέραν ἀμφίασιν τὴν ἐκ στυπ πίων μὲν ἔχουσαν ύφασμα, σάκκον δὲ καλουμένην, διὰ τὴν πρὸς σάκκον ἐγγυτάτην τραχύτητα, ἣν οἱ πάνυ πτωχοὶ διὰ τὸ λίαν εξωνον καὶ εὐτελὲς περι βάλλονται. Ταύτην ἀντὶ τῆς πολυτελοῦ; καὶ χλιδώσης ἐσθῆτος εἰπόντες ἐνδύσασθαι, τοῖς ἀσθενοῦσιν ἀδελφοῖς τὸ πότιμον ὕδωρ ἐπὶ τῶν ὤμων ἄγειν προσ τάττουσι· οὐ κέραμον ἕνα βαστάζοντα, ἀλλὰ δύο ἐπ' ἀμφοτέρων τῶν ὤμων θεσπίσαντες· καὶ οὐ πρό τερον αὐτὸς ἀνύσει το πρόσταγμα. Ὁ δὲ πληρώσας τῶν ἁγίων τὴν κέλευσιν, καὶ τὸ νάμα μετὰ τοῦ λε χθέντος ἐνδύματος ύδρευσάμενος ἐπιεικέστατα, τὴν έπηγγελμένην τῇ τοιᾷδε πράξει ῥῶσιν ἐδέξατο. Οὗ τω δὲ καὶ ταύτην ἐκφυγὼν ὁ ᾿Αμμώνιος τὴν ἀσθέ νειαν, τοὺς ταύτης Ιατροὺς καὶ τῆς προλαβούσης διώκτας εὐφημήσας ἀπώχετο. Καὶ ἡμεῖς δὲ τοὺς ἁγίους ὑμνήσαντες αὐτοὶ γὰρ μετὰ Θεὸν τῶν ἰδο
col. 3429–3430page 4 of 127
PG 87:3429χθέντων ἰατροὶ καθεστήκασιν), ἐπ' ἄλλας ἀξιαγάστους Θαυματουργίας αὐτῶν διεξίωμεν. Β'. — Περὶ Θεοδώρου τοῦ ἐσχηκότος ἐν τοῖς δύο ὀφθαλμοῖς τὰ λευκώματα. Θεόδωρος δὲ μετὰ Ἀμμώνιον ἡμῖν εἰς διήγησιν πρόεισι, πόλιν μὲν ἔχων καὶ αὐτὸς τὴν ᾿Αλεξάνδρειαν, πλοῦτον δὲ σύμμετρον καὶ ἀμέριμνον, τὴν καλλίστην αὐτάρκειαν· νόσον δὲ τῶν τοῦ σώματος ὀφθαλμῶν τὴν ἀπώλειαν. Τούτους γὰρ παθὼν ὁ Θεό δωρος, καὶ τὴν δέουσαν οὐχ εὑρὼν ἐπιμέλειαν, ἐν ἀμφοτέροις ἔσχεν τὰ τοὺς ὀφθαλμοὺς ἀμαυροῦντα λευκώματα. "Απερ ἐσχηκὼς καὶ πρὸς τῶν ἰατρῶν μαθὼν αὐτῶν τὸ ἀνίατον, τὸν τῶν μαρτύρων σηκὸν κατελάμβανεν, ἐλπίδα μίαν ἑαυτῷ περιθέμενος ἀκατ ταίσχυντον, πίστιν εἰς αὐτοὺς ἀνυπόκριτον, καὶ τὴν παρ' αὐτῶν τοῖς οὕτω πιστεύουσιν γιγνομένην ἐπίσ σκέψιν. Ελθὼν οὖν εἰς τὸ τῶν μαρτύρων σεβάσμιον τέμενος, τῆς εἰς αὐτοὺς ὁλοψύχου πίστεως τὸν καρ πὸν ἀπεφέρετο. Χρόνον γὰρ ἐν αὐτῷ διατρίψας βρα χύτατον, καρπὸν ἐκομίζετο· τὸν οὐ χρόνοις πολλοῖς γεωργούμενον, ἀλλ᾽ ἁπλότητι πίστεως τιθηνούμενον ὃν ἀντιμετροῦντες οἱ ἅγιοι, εἰς τὴν αὐτῶν πηγὴν ἐξιέναι προσέταττον, καὶ τοῖς ἐν αὐτῇ χρήσασθαι νάμασιν πρὸς τὴν τῶν ὀμμάτων ανάβλεψιν. Ο δὲ τὸ κελευσθέν ποιῶν ἑτοιμότατα, χειραγωγούμενος ἐπὶ τὸ ῥεῖθρον ἀπέρχεται, καὶ τὰς ὄψεις ἐν τούτῳ νιψάμενος, καὶ ταύτας εἰς τι φακιόλιον ἐκμαξάμενος ἔκλεψεν, σὺν τῇ τῶν ὑδάτων υγρότητι, καὶ τῶν ὀφο θαλμῶν ἀποβαλὼν τὰ λευκώματα. "Απερ τῶν ὀμ μάτων ἐκ θείας τινὸς ἀποπτωθέντα δυνάμεως κἀν τῷ φακιολίῳ τυγχάνοντα, πᾶσιν εἰσδραμὼν τοῖς ἀνὰ τὸν νεών εὑρεθεῖσιν ὑπέδειξεν· ὑπόδειγμα πίστεως ἑαυτὸν παρεχόμενος, καὶ τῆς ἐκ πίστεως ἐγγινομένης ἰάσεως κηρύττων τὸ μέγεθος. Γ'. - Περὶ καλοῦ τὸν ἴδιον πόδα κατεάξαντος. Καλὸς δέ τις ἀξίως λεγόμενος (γνώμην γὰρ τοιαύ της προσηγορίας ἀκόλουθον διεκέκτητο), ἐκ τῆς τοῦ μισοκάλου σπουδῆς, καὶ τῆς πρὸς τὰ καλὰ δεινῆς ἀντιστάσεως, ἀπὸ κλίμακος κατιών συμποδίζεται, καὶ συμποδισθεὶς ἀφ᾽ ὕψους βιαίως εἰς γῆν κατα φέρεται πτώματι. Οθεν τὸν πόδα συντριβεὶς ἐκινδύνευε, αὐτὸν τοῦ ποδὸς εἰς μυρία κατεάξας τὸν κάλα μον. Ἀλλ' ὅτε τὴν τῶν ἰατρῶν ἴδεν πρὸς τὸ πάθος ἀνόνητον ἔλευσιν, ἐπιλειψάντων σχεδὸν τῶν τοῦ που δὸς ὀστέων ταῖς κατὰ μέρος ἀποβολαῖς τε καὶ ῥεύ σεσιν, καὶ τῶν σαρκῶν τε συναναλωθεισῶν ταῖς τῶν ἰχώρων ἐκβλύσεσιν, ἐπὶ τὴν τῶν ἁγίων Κύρου καὶ Ἰωάννου καταφεύγει βοήθειαν, ἑαυτῷ πλεῖστα με μ ψάμενος, ὅτι τῶν ἁγίων τοὺς ἰατροὺς προετίμησεν, καὶ τῆς ἐπὶ τούτῳ συγγνώμης πολλὰ τυχεῖν ἐλιτάνευεν· καὶ μετὰ τῆς συγγνώμης καὶ τὴν ἴασιν αὐο τοὺς ὀρέγειν ἱκέτευεν. "Ην ἀδιστάκτῳ τῇ πίστει πρεσβεύων κομίζεται, ἐλαίῳ τῷ τῆς κανδήλας ἐκ προστάγματος ἀλειφόμενος, καὶ τούτῳ πληρῶν τῶν ἐκπεσόντων ὀστέων τὴν ἔνδειαν. Καὶ τοῦτο μὲν τοῦ Καλοῦ καθέστηκέν τε τὸ διήγημα, καὶ τοῦ γεγονότος ἐπ' αὐτῷ θαύματος τὸ μνημόσυνον.
col. 3431–3432page 5 of 127
PG 87:3431Δ'. - Περὶ Ἰσιδώρου τοῦ τὸν πνεύμονα ἀσθενής Εἰ σαντος. Ἰσιδώρου δὲ τὴν ἀσθένειαν ἀφηγήσομαι, καὶ τῆς ἀσθενείας τὴν παράδοξον ἴασιν· Μαϊουμίτης ἦν ὁ Ἰσίδωρος, καὶ οὐ τοῦ Μαϊουμᾶ τῆς Γαζαίων ὁρμών μενος, ἀλλὰ τοῦ τῆς ᾿Αλεξανδρέων Μαϊουμά γνωριζόμενος, ὅστις ἐν Φάρῳ τῇ ποτε νήσῳ καθέστηκεν, νῦν δὲ μέρος ᾿Αλεξανδρείας, ἑνωθείσης τῇ πόλει τῆς νή σου, λογίζεται, εἰ καὶ τὴν παλαιὰν ἔχων ὁ τόπος τοῦ Μαϊουμά προσηγορίαν ἐπέμεινεν. Οὗτος οὖν ὁ Ἰσί δωρος χαλεπῶς πάνυ διέκειτο, τοῦ πνεύμονος αὐτὸν χαλεπῶς κατατρύχοντος, καὶ θάνατον αὐτῷ τῆς ἀσθενείας ἐπαγγελλόμενος τὸ φάρμακον· τοῦτον γὰρ σηπόμενον κατ᾽ ὀλίγον ἀνέπτυεν εἰς αἷμα καὶ φλέγμα λυόμενον, καὶ τὴν ἐντεῦθεν τελευτήν προσεδέχετο, ἥτις ἀκολουθεῖν πάντη τε καὶ πάντως τῇ τοιαύτῃ δια θέσει τοῦ πνεύμονος [είωθεν]. Αλλ' ἐν τούτοις ἑαυτὸν θεασάμενος, καὶ μαθὼν ὡς οὐδεμιᾶς σωτηρίας ἐλπὶς παρὰ ἀνθρώποις αὐτῷ καταλέλειπται, πίστιν ἔχων εἰς τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας, τὴν ὄρη μεθιστῶσαν εἰς θάλασσαν, νεκροὺς δὲ ἐκ τάφων ἐγείρουσαν (τοιαύ τὴν γὰρ αὐτοῖς ὁ Σωτὴρ παρέσχεν τὴν δύναμιν), την εἰς αὐτὸν στοργήν προσφυῶς ἀμειβόμενος, ἐπ' αὐτ τοὺς τουτουσὶ τοὺς πανσθενεῖς ἰατροὺς ἐκ τῆς πόλεως ἔρχεται. Οὗ τὴν πίστιν οἱ μάρτυρες ἀγασάμενοι, οὐκ ὄναρ ἀλλ᾽ ὕπαρ αὐτῷ παραφαίνονται· οὐ τόδε ποιεῖν ἢ τόδε προστάττοντες, ἀλλ' ἀπὸ κίτρου μέρος ὀρέ γοντες καὶ ἐσθίειν προστάττοντες. Ὁ δὲ τῶν ἐν τῷ νεῷ παρόντων τινὰς ὑπολαβὼν εἶναι τοὺς μάρτυρας, τὴ δοθὲν ἀσμένως ἐδέξατο, καὶ ἡδέως δεξάμενος ήσθιεν. Αλλ᾽ ἔτι τοῦ καταποθέντος κίτρου τὸ τελευταῖον μασώ μενος, ἐκινήθη πρὸς ἔμετον· καὶ τοῦτο παθὼν συν αναφέρει τῷ βρώματι καὶ τὸν [τὸ] πνεύμονα κατεσθίοντα σκώληκα· ὃν ἀποβαλών, συναποβάλλει τούτῳ τὸ νόσημα, καὶ τὴν ῥῶσιν εὐθέως εἰσδέχεται. Ε'. - Περὶ Μηνᾶ τοῦ φιλοπόνου ἐσχηκότος τὴν Εμφραξιν. Ωρα δὲ ἡμᾶς μετ᾽ Ἰσίδωρον καὶ τὴν κατ' αὐτὸν θαυμασίαν λέξαι διήγησιν, Μηνᾶν εἰς μέσον ἀγαγεῖν τὸν φιλόπονον, ὃς φιλοπονείου προΐστατο τοῦ κατὰ τὸν ᾿Ανδρέου τοῦ θείου τοῦ εἰς τὴν Περώνην ὑπάρ χοντος. Ηῤῥώστησεν δεινῶς ὁ φιλόπονος, πυρετὸς δὲ ἦν σφοδρὸς τὸ ἀῤῥώστημα, ὃς ἐπιτεταμένως αὐτῷ καὶ διακαῶς ἐμβαλών, καὶ πᾶσαν σχεδὸν ἐξαμβλώσας αὐτοῦ τῆς γαστρὸς τὴν ὑγρότητα, εἰς ἔμφραξιν αὐτὸν ὑπερβολῇ ξηρότητος ήγαγεν, καὶ ταύτην παι δες ἰατρῶν τῆς κοιλίας τὴν ἔμφραξιν τῶν πυρετῶν ὡς ἀκινδυνότερον αμελήσαντες, διαλύειν ὑπήγοντο, πλεί σταις ἐμβροχαῖς καὶ διαφόροις ἀλείμματι χρώμενοι, καὶ τὰς τῶν ἀντιδότων λυτικὰς διὰ στόματος πέμ ποντες, καὶ βρώματα τον στόμαχον φθείροντα παρ εχόμενοι. 'Αλλά τούτοις ἅπασι ἀγωνισάμενοι, τέλος ἐπαύσαντο, μὴ μόνον αὐτὸν μηδὲν ἐκ τῶν δεδομένων ὠνήσαντες, ἀλλὰ καὶ τὰ μέγιστα βλάψαντες. Των γὰρ τῇ γαστρὶ παραπεμπομένων ἔνδον μενόντων καὶ παραιτουμένων τὴν ἔκρυσιν, μειζόνως ὁ ἀνὴρ
col. 3433–3434page 6 of 127
PG 87:3433ἐκινδύνευεν, κατὰ μικρὸν ἐξογκούμενος, καὶ τὴν γαστέρα λίαν υψούμενος, καὶ μηδεμίαν ευρίσκων τῆς στενοχωρούσης αὐτὸν καὶ πνιγούσης ἀνάγκης ἀνάψυξιν. Τοῦτον οὖν ἡμέρας δὶς ἑπτὰ βαστάσας τὸν κίνδυνον, καὶ μηκέτι φέρειν δυνάμενος, ἐπὶ Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ὥρμησεν, τούτοις τὸ ζῆν καὶ τὸ θανεῖν ἀναθέμενος. Ηλθεν δὲ οὐ ποσὶ χρώμενος, οὐκ ἀλόγοις ζώοις οχούμενος, οὐ φορείῳ καθήμενος θρόνος οὗτος καθέστηκεν ἐν ᾧ βαστάζειν οἱ νου σηλεύοντες τοὺς ἀσθενοῦντας ειώθασιν). Ούτε γὰρ Αδύνατο καθήσθαι οὕτως ὀγκωθεὶς τὰ ἐντόσθια και ξένον γενόμενος θέαμα, ἀλλ᾽ εἰς κράβατον κείμενος, ἀνθρώπων ἐξ καὶ δέκα τῇ διαδοχῇ βασταζόμενο;. Ελε θόντα δὲ αὐτὸν οἱ μάρτυρες ἐποικτείραντες φιλανθρώπῳ σπουδῇ κατὰ τὴν νύκτα τὴν αὐτὴν ἐπισκέπτονται, ἰσχάδα σχ. μίαν παρ έχοντες, ἣν καὶ τρώγειν ἐκέλευον, ώς δυναμένην αὐτ τὸν τῆς νόσου, μᾶλλον δὲ τοῦ ᾅδου λυτρώσασθαι. Ὁ δὲ διυπνισθεὶς (όναρ γὰρ ἦν τὸ φαινόμενον), τὴν ἰσχάδα κρατεῖν ὑπελάμβανεν· ἣν οὐχ εὑρὼν, ὡς τῆς ζωῆς ἐκπεσὼν ἐδυσχέραινεν· ὅμως καλέσας αὐτοῦ τὴν ὁμόζυγον, τὰ τῆς ὄψεως διηγήσατο, καὶ ἰσχάδα φέ ρειν αὐτῷ διετάττετο. Ἡ δὲ τὸν λόγον ἀκούσασα, καὶ τῇ στρωμνῇ τοῦ ἀνδρὸς ἀτενίζουσα, ἰσχάδα κειμένην ἐν αὐτῇ κατενόησεν· καὶ ταύτην εὐθέως ἁρπάσασα, ἔτι λέγοντι τῷ ἀνδρὶ καὶ διηγουμένῳ τὴν ὅρασιν ὑπὸ εδείκνυεν. ῾Ο δὲ τὴν ἰσχάδα δεξάμενος, ταύτην εἶναι τὴν καθ᾽ ὕπνους αὐτῷ δοθεῖσαν ἀπήγγελλεν, καὶ τὴν προτέραν χαρὰν εὐθὺς ἀνελάμβανεν· φαγὼν δὲ τὸ σύκον ὅπερ αὐτῷ πρὸς σωτηρίαν οἱ μάρτυρες ἔδωσ καν, τῆς σωτηρίας ἐτύγχανεν. Ετι γὰρ τοῦτο διαμασωμένου καὶ τρώγοντος, τὰ τῆς ἐμφράξεως πέρας ἐλάμβανεν· καὶ θᾶττον αὐτοῦ λυθέντος τὸ τὴν γα στέρα δεσμεύον, εἰς ἀφεδρῶνας ἐλθεῖν κατεπείγετο εἰς οὔσπερ ἐλθὼν καὶ πᾶσαν ἀποκρίνας τὴν ὕλην Αν ἔνδον ἐμφραχθεὶς ἐθησαύρισεν, εἰς τοσοῦτον κατέστη λεπτότητος εἰς ήνπερ ἦν πρὶν ἢ πάθῃ τὴν ἔμφραξιν καὶ τελείας τυχὼν τῆς ἰάσεως, κῆρυξ εὐγνώμων τῆς τῶν ἁγίων ἐγένετο χάριτος. Επ' ὤμων γὰρ ἄρας τὸν κράβατον, ἐφ' ούπερ ἦλθεν φερόμενος, ερρωμένο; εἰς ᾿Αλεξάνδρειαν ἔτρεχεν, ἔργῳ ζηλώσας τὸν ἐν τῇ προβατικῇ κατακείμενον ἄῤῥωστον, ὃν ὁ Χριστός μετὰ ἔτη θεραπεύσας ὀκτὼ καὶ τριάκοντα, τὴν κλί την αἴρειν ἐκέλευσεν, πᾶσιν βοῶν τῶν ἁγίων τὴν ἄφραστον δύναμιν, καὶ τὴν ἐπ' αὐτῷ παραδόξως προ ελθοῦσαν ἐνέργεια». Γ'. Περὶ Γεδδαίου τοῦ ναυλομάχου τοῦ ἐσχηκότος τὴν σύριγγα. Ἐκ τοῦδε ἡμᾶς τοῦ θεάματος, ἐπὶ τὴν ἑαυτοῦ θεω ρίαν ὁ ναυλομάχος ἐφέλκεται, ᾧ Γεδδαῖος μὲν ἦν ὄνομα, πάθος δὲ τὸ τῆς σύριγγος νόσημα, ὅπερ ἐπὶ τοῦ βου βῶνος ἐσχηκώς, ὡς οὐκ ἔστιν εἰπεῖν ἑδαμάζετο, ἀεὶ ἐι' αὐτοῦ μαστιζόμενος, καὶ κρουνηδὲν ἀποῤῥέων τὴν ἐκ παντὸς τοῦ σώματος, ἐν αὐτῷ συναγομένην ὑγρότητα· ἀλλὰ ταύτης ὁ Γεδδαῖος ἀπαλλαγῆναι τῆς μά ΝΟΤ.Ε. παρ, Β.)
col. 3435–3436page 7 of 127
PG 87:3435στιγος ὡς γλιχόμενος παντοίως τὰ τῶν ἰατρῶν κατά έτριβεν πρόθυρα· πρὸς ἐκείνους θειάζων καὶ συχνά προερχόμενος, οἱ τῶν πλειόνων διαφέρειν ἐλέγοντο. Ως δὲ πάντων πειραθείς, τῆς ὑγείας οὐκ ἔτυχεν, καὶ πάντα δαπανήσας οὐκ ἠλευθερώθη τῆς σύριγγος, ἐπὶ τὸ τῶν ἁγίων ἔρχεται τέμενος, οὐκ ἔχων ἰατρὸν ᾧ σχολάσει δι' ἄκεσιν, καὶ οὐκ ἔχων ἀργύριον ᾧ χρή σοιτο πρὸς ἐπίδοσιν, ἀλλὰ τούτους ἡγούμενος ιατρούς μισθωμάτων ἀποροῦντας ὑπάρχοντας· ἀξιωθεὶς δὲ τῆς τῶν μαρτύρων ἀγαθῆς ἐπισκέψεως, ἤκουσεν δι' δράματος τὸ τῆς σύριγγος φάρμακον. Τοῦτο δὲ ἦν τὸ ἐκ φισάμου καὶ μέλιτος σύνθημα, άρτῳ παξαμήτη μιχθὲν διὰ τρίψεως, καὶ ἓν ἐξ ἀμφοῖν χρηματίσαν κατάπλασμα, δ καὶ χρίσασθαι προσετέτακτο, εἰς τε τὴν τῆς σύριγγος ἀπορίζωσιν, καὶ εἰς τὴν τοῦ τραύ ματος αναπλήρωσιν. Ὁ δὲ τὸν ὕπνον ἀποσεισάμενος, θᾶττον τὸ λεχθὲν διεπράττετο, καὶ τῇ πράξει σύνδρομον ἐκαρποῦτο τὴν ἴασιν. Βληθέντος γὰρ αὐτῷ τοῦ κραταιού βοηθήματος, ἤ τε σύριγξ εὐθὺς ἀνεπήδησεν τὸ τῶν ἁγίων γνωρίσασα πρόσταγμα, καὶ ὁ τῆς σύριγγος βόθυνος έγεμίζετο τῶν μαρτύρων μα!ὼν τὸ παράγγελμα. Ζ'. Περὶ Μηνᾶ τοῦ ἱμαντόποδος. Ἡμεῖς δὲ τῶν θεσπεσίων τούτων ἰατρῶν τὴν ἐπι στήμην θαυμάσαντες, καὶ τὴν ἐκ Θεοῦ χαρισθεῖσαν αὐτοῖς ἀνυμνήσαντες δύναμιν, ἐπὶ Μηνᾶν μετέλθω μεν τὸν λουρόποδα, καὶ τοῦτον ὑπόθεσιν τῆς εἰς τοὺς ἁγίους ᾠδῆς ποιησώμεθα. Ωκύπους ἦν ὁ Μηνάς ὥσπερ μία δορκὰς ἐν ἀγρῷ, κατὰ τὸ θεόπνευστον λόγιον, τὸν Ἀσαὴλ ἐκεῖνον μιμούμενο;, τὸν ἐπὶ τά χει ποδῶν παρὰ τῇ Γραφή θαυμαζόμενον, καὶ δρό μοις ὀξυτάτως ἐκέχρητο. Νόσῳ δὲ προσομιλήσας μα κρά, εἰς λουρόποδα μετέπεσεν ἐξ ὠκύποδος· καὶ τῆς μὲν νόσου μόλις ποτὲ τῆς μακρᾶς ἐπήλλακτο, τοῦ δὲ ταύτης οὐκ ἐλυτροῦτο γεννήματος· καὶ λυτρωθείς τοῦ νοσήματος, τῶν ἰατρῶν μὲν πρὸς τὰ μακρὸν ανδρισαμένων ἀρρώστημα, ἀπειπαμένων δὲ πρὸς τὴν ἐκ τῆς νόσου τεχθεῖσαν ἀσθένειαν, εἰς μνήμην δ Μηνᾶς τῆς τῶν ἁγίων ἔρχεται χάριτος· καὶ πίστιν ἔχων τῆς σωτηρίας ἐφόδιον, ἑτέρων πατὶ βασταζόμενος, τὸν τούτων οἶκον κατέλαβεν· ἐν ᾧ γεγονώς, καὶ σωτηρίους λιτὰς προσενέγκας τοῖς μάρτυσιν, ἐλαίῳ τοὺς πόδας ἀλείφειν προστάττεται, τῷ φωτὶ τῷ νυκτερινῷ τὴν αορὸν αὐτῶν καταυγάζοντι· καὶ τοῦτα Μηνᾶς πεποιθέτως ποιούμενος, τῶν ποδῶν τὴν ἀρχ γίαν ἀπέρριπτεν, καὶ τὴν παλαιὰν ὠχύτητα προσ ελάμβανεν· καὶ τοῖς ἁγίοις ᾆσας ᾠδὴν χαριστήριον, οἰκείοις ποσὶ τὴν εἰς ᾿Αλεξάνδρειαν τρίβον διήνυσεν. Η'. Περὶ Χριστοδώρου τοῦ οἰκονόμου ἐν πλῷ των τῆς λίμνης κινδυνεύσαντος, καὶ ἐκ τῆς τοῦ πλοῦ ἀηδίας ἐκβράσαντος. ΝΟΤΑ. λορδός, Τί δὲ καὶ τίνος ἄχρι καταλείψομεν τὸν Χριστάδων ποδα,
col. 3437–3438page 8 of 127
PG 87:3437ρον, δς ᾠκονόμει τῶν ἁγίων τὸ τέμενος; Αξιομνημόνευτοσ γὰρ ὁ ἀνὴρ, οὐ δι' ἀρετὴν μόνην ἣν κέκτηται (λίαν γάρ ἐστιν φιλάρετος καὶ φιλόλογος), καὶ ἣν πρὸς τοὺς ἁγίους ἔχει σπουδὴν καὶ ἐπιμέλειαν, καὶ τὴν ἐπ' αὐτῷ τῶν μαρτύρων εὐμένειαν, ἀλλ᾽ ἵνα καὶ γινώσκειν ἔχοιεν, οἱ Κύρου καὶ Ἰωάννου τοῖς θαύ μασιν ἐντυγχάνοντες, καθ᾿ ὃν ταῦτα καιρὸν ἀνεγράφησαν, Θεοῦ τοῦτο κελεύοντος, καὶ συνεργούντων τῶν δεδρακότων καὶ δρώντων τὰ θαύματα. Εὐλόγιος μὲν γὰρ ὁ ἀοίδιμος τῆς ᾿Αλεξανδρέων μεγαλοπόλεως ὁ ἡγούμενος τῆς Ἐκκλησίας, οἰκονομεῖν τῶν ἁγίων τὰ πράγματα προβάλλεται τὸν Χριστόδωρον, τὴν εἰρη μένην πρὸ τούτου κατὰ τὸν οἶκον Ἰωάννου τοῦ Προ δρόμου βραβεύοντα· καὶ Θεόδωρος δὲ ὁ μακάριος ὁ μετ' Ευλόγιον τὰ τῆς καθέδρας διαδεξάμενος, τοῦτον ἐπὶ τὴν ποίμνην εἶναι ἐκέλευσεν· οἷς καὶ Ἰωάννης ὁ κατ' ἐξοχὴν χρηματίζων φιλόπτωχος τὴν αὐτ τῶν ἀρχὴν σὺν Θεῷ κληρωσάμενος, καὶ νέμων αὐτῶν ἐπὶ τοῦ παρόντος τὰ πρόβατα, σύμψηφος γέγονεν, καὶ διοικεῖν αὐτὸν τὸ τῶν ἁγίων ἐθέσπισε τέμενος ἐφ' οὗ καὶ τὰ τοῖς μάρτυσι δρώμενα γράφεται τέρα τα, καὶ τοῖς μεθ᾿ ἡμᾶς παραπέμπεται, εὐφημίας τῆς εἰς τοὺς δράσαντας ἕνεκα, καὶ Χριστιανικοῦ χάριν φρυάγματος. Μαρείαν τὴν λίμνην ίστε, φιλόχριστοι, Αλεξανδρεῖς μὲν πάντως ἅπαντες, Αἰγυπτίων δὲ οὐκ ὀλίγοι, καὶ Διδύων οι πλείονες, καὶ ὅσοι τὴν ᾿Αλεξάνδρειαν φιλο μαθῶς ἱστορήσατε. Ταύτην ὁ Χριστόδωρος ἔπλεεν, εἰς Μαρεῶτιν ἐλθεῖν προαιρούμενος, καὶ τὰ τῶν ἁγίων ἐπισκέψασθαι κτήματα· χειμῶνος δὲ τὸν ἀέρα [ συγχύσαντος (τούτου γὰρ ὁ καιρὸς ἐπεφαίνετο), καὶ τὸ τῆς λίμνης κυκῶντος ὑδάτιον, καὶ κύματα σκλη τὰ διεγείραντος, τό τε σκάφος τῇδε κἀκεῖσε τῷ κλύ δωνι περιήγετο, ὀρθοπλοεῖν οὐ δυνάμενον, ἀλλ᾽ ἐκ κυμάτων εἰς κύματα σφαιριζόμενον, ὁ Χριστόδωρος ἐκινδύνευε, καὶ θανεῖν κλαίων ἐλεεινῶς ὑπελάμβανεν, καὶ ἰχθύων τροφή προσεδόκησεν γίνεσθαι, ένα πολύ ξας τοῖς ὕδασιν, ὅτε καὶ κροκοδείλων διαφύγοι τὰ στήματα. Ἀλλὰ πρὶν ἢ τι τῶν τοιούτων ὑποστῇ, πρὸς τοὺς ἁγίους ταῖς ἱκεσίαις ἐτρέπετο· τοῦτο σαφῶς ἐπιστάμενος, ὡς καὶ θανάτου βύεσθαι οὓς ἂν ἐθέ λοιεν δύνανται, καὶ σώζειν αὐτὸν ἐλιτάνευεν, αὐτῶν ἕνεκα κινδυνεύοντα. Οἱ δὲ τῆς ἱκετείας ἀκούσαντες, θᾶττον ἐπέστησαν· εἴργει γὰρ αὐτῶν τὴν ἀρωγὴν καὶ τὴν ἀνεξίκακον ἄφιξιν τόπος οὐδεὶς, οὐ χερσαῖος, οὐ λιμναῖος, οὐδὲ πάλιν θαλάττιος, οὐ πλησίον συγ κείμενος, οὐ μακρὰν ἀφεστώ; διαστήμασιν, ἀλλ᾽ εἰς ὅπουπερ ἂν αὐτούς τις πρὸς συμμαχίαν καλέσειεν, εὐθέως ἐφίστανται, καὶ βοηθοῦσιν αὐτῷ καὶ σώζουσιν καὶ φυλάττουσιν· καὶ κἂν ἐχθρῶν ᾗ νοητῶν ἡ ἐπέλευσις, συμπολεμοῦσιν αὐτῷ· καὶ τὸν πρὸς τού τους αὐτοῦ νικήσαντες πόλεμον, ἐκείνους μὲν μετ' αἰσχύνης διώκουσιν, νικηφόρον δὲ δεικνύουσι τὸν καλέσαντα· κἂν ἀνθρώπων ἡ κακοπραγῶν ἡ ἐπι ΝΟΤΑ.
col. 3439–3440page 9 of 127
PG 87:3439ήρεια, εὐμαρῶς αὐτὴν διαλύουσιν· κἂν θηρίων τ κακοτρόπων ἡ ἔφοδος, τὴν σωτηρίαν βραβεύουσιν κἂν παθῶν ᾗ δριμεῖα καὶ ἄστικτος βάσανος, κατευ νάζουσιν καὶ ὡς προσηνεῖς ἰατροὶ θεραπεύουσιν· 4 ἂν ἐν ὕδασιν ᾗ λιμναίοιςθαλαττίαις ὁ κίνδυνος, γαλήνην χαρίζονται καὶ λυτροῦνται τοὺς σέβοντας ὡς καὶ τότε Χριστοδώρῳ φανέντες καλέσαντι, ὁ μὲν ἠρεμεῖν τοῖς ἀνέμοις ἐκέλευσεν, ὁ δὲ ἡσυχάζειν ἐπι ετίμα τοῖς ὕδασιν, κοινῶς δὲ τὴν εὐδίαν τοῦ ἀέρος ἁπλώσαντες, καὶ τοῦ ῥεύματος τὸ σκάφος ἐν γαλήνη πλεῖν κατιθύναντες, τὸν σοφὸν αὐτῶν λειτουργὸν δ εσώσαντο, δείξαντες ἐναργῶς ὅσον ὠφελοῦσιν πρὸς συμμαχίαν καλούμενοι· καὶ τοῦτο διδάσκειν τοὺς οὐ γιγνώσκοντας πιστοὺς ὑποθέμενοι, ἵνα ἐν ἀνάγκαις αὐτοὺς καὶ κινδύνοις ἀρωγούς προσκαλούμενοι, εὖ ροιεν αὐτῶν τὴν ποθουμένην ἀντίληψιν, καὶ τῶν παρόντων δεινῶν τὴν βλαπτικωτάτην ὁρμὴν διαφύγοιεν. Καὶ τοῦτον μὲν οὕτω τὸν ἀμείλικτον θάνατον Χριστόδωρος ἀπεσείσατο, σύνδρομον τῆς ἱκετείας εὑρὼν τὴν πανσθενῆ τῶν ἁγίων βοήθειαν· ἀπὸ δὲ τῆς τοῦ πλοῦ δυσκινήσεως τῆς τε τῶν ἀέρων ἀνυποίστου συγχύσεως, καὶ τῆς τῶν κυμάτων ἀγρίας προσκρούσεως, ἀνομαλήσας ἀκρότατα, καὶ δύσκρατος ἐκ τού του γενόμενος, εἰς ἀῤῥωστίαν ἐνέπεσεν ἄστεκτον στ' ὅλου γὰρ ἐκβράσας τοῦ σώματος, τῆς ἐγκειμένης ὕλης συγκινηθείσης καὶ εἰσβευσάσης τρόπον τινὰ ἐπὶ τὴν τοῦ σώματος ἐπιφάνειαν, χαλεπῶς ἐκινδύνευε, εἰ καὶ μὴ οὕτως ἐλεεινῶς ὡς τὸ πρότερον. Τεθνάναι μὲν γὰρ πάντως ἅπαντες ἔχομεν, καὶ οὐκ ἔστιν οὐκ δεὶς ὅς ταύτην τὴν ὁδὸν οὐχ ὁδεύσειεν. Τίς γάρ ἐστιν ἄνθρωπος δς ζήσεται, φησὶν, καὶ οὐχ ὄψεται θάνατ τον; Μία γὰρ πάντων εἴσοδος εἰς τὸν βίον, ἕξοδός τε ἴση· εἰρηναίω; τέ πως τοῦτο παθεῖν ἱκετεύομεν, ἐπεὶ πάσης ὁ θάνατος τῆς ἀνθρωπίνης φύσεως ἐστιν ἀπόφασις· ἀπευχόμεθα δὲ τὴν μετὰ δέους ἐνθένδε τινὸς καὶ ταραχῆς ἀναχώρησιν, καὶ μάλιστα τὴν συμβαίνουσαν ἐν ὕδασιν ἔξοδον. Ο καὶ Δαβὶδ ᾐτήσατο προσευχαῖς ὁ θαυμάσιος, Μή με καταποντισάτω, βοῶν, καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μή συ σχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Καὶ Ἀμβα κοὺ δὲ τὰ παραπλήσια προσευχόμενος φαίνεται· Μη κούμ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;» Τὸ μὲν γὰρ δε κεῖ τὴν ἐκεῖσε θείαν ἡμῖν προμηνύειν εὐμένειαν· τὸ δὲ τὴν τοῦ προκρίναντος ὀργὴν ἀκατάσβεστον, εἰ καὶ πολλοὶ μὲν ἐσθλοὶ δυσθανεῖς ἐν βίῳ γεγόνασιν, πολλοὶ δὲ κακοὶ τέλος ἐσχήκασιν ἥδιστον· ὅπερ Θεῷ μέν ἐστιν φανερὸν τῷ τὰ καθ' ἡμᾶς σοφῶς πρυτανεύοντι, ἡμῖν δὲ παντελῶς ἀκατάληπτον καὶ πρὸς εἴδησιν ἄγνωστον. Οὐδεὶς γὰρ ἔγνω νοῦν ἡ βουλὴν Κυρίου, οὐδὲ σύμβουλος αὐτοῦ τῶν κτισμάτων ἐγένετο· ἐν θαλάττῃ γὰρ τὰς ὁδοὺς τῆς τοῦ παντὸς διοικήσεως ἔθετο, καὶ τὰς τρίβους ἐν ὕδασι πλείοσιν· ὅθεν ἀκο λούθως. Καὶ τὰ ἴχνη σου, φησὶν, οὐ γνωσθήσονται. Ἐκινδύνευεν μὲν οὖν, ὡς ἔφθην εἰπών, ὁ Χριστό
col. 3441–3442page 10 of 127
PG 87:3441δωρος τῇ τῶν ἐκβρασμάτων φορᾷ κυμαινόμενο; καὶ ἡ ὤφθην] τῇ τῆς ὕλης ἐκροῇ συμπνιγόμενος· ὅτε καὶ τῶν Ασκληπιάδων συνδραμόντες οἱ ἄριστοι, πλεῖόν τι ὁρᾶν ἢ λέγειν οὐκ ἴσχυον, ἢ ὡς πάντη τε καὶ πάντως τε θνήξεται, καὶ ὡς αὔριον ἀνατέλλοντα τὸν ἥλιον οὐ θεάσεται. ᾿Αλλὰ ταύτης ὡς ἤκουσεν τῆς οἰκτρᾶς ἀποφάσεως, τῆς ἔναγχος αὐτῷ πρὸς τῶν ἁγίων γενο μένης ἀρωγῆς ἐμνημόνευσεν, καὶ μνημονεύσας ἐδέετο πάλιν τυχεῖν ἐπισκέψεως· ἐκάλει δὲ πρὸς ἐπίσκεψιν σὺν Ἰωάννη καὶ Κύρω τοῖς μάρτυσιν, καὶ τὸν ἐν μάρτυσι στρατοπεδάρχης Θεόδωρον· φιλοθεόδωρος γὰρ ἦν ὁ Χριστόδωρος, καὶ ἐκ φίλτρου πολλοῦ συχνότερον αὐτὸν προσεκαλεῖτο πρὸς ἄμυναν. Ὁ δὲ τὰς ἐπικλήσεις ὡς παρὰ φίλου δεξάμενος, καὶ ἐπικαμφθεὶς πρὸς μεγίστην συμπάθειαν, καθ᾽ ὕπνους αὐτῷ παραγίνεται ἐκ πολλοῦ διαστήματος, πρὸς τὴν αὐτοῦ β ποθουμένην βοήθειαν· εἶχεν δὲ καὶ σημεῖον τῇ δεξιᾷ χειρὶ βασταζόμενον, ἔχων καὶ σταυρὸν ὑπερκείμενον, φανερὰν ἐκποιῶν αὐτῷ τὴν λυσίπονον ἄφιξιν Οἶδα, φησίν, ὦ Χριστόδωρε, τίνος ἕνεκα παραγέγονα; Κακείνου τὴν ἄγνοιαν ἀπαγγείλαντος, Τοῖς ἐνα θάδε προσέδραμον, εἴρηκεν, παρακαλέσαι Κύρου ὑπὲρ σοῦ τὸν ἡγούμενον. Καὶ ταῦτα, φησίν, Θεοδώρου του μάρτυρος φήσαντος, Κῦρες εὐθὺς ἀναφαίνεται, Ἰωάννην σὺν αὐτῷ τὸν ἀδελφὸν ἐπαγόμενος· καὶ τῇ κλίνῃ κοινῇ τῇ σπουδῇ πλησιάσαντες, τὸν ἐπ' αὐτῇ κατακείμενον ἐπεσκέπτοντο, ταῖς χερσὶν ἐπ αφῶντες τα τραύματα, καὶ οἷον νίτρῳ τὸν τῶν ἐκβρασμάτων θυμον κατευνάζοντες· καὶ τοῦτο προσηνῶς ἐκτελέσαντες, πάλιν οἱ τρεῖς ἀνεχώρησαν. Ἀλλὰ ταῦτα μὲν καθ᾽ ὕπνους ἐπράττετο· ὕπαρ δὲ ἡ νόσος έληξεν τοῦ ἡλίου ἐκλάμψαντος· τούτου γὰρ ὑπεργείως αὐγάσαντος, καὶ τὴν ἡμέραν ἐν κόσμῳ φαιδρύναντος, ὡσεὶ λεπίδες ἰχθύων πᾶσιν ὑπέφαινον, οὓς ὀψὲ δύνων κατέλειπεν ἄνθρακας ταύται; γὰρ ἐοίκεισαν πως κατεσκληκότα τὰ φύματα καὶ τοῦ σώματος λεπτιζόμενα καὶ χαμα! καταπίπτοντα. 'Αλλ' ὅτε πάντα τοῦ σώματος ἐκπε πτώκασιν, καὶ τοῦτο τῆς αὐτῶν ἀπειλῆς ἐλεύθερον εἴασαν, ἐπιφανέντες πάλιν οἱ μάρτυρες (πέμπτη δὲ ἦν μετὰ τὴν πρώτην ἡμέραν), κελεύουσιν λούσασθαι τὸν παρ' ἐλπίδας φυγόντα τὸν θάνατον· καὶ καλῶς ἐψηθέντι πιτσαρίῳ (εἶδος ἐσπρίου τοῦτο παρὰ πᾶσιν οὕτω καλούμενον) ὅλον αὐτοῦ τὸ σῶμα χρῖσαι κει λεύουσιν, ὡς πᾶσαν κηλίδα καὶ λείψανα τῆς τῶν ευμάτων ἐκλύσεως εὐθὺς ἀποσμήχοντι, ὅ καὶ γεγέ νηται. Εἰσιόντι μὲν γὰρ τῷ λουτρῷ τὰ τῶν ἀνθράκων συνεισήρχετο στίγματα· ἐξιόντι δὲ, τούτων οὐδὲν συν εξήρχετο γνώρισμα, ἀλλ' ὁρᾷ τὸ λοιπὸν ὡς γεγένητο τῶν τε σπίλων τῶν ἐκ φυμάτων ἐλεύθερο;, καὶ τῶν ἐκ νόσου τοσαύτης ἐπὶ πολὺ φαινομένων οιδημάτων ἀμέτοχος. Τοσαύτη γάρ ἐστιν τῶν ἁγίων ἡ δύναμις, ὡς μόνον φανεῖσα, ἅπαν ἐξαφανίσαι νόσου μνημόσυνον, καὶ μόνον θελήσασα πᾶν ἀῤῥωστίας ἐξαλείφει τεκμήριον· καὶ Χριστόδωρος μὲν οὕτω τὸ διπλοῦν διέφυγεν νόσημα· καὶ σωθεὶς δουλεύει και γεραίρει τοὺς μάρτυρας. Ἡμεῖς δὲ ἐνταῦθα τὰ κατ' αὐτὸν συμπεράναντες, καὶ τῆς εἰς τοὺς ἁγίους ὑμνῳδίας αὐτῷ κοινωνήσαντες, ἐπὶ τὰ παραπλησίως εἰς τὴν
col. 3443–3444page 11 of 127
PG 87:3443αὐτοῦ σύμβιον δραθέντα τοῖς μάρτυσι θαύματα τὸν λόγον μετάγωμεν. Η Θ'. Περί Θεοδώρας τῆς γυναικὸς τοῦ οἰκονόμου κακῶς ὀφθαλμησάσης. Ἐπειδὴ Χριστοδώρου τὰς νόσους καὶ τὰς ἰάσεις ειρήκαμεν, καλὸν καὶ Θεοδώρας μνήμην ποιήσασθας (τοῦτο γὰρ τῆς Χριστοδώρου συμβίου τὸ ὄνομα), καὶ τῶν εἰς αὐτὴν πραχθέντων θαυμάτων τοῖς μάρτυσιν. Πρῶτον οὖν τοῦ κατ' αὐτὴν πρώτου μνημονεύσωμεν θαύματος, μνήμης ἀξίου τυγχάνοντος, καὶ παριστάν της ἡμῖν καὶ τὴν πρὸς τοὺς ἀπόντας τῶν ἁγίων προτροπὴν καὶ ἐπίσκεψιν, οἳ καὶ τοὺς πόῤῥω να σοῦντας, πρὸς τὴν αὐτῶν ἐλθεῖν θεραπείαν προτρέπουσιν, καὶ ταύτην ἑαυτοῖς ἐμπορεύεσθαι, ἢ χρυ σίου καὶ ἀργυρίου τους θησαυροὺς καὶ λίθων τιμίων φαιδρότητα· καὶ μετὰ τοῦτο τὸ γενόμενον παρα θώμεθα. Οφθαλμία τὸ γύναιον, κατὰ τὴν πόλιν δὲ διατρίβουσα τὴν νόσον ὑπέμενεν, ἔνθα καὶ πλῆθος Ιατρῶν εὐδοκίμων αὐτὴν ἐπεσκέπτοντο, καὶ τοῦ πά θους ἡττᾶσθαι πάντες ὑφ' ἓν ἐκινδύνευον· οὕτω δει νὸν ἦν τὸ ἀρρώστημα, καὶ πάντων Ασκληπιάδων πολέμιον· ἀλλὰ ταύτην αὐτῶν τὴν μάχην διέλυσαν προφανέντες οἱ ἅγιοι, καὶ τὴν νίκην, ποιητικῶς εἰπεῖν, ετεραλκέα ποιήσαντες· μᾶλλον δὲ τὸ δίκαιον ἑκατέ τοις βραβεύσαντες, τῇ αὐτῶν ἀρωγῇ τὸ πάθος ἀκέ σαντο, καὶ μήτε τὴν νόσον, μήτε τοὺς αὐτὴν θερα πεύειν ἐθέλοντας, ὡς ὑπ' ἀλλήλων ἡττωμένους λυ πήσαντες. Λέξωμεν δὲ καὶ τὸν τρόπον τῆς τῶν μαρτύρων όρο θῆς διαιτήσεως· εἰκονίζει γὰρ ἰδιωτάτην πρὸς πάντας αὐτῶν συγκατάβασιν. Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν. καθ᾽ ἂν τὸ γύναιον ενόσει τὴν ὅρασιν, καὶ τοῖς ἰα τροῖς πρὸς τὸ πάθος ὑπῆρχεν ὁ πόλεμος, οἰκονομεῖν δ Ἰωάννου καὶ Κύρου τὸ τέμενος προσεβλήθη Χριστό. δωρος, Εὐλογίου τοῦτο, ὡς ἔφημεν τοῦ μεγάλου, προ τρέψαντος· ὁ Θεοδώρα μαθοῦσα ἡ σύνευνος, θάττον τῷ ἀνδρὶ διεμάχετο, καὶ τὴν διακονίαν ἐκάκιζεν, ότιπερ, φησὶν, τῆς πόλεως πόρρω διέστηκεν, καὶ τὴν ἑστίαν ιόντες καταλιμπάνομεν ἔρημον· καὶ παντοίως παρητεῖτο τὴν ἔξοδον· καὶ ὅσα γυναιξὶν ἔτοιμα πρὸς ἀφορμάς παραφέρουσα· καὶ τὸ δὴ πάντων στερεό τατον καὶ δυσανάτρεπτον λογιζόμενον, καὶ τῶν ὀφθαλμῶν τὴν ἀσθένειαν· καὶ τάχα ἂν ἔπεισε τὸν ὁμό ζυγον παραιτήσασθαι τὴν ἐγχείρησιν (δεινὰ γὰρ πρὸς τὸ πείθειν τοὺς ἄνδρας τὰ γύναια, καὶ πρὸς ἅπερ ἂν ἐθελήσειεν, εἰ καὶ λίαν είη φαυλότατα, τὴν φύσιν ἔχοντα σύμμαχον, καὶ ὡς ἀσθενέστερα σκεύη παρεχομένην τῷ γυναικείῳ φύλῳ τὸ δύνασθαι), εἰ μὴ τοῦτο μαθόντες οἱ ἅγιοι, ὡς καὶ τῇ προβολῇ Χριστο δώρου τερπόμενοι, κατὰ τοὺς ὕπνους τῷ γυναίῳ παρέστησαν, καὶ συνδραμεῖν τῷ ἀνδρὶ πρὸς τὸ τί μιαν αὐτῶν παρεσκεύασαν τέμενος. Τίνος γὰρ ἕνεκεν, εἶπον πρὸς αὐτὴν ἀφικόμενοι, εἰργεις σου τὸν ὁμό. ζυγον λειτουργῆσαι ἡμῖν ὡς προβέβληται; Η δέ· Τί νες γὰρ ὑμεῖς; τοῦ Χριστοῦ τοὺς μάρτυρας ήρετο Κύρου δὲ φήσαντος, ὡς Ἐγὼ μὲν Κῦρος, Ἰωάννης δὲ οὗτος ὁ σὺν ἐμοὶ τὸ τῆς εὐσεβείας ἆθλον ἀράμενος" τὸ γύναιον ἀπεκρίνατο • Μόνου χάριν τοῦ τῶν ὀφθαλμῶν ἀῤῥωστήματος· ὅτι, φησίν, ἐκεῖσε γιγνωσκομένη
col. 3445–3446page 12 of 127
PG 87:3445[γενομένη] τῆς τῶν ἰατρῶν ἀρωγῆς ἀπολείπομαι. Τούτων οἱ μάρτυρες τῶν ῥημάτων ἀκούσαντες, εὐθὺς αὐτῇ τὸν ἱερὸν σηκὸν ὑποφαίνουσιν, καὶ τῶν ἐν αὐτῷ κατακειμένων ἀσθενῶν τὸ πλῆθος ἐδείκνυον, καὶ τὴν ἑκάστου νόσον οἷα τις ὑπῆρχεν ἀπήγγελλον. Εἶτα σύν τούτοις ἅπασι, φασὶ, καὶ τοὺς τοὺς θεραπεύειν ὀφθαλμοὺς οὐκ ἰσχύομεν; καὶ ταῦτα λέξαντες, ἔπεισαν ἔργοις τὴν πειθὼ καὶ οὐ λόγοις ψιλοῖς ἐργασάμενοι. Ἐξελθοῦσα δὲ καὶ θεασαμένη μόνον τὸ σεπτὸν αὐτῶν τέμενος, τὴν νόσον εὐθέως ἀπέβαλεν, οδύνης μηκέτι τοιαύτης ὀφθαλμῶν πεῖραν ἀθρήσασα, οὐ τὸ καὶ τὸ πρὸς θεραπείαν ποιήσασα, ἀλλὰ μόνῃ τῇ θέᾳ τοῦ τῶν μαρτύρων νεὼ δρεψαμένη τὴν ἀμάραντον ἴασιν. Ισχυσεν γὰρ ἡ τοῦ σηκοῦ γλυκυτάτη μορφὴ πάθος Θεραπεῦσαι πικρότατον, καὶ παραστῆσαι τῶν ἐνοι κούντων ἁγίων τὴν ἀμέτρητον δύναμιν. Λέξω δὲ καὶ τὸ ἕτερον, ὅπερ εἰς αὐτὴν ἐπράχθη θαῦμα τοῖς μάρτυσιν, ἐπειδὴ τὸ προλαβὸν ἀπηγγείλαμεν, καὶ οὐ κρύψω αγῇ τοὺς ἀκούοντας· οὐ γὰρ σιγῆς ἄξια τὰ ἡμέτερα ὡς τὰ τῶν δαιμόνων φαυλότατα φάσματα· τούτοις γὰρ πρέπει σιγὴ καὶ λήθη καὶ τάφος καὶ σκότος ἐξώτερον, τόπος ἀπόκρυφος τῆς αὐτῶν βδελυρίας γιγνόμενα· ἀλλὰ καὶ βαρυ φώνου σάλπιγγος, καὶ μεγαλερήμονος κήρυκος καὶ δώματος ἀγχινεφοῖς τοῖς ὑψώμασιν, ἐφ' οὓς στήσονται καὶ βοήσονται οἱ κηρύσσοντες· τὰ γὰρ ἐν φανερῷ καὶ οὐκ ἐν παραβύστῳ τοῖς μάρτυσιν δρώμενα θαύ ματος γέμοντα καὶ οὐκ αἰσχύνης ἀνάπλεα, πᾶσιν γνω ρίζεσθαι πέφυκεν ἄξια, καὶ κατὰ πᾶσαν τὴν γῆν διαῤῥήδην κηρύττεσθαι. Οὐκοῦν λέξωμεν, καὶ οὐ κρύ ψωμεν, καὶ σκιρτήσωμεν λέγοντες, καὶ χορεύσωμεν τῶν ἁγίων τὰς πράξεις κηρύττοντες, πάντων ὄντα πιστῶν ἀγλάϊσμά τε καὶ καύχημα. Μετὰ πολὺν αὕτη καιρὸν ἡ Θεοδώρα τῆς ὀφθαλμίας, μᾶλλον δὲ τῆς τῶν ὀφθαλμῶν ἐλούετο ῥώσεως τὸ δὲ λουτρὸν τῶν ἁγίων ἐτύγχανεν· ἐκεῖσε γὰρ τότε διέτριβεν· καὶ λουομένη πίπτει δεινῶς· εἰς τοὐπίσω γὰρ καταφέρει ρήγματι, γλοιώδεσί τισιν ολισθήσασα, τοῖς ἐκ τριμμάτων τάχα γυναικείων ἐκρέουσιν. "Ην δὲ καὶ τὸ πτῶμα δεινόν· μετὰ γὰρ τὸ λούσασθαι τοῦτο συμβέβηκεν, ἐξιούσης τῶν ἐμπύρων ἐπὶ τοὺς ψυχροὺς ἀέρας καὶ νάματα, ὅτε καὶ τῶν λουομένων τὰ σώματα εὐπαθῆ τέ ἐστιν καὶ χαυνότερα, τῇ δια χύσει τοῦ χαυνοῦντός τε καὶ ἐκλύοντος αίματος. Τοῦτο γὰρ τὸ θερμὸν, ἕως ἐν ἀέρι ψυχροτέρω τυγχάνωμεν, ἐπὶ καρδίαν ἔσω φεύγει καὶ κρύπτεται, τῇ ἐπαφῇ τοῦ ψυχροῦ συστελλόμενον· ἐπειδὰν δὲ ἀέρι θερμῷ προσομιλήσωμεν, ἀναχωρούσης τῆς ἔξω θερμότητος, εὐθὺς ἐπὶ τὴν ἐπιφάνειαν ἔξεισιν, ἐλευθερωθέν πως τοῦ διείργοντος ψυχροῦ καὶ συστέλλοντος, καὶ τὸ συγ γενὲς γνωρίσαν τῆς ἔξω θερμότητος. Ἐν τοιαύτῃ γοῦν διαθέσει καὶ Θεοδώρα τότε τυγ χάνουσα σώματος, πίπτει μὲν ἐπὶ νῶτον καὶ τένοντα, ἐπλήγη δὲ τὸν ἀγῶνα βαθύτατα, μεγάλου και κατ' αὐτὸ ἀνοιχθέντος τῷ κρούσματι τραύματος, καὶ πολύ λοῦ ἐκ τούτου κατενεχθέντος τε καὶ ῥύσαντος αἷμα τος· ἀλλὰ τὴν τοσαύτην πληγὴν ἐπικύνδυνον, καὶ τὸ
col. 3447–3448page 13 of 127
PG 87:3447; τοσοῦτο τραῦμα δυσίατον, εὐθέως οἱ μάρτυρες ἐπι φανέντες ἰάσαντο· μηδὲ τριταῖον αὐτὸ συγχωρήσαντες ἐπὶ τῆς χειρὸς καὶ τοῦ παθόντος ἀγκῶνος για ρίζεσθαι. ᾿Ακοῦσαι δὲ πάντως ἐπείγεσθε καὶ τῆς ὑγείας τὸ φάρμακον, ὃ μάρτυρες οἱ θεσπέσιοι ἐν χρό νου ροπῇ πάθος τηλικοῦτον ἰάσαντο. Λέξω δὲ καὶ τοῦτο συντόμως καὶ φανερὸν ποιήσομαι τοῖς ἀκούου Νυκτὸς γὰρ ἐπιλαβομένης καὶ τὴν ἡλιακὴν τῆς ἡμέρας εκείνης διαδεξαμένης λαμπρότητα, μικρόν οἱ ἅγιοι καθευδήσαντι τῷ γυναίῳ παρίστανται· τάχε γὰρ τούτου χάριν τὸν ὕπνον ἐν τοσαύταις ἐδύναις ἐδέξατο, ἵνα καὶ τῶν ἁγίων τὴν ταχίστην ἐπίσκεψιν δέξοιτο. Επιστάντες οὖν οἱ φιλάνθρωποι μάρτυρες οἴνῳ τῷ ἐκ Μαρεώτου τὴν χεῖρα σπογγίσαι προσ έταξαν, καὶ σάρκας ἐπιθεῖναι τῷ τραύματι λάβρακος (θαλάττιος οὗτος ἰχθὺς λάβραξοὕτω καλούμενος· καὶ λουτρῷ δὲ προσφόρως κελεύουσι χρήσασθαι, ἐκ δαι μόνων εἶνα: τὴν βλάβην νοήσαντες, ἵνα καθ᾽ ἂν τρό που ἡ τούτων ἐπήρεια γέγονεν, κάν τούτῳ αὐτοὶ τὰ τῆς θεραπείας στήσωσι τρόπαιον. Γενομένου δὲ τοῦ τῶν ἁγίων προστάγματος, ἡ Θεοδώρα μὲν εὐθὺς ἰα τρεύετο· οἱ δὲ δαίμονες ὡς μάτην ἐπιβουλεύσαντες κατησχύνοντο, οἱ δὲ μάρτυρες ἐδοξάζοντο, καὶ Χρι στὸς ὁ Θεὸς ὁ δι' αὐτῶν ἐνεργῶν τὰ παράδοξα. 1. Περὶ Μαροῖς τῆς θυγατρὸς τοῦ οἰκονόμου πα θούσης ἐκ τῶν ἰδόντων καὶ τῶν ὤτων τὴν κώ φησιν. Τούτοις τὴν Μαροῦν προσποιήσωμεν, καὶ τοῖς το κοῦσιν προσθήσωμεν τὸ θυγάτριον· ἐκ Χριστοδώρου γὰρ αὕτη καὶ Θεοδώρας βλάστησεν. Μὴ οὖν αὐτὴν παραδράμωμεν, εἰ καὶ τὴν καθ' ἡμᾶς αὐτὴ βίον ἀρ τίως παρέδραμεν, ἐν ἀκμῇ νεότητος ἐκδημήσασα, καὶ ἐν ἡλικίας ἄνθει τοὺς ἐπὶ γῆς καταλείψασα, γάμου μὲν ὥραν ἁρμόδιον ἔχουσα, ἀνδρὸς δὲ κοίτην παντελῶς ἀγνοήσασα. Συνάψωμεν οὖν καὶ αὐτὴν ταῖς γεννήσασιν τὰ τῶν ἁγίων διηγούμενοι θαύματα· καὶ μὴ θάνατον μιμησώμεθα τὸν ἀπάνθρωπον, τὸν τῶν φυσάντων αὐτὴν διαστήσαντα, ἀμνημόνευτον καὶ ἡμεῖς καταλείψαντες. Μαρτύρων γὰρ καὶ Μαρού συμμαχίαν ἐτύχησεν ἔτι κατὰ τὸν βίον διάγουσα· ἣν ἐχθησόμεθα μνημονεύοντες ὡς γεγένηται. Νέον ὑπῆρχε πάνυ τὸ κύριον καὶ μαζὸν ἐτρύγα. ῃ τὸν τὴν τοιαύτην. ἡλικίαν ἐκτρέφοντα, μήπω τῶν ὀδόντων τοὺς τοίχους ἐκφύσασα· οὐ χερσὶν τὸ γάλα (τοῦτο γὰρ τῶν μαζῶν ὁ καρπός), ἀλλὰ χείλεσιν ἐπι δρεπομένη καὶ στόματι. Ἐπειδὴ δὲ τούτοις ὁ χρόνος ἀφίκετο καθ' ὂν τοῖς ἀρτιγενέσιν οἱ ὀδόντες ἐκτύου σιν, χάριν αὐτῷ μαρμαροειδή παρεχόμενοι, καὶ τὴν δι' αὐτοῦ φερομένην ἄσημον φωνὴν διορθούμενοι, καὶ τροφὴν τὴν στερεωτέραν λεαίνοντες, σὺν πόνω δε τιν αἱ τούτων φύσεις ειώθασι γίγνεσθαι, δύνας πολλὰς τοῖς ἀνάγουσι παισὶ τοὺς ὀδόντας παρέχοντα, καὶ πυρετοὺς προξενοῦντι δεινοὺς τοὺς τὸ σῶμα χα λεπῶς κατατρύγοντας. Εν τούτοις καὶ Μαροῦ νηπιάζουσα καθέστηκεν. Ἐκφύουσα γὰρ τοὺς ὀδόντας, καὶ τὰς τούτων προηγουμένας ὀδύνας ὑπέμενεν· ἐν δορυ φόρων γὰρ αὗται προτρέχουσιν σχήματι, τὰς τῶν
col. 3449–3450page 14 of 127
PG 87:3449ὀδόντων ἰδοὺς εὐτρεπίζουσαι, καὶ τὰ οὔλα μαστίζουν Λ σιν, καὶ πᾶν δι' αὐτῶν μέλος τοῦ σώματος, εἰ καὶ πρὸς παρασκευὴν ἰδοῖεν μέλλοντα. Α' τὴν Μαροῦν οὕτω ποτὲ δεινῶς κατετίτρωσκον, πυρετούς ἐκπυρ σεύονται, καὶ στόμα δριμύττουσαι, καὶ ὦτα πιέζουσαι, καὶ κεφαλὴν ρευματίζουσαι, καὶ οὕτω μὲν διετιθοῦσαν τὸ κόριν, ἕως οἱ ὁδόντες ἐφάνησαν· ἐπεὶ δὲ τὰ οἷλα τούτοις ἀπέστραπτεν, καὶ τὴν ἰδίαν τὸ στόμα χάριν ἐδέξατο, αἱ μὲν ὀδύναι παῦλαν ἐσχήκασιν, τὰ ὦτα δὲ τοῦ συναχθέντος ἐπλήρωτο ῥεύματος· τέλος δὲ τὴν τούτου συμβοὴν μὴ καταστάντα, κατὰ τὰς τῶν ὑδάτων μητέρες πέτρας ἐκρήγνυνται· κἀκ τού του πηγαὶ καὶ δυσωδίαι,σκωλήκων ἐσμός προσεγένετο. Οὕτω δὲ συντόνω; τὴν ἀνάγκην ταύτην την τρίτ μορφον ἔβλυσεν, ὡς μηδενὸς ἀνέχεσθαι φραγμού καὶ κωλύματος τὴν φερομένην ἐκείνην βοὴν ἀναστέλλοντα. "Απερ ἡ τὴν παῖδα γεννήσασα βλέπουσα, καὶ φέρειν ἐπὶ πολὺ μὴ ἰσχύσασα, εἰς ᾿Αλεξάνδρειαν ἐλθεῖν ἐβουλεύσατο, καὶ τὸ παιδίον ἰατροῖς προσενέγκασθαι, καθησόμενόν τε καὶ πρὸς αὐτῶν θεραπευθησόμενον· εἰς τὸ τῶν ἁγίων γὰρ τότε διέτριβεν τέμενος. Καὶ κατ' ἐκείνην τὴν νύκτα καθ᾽ ἦν εἰσελθεῖν παρ εσκεύαστο, ἔρημον ὁρᾷ καθευδήσασα ἰατροῦ τὸ δω μάτιον· εὕρισκεν καὶ μοναστὴν ἐν αὐτῷ καθεζόμενον. Κῦρος ἦν οὗτος ὁ φανεὶς καθεζόμενος· μονα στῆς γὰρ ἐγένετο, καὶ μοναστῶν ἀεὶ ὀφείλεται φαί νεσθαι σχήματι. Πυργίσκος δὲ ἔμπροσθεν ἑστήκει τοῦ μάρτυρος, ἵνα τὸ τῶν ἰατρῶν, φησὶν, σχῆμα κάτ καὶ διασώζοιτο, ὡς ἰατρεῖον τοῦτο φαίνεται (α). Πρὸς ἢν ὁ ἅγιος ὁ δῆθεν ἐπὶ θρόνου καθήμενος ἔλεξεν· Ενθάδε, ὦ γύναι, τί παραγέγονας; Ἡ δὲ, Ἰατρείον ζητοῦσα, πρὸς αὐτὸν ἀπεκρίνατο· καὶ τοιοῦτον μὲν ἐγὼ τόνδε τὸν οἰκίσκον νενόμικα· ἐν αὐτῷ δὲ οὐδὲν τῶν ἐν ταῖς ἰατροῖς πρὸς περιοδείαν ὄντων, ἐρῶ παρακείμενον ἀλλ' οὐδὲ ἔνδον τι τῶν τοιούτων ἔχει σου τὸ ἀρμάριον. 'Ο δὲ πρὸς αὐτὴν ἀκριβῶς ἀπεκρίνατο· Ἐρεύνησον, καὶ ὅπερ ἂν εὔροις, ὠσὶ τοῖς πάσχουσιν ἔμβαλε, καὶ ἰαθήσεταί σου τὸ θυγάτριον. Ἡ δὲ τὸν οἶκον ἅπαντα περινοστήσασα, θυρίδα μικρὰν ἐθεάσατο, καὶ μέλι τος ἐν αὐτῇ ποτήριον κείμενον. Ως οἶμαι γὰρ τὸ ἀρ μάριον φαρμακοθήκη μειζόνων νοσημάτων ἐτύγχανεν. ᾿Αναστᾶτα δὲ θᾶττον τοῦ σκίμποδος, τὸ λεχθὲν αὐτῇ διεπράξατο, καὶ βραχὺ τοῦ μέλιτος τοῖς ὠσὶ τοῦ βρέφους ἐγχέατα, σκωληκόμεστον ἀνήγαγεν θύλακα δακτύλων τὸ μῆκος τεττάρων, καὶ πλάτος ἀνάλογον ἔχοντα· καὶ τούτου λυτρωθεῖσα παραχρῆμα τὸ κόριον οὗπερ αὐτῇ τῶν ἀλγηδόνων ταμεῖον ἐγένετο· καὶ τῶν ἀπλήστων τικτομένων δεινῶν ἐλυτροῦτο κολά σεων. Καὶ Μαροῦν μὲν οὕτως οἱ μάτρυρες μέλιτι ψιλῷ θεραπεύουσιν· ἄλλο δὲ γύναιον εὐσεβὲς καὶ φιλόχριστον, Μαρίαν μὲν ὁμωνύμως ἀκούουσαν (Μαροῦν γὰρ τὸ κύριον ἔλεγον τὸ τῆς Μαρίας υποκορίζοντες ὄνομα), ἀλλ᾽ οὐ σύγχρονον οὐδὲ ὁμήλικα· καὶ πάθος μὲν ὅμοιον ἔχουσαν, ἀπ᾿ ἄλλου δὲ τοῦτο συμπτώματος, μετὰ πολλῶν ἰατρῶν πεῖραν ἀνόνητον, εἰς τὸ σεπτὸν αὐτῶν ἐλθοῦσαν μαρτύριον, κηρωτῇ καὶ συν καμίνοις ἐξιάσαντο, ταῦτα καθ᾽ ὕπνους ἐνῶσαι ταῖς (α)
col. 3451–3452page 15 of 127
PG 87:3451τρίψεσιν, καὶ τοῖς ὠσὶν ἐμβαλεῖν ἐντειλάμενοι. Ἡμεῖς δὲ πάλιν ὑμνήσαντες σὺν τοῖς ἰαθεῖσιν γυναίοις τοὺς μάρτυρας, πρὸς ἄλλας αὐτῶν τερατουργείας ὁρμήσω μεν, καὶ ταῦτα τὰ πράγματα γράμματα] τοῖς εὐσεβῶς ἀκούουσιν παραθώμεθα. ΙΑ'. Περὶ Μαρίας τῆς θυγατρὸς τοῦ διακόνου καὶ μηδὲν βλαβείσης τὸ σύνολον ἀφ᾽ ὕψους πε σούσης. Ἑτέρας παιδός μνημονεύσωμεν, ὁμωνύμου τε καὶ ομήλικος, ἑτέρου δηλονότι θαύματος μνημονεύοντες, εἰ καὶ τοῦτο μείζον τοῦ προλαβόντος ἐστὶν καὶ ἀσύγ κριτον. Ἐκεῖνο μὲν γὰρ καὶ ἰατρὸς ἴσως ἂν ἔπραξεν ἄριστος, εἰ καὶ μὴ οὕτω ταχέως, μηδὲ τοιούτῳ φαρ μάχῳ χρησάμενος· τοῦτο δὲ οὔτε τις ἰατρῶν ποιή σειεν, ἀλλ' οὐδὲ πάντες ἄνθρωποι πρὸς τὴν αὐτοῦ ποίησιν ἀθροιζόμενοι, ἕως ἂν καὶ νεκροὺς ἐκ τάφων ἐγείρωσιν, καὶ τοὺς θνητούς ἀνθρώπους ἀθανάτους ἐργάσαιντο· εἰ δὲ καὶ τὸ κόριον ἕτερον καὶ πάλιν ἕτερον θαῦμα καθέστηκεν, ἀλλ᾽ οἱ τοῦτο κἀκεῖνο ποιήσαντες οἱ αὐτοὶ καὶ οὐχ ἕτεροι, Κῦρος οὗτος ὁ θειότατος καὶ Ἰωάννης ὁ Κύρου συνόμιλος, οἱ τὰ μικρὰ καὶ τὰ μέγιστα πρὸς τὰς νόσους ποιούμενοι τέρατα, καὶ παντοίως εὐεργετοῦντες τοὺς πάσχοντας, καὶ σώζοντες τοὺς ἀρωγῆς εἶτε μικρᾶς εἴτε μείζονος χρήζοντας. Μαρία μὲν ἐκαλεῖτο τὸ κόριον, Ἰωάννου μὲν τοῦ διακόνου τοῦ τῶν ἁγίων τεμένους ὑπῆρχε θυγάτριον τὸ δὲ θαῦμα ὡς ἂν οἷός τε ὦ, διηγήσομαι. ᾿Αθύρον ἦν παρὰ θυρίδι τινὶ τοῦ δωματίου τὸ κόριον, ἐν ᾗ καθεζομένη συχνότερον ἡ γεννήσασα, λινοῦ πλήρη νήματος ἐχάλα τὸν ἄτρακτον. Καὶ ῥέμψεως γενομένης τινός οἷα φιλεῖ πολλάκις συμβαίνειν καὶ γίνε σθαι, καί τινος τάχα τῶν ἀναγκαίων ἀπασχολήσαν τος, καὶ τὸ παιδίον ἐπὶ τῆς θυρίδος ἐᾶν ἀναγκάσαντος, ἐκείνη μὲν ἦν ἐφ' ὅ τε καὶ ἔδραμεν. Το βρέφος δὲ μητρικής προνοίας στερούμενον ἔρημον χηρεῦόν τε φυσικῶς τῆς καλοῦ καὶ κακοῦ διακρίσεως, ἄνωθεν ἀφ' ὑψηλῆς πάνυ θυρίδος εἰς τὸ ἔδαφος ἔπεσεν. Κτύπου δὲ κάτωθεν τῷ τιναγμῷ γεγονότος τοῦ σώματ τος, ἡ μήτηρ ἰδεῖν τοῦ κτύπου παρακύπτει τὸ αἷς τιον, παντελῶς ἀμνημονήσασα, ὡς ἐπὶ τῆς θυρίδας καθήμενον κατέλιπεν αὐτῆς τὸ θυγάτριον· δ παρα κύψασα, ερριμμένον ἴδεν ἐπὶ τὸ ἔδαφος, καὶ εἰς μνή μην εὐθέως ἐλθοῦσα τοῦ πτώματος, ἀλαλάζουσά τε καὶ κοκκύζουσα τὸν χῶρον ὅλον ἐκεῖνον ἐδόνησεν καὶ τὸ τῶν μαρτύρων οὐράνιον τέμενος· παρέκειτο γὰρ αὐτῷ τὸ δωμάτιον,καὶ διὰ τοῦ νεὼ τὴν εἰς οἶκον εἴσο οδον ἐποιεῖτο καὶ ἔξοδον. Καὶ δραμοῦσα δάκρυσι πολλοῖς τὰς παρειάς καταβρέχουσα, καὶ σὺν αὐτῇ πάντες οἱ βλέποντες κλαίουσαν καὶ μακρόθεν βοῶσαν ἀκούοντες, πρὸς τὸ νεκρὸν ἀνελέσθαι τὸ κύριον καὶ ταφῇ παραδούναι τῷ μνήματι, τοῦτο σῶον καὶ ἀβλαβὲς τε καὶ ἀπήμαντον εἰς γῆν εὗρον καθήμενον, καὶ χοίροις κατὰ τὸν τόπον εὑρημένοις προσπαῖζον άδρα νέσι καὶ ἀχαρίεσσι τοῖς ῥαπίσμασιν. Καὶ τοῦτο θάτε τον ἁρπάσαντες, πρὸ τοῦ τῶν ἁγίων ἔῤῥιψαν μνή ματος, ὡς σωτῆρας αὐτοὺς τοῦ βρέφους γεραίροντες, καὶ πάντων τῶν ἐπ᾿ αὐτοῖς πεποιθότων ἐν Χριστῷ, ὡς ἀρωγούς ὑμνοῦντες καὶ φύλακας.
col. 3453–3454page 16 of 127
PG 87:3453Οὐ περιττὸν δὲ οἶμαι, καὶ ὅ τι κατ' ἐκείνην τὴν ἡ νύκτα περὶ τούτου καθεύδων τεθέαται, προσθεῖναι τῷ διηγήματι. Ἰωάννης οὗτός ἐστιν ὁ διάκονος, οὐχ ὁ τοῦ παιδίου πατήρ, ἀλλ' ὁ ἐκ Βυζαντίου διὰ πάθος ποδῶν προσπελάσας μάρτυσιν· ψύξις δὲ τῶν γονά των τὸ πάθος ἐλέγετο, ὅπερ οὐδὲ βασιλέως ἰατρὸς, οὔτε γὰρ τῶν ἄλλων ὅσοι βουλόμενοι θεραπεῦσαι δε δύνηνται. Καὶ ἰαθεὶς καὶ ῥυσθεὶς τοῦ νοσήματος, χάριτος ἕνεκα διὰ βίου δουλεύειν τοῖς ἁγίοις ὑπὲ έσχετο. Ο κληρωθεὶς μετὰ ταῦτα διάκονος, ἐκ λαϊκοῦ μὲν καταστήματος, σπουδαίου δὲ καὶ μοναδικού που λιτεύματος, μαρτυρικῷ ψηφίσματι καὶ κελεύσματι, χειροθεσίᾳ δὲ πατριαρχικῇ Ἰωάννου τοῦ νῦν τὴν Αλεξανδρέων Εκκλησίαν ποιμαίνοντος· οὕτως ἔφη τότε κοιμώμενος, ὅτε τῇ αὔριον τὸ θαῦμα τὸ λεχθὲν ἔμελλε γίνεσθαι, Κῦρον ὁρᾷν καὶ Ἰωάννην τοὺς μάρτυρας, καὶ σὺν αὐτοῖς πολλὴν λευχειμονοῦσαν ἁγίων ὁμήγυριν, οἱ ταῦτα πρὸς τὸν θεώμενον ἔλε γον· Ἐλθὲ σὺν ἡμῖν, καὶ τῆς ἐσομένης εὐφροσύνης ἀπόλαυσον. Ἰωάννης δὲ ποῦ πορεύεσθαι καὶ πρὸς ποίαν εὐωχίαν τοὺς ἁγίους ἠρώτησεν. Οἱ δὲ, Ἰωάν νης, φασὶν, ὁ διάκονος εἰς δεῖπνον ἡμᾶς ἐκάλεσεν σήμερον, καὶ παρ' αὐτῷ πάντες ἡμεῖς ἑστιώμεθα καὶ ταῦτα φήσαντος, του λαμπροῦ τῶν ἁγίων ήγουν τοῦ συντάγματος ἕπεσθαι καὶ αὐτὸν μετὰ τούτους κελεύσαντος. Ὡς δὲ πάντες, φησὶν, εἰς τὴν ἑστίαν ἀπῆλθον οἱ ἅγιοι, ἀνῆλθον κἀγὼ τῶν κελευσάντων πληρῶν τὸ ἐπίταγμα· καὶ συνδειπνήσας αὐτοῖς, πάν λιν μετ' αὐτῶν ἀνεχώρησα πρὸς τὰ τῶν δαιτυμόνων τεθηπὼς ἀξιώματα καὶ στολίσματα· καὶ θαυμάσας τοῦ δείπνου τὴν σεμνήν πολυτέλειαν, καὶ τοῦ φανέν της τότε λυθέντος δράματος, Ιωάννῃ πάντα τῷ δια κόνῳ διήγγειλεν, ἀγνοῶν μὲν τὸ τοῦ διηγήματος σύμβολον· εὐδαίμονα δὲ τοῦτον καλῶν καὶ μακάριον, εἰ πρὸς τοιαύτην ἀξίαν ἀφίκοιτο, ὡς τοιούτους ἁγίους καὶ τοσούτους ἑστιᾷν τε καὶ κατ᾽ οἶκον εἰσδέχεσθαι. Καὶ τοῦτο μὲν ἄγνωστον ἦν παντελῶς τὸ ἐνύπνιον, ἕως τὸ θαῦμα πραχθὲν διηρμήνευσε. Ἐγὼ δὲ τῶν ἁγίων μετὰ πάντων καὶ τοῦτο τεθαύμακα, ὅτιπερ καλῶς ἐν ᾧ πᾶσι Χριστῷ διδασκάλῳ καὶ Θεῷ τῶν ὅλων ἑπόμενοι δείπνῳ κἀνταῦθα τὸ θαῦμα παρείκασαν· ὥσπερ γὰρ ὁ Σωτὴρ ἐπὶ τῇ πηγῇ τῆς Σαμαρείας καθήμενος, καὶ πρὸς τῶν μαθητῶν φαγεῖν προτρεπόμενος, οὕτω πρὸς αὐτοὺς ἀπεκρίνατο Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε· βρῶσιν εἰπὼν τὴν τῶν εἰς αὐτὸν πιστευόντων σωτηρίαν καὶ τερπνὴν ἀπολύτρωσιν. Ἐμὸν γὰρ βρῶμα, φησὶν, ἐστὶν ἵνα ποιῶ τοῦ πέμψαντός με Πατρὸς τὸ θέλημα] καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Ἔργον δὲ καὶ θέλημα τοῦ Πατρὸς ἕτερον οὐδὲν ἢ τούτων ἡ σωτηρία καθέστηκεν. Οὕτω καὶ νῦν Ἰωάννης καὶ Κῦρος οἱ Μάρτυρες βρῶσιν εἰκότως καὶ δεῖπνον ἐκάλεσαν τὴν σωτηρίαν τῆς παιδός, προμηνύοντες καὶ τὸ γεγονὸς ἐπ' αὐτῇ θαῦμα παράδοξον, ὡς τρέφον αὐτῶν πεῖναν ἀγαθὴν καὶ φιλάνθρωπον, καὶ τέρπον αὐτῶν τὴν ἁγνὴν καὶ φιλόσοφον πρόθεσιν. Ἡμεῖς δὲ τὸ περὶ τῆς παιδὸς ἐνταῦθα διήγημα περαιώσαντες, καὶ τοῖς σεσωκόσι
col. 3455–3456page 17 of 127
PG 87:3455μάρτυσι τὰς εὐφημους βοὰς ἀναπέμψαντες, άλλο αὐτῶν διήγημα αναγράψωμεν. ΙΒ': Περὶ Ἰουλιανοῦ τοῦ κόμητος ἐκ περιεργίας παρειθέντος τὰ μέλη ἅπαντα. Ἰουλιανὸς ὁ μᾶλλον νῦν ἢ πρώην θαυμάσιος, ὁ χρημάτων εὐπορία βριθόμενος, καὶ κτημάτων άρεσ τῆς μὴ λειπόμενος, ὁ γένος ἄγων ἐπίσημον, καὶ πάν σιν ὡς σεμνός γνωριζόμενος, διττὴν ἐσχηκὼς τὴν ἀσθένειαν, καὶ διττὴν ἐπὶ ταύτην κομισάμενος ἴασιν, εἰς διήγησιν πρόεισιν, ἔτι μὲν τῷ βίῳ περιλειπόμενος, καὶ πᾶσι τὰ κατ' αὐτὸν διηγούμενος· θέλων τ ὅμως ἐμφέρεσθαι τῷδε ἡμῶν τῷ βραχυτάτῳ συν τάγματι, καὶ ὥσπερ ἀεὶ περιὼν τὸ κατ' αὐτὸν διαγ γέλλειν θαῦμα τοῖς ἔπειτα· οὗ τὴν στοργὴν ἀγανά μενος, καὶ τὴν πρὸς τούτους τοὺς ἁγίους ἀποδεξάμενος πρόθεσιν, τὰ κατ' αὐτὸν συγγράφειν ὁρμήσωμεν. Ηκμαζεν Ἰουλιανὸς ἐν νεότητι, καὶ πλοῦτον εξ χεν ταύτης συνήλικα, ὃς ἀκολασίας ἐστὶν πατὴρ καὶ πάσης ἀσελγείας διδάσκαλος. Καὶ ἡ μὲν τὰς ἡδονας ἔτικτεν καὶ προὐβάλλετο, ὁ δὲ ταύτας ἐτιθήνει τε καὶ ὑπέτρεφεν· καὶ πόλεμος ἦν τῇ ψυχῇ πρὸς πλού τον ὁμοῦ καὶ νεότητα σώματος. ᾿Αλλὰ ταύτην κατά κράτος νικήσαντες εἷλον αἰχμάλωτον, καὶ δοῦλον ἦγον, καὶ τὰ αὐτοῖς δοκοῦντα ποιεῖν κατηνάγκαζον, μὴ τολμῶσαν ἀντειπεῖν πρὸς τὰ σκληρῶς αὐτῇ πως αὐτῶν προστασσόμενα· ὥσπερ οὐδ᾽ ὁ παλαιὸς Ἰσρατι πάλαι θητεύων κατ' Αἴγυπτον· καὶ ἦν ἰδεῖν ὥσπερ fulσχον ἀσθενῆ καὶ ἀδύνατον γαυριῶσιν ἵπποις ὀχούμενον, καὶ τὰς τούτων ὁρμᾶς ἐπισχεῖν οὐ δυνάμενον, ἀλλ᾽ ἀκουσίως ἀγόμενον καὶ βιαίως πρὸς αὐτῶν ἁρπαζόμενον, καὶ τέλος τὰς ἡνίας ἐάσαντα καὶ σὺν αὐτοῖς κρημνιζόμενον. Οὕτως ἡ τοῦ νέου ψυχή πλούτῳ τυραννουμένη, τρυφῇ τε καὶ ἀκμῇ δεσποζομένη του σώματος, πρὸς αἰσχρὰς ἡδονὰς ἀπεφέρετο, καὶ πά θεσιν ἀτόποις δουλοπρεπῶς ὑποκλίνετο. Ἐν τούτῳ δὲ γεγονώς Ἰουλιανός καταστάσεως, πρὸ γάμου νομίμου γάμοις ἀνόμοις συνήπτετο· καὶ πρὸ τῶν ἰδίων ἀγκαλῶν, ἀγκάλαις ἀλλοτρίαις συνείχετο· καὶ πρὶν ἢ πηγὴν οἰκείαν προσκτήσηται, ἐξ ἀδεσπότου πηγῆς πίνειν ὕδωρ ὑδρεύετο· καὶ πρὸ πώλου χαρί των, ρεμβασμού πώλῳ ὡμίλησεν· γυναίου γὰρ θεν εἰς ἔρωτα, καὶ τούτῳ δι' ἡδονὴν συνεπλέκετο. Τιμίῳ δὲ γάμῳ συναφθεὶς καὶ ἀμιάντῳ κοίτῃ εἰς ὕστερον, καὶ τοῦ παρανόμου γάμου τῆς βλάβης απ σπόμενος, τῆς πρὸς ἐκεῖνο τὸ γύναιον κοινωνίας ἐπαύετο· ἡ δὲ τὸν χωρισμὸν μὴ βαστάσασα, καὶ ζῆ λον ἐκ τούτου λαβοῦσα παμμίαρον, φαρμακείᾳ τὸν νέον ἡμύνατο, θάνατον αὐτῷ διὰ τὸν χωρισμόν συν σκευάσασα. Καὶ τοῦ μὲν φόνου τοῦ παιδὸς ἀπετύγχανεν, ἐποίει δὲ νεκροῦ μηδὲν διαφέροντα, χεῖρας καὶ πόδας τῷ φαρμάχῳ συνδήσασα, καὶ πᾶν αὐτοῦ μέλος τοῦ σώματος καταργήσασα, Θεοῦ μᾶλλον τὸν νέου φυλάξαντος, τοῦ δι᾿ ἀγαθότητα μὴ νεότητος ἁμαρ τιῶν μνημονεύοντος, καὶ παρορῶντος βροτῶν ἁμαρ τήματα, καὶ ὀργὴν αὐθήμερον εὐκ ἐπάγοντος, ἀλλὰ
col. 3457–3458page 18 of 127
PG 87:3457μακροθυμοῦντος ἀεὶ καὶ τὴν ἡμῶν ἐπιστροφὴν καὶ μετάνοιαν ἀναμένοντος. Ελεεινὸς οὖν ὑπῆρχεν βλεπόμενος· καὶ γονεῦσι μὲν προὔκειτο συμφορά, γυναικ δὲ νέᾳ καὶ γένει πένθος ἀντὶ χαρᾶς ἀπροσδόκητου καὶ πᾶσι τοῖς ὁρῶσιν οἴκτιστον θέαμα. Ποσὶ μὲν γὰρ ἄλλων ἐφέρετο, καὶ χερσὶν ἑτέρων εκέχρητο, και πάντα δι' ἄλλων ἑνήργει καὶ ἔπραττεν ὅσα Θεὸς ἀν θρώποις δι' ἑαυτῶν ποιεῖν ἐδωρήσατο· ἰατρῶν δὲ οὐ δεὶς τοῦ πάθους αὐτὸν ἡδύνατο φύσασθαι, οὐ διαί τους, οὐκ ἀντιδότοις, οὐκ ἐπαλλήλοις ἀλείμμασιν, οὐ παντοδαποῖς βοηθήμασιν· ἀλλ᾿ ὅλων τούτων ὑπῆρ χεν τὸ πάθος ἀνώτερον, ἀνθρωπεία χειρὶ χεῖρα παρασχεῖν μὴ βουλόμενον. Οπερ οἱ γονεῖς θεασάμενοι, ἐπὶ Θεὸν καὶ τοὺς μάρτυρας καταφεύγουσιν, χαίρειν μὲν ἰατρικοῖς βοηθήμασιν, καὶ θείαν ἀρωγὴν ἀνθελόμενοι. Οἱ δὲ θειότατοι μάρτυρες τὸν νέον οίκτείραντες, τῶν μὲν ἀλγηδόνων αὐτῷ τὰς ἀκίδας ἀπήμβλυναν, χεῖρας δὲ κινεῖν καὶ πόδας ἐκτείνειν μερικῶς ἐχαρίσαντο· τε λείαν γὰρ αὐτοῖς δόγματος αἰτία τις παρασχεῖν ἐν επόδιζεν. Ἰουλιανὸς γὰρ οὗτος ὁ νέος, Ἰουλιανοῦ τοῦ παλαιοῦ μαθητής ἐστιν ᾿Απολιναρίου Αλικαρνασέως ὑπάρχοντος, καὶ ὁμόφρων αὐτοῦ καὶ ὁμόδοξος. Ταῦτα φέρων κατὰ ψυχὴν Ἰουλιανὸς ὁ νέος τὰ δόγματα, οὐ δι' αὐτὰ τοῖς ἁγίοις, ἀλλὰ διὰ τὸ τοῦ σώματος προς επέλασεν νόσημα. Οἱ δὲ μακάριοι μάρτυρες πολλάκις αὐτῷ νύκτωρ ἐπιφερόμενοι, τοῦ τοιούτου δόγματος ταφήνουν ἀπέχεσθαι, καὶ τῆς καθολικῆς ἐκκλησίας τὴν κοινωνίαν ἀσπάσασθαι. Πολλάκις δὲ καὶ τὸ ποτήριον ἐβάσταζον ἁγίου σώματος Δεσποτικού περ πληρωμένον καὶ αἵματος, καὶ προσελθεῖν αὐτῷ προετρέποντο, αὐτοῖς τὸ δοκεῖν μεταλαμβάνοντες, καὶ συμμεταλαβεῖν αὐτοῖς τὸν Ἰουλιανὸν προσκαλούμενοι. Εσθ᾽ ὅτε δὲ καὶ δογματικῶς αὐτῷ διελέγοντο διασαφοῦντες τὴν ἐν Ἐκκλησίᾳ κηρυττομένην ἀλή θειαν, καὶ οὕτως ἔχειν τὸ περὶ τῆς σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἑνώσεως ὤμνυον κήρυ γμα. Αλλ᾿ ὡς ταῦτα πάντα καὶ τούτων πλείονα διεπράξαντο, καὶ τὸν Ἰουλιανὸν οὐκ ἔπεισαν, πεισθῆναι μὴ θέλοντα, πάλιν αὐτῷ τῆς προτέρας οδύνης ἀνέμνησαν, καὶ τὰ κέντρα τῶν ἀλγηδόνων αὐτῷ μετὰ προσθήκης τάχα τινὸς ἐπανέστησαν, χεῖρας ὡς τὸ πρὶν καὶ πόδας συνδήσαντες, καὶ μειζόνως τὰς ἀλγηδόνας αὐξήσαντες· τάχα που τὸ τῆς μελωδίας ἔργοις αὐτοὶ ἐνδεικνύμενοι, ἐν κημῷ καὶ χαλινῷ τὰς σταγόνας τῶν μὴ πρὸς Θεὸν ἐγγιζόντων διὰ πίστεως ἄγχοντες. Ἐκεῖνος γὰρ ὁ γενναῖος νεανίας ὁ τοσαύτας μὲν παραινέσεις, τοσαύτας δὲ μαρτυρίας και τηλε καύτας οπτασίας, καὶ πρό γε τούτων ἁπάντων τὸ ἐπ' αὐτῷ γεγονός θαῦμα παραγραψάμενος, τὰς μια κρὰς ἐκείνας οὐκ ἴσχυσεν παραγράψασθαι μάστιγας, ἀλλ' ἔκραζεν, ἐβόα, λιτάνευεν, ἐκάλει, Αντιβόλει, έχε τείας ἀπέπεμπεν τοὺς μάρτυρας αποκαλούμενος καὶ ἦν οὐδεὶς ὁ λυτρούμενος ἢ ὁ δυόμενος ἢ τῶν δεινῶν ἐξαιρούμενος ἢ βοηθῆσαι δυνάμενος, ἐπεὶ τῶν ἁγίων ἦν ὀργὴ τὸ γινόμενον. Αλλ' ὅτε αὐτοῦ τὸ αἴθασσον τοιαύταις βασάνοις
col. 3459–3460page 19 of 127
PG 87:3459ἡμέρωσαν, καὶ πειθήνιον τὴν πρὶν ἀνήκοον ἀπειργάσαντο, τότε φαίνονται μειδιῶντες καὶ προσπαίζον τες, καὶ δι᾿ ἣν αἰτίαν οὕτω βοᾷ τε καὶ κράζει διεπυνθάνοντο. Ὁ δὲ ὡς ἀγνοοῦσιν αὐτοῖς τὸ τοῦ πάθους διήγγειλεν, καὶ βοηθῆσαι προετρέπετο κινδυνεύοντι. Οἱ δὲ θεσπέσιοι μάρτυρες πάλιν αὐτὸν τῆς ὁραθείσης ἀνεμίμνησκον πίστεως, καὶ ὡς ταύτης χάριν αἱ ἀλγηδόνες αὐτῷ παρενοχλοῦσιν ἐσήμαινεν, καὶ ὡς οὐκ ἄν ποτε τῶν δεινῶν αὐτὸν ἀπαλλάξειεν, εἰ μὴ πρῶτος αὐτὸς ἑαυτὸν τῆς ἐχούσης αἱρέσεως ἀπαλλάξειεν, καὶ τῆς ἀποστολικῆς Ἐκκλησίας τὴν κοινωνίαν ἀσπάσοιτο· ὅπερ Ἰουλιανὸς ἰδεῖν ἐπόθει, καὶ πυθέσθαι, προσηύχετο. Ως δὲ προϊέμενον αὐτ τοῖς τὸν νέον ἴδον οἱ μάρτυρες, καὶ ταῦτά οἱ πρὸς μείζονα πληροφορίαν ἀπήγγελλον. Χεῖρας γὰρ εἰ; οὐρανὸν ἀνατείναντες μεγίστους ὅρκους καὶ φρικώδεις διώμνυντο, ὡς οὐ Γαϊανίτας, οὐ Θεοδοσιανούς, ἐν μέτρῳ πιστῶν ἢ εὐσεβῶν ἀριθμῷ ἔχει Χριστὸς ἢ λογίζεται· τούτων Ἰουλιανὸς ἑνωμάτως πρὸς τῶν ἁγίων πυθόμενος, καὶ πληγαῖς καὶ ὅρκοις παιδευθεὶς τὴν ἀλήθειαν, ἀμφοτέρων αὐτῶν ἀπηλλάττετο, ὑγείαν ψυχῆς καὶ ῥῶσιν σώματος προσλαβών διὰ πίστεως. Βλάψαι δ' οἶμαι τὸ διήγημα, εἰ σιγήσω τὸ τῶν ἁγίων ἀνθηρὸν καὶ ἐπίχαρι, 8 περὶ τὴν Ἰουλιανοῦ μετάληψιν ἐπεδείξαντο· ἔστιν δὲ τοῦτο. Ἐπειδὴ μὲν γὰρ αὐτὸν τῆς προτέρας αἱρέσεως ἀφιστάμενον ἔβλεπαν, τὴν ἀληθῆ δὲ τοῦ Σωτῆρος ὁμολογίαν ἀσπάσαντα, περὶ δὲ τὴν μετάληψιν τῶν ἁγίων μυ στηρίων αιδούμενον καὶ αἰσχύνην ἡγούμενον ἐφ᾽ οἷς έδει λαμπρύνεσθαι, θαυμαστόν τι καὶ θυμηδίας ἄξιον διαπράττονται. Φανέντες γὰρ καθ᾽ ὕπνους αὐτῷ, ὥσπερ ειώθασιν, Ιδού, φασὶν, ἐγγὺς ἐστιν τὸ τοῦ Σω τῆρος γενέθλιον, ὅτε τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς Υἱὸς σαρκωθεὶς ἐνηνθρώπησεν. Ταύτην Ἀλεξανδρεῖς τὴν ἱερὰν καὶ σεβασμίαν πανήγυριν, οἱ τῆς καθ ολικῆς Ἐκκλησίας υἱοί τε καὶ τρόφιμοι ἐν τῇ ἐπωνύμο Θεωνᾷ τῆς ἁγίας Παρθένου Μαρίας καὶ Θεομήτορος ἄγουσιν. Εἰς ταύτην οὖν καὶ αὐτὸς ἀφικνούμενος, καὶ εἷς τῶν τὴν γενέθλιον ἑορτὴν εὐσεβῶς γεραιρόντων γενόμενος, κάν τῇ τῶν πιστῶν Ἐκκλησίᾳ συναριθμούμενος, τῇ ψαλμῳδίᾳ κοινώνησον, καὶ τῶν ἀποστολικῶν ἀναγνωσμάτων ἀκρόασαι, καὶ τῆς τῶν ἱερῶν Εὐαγγελίων ἄκουσον σάλπιγγος· μέχρι γὰρ τῆς τούτων ἀκροάσεως παραμένουσιν· καὶ μετὰ τὴν τῶν εὐαγγελικῶν ἀκουσμάτων ἀπόλυσιν, κατά τὴν παλαιάν σου συνήθειαν ἔξιθι, τὸ ἀνύποπτον σαυτῷ προμηθούμενος· καὶ τοῦ τεμένους ἐξιών, ἐν τῷ δρόμῳ παράμεινον· τόπος οὗτος ἐπίσημος τῆς ᾿Αλεξανδρέων καθέστηκεν πόλεως, ἐκ λεωφόρου σχή ματος κείμενος, ἐμβόλοις μὲν δυσὶν μεσούμενος, καὶ κίοσι καὶ μαρμάροις κοσμούμενος, λεῷ τε στενοχωρούμενος πλείονι, καὶ τοῖς ἐν ἀγοραῖς παντοδαποῖς πρατηρίοις βριθόμενος. Ἐν τούτῳ, φασίν, τούς περι πάτους ποιούμενος, ἐπιτήμει τῆς συνάξεως τὴν ἀπόλυσιν· καὶ ὅτε πάντας ἴδῃς ἀναχωρήσαντας οι καδε, τότε καθ᾽ ἡσυχίαν μηδενὸς λοιπὸν κατοπτεύ οντος, εἰς τὸ τέμενος εἰσελθὼν, τῶν σεπτῶν μυστηρίων μετάλαβε, καὶ οὕτω εἰς οἶκον ἐλάσας ἡσύχ. ζε
col. 3461–3462page 20 of 127
PG 87:3461τὸν ἡμέτερον. Οὗ γεγονότος, καὶ τὸν τῆς ἐπιγνωσθείσης αἱρέσεως ἅμα τῷ λεχθῆναι μῶμον ἐκφύγειας, καὶ τὴν τῆς αἰσχύνης ὑπόνοιαν παύσεις· τῆς δὲ σω τηρίας ακατάληκτον ἕξεις τὸν ἔπαινον· καὶ ταῦτα μὲν οἱ ἅγιοι συνεβούλευον. Ἰουλιανὸς δὲ τὴν συμβουλίαν ὡς ἐξ ἁγίων δεξά μενος, καὶ τῷ οἰκείῳ σκοπῷ δοὺς ἀκόλουθον ἐντολαῖς ἄγειν συνέθετο. Τὸ δὲ οὐκ ἦν ὡς ἐνόμιζεν, οὐδὲ ὡς ἐπόθει τε καὶ ἐγλίχετο, εἰ καὶ ταῦτα ἔχειν ἐνόμιζεν τὴν παραίνεσιν· ἀλλ᾿ ὡς τοῖς ἁγίοις ἐδόκει τε καὶ τεθέσπιστο, καὶ τὸ τοῦ Σωτῆρος διηγόρευσε λόγιον «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ο γὰρ οἱ μάρτυρες ἐπὶ τῶν δωμάτων κηρύττειν ἐβούλοντο, τοῦτο ἐκεῖνος ἐν ἀφανεῖ κρύπτειν ἐβούλετο. ἐπιστάσης οὖν τῆς τῶν Γενεθλίων ἱερᾶς πανηγύρεως, τῆς τῶν ἁγίων Ἰουλιανὸς μνημονεύσας κελεύσεως, ἐπὶ τὸ Θεωνᾶ καλούμενον, φησίν, τέμενος ἔρχεται· καὶ ἀκροατής γενόμενος τῶν εὐαγγελικῶν ἅμα τε καὶ ἀποστολικῶν ἀναγνώσεων, ἐπὶ τὸν δρόμον μετὰ τὴν τούτων ἐξῆλθεν ἀνάγνωσιν· κἀκεῖσε μείνας τὸν και ρὸν τῆς συνάξεως, μετὰ τὴν ταύτης ἀπόλυσιν καὶ τῶν πιστῶν ἀναχώρησιν, πάλιν τῷ νεῷ προσπελάσας ἐκέκρυπτο· καὶ ὡς ἐδόκει τὴν τῶν μυστηρίων ἐποι εἶτο μετάληψιν. ᾿Αλλὰ ἐν ὅσῳ κάτω νεύων καὶ κεκυφώς, ὡς προσῆκον ἦν, τοῦ Δεσποτικοῦ μετέλαβεν σώματος, κληρικοὶ τῆς τῶν Γαϊανιτῶν λεγομένης αἱρέσεως ἑκατὸν περί που τάχα τὸν ἀριθμὸν, εἰς τὸν νεὼν εἰσ ἦλθον τοῦ εὐξασθαι ἐκ συνηθείας τοῦτό τινες μετά τὴν ἀπόλυσιν ποιούμενοι, τοῦ τόπου τὸ σέβας φυλάττοντες, καὶ τῇ Θεοτόκῳ τὴν συνήθη προσκύνησιν νέμοντες· οἳ τὸν Ἰουλιανὸν μεταλαμβάνοντα θεασάμενοι, τῇ μεταβολῇ τοῦ ἀνδρὸς ἐξεπλάγησαν, καὶ ἀλλήλοις ἐνένευον, τοῖς οὐκ έωρακόσιν αὐτὸν ἐνδεικνύμενοι. Ὁ δὲ ἀνανεύσας τὴν ζωοποιόν τροφὴν ἐν σπλάγχνοις κατέθετο· κἀκείνους εὐθὺς θεασάμενος, ἐπλήσθη τοῦ τῆς αἰδοῦς ἐρυθήματος, κἀκ τῶν ἁγίων αὐτῷ γεγονέναι τὸν θρίαμβον ἔγνωκεν· καὶ πάντα αὐτοῖς διερωτῶσιν ἀπήγγειλεν, ὅσα τε κατο έχοντες αὐτὸν οἱ μάρτυρες διεπράξαντο· καὶ ὡς Ερυθριῶντα αὐτὸν περὶ τὴν μετάληψιν ἐθριάμβευσαν καὶ τούτῳ μὲν αὐτῷ τῷ τρόπῳ πρὸς τὴν καθολικὴν Εκκλησίαν συνάφεια γέγονεν, θαύματος καὶ ἐκπλήξεως καὶ τῆς τῶν ἁγίων ἡμερότητος πεπληρωμένη καὶ χάριτος· ἡ δὲ ῥῶσις τοῦ σώματος τῇ τῆς ψυχῆς μεταθέσει συνέτρεχεν. Ἡμεῖς δὲ τὴν περὶ αὐτοῦ διήγησιν ἐκπληρώσαντες, καὶ τοὺς ἁγίους ὑμνή σαντες, ἐφ' ἑτέραν αὐτῶν θαυματουργίαν μετ ἐλθωμεν, καὶ ταύτης ποιησώμεθα τὴν διήγησιν. ΙΓ΄. Περὶ Ηλίου τοῦ λεπροῦ. Τὸ εἰς Ἠλίαν δὲ τὸν λεπρὸν πραχθὲν τοῖς ἁγίοις τεράστιον, τίς ἀκούσας οὐ θαυμάσει τοὺς δράσαντας, καὶ πλεῖστα δύνασθαι μαρτυρήσει τῷ θαύματι; Δε πρὸς ὁ Ἠλίας ἐτύγχανεν, καὶ χρόνον πολὺν ἔσχε του το τὸ σύμπτωμα, οὐχ ἑνὶ μέλει λεπρὸς γνωριζόμενος, ἀλλ' ἐν ὅλῳ τῷ σώματι τῆς ἀσθενείας φέρων τὰ
col. 3463–3464page 21 of 127
PG 87:3463στίγματα, οὐχ ἅπερ ἔχων ὁ Παῦλος ἐπ' αὐτοῖς ἐσε μνύνετα· ἀρεταὶ γὰρ ἐκεῖναι καὶ πράξεις οὐράνιοι, ἐν Παύλῳ τὸν Χριστὸν εἰκονίζουσαι, καὶ ἀκτῖνες οἷόν τινες τοῦ τῆς δικαιοσύνης Ηλίου τυγχάνουσαι, καὶ τέκνα φωτὸς καὶ υἱοὺς ἡμέρας ποιοῦσαι τοὺς ἔχοντας ἀλλ' ἐκεῖνα ἃ κατὰ νόμον Μωσαϊκὸν βδελυρά τε ἦν καὶ ἀκάθαρτα, καὶ τὸν γεννώμενον ἄνθρωπον Εξω παρεμβολῆς καὶ πόλεως ήλαυνεν, βδελυρὸν καὶ ἀκά θαρτον τῶν λοιπῶν ὁμοφύλων ἀπείργοντα. Ταῦτα φέρων Ἠλίας τὰ στίγματα, τῆς ἁμαρτίας ὑπάρχοντα σύμβολα, ἅπερ ὁ Λόγος Θεὸς ὢν καὶ ἄν θρωπος ἐν ἀνθρώποις γενόμενος, καὶ κατὰ πνεῦμα καὶ κατὰ γράμμα τῶν ἀνθρώπων ἀπήλασεν, καὶ τὸν τότε θεραπευθέντα κατὰ τὸ γράμμα, λεπρὸν κατὰ τὸν νόμον Μωϋσέως προσενέγκαι τὸ δῶρον ἐθέσπισεν καὶ μηδὲν πρὸς μηδενὸς ὠφελούμενος (άπρακτοι γὰρ κανταῦθα πεφύκασιν Ιπποκράτης τε καὶ Γαληνός καὶ Δημόκριτος ὁ ἀδελφὸς ὁ νόθος τῆς φύσεως, καὶ σὺν αὐτοῖς οἱ τοῖς λόγοις αὐτῶν βρενθυνόμενοι, καὶ τὰς τούτων ἡμῖν προσηγορίας ἀντὶ μεγάλων φαρμάκων προσφέροντες), πρὸς Κῦρον καὶ Ἰωάννην τους μάρτυρας ἔρχεται, τοῦ πάθους ἴασιν θέλων πορίσασθαι, καὶ πιστεύων ὡς πάντως πορίσεται. Οὐκ ὀλίγον δὲ παρεκταθέντος χρονικού διαστήματος, μηδὲν ὀνήσας ἠθύμησεν, τῶν ἁγίων οἰκονομίαις τισὶν ταμιευομένων τὴν ἴασιν· καὶ τοῦτο παθὼν ἐκ διαβολικοῦ δηλονότι φρονήματος, τοῦ καὶ αὐτὸν κωλύσας τῆς θεραπείας θελήσαντος, καὶ τὴν τῶν ἁγίων ἐκκά και συμπάθειαν, μένειν ἔτι κατὰ τὸ τέμενος οὐκ ἠδύνατο. Βαρὺ γὰρ τῆς ἀκηδίας τὸ πάθος, καὶ πάνυ ψυχαῖς φιλοθέοις πολέμιον, καὶ μεγάλα ταύτας άδι κῆσαι δυνάμενον, εἰ μὴ θᾶττον αὐτὸ ὡς δαιμονίου φάσμα μεσημβρινοῦ νεανικῶς ἀποσβέσωσιν· ὅπερ ὁ λεπρός ποιεῖν ὑπερθέμενος, καὶ μὴ ἰσχύσας ἔτι φέρειν αὐτοῦ τὴν ἐκπύρωσιν, ἀπάρας ᾤχετο, καταλιπὼν τὸ τέμενος, καὶ τὰ τῶν μαρτύρων θεῖα χαρίσματα, καὶ ὅσον ἐπ' αὐτῷ τῆς οἰκείας ἀσθενείας τὴν ἴασιν. Αλλ' οἱ ἅγιοι κατὰ τὸν καιρὸν αὐτῷ φθονηθέντα τῆς ῥώσεως θεασάμενοι, οἰκτείραντες ἐπηλέησαν, φροντίσαντες οὐδὲν τῆς εἰς αὐτοὺς ἀλογίας καὶ θύρεως. ᾿Αναχωροῦντι δὲ κατὰ τὸ Μητρᾶ τοῦ ἁγίου μαρτύριον μεσούσης ἡμέρας ἐν μοναχῶν ὑπαντήσαντες σχήματι, καὶ ἄγνοιαν συμπαθῆ προσποιησάμενοι, πόθεν ἔρχοιτο καὶ ποῦ πορεύοιτο προσηρώτη σαν. Ο δὲ ὡς ἀληθῶς ἀγνοοῦσιν ἐπαγγελίαν ποιούμενος, καὶ τοὺς ἁγίους ὠνόμασεν καὶ τοὺς μῆνας ἔφρασεν. ᾿Αλλ' οἱ μάρτυρες καὶ τὴν αἰτίαν λέγειν δι' ἣν ἐκεῖ παρεγένετο διεκέλευον· ὁ δὲ, Τὴν αἰτίαν, ἔφησεν, βλέπετε· προφανής γὰρ αὕτη καὶ οὐ χρήζει τινὸς τοῦ μηνύοντος. Οἱ δὲ θεσπέσιοι πάλιν ἐπύθοντο, Καὶ τίνος, λέγοντες, ἕνεκα πρὸ τῆς τοῦ πάθους ἀπαλ λαγῆς ἀνεχώρησας; παραμονῆς τὸν χρόνον ἐτήμα νεν, καὶ ὡς οὐδὲν ὠφελεῖτο παραμείνας εμήνυεν, μάρτυρας τὰς εἰδεχθεῖς ἐκείνας λευκάδας ποιούμενος οὐ τοὺς ἁγίους ἐν τούτῳ μεμφόμενος μὴ δυνηθέντας ἢ μή θελήσαντας, ἀλλ' ἑαυτὸν ἀνάξιον σὺν εὐλαβεία καὶ δάκρυσιν εἰπὼν τοῦ δωρήματος. Οἱ δὲ συμπα
col. 3465–3466page 22 of 127
PG 87:3465θέστατοι μάρτυρες ἔτι μᾶλλον αὐτὸν ἐλεήσαντες. Πείθου καὶ νῦν ἡμῖν καὶ δρομέως ὑπέστρεφε, λέγουσιν, καὶ ὄψει Θεοῦ τὰ θαυμάσια, καὶ τὴν ἐπὶ σοὶ τῶν ἁγίων ἐπίσκεψιν. Πρὸς τὸ αὐτῶν οὖν ἀφικόμενος τέμε νος, καμήλους εὑρήσεις ἐπὶ τὴν πηγὴν παρούσας ὡς τέτταρας, καὶ τῆς τετάρτης ἐπιμελῶς τὴν κόπρον δεξάμενος τῷ τῆς πηγῆς ἀνάλυτον ὕδατι, καὶ τούτῳ τῷ χρίσματι ἅπαν σου τὸ σῶμα κατάχρισον, μηδὲν ὅλως παρερχόμενος ἄχριστον, ἵνα μὴ τὸ τούτου μὴ χριόμενον μείνῃ πάλιν κατάστικτον καὶ ταύτῃ τῇ νέσῳ διηνεκώς κατεχόμενον. Καὶ ταῦτα κατὰ πρόσο ωπον λέξαντες, ἀφανεῖς ἀθρόως ἐγένοντο. Ο δὲ θείαν εἶναι τὴν ὄψιν εὐθὺς λογισάμενος, καὶ ὡς αὐτοί εἰσιν οἱ φαινόμενοι καὶ ταῦτα προστάξαντες μάρτυρες, σπουδαίως πρὸς τὸ σεπτὸν αὐτῶν ἔρχετα τέμενος, καὶ πρὸς τῆς πηγῆς τὰς λεχθείσας αὐτῷ καμήλου; εὑράμενος, τὴν τῆς τελευταίας ὀνθὸν, ὡς εἶπον, ἐπέλαβεν, καὶ ταύτην τῆς αὐτῶν πηγῆς ἀπο δρέξας τοῖς νάμασιν, ὅλον ἑαυτὸν περιέχρισεν. Εσχεν δὲ κανταῦθα φθονοῦντα τὸν δαίμονα. Τὰς γὰρ ὄψεις οὐκ ἔχρισεν τὸ χρίσμα, φησὶν, τὸ καθαῖνον αὐτὸν μυο σαττόμενος· ὅθεν ἀκολούθως κατὰ τὴν τῶν ἁγίων Θεόφραστου κέλευσιν, ὅλον μὲν αὐτοῦ τὸ σῶμα καθα ρὸν τῶν στιγμάτων εὐθέως ἐγένετο, τὸ δὲ πρόσωπον ἔμεινεν διὰ βίου κατάστικτον· τῆς μὲν αὐτοῦ παρα κοῆς οὐ κρυπτόμενος ἔλεγχος, τῆς δὲ τῶν μαρτύρων δυνάμεως καὶ παραλογιζομένης κελεύσεως κήρυξ ἀσίγητος καὶ μάρτυς ἀληθῶς ἀξιόπιστος· καὶ πολλὰ μὲν ἑαυτὸν τῆς παρακοῆς Ἠλίας εμέμψατο, ὤνησεν δὲ τὸ παράπαν οὐδὲν, ὥσπερ οὐδὲ Ἡσαν μετὰ δα κρύων ἐκζητήσας αὐτοῦ τὰ πρωτότοκα. ΙΔ΄. Περὶ Θεοπέμπτου του δαιμονιώντος. Παρίτω μετ' Ἠλίαν εἰς μέσον ἡμῖν ὁ θεόπεμπτος ἀκολουθίαν εὑραμένος εὔκαιρον, τῆς τῶν ἡγου μένων στοιχείων τῆς ἑκατέρων προσηγορίας φύλαξ συνθέσεως· καὶ σύντομον τῆς κατ' αὐτὸν θαυματουργίας ποιήσομαι τὴν διήγησιν, τέρπουσαν μὲν εὐσε σῶν τοὺς ἀκούοντας, ἀναγγέλλουσαν δὲ τὰ τῶν ἁγίων κατὰ δαιμόνων φοβερώτατα τρόπαια. Εδαιμονία δει νῶς ὁ Θεόπεμπτος, καὶ τῶν ἀνθρώπων ὑπῆρχεν οὐδεὶς, ὅστις αὐτὸν θεωρῶν οὐκ ἐδάκρυσεν. Φιλοῦσι γὰρ ὡς ἐπίπαν οἱ ἄνθρωποι πρὸς τοὺς τοιούτῳ μᾶλ. λον κατεχομένους νοσήματι κατακάμπτεσθαι, ὅτι τάχα μὴ πάθος καθέστηκεν σώματος. Τοῦτο γὰρ ἐξ ἀρχῆς τοῦ ξύλου τῆς παρακοῆς εἴσω παραδείσου γευσάμενος φυσικῶς ὑπηνέχθη τοῖς πάθεσιν, καὶ δουλεύει φθορᾷ καὶ τοῖς τῆς φθορᾶς ὀλισθήμασιν καὶ μήπω θανὼν ἰδιώμασιν μέχρι τῆς πάντων κοινῆς ἀναστάσεως, ἔνθα φθορά τε καὶ τὰ τὴν φθορὰν συν εισάγοντα θανάτῳ, παντελῶς καταλύεται. ᾿Αλλὰ ψυ χῆς ἀθανάτου παρὰ φύσιν τὸ νόσημα, καὶ φύσεως ἀφθάρτου χάριτι Θεοῦ τοῦ ποιήσαντος ἀλλοίωσίς τις καὶ πάθος φθορᾶς παραπλήσιον δαιμόνων ἐπ τρείᾳ τικτόμενον· εἰ καὶ Θεοῦ ὑπερβολῇ φιλανθρωπίας δεικνύμενον πρὸς ὠφέλειαν γίνεσθαι τῶν πα σχόντων αὐτὸς συνεχώρησεν. Τούτῳ Θεόπεμπτος τῷ νοσήματι ὀκτὼ καὶ δέκα δουλεύσας τοῖς ἔτεσιν, καὶ μηκέτι φέρειν τοῦ δαί
col. 3467–3468page 23 of 127
PG 87:3467μονο; τὴν λύτταν δυνάμενος, τοῖς ταύτην καταργοῦσιν τε καὶ διώκουσιν Κύρῳ καὶ Ἰωάννῃ προσέρχεται μάρτυσιν. Καμάτῳ δὲ πολλῷ διανύσας τὸ συχνὸν τῆς πορείας διάστημα (ποσὶν γὰρ τοῦτο διὰ τὴν τῶν χρημάτων ἀπορίαν πεποίητο), καὶ καταλαβὼν μετὰ δύσιν ἡλίου μόλις ποτὲ τὸ μαρτύριον, καὶ κάπῳ πλείονι δαπανήσας ἤδη τὴν δύναμιν, κατὰ τὸν ἔξω τῆς ἐκκλησίας ἀνεκλίθη περίβολον· μὴ δυνηθεὶς ἔτι κἀκεῖνο τὸ βραχὺ βαδίσαι διάστημα, ἀλλὰ τὴν εἰς τὸ τέμενος εἴσοδον, ὡς μέγα τι καὶ δυσέργαστον τα μιευσάμενος εἰς τὴν αἴριον. Ἐκεῖ δὲ πᾶσαν τὴν νύκτα αὐτῷ καθευδήσαντι, κατ' όναρ ταῖς οἰκείαις μορφαῖς, καὶ οὐ ξέναις, χρησάμενοι οἱ φιλάνθρωποι παρίστανται μάρτυρες· καὶ καλέσαντες αὐτὸν ἐξ ὀνόματος, Αδελφὲ Θεόπεμπτε, λέγουσιν, ἰδοὺ τὸ παρενοχλοῦν σοι καὶ θλίβον σε πνεῦμα πονηρὸν ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ δι' ἡμᾶς σταυρὸν ὑπομείναντος, ἀπηλάσαμεν. Ἀλλὰ ἀναστὰς εὐχαριστῶν τῷ Θεῷ, πρὸς τὸ σὸν ἀναχώρει δωμάτιον. Ὁ δὲ φανῆναι μὴ περιμείνας ὑπὸ ἀνθρώπων τὸν ἥλιον, σὺν τῷ δαιμονίῳ καὶ τὸν ἐξ ὁδοιπορίας ἀποθέμενος κάμπτον, ἀνίσταται ταχέως ἔθεν ἦν ἀνακείμενος, καὶ εἰσελθὼν εἰς τὸ τέμενος, καὶ τὴν χάριν τῆς μεγίστης ἰάσεως ᾆσας Θεῷ καὶ τοῖς μάρτυσιν, χαίρων ὁμοῦ καὶ σκιρτῶν, καὶ τὴν μεγαλουργίαν κηρύττων τοῦ θαύματος, ἀπελήλυθεν. ΙΕ΄ Περὶ Ἰωάννου τοῦ λελωβημένου. Καλῶς δὲ καὶ Ἰωάννης μιμούμενος τὸν θεόπεμπτον, τὸν παρόντα καιρὸν ἐπετήρησεν, ἄγαν ἀσύγχυ τον καὶ αὐτὸς τῶν στοιχείων φυλάττων τὴν σύνθεσιν, καὶ πρὸς ἄλλους ἰέναι τὸν κάλαμον θέλοντα, μὴ συγχωρῶν παρελθεῖν αὐτὸν ἀδιήγητον. Οὐκοῦν καὶ τὰ κατ' αὐτὸν εὐκαίρως συγγράψωμεν, θαυμάσαντες αὐτοῦ τὸ ὀξὺ καὶ νηφάλιον Πάθος Ἰωάννης ἔσχεν ἀπάνθρωπον, ὃ πάντων εἰπεῖν τῶν σωματικῶν πα θῶν μεῖζόν ἐστιν καὶ πικρότερον, καὶ διὰ τοῦτο τάχα πρὸς τῶν ἰατρῶν τὴν τοῦ ἐλέφαντος ὁμωνυμίαν σημαίνεται. Ωσπερ γὰρ ἐκεῖνο τὸ ζῶον τῶν ἄλλων τετραπόδων ἀλκῇ διαφέρει καὶ μεγέθει τοῦ σώματος (φασὶ δὲ αὐτὸ καὶ πρὸς τοὺς λυποῦντας μνησίκακον, καὶ μετὰ πολλὰς ἐτῶν περιόδους ἀμείβεσθαι πικρῶς, εἰ δυνηθῇ, τὸν λυπήσαντα), οὕτω καὶ τοῦτο τῶν ἄλλων παθῶν πολὺ μεῖζον ἰατροὶ κακίᾳ σκοπήσαντες, τῷ τοῦ ἐλέφαντος ὀνόματι προσηγόρευσαν. Μωϋσῆς δὲ καὶ τὸν ἐλεφαντιάσεως νόσῳ κρατούμενον, ἔξω παρ εμβολῆς τε καὶ πόλεως μετὰ τοῦ λεπροῦ διωρίσατο διὰ μὲν τοῦ λεπροῦ τὸ τῆς ἁμαρτίας ἐξορίσας παρ ποίκιλον, διὰ δὲ τοῦ ἐλεφαντιῶντος τάχα τὸ τῶν πα θῶν ἐκδιώξας ἄγριον. Λέγουσιν δὲ αὐτὸν καὶ οἱ θεῖοι τῆς Ἐκκλησίας δι δάσκαλοι, πλείστην τῶν ἐλεφαντιώντων ποιούμενοι πρόνοιαν εἴργειν ἀῤῥένων τὴν πρὸς τὰ γύναια σύν οδον, μέχρι τελείας τοῦ θήλεως ἐκ τῶν μηνιαίων καθάρσεως, ἥτις δι' ἡμερῶν ἑπτὰ παραγίνεσθαι πέφυκεν· ὡς ἔνθεν τοῖς ἐλεφαντιῶσιν τὰ σώματα γίνεται, συντικτομένου καὶ συναύξοντος τοῦ νοσί ματος, αἰτίαν τοὺς φύσαντας ἔχοντος, καὶ τὸ τούτων περὶ τὰς συνόδους ἀκρατές τε καὶ ἄωρον· καὶ τῇ
col. 3469–3470page 24 of 127
PG 87:3469κτηνώδει φύσει προσεῖναι τῶν Ἰως τοῦ δικαίου φί των τις ἐμαρτύρησεν, «Ωραν, βοῶν, ἔθετο κτήνεσιν, εἴδασιν δὲ κοίτης τάξιν· › καὶ ταύτῃ τοὺς ἀνθρώπους εἰκότως μεμφόμενος, ὡς ὥραν μίξεως οὐ γινώσκοντας, ἦν καὶ τιμῇ καὶ φυλάττει τὰ ἄλογα. Τούτῳ δέ τινες πάθει τῆς ἐλεφαντιάσεως καὶ τὸν Ἰὼβ ὡς δεινῷ καὶ μεγάλῳ πεπαικέναι τὸν διάβολον λέγουσιν. Ἐξῆλθεν δὲ, φησίν, ὁ διάβολος ἀπὸ τοῦ Κυρίου καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονήρῳ, ἀπὸ ποδῶν μέχρι κεφαλῆς, τῷ μεγέθει τοῦ τραύματος αἰχμάλωτον αι ρειν ἐλπίσας τὴν δίκαιον, εἰ καὶ μηδὲν ὧν ἤλπισεν ἔδρασεν, ἐπὶ πέτραν τοῦ δικαίου, καὶ οὐ ψάμμον ἐρηρεισμένον ἔχοντος τὸν θεμέλιον. Κἀκεῖνος μὲν ὑπο μονῇ νικήσας τὸν παίσαντα, τὸν τῆς νίκης κρατο στέφανον. Ἰωάννης δὲ τούτῳ κρατούμενος τῷ νοσήματι, καὶ κατὰ μικρὸν ὑπ' αὐτοῦ δαπανώμενος, παρὰ ἰατρῶν οὐχ εὑρὼν τὸ γλυκὺ τῆς ἰάσεως, ἐπὶ Κῦρον ἔρχεται τὸν παυσίκακον καὶ Ἰωάννην τὸν Κύρου συμμάρ τιρα, πιστεύων Χριστοῦ τοῖς θεραπεύουσιν, ὡσεὶ μόνον εἰ θέλοιεν, εὐθὺς αὐτὸν ἰαθήσεσθαι. Οἱ δὲ τὸν πρόσφυγα θεασάμενοι, καὶ τῆς πίστεως αὐτοῦ τῆς εἰς αὐτοὺς ἀγασάμενοι, βραχύτατον αὐτὸν πάνυ καιρὸν παρὰ τὴν αὐ· ῶν σηκὸν φιλοφρονησάμενοι, καὶ τῆς εἰς αὐτοὺς πίστεως ἄξιον δεδωκότες ἀντάλλαγμα τὴν ῥῶσιν, ἀπέλυσαν. Γράψω δὲ καὶ τὸ φάρμακον, δι' οὗ τοιοῦτον ἀῤῥώ στημα οἱ μάρτυρες εὐμαρῶς ἐθεράπευσαν, μήπως Ιατρῶν οἱ περίεργοι, Ιπποκράτειόν τι προσενέγκαι τοὺς ἁγίους νομίσωσιν, καὶ ταύτῃ τὴν ἄῤῥητον αὐ τῶν σκορακίσωσιν δύναμιν, Ιπποκράτην αἴτιον καὶ Γαληνὴν τῆς ἰάσεως, καὶ οὐ τους μάρτυρας τοὺς δεδρακότας κηρύττοντες. "Υαλος ἦν τὸ βοήθημα, πρὸς ὅ παλαιὸν αὐτῆς εἶδος τὴν ψάμμον μετενέχθη σαν μετὰ τὴν λείωσιν· τοῦτο γὰρ οἱ ἅγιοι δι' ἐνυπνίων τὸ βοήθημα παντὶ προσενέγκαι τῷ σώματι τῷ τὴν ἱερὰν ἔχοντι νόσον προσέταξαν. Ὁ δὲ σπου δαίως τὴ κελευσθὲν ἐργασάμενος, σπουδαιότερον τὴν νήσον ἀπέθετο. Ωσπερ γὰρ ἐκείνῳ τῷ νάματι τῆς ρευστῆς ὑπάρχοντι φύσεως, στάσις οὐκ ἦν προσφερομένῳ τῷ σώματι, ἀλλ᾽ ἅμα τοῦ προσενεχθῆναι πρὸς τοῦδαφος ἔῤῥεων, καίτοι μεμιγμένην ἔχον τὴν ὕαλον· οὕτως οὐδὲ τὸ τῆς ἐλεφαντιάσεως νόσημα μένειν ἡδύνατο, τούτου προσενεχθέντος αὐτῷ τοῦ καταῤῥέοντος ὕδατος· ἀλλὰ τούτοις συνέῤῥεεν δεδοικὼς τοὺς θεσπίζοντας, καὶ τάχα δι᾿ αὐτοὺς καὶ μιχθεῖσαν τοῖς ὕδασιν βαλον. Ἡμεῖς δὲ καὶ τοῦτο πρὸς αἶνον τῶν δεδρακότων τὸ θαῦμα συγγράψαντες, ἑτέρου γραφὴν ποιησώμεθα θαύματος, σὺν πᾶσιν ὑμνοῦντες τοῖς ἰαθεῖσιν τοὺς μάρτυρα:. Περὶ Ζαχαρίου τοῦ τοὺς διδύμους πασχή σαντος. Μικροῦ καὶ Ζαχαρίας ἡμᾶς ὁ βραδύτατος ἔλαθεν, οὐ πάθει ποδῶν τὴν βραδύτητα κτησάμενο;, ἀλλ᾽ ἑτέρα νόσῳ τοῦ τάχους στερούμενος ταῖς τῶν γεννητικῶν ὀργάνων οἰδήσεσι κωλυόμενος. Ταῦτα γὰρ ἤλγει τε καὶ ἐξογκοῦτο δι' ὧν τῶν εὐνούχων ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διάκρισις γίνεται· οὐ μόνον
col. 3471–3472page 25 of 127
PG 87:3471δὲ τὸ ἐκ τούτου δυσκινήτῳ βαδίσματι χρώμενος, ἑαυτὸν ἡμῖν ὡς ἐν χειμῶνι μέλισσαν ἔδειξεν, ἀλλ' ἐπὶ τῷ τοιούτῳ νοσήματι τάχα καὶ αὐτὸς αἰσχυνόμενος, καὶ κρύπτειν ἐθέλων ἑαυτοῦ τὴν ἀσθένειαν, καίτοι ψυχικοῖς οὐ γὰρ σωματικοῖς ἐπαισχύνεσθαι προσετάχθημεν πάθεσιν·. Αἰσχυνθείησαν γάρ. φτ σὶν, οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ι καὶ πά λιν· «Αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα, τὴν εἰδω λολατρείαν τῷ τῆς Σιδῶνος δηλώσας ὀνόματι· καὶ αὖθις· «Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν πάν τες οἱ μισοῦντες Σιών·, καὶ ὁ Κύριος δὲ τοὺς εἰς αἰσχύνην ἐκπεμπομένους αἰώνιον, οὐ τοὺς σωματικοῖς βρίθοντας πάθεσιν (αὐτὸς γὰρ καὶ τὰς ἀσθενείας ἡμῶν καὶ τὰς νόσους ἐβάστασεν), ἀλλὰ τοὺς ψυχικῶς ἀσθενήσαντας καὶ φαύλων ἐργάτας γενομένους πρά ξεων εἴρηκεν. Τὰ μὲν γὰρ ἐστιν τῶν νοσημάτων ἀκούσια, ὅσα σώματος καὶ περὶ σῶμα γνωρίζεται· τὰ δὲ ἑκούσια καὶ γνώμης ἡμετέρας κυήματα, ὅσα ψυχῆς αὐτο εξουσίου καὶ νοερᾶς κάλλος λυμαίνεται· καὶ διὰ τοῦτο περὶ μὲν τῶν προτέρων οὐδεὶς ἡμῖν τῶν ἁγίων ἐγε καλέσας φαίνεται ποτε, οὐ νόμος, οὐ προφήτης, οὐ δίκαιος, οὐκ ἀπόστολος, οὐ διδάσκαλος (τούτοις γὰρ καὶ αὐτοὶ πάντες ὑπέκειντο, ὡς σῶμα ἡμῖν παρα πλησίως φορέσαντες· οὗ καὶ αὐτὸς ὁ Κύριος γενό μενος ἄνθρωπος καὶ χρηματίσας ἡμῖν ὁμοιοπαθής, καὶ διὰ σῶμα καὶ ψυχὴν λογικὴν ὁμοούσιος)· περὶ δὲ τῶν τῆς ψυχῆς προαιρετικῶν καὶ οὐκ ἀναγκαίων πα θῶν ἐνεκάλεσαν ἅπαντες, νόμος μὲν τιμωρούμενος, καὶ κατάλληλον ὁρίζων τῷ πάθει τὴν κόλασιν· προς φῆται τούτων ἀπέχεσθαι, καὶ τὰ κρείττω μετα ποιεῖσθαι κελεύοντες· δίκαιοι παραινοῦντες αὐτῶν τὴν ἀπόλειψιν, ἀπόστολοι χειραγωγούντες πρὸς τὴν ἀπ' αὐτῶν μετανάστασιν, διδάσκαλοι τούτων ἡμῖν τὴν φυγὴν ὑποφαίνοντες. Ὁ δὲ Κύριος πρῶτος ἡμῖν τῆς δικαιοσύνης ὁδὸν ἐνδειξάμενος, καὶ τρίβον τῆς ἀπὸ τῶν ψυχικῶν παθῶν τελείας ἀναχωρήσεως πρῶτ τος εὑράμενος, πᾶσιν τὴ, Μάθετε ἀπ' ἐμοῦ, φιλανθρώπως ἐφθέγξατο. ὑπὲρ τούτων γὰρ τὰς εὐθύνας ὡς ἐν ἡμῖν οὔσης αὐτῶν δηλονότι τῆς ὑπάρξεως ἀπαιτούμεθα· καὶ ὑφέξομεν καὶ κρινόμενοι καὶ βή ματι Χριστοῦ παριστάμεθα, ὅταν ἐξ οὐρανοῦ ὁ κριτ της παραγίνεται ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὐ κατὰ τὰ πάθη τοῦ σώματος. • Πάντες γάρ, φησὶν, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν διὰ τοῦ σώματος, εἴτε ἀγαθὸν, εἴτε φαύλον.» Οὐκοῦν μάτην ἐπὶ πάθει σωματικῷ καὶ Ζαχαρίας αἰσχύνεται, καὶ ὅσοι κατ' αὐτὸν ἐπὶ σωματικοῖς αἰσχύνονται πάθεσιν, τῆς αἰσχύνης ἀγνοοῦντες τὰ αίτια, καὶ ταύτης τὴν τάξιν οὐ καλῶς ἀντιστρέφοντες. Αλλ' εἰ καὶ μόλις ἐφάνη ὀψέ ποτε, πλὴν ὅμως ἀφίκετο καὶ τὸ τῶν ἁγίων κατέλαβεν τέμενος· καὶ τούτοις ἐδέετο καὶ πάλιν ἱκέτευεν ἀπαλλαγῆναι τοῦ τῶν διδύμων βαρήματος. Οἱ δὲ νυκτὸς πρὸς αὐτὸν ἐλθόντες καθε δοντα, Ζαχαρία,τί, φασὶν, πρὸς ἡμᾶς παραγέγονας; Η
col. 3473–3474page 26 of 127
PG 87:3473Ο δὲ τὴν αἰτίαν ὑπερυθριών πως αιδούμενος ὑπ εδείκνυεν. Οἱ δὲ μάρτυρες, παιδεύοντες αὐτὸν ἐπὶ σωματικοῖς παθήμασιν μὴ αἰσχύνεσθαι, δεῖξαι αὐ τοῖς τὸ πάθος ἠνάγκαζον εἰς τὰ παιδοποιὰ προσ έταττον μόρια. Ὁ δὲ τὸ κελευσθὲν αἰσχύνης ἀνά πλεως ἔπραττεν· ἀντιστῆναι γὰρ δι' αἰδὼ τοῖς κε λεύουσιν οὐκ ἠδύνατο. Οι τὰ λεχθέντα μόρια ηρέμα πως ταῖς χερσὶ καταψήξεσιν φυγαδεύσαντες, οἴκοι χωρεῖν ἐπιτρέπουσιν· Ἰδού, φησίν, κακὸν ἔχεις οὐδὲν, ἀλλ' ἀναστὰς εἰρηνοποιοῦ τὴν εἰς οἶκον ἐπάνοδον. Ο δὲ στραφείς μετ' ἐκεῖνον τὸν ληξίπονον ὄνειρον, συν αποπτάσας αὐτῷ τῶν διδύμων τὰς οἰδήσεις ἐπεγί γνωσκεν, καὶ πόνου λυτρωθεὶς καὶ κακίστου βαρής ματος· καὶ ταῖς εὐφημίαις στεφανώσας τους τούτων αὐτὸν ἐλευθερώσαντας μάρτυρας, καὶ Χριστὸν τὸν δι' αὐτῶν τὴν ἐλευθερίαν αὐτῷ ὀρέξαντα τοῦ νοσήμα- 1 τος, ἀπελήλυθεν. ΙΖ'. Περὶ Ἰωάννου τοῦ Χρυσώνου τοῦ σεσημμέ νους τοὺς μηροὺς ἔχοντος. Καὶ Ἰωάννου δὲ μνημονεύσωμεν, οὐκ ἐπειδὴ τῶν εὐπατρίδων ἦν, καὶ τῶν ἐπὶ χρυσῷ βρενθυνομένων ἐτύγχανεν· ἔνθεν γὰρ καὶ Χρυσώνης ἐλέγετο, τοῦ τε κτήματος καὶ τῆς ἐγχειρήσεως πρὸς τοῦτο αὐτὸν συν ωθούντων τὸ ὄνομα· οὐκ ἂν γὰρ Χρυσώνης και χρυσίου χηρεύων ἐλέγετο, εἰ μὴ κτῆμα χρυσίου λαμπρότερον πρὸς τῶν ἁγίων τὴν ῥῶσιν ἐδέξατο· δ καὶ πᾶσιν ἀφθόνως τοῖς προσιούσιν χαρίζονται, μηδένα της αὐτῶν δωρεᾶς ἀποστρέφοντες, εἰ μὴ λίαν τις ᾖ βδελυρὸς καὶ τῆς αὐτῶν εὐεργεσίας ἀνάξιος, ἢ δι' ἀπιστίαν κληρωσάμενος τὸ ἀνάξιον, ἢ δι᾽ ἔργων μου χθηρῶν ἀνεπίστροφον βούλησιν. Ἐγὼ δὲ καὶ ἑνὸς ἢ δευτέρου προϊόντος τοῦ λόγου τοιούτου μνησθήσομαι, μηδεμίαν πρὸς τῶν ἁγίων καρπωσάμενος τὴν ὠφέ λειαν· ἵνα τούτων τὸν περὶ πίστεως ζῆλον καὶ τὴν πρὸς τὰ φαῦλα τῶν ἔργων· εἰδότες ἀπέχθειαν, ἀρέ σκειν αὐτοῖς περὶ βίον καὶ πίστιν σπουδάζοιεν. Ιωάννης οὖν οὗτος ὁ τῇ τοῦ χρυσίου κτήσει τε καὶ προσηγορία γαυρούμενος, νόσῳ δεινῇ περιπέπτωκεν, οὔτε λόγῳ φατῇ, οὔτε παισὶν ἰατρῶν εὐχερεῖ πρὸς τὴν [πσιν· τοὺς γὰρ μηροὺς ὁ ἀνὴρ ὡς ἔκ τινος θείας ὀργῆς κατεδάπτετο· καὶ σαπέντος αὐτοῦ τοῦ τοὺς μηρούς περιέχοντος δέρματος, καὶ πάντοθεν δι᾽ ὑπερ βολὴν διεῤῥωγότος τῆς σήψεως, αἱ σάρκες αἱ τούτῳ καλυπτόμεναι πρότερον, τοῦ οἰκείου γυμνωθεῖσαι πάμπαν ἐνδύματος, καὶ ἔνδυμα 8 πρὸς τῆς φύσεως ἔλαχον ἀπολέσασαι, χωριζόμεναι τῶν ὀστέων ἀπο έπιπτον, τῷ περιστέλλοντι κατὰ βραχὺ συνσηπόμε και δέρματι καὶ πρὸς γῆν καταῤῥέουσαι. Ως δὲ χρόνον συχνὸν ἐν τῇ νόσῳ διέτριψεν ψυχρολογίαις ἰατρῶν ἀπατώμενος καὶ μηδὲν ἐξ αὐτῶν ὠφελούμενος, εἰ μὴ λόγον εἰς ἀέρα λυόμενον, καὶ τοῦ τραύματος οὐχ ἀπτόμενον· οὐ μὴν ἀλλὰ καὶ τὸ χρόνιον τοῦ νοσήματος, καὶ τὸ ταῖς ἀλγηδόσιν ἐλεεινῶς ἐγκατακεῖσθαι, μόλις ποτὲ καὶ τὸ πρὸς τὴν νόσον ἀδύνατον ἐξ Ιπποκράτους ἐκέρδαινεν, καὶ μακρὰν χαίρειν αὐτοῖς προσφθεγξάμενος, τὸ Κύρου καὶ Ἰωάννου θεωρητὸν ἰατρεῖον κατέλαβεν. Οἱ δὲ
col. 3475–3476page 27 of 127
PG 87:3475ὄντως Ιατρού χρηματίζοντας μάρτυρες, τῆς θείας αὐτῶν δεῖξαι δυνάμεως καὶ τῆς ἰατρῶν ἀσθενείας θέλοντες τὸ διάφορον, οἰκτρῷ τοῦτόν τιν: βοηθήματα ὄναρ ὀφθέντες ἰάσαντο, ἅλας σὺν κυμίνῳ μιχθέν ἐν τῷ τρίβεσθαι πλάττειν τους μηρούς ἐπιτρέπουσιν. Οπερ ὁ νοσῶν μετὰ τὸν ὕπνον εὐθὺς ἐργασάμενος, πόνων ἑαυτὸν χαλεπῶν καὶ συμφορῶν οὐ μικρών ἐλυτρώσατο· καὶ ὁ πριν κατὰ βραχὺ καταλαβεῖν νο μιζόμενο;, καὶ οὕτω τὸν πάντων κοινὸν ὑποδέχεσθαι θάνατον, εὐθέως τότε κυμίνου βολαῖς, καὶ ἀλῶν συν εσφίγγετο· καὶ βουλεύσει μαρτύρων ἐῤῥώννυτο, καὶ θείῳ θεσπίσματι τὸν προσδοκώμενον ἀπέπεμπε θάκανον. Μεθ᾿ οὗ Θεὸν καὶ τοὺς ζῶντας ἁγίους ἡμεῖς ἀνυμνήσαντες, ἐφ' ἑτέραν αὐτῶν θαυματουργίαν βαδίσωμεν. ΙΗ'. Περὶ Παύλου τοῦ τὴν κεφαλὴν σκωλήκων γέμουσαν ἔχοντος. Παῦλος δέ τις πένης ἡμῖν πτωχός τε λίαν καὶ ἄχρυσο; μετ' Ἰωάννην τὸν Χρυσώνην καὶ πλούσιον εἰς διήγησιν ἔρχεται, λογιζόμενος εἰ τὴν πρὸς αὐτὸν σχοίη συνάφειαν, ὥσπερ ἐν ταῖς ἀγοραῖς ποιοῦντας ὁρῶ μεν τοὺς πένητας προσιόντας τε καὶ τῶν χρυσορεύ στων ὄπισθεν βαίνοντας, σταγόσιν εἴ ποτέ τισιν αὐ τῶν, διὰ φιλόχριστον ἀποῤῥεούσαις συμπάθειαν, τε ριτύχοιεν. Τοῦτο καὶ νῦν ὁ Παῦλος ποιούμενος πρόεισι, καὶ τάχα τυγχάνει τῆς τοιαύτης ἐφέσεως· οὐ πόῤῥω γὰρ φιλοπτωχείας Ιωάννης ηυλίζετο· πάθος δὲ καὶ νόσον ἔχων ἀνίατον πρόεισι, κάν τοῖς μάρτυσιν ὑγείαν καρποῦσθαι βουλόμενος, καὶ ῥῶσιν τὴν ἀπ' αὐτῶν κομιείσθαι γλιχόμενος. Κἀκεῖ μὲν τῆς πενίας τὸ φάρμακον ἴσως ἀδρέψατο, ἐνταῦθα δὲ πάντως τῆς ἀσθενείας λαμβάνει τὴν ἴασιν· τοιοῦτο δὲ ἦν αὐτοῦ τὸ ἀρρώστημα, καὶ οὕτω τῆς θεραπείας ἐπέτυχεν Ηλγει τὴν κεφαλὴν ὡς λέγειν οὐκ ἔνεστιν, καὶ τὸ μὲν ἄλγος αἵ τε βοαὶ, αἱ τε ἀγρυπνίαι, καὶ μετά τούτων ὁ ὄγκος ἐδείκνυεν. Τοῦ ὄγκου δὲ καὶ τῶν σὺν αὐτῷ μηνυτὴς οὐχ ευρίσκετο· ὅθεν οἱ μὲν τῶν ἰατρῶν αἷμα τὸ αἴτιον ἔλεγον, οἱ δὲ ποιοῦ τινος ὑπέρογκον άθροισιν, καὶ ἄλλης ἄλλος συνδρομὴν ὕλης ἐφθέγγετο τῆς ἀληθείας οὐδὲν ἐχόμενον λέγοντες, ἀλλὰ τὸ δοκοῦν αὐτοῖς μαντευόμενοι, καὶ τὰς ἀλλή λων βουλὰς ταῖς ἑαυτῶν ἀναλύοντες ἀποφάσεσιν. Αλλ' οἱ ἅγιοι, τὸ πάθος ἀκριβῶς ἐπιστάμενοι, καὶ τὴν τῶν ἀλγηδόνων αἰτίαν γινώσκοντες, χαριέντως πως θεραπεύουσιν, τὸ φανὲν ἐκείνοις ἀδύνατον, ἑαυτοῖς εὐμαρὲς δεικνύοντες καὶ ὡς παίγνιον. Λέξω μεν δὲ καὶ τὸ τῆς θεραπείας ἡδὺ καὶ ἐπίχαρι. τὴν τῶν ἁγίων ὑπεμφαίνοντες δύναμιν, καὶ τέρψιν πνευ ματικὴν σαρκικῇ μεμιγμένην ἡδύτητι, δημιουργοῦντες τῷ θαύματι, μᾶλλον δὲ τοῖς ἀκροαταῖς γε νομένοις τοῦ θαύματος· Υπνῶσαι τὸν Παῦλον παρ' ἐλπίδα ποιήσαντες (σχεδόν γὰρ εἰς ἄγνοιαν ὕπνου μετέπεσεν, τὴν κεφαλὴν ἀφανῶς βιβρωσκόμενος, καὶ ταῖς ὀδύναις ἀνενδότως κρατούμενος), ἐφίστανται νύκτωρ καθεύδοντι τὴν ζῶσιν δωρούμενοι, καὶ τῆς
col. 3477–3478page 28 of 127
PG 87:3477ρώσεως τὸν τρόπον μηνύοντες. Ὑπέρορθρον,φασὶν,τῆς στρωμνῆς ἀνιστάμενος ἐπὶ πύλην τὴν πρὸς θάλασσαν ἔξιθι, ἥτις τὸν ἔξω τοῦ νεώ περικλείει περίβολον· καὶ κατὰ τῆς σιαγόνος τὸν ὑπαντῶντα εὐτενέστερα βά πισον· καὶ τοῦτο ποιήσας, τοῦ προσόντος σοι πάθους τὴν ῥῶσιν εὕροις ταχύτατα. Ὁ δὲ, φαντασίαν εἶναι τὸ φανὲν ἡγησάμενος, οὐδὲν τῶν πρὸς τῶν ἁγίων λεχθέντων αὐτῷ διεπράξατο· καὶ δὶς δὲ τοῦτο ποιεῖν κελευσθεὶς δι᾿ δράματος, οὐ πεποίηκεν. Τὸ τρίτον δὲ τῶν μαρτύρων εἰπόντων, πυθόμενος ὡς εἰ μὴ τοῦτο ποιήσειεν, τῆς φίλης οὐ τεύ ξεται βώσεως, ἐγερθεὶς τῆς στρωμνῆς ὀρθρινότερον, τὸν δειχθέντα πυλῶνα κατείληφεν· στρατιώτην δέ τινα κατὰ τὴν πύλην αὐτῷ συναντήσαντα, καὶ τῇ μὲν παλάμη ῥάβδον βαστάζοντα, τῇ δὲ καρδίᾳ τὸν θυμὸν ὡσαύτως κατέχοντα, ραπίζει σφόδρα κατά τῆς σιαγόνος τὴν πληγὴν ποιησάμενος. Ὁ δὲ στρα τιώτης, μελλήσας οὐδὲν, ἀλλὰ σύνδρομον τῷ ῥαπίσματι τὴν ἑαυτοῦ ποιούμενος ἄμυναν, τὴν βακτηρίαν εὐθὺς ἀνατείνεται, καὶ τὸν ῥαπίσαντα ταύτῃ κατὰ τοῦ κράνους ἀντέπληξεν, στερεωτέραν πάνυ πληγὴν ὡς χρὴ ῥαπίζειν ἧς ἔλαβεν. Παῦλος δὲ τὴν πληγὴν κατὰ τῆς κεφαλῆς τοσαύτην δεξάμενος, πίπτει χα μαὶ τραυματίας γενόμενος, καὶ βρύων αἷματί τα καὶ σκώληξι, καὶ πάντας ἀποβαλὼν τοὺς ἔνδον ὑπάρ χοντας σκώληκας, πολλούς τε λίαν ὑπάρχοντας καὶ ἀφειδῶς αὐτὸν κατεσθίοντας, ἀπηλλάττετο τοῦ νοσή ματος, ἀπαλλαγὴν εὑρὼν ἀπροσδόκητον, πληγῇ χα ρισθεῖσαν καὶ τραύματι. Καὶ τὸ τραῦμα δὲ θάττον ἰάθη· οὐ γὰρ τραῦμα τοῦτο ἂν εἴποιμεν, ἀλλὰ τραύ ματος φάρμακον, καὶ νόσου βοήθημα, καὶ παθήματος Εμπλαστρον, καὶ κακώσεως ἴασιν· καὶ τελείαν τὴν ῥῶσιν δρεψάμενος, ὕμνον εἰπὼν εἰς τοὺς μάρ τυρας, καὶ Θεὸν ἀνυμνήσας, ὡς ἔπρεπεν, τὸν δι' αὐτῶν δεδρακότα τὴν ἴασιν, ᾤχετο· ἀφορμὴ καὶ ἡμῖν χρηματίσας καὶ πρόφασις τῆς εἰς Χριστὸν ᾠδῆς καὶ τοὺς μάρτυρας. ΙΘ'. Περὶ Στεφανίδος τῆς ἐχούσης τὸν καρκίνον. Εν τῶν θαυμάτων γινέσθω καὶ τῆς Στεφανίδος ή παράδοξος ἴασις, καὶ μηδεὶς ἀπιστείτω τῷ θαύματι, τῶν ἁγίων τὸ σθένος σταθμώμενος, καὶ χάριν τὴν δοθεῖσαν αὐτοῖς ἐπιστάμενος, οἳ νόσημα πᾶν θεραπεύουσιν καὶ ῥῶσιν δι' οἶκτον χαρίζονται πᾶσιν τοῖς πιστῶς αὐτοῖς προσπελάζουσιν. Στεφανίς οὖν τὸ προτεθὲν ἡμῖν εἰς ἐξήγησιν γύναιον, πάθος ἔσχε δειη νὸν καὶ ἀνίατον· καρκίνος τὸ πάθος ἐλέγετο, οὐκ ἀπᾄδον ἔχον τῆς φύσεως όνομα· καρκίνῳ γὰρ ἐοικός, εἰκότως αὐτῷ καὶ τὴν προσηγορίαν κοινωνὸν προσο εδέξατο. Καὶ τοῦτο μὲν ὑπῆρχεν τῆς Στεφανίδος τὸ νόσημα, οὗ μέναι τὰς ἀλγηδόνας ἐπίστανται γυναικῶν ὅσαι πεπείρανται· ἰατροὶ δὲ, καὶ τούτων οἱ γενάρχαι Γαληνὸς καὶ Ἱπποκράτης, τὸ τῆς τέχνης κομψόν σεμνολόγημα, την ήτταν βοΐν οὐκ αἰσχύνου ται, τὸν πρὸς καρκίνον τὸ πάθος παραιτούμενοι πάρ λεμον, καὶ τοῖς νικητηρίοις αὐτὸ καταστέφοντες ταύτῃ δεικνύντες αὐτοῦ τὴν φυσικήν σκολιότητα, ἣν οὐ φάρμαχον εὐτριβές, οὐ δραστήριον, οὐκ ἔμπλαστρος ή γαλιανή τε καὶ πάγχρηστος, οὐχ ἡ Φίλωνος καλουμένη αντίδοτος, οὐκ ἄλλο τι φυσικόν τε καὶ
col. 3479–3480page 29 of 127
PG 87:3479κατευνάζειν ταῦτα μέχρι τῆς σήμερον ἴσχυσεν. Ούτω τὸ πάθος ἀνήμερον προσλαχὸν ἀγριότητα, καὶ πᾶν τοὐναντίον φοβοῦν τὸ τιθασσεύειν αὐτὸ ἢ διώκειν γλιχόμενον. ἄκρατον ἢ ἐκ συναφείας εἴδους ἑτέρου βοήθησα Τούτου δὲ μαθοῦσα καὶ Στεφανὶς τὸ τυραννικών καὶ ἀνήμερον, καὶ τὴν πρὸς αὐτὸ τῆς ἰατρικῆς το χνης ἀδράνειαν, ἣν οἱ ταύτην μετιόντες ἔργοις καὶ λόγοις ἐκήρυττον, καὶ ὡς μόνῳ Θεῷ τε καὶ μάρτυσιν τὸ πάθος αὐτῆς ὑποκλίνεται, καὶ κελεύουσι πεί θεται, πρὸς Θεὸν εὐθὺς καὶ πρὸς Κῦρον καὶ Ἰωάν νην τοὺς Χριστοῦ καὶ Θεοῦ τῶν ὅλων θεράποντας ηυτομόλησεν. Καὶ ταύτην ἰδόντες, ἀξίως τῆς εἰς αὐ τοὺς ἐτίμησαν πίστεως· ἡ δὲ τιμὴ τῆς ταχείας ἰά σεως τὸ δῶρον ἐτύγχανεν, καὶ πάθους τοῦ κρυφίως κατέχοντος ἀπαλλαγή τε καὶ λύτρωσις. Ἰῶνται το νυν τὸ γύναιον οὐ φαρμάκοις ἀοράτοις, ὡς ἔθος αύτ τοῖς ἰᾶσθαι τοὺς κάμνοντας, ἀλλὰ ὁρατοῖς χερσὶ τοῦ πάθους ἁψάμενοι. Ἐν μιᾷ γὰρ ὡς πρὸ τοῦ μαρτυρικοῦ τῶν ἁγίων ἵστατο μνήματος, καὶ θεραπεία; τυγχάνειν ἐλιτάνευεν δακρύουσά τε καὶ στένουσα, καὶ πίστει θερμῇ τὰς ἱκετείας προσφέρουσα, καὶ τὸν καρκίνον εὐθέως ἀπέβαλεν, καὶ πᾶσαν σὺν αὐτῷ βλάβην, καὶ τὴν ἐξ αὐτοῦ τικτομένην ἀσθένειαν, ἐμπεσόντα καὶ σκαίροντα. Καὶ πολλοὶ μὲν εὐθὺς αὐτὸν ἐθεάσαντο (ὁ καιρὸς γὰρ ἡμέρας ἐτύγχανεν), οἱ παρῆσαν εὐχόμενοι, καὶ τυχεῖν βοηθείας ἐδέοντο πολλοὶ δὲ καὶ μετὰ ταῦτα κρεμάμενον καὶ ἀφ᾽ ὑψη λοῦ τὴν τῶν ἁγίων διαγγέλλοντα δύναμιν, εἰς εὐχὴν ἀφικνούμενοι καὶ τοὺς μάρτυρας. Αφ᾽ ὧν ἡμεῖς ἀκηκοότες ἐγράψαμεν, καὶ μαθόντες ἐν ἀληθείᾳ κηρύττομεν, τοὺς ἁγίους ἐπὶ τούτῳ δοξάζοντες· τοὺς νοσοῦντας δὲ κεκρατημένους ἀνιάτοις παθήμασιν, ἐπὶ τὴν αὐτῶν ἐλθεῖν θεραπείαν προτρέπονται· τὴν τοῦ παρόντος δὲ θαύματος διήγησιν ποιησάμενοι, ἐφ' ἑτέρας θαυματουργίας βαδιοῦμεν διήγημα. Κ΄. Περὶ Μαρίας τῆς ἐχούσης τὸν ύδρωπα. Πολλὴ πάνυ τῆς τῶν θαυμάτων ἐπαγγελίας ἔστιν ὠφέλεια· ἴσως γὰρ πάντας εὐεργετεί τοὺς ἀκούοντας, ψυχὰς αὐτῶν ῥωννύουσα σὺν τοῖς σώμασιν· καὶ ταῖς μὲν πίστιν περισσοτέραν χαρίζεται, τοῖς δὲ σωματικῶν παθῶν ἀλλοτρίωσιν, κοινὴν δὲ ἀμφοτέροις ψυχαῖς τε καὶ σώμασιν εὐφροσύνην ἁγνὴν καὶ τριπόθητον, καὶ τέρψιν πνευματικῆς ἀγαλλιάσεως γέμουσαν, ἣν λόγος ἀναγγέλλειν τοῖς ἀκροωμένοις οὐ δύναται. Ταύτην οὖν ἐκ τοῦ προλαβόντος τρυγήσαντες θαύματος, καὶ ἐκ τοῦ παρόντος τρυγήσωμεν, κοινωνοί τῆς χαρᾶς τοῖς ἰωμένοις γιγνόμενοι, καὶ τῆς ἐπὶ μάρτυσιν εὐσεβεστάτης αυχήσεως. Αλλ' ἐκεῖ μὲν ἡ Στεφανὶς τὸ τῆς εὐφροσύνης γέγονεν ἴαμα, ἐνταῦθα δὲ Μαρία γενήσεται, πάθος ἐσχηκυῖα δυσ ίστον καὶ παρ' ἐλπίδα λαβοῦσα τὴν ἴασιν. Καὶ τὸ μὲν πάθος οἱ τῆς ἰατρικῆς ἐπιστήμης ὕδερον λέγω σιν· ἀνῆσαι δέ τι τὸν εἰς τοιαύτην ἐλθόντα διάθεσιν οὐκ ἰσχύουσιν, οὐ μικρόν, οὐ μέγιστον, οὐ παραμύ
col. 3481–3482page 30 of 127
PG 87:3481θίαν τινὰ πρὸς τῆς τέχνης χαρίσασθαι, ὅπερ ἐν ἅπασιν σχεδὸν τοῖς λοιποῖς ποιοῦσι νοσήμασιν, τὰ μὲν τέλεον θεραπεύοντες, τὰ δὲ ψυχαγωγούντες τοὺς ἔχοντας, καὶ μειοῦντες τρόπον τινὰ βοηθήσ μασιν. Τοῦτο καὶ Μαρία παθοῦσα τὸ νόσημα, καὶ πρὸς ἔσχατον κίνδυνον φθάσασα, οἰδήσασά τε ἐξαίσιον καὶ φρικτὸν ὑπάρχουσα θέαμα· μετὰ τὴν τῶν ἰατρευόν των ἀπόγνωσιν, καὶ τὴν τοῦ θανάτου βεβαίωσιν, σὺν κινδύνῳ πολλῷ τὸν ναὸν τῶν ἁγίων κατέλαβεν· καὶ τεθεῖσα μόλις εἰς τοὔδαφος ἔκειτ᾽ ὀδύνην οιμώζουσα, καὶ λέγειν τῆς οἰμωγῆς μὴ πλέον ἰσχύουσα,· ἀλλ᾽ οὕτω τοῦ πάθους αὐτὴν ἐκπιέζοντος καὶ στενοχωροῦντος ὑπὲρ λόγου όγκωσιν, οἱ ἐλέῳ βρύοντες μάρ τυρες καθ' ὕπνους ὀφθέντες, τήν τε ζωὴν ἐχαρί. ζοντο, ἣν ἔχειν οὐκ ἤλπιζεν, καὶ νόσου τὸ φάρμακον ἔφραζον, καὶ τοῦτο ποιεῖν ἐν τάχει προσέταττον. Αρτος δ᾽ ἦν παξαμήτης τὸ φάρμακον, οὐ μακρόθεν ἐρχόμενο;, ἀλλ' ἐν Ηρακλείᾳ γείτονι κώμῃ περιττό μενος, όν, εἰπούσης μετὰ τὸν ὄνειρον, ἤγαγον οἱ ἐγε γίζοντες, καὶ τῷ τῆς πηγῆς βρέξαντες ὕδατι, πᾶσαν αὐτὴν ἐκ κεφαλῆς μέχρι ποδῶν καταπάττουσιν, ὡς ἡ τῶν ἁγίων ἐθέσπισε κέλευσις. Ξηραινομένου δὲ τοῦ λεχθέντος ἐκ παξαμήτου καὶ ὕδατος χρίσματος, καὶ τῆς ἔνδον σμυχούσης υγρότητος πληθὺς ἐξηραίνετο, πᾶσαν αὐτὴν ὡς ἐπὶ σπόγγου ἢ σίφωνος ἀνιμωμένου τοῦ χρίσματος, καὶ πρὸς τοὐμφανὲς ἀνωδύνως ἐκκαίοντος. Οὐ μόνον δὲ τὴν ὑγρὰν ἐκείνην πληθω ρίαν τὸ λεχθὲν ἀνεῤῥόφησεν φάρμακον, ἀλλὰ καὶ τὸν ἀπ' αὐτῆς τῆς νόσου τικτόμενον θάνατον. Καὶ Μα ρία μὲν οὕτω χαλεπῶς κινδυνεύσατα, ῥᾳδίως διαφεύγει τὸν κίνδυνον, μαρτυρικῆς ἐπιτυχοῦσα δυνάμεως, καὶ τοῦ νοσήματος κρείττονος καὶ αἰτίας γνωριζομένης τῆς ῥώσεως, Ἡμεῖς δὲ πάλιν τους μάρτυρας εὐφημήσαντες, καὶ ὡς τηλικούτων ἔργων ἐργάτας ὑμνήσαντες, ἔργον ἕτερον μέγιστον και τηλικαύτη; εὐφημίας επάξιον τῆς αὐτῶν συγγράψωμεν χά ριτος. ΚΑ'. Περὶ Μαρτυρίας τῆς ἐκ περιεργίας τὰ σπλάγχνα πασχούσης. Μαρτυρίας τὸ πάθος ἀκούσωμεν, καὶ τὴν τοῦ πά θους μή παρέλθωμεν ἴασιν, ἵνα μὴ μόνον ἐπὶ τὸ πάν θος στυγνάζωμεν, ἀλλὰ καὶ τὴν ῥῶσιν μανθάνοντες χαίρωμεν. Δεινὸν ἦν αὐτῆς τὸ ἀρρώστημα, καὶ λό γου καὶ γλώττης ἐπέκεινα· οὐ γὰρ φυσικὸν ἦν, ὡς τὰ πολλὰ πάθη συμβαίνουσιν ἐκ χυμῶν πλειόνων για νόμενα, ἢ συμπτωμάτων ἀπ᾿ ἄλλων τικτόμενα, οἷς μετὰ τὴν ἐν παραδείσῳ παράβασιν δουλεύειν ἀνάγκη τὸ σῶμα κεκλήρωται· ἀλλ' ἐκ περιεργίας καί τινων μοχθηρίας, καὶ ἄθεον κεκτημένων προαίρεσιν, καὶ φιλοτιμουμένων κακῶς πρὸς τὸ οὕτως ἀφειδῶς λυ μαίνεσθαι τὸ ὁμόφυλον. Είτε οὖν δηλητηρίοις χρώ μενοι, εἴτε βλαπτικαῖς δαιμόνων ὁρμαῖς τε καὶ μάτ στιξιν, ἐνᾴκουν τὸ γύναιον, ἀγνοοῦμεν ὡς ἄνθρωποι Θεὸς δὲ τοῦτο μετὰ τῶν ἄλλων ἁπάντων ἐπίσταται, ὁ πάντων ἔχων τὴν εἴδησιν, πρὸ τῆς αὐτῶν εἰς τὸ εἶ ναι ἑνώσεως. Τὰ σπλάγχνα δὲ πάσχειν ἐθα το γύ
col. 3483–3484page 31 of 127
PG 87:3483ναιον, καὶ ταῦτα δάπτεσθαί τε καὶ σπαράττεσία διωλόλυζεν· ἕτερον δέ τι τοῖς τὴν αἰτίαν πυθομένοις οὐκ ἔλεγεν. Ἐκεῖσε δὲ τῶν ἰατρῶν οἱ προστάται συῤῥέοντες, οὔτε τὸ πάθος ἐγίνωσκον, οὔτε τὴν αἰτίαν ἀπήγγελλον, οὔτε προσφέρειν ἠνίσχοντο φάρμακον, ἀλλ' ὠφελοῦντες οὐδὲ ὡς μὴ φανέντες ὑπέστρεφον. Ο μαθόντες οἱ τῷ γυναίῳ προσήκοντες, θᾶττον αὐτὴν πρὸς Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἄγουσιν, οὐκ ἀγνοηταὶ τῆς θείας αὐτῶν ὄντες δυνάμεως, δι' ἧς τὰς βάσεις τοῖς προσιοῦσιν ὀρέγουσιν καὶ ὁρῶσιν ἔργα θαυμάσια, & μηδὲ λόγος δύναται διηγήσασθαι μηδὲ νοῦσαι σαφῶς ἀνθρώπων ἰσχύει διάνοια, πάντας εὐεργετοῦντες καὶ σώζοντες, καὶ κινδύνων ἀλλεπαλλήλων λυτρούμενοι· ὡς διὰ τοῦτο δωρηθέντες τοῖς ἀνθρώποις οἱ ἅγιοι, καὶ δόσις ἀγαθὴ καὶ δώρημα τέλειον Θεοῦ τοῦ φιλανθρώπου πρὸς ἀνθρώπους ὑπ άρχοντες, καὶ μιμούμενοι τὸ τοῦ δωρησαμένου φιλ άνθρωπον, καὶ σπεύδοντες ἄξιον μᾶλλον τοῦ δεδω κότος χαρίζεσθαι, ἤπερ ποιεῖν αὐτοῦ τὸ δῶρον ἀνό νητον. Οἱ καὶ τότε τὴν Μαρτυρίαν οίκτείραντες οὕτως σπαραττομένην, ὡς ἔφημεν, καὶ φωναῖς διαπρυσίοις οιμώζουσαν πρὸς ὕπνον κατήγαγον· καὶ ἐνύπνιον καὶ ὄναρ ὁρᾷν παρεσκεύασαν. Αὐτοὶ δὲ ἦσαν οἱ δε δωκότες ὁρᾶν καὶ φαινόμενοι· ἄνδρας γὰρ ἔβλεπεν ἐκ μόνων τῶν ἱματίων ἀστράπτοντας, καὶ προσηνές τε βλέποντας καὶ μειλίχιον· καὶ πρὸς αὐτήν μετ' εὐλαβείας ἐρχομένους καὶ λέγοντας· Τίνος ἕνεκεν οὕτω βοᾷς, καὶ καθεύδεῖν οὐκ ἐᾷς τοὺς ἐν νέσοις ἐν θάδε προσμένοντας; Ἡ δὲ τὰ σπλάγχνα πονεῖν ἀπ εκρίνατο. Καὶ οἱ μάρτυρες πάλιν αὐτὴν ἀμειβόμενοι βήμασιν, εἶτά φασιν· Καὶ μόνη ὕπνον ἐκ τούτων ἁπάντων ἔχεις ἀφόρητον; Καὶ τοῦτο φήσαντες, τὴν κεφαλὴν τοῦ γυναίου κρατοῦσιν ἀμφότεροι· καὶ τὸ στόμα διανοίξαντες, ὁ τῶν δύο πρεσβύτερος (Κῦρος οὗτος ἦν ὁ θεσπέσιος) τούτῳ τρὶς ἐνεφύσησεν· καὶ τοῦτο ποιήσαντες, αὐτοὶ μὲν, φησίν, ἀνεχώρησαν, ἐκείνη δὲ τοῦ τε ὕπνου καὶ τοῦ δράματος ἀπελύετο καὶ τῆς μὲν ὀδύνης μετρίως ἐπέπαυτο, ἐλθεῖν δὲ πρὸς ἀφεδρῶνας ἠπείγετο, ἔνθα γενομένη καθέζεται, καὶ παλαιστὴν διὰ γαστρός κατήγαγεν σκώληκα, τὸν τὰ σπλάγχνα κρυφίως κατεσθίοντα, ὃν ὡς κόπρον κατά ιέναι κελεύουσιν. Τούτου δὲ τοῦ πάθους ἀπαλλαγεῖσα καὶ Μαρτυρία Ελέους ἐπέτυχεν, χάριτι καὶ φιλ ανθρωπία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν σεπτών ἀναργύρων δωρήμασι. ΚΒ'. Περὶ Σαραπάμμωνος σκῖρον εἰς τὸν πέδα ἔχοντος. Τί δὲ τὸν λαμπρὸν Σαραπάμμωνα μέλλομεν, εἴ περ αὐτὸν παρελθεῖν οὐ βουλόμεθα, οὔτε καταλιπεῖν μετὰ τῶν λοιπῶν ἀδιήγητον; ὧν τὴν πληθύν οἶδε μὲν ἀνθρώπων οὐδεὶς, οὐδὲ στοχάζεσθαι δύναται οἶδεν δὲ μόνος Θεὸς, καὶ οἱ μετὰ Θεὸν ἀκεσάμενοι μάρτυρες. Οὐκοῦν λέξωμεν αὐτοῦ τὴν ἀσθένειαν, καὶ μετ' αὐτῆς τὴν φιλάνθρωπον ἴασιν, ἣν οἱ θεσπέσιοι πρὸς πάντας σαφῶς ἐπιδείκνυνται, Θεοῦ φιλανθρω
col. 3485–3486page 32 of 127
PG 87:3485πίαν μιμούμενοι, καὶ τὸ συγγενὲς εὐμαρῶς ἐποικτεί ραντες· Τοῖν ποδοῖν ὁ Σεραπάμμων τὸν ἕτερον ἔπα σχεν, καὶ τὸ πάθος εἰς τέρας τὸν ἄνθρωπον ἡμειβεν οὐ τραῦμα γὰρ ἦν, ἢ φυμάτιον, ἢ ἕτερον σύμπτωμα ῥᾳδίαν ἔχον τὴν ἴασιν; ἀλλ᾽ ὁ παρ' ἰατροῖς σαῖρος λεγόμενος, ὅπερ ἐπαχθέστατον νόσημα, ὅλον αὐτοῦ τὸν πόδα μέχρι βουβώνος περιλαβόν, ὡς ἀσκὸν ἀπε τέλεσεν, πολυπλασιάσαν τῷ ὄγκῳ πρὸς τὸν ὑγια καταλειπόμενον. Οὕτω γὰρ τοῦτο τὸ τερατώδες ἀρ ῥώστημα τέως τὸν ἔχοντα τίθησιν ἐναλλαγείας ἀφ αιρέσει καὶ προσθήκῃ τοῦ πλείονος, ἕως ἂν τὸ ὑπέρ ογκον αὐξήσεσι περάσῃ τῶν βουβώνων τὸν σύνδεσμον, καὶ ὅλον ἀπολέσῃ τὸν ἄνθρωπον. Ἀλλ᾿ ἔτι τοῦ πάθους νεάζοντος, καὶ ἀρχὴν γεννήματος ἄγοντος, ὁ πατὴρ Ἰουλιανὸς (οὕτως ἐλέγετο) τοὺς τῶν ἰατρῶν ἐξέχοντας φέρων ἱκέτευεν, ἐρρωμένον αὐτῷ τὸν παῖδα χαρίσασθαι, μισθοὺς ἀξίους δώ ρου χαρίσασθαι. Οἱ δὲ τὸν Γαληνόν περιστρέφοντες, καὶ τὸν Ἱπποκράτην ἑαυτοῖς ἀνελίττοντες, καὶ πολ λὰ μὲν τῷ νοσοῦντι προσφέροντες, εἰς κενὸν δὲ πυκτεύοντες, καὶ ἀνόητα κάμνοντες, καὶ μηδὲν ὠφέλησα: δυνάμενοι, τέλος ἐπαύσαντο, τῇ παύλῃ τὴν ἧτταν κοιμίσαντες, καὶ τὴν τοῦ πάθους ἀπόρθητον δύνα μιν. Εντεῦθεν ἐπὶ Κῦρον ὁ νέος καὶ Ἰωάννην ἐφέρε το· τούτους γὰρ οἱ γονεῖς μεμαθήκασιν ἅπαν νόσημα καὶ πᾶσαν ἀσθένειαν θεραπεύοντας, καὶ νόμοις ἰατρῶν καὶ στοχαστικαῖς ἀποφάσεσι μή δουλεύοντας. Οἱ γὰρ ἄνωθεν τὰς ἰάσεις δωρούμενοι, ἐπάνω πάντων εἰσὶ, καὶ κεναῖς διδαχαῖς οὐχ ὑπόλεινται, ὡς ἐν πα σιν αὐτῶν τοῖς σημείοις γινώσκοντες, ιατρικὸν μηδὲν ἐπιτάττοντες, ἀλλὰ καὶ ἐναντία προστάττοντες. Ο α γὰρ κοινωνία πρὸς σκότος φωτί; κἀνταῦθα λέγοιμ' ἀκόλουθον· εἴπερ ἐκ Θεοῦ μὲν οἱ μακάριοι μάρτυρες, ἐξ ἀνθρώπων δὲ καὶ ἐκ γῆς οἱ ἐπὶ γῆς ἰατρο! θεραπεύουσιν. Πρὸς τούτων οὖν ἀπογνωσθέντα τὸν Σαραπάμμωνα λαβόντες οἱ ἅγιοι, ἐλαίῳ καὶ κηρωτῇ τοῖς τὸν πυρ σὰν τὸν τὴν ἁγίαν αὐτῶν σορόν φωτίζοντα τρέφουσιν, τὸν πόδα τὸν πάσχοντα λιπαίνειν κελεύουσιν· τοῦτο κατ' ὄναρ εἰρηκότες τοῖς φύσασιν. Ο δὲ ποὺς λιπαινόμενος ἐλεπτύνετο, καὶ κηρωτῇ τρεφούσῃ τρεφόμενος κατετήκετο, καὶ ποτιζόμενος ἔλαιον, τὸ πρόσωπον ἐλαρύνον ποτίζοντος, ἐξηραίνετο, καὶ τὴν προτέραν ἀπελάμβανεν μόρφωσιν, ἣν ὁ κτίσας κατ' ισόρροπον τρυτάνην ἀμφοτέροις ἀπένειμεν. Καὶ οὐ τοῦτο μόνον ὑπῆρχε θαύματος ἄξιον, ἀλλ' ὅτι τὸ μέγεθος καὶ τὴν αὔξησιν, ἣν ἐν μακρῷ τῷ χρόνῳ προσέλαβεν, ἐν ἡμέραις ὀλίγαις ἀπέβαλεν· τοιαύτη γὰρ τῶν ἁγίων ἡ χά ρις καθέστηκεν, ὡς τὰ χρόνια και μεγάλα νοσήματα βραχυτάτῳ καιρῷ καὶ σμικροτάτῳ θεραπεύειν κελεύσματι. Σαραπάμμων οὖν ἰαθεὶς, ὡς αὐτὸς ἐπίστευεν καὶ οἱ φύσαντες, καὶ τὸ τῶν μαρτύρων ἐθέσπισεν βούλημα, υγειής σὺν αὐτοῖς ἀπελήλυθεν τα χαριστή για τοῖς εὐεργέταις φθεγξάμενος. Ἡμεῖς δὲ πάλιν ὡς ταύτην πεπονθότες τὴν ἴασιν, οὐχ ἧττον τῶν πεπονθότων τοὺς δεδρακότας υμνήσαντες, ἐπ' ἄλλην ενερ γεσίαν βαδίσωμεν.
col. 3487–3488page 33 of 127
PG 87:3487ΚΓ'. Περὶ Γενναδίου τοῦ τὴν κεφαλὴν μυιῶν γέμουσαν ἔχοντος. Γενναδίου τὸ πάθος τίς οὐ θαυμάσειεν, καὶ τὴν τοῦ πάθους παράδοξον ἴασιν; ξένα γὰρ ὄντως ἀμφό τερα, καὶ παθῶν ἀνθρωπίνων ἀλλότρια, καὶ Γαληνού φαρμάκων ανόμοια. Ακούσωμεν οὖν καὶ θαυμάσωμεν οὐ τοσοῦτον τὸ νόσημα, ὅσον τοὺς ἰατροὺς τοῦ νοστ ματος· Αλγει τὴν κεφαλὴν ὁ Γεννάδιος, οὐχ ὡς κά σχειν ἔθος τοὺς πάσχοντας, ἀλλ' ὡς οὐδεὶς ἐν ἀνθρώποις ἐνόσησεν· μετ' ἤχους γάρ τινος καὶ βομβώδους κινήματος τὰς ἀλγηδόνας ὑπέμεινεν, 8 πᾶσιν μὲν ἰα τροῖς, πᾶσι δὲ τοῖς ἀκούουσιν ξένον ὑπῆρχε λεγόμενον. Καὶ οἱ μὲν ἄλλος μόνον τὸ πάθος ἐθαύμαζον, Ιατροὶ δὲ πολλοῖς μὲν ἀλείμμασι, διαφόροις δὲ σμή ξεσι, φλεβοτόμοις δὲ καὶ καθαρσίοις καὶ λοιποῖς χρώμενοι βοηθήμασι, ὠφέλουν οὐδὲν τὸν Γεννάδιον οὕτω δεινὸν ἦν τὸ νόσημα καὶ ἀλλόκοτον· εἴτε δὲ περιεργείας τοῦτο τεκούσης, εἴτε καὶ φυσικοῦ τινάς ἄλλου συμπτώματος, οὐ γινώσκομεν· μόνον γὰρ τὸ πάθος καὶ τὴν τούτου θεραπείαν μαθεῖν ἠδυνήθημεν. Μεθ᾿ οὗ προσελθὼν ὁ πάσχων τοῖς μάρτυσιν, τα χεῖαν αὑτοῦ τὴν ἀπαλλαγὴν ἐκομίσατο, μαρτυρικής γέμουσαν χάριτος, καὶ Ἰωάννου καὶ Κύρου ἀστείαν τὴν συγκατάβασιν ὑπογράφουσαν· ἥτις τρόπῳ τοιῷδε γεγένηται. Οὐ σιγήσω γὰρ αὐτὴν οὐδὲ κρύψαιμι, οὐδὲ τοιούτου καλοῦ ζημιώσαιμι τοὺς ἀκούοντας ἔκνου γὰρ ἔργον ἢ φθόνου σαφῶς τὸ τοιοῦτο καθά έστηκεν· ἀλλ' ὁ μὲν φθόνος ἀπέστω πάντη τῆς ἡμῶν μετριότητος καὶ παντὸς Χριστιανοῦ καὶ θεόφρονος ο ἔκνος δὲ πάλιν ὁ πένης καὶ τοὺς φίλους πένητας έρω γαζόμενος, κατὰ τὴν παροιμοιώδη Σολομώντος παρ αίνεσιν· ἐλαυνέσθω μὲν ἀεὶ πρὸ τῆς ἡμῶν ταπεινώσεως, μάλιστα δὲ νῦν ὅτε ψυχῇ καὶ βουλῇ φιλομάρτυρι, Κύρου καὶ Ἰωάννου τὰ φιλάνθρωπα γράφομεν θαύματα. Ἐκάθευδεν μὲν οὖν ὁ Γεννάδιος, ἠγρύπνουν δὲ μάρτυρες οἱ θεσπέσιοι, καὶ τοῦ καθεύδοντος διηρεύνων τὴν ἴασιν, καὶ τὴν θεραπείαν ἐσκέπτοντο· εἶτα πρὸς αὐτὸν παραγίνονται, καὶ τοῖς τοῦ Κυρίου λόγοις ἐχρήσαντο, οὓς πρὸς τὸν ἐν τῇ προβατική κατακείμενον ἔλεξεν, Θέλεις γὰρ, ἔφασαν, υγιής γενέσθαι; Ο δε τὸ, Ναὶ, πρὸς αὐτοὺς ἀπεκρίνατο· τί γὰρ οὐκ ἔμελλε τοιαύτῃ νόσῳ σφόδρα,τιμωρούμενος; Τότε πάλιν πρὸς αὐτὸν εἶπον οἱ ἅγιοι· Εἰ θέλεις οὖν ὑγιὴς γενέσθαι, ἔξελθε πρωΐας τὸ τέμενος ἀπὸ τῆς στρωμνῆς ἀν ιστάμενος, καὶ καμήλοις συναντήσας τρισί, σὺν ἀν δρὶ τῷ ταύτας ἐφέλκοντι, τούτων τῆς ἐσχάτης λαβόμενος, οὐ μὴ πρότερον ἐάσῃς πορεύεσθαι, ἕως ἂν ἀφοδεύσειε· τὸ ταύτης γὰρ ἐκκρινόμενον σκύβαλον ὕδατι εὐθέως δευόμενον, τῆς σῆς ἀῤῥωστίας ἔσται βοήθημα, καὶ κακοῦ σε τηλικούτου λυτρώσεται, τῇ σῇ κεφαλῇ προσφερόμενον. Ταῦτα φήσαντες ἀπῆλθον οἱ μάρτυρες. Ο δὲ νοσῶν τῆς στρωμνῆς ἀναστὰς, ὡς κεκέλευστο, πληρώσων ἐξῄει τὸ θέσπισμα· καὶ καμήλους τρεῖς εὐρὼν, ὡς ἐπύθετο, τῆς τελευταίας τῆς φορ
col. 3489–3490page 34 of 127
PG 87:3489Γείας ἐδράξατο· καὶ ταύτης δραξάμενος, τῶν λο τῶν τὴν πορείαν ἐκώλυεν. 'Ο δὲ τούτων ἔχων τὴν πρόνοιαν, λόγοις μὲν ἀπολῦσαι τὸ πρότερον πείθειν ἐπειρᾶτο τὸν ἄρρωστον· ὡς δ' εἶδεν αὐτὸν μὴ πειθόμενον, ἀνατείνας αὐτοῦ τὸ καμηλό κεντρον, τὴν πά σχουσαν αὐτοῦ κεφαλὴν ἐμαστίγωσεν, καὶ ταῖς ἐν αὐτῇ φρουρουμέναις μυίαις ποθουμένην ἀνοίγει Εξ. εδον. Α' θύραν εὑροῦσαι φυγῆς τε καὶ πτήσεως, εἴρ γεσθαι λοιπὸν οὐκ ἠνείχοντο· ἀλλὰ τούτου γεγονότος ἀνέπτησαν, καὶ ῥαγέντος τοῦ περιφράγματος ᾤχον το, καὶ τοῦ δεσμωτηρίου διορυγέντος ἀπέδρασαν, καὶ τὸν φωλεὸν ἐκεῖνον τὸν καινὸν διωχθεῖσαι κατ έλιπον ὀδύνης ἔρημον καὶ τῆς αὐτῶν ἀκοιμήτου βλά ης τὸν ἄνθρωπον, καὶ τὸν παρόντα τόπον ἐπλήρωσαν, θέαμα καινὸν τοῖς ὁρῶσιν ἐκθέουσαι. Καὶ τῶν μὲν μυιῶν οὕτως ἐλευθερώθη Γεννάδιος, μαρτυρικῇ χειρὶ, καὶ οὐ ῥάβδῳ καμηλίτου, τὴν ἐλευθερίαν εὑράμενος. Ἔτι δὲ ταῖς μυίαις τοῦ τραύματος βρύοντος καὶ στενουμένου ταῖς φοβεραῖς αὐτῶν ἀναπτήσεσιν, ἡ λεχθεῖσα κάμηλος, ὡς ἀπό τινος ἀνενδότου προστάγματος τὴν ὀνθὸν ὑπεξέκρινε· καὶ ταύτην εὐθέως οἱ προεστώτες ἁρπάσαντες, καὶ θᾶττον ὕδατι δεύσαντες, τὸ μυοφόρον ἐκεῖνο τραῦμα κατέπλασαν, τὴν εἴσοδον αὐταῖς ἀναφράττοντες, μὴ πάλιν εἰσέλθωσιν ἀναστρέ ψασαι, καὶ κατὰ τὰ ἑπτὰ πονηρότατα πνεύματα μέσ νοιεν, καὶ χείρονα τὰ ἔσχατα τῶν προτέρων ἐργά σοιντο. Επιτεθέντος δὲ τῷ τραύματι τὸ ἐκ βολβίτων γενόμενον, φροῦδον αὐτὸ παραχρῆμα πεποίηκεν, καὶ πᾶσιν σχεδὸν εἰπεῖν ἄγνωστον τοῖς ὁρᾷν βουλομένοις τῶν μυιῶν τὴν ἔπαυλιν, μόνους δὲ τῆς ἐξόδου τους τύπους ἐφύλαξε, τῆς Κύρου καὶ Ἰωάννου φιλανθρωπίας μνημόσυνον, καὶ τῆς αὐτῶν μαρτυρικῆς δυνά μεως μάρτυρας. Ἡμεῖς δὲ καὶ νῦν ὡ; ἐπὶ πᾶσι ποιοῦ μεν τοῖ; θαύμασι, τοὺς ἁγίους ὑμνήσωμεν, τῆς ὑμν. ῳδίας κοινωνὸν καὶ ἡγούμενον ἔχοντες τὸν ἰαθέντα Γεννάδιον· καὶ οὕτω τὸν λόγον πρὸς ἑτέρου θαύματο; ἐπαγγελίαν ῥυθμίσωμεν. ΚΔ'. Περὶ Ἰουλιανῆς τῆς τυφλῆς, καὶ Ἰουλιανῆς τῆς καταφορητικῆς. Θαύματι διττῷ καὶ ἐξέχοντι θαῦμα διττόν προσ απτήσωμεν, οὐκ ἐφ᾽ ἑνὶ προσώπῳ γενόμενον, ἀλλ᾽ ἐπὶ δύο, φύσεως μιᾶς καὶ ἑνὸς τυχοῦσιν ὀνόματος καὶ φύσις μὲν ἦν αὐτοῖς ἡ τοῦ θήλεως, Ἰουλιανής δὲ τῆς μάρτυρος ὑπῆρχε τὸ ὄνομα. Γυναίων γὰρ δυὰς προσηγορίαν μίαν κομίζουσα, δύο δὲ κρατουμένη νοσήματι, τοῖς ἁγίοις προσέρχεται· ἀμφότεραι μὲν Ἰουλιαναὶ καλούμεναι, οὐ κοινὸν δὲ τὸ νό σημα, οὐδὲ τὸ κατὰ κόσμον ἀξίωμα. Ἐν πλούτῳ γὰρ ἡ μὲν ἐγνωρίζετο, ἡ δὲ πενίαν ἔσχε συνέστιον· καὶ ἡ μὲν δεινῶς ἡσθένει τὸν θώρακα καταφορητική διαθέσει δουλεύουσα, ἡ δὲ τοὺς ὀφθαλμοὺς ἀπεκλείς το τύφλωσιν απαρηγόρητον ἔχουσα· καὶ ἡ μὲν ἰα τροὺς ἐκάλει πρὸς ἴασιν, ἡ δὲ καὶ τῆς τούτων ψυχο αγωγίας καὶ τοῖς νοσοῦσιν ποθεινῆς ἐπισκέψεως διὰ πτωχείαν ἐστέρητο. Ἔσχον δὲ κοινὸν τῶν παθῶν τὸ ἀνίατον, εἰ καὶ τὴν Μαρκελλίνου μὲν Ιατρεὶ (οὕτω γὰρ ἐκαλεῖτο τῆς καταφορητικῆς καὶ πλουσίας ὁ σύμ 5:05), τὴν πτωχοτέραν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἀπο
col. 3491–3492page 35 of 127
PG 87:3491λέσασαν τῶν Ασκληπιάδων οὐδεὶς ἐπεσκέπτετο. Ἐπ' ἀληθείας γὰρ κατὰ Σολομῶντα τὴν ἐν σοφίᾳ πολύν καὶ ἀμέτρητον καὶ χύμα καρδίας θαλάττιον ἔχοντα, Φίλοι πλουσίων πολλοὶ, ν ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὄντος αὐτῷ λείπεται· καὶ ταῦτα μὲν ὁ Σολομών ὡς ἔχει τὰ πράγματα γέγραφεν. Τα δύο δὲ ταῦτα γύναια, ἡ μὲν οὐκ ἔχουσα χρή ματα δι᾿ ὧν Ιατρούς προσκαλέσηται· ἡ δὲ πολλὰ δαπανήσασα χρήματα καὶ μηδὲν ἑαυτὴν ὠφελήσασα, ἐπὶ Ἰωάννην καὶ Κῦρον τοὺς πανσθενεῖς ἰατρούς καὶ χρημάτων οὐ χρήζοντας, οὐδ᾽ ἐπὶ χρυσῷ τοὺς ἀσθενεῖς θεραπεύοντας ἔρχονται. Ων λέξω τὴν ἴασιν, ἐπειδὴ τὴν ἀσθένειαν είπομεν (αὕτη γὰρ λείπεται), μετὰ τὴν πρὸς τὸ τέμενος ἄφιξιν. Πρὸ γὰρ τῆς αὐ τοῦ θέας καὶ τῆς εἰς τοὺς ἁγίους ἀφίξεως, ἀσθενοῦ μεν οἱ ἄνθρωποι, καὶ δεινοῖς πολλάκις κατεχόμεθα πάθεσιν· τοῦτο δὲ βλέποντες, καὶ τοῖς οἰκοῦσι προσ πίπτοντες μάρτυσι, πᾶσαν νόσον καὶ πᾶσαν ἀσθέ νειαν εὐθὺς ἀποῤείπτομεν. Ελθοῦσαι γοῦν περὶ ὧν ἐλέγομεν εἰς τὸ τέμενος, τὴν ῥῶσιν ᾔτουν τοῦ νεώ τοῖς οἰκείοις ἀξιώμασι χρώμεναι. Ἡ μὲν γὰρ τὸν ὄγκον οὐκ ἀποβαλοῦσα τὸν μάταιον, οὔτε τὰ ἐκ πλου σου θεομίσητον φύσημα, ἐπὶ κλίνης πρὸ τοῦ μνή ματος ἔκειτο· ἡ δὲ ἔξω πρὸ τοῦ πυλῶνος ἐκβέβλητο, κατὰ τὸν πένητα καὶ πτωχὸν καὶ τοῦ ᾿Αβραμιαίου κόλπου σύγκληρον Λάζαρον. δὲ τῶν ὕπνων ἀφέμεναι, τὰ θεσπισθέντα θᾶττον Οἱ δὲ μάρτυρες ἴσως ἀμφοτέραις ἐφαίνοντο, τῆς μὲν τὸν τύφον παιδεύοντες, τῆς δὲ τὴν ψυχικήν παρηγοροῦντες ταπείνωσιν· ἑκατέραις δὲ τὰς ἰάσεις δωρούμενοι. Τῇ μὲν γὰρ καταφορητικῇ καὶ ἀλαζονικὸν ἐχούσῃ τὸ φρόνημα, Τι κατείληφας, ἔλεγον, τὸν σηκὸν τὸν ἡμέτερον; Αποκριθείσης δὲ, ὡς Υγείας τυχεῖν ἐπιθυμοῦσα καὶ ῥώσεως· Εἰ θέλεις, φασίν, ταῦτα πρὸς ἡμῶν, ἅπερ εἶπας, κομίσασθαι, ἀποδα λοῦ σου τὸν κράβατον καὶ εἰς τοῦδαφος ἀνακλίθητε καὶ τοῦτό σοι ψυχικοῦ πάθους καὶ σωματικοῦ γενή σεται φάρμακον. Ἰουλιανῇ δὲ τῇ πενιχρᾷ καὶ χερο νίτιδι ταῦτα φανέντες εἰρήκασιν Κροκοδείλου κρέας ἐνέγκασα πυρὸς ἄνθραξιν όπτησον, καὶ τοῦτο πολύ ἐν θυΐα λεάνασα καὶ ξήριον ποιήσασα, τοὺς ὀφθαλμοὺς σου τοὺς πεπονθότας ἐπίχρισον. Καὶ ταῦτα μὲν ἀμφοτέραις οἱ ἅγιοι κατ' ὄναρ φανέντες ἐκέλευσαν. ἐπλήρωσαν, καὶ τὰς ἐπὶ τοῖς προστάγμασιν ἐπαγγελθείσας ἰάσεις ἐδρέψαντο. Καὶ τῇ μὲν ἤρκεσεν ἡ χαμαικοιτία πρὸς ἄκεσιν, τῇ δὲ τὸ ἐκ κροκοδείλου κεκαυμένον βοήθημα. Αμα γὰρ ἡ τὸν θώρακα πά σχουσα ἐπὶ γῆς ἀνεκλίθη λιποῦσα τὸν κράβατον, τοῦ πάθους ἀπήλλακτο· ἅμα δὲ καὶ ἡ τυφλὴ τοῖς ὀφθαλμοῖς ἐπιβαλοῦσα τὸ ξήριον, ἀνέβλεψεν. Ἡμεῖς δὲ σὺν ἄμφω τοὺς ἰατροὺς εὐφημήσαντες, τῆς τῶν λοιπῶν θαυμάτων ἀπαγγελίας φροντίσωμεν. ΚΕ'. Περὶ 'Ελπιδίας τῆς ἐχούσης αἱμόρροιαν. Μόλις τὴν Ἐλπιδίαν εὑρήκαμεν· ἐν τῇ πληθύϊ γὰρ αὕτη τῶν ἰαθέντων ἐκρύπτετο, τὴν θεραπείαν μὲν
col. 3493–3494page 36 of 127
PG 87:3493τοὺς ἁγίους συλήσασα, δεδοικυῖα δὲ καὶ διὰ τοῦτο καὶ τρέμουσα· κατ' ἐκείνην τάχα τὴν ἐπὶ τοῦ Σω τῆρος αἱμορροούσαν λανθάνουσα. Ἐδεδίει γὰρ καὶ αΰ τη σαφώς, μήπως οἱ συληθέντες τὴν ἴασιν νοήσωσι μάρτυρες, καὶ φανερὰν αὐτὴν τοῖς πᾶσι ποιήσωσιν, ὥσπερ κἀκείνην ὁ Κύριος, αὐτόν τε λανθάνειν καὶ πάντας νομίσασαν ἐφανέρωσεν. Αλλ' οὐκ ἔλαθεν οὐδ᾽ αὕτη νῦν τοὺς ἀκέσαντας, ὡς οὐδ' ἐκείνη τότε τὸν Κύριον. Οἱ γὰρ ἅγιοι ἐν μέσοις τοῖς ὄχλοις κρυπτομένην αὐτὴν θεωρήσαντες, πάντων εἰς μέσον καὶ μὴ θέλουσαν άγουσιν, καὶ πάντων ἐν ὄψεσι θριαμβεύουσιν· οὐχ ὡς τι τῶν ἀτόπων ποιήσασιν, ἀλλ' ὡς πίστει τὴν σωτηρίαν κερδάνασαν, καὶ πρὸς αὐτῶν εἰκότως ἀκούουσαν· «Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην.» Ἐλπιδία γὰρ τουτὶ τὸ πιστότατον γύναιον, τὸ τῆς αἱμορροίας ἔσχεν ἀρρώστημα, ὑφ' οὗ δεινῶς κατ ετήκετο καὶ μᾶλλον ἀφειδῶς ἀνηλίσκετο, πηγὴν στελ λομένην τοῦ πάθους οὐκ ἔχουσα, οὐκ ἀεγνάου νάματ τος, ἀλλὰ βρύοντος αἵματος· καὶ κρουνὸς ἀεὶ διαι νόμενος, οὐκ ἀργυροειδέσι τοῖς ὕδασιν, ἀλλὰ φοινι κόχρωσι στάζουσιν αἵμασιν. Ἐντεῦθεν νεκρὰ μὲν ἐν ζῶσιν ἐφαίνετο, τοῦ ἐρυθραίνοντος ἐπιλείποντος απ ματος· ἐν νεκροῖς δὲ πάλιν οὐκ ἐλογίζετο, ἔτι τοῦ ζωτικοῦ ψυχοῦντος αὐτὴν καὶ συνέχοντος πνεύμα. τος. Ἐκ τούτου φυγεῖν θέλουσα τοῦ νοσήματος, τοὺς φυγαδεύειν αὐτὸ ἐπαγγελλομένους ἰατροὺς ἐπεδίωκεν, ἐκείνου; ἀεὶ μετὰ πλείστης σπουδῆς ἀνιχνεύουσα, τοὺς δι' ἐξοχὴν ἐνδεδυμένους τους τρίβωνας, καὶ πάντα τὰ τῆς τέχνης αὐκοῦντας ἐπίστασθαι, καὶ τοὺς μανθάνειν ἐθέλοντας, ἐν ὀφρύϊ τῶν λόγων ὡς ἐν εἰ δήσει τῶν ἔργων διδάσκοντας· οὓς εὐθηνοῦντας μὲν ἀνὰ τὴν πόλιν ὡς ἤθελεν εὕρισκεν, σπανίζοντας δὲ πρὸς ἴασιν οὐχ εὕρισκεν ὡς ἠβούλετο· ἑκάστου γὰρ αὐτῶν πεῖραν λαμβάνουσα, ὡς οὐ πειραθεῖσα πρὸς ἄλλον μετήρχετο, καὶ καθ' ἕνα τοὺς πάντας ἀμείψασα, τὸ κατέχον αὐτὴν οὐκ ἤλαυνε νόσημα. Οτε δὲ πάντα τὸν βίον αὐτῆς καὶ τὴν ὕπαρξιν εἰς Ιατροὺς ἐδαπάνησε, καὶ τὸ πάθος φυγεῖν οὐκ εὐπό ρησε, ούτε παραμυθίαν τινὰ ταῖς ἀλγηδόσι πορίσασθαι, εἰ καὶ τὴν ἀπορίαν πάντων ἀναλωθέντων εἰς αὐτοὺς ἐπορίσατο, ἐπὶ Κῦρον καὶ Ἰωάννην ηρέμα πως ἔρχεται, κλέψαι μελετῶτα τῇ πίστει τὴν ἴασιν. Εὔκαιρον δὲ καιρὸν πρὸς τὴν κλοπὴν ἀναμένουσα, καὶ τὴν ὥραν φυλάττουσα καθ᾽ ἣν συλῆσαι τὴν θερα πείαν ἡδύνατο, νυσταγμῷ βαθεῖ καταφέρεται καὶ ὕπνῳ συλάται, πρὶν ἢ συλήσει τους μάρτυρας· καὶ κλέψαι τὴν ἴασιν θέλουσα, αὐτή τοὐναντίον ἐκλέ πιετο· καὶ κλαπείσα πάλιν περὶ τῆς κλοπῆς ἐδου λεύετο. Αλλ' ἰδοῦσα τούτους, ὡς ἀκουσίως εκάθευδε, τὴν κλοπὴν ἐφοβήθη ποιήσασθαι· διορύξαι γὰρ τὸν θησαυρὸν οὐκ ἐθάρσησε, ἀλλήλους βλέπουσα τοὺς ἁγίους φυλάττοντας, καὶ μὴ δυναμένους ὑπό τινος. εἰ μὴ θέλοιεν, κλέπτεσθαι. Αὐτοὶ δὲ τὸν σκοπὸν τοῦ γυναίου νοήσαντες, κα τὴν πίστιν ἀποδεξάμενοι καὶ τὴν φανερωθεῖσαν εὐ
col. 3495–3496page 37 of 127
PG 87:3495λάβειαν, πρὸς αὐτὴν παραγίνονται, καὶ τῆς ῥώσεως τὸ δῶρον χαρίζονται, καὶ τοῦ πάθους την τριπόθητον ἴασιν· οὐχ ὡς ἀγνοοῦντες συλούμενο! (ὡς λέγειν τινὲς ἐπὶ τοῦ Σωτῆρος ἐτόλμησαν, εἰς οὐρανὸν τὸ στόμα τιθέμενοι, καὶ ἀδικίαν εἰς ὕψος φθεγγόμενοι, καὶ τῇ γλώττῃ τὴν γῆν διερχόμενοι, καὶ κάκιστα λέ γοντες· Πῶς ἔγνω ὁ Θεός; καὶ Εἰ ἔστιν γνῶσις ἐν τῷ. Ὑψίστῳ; Οἱ τοῖς εἰποῦσιν αὐτῷ, Διὰ τί τί, ἄν θρωπος ὤν, ποιεῖς ἑαυτὸν Θεόν; συνταχθήσονται, καὶ τὴν κληρουχίαν αὐτοῖς τοῦ ἄφρονος συμμερίζονται), ἀλλ᾽ ἐν γνώσει φιλανθρώπῳ τὰς ἰάσεις παρέχοντες, ὡς ἐκ πάντων αὐτῶν τῶν θαυμάτων μανθάνο μεν. Ἐπιστάντες οὖν, ὡς ἐλέγομεν, μυρσίνην ἐν εἴνῳ βαλεῖν, καὶ τοῦτον πιεῖν ἐπιτάττουσιν. Ἡ δὲ μετά τὸν ὕπνον τοῦτο ποιήσασα,εὐθέως ἰᾶτο τῆς μάστιγας. Τὸ γὰρ αἷμα τὸ ἀπ' αὐτῆς ἁστάτως ῥέον, τῆς τοῦ φαρ μάκου παρουσίας αἰσθόμενον ἴστατο· καὶ τούτου διὰ στόματος καταῤῥέοντος, αὐτὸ καταῤῥεῖν ἐκωλύετο. στάσιν ἀντὶ ῥεύσεως παιδευόμενον, καὶ φύσιν ἔκλυ τόν τε καὶ ἄστατον, εἰς σταθηρὰν καὶ στερέμνιον ἀλλαττόμενον, μᾶλλον δὲ παντελῶς συστελλόμενον, καὶ τὸ εἶναι καὶ ῥεῖν καθόλου παυόμενον. Ελπιδία μὲν οὕτω τῆς ῥώσεως ἔτυχε, καὶ τὴν ὑπὲρ ταύτης χάριν τοῖς δεδωκόσιν προσάξατα, εἰς εἰρήνην πορεύεσθαι πρὸς αὐτῶν ἀπελύετο. Ἡμεῖς δὲ, τὴν εἰρήνην εὐξάμενοι, καὶ διπλῆν τὴν χάριν ὑπὲρ εἰρήνης καὶ θαύ ματος Θεῷ τε καὶ μάρτυσιν ᾄσαντες, τὴν γλῶτταν ἰθύνωμεν πρὸς ἑτέραν θαυμάτων διήγησιν. Ο ΚϚ'. Περί Θεοδώρας τῆς καταπιούσης τὸν βάτραχον. Τὸ προλαβὸν ἀνιχνεύοντες γύναιον, καὶ τὸ τῶν ῥωσθέντων πέλαγος διαπλέοντες, καὶ τὰς ποταμηδὲν ἀγούσας ὁδοὺς διατρέχοντες, γύναιον εὕρομεν ἕτερον, πρὸ τῆς θέας του βατράχου ἐν αὐτῷ κελαδοῦντος ἀκούσαντες· καὶ ταύτην ὑμῖν σὺν τῷ βατράχῳ τέ ρομεν μεγαλοφώνως κηρύττουσαν τὴν ἐπ' αὐτῆς γε νομένην τερατουργίαν τοῖς μάρτυσιν. Θεοδώρα πως τῶν γονέων ἐλέγετο, καὶ ὕδωρ πίνουσα, μικρὸν κατα έπιεν βάτραχον, ὃς ἐν τῇ ταύτης γαστρὶ ὡς ἐν λίμνη τινὶ διαιτώμενος, τὰ μὲν πρῶτα, μικρὸς ἔτι τυγχάνων, οὐχ οὕτω πικρῶς αὐτὴν ἐλυμαίνετο, στρόφους δέ τινας ἐποίει κινούμενος, ἀναλογοῦντας αὐτοῦ τῇ βραχύτητι· καὶ τούτους ἡ γυνὴ ἀπ᾿ ἄλλης πάσχειν αἰτίας ἐνόμιζεν, ἀγνοοῦσα τὴν τοῦ βατράχου κατά ποσιν. Ἐπειδὴ δὲ μέγας αὐξανόμενος γέγονεν, καὶ ἐν κοιλίᾳ τρεφόμενος ηύξανεν, καὶ τῇ κυοφορούσῃ τὸ καινὸν τοῦτο καὶ κακόμορφον Εμβρυον τὰς ἐδύνα; συνηύξανεν, ἃς οὐκέτι φέρειν ισχύουσα, εἰς τοὔδαφος ἐκυλίετο, ὥραν ἀναπαύλης οὐκ ἔχουσα, καὶ ἡσυχίας καιρὸν οὐ γινώσκουσα, ὡς πάσχειν ὑπὸ πνεύ ματος ὑποπτεύεσθαι, ἢ πάθος ἔχειν νομίζεσθαι σώ ματος. Ταύτης δὲ τῆς δόξης καὶ ἰατρῶν ὑπῆρχαν οἱ δέκι μοι, παντελῶς ἀπορήσαντες πρὸς τὸ νόσημα, καὶ μηδεμίαν αὐτοῦ λαβεῖν δυνηθέντες διάγνωσιν. 00 λοιπὸν ὡς δαιμόνιον ἔχουσα, πρὸς τοὺς μάρτυρες ἔγετο· Καὶ αὐτῆς μολούσης εἰς τὸν ναὸν αὐτῶν τὸν
col. 3497–3498page 38 of 127
PG 87:3497πανσέβαστον, ἡ νόσος μὲν εὐθέως ἠλέγχετο· φανερά ἱὲ τοῖς πᾶσιν ἐγίνετο καὶ τῶν ἰατρῶν ἡ ἀμάθεια καθ᾽ ὕπνους γὰρ αὐτῇ παραστάντες οἱ μάρτυρες, ὕδωρ πιεῖν πρὸ βρωμάτων ἐκέλευον, τῇ πόσει τοῦ νάματος τὴν φυγὴν ἐπαγγειλάμενοι τοῦ νοσήματος. Ἡ δὲ κατ' ἐκεῖνον, φησίν, τὸν παυσώδυνον ὄνειρον, τὸ νάμα πέπωκεν ὡς τεθέσπιστο πρὸ τροφῆς παντοίας καὶ βρώματος· καὶ τοῦτο ποιοῦσα κινεῖται πρὸς ἔμετον, καὶ τὸν πικρὸν ἐκεῖνον ἀνήγαγεν βάτραχον, ὃν ἀγνοοῦσα κατέπιεν· καὶ δι᾽ ὕδατος εὑροῦσα τὸν ὄλεθρον, δι' ὕδατος καὶ φεύγει τὸν θάνατον· τοῦτο γὰρ ἄγκιστρον οἱ φιλάνθρωποι πρὸς τὴν τοῦ θανατηφόρου βατράχου θήραν ἐχάλκευσαν καὶ τοῦ γυναίου σωτηρίαν ἀνέκφραστον, ὃ καὶ διάβολος ὁ μισάνθρωπος πρὸς ἀπώλειαν τῆς Θεοδώρας ἐχρήσατο, ἥτις παρ' ἐλπίδα φυγοῦσα τὸν ὄλεθρον, καὶ τοῖς ζωγρή σασι μάρτυσι σωτηρίους φωνὰς προσενεγκοῦσα, τοῦ νεὼ αὐτῶν ἀνεχώρησεν. Ἡμεῖς δὲ κἀνταῦθα βοὰς εὐφήμους αὐτοῖς μελωδήσαντες, μελωδίας ἄλλης ἀφορμὴν ποιησώμεθα, άλλο τεράστιον τῷ παρόντι συντάττοντες. ΚΖ'. Περὶ Θεοδώρου τοῦ κελευσθέντος ἐκ τῶν ἁγίων ἀσπίδα φαγεῖν. Θεόδωρον τὸν τῷ προλαβόντι γυναίῳ συνώνυμον, καλῶς ἡ τῶν θαυμάτων ἀκολουθία μετ' ἐκείνου εἰς διήγησιν ἤνεγκε, καὶ τοῖς τρυφῶσιν ἐν τοῖς τῶν ἁγίων ἔργοις καὶ πράξεσιν εἰς ἑστίαν ἀξιάγαστον προὔθηκε, οὐ μόνον ὅτι κοινὸν πρὸς αὐτὴν ἔλαβεν ὄνομα, ἀλλ' ὅτι καὶ τὸ κατ' αὐτὸν ἐκ μέρους ἀῤῥώ στημα, καὶ τοῦ πάθους ἡ ἄφραστος ἴασις ἔχουσι τινα τῶν ἐπ' ἐκείνης ἐμφέρειαν· εἰ καὶ πολλή τις ἄγαν ἀμφοτέρων ἐστὶν ἡ διάκρισις, ὡς δείξει προϊὸν τὸ διήγημα. Τὰ σπλάγχνα μὲν γὰρ ἔπασχεν ὁ Θεόδωρος, οὐ βατράχου τινὸς εἰς αὐτὸν ἐλισθήσαντος, καὶ τούτου νήξεσι κυκῶντός τε καὶ ταράττοντος, καὶ δεινάς ἀλγηδόνας ἐντίκτοντος, ἀλλὰ περιεργίας ἐκ βρώματος, ἀνδρῶν οὐ καλῶν ἐγχειρήσεσιν, ὀδύνην αὐτῷ γεννώσῃ; ἀφόρητον. Φιλοῦμεν γὰρ οἱ τρισάθλιοι μὴ μόνον αἰκισμοῖς καὶ φονικοῖς ὀργάνοις καὶ ξίφεσιν ἀμύνεσθαι τὸ ἐμόφυλον, εἴ τι τῶν λυπούντων εἰργάσατο, ἢ καὶ φθόνῳ μισαδέλφῳ κρατούμενοι, καὶ εἰ μηδὲν εἰς ἡμᾶς ἐπλημμέλησεν, ἀλλὰ καὶ φαρμακείαις αὐτ τὸν κατεργάζεσθαι, τὴν πρὸς τὸν πέλας φυσικήν στοργὴν ἀπολέσαντες· εἴπερ κατὰ Μωσέα τὸν νομογρά φον, τὸν τῆς φιλαλληλίας εἰσηγητὴν καὶ διδάσκαλον, πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον, καὶ πᾶς ἄνθρωπος τὸ πλησίον αὐτοῦ· καὶ τῆς ὑπὲρ πάντων τῶν δρωμένων ἡμῖν ἀπολογίας παντελῶς ἐκλαθόμενοι· εἴπερ κατὰ Παῦλον τὸν νομομαθῆ, τὸν πάσης ἀρετῆς ἐργάτην καὶ κήρυκα, πάντες τῷ τοῦ Χριστοῦ παραστησόμεθα βήματι, δίκας δικαίας τιννύοντες, καὶ κατ' ἀξίαν τῶν πράξεων ἀγαθῶν τε καὶ φαύλων λαμβάνοντες. Καὶ ταῦτα μὲν ὡς λέλεκται καὶ πεπίστευται, πάντως ὅτι καὶ γενήσεται, κἂν ἡμεῖς οὐ βουλώμεθα κακῷ συν ειδότι πληττόμενοι. Θεόδωρος δὲ δεινός τιμωρούμενος, καὶ τῇ βρώσει τοῦ καυστικού φαρμάκου τὰ σπλάγχνα φλεγόμενος,
col. 3499–3500page 39 of 127
PG 87:3499τὰ τῶν ἰατρῶν κατεπάτει συνέδρια· ἀλλ' ὡς ἀπε πάλιν ὑπέστρεφε, μηδὲν πρὸς αὐτῶν ὠφελούμενος ἐν δὲ μόνον ἐκέρδαινεν ἀπιὼν καὶ ἐρχόμενος, τῆς αὐτῶν ἀπορίας τὴν εἴδησιν. Γνοὺς δὲ πάντας ὡς οὐδὲν πρὸς τὸ πάθος ἰσχύουσιν, καὶ ἀπογνοὺς τὸ ὑπ' αὐτῶν λυτροῦσθαι καὶ σώζεσθαι, πρὸς Ἰωάννην καὶ Κῦρον τοὺς μάρτυρας, τοὺς ὄντως ἀρωγούς καὶ σώ ζειν ἰσχύοντας ἔρχεται, καὶ τῷ τούτων σηκῷ κατα κλίνεται, τὴν αὐτῶν ῥοπὴν ἐκδεχόμενος. Οἱ δὲ μὴ βραδύναντες τὴν ἐπίσκεψιν (ἑώρων γὰρ τὴν νόσου ἀφόρητον), κοιμωμένῳ Θεοδώρῳ παρίστανται, καὶ φανέντες ἀσπίδα φαγεῖν ἐπιτρέπουσιν, καὶ ταύτη; τῷ βρώματα φυγεῖν τὸν ἀμείλικτον κίνδυνον. Ὁ δὲ στραφείς, τῇ χειρὶ τὸ τοῦ σταυροῦ σημεῖον ἐπὶ τὸ μέτωπον ἔγραψε, καὶ πονηρὰν εἶναι φαντασίαν νομίσας τὸ ὅραμα, τῶν λεχθέντων οὐδὲν διεπράξατο. Ἱκετεύοντι δὲ καὶ κλαίοντι, πάλιν ἐν ὕπνοις ὀφθέντες οἱ ἅγιοι, τὰ αὐτὰ ποιεῖν διετάξαντο. Ὁ δὲ καὶ τοῦτον αὐτῶν τὸν θεσμὸν παρακρούσατο, μηδὲν τῶν ῥηθέντων ὁρᾷν ἀνεχόμενος, ἀλλ' ἀγρίου τινὸςδαίμονος ἐφόδιον, ἀνελεῖν αὐτὸν καὶ φονεύειν σπου δάζοντος ὑπονοῶν τῶν ἁγίων τὸ πρόσταγμα. Ὡς δὲ καὶ τρίτον φανέντες οι μάρτυρες τὴν ἑαυτῶν ποιεῖν οὐκ ἔπεισαν κέλευσιν, καίτοι τῷ τρισσῷ πεισθέντα τῆς ὄψεως, αὐτῶν εἶναι τὸ θέσπισμα, ἐλθόντες τὸ τέταρτον δι' οίκτον ἀμέτρητον καὶ θείαν συμπάθειαν, Ἐφ' ὅσον, φασί, τὸ λεχθέν σοι πολλάκις ποιεῖν οὐκ ἐθέσ λήσας, εἰς τὴν ἡμετέραν πηγὴν πρωὶ ἀνιστάμενος ἔξ:θι, καὶ τὸ ἐν αὐτῇ βρωτὸν εὑρισκόμενον ἀ στάκτως μετάλαβε· καὶ τοῦτό σοι πρὸς πᾶσαν ἀρχέ σε: θεραπείας ἀπόλαυσιν. Ο δὲ πρωΐας εἰς τὴν αὐτῶν πηγὴν ἐξελθών, ὡς ἐκέλευσαν, τῆς θύρας ὄπισθεν εὗρεν αίχυον κείμενων, καὶ λαβὼν αὐτὸν μετὰ πάσης σπουδῆς καὶ ἐφέσεως ἤσθιεν. Ἐπὶ τὸ τέλος δὲ τοῦ συκίου γενόμενος. καὶ πάνυ αὐτοῦ τὴν μετάληψιν γλυκείαν ποιούμενος, ἀσπίδος ἀθρόον ὁρᾷ τὸ λειπόμενον, καὶ τοῦτο θάτ του ἀπολύσας εἰς ἔδαφος, ἐδειλίασε λίαν ὡς πάντως τεθνήξεται. Τὸ δὲ οὐκ ἦν ἀληθὲς, οὐδ᾽ ἀληθεῖ παρα πλήσιον· σώζεται δὲ μᾶλλον τῷ βρώματι, καὶ ζη καὶ διαφεύγει τὸν θάνατον· ὃν οὐκ ἂν διαπέφευγεν, εἰ μὴ βρῶμα θανάσιμον βέβρωκεν. Εὐθέως γὰρ ἔκ τε τοῦ φόβου, ἔκ τε τῆς ἀηδίας πρὸς ἔμετον ἔρχεται, καὶ τῆς ἀσπίδος ὅσον ἔφαγεν ἀποβέβληκε· συν ανενέγκας αὐτῷ καὶ ὅπερ ολέθριον πρότερον βέβρωκε φάρμακον· τῶν ἁγίων οὐ τὰ ἐναντία τῶν ἐναντίων κατὰ τοὺς ἀπὸ γῆς ἰατρούς ποιουμένων Ιάματα, ἀλλ' Ιωμένων τοῖς ὁμοίοις τὰ ἔμοια. Οὐ γὰρ νόμοις ἰατρῶν ὑποκείμενοι, τούτοις τοὺς προσιόντας αὐτοῖς θεραπεύουσιν, ἀλλ' οὐρανίῳ κρατοῦντες θεσπίσματι, παρα δόξους καὶ θείας τὰς ἰάσεις χαρίζονται. Οὕτω μὲν οὖν ὁ Θεόδωρος λυτρωθεὶς τοῦ νοσήματος, καὶ τε λείαν τὴν ζῶσιν δρεψάμενοι, εὐχαριστῶν ἀπελήλυθεν. Ιμεῖς δὲ τὴν περὶ αὐτοῦ διήγησιν ἐνθάδε την εὐφημία περάσαντες, ἑτέρας γραφὴν καὶ διήγησιν ευφήμου πράξεως ποιησώμεθα.
col. 3501–3502page 40 of 127
PG 87:3501ΚΗ'. Περὶ Νεμεσίωνος ἀπὸ ἐπάρχων, καὶ Φωτει τοῦ ἀπὸ ὀμμάτων. Εἰς μέσον καὶ νῦν ὁ Νεμεσίων τῶν ἰαθέντων ἑλή λυθε, Φωτεινοῦ μὲν ἀπαγγέλλων τὴν ἴασιν, ἑαυτοῦ δὲ δηλῶν τὸ ἀνίατον· καὶ τῶν μὲν ἁγίων κηρύσσων τὴν δύναμιν, ἑαυτοῦ δὲ μηνύων τὴν ἄνοιαν· καὶ ταύτην τάχα μεμφόμενος ὡς της μαρτυρικής αὐτῷ γενομένην ἀρωγῆς παρεμπόδισμα. Λέξω μεν δὲ καὶ τὰ κατ' αὐτὸν ὡς ἐμάθομεν· ἔστιν γὰρ οὐκ ἀνωφελὴς ἡ διήγησις, κἂν αὐτῷ γέγονεν ἀνωφελὴς ἡ πρὸς τοὺς μάρτυρας Έλευσις. Εἷς καὶ οὗτος τῶν ἐν τέλει λαμπρῶν ἐγνωρίζετο, οὐκ ἀξίᾳ μόνη κοσμούμενος, ἀλλὰ καὶ πλούτῳ γαυρούμενος, καὶ τῇ περὶ πλοῦτον βεομένῃ φαιδρότητι· ἐπλεονέκτει δὲ τῶν μόνοις πλουτούντων τοῖς χρήμασι, σοφίᾳ λόγων Ἑλληνικῶν σπουδαζομένοις στο μύλμασιν. Τῶν ἐνεγκεῖν οὐ δυνηθεὶς τὴν ἀπόνοιαν, καὶ τὰ τὴν φρένα κολποῦντας φυσήματα, κατὰ τοῦ τῶν ὅλων Θεοῦ, Γραφικῶς εἰπεῖν, ἐτραχηλίασεν· καὶ πάντων αὐτοῦ τῶν γενητῶν ὅσον τὸ ἐπ' αὐτῷ συλήσας τὴν πρόνοιαν, ἀστρών κινήσει ταύτην προσέφερεν, καὶ τοῖς ἐκ ταύτης ἀλλ' ἐπ' ἄλλοις συμβαίνουσι σχή μασι τὰ καθ᾿ ἡμᾶς ἀνῆπτεν ὁ ἄθλιος· δούλους ἡμᾶς, τοὺς ψυχῆς καὶ λόγου μετέχοντας καὶ κατ᾿ εἰκόνα κτισθέντας τοῦ κτίσαντος· καὶ ταύτῃ τιμηθέντας ἐλευθερία γνώμης καὶ βουλῆς αὐτεξουσιότητι· ἀψύχων ὁμοῦ καὶ λόγου χηρευόντων ἀστέρων, καὶ πάσης ἀμοιρούντων αἰσθήσεως καὶ βουλήσεως, τῶν δου λεύειν ταχθέντων τοὐναντίον τοῖς ἐπὶ γῆς καὶ θείοις, ἢ ὧν αἰδοῦντο προστάγμασι· καὶ σημαινόντων μόνον καὶ χρόνου τα τμήματα, ἀέρων τροπάς ὡς ὁ δι' ἡμᾶς κτίσας αὐτὰ Θεὸς διετάξατο. Φησὶν γὰρ ὁ τῆς τῶν ὅλων γενέσεως συγγραφεὺς καὶ διδάσκαλος τὴν τού των ποίησιν ἐξηγούμενος· «Καὶ εἶπεν ὁ Θεός· Γενη θήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαί νειν ἐπὶ τῆς γῆς· ν καὶ ἐγένετο οὕτως. Καὶ οὔπω τοσοῦτον τοῦτον δεινὸν, ἀλλὰ καὶ τὸ τούτου πολύ χαλεπώτερον· ἀστέρων γὰρ σχηματισμοῖς καὶ κινή σεσι τὸν πάντων ἔχων κτίστην δουλεύοντα παράγειν ἡμᾶς ἐφρόνει πρὸς γένεσιν. Τοσαύτην γὰρ ἡμᾶς οἱ ἀστρομανεῖς παρασχεῖν τὴν ἰσχὺν ἐπειράθησαν, ὡς μὴ μόνον ἀνθρώπων καὶ πάντων κρατεῖν τῶν ἐπὶ γῆς, οἱ καὶ τῶν ἀστέρων ὄντες ἀναισθητότεροι· ἀλλὰ καὶ Θεοῦ τοῦ τὸ πᾶν σχεδιάσαντος, καὶ μόνῳ κελεύσματι πρὸς τὸ εἶναι τὸ μὴ ὂν παρενέγκαντος. Αλλ' οἱ μὲν τῆς μανίας ταύτης εὑρεται και προ στάται γενόμενοι, οὐκ εἰς μακρὰν τῆς οἰκείας ἀθεΐας τὴν δίκην εὑρήσουσιν, καὶ τοσοῦτον δριμυτέραν καὶ μείζονα, ὅσον καὶ τῶν ἑπομένων αὐτοῖς τὸ πλῆθος ἐκτείνεται. Τούτων γὰρ αἱ ἁμαρτίαι ὑπάρχουσι πρό δηλοι, καὶ τούτοις ἐπακολουθεῖν, κατὰ τὸν θεῖον ᾿Από στολον, εἰκότως ἂν λέγοιντο, διὰ τὴν προφανὴ τῶν
col. 3503–3504page 41 of 127
PG 87:3503ἔπο, ένων ἀπώλειαν. Οὐ μόνον γὰρ ἀθεΐας καθηγηταὶ τοῖς ἀθλίοις γεγόνασιν, ἀλλὰ καὶ τοῦ πλημμελεῖν καταθυμίως διδάσκαλοι· μήτε Θεὸν ἐφεστῶτα τους πράγμασιν λέγοντες, μήτε δίκην εἶναι τῶν πραττομένων παρέχοντες, μήτε μὴν οἴκοθεν δρᾷν τὰ κατὰ γνώμην ἡμετέραν γιγνόμενα, ἀλλὰ κατ᾿ ἀστρών βούλησίν τε καὶ κίνησιν φράζοντες, καὶ ὡς ὁ ταύτης σχηματισμὸς ἀναγκάσειεν. Καὶ πυρὶ μὴ σβεννυμένῳ, μηδὲ τελευτῶντι τὸ σύνολον σκώληκι, τὸν ἑαυτὸν ποιητὴν καὶ τοῦδε τοῦ παντὸς γενεσιουργόν παιδευθήσονται· ἐπειδὴ τοῦτον ἐνταῦθα ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως θεωρεῖν οὐκ ἠθέλησαν· οὔτε τὸν ὀφθαλμοῖς ἀνθρώπων ἀόρατον, τὸν ἀπὸ κτίσεως κόσμου τοῖς οἰκήμασι καθορώμενον καὶ νοούμενον, καθορᾶν καὶ νοεῖν ἐπεθύμησαν· ἀλλ' ἐσκο τίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρά τὸν Κτίσαντα. Νεμεσίων δ' ὁ ταύτης ἡμῖν τῆς διηγήσεως αίτιος (ἐπ' αὐτὸν γὰρ πάλιν τρέψω τὸν κάλαμον), ἐν Χρι στιανοῖς, φησίν, ἀριθμούμενος, καὶ τοῖς τὴν εἱμαρμένην εἰσάγουσιν ἀλογίστως ἑπόμενος, ἐντεῦθεν τῆς αὐτοῖς ἑτοιμασθείσης ἐπειρᾶτο κολάσεως· καὶ τοὺς ὀφθαλμοὺς εἰκότως ἀφαιρεῖται τοῦ σώματος, δι' ὧν κακῶς τὰ κατ' οὐρανὸν ἀπεσκόπευσε, καὶ περιέργως ἑώρα τοῦ χοροῦ τῶν ἀστέρων τὴν κίνησιν, λήθην λα βὼν τοῦ βαπτίσματος, καὶ πάντων ὧν ἐκεῖ τῷ Χρι στῷ συνετέτακτο. Παθὼν δὲ τῶν ὀμμάτων τὴν πί ρωσιν, ἐμαρτύρησεν εὐθὺς τῇ Γραφῇ τὴν ἀλήθειαν, δι' αὐτῶν ὧν ἡμάρτανε κολαζόμενος. Αγνοήσας δὲ τῆς ἀβλεψίας τὸ αἴτιον, καὶ ὡς μάστιξ ἦν καὶ δεσμὸς ἀδίκου θεωρίας αὐτὸν τιμωρουμένη καὶ εἴργουσα Ιατρῶν ἐπιλογὴν ἐπεδείκνυτο, τοὺς τούτων ἀγαθοὺς επαγγελίᾳ μισθῶν ἀγαθῶν ἀφελκόμενος. 'Αλλ' οὐδὲν ἐκ τῆς περὶ τούτους αὐτῷ σπουδῆς περιγέγονε τυ φλος γὰρ οὐχ ἧττον διέμεινεν, καὶ τούτων συχνούς τοὺς ὁρμαθοὺς προσδεχόμενος. Καίτοι τούτων οὐδὲν ἔδει ποιεῖν τὸν εἰμαρμένην ἀναιδῶς δογματίζοντα, καὶ πάντων αὐτὴν ἀναγκαστικὴν καὶ προάγγελον τῶν γινομένων δοξάζοντα. Εἰ μὲν γὰρ ἀκριβῶς ἐκ τῆς περὶ ταύτην ἐπιστήμης ἠπίστατο ὡς πάντως ῥωσθήσεται, καὶ ταύτην πάλιν θεάσοιτο, καὶ τὴν ἀστρώαν αὖθις όψοιτο κίνησιν, οὐκ ἐχρῆν ἰατρούς προσλαμβάνεσθαι, καὶ τὴν ῥῶσιν αὐτῷ δημιουργήσειν ὀφείλοντας, ἀλλ' ἀναμένειν ταύτης τὸ θέσπισμα καὶ χωρὶς ἰατρῶν ἀφικνούμενον. ἀπαράβατα γὰρ αὐτοῖς τὰ τῆς εἰμαρμένης βροντᾷ τὰ κομψεύματα, καὶ βουλομένων πάντως ἐκβαίνοντα. Ε: « τὴν ῥῶσιν αὐτῷ μηδαμῶς προσηγόρευσεν, ἀλλὰ καὶ παντελῶς ἀπεφήνατο, τί τοὺς ᾿Ασκληπιάδας συν ήθροιζε, καὶ δι' αὐτῶν ἐπολέμει την γένεσιν; εἰδὼς ὡς πρὸς αὐτῆς νικηθήσεται, κἂν τὸν Ἀσκληπιὸν αὐτ τὸν ἐπιφέροιτο σύμμαχον. ᾿Αλλὰ πρόδηλος ἦν ἐλπίδα ῥώσεως ἐκ τῶν ἰατρῶν [ ἀστέρων εἰσδεξάμενος, εἰ καὶ περὶ τὴν κλήσιν τῶν ἰατρῶν ἀπεσφάλλετο, ταχύτερον τάχα ἢ προστεθέσπιστο τὰς Όψεις ἀναλαβεῖν ἐρεγόμενος.
col. 3505–3506page 42 of 127
PG 87:3505ὡς δὲ πολὺν εἰς αὐτοὺς καιρὸν καὶ μισθὸν ἐδαπάνησεν, καὶ οὔτε πρὸς αὐτῶν ὠφέλειαν τὴν οἰανουν ἐκομίζετο, οὔτε τῆς ειμαρμένης ἐπληροῦτο τὸ πρόσ ταγμα, πρὸς Κῦρον ἐλθεῖν καὶ Ἰωάννην τοὺς μάρ τυρας ἔκρινε, δι᾿ αὐτῶν ἴσως αἰηθεὶς ταύτης τελεῖσθαι τὸ θέσπισμα. Αλλ' ὤφθη κανταῦθα πλανώμενος, καὶ σὺν αὐτῷ πλανώμενα τὰ τῶν μοιρῶν ἄκλωστα νήματα. Γεγονώς γὰρ κατὰ τὸ τέμενος, τοὺς ἁγίους ἴσως ἱκέτευε, τοὺς ὀφθαλμοὺς αὐτῷ χαρίσασθαι βλέ ποντας, καὶ τῆς εἰμαρμένης πληρῶσαι τὸ θέσπισμα, ἵνα ταύτῃ τὴν ῥῶσιν τῶν ὀμμάτων ἀνάθηται, ἀγνω μονήτας τοὺς ταύτην ἐνεργήσαντας μάρτυρας· ὅπερ ἂν διαπράξατο, εἰ τὴν αἴτησιν ἦν κομισάμενος. Οι δὲ μάρτυρες τοιοῦτο μὲν οὐδὲν ὧν ὁ Νεμεσίων ἤθελεν ἔδρασαν· πλῆξαι δὲ θέλοντες τὸν ἀνόητον καὶ δεῖξαι τῆς ἀπιστίας καὶ τῆς πίστεως τὸ διάφορον, τοιοῦτό τι διαπράττονται. Φωτεινός τις τῶν λίαν εὐτελῶν ὃς τὰς ἐπώρας πρὸ τοῦ νεὼ τῶν ἁγίων τριῶν παίδων ἐπίπρασκς, τῶν σωματικῶν ὀφθαλμῶν ἀπολέσας τὴν ἄρασιν κατ' ἐκεῖνο καιροῦ Κύρῳ καὶ Ἰωάννῃ τοῖς ἁγίοις προσήδρευε, ταύτην ἀναλαβεῖν διὰ τῆς αὐτῶν ὀρεγόμενο; χάριτος. Τούτῳ καθ᾽ ὕπνους ὀφθέντες οἱ μάρτυρες, *Απιθι, φασί, πρὸς Νεμεσίωνα, καὶ μόνον σου τὰς χεῖ μας ἐπιθήσει τοῖς ὄμμασιν, καὶ τὴν ῥῶσιν εὐθέως κομίσει, καὶ τὸ φῶς θεάσει τοῦ πάλαι λαμπρότερον. Ὁ δὲ τοῦτο πρὸς τῶν ἁγίων πυθόμενος, εἰς προΰπτον εἰπεῖν ἐδεδίει τὸν ἄνθρωπον, τῆς ἀξίας ἐννοῶν τὸ ὑπέρογκον, καὶ τοῦ πλούτου τὴν ὑπεροψίαν σταθμώμενος. ὡς δὲ καὶ δὶς καὶ τρὶς τοῦτο δρᾷν τοὺς ἁγίους 13: κελεύοντας, τισὶ τῶν ἀνὰ τὸν νεὼν τὴ φανὲν εἰς πεῖν ἀπετόλμησε. Οἱ δὲ πρὸς Κῦρον τὸν δικολόγου γενόμενοι, τὸν σοφὸν ὁμοῦ καὶ φιλόχριστον, τότε τῷ τῶν ἁγίων σηκῷ διατρίβοντα, τὸν καὶ ταῦτα ἡμῖν ἀπαγγείλαντα, τὸ τῷ Φωτεινῷ φανὲν ἀπαγγέλλουσιν. ὺς πρὸς τὸν ἄνδρα σπουδαίως γενόμενος, τὴν τῶν ἁγίων ἐμήνυσε κέλευσιν· καὶ ταύτην πληρούν πολύ τοῖς χρησάμενος πέπεικε ρήμασιν, ἑαυτὸν ἁμαρτωλὸν ονομάζων, καὶ πρὸς τοιαύτης πράξεως ἐγχείρησιν δυσχεραίνοντα. Ελθὼν οὖν ὁ Νεμεαίων καὶ τῶν ἁγίων στὰς πρὸ τοῦ μνήματος, καὶ πολλὰ μετὰ δακρύων εὐξάμενος, τῆς τε σοροῦ τῶν λειψάνων, καὶ τῆς μήλης τῶν ἁγίων ἀψάμενος, οὕτω τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς Φω τεινοῦ παρόντος ἐπέθηκεν. Ὁ δὲ τῆς ἀφῆς τῶν ἐκεί του χειρῶν μόνον ὡς ᾔσθετο, εὐθέως ἀνέβλεψεν, καὶ πάντας μὲν πρὸς αἶνον ἐκίνησεν, Νεμεσίωνα δὲ καὶ πρὸς πλείονα δάκρυα μηδὲν ὠφελοῦντα τὸν κλαίοντα, ἐπειδὴ μὴ καὶ τὴν γνώμην μετέβαλεν. "Οθεν Νεμεσίων μὲν εἰκότως Ησαίου τοῦ προφήτου πρὸς αὐτὸν ὀνειδιστικώτερον ἤκουε λέγοντος· Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλε: ἔρχεσθαι ἐπὶ σέ. Φωτεινὸς δὲ τοῦ Σωτῆρος βοῶντος καὶ πρὸς αὐτὸν ἐπυνθάνετο. «Πορεύου εἰς εἰρήνην, ἡ πίστις σου σέσωκέν σε. ο Φωτεινὸς μὲν οὖν τὰς εὐχαριστίας Θεῷ προσνείμας καὶ μάρτυσι, χαίρων ἀπώχετο. Νεμεσίων δὲ τάχα μὴ βλαβεὶς ἐκ τοῦ θαύματος, μέρος τι του τοίχου πλησίον του μνήματος μαρμάρους εκόσμησεν,
col. 3507–3508page 43 of 127
PG 87:3507Χριστὸν ἐν ταύταις καὶ Ἰωάννην τὸν Βαπτιστήν το καὶ πρόδρομον καὶ Κῦρον τυπώσας τὸν μάρτυρα, καὶ ἑαυτὸν τὴν ἐπὶ τούτῳ χάριν κηρύττοντα. Ἡμεῖς δὲ τὰ κατ' αὐτοὺς ἀφηγησάμενοι, καὶ τῶν ἁγίων τὸ δυνατὸν ὁμοῦ καὶ χαρίεν μηνύσαντες, καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἀνυμνήσαντες, ἐπ' ἄλλας αὐτῶν θαυ μασιωτάτας διηγήσεις προΐωμεν. ΚΘ'. Περί ᾿Αθανασίας απιστούσης εἰς τοὺς ἁγίους Κύρον καὶ Ἰωάννην τους μάρτυρας. Εἰρηκότες ἐν τοῖς προλαβοῦσι μεμνήμεθα ὡς δύο ἢ καὶ τρία διηγήματα γράψωμεν, δι᾿ ὧν καὶ τὸ σύν τονον καὶ στυπτικὸν τῶν ἁγίων γνωσθήσεται, πρὸς τὴν τῶν ῥαθυμοτέρων ὠφέλειαν, καὶ τὴν τῶν σπουδαιοτέρων ἀσφάλειαν, ὅπως ἑκάτεροι μάθοιεν, ὡς οὐ μόνον εὐεργετείν τοὺς ἀρίστοὺς ἐπιστάμενοι, ἀλλὰ καὶ κολάζειν τοὺς χείρονας, κάν τούτῳ Χριστὸν τὸν ἑαυτῶν Δεσπότην μιμούμενοι, τὸν πᾶσι μὲν τὴν ἑαυ τοῦ βασιλείαν ἁπλώσαντα, οὗ πᾶσι δὲ ταύτην ἁπλῶς παρεχόμενον· ἀλλὰ ταύτην μὲν τοῖς ὑπακούουσιν αὐτ τοῦ τῷ κηρύγματι, καὶ τὴν πίστιν ἔργῳ καὶ τὰς ἐν τολὰς αὐτοῦ διανύουσι· τοῖς δὲ μὴ τοιούτοις, ἀκοί μητον σκώληκα καὶ γέενναν αιώνιον, καὶ σκότος ἐξώ τερον· καὶ πρὸς μὲν τοὺς δεξιούς· «Δεῦτε, κληρονομήσατε,» λέγοντα· πρὸς δὲ τοὺς ἀριστερούς· «Απέλα θετε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον, κράζοντα· καὶ διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς πάντας ὁμοίως φθεγ ξάμενον· «Εάν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα, φησὶν, Κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα. Μη δεὶς οὖν ὡς αὐστηροὺς τοὺς ἁγίους μωμήσηται, μηδ' ἀπηνεῖς καὶ σκληροὺς ὑποπτεύσειεν, οἱ τοῦ δεσπόζοντος ἀκολουθοῦντες τοῖς ἴχνεσιν εὐεργετοῦσι μὲν τοὺς ἐχέφρονας, τιμωρούνται δὲ τοὺς ἀλάστορας· καὶ τοῦτο γὰρ πρὸς ὠφέλειαν, ὡς ὁ κοινὸς πάντων διδά σκαλος, πράττουσιν, εἰ συνειδεῖν δυνηθείεν καὶ μετά νοιαν ἀγαθὴν ἐπιδείξασθαι οἱ τὰς αὐτῶν ὑπομένοντες μάστιγας· ὡς δείξουσι σὺν Θεῷ τὰ λεγόμενα, ὅτι τοὺς μὲν μεταγνόντας ηλέησαν, τοὺς δὲ μὴ μετα γνόντας ἀπώλεσαν· οὐ γὰρ ἦσαν ἀπανθρωπίας μας θηταὶ καὶ γεννήματα, ὡς τοὺς μετανοοῦντας μὴ δέ χεσθαι, ἀλλὰ φιλανθρωπίας υἱοὶ καὶ βλαστήματα γνήσια. Ἡκέτω τοίνυν εἰς μέσον Αθανασία τὸ γύναιον, καὶ μαρτυρείτω πρώτη τῶν μαρτύρων τὸ κολαστικὸν πρὸς τοὺς πταίοντας, καὶ τὸ πρὸς τοὺς μετανοοῦντας εὐεργετικὸν καὶ φιλάνθρωπον. Αὕτη τῶν ἐν ᾿Αλεξανδρείᾳ διαφανῶν εὐφημίζετο· Μαρκελλίνου γυνή γὰρ ἐτύγχανεν, οὗ πρὸ βραχέως ἐμνήσθημεν, ὅτε τῆς Ἰουλιανῆς τὴν ῥῶσιν ἐγράψομεν· καὶ πλούτῳ γηΐνῳ διέπρεπεν, καὶ γονέων ἐστεφανοῦτο λαμπρότητι· Εν τούτοις δὲ πᾶσι τοῖς κοσμικοῖς σεμνυνομένη χαρίσμασιν, κατά ψυχήν χαλεπῶς ἐσκοτίζετο, τὴν εἰς Κῦρον καὶ Ἰωάννην πίστιν οὐκ ἔχουσα· ὅθεν αὐτοὺς ἐκωμ είναι συχνότερον, καὶ μὴ εἶναι μάρτυρας ἔλεγεν,
col. 3509–3510page 44 of 127
PG 87:3509μηδὲ διὰ Χριστὸν ἠθληκέναι ἢ παθεῖν ἀπεφήνατο, τῆς ἐσχάτης ἐστὶν ἀθλιότητος. Είτε δὲ πλάνῃ τινί κρατουμένη καὶ φάσμασιν Ἑλληνικοῖς ὑποκλίνουσα, οὕτω τοὺς ἁγίους διέσυρεν, εἴτε δὲ φρενὸς καὶ καρδίας ἁπλότητι, διὰ τὸ μὴ φέρει σθαι γραφὴν τὴν ὑπὲρ Χριστοῦ καὶ τὴν μαρτυρίαν ἡμῖν ἀπαγγέλλουσαν, μόνην δὲ τοῦτο βοἂν τοῦ Κυ ρίλλου τοῦ θείου θεόπνευστον σάλπιγγα λέγειν οὐ δύναμαι· πλὴν ἑκάτερον ἀσεβὲς καὶ ἀπαίδευτον. Εἰ μὲν γὰρ κατὰ τρόπον τὸν πρότερον ἐδυσφήμει τους μάρτυρας, πρόδηλον ὡς δυσσεβείας τοῦτο καὶ πλά νης ἐπίμεστον· εἰ δὲ κατὰ τὸν δεύτερον, ὃν ὑποπτεύομεν, τιμωρίας αξία καὶ μέμψεως. Εἰ γὰρ μό νους σχοίημεν μάρτυρας οὓς ἐν ὑπομνήμασιν ἔχομεν, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν, ὀλίγους αὐτοῦ τῶν παθῶν κοινωνούς ποιησάμενος· ὀλίγοι γὰρ οὗτοι πάνυ τυγχάνουσιν· ἐν κινδύνοις δὲ καὶ ἡμεῖς γενη σήμεθα, μὴ μυριάσι μαρτύρων φρουρούμενοι, καὶ ταῖς οἰκείων αἱμάτων προσχύσεσι, ὑπὲρ ἡμῶν τὸν Χριστόν πρεσβεύοντας ἔχοντες. Εἰ γὰρ καὶ μηδόλως εἰσὶν ὑπομνήματα, ἵνα καὶ τὴν Κυρίλλου παρήσω διάλεξιν τὸ πᾶν ἀρκοῦσαν πιστώσασθαι, τὰ τοὺς ἀγῶ νας τῶν ἁγίων κηρύττοντα, καὶ τὴν κλῆσιν αὐτῶν ὑποφαίνοντα, τὸ πλῆθος ἐχρῆν τῶν δυνάμεων τῶν δι' αὐτῶν ἀδιαλείπτως γινόμενον, παρασχεῖν αὐτοῖς μαρ τύξων ὑπόληψιν. Εἰ γὰρ ἔργα μαρτύρων οὐ πράτ τουσιν, καὶ χαρίσματα δυνάμεων οὐκ εἰλήφασιν, δι' ὧν τοὺς ἀσθενοῦντας ῥωννύουσιν, εἰ καὶ ἡμῖν οὐ δοκεῖ (οὔτε γὰρ ταύτης τῆς δόξης υπάρχομεν), πλὴν παρ' αὐτοῖς μη λεγέσθωσαν μάρτυρες· εἰ δὲ καὶ μαρτύρων πλεῖον ἐνεργοῦσι τεράστια, τίνι λόγῳ μὴ λέγονται μάρτυρες; Καὶ μάλιστα τοῦ Σωτῆρος εἰπόντος πρὸς Ιουδαίους τοὺς εἰς αὐτὸν μὴ πιστεύοντας· «Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μή πιστεύετέ μοι· εἰ δὲ ποιῶ τὰ ἔργα, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιο στεύετε· ν καὶ δεδωκότος ἡμῖν ἁπλανῆ καὶ βεβαίαν διάνοιαν καὶ μηδέποτε ψευδομένην διάκρισιν, ἀπὸ τῶν ἔργων τοὺς ἐνεργοῦντας στοχάζεσθαι. ο 'Απὸ γὰρ τῶν ἔργων αὐτῶν, φησίν, ἐπιγνώσεσθε αὐτούς· καὶ ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» Εύηθες δὲ τοῦτο καθέστηκεν· εἰ ὁ τυφλὸς μὲν ἰχθεὶς τούτων οὐκ ἀκούσας ἐπέγνω τὸν Κύριον, καὶ Θεοῦ τὴν ἐνέρ. γειαν ἤκουσεν. «Εἰ μὴ γὰρ ἦν οὗτος φησίν, ἀπὸ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.» Ἡμεῖς δὲ τούτων καθ' ὥραν ἀκούοντες τοὺς τυφλοὺς ἡμᾶς ἔσεσθαι μέλλοντας 06 ραπεύσαντος, καὶ τοσαύτας ἡμῖν εὐεργεσίας δωρουμένου μὴ γνοίημεν; Τί γάρ ἐστιν ὁ ὁρῶσι μὲν καὶ πράττουσι μάρτυρες, ἀδυνατοῦσι δὲ τοῦτο Κῦρος και Ἰωάννης ἐργάσασθαι; Οὐδέν. Εἰ δέ τις δειξάτω προσ ελθών, καὶ τὴν ἀπολογίαν ὑφέξομεν· πλεῖον γάρ τι λέγειν οὐκ ἔχομεν, ὡς ὁρῶσιν οὗτοί τινα ἃ μὴ ὁρῶ
col. 3511–3512page 45 of 127
PG 87:3511σιν ἕτερος μάρτυρες. Ομοίως, γὰρ ἅπαντας τους μάρτυρας σέβομεν, καὶ τοὺς θαύματα πράττοντας, καὶ τοὺς οὐ πράττοντας θαύματα· καὶ λέγειν ὑπὲρ ἁγίων οὐ καταλέγειν ἁγίων σπουδάζομεν. Ἡμεῖς μὲν οὖν οὕτω περὶ Κύρου καὶ Ἰωάννου τῶν ἁγίων μας τύρων καὶ τοῦ λοιποῦ τῶν ἁγίων μαρτύρων στρατεύματος ἔχοιμέν τε καὶ ἕξομεν, καὶ πάντας οὕτω τοὺς ἐν πίστει προλάμποντας, φρονεῖν περὶ αὐτῶν καὶ πιστεύειν προτρέπομεν. ᾿Αθανασία δὲ περὶ ἧς ὁ λόγος γεγένηται, οὐχ οὕτως τοὺς μάρτυρας σέβουσα, πρὸς δυσφημίας δεινάς ἐξετρέπετο, πυκνότερον αὐτοὺς θεατρίζουσα, καὶ ἐν συντυχίαις ἀεὶ διαβάλλουσα· καὶ μὴ μόνον αὐτὴ μὴ λέγουσα μάρτυρας, ἀλλὰ καὶ τοὺς λέγειν ἐθέλοντας εἴργουσα. Ἐπεὶ οὗν ταύτης ἦν Ἀθανασία τῆς ὑπο λήψεως, καὶ δόξαν τοιαύτην εἰς Κῦρον καὶ Ἰωάννην τοὺς ἁγίους ἐκέκτητο, καὶ πεῖραν ἔδει λαβεῖν τῆς τούτων δριμυτέρας παιδεύσεως, ἵνα μὴ μείναι διηνεκῶς ἁμαρτάνουσα, ἀλλὰ μαθοῦτα σαφῶς τὴν ἀλή θεια», τηλικαύτης μανίας ἐκφύγο: τὸν θάνατον οὕτω φιλανθρωπία μαρτύρων τῶν πρὸς αὐτὴν δυσφημουμένων παιδεύεται. Ἐν μιᾷ τῶν ἡμερῶν ἐν ἔσω τοιαῦτά τισι κατὰ τὸν οἶκον αὐτῆς διελέγετο, καὶ τοὺς ἁγίου; ἀσέμνως γελῶσα διέπαιζε, ψύλλα μία χαμόθεν πηδήσασα, ὡς τῶν ἁγίων ὑπερμαχούσα, δά κνει σφοδρᾶς αὐτῆς τὸν ἀστράγαλον· ἣν ἡ γυνή και τασχεῖν κατανεύσασα, ἔμεινεν εὐθὺς ἐπὶ σχήματος, ἄνω νεῦσαι τὸ λοιπὸν οὐκ Ισχύουσα, οὔτε τὴν ὄρθιον δύναμιν ἢ διάπλασιν ἥτις μόνων ἀνθρώπων ιδία καθέστηκεν ἐπιδείξασθαι. ᾿Αλόγως γὰρ εἰς τοὺς μέρο τυρας ἁμαρτάνουσα, ἀλόγων αὐτὴν διὰ τῆς εἰς τὰ κάτω νεύσεως σωφρονίζουσι σχήματι. Εγένετο δὲ οὐκ ἀναλγήτως ἡ βάσανος, ἀλλ' ἔσχεν οδύνην τηλικαύτης τιμωρίας ἀκόλουθον· ὑφ᾽ ἧς μαστιζομένη σφοδρότατα πολυκλαύστεις φωναῖς τὰς κεκρυμμένας ἀλγη δόνας ὑπέφαινεν· ὧν ἀγνοοῦσα τὸ αἴτιον (καὶ τοῦτο γὰρ τῷ πλήθει τῆς δυσφημίας εκέρδαινεν), καὶ δια δράναι ποθοῦσα τὸν κίνδυνον, ὁρμαθοὺς ἰατρῶν μετα εστέλλετο. Οἱ δὲ προθύμως συνέῤῥεον, ἀδροτέρων μισθῶν προσδοκίαις γαυρούμενοι· ἀλλὰ ταύτης ἀπὸ έπιπτον, ἀγνοοῦντες τοῦ πάθους τὸ αἴτιον, καὶ τί ποιεῖν οὐ γινώσκοντες. Οτε δὲ δεόντως αὐτήν, μᾶλλον δὲ φιλανθρώπως οἱ μάρτυρες ἔτυψαν, καὶ γνῶναι αὐτῶν ταῖς κολάσεσι τὴν ἀλκὴν παρεσκεύασαν, φαίνονται καθ᾽ ὕπνον αὐτῇ παριστάμενοι, και προτέροις ρήμασι λέγοντες· Ἐλθε πρὸς ἡμᾶς (εἰς οἶκον γὰρ ὑπῆρχε τὸν ἴδιον), καὶ τὴν ῥῶσιν ἡμεῖς σοι δωρούμεθα· 'Η δὲ, Τίνες γὰρ ὑμεῖς, πρὸς αὐτοὺς ἀπεκρίνατο, ὅτι τοσούτων ἰατρῶν πλεῖον ἰσχύετε; Οἱ δὲ, Ἡμεῖς, φασίν, ὦ γύναι, τυγχάνομεν Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οἱ ἀεὶ παρὰ σοῦ κωμωδούμενοι· ἀλλ' εἰ μετά πίστεως εἰς οἶκον ἔλθοις ἡμέτερον, ἡμετέρου θα τον πειραθήσει δωρήματος, ὥσπερ ἐπειράθης και μάστιγος. Καὶ ταῦτα μὲν οἱ μάρτυρες εἰπόντες ἀπώχοντο· ἡ δὲ τὸν ὕπνον εὐθέως ἑάταση, Κύρον ἐπεδία τὸν ἅγιον καὶ Ἰωάννην τὸν Κύρου συμμάρτυρα, οὓς πρὸ βραχέως ἐτώθαζεν, καὶ πρὸς τούτους ἐλθεῖν κατεπείγετο, ή πρό μικροῦ τοὺς πρὸς αὐτοὺς ἔρχομένους ὑβρίζοντα.
col. 3513–3514page 46 of 127
PG 87:3513Αλλ' ἄρα πρὸς αὐτοὺς ἐλθοῦσα τῆς ἐλπίδος ἀφ η παρτεν; Οὐδαμῶς· πῶς γὰρ οἷόν τε ἦν τοὺς μάρ τυρας ψεύσασθαι, μιμητὰς τοῦ Σωτῆρος τυγχάνοντας; Οι δεῖξαι τῷ γυναίῳ θελήσαντες τὴν ἀνυπέρβλητον αὐτῶν καὶ ἀνέφικτον δύναμιν, καὶ τὸ τῶν μαρτυρικῶν χαρισμάτων ὑπέρογκον, ὀξυτέραν τῆς μάστιγος τὴν ῥῶσιν εἰργάσαντο ταμιευσάμενοι γύρ ἕως οὗ πρὸς αὐτοὺς παρεγένετο, ἅμα δὲ τὸν ἱερὸν ἐκεῖνον αὐτὴ βατῆρα τοῦ τεμένους ἐπάτησεν, τῆς συνεχούσης εὐθὺς ἀπηλλάττετο μάστιγος· καὶ τὸ κάτω νεύειν ἐκεῖσε προσρέψασα, ὀρθίῳ τῷ σχήματι τὸ μαρτύριον ὤδευεν· καὶ κατὰ φύσιν βαδίζουσα, χαριστηρίου, φωνὰς τῆς τε παιδείας τῆς τε θερα πείας τοῖς ἁγίοις προσέφερεν. Οθεν τῆς ἐφ' ἑκάτερα τούτων πειραθεῖσα δυνάμεως, θεραπεία; λέγω καὶ μάστιγος, τῶν οὐ πειραθέντων πλέον αὐτοὺς ἐτίμα καὶ ἔσεβεν· καὶ οὐ μόνον μάρτυρας τούτους ἐκήρυτα τιν, ἀλλὰ καὶ τὰ πρῶτα φέρειν ἐν μάρτυσιν ἔλεγεν. Ἐντεῦθεν πολλοῖς αὐτοὺς δάκρυσιν ἐμειλίξατο, καὶ πολλαῖς καὶ πλουσίαις προσφοραῖς ἐθεράπευε, τῆς προτέρας ὕβρεως ἕνεκα, καὶ τῆς ὑστέρας πρὸς αὐτοὺς ἀγαπήσεως. Καὶ οὕτω μὲν ᾿Αθανασία τῆς παιδείας ἀπώνατο, καὶ τὴν προτέραν ἀπείληφε τῇ μεταγνώσει παράνοιαν, τὰ πρέποντα περὶ τῶν ἁγίων φρονήσασα. Ἡμεῖς δὲ τούτους ἀεὶ τιμῶντες καὶ σέβοντες, καὶ ὡς ἁγίους γεραίροντες μάρτυρας, καὶ τοῖς ὑπὲρ Χρι στοῦ πεπονθόσι συντάττοντες, ἀξίως καὶ νῦν εὐφη μήσαντες, ἄλλην διήγησιν γράψωμεν, δι' ἧς αὐτῶν καὶ τὸ στυπτικὸν καὶ τὸ εὔσπλαγχνον παραπλησίως γνωσθήσεται, δ πάντας εὐεργετεί γιγνωσκόμενον τοὺς μὴ παρέργως τῶν λεγομένων ἀκούοντας. Α'. Περὶ Γεσίου τοῦ ἱατροσοφιστοῦ. Πάρεστι νῦν καὶ ὁ Γέσιος οὐ τεχνολογῶν τῶν ἁγίων τὰ φάρμακα, καὶ θεραπεύειν τοὺς πάσχοντας κατὰ θεσμὸν αὐτοὺς ἰατρικὸν βρενθυνόμενος, ἀλλὰ νησῶν καὶ σφοδρῶς ἐδυνώμενος, καὶ τῆς θείας μετ τασχεῖν δωρεᾶς ὀρεγόμενος, ἧς ἀπολαύσας ἁδρότερον καὶ θεόθεν ἰᾶσθαι μαρτυρήσας τοὺς μάρτυρας, μηδὲν εἶναι τῶν ἰατρῶν τὰ κομψεύματα πρὸς τὴν τῶν ἁγίων ἀλκὴν ἀπεφήνατο. Λέξωμεν τοίνυν αὐτ τοῦ τὴν ἀσθένειαν, καὶ τῆς ἀσθενείας τὸ αἴτιον, καὶ τὸ ταύτης χαριέστατον φάρμακον, κἂν εἰ αὐτὸς εἰς ἔτι καὶ νῦν ἐπαισχύνεται, καὶ φανεροῦσθαι πᾶσιν οὐ βούλεται γράμμασιν. Σοφιστής ὁ Γέσιος ὑπῆρχε σου φώτατος, οὐ λόγους ῥητορικοὺς ἐξηγούμενος, καὶ διὰ τοῦτο φορῶν τὸ τριβώνιον, ἀλλὰ τέχνης ἰατρικῆς προϊστάμενος, καὶ ταύτης σὺν ἀκριβείς διδάσκαλος τοῖς μανθάνουσι κατ' ἐκεῖνο καιροῦ γνωριζόμενος. Οὗτος ὁ σοφὸς ἐν λόγοις αἱρόμενος, καὶ καλλίστοις ἱατροῖς Ιατρός φημιζόμενος, Ελληνικῆς οὐκ ἦν ὁ τρισάθλιος δεισιδαιμονίας ἐλεύθερος, ὡς ἔλεγον οἱ σαφῶς τὰ κατ' αὐτὸν ἐπιστάμενοι, καὶ τὸ ἀκούσιον αὐτῶν ἐθριάμβευε βάπτισμα, ὅπερ ἀπειλὴν φοβηθείς βασιλικὴν ἐβαπτίσατο· καὶ τοῦ θείου λουτῆρος ἀνιών, τὸ Ομηρικὸν ἐκεῖνο δυσσεβῶς ἀπεφθέγξατο Αίας δ' ἐξαπόλωλεν, ἐπεὶ πίεν ἀλμυρὸν ὕδωρ. Ταύτην οὖν καὶ μυηθεὶς τὰ θειότατα, κρύπτων παρ' ἑαυτῷ τὴν δυσσέβειαν, ἐκωμῳδει μὲν ἀεὶ Χρι
col. 3515–3516page 47 of 127
PG 87:3515στιανούς, ὡς τὸν Χριστὸν ἀλογώτατα σέβοντας, καὶ τοῖς ἐνθέοις αὐτοῦ νόμοις δουλεύοντας, άλλα τε πολλά βδελυρῶς ἐρευγόμενος, κἀκ τοῦ πονηροῦ τῆς καρ δίας θησαυροῦ τὰ πονηρὰ προφερόμενος βήματ ἀπὸ γὰρ τοῦ τῆς καρδίας ἀληθῶς περισσεύματος, το στόμα λαλεῖ τε καὶ φθέγγεται, Εκωμώδει δὲ καὶ Κῦρον καὶ Ἰωάννην τους μάρτυρας ὡς ἐκ τέχνης Ιατρικῆς θεραπεύοντας τὰ τῶν ἀνθρώπων νοσήματα, καὶ οὐκ ἐκ θείας τινὸς καὶ ὑπερτάτης δυνάμεως. Πυνθανόμενος γὰρ τὰ τοῖς ἀσθενοῦσι πρὸς αὐτῶν προσταττόμενα φάρμακα, & καὶ ἡμεῖς μερικῶς ἀν εγράψαμεν, ἰατρῶν εἶναι ταῦτα διδάγματα διετείνετο· καὶ τοῦτο μὲν Ιπποκράτειον ἔλεγε τὸ βοήθημα τάδε γὰρ ἐν τῷδέ φησι τῷ συγγράμματι· τοῦτο δὲ Γαλήνειον ἐβόα φάρμακον, κὰν τῷδε κεῖσθαι τῷ λόγῳ διηγγέλλετο· ἄλλο δὲ Δημοκρίτειον εἶναι, δι ηγεῖτο σαφῶς τὸ ἐπίθεμα, καὶ τὸν τόπον ἔνθα τοῦτο, φησίν, ἐμνημόνευε· καὶ ἑτέρου θάττον ἰατροῦ τὴν ἑτέραν ἀκούσας ἐκόμπαζεν ἔμπλαστρον· καὶ πάν τως τὰ πρὸς τῶν ἁγίων λεγόμενα, τινῶν ὑπάρχειν ἰατρῶν διεβεβαιοῦτο καττύματα· φυσιολογῶν ἀεὶ τὰ νοσήματα, καὶ τὰς τῶν διαδεδομένων ποιότητας, καὶ κατὰ λόγον αὐτὰ τὸν ἰατρικὴν ἐπιτάττεσθαι, καὶ τῶν παθημάτων ἐνεργεῖν τὴν καθαίρεσιν. το γ ᾿Αλλὰ τούτων αὐτοῦ τῶν φληνάφων, οὐκ ἄλλον τινὰ παριστῶσιν οἱ μάρτυρες ἔλεγχον, εἰ καὶ σαφῶς ὑπ' αὐτῶν τῶν πραγμάτων ἐλέγχονται, ἀλλ᾽ αὐτὸν τὸν παράφρονα Γέσιον, τὸν τούτων ποιητὴν καὶ γεν νήτορα. Τὰ νῶτα γὰρ ἀσθενήσας ὁ δείλαιος, καὶ σὺν ταῖς ὡμοπλάταις τοὺς ὤμους αὐτοὺς καὶ τὸν τράχηλον, ὡς ἔκ τινος θείας ὁρμῆς αὐανθέντας ἐσχηκώς καὶ πάσης ἀμοιροῦντα κινήσεως (ταῦτα γὰρ τὰ τῶν ξύλων ξηρά τε καὶ ἄναιμα ἐν τῷ ζῶντι τυγχάνοντα σώματι, ἐλάλει τότε καὶ ὑπέγραφε, καὶ τὴν ὀδύνην ἐποιεῖτο τῇ τοιαύτῃ κολάσει κατάλληλον, καὶ τοῦ πάθους ἀγνοήσας τὸ αἴτιον, ἰατρεύειν ἑαυτὸν ὁ τους ἄλλους ἰώμενος ἠγωνίζετο. Εχρῆτο γοῦν διαφέρει; ἀλείμμασιν καὶ καθαρσίοις τῶν ἀλειμμάτων ούχ ἥττεσιν, διαίτας τε πολυτρόπους διήμειός, καὶ θερα μοτέρων τροφών μετελάμβανε, ψύξιν εἶναι καὶ φλέγμα τὴν ἐν ἐκείνοις οὖσαν τοῖς τόποις οιόμενος, καὶ ταύτῃ διαφορεῖσθαι δοκῶν τὸ τῆς ἀσθενείας παρτ αίτιον. Ως δὲ πάντα τὰ τῆς τε τέχνη; πεποίηκεν, καὶ Γαληνὸς αὐτὸν καὶ Ἱπποκράτης καὶ τῶν ἄλλων 12 τρῶν ὁ ἑσμὸς ἐξεπαίδευσε, καὶ τὸ πάθος οὐδὲν ἀπὸ εμείωσε, ούτε τινὰ τριπόθητον κίνησιν τοῖς ἀκινήτοις μέλεσιν ηδυνήθη χαρίσασθαι, τοὺς κομψούς τῶν ἰπ τρῶν μεταστέλλεται, καὶ προσελθόντας, εἰπὼν τὴν ἀσθένειαν, ταύτης αὐτοὺς ἀπήσει φάρμακον. Ως ἕκαστος δὲ τὸ δόξαν ἀπήγγελλον, τελευταῖον αὐτό; ἅπαντα δεδρακέναι τὰ λεχθέντα πρὸς αὐτῶν διηγήσατο. Οἱ δὲ τούτων ἀκούσαντες, ἀρασίᾳ κατεί χοντα καὶ μόνον εὐθὺς τοῦ πάθους ἰατρὸν τὸν τῶν δίων Θεὸν ἀνηγόρευον, τὸν πλέον τι παρὰ ἀνθρώποις δυνάμενον, καὶ ὁρῶντα τὰ πᾶσιν ἀνθρώποις δρώμενα. Εἰς τοὺς ἁγίους οὖν Κῦρον καὶ Ἰωάννην εξιέναι προσέταττον, καὶ τὴν αὐτῶν ἀναμένειν ἐπίσ ε
col. 3517–3518page 48 of 127
PG 87:3517σκέψιν, καὶ τὴν ἐκ ταύτης θεραπείαν προσδέχεσθαι, ἐπειδὴ θείας αὐτοὶ μετέχουσι χάριτος, καὶ θείᾳ δυ νάμει δημιουργοῦσε τὰ θαύματα. Πρὸς οὓς, εὐθέως ὁ Γέσιος καὶ τοὺς ἁγίους ἰατρικῶς ἐνεργεῖν τὰς βάσεις ἐφθέγγετο, καὶ θεῖον οὐδὲν ἢ θαυμαστὸν ἐπι δείκνυσθαι, 8 μὴ τοῖς παλαιοῖς ἰατροῖς διηγόρευται Οἱ δὲ πρὸς τοῦτο σοφῶς ἀνθιστάμενοι, καὶ πολλά; αὐτῶν θεραπείας προσφέροντες, καὶ μυρία φάρμακα λέγοντες, καὶ τὰ τούτοις ἰαθέντα νοσήματα, τοὺς λό γους εἰπεῖν ἀπῄτουν τὸν ἄῤῥωστον. Ο δὲ καὶ λέγειν ἐθέλων οὐχ εὕρισκε, καὶ λέγων εὐθὺς πρὸς αὐτῶν ἀνετρέπετο· καὶ σιγαν ἠξίου πρὸς αὐτὸν καλῶς ἀντιλέγοντας, καὶ σιγῶν ἀκουσίως ἐπείθετο· καὶ πεισθεὶς πρὸς τοὺς μάρτυρας ἤρχετο οὐ τοσοῦτον πειθοῖ, ὅσον ἀλγηδόσι δειναῖς ἐλαυνόμενος. Ἐλθόντι δ' οὖν ὅμως αὐτῷ, καὶ ῥώσεως τυχεῖν ἱκετεύοντι, καὶ κατὰ δύναμιν λιπαροῦντι τοὺς μάρτ τυράς, νύκτωρ καθεύδοντι φαίνονται, καὶ τὸ τοῦ πάθους μηνύουσι φάρμακον, ἀκόλουθον τιμωρίαν τοῦ πάσχοντος· φάσκων γὰρ εἶναι σοφός, μᾶλλον μωρός ἢ σοφὸς ἀπεδείκνυτο. Φέρε γὰρ ὄνου σαγμα, φησίν, καὶ τοῦτο φόρησον, τοῖς ὤμοις αὐτὸ περιθέμενος καὶ τραχήλῳ καὶ νώτῳ τοῖς πάσχουσιν· καὶ μεσούσης ἡμέρας ὅλον ἡμῶν περινόστει τὸ τέμενος, μεγαλοφώνως βοῶν, ὡς Μωρός εἰμι καὶ ἀνούστατος· καὶ τοῦτο πεπραχὼς, ὡς εἰρήκαμεν, εὐθὺς εὑρήσεις τὴν τοῦ σώματος ἴασιν. Καὶ ταῦτα μὲν εἰς αὐτὸν οἱ ἅγιοι φήσαντες ᾤχοντο· ὁ δὲ στραφείς φαντασίαν εκάλει τὰ ὄραμα, καὶ οὐ Χριστοφόρων ἁγίων ἐπίταγμα· καὶ διαπτύσας ὡς φάσμα τὸ θέσπισμα, τῶν λεχθέντων οὐδὲν διεπράττετο. Πάλιν δὲ λιτανεύων τοὺς μάρτυρας, ταῦτα ποιεῖν μετά προσθήκης ἐπύθετο. Ελθόντες γὰρ πάλιν προς αὐτὸν ὡς ἐκάθευδεν, καὶ κώδωνα σὺν τῷ σάγματι μέγαν ἐκ τοῦ τραχήλου κρεμάσαι προστάττουσι· καὶ σὺν τοῖς αὐτῶν τὸν νεών διαθέειν το, Μωρός είμι, κρά ζοντα. Αλλ' ὡς καὶ ταύτην τὴν διάνοιαν ἠθέτει, τὴν κέλευσιν φάσμα καλῶν ἀνακόλουθον, τὸ σᾶγμα τεχνο λεγῶν καὶ τὸν κώδωνα μὴ δυνάμενος, μηδὲ ποίας ταῦτα τυγχάνουσι κράσεως κρι σεως], καὶ φυσικῆς καὶ ουσιώδους ποιότητος ισχύων ποιήσασθαι τὴν κατάληψιν, αὖθις ἐδέετο καὶ ἱκετείας τῷ Δεσπότῃ προσέφερεν, θεραπεῦσαι μάλ λον αὐτοῦ τὴν ἀσθένειαν, καὶ μὴ παριδεῖν αὐτὸν φάσμασιν βουκολούμενον. Οἱ δὲ θειότατοι ὄντως καὶ φιλάνθρωποι μάρτυρε, πάλιν ἐφάνησαν καὶ πά λιν ποιεῖν τὰ πρῶτα προσέταξαν, προσθέντες καὶ τὸν χαλινὸν φορεῖν ὡς τὰ ἄλογα, καὶ ὑπό τινος τῶν οἰκετῶν προβαδίζοντος έλκεσθαι κατά τρόπον αὐτὸν τῷ σάγματι καὶ τῷ κώδων: σεμνυνόμενον, καὶ τὸ, Μωρός είμι, μάλα σαφῶς ἐπιλέγοντα· οὐχ ἑαυτοὺς ταῖς προσθήκαις τοῦ τε χαλινοῦ καὶ τοῦ κώδωνος. διορθούμενοι, ἀλλὰ τοῦ σοφωτάτου Γεσίου ταύται; ἐκδηλοτέραν ποιοῦντες τὴν ἄνοιαν, καὶ αἰσχύνῃ δρι μυτέρα καὶ μείζονι μαστίζοντες αὐτοῦ τὸ ἀσύνετον. Αὐτοὶ μὲν οὖν οἱ θεσπέσιοι εἰπόντας ταῦτα πρὸς αὐτ τὴν ἀνεχώρησαν. η
col. 3519–3520page 49 of 127
PG 87:3519'Ο δὲ γενόμενος ἔξυπνος, φάσμα πάλιν εἰπεῖν ἐδε λία τὸν ὄνειρον, τῷ τρισσῷ βεβαιωθέντα τῆς ὄψεως, καὶ τοῦτο ποιεῖν ἀναγκάζετο τῆς ἀπαλλαγῆς τοῦ νοσήματος ἕνεκα, καὶ ἵνα μὴ πρὸς ὀργὴν ἀσυγχών ρητον καθ᾿ ἑαυτοῦ κινήσῃ τοὺς μάρτυρας. Το τάγμα γοῦν ἐπ᾽ ὤμους καὶ νῶτον ἀράμενος, κάν τῷ τρα χήλῳ φορέσας τὸν κώδωνα, καὶ τὸν χαλινὸν ἐνθείς τῇ κεφαλῇ καὶ τῷ στόματι, τοῦ παιδὸς ὄπισθεν εξ πετο ἀνὰ τὸ τέμενος ἄγοντος, καν τούτῳ τοὺς δια λους ἀνύοντος (δέκα δὲ ἦσαν, ὥς φασιν οἱ μετρήσαντες), το, Μωρός εἰμ: κράζων συχνότατα. Πληρώσα; οὖν τῶν ἁγίων τὴν κέλευσιν, σὺν τῷ σάγματι καὶ τὰ χαλινῷ καὶ τῷ κώδωνι, καὶ τὴν ἐπινώτειον νόσον ἀπέθετο, καὶ τὴν ῥῶσιν ἀνείληφεν, τὴν φίλην αὐτῶν τοῖς προστάγμασιν καὶ σύνδρομον τοῖς θεσπίσμασιν. Επελθούσης δὲ τῆς νυκτὸς, καὶ τὴν τῆς ἕω δεξι μένης φαιδρότητα, πάλιν Γεσίῳ καθεύδοντι οἱ θεῖος παρίστανται μάρτυρες, καὶ τὴν εἰς αὐτοὺς ἁμαρτ τίαν χαριέντως πως αὐτὸν ἀνεμίμνησκον. Ἐπειδὴ γὰρ, λέγουσι, πάντα τὰ πρὸς ἡμῶν τοῖς νοσοῦσι διδόμενα φάρμακα, τῶν πάλαι φθειρομένων ἰατρῶν εἶναι θέλεις ευρήματα, λέγε ποῦ τὰ τοῦ πάθους τοῦ σοῦ βοηθήματα Ιπποκράτης ὁ σὸς ἀνεγράψατο, ἢ Γαληνὸς ὁ παρά τον θαυμαζόμενος εἴρηκεν; ποῦ δὲ ταῦτα Δημόκριτος ἔφησεν; ἢ τῶν ἄλλων τις ᾀδομένων ἰατρῶν ἐμνημόνευσεν; Καὶ εἰ ταῦτα παρ' αὐτοῖς εὕροις λεγόμενα, καὶ περὶ τῶν ἄλλων ἀληθεύσεις φθεγγόμενος· εἰ δὲ τοιοῦτον οὐδὲν ἐκείνους λέγοντας ἀποδείξειας, για γνωσκε σαυτὸν καὶ περὶ τῶν ἄλλων ψευδόμενον. Οι μὲν οὖν ἅγιοι οὕτω τὸν Γέσιον στηλιτεύσαντες καὶ συκοφάντην ἐμφανῶς διελέγξαντες, Ελυσαν τὸ ἐν ύπνιον. Ὁ δὲ καὶ ὑπνῶν ὑπεφήνατο ἀντιλέγειν οὐδὲν ἔχων τοῖς μάρτυσιν, καὶ διυπνισθεὶς ἐξεπλήττετο, τεθη πὼς τὸν σοφώτατον ἔλεγχον. Υμνήσας δ' οὖν ὅμως τῶν ἁγίων τὴν δύναμιν, καὶ θεόθεν αὐτοὺς ὁμολογήσας ἰᾶσθαι τοὺς πάσχοντας, τοῦ τεμένους αὐτῶν ἀνεχώρησεν. Φασὶ δὲ καὶ Κοσμᾶν καὶ Δαμιανὸν τοὺς ἁγίους συνιατροὺς καὶ συμμάρτυρας τοιοῦτόν τι δια πράξασθαι, ὥσπερ καὶ τοῦ παρέτου καὶ τῆς ἀλάλου γυναικός· οὐ μὴν ἀλλὰ καὶ τὸ τῆς Ἑβραίας τῆς ἐχού σης τὸν καρκίνον ἔσω κρυπτόμενον, Κῦρος καὶ Ἰωάν νης πεπράχατι· ἅπερ πολλοὶ ὡς χθὲς γεγονότα μέμνηνται καὶ κηρύττουσιν. Ἀλλὰ ταῦτα μὲν ὡς καὶ τοῖς ἐκείνων εγγεγραμμένα θαύμασι παρεδράμομεν τὸ παρὸν δὲ τεράστιον ὡς μὴ γραφὲν ἐν αὐτοῖς ἡμεῖς ἀνεγράψαμεν. Καὶ θαυμαζέτω μηδεὶς εἰ ἀλλήλοις οἱ ἅγιοι τὰ αὐτὰ διαπράττοντες θαύματα (ἐκ μιᾶς γὰρ πηγῆς Κυρός τε καὶ Ἰωάννης, Κοσμᾶς τε καὶ Δα μιανός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀρύονται τὰ ἰάματα, καὶ ἕνα Δεσπότην έχουσί τε καὶ τιμῶσιν ἑκάτερο τὸν δι' αὐτῶν ἡμῖν τὰς θεραπείας δωρούμενον, καὶ δρῶντα τὰ πολύτροπα τέρατα· ὃν ὡς τῶν ὅλων θεόν ὄντα ὑμνήσαντες, καὶ τοὺς μάρτυρας ὡς πιστούς αὐτοῦ γεγονότας θεράποντας, ἑτέρων θαυμάτων τά; παραθέσεις ποιούμεθα. ΛΑ'. Περὶ Θεοδώρου τοῦ μετὰ τὸ κοινωνῆσαι δι νοκτυπήσαντος, καὶ παραχρῆμα της λωθέντες. Ο νεανίας Θεόδωρος ὁ τῆς παρούσης ἡμῖν διηγή
col. 3521–3522page 50 of 127
PG 87:3521σεως αἴτιος, μεγάλης ὠφελείας γίνεται πρόξενος τοῖς οὐ παρέργως τῶν λεγομένων ἀκούουσι. Οὗτος γὰρ εἰς τὸ τῶν ἁγίων γενόμενος τέμενος, μετὰ τὴν τῶν ζωοποιῶν Χριστοῦ μυστηρίων μετάληψιν, ἔθεν, οὐκ ἴσμεν, κινούμενος, εἴτε τινὸς αὐτὸν πρὸς θυμὸν παρ οτρύνοντος, μανία μεγίστη φλεγόμενος, καὶ ζέων τῇ κινήσει τοῦ περὶ καρδίαν καχλάζοντος αἵματος, οὐ λόγοις μόνοις τὸ θεῖον ὁ δείλαιος ὕβρισε, δυσφημῶν ὁ τρισάθλιος, καὶ ὡς κατὰ συνδούλου τινὸς τὰς λοι δωρίας ποιούμενος, ἀλλὰ καὶ τῇ διὰ ῥινῶν ἀναῤῥω φήσει τοῦ πνεύματος κτύπον ἀποτελῶν βροντῇ φο βερα παραπλήσιον, τὸν φρίττειν εὐθὺς ἀναγκάζοντα πάντας τοὺς παρόντας καὶ βλέποντας, καὶ τοῖς ὠσὶν ἀκουσίως ἀκούοντας. Πολλοὶ δὲ τοῦτο Χριστιανῶν διαπράττονται, βλασφημεῖν, ὡς οἶμαι, νομίζοντες, ἀγνοοῦντες δὲ παντελῶς τὸ πραττόμενον ὅπερ ἀκρι βῶς εἰ ἐγίνωσκον, οὐκ ἂν αὐτὸ μετὰ μυρίας βασά νους εἰργάσαντο. Καὶ τάχα διασαφεῖν τὸ κακὸν οὐκ ἀνόνητον· ἴσως γάρ τινες μανθάνοντες αὐτοῦ τὴν ποιότητα, καὶ ὡς Ελληνικῆς ἐστι δυσσεβείας ἐπάξιον εὕρημα, τῆς τοιαύ της ἑαυτοὺς φρενοβλαβείας φυλάξαιντο. Τοὺς Ελ ληνας, φησὶν ὁ Πορφύριος, τάς εναγείς θυσίας τοῖς εἰδώλοις προσφέροντας ῥινοκτυπεῖν ἐντονώτατα, δικῇ βιαίᾳ καὶ δυνάμει τοῦ πνεύματος τὸν τοιόνδε κτύπον προφέροντας, ὕμνον ποιεῖσθαι σεβάσμιον, ὡς ἐντεῦθεν πολλὴν ἔχειν τοὺς θύοντας ἄδειαν, καὶ τὴν ἅμιλλαν ζηλοῦν ἱκανώτατα, τίς ῥινοκτυπία νικήσει την ἕτερον, ἵν᾿ ὁ βέλτιστος πρῶτος ἀκούοιτο, καὶ δαίμοσιν ὑπάρχοι γλυκύτατος. Αὕτη τῶν τοιῶνδε κτύπων ἡ ποιότης καθέστηκεν πρὸς θεραπείαν δαιμόνων ὑπάρ- " ξασα, καὶ δαίμονας ἀκαθάρτους ὑμνεῖν λεληθότως τοὺς προεμένους αὐτὴν ἀναγκάζουσα. "Οθεν τους ταύτ τη χρωμένους προτρέπομεν, μαθόντας αὐτῆς τὸ βλαπτικὸν καὶ ὀλέθριον, ὡς ψυχοφθόρου λύττης ἀφίστασθαι. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ο καὶ τὰ ἑξῆς. Τούτῳ τῷ κτύπῳ Θεόδωρος τῷ βδελυρῷ καὶ φιλο ειδώλῳ μετὰ τὴν τῆς ἀχράντου κοινωνίας βρῶσιν χρησάμενος, εὐθὺς ἑστερεῖτο τῶν ὄψεων, καὶ τῶν ὀμμάτων ἐχήρευε, σύνδρομον τῇ δυσφημία την τιμω ρίαν εὑράμενος· καὶ τούτου συμβάντος ὡς ἔφημεν, τρόμος ἅπαντας τοὺς παρόντας ἐλάμβανεν, καὶ φό. ος οὐχ ὁ τυχὼν ἐπενέμετο, μὴ καὶ αὐτοὶ τοῖς ὁμοίοις ἐμπέσωσι τοιαῦτα συχνῶς ἁμαρτάνοντες· καὶ δι' ἔθος τὴν πρᾶξιν οὐχ ἁμαρτίαν ἡγούμενοι· πολλά τε τῶν παρόντων ἕκαστος ἐξέχεε δάκρυα, Χριστὸν ὑπὲρ ἑαυτοῦ καὶ τοὺς μάρτυρας ἱλασκόμενοι, καὶ τοῦ πε πονθότος χάριν δεόμενοι, ὅπως ὡς Θεὸς οἰκτείρας τὸν ἄθλιον μετανοοῦντα προσδέξηται, καὶ διὰ τῶν ἁγίων πάλιν τὸ βλέπειν χαρίσηται. Ἐπιφανέντες οὖν καθ᾽ ὕπνους οἱ μάρτυρες τῷ τὴν ὅρασιν ἀπολέσαντι, Τίς σέ, φασὶν, ἐργάτην, ὦ ἄθλιε, τοσαύτης μυσαρᾶς εἰργάσατο πράξεως; ἧς ἔδει παρὰ πάντα μὲν ἅπαντας τὸν βίον ἀπέχεσθαι, ὡς Ἑλληνικῆς καὶ φίλης τοῖς δαίμοσιν· καὶ εἰ ἐν ἀγνοίᾳ ποιοῦν την ταύτην οι πλείονες, μάλιστα δὲ ταύτης τὴν ποίησιν
col. 3523–3524page 51 of 127
PG 87:3523έδει μυσάττεσθαι ὅτε Χριστοῦ τῶν μυστηρίων ἐγ ἀπτονται. Καὶ νῦν εἰ τῇ τρίτῃ ἡμέρᾳ παριόντος του οἰκονόμου, καὶ μετὰ χεῖρας τὸ θυμιατήριον ἔχοντας καὶ θυμιώντος τὸ τέμενος, ἴδοις τοῦ θυμιατηρίου τοὺς ἄνθρακας, καὶ τοῦ θυμιάματος καπνὸν ἀναθρώσκοντα, λυτρωθήσει τελείως τῆς μάστιγος, καὶ τὰς ὄψεις ἕξεις έργωμένας ὡς πρότερον· εἰ δὲ μηδὲν ὧν ἔφημεν τριταίος ἴδοις τοῖς όμμασιν, ἴσθι διηνεκή κερδάνας τὴν τύφλωσιν, καὶ μηκέτι τῶν ὁρατῶν τι θεώμενος. Καὶ ταῦτα μὲν ὄναρ αὐτῷ προσεφθέγγοντο. Ο δὲ στραφεὶς μετὰ τὴν ὀρασιν, μειζόνως ἑαυτόν ἀπωδύρετο, τὸ τῆς προθεσμίας στενὸν λογιζόμενος· ἔθεν συντονίᾳ πολλῇ τὰς δεήσεις ἀνέπεμπε, καὶ δακρύων σχετοὺς οὐ στελλομένους κατέφερε, Θεόν ἀντιβολῶν καὶ τοὺς μάρτυρας μέχρι τῆς τοῦ λεγ' ἐν τος καιροῦ συμπληρώσεως· εἶχε δὲ καὶ πάντας αὐτῷ τοὺς ἐν τῷ νεῷ συμπρεσβεύοντας, καὶ τὰς ὑπὲρ αὐ τοῦ λιτές ποιουμένους σὺν δάκρυσιν, καὶ πληροῦντας φιλάδελφον πρόσταξιν, τὸ εὔχεσθαι ὑπὲρ ἀλλήλων ὅπως ἰαθῇ τε. Καὶ δεχθείσης τῆς πάντων δεήσεως, ὁ Θεόδωρος τὸ βλέπειν ἀπείληφε, καὶ τὸ δέος ἀπέβαλε τῆς τυφλώσεως. Χριστοδώρου γὰρ θυμιώντος τῇ τρίτῃ τὸ τῶν ἁγίων μαρτύριον (οἰκονόμος γὰρ οὗτος ἐτύγχανεν), καὶ παριόντος ἔνθα τυφλὸς ὁ Θεόδωρος ἐκαθέζετο, ὡς μόνον αὐτοῦ τὸν τόπον τὸ φωτιστήριον ἔνθα ἦν κα έλαβε, τοὺς ἄνθρακας ἀθρόως ἐσκόπησε, καὶ τὴν εὐώδη καπνὸν ἀναβαίνοντα· καὶ φωνὴν ἀφεὶς δια πρύσιον δοξολογοῦσαν Χριστὸν καὶ τοὺς μάρτυρας, αὖθις ἅπαντας πρὸς φόβον καὶ χαρὰν διανέστησε χαραν μὲν ὅτι παραδόξως ἀνέβλεψε, φόβον δὲ ὅτι παρόντας ἐδόκουν τους μάρτυρας, καὶ πᾶν ἐκδικοῦντας παράπτωμα. Καὶ πάντων ἀθροιζομένων ἰδεῖν τὴν Θεόδωρον, καὶ βοῆς γενομένης βαρείας καὶ μείζονος, ὁ Χριστόδωρος ἐξεπλήττετο. Ηγνόει γὰρ παντελῶς τὸ γινόμενον· καὶ γνοὺς τῆς τότε θαυματουργίας τὸ μέγεθος, καὶ σὺν τοῖς ἄλλοις ἅπασι καὶ Θεοδώρῳ τῷ τυφλωθέντι καὶ βλέψαντι, τὸν Χριστὸν μεγαλοφώνως ἐδόξαζεν, καὶ τοὺς ἁγίους τοὺς Χριστὸν τοῖς θα μασι μεγαλύνοντας. 'Πμεῖς δὲ νῦν ὡς τότε παρόντες καὶ τὸ θαῦμα θεώμενοι, τοῖς δεδρακόσι τὰς ὑμνο ωδίας προσάξαντες ἐπ' ἄλλο τέρας εμβριθέστερον ἄπιμεν. ΛΒ'. Περὶ Ἀγαπίου τοῦ Ἕλληνος. Πολλοὶ τὸν ἀργυροπράκτην Αγάπιον ἴσασιν, ο πρᾶσιν ἀργύρου μόνον ποιούμενον, ἀλλὰ καὶ προ νῶς Ἑλληνίζοντα, καὶ ξόανα σέβοντα, καὶ λατρεύοντα τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Δι' ἣν βδελυρωτάτην δυσσέβειαν ελεγχόμενος, ἐν τῇ βασιλίδι τῶν πόλεων συσχεθεὶς ἐκολάζετο· φεύγει δὲ παρ' ἐλπίδα τῆς εἰς κης τὴν μάχαιραν, οὐ μεταθέσει γνώμης (οὐδεὶς γὰρ ἂν ἐπεπέμψατο), ἀλλὰ χρυσίου πολλαίς μεταδόσεσι ΝΟΤΑ. προθεσμίας προθυμίας.
col. 3525–3526page 52 of 127
PG 87:3525ὅπερ ἐστὶν ἀθεώτατον· οὔτε φιλανθρωπίᾳ νόμων (που γὰρ τὸ πρὸς τοὺς οὐ μετανοοῦντας φιλάνθρωπον; ἐπεὶ μὴ τότε φιλανθρωπεύονται, ὅτ᾽ ἂν οἱ πταίοντες τοῖς οἰκείοις ἐναπομείνωσι πταίσμασιν), ἀλλὰ φιλαργυρία τῶν ἐκδικούντων τὰ νόμιμα· πάντα γὰρ οὕτως ὑπε ακούεται τῷ χρυσίῳ, ὡς Σολομῶν ὁ σοφὸς ἀπεγράψατο. Πλὴν εἰ καὶ δόσει χρημάτων τὴν ζωὴν ὁ τάλας ὠνήσατο, καὶ θάνατον τὸν τότε διέφυγεν, ἀλλὰ τὸ θεῖον φυγείν οὐ δεδύνηται, οὐδὲ δίκης ὄμμα παντέφορον. Αποδράσας οὖν τὸ Βυζάντιον μετὰ τὴν ἐκ τῶν φρουρίων ἀπόλυσιν, εἰς ᾿Αλεξάνδρειαν ἔρχεται, λαν θάνειν ἐνθάδε νομίσας καὶ κρύπτεσθαι. Ηγνόει γὰρ ὁ βδελυρὸς καὶ θεήλατος ἐκ τῆς περὶ τοὺς οἰκείους θεοὺς ὑπολήψεως, ὡς ἡ θεία πανταχοῦ καθέστηκε η δύναμις, καὶ τὰ πάντα πληρο, τὴν οὐσίαν ἀπερίγραφον ἔχουσα, καὶ τὰ πάντα συνέχει, καὶ πάντων ἐστὶν ἐπέκεινα, ὡς αὐτὴ διὰ Ησαίου φησὶν πρὸς τοὺς αἰομένους αὐτὴν ἐν τόπῳ βραχεί περιείργεσθαι Παῖον εἶχον οικοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; › Πρὸς ἣν ἅπαντα διὰ πολλήν συγκατάβασιν συγκρινόμενα, οὐρανὸς καὶ τὰ κατ' οὐ ρανὸν ἀγγέλων ἀναρίθμητα τάγματα,γῆ καὶ τὰ κατὰ γῆν ζῶα καὶ ἄνθρωποι, ἀὴρ καὶ ὄρνεα τὰ κατὰ τὸν ἀέρα πετόμενα, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ ὁρατὰ καὶ ἀόρατα, ὡς ροπὴ ζυγοῦ καθεστήκασι, καὶ ὡσεὶ στα γὼν ἀπὸ κάδου τυγχάνουσι, καὶ ὡς σίαλος ἐλογίσθησαν στόματος. Τοῦτο γὰρ καὶ Δαβὶδ ἀκριβῶς ἐπιστάμενος ἔψαλλεν • Ἐθαυμαστώθη ἡ γνωσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν ἧς τὸ μέγεθος ἐνδεικνύμενος, ἐπάγει καί φησιν Που πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ προσώπου σου που φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρα νὸν, σὺ ἐκεῖ εἶ· καὶ ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' δρο θρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης καὶ γὰρ ἐκεῖ ἡ χείρ σου οδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Οθεν φυγὰς ὁ ᾿Αγάπιος, καὶ ἐν ᾿Αλεξανδρείᾳ γε νόμενος, τὴν τῆς δίκης δεξιὰν οὐ διέφυγεν, ἀλλ' ὑπὸ ταύτης κατασχεθεὶς ἐκολάζετο· οὐ νόμοις παραδοθεὶς ὡς τὸ πρότερον) πάλιν γὰρ ἂν τὴν τιμωρίαν διὰ χρημάτων ἐξέφυγεν· πάντες γὰρ τὰ ἑαυτῶν ζη τοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ, κατὰ τὸν θεῖον 'Από στολον), ἀλλ᾽ ἀοράτως πληγείς πληγήν χαλεπήν τε καὶ ἄφυκτον· νότος δὲ ἦν ἡ πληγὴ κατὰ παντὸς εὐρυνομένη τοῦ σώματος, ἣν Ασκληπιάδαι προσαγορεύουσι πάρεσιν. Καὶ τοῦτο δὲ φεύγειν ἡλπικὼς τὸ ἀρρώστημα (οὐ γὰρ δίκης ἔργον τὸ πάθος ενόμιζεν, ἀλλὰ σύμπτωμα σώματος), συχνώς τους Ιατρούς μετα εστέλλετο. Οἱ δὲ παραγενόμενοι, τὰ τῆς τέχνης ἐπ' αὐτῷ διεπράττοντο, εἰδότες μὲν ὡς οὐ ζήσεται, οὐδὲ τοῦτο φύγει τὸ νόσημα, ἀλλ' ἐλπίδι μισθῶν ἀπατῶν τε; τὸν ἄθλιον. Ω; δὲ χρόνος προέβαινεν, καὶ τὸ πάθος προέκοπτε,
col. 3527–3528page 53 of 127
PG 87:3527λοιπὸν τῇ μάστιγι διελέλυτο, φωνὴν ἔτι διαρθρούν οὐκ ἰσχύουσα· καὶ τὸν βίον αὐτὸς οὐκ ἐξήρχετο, ἀλλ᾽ οὕτω δεινῶς ἐκολάζετο· συμβουλεύεται προς τινων πρὸς Κῦρον ἐλθεῖν καὶ Ἰωάννην τοὺς μάρ τυρας, ὡς δυναμένους αὐτὸν τοῦ πάθους λυτρώσεσθαι, εἰ μετὰ πίστεως αὐτοὺς καὶ δακρύων ἀφίκοιτο. ῾Ο δὲ δειλαίνων μήπως αὐτὸν ὡς Ἕλληνα κρίνωσιν, εἰς τοὺς ἁγίους ἐλθεῖν μὴ βουλόμενον) ὑπεκρίνετο γὰρ τὸν Χριστιανὸν ὁ ἐπέρατος, καὶ τὸ τοῦ προβά του περιεβάλλετο κώδιον, εἰ καὶ λύκος ἀληθῶς ὁ δυσσεβὴς ἐγνωρίζετο), την βουλὴν εἰσεδέξατο, και τὴν ἔξοδον ἐπένευσε γίνεσθαι, λανθάνειν μὲν διὰ τούτου τοὺς ἀνθρώπους οἰόμενος, ἀπατᾷν δὲ νομίζων τοὺς μάρτυρας, ὡς γνῶσιν τῶν καθ' ἡμᾶς οὐκ ἔχον ὥστε καὶ τῆς γλώττης τὴν πάρεσιν ἅπτεσθαι, ήτις τας ἔνθεον· ἀλλὰ τούτους κατὰ τοὺς ἑαυτοῦ θεού; λογισάμενος, τοὺς μὴ μόνον τὰ πόρρωθεν ἢ τῶν ἀνθρώπων τὰ κρύφια, ἀλλ᾽ οὔτε τὰ κείμενα παρά πόδας γινώσκοντας· «Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀρ γύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσι· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λά ρυγγι αὐτῶν· ο οἷς ἐπενεγκεῖν ἐστιν ἀκόλουθον καὶ τό· ε Ομοιον αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ηλω τοίνυν ὁ δείλαιος ἑαυτὸν οὐ τους μάρτυρας, καὶ λανθάνων ἑαυτὸν οὐ τοὺς ταύτην ἔχοντας περί αὐτοῦ τὴν ὑπόληψιν. Γενόμενος γὰρ εἰς τὸ Κύρου καὶ Ἰωάννου θειότατον τέμενος, ἔβλεπεν ἐν σχήματα Χριστοδώρου τοῦ τὴν διοίκησιν ἔχοντος τὸν νεών περιάγοντας καὶ θυμιώντα; Θεῷ θυμιάμασι· παρ' αὐτῷ δὲ γεγονότας, ἀπειλητικώτερόν πως αὐτῷ διαλέξασθαι· Τί πρὸς ἡμᾶς, ὁ πάσης εὐσεβείας αλλά:ρ:, καὶ πάσης βδελυρίας ἀνάπλες παραγέγονας; χλευάζειν καὶ ἡμᾶς εἰσελήλυθας; Μὰ τὸν οὐρανοῦ καὶ γῆς Ποιητὴν καὶ οἰκήτορα καὶ τὴν ἐνθάδε καὶ πανταχού τῆς τὸ τοῦ θεότητος δύναμιν, οὐ μὴ φύγοις ἡμᾶς ὡς ὑπέλαβες, ἀλλ' ἐπὶ νῶτόν σε δημοσίως μαστίξομεν, να γνοίης σαφέστερον τίσιν ἐμπαῖξαι τετόλμηκα;. Καὶ ταῦτα προσαπειλήσαντες ἀπῆλθον οἱ ἅγιοι. Ο δὲ στραφεὶς ἔμφοβος ἔτι καὶ ἔντρομος, νεύμασιν ἅπαντα καὶ ψελλίσμασιν τοῖς διακονουμένης αὐτῷ διεσάφησεν· καὶ τοῦ οἰκονόμου κατὰ τὸν καιρὸν παριόντος τοῦ θυμιάματος, καὶ τὴ θυμιατήριον ἔχοντος, ἔχων τῆς ἀπειλῆς τὸ δέος ἐγκάρδιον, στρέ φειν αὐτὸν τῷ ὑπηρέτη διέταξε· καὶ στραφείς, ὡς διένευσε, τοῖν Χριστοδώρου ποδοῖν παρ' αὐτῷ γεγο νότος ἐδράξατο, καὶ μὴ μαστίζειν ἱκέτευε· αὐτὸς γὰρ ᾤετο τοὺς κατ' ὄναρ αὐτὸν μαστιγοῦν ἀπειλήσαντας. Αγνοῶν δὲ ὁ Χριστόδωρος (πάντα γὰρ πρὸς τοῦ παι εὸς ἔμαθεν ὕστερον), ἐθαύμαζε μὲν τὸ λεγόμενον, μὴ τύπτειν δὲ αὐτὸν ὡς ἱκέτευεν ὤμοσεν. Μετ᾽ οὐ πολὺ δὲ τοῖς ἀσθενέσιν ὅστις ὑπῆρχεν για γνώσκεται· καὶ γὰρ τὴν τῶν ζωοποιῶν ἀπηρνείτο
col. 3529–3530page 54 of 127
PG 87:3529μυστηρίων ὡς ἐν αἱρέσεως σχήματι ποιεῖσθαι μετά ληψιν· καὶ παρὰ τῶν ἐν τῷ νεῷ θόρυβος κατ' αὐτοῦ πολὺς διηγείρετο· ὅ; τοῦτο μαθὼν, καὶ θέλων ἀπο τρίψασθαι τὴν ὑπόνοιαν, τῶν ἁγίων Χριστοῦ μυστηρίων μετέλαβε. Καὶ θᾶττον μετὰ τὴν τούτων μετά ληψιν, δαίμων ἄγριος εἰς αὐτὸν εἰπεπήδησεν, ὥσπερ καὶ εἰς τὸν προδότην Ἰούδαν ὁ Σατανᾶς μετὰ τὸ λα βεῖν αὐτὸν τὸ ψωμίον ὅπερ ὁ Σωτὴρ ἐπέδωκεν ἐμβά ψας εἰσήλατο· καὶ χαμαὶ κείμενος ἐσπαράττετο, καὶ τοὺς ὀφθαλμοὺς διεστρέφετο, καὶ τὰ μέλη χαλεπῶς ἐλυγίζετο, καὶ τοὺς ἀφροὺς ἐκ τοῦ στόματος ἔπεμπε κῦμα θαλάττιον ἐλεεινῶς ἐκμιμούμενος· καὶ νήφων μὲν ἐξ ὀλίγου, εἴπερ ἄρα καὶ ἔνηφε, λαλεῖν δὲ παν τελῶς ἢ τὴν γλῶτταν ὅλως κινεῖν οὐκ ἠδύνατο· ὑπὸ τοῦ δαίμονος δὲ στρεβλούμενος, καὶ συνεχῶς ἐνεργούμενος, οὐ μὴν ἀλλὰ κοιμώμενος, εἴπερ ἐκάθευδε, μὴ πίστει προσελθὼν ἀλλ᾽ ὑποκρίσει τοῖς μυστηρίοις ἠλέγχετο. Τρεῖς γοῦν οὕτω διανύσας ἡμέρας ὁ ἄθλιος, και πολλάκις τῆς ἡμέρας καὶ τῆς νυκτός, μᾶλλον παν ημέριον καὶ παννύχιον σπαραττόμενος, καὶ πάντα πάσχων ὅσα πάσχουσιν οἱ δαίμοσι στυγηρεῖς πιεζόμενοι, θανάτου πίστιν τοῖς ὁρῶσι παρείχετο. "Οθεν οἱ τούτῳ προσήκοντες ἐγνωκότες ὡς θᾶττον ὑπὸ τοῦ δαίμονος ἀναιρεθήσεται, ἀναλαβόντες αὐτὸν ἦγον εἰς ᾿Αλεξάνδρειαν εἰς οἶκον τὸν ἑαυτοῦ τεθνηξόμενον. Ἐξελθὼν δὲ τῶν ἁγίων τὸ τέμενος, καὶ βραχὺ λίαν ἐδεύσας διάστημα, σὺν ὀδύνῃ πολλῇ τὸ πνεῦμα παρ έδωκεν, τῆς δυσσεβείας ἄξιον εὑράμενος θάνατον, τοῦ δαίμονος αὐτὸν κατὰ τὴν ὁδὸν ἀποπνίξαντος· καὶ τὸν μὲν νεὼν καταλέλοιπεν ὡς μιαρός τε καὶ βέβη λος ἐλαυνόμενος, καὶ τὴν πόλιν αὐτὴν οὐχ ἑώρακεν, ὡς ταύτης ὑπάρχων ἀνάξιος. Καὶ οὕτω μὲν ᾿Αγά πιος εἰς Θεὸν δυσσεβήσας καὶ μάρτυρας, τὸν βίον κατέστρεψε καταστροφὴ γὰρ ὄντως ἀσεβοῦς του αύτη, κατὰ τὸ λόγιον, καὶ ἡ ἐλπὶς αὐτοῦ ἀπο λεῖται, καὶ οὐκ ἔσται αὐτοῦ τὸ παράπαν ἡ δίαιτα. Ἡμεῖς δὲ καὶ δι' αὐτοῦ καὶ τῶν πρὸ αὐτοῦ τὴν μαρτυρικὴν τὴν ἐπὶ τοῖς μετανοοῦσιν καὶ τοῖς οὐκ ἐτ στρέφουσιν ὑπογράψαντες, καὶ πρὸς ὄνησιν τῶν εἰσεβούντων κηρύξαντες· ἵνα μὴ μόνας τὰς ἰάσεις θεώμενοι ἀργοτέρους πρὸς ἄμυναν τους μάρτυρας οἴοιντο, καὶ ταύτῃ βλαβῶσι διάνοιαν, πρὸς καταφρόνησιν καὶ ῥαθυμίαν ἐκκλίναντες· καὶ ὕμνους ὑπὲρ τῆς ἐντεῦθεν ὠφελείας αὐτοῖς προσκομίσαντες, ἕτερα δύο ή τρία θαύματα τερπνότερα γράψαντες, τέλος τῶν ἐπ' Ἀλεξανδρεῦσι γραφέντων τεράτων οὐ γεγο νότων μόνον αὐτὰ ποιησώμεθα· ἵνα τέρασι ταῦτα τερπνοῖς ὁριζόμενα, ἅπαντα τερπνὰ τοῖς ἐντυγχάνουσι φαίνοιντο· τέρποντα μὲν τοῖς ἔμπροσθεν, τοῖς παροῦσι δὲ μικρὸν ὑποστύφοντα· καὶ πάλιν τοῖς μὲν ἡδέσι τὰ τῶν ἀκουόντων ψυχὰς θεραπεύοντα, τοῖς δὲ στυπτικωτέροις ταῦτα ἀνεπαισθήτως καθαίρονται ὡς καὶ τῶν Ἀσκληπιάδων οι δόκιμοι πράττουσιν μέλιτι γὰρ τὰ δεκτικὰ καὶ ὠφέλιμα τῶν φαρμάκων συνδήσαντες, ἤτοι προσμίξαντες, τοὺς δεομένους και θάρσεως ἐκκαθαίρουσιν. Τούτους οὖν καὶ ἡμεῖς ἐν Ο δε μιμούμενοι, τοῖς προλαβοῦοιν ἡδέσι τὰ παρόντα δεκτικά προσποιήσαντε;, ἑτέροις ταῦτα τερπνεῖς
col. 3531–3532page 55 of 127
PG 87:3531συγκαλύψωμεν· τέλος τὰ τερπνὰ τῆς εἰς ᾿Αλεξανδρέας θαυμάτων συγγραφῆς, οὐ θαυμάτων ἐνεργείας ποιούμενοι. ΑΓ'. Περὶ Κοσμανῆς ἀπιούσης εἰς τοὺς ἁγίους τοῦ εὔξασθαι καὶ πεσούσης ἐκ τοῦ ἀλόγου καὶ συντριβείσης τὸ σῶμα. Ηδὺ καὶ τὸ παρὸν ἡμῖν θαῦμα καθέστηκεν, ὅπερ ἐπὶ γυναίῳ τινὶ Κοσμιανῇ τούνομα τοῖς μάρτυσι γέ γονε· καὶ τάχα καλῶς μετὰ τὴν τῶν αὐστηροτέρων ἀγο γελίαν ἀπήντησεν, ἵνα τὴν ἐκεῖθεν δοκοῦσαν ἔσεσθαι λύπην ἡμῖν, ὥσπερ ἐπὶ σπόγγου τινὸς παρελθὼν ἀναμάξηται· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ἵνα ὥσπερ ἀπὸ γυ ναίων τῶν ἀνιώντων ἡ διήγησις ήρξατο,οὕτω καὶ τῶν ἡδόντων ἡ Γραφὴ ἀρχὴν ἔχει πάλιν τὰ γύναια. Οὕτω γὰρ καὶ ὁ Κύριος μετὰ τὴν ἀνάστασιν φαίνεται πρώταις γυναιξὶ τὸ Χαῖρε, δωρούμενος, ἐπειδὴ καὶ πρώταις αὐταῖς μετὰ τὴν ἐν παραδείσῳ παράβασιν, τὰ τῆς λύπης ἐφθέγξατο ῥήματα· τοῦτο κρίνας αὐτ τὸς δικαιότατον, ἵνα πρῶται τὸ λυπεῖσθαι δεξά μενα:, αὐταὶ πρῶται καὶ τὸ χαίρειν κομίσωνται, καὶ μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, κατὰ τὸν θεῖον Ἀπό στολον, τὸν κεφαλὴν μὲν γυναικὸς τὸν ἄνορα καλέ σαντα, ἀνδρὸς δὲ σῶμα τὴν γυναῖκα θεσπί:αντα· καὶ μήτε γυναίκα χωρὶς ἀνδρὸς, μηδ' ἄνδρα χωρίς γυ ναικὸς τὸ πᾶν εἶναι σῶμα βουλόμενον· ἢ τὸ μὲν τοῦ σώματος τὸ χαίρειν, τὸ δὲ τὸ λυπεῖσθαι πρῶτον ἐδέξατο, Οὐκοῦν παρεῖτο τὸ γύναιον· καὶ ὥσπερ ᾿Αθανα σία πρώτη τῶν λυπεῖν δοκούντων θαυμάτων γεγέ νηται, οὕτω καὶ Κοσμιανή πρώτη τῶν ἐχόντων τὸ εύθυμον γίγνοιτο. Ερξωτο τοίνυν αὕτη τῷ σώματι, καὶ πάθος οὐδὲν ἔσχεν ἢ νότημα· κατ᾽ οἶκον δὲ δια τρίβουσα, πόθον ἔσχεν ἐλθεῖν εἰς τοὺς μάρτυρας, καὶ προσκυνῆσαι τούτων τὰ λείψανα, καὶ τὴν βρύουσαν ἀπ' αὐτῶν εὐλογίαν καρπώσασθαι, καὶ πληρῶσαι τὸν πόθον ἐθέλουσα, ἐπ' όνῳ μικρὸν ἀτάκτῳ καθίσασα, πρὸς τὸ τέμενος ὧδευε. Ταύτην ὁ τοῦ φθόνου πατήρ θεασάμενος, σὺν πόθῳ πλείονι πρὸς τοὺς ἁγίους ὁρμήσασαν, μεγάλην αὐτὸς τὴν ζημίαν ὑφ έξειν ἐνόμιζεν, εἰ μετὰ τοσαύτης σπουδῆς καὶ θερμότητος εἰς τὸν ναὸν τὸν θεῖον ἀφίκοιτο, καὶ μὴ καθ' ὁδὸν ταῖς πονηραῖς αὐτοῦ παγίσι προσκύψασα, ποιή σαιτο τὴν ἐπάνοδον, μήτε τὸν σηκὸν ἰδοῦσα τὸν ἔγε θεον, μήτε τὸ σέβας δοῦσα τὸ πρόσφορον, μήτε τὸ δῶρον λαβοῦσα τὸ τίμιον. Λυποῦσι γὰρ αὐτὸν καὶ δάκνουσιν ἅπαντα τὰ τὸν Θεὸν ὡς ἀγαθὸν θεραπεύοντα καὶ τοὺς φιλοθέους ανθρώπους εὐεργετοῦντα καὶ σώ ζοντα. "Οθεν ἐπὶ τὰ μέσα τῆς ὁδοῦ τὸ γύναιον ὡς ἴδε γε νόμενον, ρίψας ἀθρόον τὸ φέρον αὐτὴν ὑποζύγιον ἐπ' ἔδαφος ἤνεγκεν εἰς τοὐ πίσω πεσεῖν, καὶ τὸν ν τον ἡγεῖσθαι ποιήσας του πτώματος, ὃ φορᾷ σφοδροτέρα φερόμενον τῇ γῇ προσραγέν, ὅλον εὐθὺς συν ετρίβετο, καὶ νεκρὸν ἐπὶ πολὺ τὸ γύναιον ἔδειξεν τάχα δ' ἂν καὶ πρὸς τάφον παρέπεμψεν, εἰ μὴ τοὺς μάρτυρας ἀναψύχοντας εὕρισκε, καὶ θανοῦσαν σχε δὸν ἀνεγείροντας, καὶ ζωὴν πάλιν ταύτην παρέχοντας. Μετὰ πολὺ γοῦν αὐτὴν ἀνανήψασαν (ἐτεθνήκει
col. 3533–3534page 56 of 127
PG 87:3533γὰρ τῷ ῥοίζῳ τότε του πτώματος, καὶ πάντα αὐτῇ τὰ ὀστᾶ διελέλυτο), εἰς πόλιν ἀποστρέφειν οἱ συν όντες ἠβούλοντο, ἵνα θερμά, φησίν, ἔχουσαν ἔτι τὰ τραύματα, πρὸς ἰατροὺς ἀπενέγκωσιν, καὶ μὴ μετὰ ψύξιν καὶ νέκρωσιν. Δοκοῦσιν γὰρ τὰ τῶν τραυμά των θερμότερα, καὶ πρὸς ἴασιν ἑτοιμότερα, καὶ μήτε τοσοῦτον ἰατροῖς παρέχειν τὸν κάματον, μήτε μὴν ἄλγος ἐμποιεῖν τοσοῦτον τοῖς πάσχουσιν, ὅσον τὰ μετὰ πλῆξιν ψυχούμενα και βραδύνοντα δέξασθαι φάρμακον. Ἡ δὲ τὴν ἐκκοπὴν τῆς εἰς τοὺς ἁγίους ἀφίξεως, δαίμονος ἔργον εἶναι νοήσασα, πάλιν νο στεῖν οὐκ ἠνέσχετο, πρὸ τῆς τοῦ πόθου πληρώσεως. Πάλιν οὖν ἐπὶ τὸ κτῆνος αὐτὴν μετὰ δυσχερείας πολ λῆς ἀνενέγκαντες, ἔμπροσθέ τε καὶ ὄπισθε, μετὰ πολλῆς ἀσφαλείας κατέχοντες. διὰ τὸ παντελῶς αὐτ τὴν κατέχειν ἑαυτὴν ἐπ' ἀλόγῳ μὴ δύνασθαι, σὺν κινδύνῳ πολλῷ πρὸς οὐ; μάρτυρας ήγαγον. Καὶ προσευξαμένην αυτήν, καὶ τὴν αὐτῶν σορὸν προσκυ νήσασαν, ἐπὶ τὸ ἄστυ πόλιν εἰσήνεγκαν, παραμένειν τῷ ναῷ μέχρι ῥώσεως οὐ θελήσασα, ἀλλὰ τοῦτο πρὸς τοὺς ἁγίους ἀστειότατα λέξασαν Πολλοὶ μέν, ὦ Χριστοῦ μιμηταὶ καὶ θεράποντες μάρτυρες, νοσοῦντες πρὸς ὑμᾶς ἀφικνούμενοι, μετὰ ξώσεως καὶ χαρᾶ; ὑποστρέφουσιν· ἐγὼ δὲ μετὰ ῥώ σεως ἐξελθοῦσα τῆς πόλεως, πρὸς ὑμᾶς ἐλθοῦσα, ταύτης ποιήσασθαι φύλακας, μετὰ πόσου κινδύνου καὶ νοσήματος ἐπανέρχομαι! Καὶ νῦν εἰ μὲν ἀσθε νοῦσα τῆς ἑστίας ἐλήλυθα, παρέμενον ἂν μέχρις οὗ τελείαν ἐκομισάμην τὴν ἴασιν· ἐπειδὴ δὲ πρὸς ὑμᾶς οὐ πάθους ἕνεκα καὶ παραμονῆς παραγέγονα, ἀλλ᾽ εὐχῆς καὶ προσκυνήσεως, ἣν ὁ μισόκαλος κωλῦσαι τεθέληκεν, ἀλλ' οὐκ ἴσχυσεν, τὴν ὑμῶν εὐρὼν συζυ γίαν ἀντίπαλον, ταύτην ὡς ἠβουλόμην τελέσασα, πάλιν οἴκαδε πορεύομαι, οὐκ ἄλλους ιατρούς του ἐμοῦ ποιησαμένη νοσήματος, ἀλλ' ὑμᾶς ἐλθεῖν ἐκεῖ σε προτρέπουσα, καὶ τὴν ὑμῶν ἀρωγὴν ἀναμένουσα, ἵν' ὥσπερ ἐῤῥωμένην με τῆς ἑστίας εἰλήφατε, εὔσ τως ἐκεῖσε γιγνομένην ἰάσησθε. Ταῦτα πρὸ; Κῦρον καὶ Ἰωάννην τους μάρτυρας φήσασα, τὸν τούτων νεὼν καταλέλοιπε, καὶ σὺν πολλῷ τὴν πόλιν κινδύνῳ κατείλησεν, ἀδιστάκτως πιστεύουσα ὡς πάντως ἐλθόντες οἱ ἅγιοι, κατ' οἶκον αὐτὴν θεραπεύσωσιν ἢ καὶ γεγένηται. Κυροῦν γὰρ τὴν πίστιν τῶν εἰς αὐτοὺς πιστευόν των σπουδάζουσιν, ἔργῳ ὁρῶντες ἅπερ ἐκεῖνοι τι στεύουσιν, καὶ πιστοτέρους αὐτοὺς τῆς τῶν πιστευθέντων δωρεᾶς ἐργαζόμενοι. Κατ' αὐτὴν γὰρ τὴν νύκτα σχήμασιν ἰατρῶν ἀφικόμενοι, τί ἂν ἔχοι, την Κοσμιανὴν καθεύδουσαν ἤροντο. 'Η δὲ τὸ πάθος ἀπήγγελλε, καὶ τοῖς ἁγίοις, φησίν, ἐπεμέμφετο, ώ; τοῖς μὲν ἄλλοις ἀσθενέσι τὴν ῥῶσιν παρέχουσιν, αὐτ τὴν δὲ μόνην ἐξρωμένην συντρίψασιν. Μειδιάσας δὲ ὁ τὴν τοῦ καθηγουμένου τάξιν καὶ τὸ διδασκαλικὴν φανεὶς ἐπέχων ἀξίωμα, τῷ μαθητιῶντι προσ έταξε· Παρελθε, φησὶν, καὶ θᾶττον αὐτὴν τῆς πλη γῆς ἐλευθέρωσον. Ο δὲ πληρῶν τὸ ἐπίταγμα, δρο μαῖος ἐλθὼν τὴν σιαγόνα πλήττει ραπίσματι, καὶ τὴν ἐλευθερίαν τῇ νοσούση χαρίζεται. Ἡ δὲ τῇ πλη
col. 3535–3536page 57 of 127
PG 87:3535γῇ στρέφεται τοῦ βαπίσματος, ύπαρ τινα ταπίσαι β νομίσατα· ἀλλ' οὐδένα στραφεῖτα τεθέατοι, οὐ τὴν Ιατρόν, φησὶν, τὸν προστάξαντα, οὐ τὴν μαθητὴν τὴν δεδωκότα τὸ ῥάπισμα, οὐκ ἐπὶ τῆς σιαγόνος τὸ ῥά πισμα, οὐ τὰ ἐκ τοῦ πτώματος τραύματα, οὐ τὸ τοῦ νώτου δύσοιστον νόσημα, ὅπερ ἡ τῶν ἁγίων λυσί πονος ἄφιξις, καὶ τὸ πρὸς αὐτὴν δοθὲν σωτήριον πισμα, φροῦδα συντόμως πεποίηκε, καὶ τὰς τούτων ἀλγηδόνας ἠφάνισε. Αὕτη μὲν οὖν οὕτω λαβοῦσα τὴν ἴασιν, καὶ τῆς ῥώσεως εὐθὺς ἐλθοῦσα πρὸς αἴσθησιν, ἀναστᾶσα τοὺς ἁγίους εὐφήμισεν, τὴν χάριν ᾄδουσα καὶ τὸ τάχος τῆς ῥώσεως. Ἡμεῖς δὲ τὴν κατ αὐτὴν διήγησιν συντελέσαντες, καὶ πάλιν τοὺς ἁγίους ὑμνήσαντες, τέρας ἓν ἕτερον ἢ καὶ δεύτερον γρά ψαντες, καὶ τέλος αὐτὰ τῶν ἐπ' ᾿Αλεξανδρεῦσι λε χθέντων θαυμάτων τευξάμενοι, τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας, Θεοῦ συνεργοῦντος καὶ τῆς τῶν μαρ τύρων συμμαχίας, ἀρξώμεθα. ΑΔ'. Περί Δωροθέας, ἧς τὸ παιδίον Καλλίνικος εἰς τοὺς ἁγίους ἀπιὸν, ὡὸν κατέπιες όψεως. Εἰς καιρὸν ἡμῖν γύναιον ἕτερον παραγέγονε κατά τὴν ὁδὸν καὶ αὐτὸ τὴν εἰς μάρτυρας φέρουσαν, ἐπὶ παιδι μικρῷ παθὸν τὴν ἐπήρειαν, καὶ τῆς τῶν ἁγίων φανερᾶς καὶ ταχείας τυχὸν ἀντιλήψεως, καὶ τῷ προς λαβόντι θέλει συνάπτεσθαι, ἵνα μὴ μόνῳ τῷ στόματι, ἀλλὰ καὶ γραφῇ κηρύττῃ τῶν σεσωκότων τὸ τρό παιον. Ης ἡμεῖς τὸ εὔγνωμον θαυμάσαντες, καὶ τὸν πόθον πληρώσωμεν, γλῶτταν αὐτῇ κιχρῶντες καὶ κάλαμον· ἵνα καὶ τὸν τῆς εὐγνωμοσύνης μια σθὸν κελεύσει Θεοῦ σὺν αὐτῇ κομισώμεθα Δωρο θέα μὲν ἐκαλεῖτο τὸ γύναιον, τὰ δὲ ταύτης μειράκια δύο ἦν, Καλλίνικος καὶ Ἐπίμαχος. Καλλίνικος μὲν ὁ μείζων, ἐτῶν ὑπῆρχε ὡς δώδεκα· Ἐπίμαχος δὲ, χρόνον ἤνυεν ἔννατον. Μεθ᾽ ὧν ἡ γεννήσασα πρ τὸ τῶν ἁγίων ἤρχετο τέμενος, προσεύξασθαί τε καὶ προσκυνῆσαι αὐτῶν τὰ σεβάσμια λείψανα. Τὸ πλεῖ στον δὲ τῆς ὁδοῦ διοδεύσαντες, ὑπό τι δένδρον καΰ ἔζονται, τὸν ἐξ ὁδοιπορίας ἀναλύοντες κάματον· τη σὶ γὰρ ἀπίεσαν, ἐπεὶ τῶν χρημάτων ἡ ἔνδεια, ζώο:; αὐτοὺς ἐπιβαίνειν ἐκώλυεν. Οὓς ὑπὸ τὸ δένδρον ὁρῶν ὁ ἀρχέκακος, εὐθὺς τῆς καθ᾿ ἡμῶν ἀρχαίας ὑπὸ τὸ δένδρον ἐπιβουλῆς ἐμνη μόνευσε, δι' ἧς ἐν ᾿Αδάμ τε καὶ Εὐχ γένος ἅπαν ἐν θρώπειον βασκανίας ἀπέκτεινε βέλεσιν, καὶ θανάτῳ δουλεύειν ετάχθησαν. Οθεν ὠὸν οὔριον όφεως δι᾽ οὗ κἀκείνην ἡμῖν ἐτύρευε τὴν ἀπώλειαν, τοῖς μείρας παρὰ τὸ πρέμνον τοῦ δένδρου κείμενον ἔδειξεν, ὅπερ οὔτε καλὸν ἦν εἰς βρῶσιν, οὐδὲ ὡραῖον εἰς ὅρασιν, εἰ καὶ οὕτω τοῖς παισὶν ὡς καὶ τῇ Ενα διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἐφαίνετο, μήπω λαχού της γεγυμνασμένα τα τῆς ψυχῆς ἀσκητήρια πρὸς καλῶν καὶ μὴ τοιούτων διάκρισιν. Ον, ὡς ἔφην, χηρεύοντες, ἐπὶ τὸ φανὲν ὠ ἀνεξετάστως ἐσπούδασαν, πτηνοῦ τινος τῶν ἀνὰ τὸν αέρα χορευόντων εἶναι νομίσαντες γέννημα. Αρπά σας δὲ τοῦτο καὶ λαβὼν ὁ Καλλίνικος (ἔφθασε γάρ Ἐπίμα, ον τὴν ἐλάττονα), ὡς μέγα τι τῇ χειρὶ ει εβάσταζε· καὶ ἐπειδήπερ ὁ ἀδελφὸς ἀποτυχὼν τοῦ θε
col. 3537–3538page 58 of 127
PG 87:3537ράματος ἔκλαιον, καὶ τούτῳ τὸ εὔρημα παρέχειν ή μήτηρ ἐκέλευσεν, ἵνα του μικροτέρου παιδὸς ἀνα στείλῃ τὸ δάκρυον, θᾶττον τὴν χεῖρα προσενέγκας τῷ στόματι, τὸ ὠν εὐθέως καταπίνει τοῦ ὄφεως, μετ μορφωμένον ἤδη καὶ τέλειον ἔχον ἔνδον τὸ τῆς τεκούσης ὁμοίωμα· καὶ μητρικοῦ παρακούσας προστάγματος, θάνατον παρακοῆς ἑτρύγα τὸ βλάστημα εἰ μὴ Κῦρος αὐτὸν καὶ Ἰωάννης οἱ μάρτυρες τὸ θανατηφόρον ἐκδῦναι πεποίηκαν δίκτυον· εἶτα τὸ λο πὸν τῆς πορείας ἀνύσαντες, εἰς τὸ τέμενος γίνονται. Ως δὲ τοῦτο κατέλαβον, καὶ τὰς προσευχής Θεῷ τε προσήνεγκαν, καὶ τὸν τῶν ἁγίων τάφον ἡσπάσαν το, μετ' οὐ πολὺ τῆς προσκυνήσεως, τὰ σπλάγχνα πονεῖν ὁ Καλλίνικος ἤρξατο, ἀνοιχθέντος ἐν τῇ τού του γαστρὶ τοῦ ὠοῦ, καὶ τὸν κάκιστον ἐκεῖνον θη σαυρὸν ἐξεμέσαντος. Καὶ στρόφοις μὲν αἱ ἀρχαί τῶν ἀλγηδόνων ἐῴκεισαν· ταῖς δὲ κατὰ μέρος αὐξήσεσιν τῶν μὲν στρόφων παρῃτοῦντο τὸ γνώρισμα, τοῖς δὲ δαιμόνων ὁμοιοῦντο στρεβλώσεσι. "Αρτι γὰρ τοῦ περιέχοντος οστρακοειδούς ὑμένος ἐκκύψαν τὸ παγχάλεπον γέννημα, καὶ μὴ παροῦσαν εὑρίσκον τὴν φύσασαν, πρὸς τὴν ταύτης εἶρπε κακὴν ἀναζήτησιν, καὶ τῇδε κἀκεῖσε τοῦ παιδὸς τὰ σπλάγχνα διέθες· τάχα δὲ καὶ διέδακνεν, εὑρεῖν ἐν αὐτοῖς τὴν τροφὸν οὐ δυνάμενον. "Οθεν τὰ πρῶτα μὲν ἔκλαιε, προβαῖνον δὲ μείζοσι κραυγαῖς ηΰξε τὸ δάκρυον· ὡς δὲ βαστάζειν πλέον τοῦ ὄψεως τὰς ἁγίας οὐκ ἴσχυσε, πεσὼν εἰς γῆν ἐκυλίετο, ἐσπαράττετο, πολυειδώς τοῖς μέλεσιν ἑτυλίσσετο, ὡς μηδὲ φωνὴν αὐτὸν ἐκε πέμπειν εἰς ὕστερον δύνασθαι, ἀλλὰ θνήσκειν εὐθὺς τοῖς ὁρῶσιν νομίζεσθαι. Δωροθέα δὲ ἡ τοῦτον καὶ τὴν ἀδελφὸν, ὡς ἔφην, δίνασα, Καλλινίκου τὰ σπλάγχνα πλέον ἐδάπτετο, οὕτως ἐλεεινῶς τὸν υἱὸν ἀπολλύμενον βλέπουσα· καὶ προσελθοῦσα θάττον τοῖς μάρτ' σιν μετὰ κραυγῶν καὶ δακρύων τὰς ἱκετεία, προσέφερεν. Βαβαὶ γὰρ, ἔλεγεν, ἅγιοι!. πῶς μου τὴν θυσίαν ἐδέξασθε; βαβα:! πείων με δωρεῶν ἠξιώσατε; βαβαί! ποίας μοι δεξιώσεως μετεδώκατε; "Αλλαι γυναίκες τέκνα μὴ ἔχουσαι πρὸς ὑμᾶς καταφεύγουσαι τίκτουσιν· ἐγὼ δὲ δύο δου βυφρουμένη τἀνθάδε κατέλαβον, καὶ μεθ᾿ ἑνὸς, εἰ μὴ σπεύσοιτε, τῶν ἐνθένδε ἀπέρχομαι. "Αλλοι θανά του πνέοντες ἔρχονται, καὶ τούτου καταγελῶντες ἀπέρχονται· ἐμοῦ δὲ τῆς ἀθλίας τὸ νήπιον παῖζον ἧκεν πρὸς ὑμᾶς καὶ ὀρχούμενον, καὶ πάντως τεθνήξεται, ἐὰν ὑμεῖς οὐ λυτρώσησθε· καὶ τὴν ὁδὸν ἦν ἐλήλυθε, πάλιν ζῶν οὐ πορεύσεται. "Ηρατέ μου τοῦ γύρους τὸ στήριγμα, τῆς ἀσθενείας τὴν βακτηρίαν ἐλάβετε, τὴν ἐλπίδα τῆς ἐν ἐσχάτοις ἀναπαύλης ἡρπάσατε· τὸν τρέφειν με μετὰ Θεὸν προσδοκώμενον ἔχετε. Εἰ ἐγώ, μάρτυρες, έπταισα, τί μου τὸ παι δίον κολάζετε; εἰ ἐγὼ ἥμαρτον, ἐμὲ τιμωρήσασθε τί μητρὸς ἁμαρτίας ἀγνοοῦσι τέκνοις ἐπάγετε; διὰ τί κατάρας νομικῆς καὶ Μωσαϊκῆς γίγνεσθε κατακρίσεως ἔκδικοι; 'Αμαρτίας γάρ, φησίν, πατέρων ἐπὶ τέκνα. Ἀλλ᾽ ἐκ τῆς κατάρας τοῦ νόμου Χριστὸς ἡμᾶς ἐξηγόρασεν, ὑπὲρ ἡμῶν κατάρα γενόμενος· καὶ ταύτην διὰ τοῦ προφήτου την κατάκρισιν ἔλυσεν
col. 3539–3540page 59 of 127
PG 87:3539«διαῤῥήδην εἰπὼν, ὡς οὐκέτι λεχθήσεται ἡ παραβολή αὕτη· «Οἱ πατέρες ἔφαγον ἔμφακα, καὶ οἱ ἐδόντες τῶν τέκνων ἡμωδίασαν· › καὶ λοιπὸν οὐκ ἄλλος ὑπὲρ ἄλλου, ἀλλ᾽ ἕκαστος ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· καὶ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, καὶ οὐκ ἄλλος τις ὑπὲρ αὐτῆς ὑφέξει δίκην καὶ κα λασιν. Αλλοι εἰσὶν οἱ τῇ κατάρᾳ τοῦ νόμου δουλεύαν τες, οἱ τὸν ἐλευθερωτὴν Χριστὸν τὸν τοῦ Θεοῦ γίνου δεξάμενοι. Ημεῖς δὲ τὴν δι' αὐτοῦ υἱοθεσίαν κερδάναντες οὐ πνεῦμα δουλείας εἰς φόβον ἐλάβομεν, ἀλλὰ πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν εά ὁ Πατήρ καὶ τὸ λοιπὸν ἐλεύθεροι ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν. Η οὖν ἐμὲ κολάσατε, καὶ τὸ τέκνον εάσατε, ἡ σὺν αὐτῷ κἀμὲ τιμωρήσασθε, ἵνα μὴ ζῶσα βλέπω τοῦ ἐμοῦ παιδὸς τὴν ἀπώλειαν· εἰ δὲ τούτων οὐδὲν ἀνέχεσθε διαπράξασθαι, πάλιν μου τὸν παῖδα χαρί σασθε, τὸν φίλοικτον Θεὸν καὶ Δεσπότην ὑμῶν ἐκμιμούμενοι. Ταῦτα καὶ τούτων πλείονα πρὸς τοὺς μάρτυρας λέγουσα, καὶ δι' ὅλης νυκτὸς φέρουσα δάκρυα, με κρὸν περὶ τὸν δρ^ρον ἀφύπνωσε, οὐκ ἀθυμίας καὶ κόπου νικηθεῖσα τοῖς βέλεσιν, ἀλλ᾽ ἵνα τῶν ἁγίων θεάσοι τὴν ἐπίσκεψιν· οἱ παραστάντες, ὡς πᾶσιν εἰώθασιν, ὡς· περὶ ὥραν τρίτην τῆς ἡμέρας τὸν Υ ἐξεῖσαι τοῦ τεμένους ἐκέλευσαν, καὶ θέσθαι μέσον εἰς τὸ ἐξώτερον υπαιθρον προσέταττον, μηδενὸς αὐτῷ προσεγγίζοντος, μηδὲ τῆς τεκούσης αὐτῆς, ἀλλ᾽ ἐκ μικροῦ διαστήματος παρακαθέζεσθαι, καὶ θεωρεῖν τὸ γιγνόμενον ἐπ' αὐτῷ θεόθεν τεράστιον. Καὶ ταῦτα μὲν εἶπον οἱ μάρτυρες, καὶ εἰπόντες ἀπέπτησαν. Δωροθέα δὲ κατὰ τὴν λεχθεῖσαν ὥραν ἕδρα τὸ θέσπισμα, καὶ τὸν παῖδα λαβοῦσα, τοῦ τεμένους ἐξήγαγεν, καὶ ἐν τῷ ῥηθέντι τόπῳ κατέκλινεν, ἔνθα καὶ ἔνθα συνεχῶς κυλινδούμενον, καὶ τοῖς μὲν πολλοῖς θανεῖν προσδοκώμενον, τῇ δὲ μητρὶ ζῆν πιστευομένου. Ως ἡμιωρίου δὲ μικροῦ διοδεύσαντος,μετὰ τὴν γε νομένην ἐκεῖσε τούτου κατάκλισιν, πλήθους πολλού παρεστώτος, περιμένοντος ἰδεῖν τὴν ἀπόβασιν, ἰδοὺ ἡ τὸ ὡὸν ἐκεῖνο γεννήσασα δράκαινα, τούτου ποιουμένη τὴν ζήτησιν, ἔρπουσά τε καὶ συρίττουσα παραγίνεται, ἀνακαλοῦσα καθὰ καὶ γυνὴ νήπιον ἀπολλύμενον σὺν ολολυγῇ καὶ κωκυτῷ ποιεῖσθαι φιλεῖ τοῦ παθου μένου τὴν ἔρευναν. Καὶ τῆς ἔξω θύρας προφανώς ἐλάσασα, καὶ τὸν ἐφεστῶτα λεων διαστήσασα, καὶ πρὸς φυγὴν παρὰ τὰ προοίμια τρέψασα, πρὸς τὸν παῖδα τρέχει τὸν ἄῤῥωστον, καὶ τοῦτον συχνῶς περιθέουσα, ποτὲ μὲν πρὸς τὸ οἷς ἐψιθύριζε, ποτὲ δὲ τῷ στόματι προσεπέλαζεν, καὶ τὸν υἱὸν ἡσυχίως αν έκραζε κάτω που κείμενον, καὶ τῇ γαστρὶ τοῦ παιδὸς ἐντρεφόμενον. "Ος παρούσης τῆς μητρὸς ἐπαισθόμενος, καὶ τὰ ταύτης γνωρίσας συρίσματα, δρομαίος ἀνέρχεται, καὶ πρὸς αὐτὴν διὰ τοῦ στόματος Εξεισιν, ὡς ἅπαξ τεχθεὶς καὶ κυοφορεῖν μηκέτι βουλόμενος μᾶλλον δὲ τῶν ἁγίων γνοὺς τὸ ἐπίταγμα (τοῦτο γὰρ εἰπεῖν εὐσεβέστερον, ᾧ καὶ ἡ τεκοῦσα δουλεύουσα, πρὸς τὴν αὐτοῦ συντόμως ἀφίκετο ζήτησιν), καὶ λοι πὸν μένειν ἐγγάστριος, καὶ εἰ βούλοιτο, μὴ δυναμένας. Ἐκπηδήσαντα δὲ τοῦ στόματα, ὡς ἴδεν αὐτὸν ἡ
col. 3541–3542page 60 of 127
PG 87:3541γεννήσασα, καὶ ὡς αὐτὸ τυγχάνον γνωρίσασα το εἰκεῖον καὶ παρ' αὐτῆς ζητούμενον γέννημα, ἀνελομένη τε θᾶττον αὐτὸ σὺν τῇ θέᾳ τῷ στόματι, σκιρτῶσα καὶ χαίρουσα πρὸς τὸν αὐτῆς φωλεὸν ἀνεχώρησεν. Κατὰ τοῦτον τὸν τρόπον καὶ Δωροθέα τὸ γύο ναιον, τὸν ἑαυτῆς υἱὸν παραχρῆμα ῥωσθέντα Καλλίνικον, μετὰ τὴν τοῦ δρακοντιαίου γεννήματο; ἔξοδον, ἀνελομένη, καὶ σὺν αὐτῷ τὴν χάριν τοῖς πεσωκόσιν ᾄσατα μάρτυσιν, ἀγαλλομένη καὶ χαίρουσα τὴν εἰς πόλιν ὁδὸν ἐποιήσατο. Ἡ δὲ τότε παροῦσα πληθύς, θεωρής γενομένη τοῦ θαύματος, τὴν ἐν Εὐαγγελίοις φωνὴν ἐκελάδησεν, "Οντως, λέγοντες, εἴδαμεν παρά δεξα σήμερον· ἐφ᾽ οἷς Θεόν τε καὶ μάρτυρας ὡς οἷά τε ἦν ἀνευφήμησε· μεθ' ἧς καὶ ἡμεῖς τὰς πρεπώδεις εὐφημίας Χριστῷ τῷ Θεῷ ἡμῶν καὶ τοῖς ἁγίοις αὐτοῦ του σκοπού βαδιοῦμεν ἐκπλήρωσιν. προσοίσαντες μάρτυσιν, πρὸς τὴν τοῦ προτεθέν ΛΕ'. Περὶ Θεοφίλου τοῦ ἀπὸ μαγείας συνδεθέντος τὰς χεῖρας καὶ τοὺς πόδας. Θαυμαστὸς ὁ Θεόφιλος ἀληθῶς, καὶ θαυμαστὸν καὶ τὸ κατ' αὐτόν ἐστι διήγημα· καὶ τάχα διὰ τοῦτο τελευταῖον ἡμῖν ἑαυτὸν διετήρησεν, μᾶλλον δὲ οὐκ αὐτὸς ἑαυτὸν ὕστερον ἤγαγεν, ἀλλ' οἱ θαυμάσιοι μάρτ τυρες. Τελευταῖον δὲ μόνον τῶν ἐπ' ᾿Αλεξανδρεῦσι γραφέντων εἰρήκαμεν, ἵνα καὶ τὰ προλαβόντα θαύ μετα καλλωπίσειεν, καὶ πλουσίως εὐφραίνῃ καὶ λαμ πρῶς τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀεὶ πᾶν ὃ ἐμε πεφόνευτο ἑτέρου γραφῇ μὴ σκεπόμενος. Αγαπάμε νοι τοίνυν καὶ ἡμεῖς αὐτὸν τῆς συνέσεως, τὰ κατ' αὐτὸν διηγούμεθα, στέφανον αὐτὸν θαυμαστὸν τοῖς προγραφεῖσιν ἐπάγοντες· Ο τῆς μισανθρωπίας πατήρ καὶ τῆς μισαδελφίας διδάσκαλος, ὁ ἐξ ἀρχῆς πλανήσας τὸν ἄνθρωπον, καὶ γυμνὸν αὐτὸν τὸ ὅσον ἐφ' ἑαυ τῷ θείας ἐργασάμενος χάριτος, τῇ πρὸς ἀνθρώπους οἰκείᾳ μανία και θυμῷ μὴ ἀρκούμενος, καὶ ὅσαις αὐτοὺς ἀπαύστως περιβάλλει συμφοραῖς καὶ συμ πτώμασιν, ὡς Ἰώβ φησιν ὁ θεσπέσιος.· ἀλλὰ καὶ αὐτ τοὺς ἐπ' ἀλλήλους ἐγείρει συχνότερον, ἐμβαλὼν αὐτοῖς τῆς αὐτοῦ μισανθρωπίας τὰ σπέρματα, ὡς καὶ εἰς τοσοῦτον αὐτοὺς ἐκκαίει πρὸς τὴν ἀλλήλων ἀπο έχθειαν, ὡς καὶ αὐτὸν αἱρεῖσθαι τῆς οἰκείας μήνιδος σύμμαχον, καὶ πρώτους ἑαυτοὺς βλάπτειν τὰ μέγι στα (ψυχῆς γὰρ ὁ θάνατος τίκτεται [ἐκ] τῆς πρὸς ἐκεῖνον συμβάσεως ), καὶ οὕτω τοὺς ἀδελφοὺς οὓς ἀγαπᾶν ὡς ἑαυτοὺς προσετάχθημεν. Τοῦτόν τινες ἀδικῆσαι Θεόφιλον θέλοντες, ᾧ οι κειώσαντο μετὰ τῆς αὐτοῦ πονηρᾶς προαιρέσεως· ἣν ἐκτελέσαι σπουδάζοντες βοηθὸν αὐτὸν πρὸς τὴν ἐπι βουλὴν ἐπεσύροντο. Ὁ δὲ πεισθεὶς ταῖς μιαραῖς αὐτ τῶν ἐπικλήσεσιν, οὐ μετρίως εκάκου τὸν ἄνθρωπον, χεῖρας καὶ πόδας συνδήσας τοῦ σώματος, καὶ δειναῖς ἀλγηδόσι βαστάζων ὡς ἤθελεν, καὶ τάχα οὐχ ὅσον ἤθελεν καὶ ἠβούλετο (ἀνεῖλε γὰρ αὐτὸν εἰ ἠδύνατο), ἀλλ᾽ ὅσον ἀνιᾷν πρὸς Θεοῦ συνε[κε]χώρητο. 'Αλλ' ὁ Θεός φιλος τὴν αἰτίαν ἀγνοῶν τοῦ νοσήματος, τοὺς ἰατρούς μετεπέμπετο, καὶ βοηθεῖν ὡς σθένος ἱκέτευε, καὶ σώζειν ὡς τάχος εδέετο, ἀργὸν καὶ ἀκίνητον κείμε ΠΟΛ
col. 3543–3544page 61 of 127
PG 87:3543συναγνοήσαντες αὐτῷ τῆς βλάβης τὸ αἴτιον, οὐ τά τῆς τέχνης εἰργάζοντο· οὐδὲν γὰρ αὕτη τους πάθος ἀγνοοῦντας ποιεῖν διατάττεται, ἀλλὰ τὰ ἐξ οἰκείου νοῦ καὶ φιλοπόνου φρονήματος. Πολλὰς γοῦν ἀντιδή τους ρέξαντες και καθάρσια πλείονα (ἐκ χυρῶν γὰρ πληθωρίας τὸ πάθος ἐνόμιζον), καὶ ἕτερα αὐτῶν δι ἀλειμμάτων καὶ διαφόρου διαίτης ποιήσαντες, ὡς οὐδὲν ὠφέλουν, ἐπαύσαντο· μόλις ποτὲ τοῦ νοσήματος εἰρηκότες τὴν ἄγνοιαν, καὶ μετὰ τῆς ἀγνοίας τὸ ἄντίκες κομίζειν αὐτὸν πρὸς τοὺς ἁγίους ἐκέλευε. τοὺς θεόθεν εἰδότας βροτῶν τὰ νοσήματα, κἀκεῖθεν αὐτοῖς τὰς ἰάσεις ὀρέγοντας. Εἰς τὸ Κύρου γοῦν καὶ Ἰωάννου γενόμενος τέμενος, καὶ λῦσαι τὸ κακὸν ἱκετεύσας τοὺς μάρτυρας, μετὰ χρόνον οὐ πολὺν εἰσ εἰσι πρὸς τοὺς πάσχοντας, καὶ συντόμους αὐτοῖς τὰς ἱάσεις χαρίζονται, εἰ μὴ πάνυ τούτων εἶεν ἀνάξιοι, ἢ παιδείας μακροτέρας δεόμενοι, δι' ἀλόγους τινὰς καὶ κρύφια πταίσματα, οὓς μόνος επίσταται τῶν ὅλων ὁ πρύτανις, καὶ οἷς ἂν αὐτὸς ὡς ἀξίοις γνώρι νον, καὶ ταῖς οδύναις ἐλεεινῶς ἀπολλύμενον. Οἱ δ ακούεται, καὶ τῆς ῥώσεως ἔτυχεν. Συμπαθεῖς γάρ σειεν. Αι σαν. Ἐπειδὴ δὲ τὴν νόσον εἰρήκαμεν, καὶ τὸν τρόπον λέξομεν τῆς ἰάσεως· μεγάλου γάρ ἐστιν θαύματος ἄξιος, καὶ τούτου χάριν καὶ τὴν ἀσθένειαν ἔφημεν Ἐπιστάντες αὐτῷ καθ᾿ ὕπνους οἱ ἅγιοι, τάδε που είν διετάξαντος Εξιθι, φασί, πρωΐας πρὸς θάλασσαν τοὺς φιλοπόνους σε βαστάσαι καὶ λαβεῖν προτρεψάμενος, καί τινι τῶν ἁλιέων περιτυχὼν εἰς θάλασσαν ἀμφίβληστρον βάλλοντι. μισθὸν αὐτῷ τόδε τι σύνταξα:, ν' ὑπὲρ σοῦ τὸ δίκτυον ἐφαπλώσῃ τοῖς ὕδασι· καὶ ὁ δ' ἂν ζωγρήσειεν, τοῦτό σοι πρὸς θεραπείαν γενήσει ται· τοῦτο γάρ σε γυμνωθὲν τῶν δεινῶν ἀπαλλάξειε. Καὶ ταῦτα μὲν κατ᾿ ὄναρ εἰπόντες οἱ μάρτυρες ἔπτη Ο δὲ τοὺς φιλοπόνους (ἐξ αὐτῶν δέ εἰσι τῶν ἀσθενῶν οἱ δυνάμενοι) πρωΐ προσκαλεσάμενος, τῶν ἁγίων αὐτοῖς εἶπε τὸ πρόσταγμα· καὶ θᾶττον αὐτὸν αἴρειν ἱκέτευε. Οἱ δὲ τὸ μαρτυρικὸν πυθόμενο: θέσπισμα, θᾶττον αὐτὸν ἀνελόμενοι, τοῦ τεμένους ἐξέεσαν καὶ τῆς θαλάττης πλησίον γενόμενοι, αλιέα τιν μετὰ δικτύων εὑρίσκουσι, τὰς γονὰς τῶν ὑδάτων θη ρεύοντα· καὶ παρ' αὐτὸν ἀφικόμενοι, τὸν ἄρξωστο ἐπὶ τῆς ψάμμου τιθέασιν. Ο δὲ τὸν ἀσπαλιευτὴν προσφθεγξάμενος, Τί βούλει, φησὶν, ὑπὲρ βολῆς μιᾶς καὶ μόνης κομίσασθαι, καὶ παρασχεῖν μοι ὅπερ ἂν ἀγρεύσαι τὸ δίκτυον; καὶ εἴτε τι ανενέγκοι, εἴτε και μηδὲν ἀνιμήσοιτο, καὶ εἴτε μικρὸν εἴτε μίγα, καὶ εἴτε πλείονα εἴτε ἐλάττονα, ἐμὸν ἔσται καθάπερ ἐπίσ τευγμα τὸ τῷ διχτύῳ ζωγρούμενον. Ὁ δὲ, Κεράτιον ἕν, ἀπεκρίνατο. Απλώσας οὖν ἐκεῖνος τὸ δίκτυον εἰς τὴν θάλατταν ἔρριψε, μικρὸν ἴσως ἰχθύδιον, ή τι τῶν ἐν ὕδασιν ἀγρεύειν οἰόμενος· τὰ αὐτὰ δὲ προδι λως ἐνόμιζεν καὶ ἡ τὴν βολὴν μισθωσάμενος ἄῤῥων στος. Ελκύσας δὲ μετὰ βραχὺ τὸ ἀμφίβληστρον θεα Την τινὰ βραχυτάτην ἀνήγαγεν, καὶ οὐχ ὅπερ ἑκάτερος ἤλπισεν· ἥτις οὐ τὸν Μωϋσέα κάτω κρυπτόμενο Έφερε, ἀλλὰ τὸ κατὰ Ἰαννὴν καὶ Μαμβρὴν κακού
col. 3545–3546page 62 of 127
PG 87:3545γημα· οὔτε νομοθέτην ἀστεῖον καὶ παρὰ πάντας πραότερον ἀνθρώπους, ὡς δέδεικται, ἀλλ᾽ ἄνομόν τι καὶ δαιμονικῆς ἀγριότητος κύημα. "Οπερ ὁ ἁλιεύσας ἀγνοῶν, καὶ σὺν αὐτῷ πάλιν ὁ ἄρρωστος, περὶ τῆς θήκης ἐμάχοντο, ὁ μὲν. ὡς Οὐ θέσην, λέγων, ἀλλ᾿ ἰχθὺν ἀνερχόμενον πέπρακα· ὁ δὲ νοσῶν, ὡς οὐ μόνον ἐχθὺν, ἀλλὰ καὶ ὅ δ᾽ ἂν ἀνέλθοι φάσκων ὠνήσασθαι. Ετικτε γὰρ αὐτοῖς οὐ μόνον ἡ θίβη τὸν πόλεμον ἔχειν τι τῶν ἀναγκαίων ἔνδον ἐμφαίνοντα, ἀλλὰ καὶ ἡ περίεργος ταύτης ἀσφάλεια. Οὐ μόνον γὰρ κλειδώ σεσι περιέσφιγκτο, ἀλλὰ καὶ σφραγίσι μολιβδίναις ἐστόμωτο. Ὡς δ' ἐπὶ πολὺ φιλομαχησάμενοι πείθειν ἀλλήλους οὐκ ἴσχύον, οὐδὲ πάλιν παραχωρεῖν ἀλλήλοις ἡνεί χοντο, πρὸς τὸν οἰκονομοῦντα τὸ τέμενος ἔρχονται, κριτὴν αὐτὸν τῆς δίκης ληψόμενοι. Ο δὲ τοῖν ἀμφοτέροιν λόγον πυθόμενος, οὐ πρότερον τὴν ψῆφον ἠνείχετο, Εἰ μὴ τὴν χειλέον ἀνοίξω, φησὶν, καὶ ταύτης ἔνδον θεάσομαι. Ανοίξας οὖν πάντων ἐν ὄψεσιν σὺν κόπῳ πολλῷ τὸ κιβώτιον, θέαμα δεινὸν καὶ παγχάλε που εὕρισκεν, οὐδὲν ὧν οἱ εὑρίσκοντες ἐνόμιζον, ἢ πάντες οἱ παρεστῶτες καὶ βλέποντες, ἀλλ' ὅπερ οἱ ἅγιοι φιλανθρωπίας πελάγει νηχόμενον ἐκ κόλπων βυθίων ἀνήγαγον. Ξόανον ἦν ἀνδρείκελον, ἐκ χαλκού λαχὼν τὴν ὑπόστασιν, εἰκονίζον μορφῇ τὸν Θεόφιλον, καὶ ὅλους ποσὶ καὶ χερσὶ καθηλωθέντας ἔφερε τέτταρας, ήλου ἑνὸς καθ᾿ ἑκάστου μέλους υπάρχοντος. Οπερ οἱ παρόντες θεώμενοι, πολυτρόπως ἐξίσταντο, τί δ᾽ ἦν τὸ φαινόμενον οὐκ ἐγίνωσκον· ὅθεν καὐτῶν ο μαχομένων ὁ πόλεμος πέπαυται, φανερωθέντος αὐτοῖς τοῦ εὑρήματος. Καὶ μικροῦ ἂν αὐτὸ ἐνθαλαττεύειν ἐνέβαλον, καὶ κύμασι τὸ δυσσεβὲς ἔκρυψαν θέαμα, Θεοφίλου μηδε μίαν εὑρόντος ὠφέλειαν, εἰ μὴ πάλιν οἱ μάρτυρες τὸν οἰκονόμον κινήσαντες, τὸ τί ἂν εἶεν οἱ ἦλοι ζητή και οι προσπεπηγότε; τέτρασιν ἀνδριάντος τοῖς μέ λεσιν· ὅθεν τῶν παρεστώτων τινὶ ἀποσπᾷν, εἰ δύναιτο, τοὺς ἤλους ἐκέλευσεν. ὡς δὲ τὸν ἀνδριάντα δεξάμενος ἤλου τε τοῦ τῇ δεξιᾷ χειρὶ πεπηγότος δραξάμενος, σὺν δυνάμει πολλῇ βιαίως ἑλκύσας ἀφήλωσεν· οὗπερ ἀποσπασθέντος, ἡ δεξιὰ Θεοφίλου χεὶρ εὐθὺς ἀπ ελύετο, καὶ τῆς ὀδύνης τὸν ὄγκον ἀπέβαλλε, καὶ τὸ μετὰ τῆς ὀδύνη: ἀκίνητον. Τότε πᾶσιν ἐγνώσθη τοῖς βλέπουσιν ἡ εἰς αὐτὸν μυταρὰ περιεργία, ἣν οἱ γόη τες ἐκεῖνοι σὺν μιαροῖς καὶ κακίστοις δαίμοσιν πρά ξαντες, θαλαττίῳ βυθῷ ὡς οὐκ ἀναλυθησομένην ἐνέβαλον. Αλλ' ἀσθενεῖς καὶ μανιώδεις ηλέγχθησαν, Κύρου σαφῶς αὐτοὺς διελέγξαντος, καὶ Ἰωάννου τοῦ Κύρου συμμάρτυρος· καὶ δείξαντες ἐναργώς, ὡς οὐδὲν αὐτῶν τῶν ἐν κτίσμασιν ἄβατον, οὐκ οὐρα νός, οὐ γῆ, οὐκ ἀὴρ, οὐ πῦρ, οὐχ ὕδωρ, οὐ θάλαττα, ἀλλὰ πάντα διέρχονται τοὺς εὐσεβεῖς καὶ πιστούς διασώζοντες. Καὶ ταῦτα μὲν φανερὰ τοῖς πᾶσι καθ έστηκε, κἂν ἡμεῖς μὴ κηρύξωμεν.
col. 3547–3548page 63 of 127
PG 87:3547β Οἱ τότε δὲ περὶ τὸν οἰκονόμον τυγχάνοντες, ὡς ἴδον καὶ ἔμαθον τὸ κακούργημα, καὶ χεῖρα τὴν δι ξιὰν κινοῦντα Θεόφιλον, περιχαρεῖς γεγονότες τοὺς μάρτυρας ᾔνεσαν, ἀφηλῶσαί τε τοὺς λοιποὺς ἤλους ἐσπούδασαν. Πρὸς ὅ δὲ τούτους ἐξέλυον, ἐκ τῶν δεσμῶν ὁ ἄῤῥωστος καὶ βασάνων ἐλύετο· μέχρις εξ πάντας ἀνέσπασαν· καὶ οὕτως ὁ νοσῶν πάσης ἐλυ τρώθη διαβολικῆς περιεργίας καὶ μάστιγος. Τὸν γὰρ ἐπὶ τῆς λαιᾶς χειρὸς τοῦ ἀνδριάντος ἐξάραντες, τὴν λαιὰν εὐθὺς ὁ πάσχων ἐξέτεινεν· καὶ πάλιν τοὺς τοῖς ποσὶ τοῦ ξοάνου προσηλωμένους ήλους ἐκσπάσαντες, τοὺς πόδας ὁ ἄρρωστος οδύνης χωρὶς καὶ ἀλγηδόνος ἐκίνησεν. "Οθεν δρομαῖος ἀναστάς, τῇ σορῷ τῶν λει ψάνων τῶν ἁγίων προσέδραμε, καὶ τοὺς ἁγίους μεγαλοφώνως ἀνύμνησε, μετεώρους καὶ τὰς χεῖρας ποιούμενος, καὶ συνυμνοῦντας ἔχων τοὺς βλέποντας. Ἡμεῖς δὲ πάλιν τοὺς μάρτυρας ὡς δυνατὸν ἀνυμνήσαντες, καὶ τὴν παροῦσαν διήγησιν κορωνίδα τοῖς θαύμασιν τοῖς εἰς Ἀλεξανδρέας γραφεῖσιν ἡμῶν έπενέγκαντες, τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας λοιπὸν ἀπαρξώμεθα, Χριστὸν τὸν Θεὸν ἡμῶν χορηγὸν ἡμῖν τοῦ λόγου γενέσθαι πρεσβεύσαντες, καὶ τοὺς ἐξ αὐτοῦ ὁρῶντας τὰ θαύματα Κῦρον καὶ Ἰωάννην τοὺς μάρ τύρας. ΑΡΧΗ ΤΩΝ ΕΙΣ ΑΙΓΥΠΤΙΟΥΣ ΚΑΙ ΛΙΒΥΑΣ ΓΡΑ ΦΕΝΤΩΝ ΘΑΥΜΑΤΩΝ. ΑϚ'. Περὶ Θεοδώρου τοῦ ὑτοδιακόνου ποδάγραν ἔχοντος. Αλεξάνδρειαν Αἰγύπτου καὶ Λιβύων ἀκούω μη τρόπολιν καὶ ταύτης χωρίζειν οὐ δίκαιον Αι γυπτίους ἡγοῦμαι καὶ Λίβυας, ὧν κεφαλή τε καὶ ρίζα τυγχάνουσα, οὐ μὴν ἀλλὰ καὶ κρηπὶς καὶ θεμέ λιος· τούτων ἐκτὸς οὐδ᾽ αὐτὴ βούλεται γενέσθαι, οὐδὲ ταύτης Λιβύη καὶ Αἴγυπτος, ἐπεὶ μηδὲ σῶμα ζῇ τῆς κεφαλῆς χωριζόμενον, μηδὲ ρίζης οἱ κλάδοι τεμνόμενοι μένουσιν ἔγκαρποι, μήτε μὴν κρηπίδος ληφθείσης άπτωτον ἄγαλμα στήσεται, μήτε θεμελίου στε ρούμενον μέ νειν οἰκοδόμημα δύναται. "Οθεν ἀκόλουθου οἶμαι καὶ δίκαιον, ὡς κεφαλῇ τὸ σῶμα συγκείμενον, καὶ ῥίζῃ τὸν ἔρπηκα, καὶ κρηπῖδι τὸ ἄγαλμα, καὶ θεμελίῳ τὸ οἴκημα, λαμπρά τέ ἐστι καὶ ἀκίνδυνο οὕτως ᾿Αλεξανδρείᾳ Λιβύη συνταττομένη καὶ Αἰγυ πτος ἐν τοῖς τῶν θαυμάτων Κύρου καὶ Ἰωάννου συν τάγμασιν, χαίρουσί τε καὶ τέρπονται τῇ ταύτης φαιδρότητι λαμπρυνόμεναι, καὶ ὡς κοινωνοῖς σε μνυνόμενοι τοῦ τῶν ἁγίων μεγαλόφρονος κτήματος. Οὐκοῦν ἐνούσθωσαν 'Αλεξανδρεῦσιν Αἰγύπτιοι, καὶ τούτων οἱ Λίβυες μὴ τεμνέσθωσαν, ὡς γονεῦσι παῖδες ἀγόμενοι, καὶ τὴν αὐτὴν ἐπὶ τοῖς μάρτυσι δόξαν καρπούμενοι, καὶ κλέος ἓν αμέριστον ἔχοντες. Προλαμπέτω τοίνυν Αἰγυπτίων ὁμοῦ καὶ Λιβύων ἐν θαύμασιν ὁ ἐκ Θεννήσου Θεόδωρος (πόλις αύτη τῆς Αἰγύπτου καθέστηκεν), ὁ τότε μὲν ἐν λαϊκοῖς ἀριθμούμενος καὶ τοῖς Ἐκκλησίας τῆς καθολικῆς ἀποσχίζου ΝΟΤΑ.
col. 3549–3550page 64 of 127
PG 87:3549σιν, νυνὶ δὲ Θεοῦ χάριτι καὶ μαρτύρων φωτισμῷ καὶ προστάγματι, καὶ ἐν τοῖς ταύτης παισὶ λογιζόμενος, καὶ βαθμοῦ τυχὼν ἱερατικοῦ τοῦ μετὰ τοὺς διακόνους ὑπάρχοντος, καὶ λειτουργῶν ὡς ὑποδιάκονος ἐν τῷ σεπτῷ τῶν ἁγίων οἰκήματι. Οὗτος, ὥς φασιν, ὁ Θεό δωρος ἐκ νέας ἡλικίας τῷ τῶν ποδῶν περιπίπτει νοσήματι, ὅπερ ἰατροὶ ποδάγραν, ὡς οἶμαι, καλῶς προσηγόρευσα», διὰ τὴν τοῦ πάθους πολλὴν ἀγριό. τητα. Ωσπερ γὰρ τῶν θηρῶν ἀγριώτερα φυσικῶς τὸ ἀνήμερον ἔχοντα τοῖς ἡμεροῦν ἐθέλουσιν εἰσιν ἀνυπότακτα τιθασσεύοντα χαλινόν δεχόμενα· οὕτω καὶ τοῦτο τὸ ἀνήμερον νόσημα, παισὶν ἰατρῶν ὑπάρ χον ἀτίθασσον, ὑγείας χαλινὸν οὐκ ἀνέχεται, ἀλλ᾽ αὐτοὺς τοὺς προσφερομένους αὐτῷ τοῖς βοηθήμασιν, ὥσπερ ἐξ ἀράχνης ὄντας περικόψαν ἀπέρχεται, τὴν οἰκείαν ἀναλαβὼν ἀγριότητα. Τούτῳ περιπεσὼν ὁ Θεόδωρος ἐκ βραχείας ἡλικίας, ὡς ἔφημεν, προκόπτον εἶχε τὸ πάθος ἀφόρητον· ὅπερ κατὰ τῶν ζώων γεννήματα, καὶ φυτῶν καὶ δένδρων βλαστήματα τὰ τὴν οἰκείαν ἀρετὴν καὶ εὐγένειαν ἐκ προοιμίων εὐθὺς ἐνδεικνύμενα, ἣν ἔχειν εὐφυΐαν ἔπειτα μέλλουσιν, τοῖς εἰδόσιν ὁρᾶν ἐκ μήτρας αὐτῆς καὶ φυῆς παραστράπτοντα· καὶ αὐτὸ τὸ ἑαυτοῦ φανέν προσεδείκνυεν μέγεθος, ὡς πόρους εὐθὺς δυσειδεῖς καὶ προκόπτοντας ἐπί τε ποδῶν καὶ χειρῶν τῇ τῶν ἀλγηδόνων βλαστῆσαι σφοδρότητι καὶ τῇ πανομβρίᾳ τοῦ συχνῶς καταστάζοντος ρεύματος. Μετε πλάττοντο γὰρ αὐτῷ πρὸς λίθων ἀμορφίαν οἱ δάκτυλοι, μήπω τελείας τυχόντες αυξήσεως· καὶ τῶν ποδῶν οἱ ταρ σοὶ ἐμιμοῦντο τὰ τῆς γῆς ἀναστήματα· καὶ τάχα ἂν οἱ πόδες αὐτῷ καὶ σὺν τούτοις αἱ χεῖρες πρὸς ταῦτα μετέβαλον, τὴν οἰκείαν μορφήν ἀρνησάμενοι, καὶ τὸ σφῶν εἶδος παντελῶς διαλλάξαντες· εἰ μὴ Κῦρον εὗρεν τῇ νόσῳ μαχόμενον, καὶ Ἰωάννην τὸν μάρτυρα τὸν τούτου συνόμιλον. Ἰατροῖς μὲν γὰρ ἑαυτὸν τὸ πρῶτον ἐκδέδωκεν ἀλλ' ὡς ἴδεν κρατοῦν αὐτὸν τὸ ἀρρώστημα καὶ τῆς τέχνης ἐμφανῶς περιγιγνόμενον, πρὶν ἢ καὶ αὐτοῦ περιγένηται, πρὸς τοὺς ἁγίους κατέφυγε, μόνους μετὰ Θεὸν, εἰ θελήσαιεν, δύνασθαι κατευνάζειν τὸ πά θος πυθόμενος, χαλινὸν ὀρέγοντας ἔνθεον, καὶ οὐ βρα τείας ἐκ τέχνης γενόμενον. Ελθὼν οὖν αὐτῶν εἰς τὸ τέμενος, θεραπείας τυχεῖν μετὰ πάντων ἐδέετο. Οἱ δὲ φιλάνθρωποι μάρτυρες παραστάντες αὐτῷ πολλάκις καθεύδοντι, τῇ καθολικῇ κοινωνεῖν Ἐκκλησίᾳ προσ έταττον, δι᾿ ὅρκων επαγγελλόμενοι, ὡς εἰ πεισθείη αὐτοῖς περὶ πίστεως ὀρθῆς αὐτῷ συμβουλεύουσιν, καὶ τὴν ῥῶσιν χαρίσονται, καὶ δωρεὰς πρὸς ζωήν συντελούσας τὴν παροῦσαν παρέξουσιν, καὶ κλήρων ἱερατικῶν ἀξιώσουσιν· τῆς γὰρ Ἰουλιανοῦ τοῦ 'Ἁλικαρνασσέως ὑπῆρχεν αἱρέσεως. Ὁ δὲ τούτων ἀπάν των τὰς μεθ' ὅρκων ἐπαγγελίας πυθόμενος, οὐδὲν ἧττον ἀπειθὴς καὶ ἀμετάθετος ἔμεινεν. "Οθεν οἱ μάρ τυρες ὡς λόγοις αὐτὸν οὐκ ἔπειθον χρώμενοι, ταῖς τῆς ἀσθενείας ἐπείραζον μάστιξιν· ὡς δὲ μηδ' οὕτω τὸν ἄνθρωπον ἔπεισαν, δείξαι θεσπίζουσι τῆς οἱ κείας ἀσθενείας τὸ μεγέθος, ἵνα καὶ οὕτω δει λεάσας τὰ μέλλοντα, πειθήνιον ἑαυτὸν ἀπεργά σπιτο.
col. 3551–3552page 65 of 127
PG 87:3551Καὶ φανέντες εἰς ὄναρ ἀμφότεροι, εἰς τὸ τοῦ ναοῦ δωμάτιον ἀναφέρουσιν ἀκολουθεῖν αὐτοῖ; διατάξαντες, καὶ πρὸς τὸ ἄκρον τοῦ δώματος στήσαντες, τὴν θά λατταν γαληνιῶσαν ἐδείκνυον· καὶ εἰ μετρεῖν δύναιτο τὰ ταύτης ἐπυνθάνοντο κύματα. Ο δὲ λίαν εὐμαρῶ; μετρεῖν ἀπεκρίνατο. Καὶ μετρεῖν οἱ μάρτυρες Ελε γον. ᾿Αρξαμένου δὲ αὐτοῦ τῆς μετρήσεως, καὶ τοὺς ἀριθμοὺς ἀνειμένως ὡς τὰ κύματα λέγοντος πυκνής τερα ταῦτα κατ' ὀλίγον γιγνόμενα, καὶ πάλιν συχνά καὶ ἐπάλληλα τοῖς εἰσιοῦσι προσπίπτοντα, κατὰ κρά τοῦ ἐνίκων τὸν δύνασθαι μετρεῖν εἰρηκότα Θεόδωρον, καὶ τὴν ἧτταν ὁμολογεῖν κατηνάγκαζον. "Ος νικηθείς τῇ τῶν κυμάτων συχνότητι, πεσὼν ἐπὶ πρόσωπον καὶ λέγων μὴ δύνασθαι, πρὸς τῶν ἁγίων ᾔτει συγχώρησιν. Οἱ δὲ τοῦτον ἐγείραντες, Ορᾷς, λέγουσι, τὰ συν εχῆ ταῦτα καὶ ἀμέτρητα κύματα; Ὁ δὲ, Ναί, φησίν, ἐνδοξότατοι μάρτυρες. Τότε πάλιν οἱ ἅγιοι λέγουσιν Ὥσπερ ταῦτα τὰ κύματα οὔτ᾽ ἀριθμῆσαί τις, οὔτε κατασχεῖν ἄνευ Θεοῦ τοῦ κτίσαντος δύναται, οὕτως οὔτε τῆς σῆς ἀσθενείας τὰ ρεύματα. Εἰ οὖν πεισθείης ἡμῖν εἰς ὅσοι συνεχῶς συμβουλεύομεν, καὶ γένη περὶ τὴν πίστιν ὁμόδοξος, καὶ ἡμεῖς σοι πειθόμεθα, καὶ Χριστὸν περὶ σοῦ τὸν Θεὸν καὶ Δεσπότην ἡμῶν ἱκετεύσομεν, καὶ πιστεύομεν ὡς πάντως παράσχοι τὴν ἴασιν· πῶς γὰρ αὐτὴν περὶ σοῦ λιτανεύσωμεν ἀπειθοῦς ἡμῖν διαμένοντος; Ὁ δὲ καὶ τούτων καὶ πλειόνων ἄλλων πυθόμενος, οὐδαμῶς τὴν γνώμην μετέβαλεν. Αλλ' ὡς καὶ ταύτην αὐτῶν ἀπέρριψε την παραίνεσιν, οὐκέτι προτρέποντες ὡς φιλάνθρωποι, ἀλλ' ἀπειλοῦντες ὡς ἀπότομοι φαίνονται. Μεθ᾿ ἡμέρας γάρ τινα; τοῦ λεχθέντος οράματος, πάλιν ὁρᾷν ἐδά κει τους μάρτυρας οὐκέτι προσηνέσι λόγοις προτρέποντας, ἀλλ' ἀπειλαῖς καὶ φόβοις προστάσσοντας. Ἐπὶ θώκων γάρ, φησὶν, ἐκαθέζοντο, καὶ στρατιαὶ καὶ τάξεις ἀρχοντικαὶ καθημένοις αὐτοῖς παρεστήκασιν ὧν τινες ὡς ἐκ μαρτυρικοῦ πεμφθέντες θεσπίσματος τὸν ὀνειροπολοῦντα συνέσχον Θεόδωρον, καὶ τὰς χεῖ ρας εἰς τοῦ πίσω συστρέψαντες, καὶ τὸν τράχηλον κλί νειν εἰς γῆν ἀναγκάσαντες, ὥσπερ τοὺς κακούργους οι δήμιοι σχηματίζουσιν, εἰς μέσον αὐτὸν δεδιότα καὶ τρέμοντα ἀμφοτέρων τῶν τάξεων ἀγαγόντες παρέστησαν. Απειλοῦσι δὲ τοῖς ἁγίοις καὶ τάδε ποιεῖν καὶ τάδε τοῖς αὐτὸν κάτω νεύοντα καὶ κεκυφότα κατα έχουσιν, εἰ μὴ πιστεύειν αὐτοῖς ἐθέλοι, προστάττουσιν, αἱ παρεστώσαι τάξεις προσέπιπτον, λῆξαι τῆς ὀργῆς ἱκετεύουσαι· καὶ πειθόμενον ἀπὸ τοῦ νῦν τὸν Θεόδωρον δέξασθαι, καὶ δωρήσασθαι τὴν τῆς παρτ ελθούσης ἀπειθείας συγχώρησιν. Οἱ δὲ μάρτυρες, φησίν, τούτων τὰς αἰτήσεις εἰσ δεξάμενοι, καὶ μικρὸν τῆς ὀργῆς ὑπενδώσαντες, ἀπάγειν τοὺς κρατοῦντας ἐκέλευσαν, καὶ πάλιν απ τὸν ἀπολύειν τῇ ἁγίᾳ κοινωνεῖν Εκκλησίᾳ συνθέμενον. Απάγοντες γοῦν αὐτὸν οἱ κατέχοντες, πρώτων εἰ τῆς τοσαύτης ἀπειλῆς τὴν αἰτίαν ἐπίσταται. Ο δὲ, Ναί, φησὶν, οἶδα τὸ αἴτιον. Οἱ δὲ, Καὶ τί ἂν εἴη; πάο λιν ἠρώτησαν. Ο δὲ, Τὸ μὴ θέλειν με προσελθεῖν τῇ καθολική Εκκλησίᾳ καὶ τοῖς ἐν αὐτῇ τελουμένοις Χριστοῦ μυστηρίοις, προσήγγελλε. Τί οὖν; προς
col. 3553–3554page 66 of 127
PG 87:3553ἔρχῃ, φατὶν, εἰ τῆς κατὰ σοῦ μελετωμένης ὀργῆς ἡ ἀπολύσωμεν; Καὶ συνθέμενον αὐτὸν ἀπολύουσιν. Στραφεὶς δὲ μετὰ τὴν ὄνειρον, περιδεὴς ἔτι καὶ ἔν τρόμος τὰ κατ' όναρ φανέντα καθ' ἑαυτὸν ἐλογίζετο οὔπω δὲ πέπειστο, ἀλλ' ἀμφίβολον εἶχεν ἀκμήν τὴν διάνοιαν, καὶ τὸν λογισμὸν τῇδε κἀκεῖσε φερό μενον. . Ἐν ὅσῳ δὲ τὰ περὶ τούτων ἐσκέπτετο, πρὶν ἢ ταλαντεύσῃ τὸ χρήσιμον, καὶ τὸ πρακτέον βεβαίως ψηφίζοιτο, πάλιν ἀφύπνωσε, καὶ πάλιν βλέπει τοὺς μάρτυρας, ἐν Ἰουλιανοῦ τοῦ διακόνου θέᾳ καὶ σχή ματι, ὃς κατ' ἐκεῖνο καιροῦ λειτουργεῖν ἐν τῷ ναῷ προκεχείρ:στο, παρεστώτας καὶ λέγοντας· Δεύρο, πρὸς τὸ μνῆμα τῶν ἁγίων ἐλθόντες εὐξώμεθα. Ταῦτα δὲ πρὸς αὐτὸν διελέγοντο, δοκιμάζοντες αὐτὸν εἰ μετέθετο, καὶ πειθήνιος αὐτοῖς μετὰ τοιαύτην όψιν γεγένητο. Αμέλει γοῦν ἐπὶ τὴν σορὸν αὐτῶν τὴν τιμίαν ἐρχόμενοι, καὶ σὺν αὐτοῖς ἀκολουθοῦντα τὸν Θεόδωρον ἔχοντες, πρὸ τοῦ φωτιστηρίου γενόμενοι, Ενθα ζωοποιὰ Χριστοῦ κεῖται μυστήρια, εἰσελθεῖν αὐτὸν καὶ μεταλαβεῖν προετρέποντο, Είσελθε, λέγοντες, σὺν ἡμῖν καὶ τῶν ἁγίων Χριστοῦ μυστηρίων μετάλαβε. Ὁ δὲ, Οὐ, φησίν, οὐκ εἰσέρχομαι· ἑτέρας γὰρ ἐγὼ δόξης καθέστηκα, καὶ οὐ τοῦ τῆς ἐκκλησίας κηρύγματος· προσδικῶ δὲ σήμερον τὴν γεννήσασαν, τὰ τῆς μεταλήψεως μοι δῶρα κομίζουσαν. Αλλ' ἔασόν με τέως, πρὸς τὸν αὐτὸν διάκονον ἔλεγεν, ὅπως ἐν ὅσῳ τὰ τοῦ μνήματος ἠνέωκται κάγκελλα, εἰσελθὼν τὸ τῆς κανδήλας ἔλαιον δέξωμαι. Πολλοί γὰρ τοῦτο τῶν οὐ κοινωνικῶν διαπράττονται, ἐν τῇ τῶν ἁγίων κανδήλα καιόμενον ἔλαιον, ἀντὶ σώματος ἁγίου καὶ αἵματος Χριστοῦ τοῦ πάντων ἡμῶν Θεοῦ καὶ Σωτῆρος δεχόμενοι· μηδ' 8 πράττουσιν, ὡς οἶμαι, γινώσκοντες, μήτε τὸ τῆς βλάβης επιστάμενοι μέγεθος. Ἡ γιάσθη μὲν γὰρ, λέγω κἀγὼ, [το] τῆς τῶν ἁγίων κανδήλας ἔλαιον, ἀλλὰ τί τοῦτο πρὸς τὸν τοὺς ἁγίους αὐτοὺς ἁγιάζοντα; Καὶ δύναμιν αὐτὸ κατὰ νοσημά τον ἔχειν τιθέμεθα ἀλλὰ τί πρὸς Χριστὸν τοῦ Θεοῦ σοφίαν ὄντα καὶ δύναμιν, τὸν καὶ μάρτυσιν αὐτ τους χαρίσματα δυνάμεων νέμοντα; Λέγω δὲ τιμῆς ἄξιον ὡς ἐπάνω τῆς θήκης καιόμενον, ἀλλὰ τί πρὸς τὸν ἐπὶ τῶν Χερουβὶμ καθεζόμενον; καὶ τί τὸ τῆς καν δήλας ἔλαιον τῶν ἁγίων παραφερόμενον, ἢ τοὺς ἁγίους αὐτοὺς τοὺς [τὸ τῆς κανδήλας ἁγιάζοντας ἔλαιον; Πᾶν γὰρ ὅπερ κτίσματι τέτακται, οὐ μόνον ἐπίγειον, ἀλλὰ δὴ καὶ οὐράνιον, εἴτε Θρόνοι, εἴτε Αρχαί, εἴτε Εξουσίαι, εἴτε Κυριότητες, είτε Δυνάμεις ἀγγελικαί, καὶ παρὰ ταύτας ἕτεραι, εἴτε αὐτὰ Χερουβὶμ καὶ τὰ Σραφίμ τὰ πολυόμματα ζῶα καὶ ἑξαπτέρυγα, τὰ τῶν πολλῶν κτισμάτων πολύ τιμιώτερα, καὶ διὰ τοῦτο Θεὸν ἐποχούμενον ἔχοντα· εἴτε τις ἐν νοητοῖς ἑτέρα κτίσις καθέστηκε, Θεῷ μὲν φανερὰ τῷ ποιή σαντι, ἡμῖν δὲ τοῖς ἀνθρώποις ἀπόκρυφος, ἀγαπητὸν ἡγεῖται καὶ εὔχεται τὸ δούλειον ἄγειν ζυγόν, καὶ ΝΟΤΑ.
col. 3555–3556page 67 of 127
PG 87:3555δοῦλον εἶναι καὶ λέγεσθαι τοῦ Δεσποτικοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν σώματος· μὴ μὴν αὐτὴ παραβάλλεσθαι, καὶ τὸ ἴσον ἢ παρὰ μικρὸν ἀποφέρεσθαι βού λεσθαι· ὅπερ οὐδέ τις ἦν ὁ παρέχων ετύγχανεν λα Εεῖν κατεδέξατο. Τοῦτο γὰρ τοῦ ἀρχεκάκου τὸ φρό νημα, δι' οὗ καὶ αὐτὸς τὴν ἰσότητα τὴν πρὸς τὸν Θεὸν ἁρπαγμὸν ἡγησάμενος, καὶ θρόνου ὁμοίωσιν ὑπὲρ νέφη φανταζόμενος τῆς οὐρανίου ἀψίδος, ὁ πριν ἑωσφόρος ἐκπέπτωκε· καὶ τοὺς ὄντας ἡμᾶς ἐν παρα δείσῳ προπάτορας, εἰς φθορὰν δελεάσας κατέσπασε». Ταῦτα δὲ λέγομεν, οὐ τὰ τῶν εἰρημένων διορθούμενο σφάλματα (τί γάρ μοι τοὺς ἔξω κρίνειν, ὥς φησιν ὁ ᾿Απόστολος;), ἀλλὰ τοὺς ἡμῶν ἀδελφοὺς ἀσφαλιζόμενοι, μήπως αὐτοὺς τοῦτο ποιοῦντας συχνότερον βλέ ποντες, σὺν αὐτοῖς ἀσεβήσωσιν. Ἀλλ᾽ ἐπὶ τὸ λειπόμενον ἡμῖν τῆς διηγήσεως ἔλθωμεν. Ακούσαντες γοῦν οἱ μάρτυρες οἱ ὡς Ἰουλιανὸς ὁ διάκονος τῷ νοσοῦντι φαινόμενοι, ὡς τὸ τῆς κανδήλας ἔλαιον βούλεται δέξασθαι, εἰς τὸν βατῆρα τὸν πρὸ τῶν καγκέλλων ὄντα τοῦ μνήματος ίστανται, καὶ τὴν εἴσοδον αὐτῶν διεκώλυον εἰς ὄψιν γινόμενον. καὶ εἰσιόντι προτρέχοντες, καὶ ποτὲ μὲν εἰς λαιὰ, ποτὲ δὲ εἰς δεξιὰν μεταβαίνοντες, καὶ τὴν εἴσοδον δι᾿ ἑαυ τῶν ἀναφράττοντες. Ως δὲ πολλὰς μεταβάσεις ποιή σαντες πρὸς τὸ φωτιστήριον αὐτῶν ἀπελθεῖν καὶ τῶν Χριστοῦ μυστηρίων μεταλαβεῖν οὐκ ἔπεισαν, παρ εχώρουν αὐτῷ τὴν ἐπὶ τὴν οἰκείαν σορὸν ἄγουσαν εἴσοδον. Καὶ ταύτην δὲ περάσαντα τὸν Θεόδωρον, καὶ εἰσελθόντα τὸ πρόθυρον, πρὶν ἢ καταλάβοι τὰ κάνκελλα καὶ τὸ ἔλαιον δέξηται, τῶν ὄπισθεν αὐτοῦ λαβόντες ἱμάτιον στραφήναι πρὸς αὐτοὺς παρεσκεύασαν· καὶ πάλιν αὐτῶν ἀκούειν προέτρεπον, καὶ πεί θεσθαι μᾶλλον αὐτοῖς ἢ τοῖς τῆς οἰκείας προεστῶσιν αἱρέσεως. Ως δὲ μηδ' οὕτω πειθόμενον ξυλεπον, προϊέναι πρὸς τὸν τάφον ἀπέλυσαν. Ὁ δὲ στραφείς Ασφαλισμένα βλέπει τὰ τοῦ μνήματος κάνκελλα· καὶ μὴ εὑρὼν λοιπὸν τοῦ τῆς κανδήλας ἐλαίου λαβεῖν, ἀνεχώρει κατηφὴς καὶ λυπούμενος. Οἱ δὲ φιλάνθρωποι μάρτυρες μηδαμῶς ῥαθυμήσαντες, ἀλλὰ πρὸ τοῦ φωτιστηρίου προσμείναντες, πάλιν αὐτὸν ἐξιόντα τοῦ μνήματος παρεκάλουν καὶ προτρεπον, διδασκαλία χρώμενοι καὶ πολλαῖς παραινέσεσιν. ὡς δὲ ἴδον ου τως ἀκαμπῆ καὶ πεισθῆναι μη θέλοντα, τοῦτο μεθ' ὅρκου φρικώδους εἰρηκότες ἀπέλυσαν· Μὰ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν, τὸν πάντων Δεσπότην και Θεόν, τὸν καὶ τῆς μαρτυρικῆς στρατιᾶς βασιλεύοντα, καὶ τὴν χάριν τῶν ἰαμάτων δωρούμενον, εἰ μὴ πεισθείης ἡμῖν, καὶ μόνῃ τῇ καθολικῇ αὐτοῦ ἐκκλησίᾳ καὶ τοῖς ἱερουργουμένοις ἐν αὐτῇ μυστηρίοις προσέλθῃς μετὰ καθαρᾶς καὶ ἁγνῆς συνειδήσεως, οὕτως ἐντεῦθεν ἀπελεύσει νοτῶν, ὥσπερ καὶ τἀνθάδε κατέλαβες, μηδὲν πρὸς ἡμῶν ὠφελούμενος. Καὶ ταῦτα μὲν κατ᾿ ὄναρ ελέχθη τε καὶ γεγένηται. Πρωΐας δὲ προϊὼν εἰς τὸ μνῆμα τῶν ἁγίων προσ εύξασθαι, ὁρᾷ πρὸ τοῦ μνήματός τινα Πασχάσιον τοὔνομα, ὑπὸ πονηροῦ πνεύματος ἐνοχλούμενον· ὃς ἰδὼν τὸ Θεόδωρον, διαπρυσίῳ φωνῇ τάδε πρὸς αὐτὸν ἀπεφθέγξατο, βλοσυρὸν ἐνιδὼν καὶ τοῖς ὁδοῦσι
col. 3557–3558page 68 of 127
PG 87:3557βρυχώμενος, καὶ ὡς ἀπὸ τῶν ἁγίων τοὺς λόγους ποιούμενος, Τὸ τάχος σου τὴν ψυχὴν ἄπελθε, φώτισον, ἐπεὶ μὰ τὴν ἐνθάδε ναίουσαν δύναμιν, ὡς ἦλθες ὧδε τῇ τῆς ποδάγρας μανίᾳ κρατούμενος, οὕτως ἀναχωρεῖς μὴ τυγχάνων ἰάσεως· καὶ ταῦτά σοι λέγειν οἱ ἅγιοι οι προστάττουσι μάρτυρες. Ο δὲ τούτων πρὸς τοῦ δαιμονῶντος πυθόμενος, καὶ φόβῳ ληφθείς, λαβὼν δὲ καὶ τῶν κατ᾿ ὄναρ ἀνάμνησιν, διὰ τὸ τῶν ῥημά των καὶ τῆς ἀπειλῆς παραπλήσιον, εἰσελθὼν εὐθὺς εἰς τὸ φωτιστήριον τῶν Χριστοῦ μυστηρίων μετέλαβε, καὶ τὴν ψυχὴν τῇ μεταλήψει τῶν μυστηρίων ἐφώτισεν. Ἐξ ενεργείας δὲ δαίμονος εἰς δεινὴν ῥαθυμίαν εἰσπέπτωκεν μετὰ τὴν μετάληψιν, καὶ ἐν τοῖς οἰ κείοις ἑαυτὸν ἐμβαλὼν λυπούμενος στρώμασι, θᾶττον ἐκ τῆς λύπης ἀφύπνωσε. Καὶ πάλιν βλέπει τοὺς μάρτυρας εἰς Ἰουλιανὸν τὸν διάκονον ἑαυτοὺς σχηματίσαντας, καὶ τῆς ἀθυμίας τὴν αἰτίαν αὐτὸν ἐξετάζοντας. 'Ο δὲ, "Οτι με, φησίν, οἱ ἅγιοι κοινωνῆσαι κατηνάγκασαν. Οἱ δὲ, Καὶ τοῦτό σε, φασὶν, ἀνιᾷν ἢ λυπῆσαι τὸ σύνολον ὤφειλε; μᾶλλον δὲ καὶ χαίρειν ἔδει σε καὶ ἀγάλλεσθαι, ένα νοοῦντα τῆς οἰκείας ψυχῆς τὴν ὠφέλειαν, καὶ τῆς ἀσθενείας τὴν ἴασιν προσδεχόμενον· πάντως δὲ ὅτι Θεοῦ τοῦτο καθέστηκε βούλευμα, οὗ χωρὶς οὐδὲν οἱ ἅγιοι διαπράττονται. Καὶ τούτοις αὐτὸν τοῖς λόγοις οι μάρτυρες ψυχαγωγήσαντες ᾤχοντο. 'Ο δὲ στρα φεὶς τῆς μητρὸς ἐμερίμνα τὴν ἄφιξιν, καὶ μάλιστα διαπερ ἔμελλε τῆς οἰκείας αἱρέσεως ἐπιφέρεσθαι λείψανα· ἥτις μετ᾿ οὐ πολὺ τῆς ὥρας ἀφίκετο, μηδέν τοιοῦτο κομίζουσα, δι' ὧν καὶ τὴν ἄφιξιν ὑπῆρχεν ἀνύσασα, οἰκονομία μαρτύρων τὴν λήθην φανερῶς ὑπομείνασα. Ο δὲ μαθών ήσθη μεν πρότερον, εἶτα δὲ καὶ πάντα τῇ μητρὶ διηγήσατο, ὅσαπερ εἰς αὐτ τὸν ἐδράσθη τοῖς μάρτυσιν, καὶ ὡς τῇ Ἐκκλησίᾳ προσδραμεῖν ἐβιάσαντο. Καὶ οὕτω μὲν τῇ ἐκκλησίᾳ προσέδραμεν. Λέξωμεν δὲ λοιπὸν καὶ τὴν ῥῶσιν τοῦ σώματος, δι' ὀλίγου τὸν λόγον ποιούμενοι· Μετ' ὀλίγας τὰς ἡμέρας πάλιν ἐκάθευδε, καὶ παρεστώτας βλέπει τοὺς μάρτυρας, καὶ συνοδεύειν αὐτοῖς ἐπιτάττοντας ὁ δέ, φησὶν σφίσι] προθυμότερον εἴπετο ᾔδει γὰρ οὐκ ἀκερδὲς τὸ τοῖς ἁγίοις συνέπεσθαι. Ελ θόντες οὖν εἰς ναόν τινα τέλειον Ἑλλήνων], τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, [ τῷ δ᾽ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον· καὶ εἴσω τούτου γενόμενοι, μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν· μέσον μὲν τὸν Δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν, Χριστοῦ δὲ τὴν Δέ σποιναν ἡμῶν τὴν Θεοτόκον και Αειπάρθενον Μα ρίαν εὐώνυμον, καὶ δεξιὸν Ἰωάννην τὸν βαπτιστὴν αὐτοῦ τοῦ Σωτῆρος καὶ πρόδρομον, τὸν ἐν κοιλίᾳ σκιρτήμασιν αὐτὸν προμηνύσαντα, ἐπεὶ καὶ λαλῶν Ενδον ἔνδον ών] οὐκ ἠκούετο, και τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἐνδόξου κα
col. 3559–3560page 69 of 127
PG 87:3559ροῦ, καὶ τῆς μαρτυρικῆς ἐμηγύρεως· μεθ' ὧν ἐτύγ χανον καὶ αὐτοὶ Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οι πρὸ τῆς εἰκόνος ἐστάμενοι, τῷ Δεσπότῃ προσέπι στον, γόνατα τὰ γόνατα) κάμπτοντες, καὶ τὰς κεφαλὰς εἰς ἔδαφος φέροντες, καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες. Ταῦτα δὲ ἦν τῆς πρεσβείας τὰ δήματα· Δέσποτα φιλάνθρωπε, κε λεύεις δῶμεν καὶ τούτῳ τὴν ἴασιν; Ως δὲ πολλάκις εἰς γῆν προσκυνήσαντες, καὶ τοὺς τῆς ἱκετείας λόγους ἐκπέμψαντες, καὶ ὁ Δεσπότης Χριστὸς οὐκ ἐπένευε, τοῦ πρεσβεύειν παυσάμενοι, κατηφεῖς καὶ ὀλίγωσει πρὸς ἐμὲ, φησί, παραγίνονται, οὐ πολὺ μακρὰν τῆς εἰκόνος ἱστάμενον· καὶ πλησίον γενόμενοι, Οράς, φασὶν, ὡς ὁ Δεσπότης οὐ βούλεταί σοι δοθῆναι δοῦναι τὴν ἴασιν; ᾿Αλλὰ μηδὲν ἀθυμήσῃς· πάντως γὰρ καὶ πρὸς σὲ ὡς καὶ πρὸς πάντας χρηστεύσετα:. Καὶ διαστάντες ὡσεὶ μικρὸν ἡμιώριον, πάλιν ἀπελ θόντες ἐδέοντο, καὶ πάλιν ἄπρακτοι, φησίν, ἀνακάμπτουσιν κατηφείς καὶ ὀλίγωροι] ὡς καὶ πρότερον, τοῦ Δεσπότου Χριστοῦ μὴ κελεύοντος καὶ τὰ αὐτά ταῦτά] μοι πάλιν ἐλθόντες εἰρή κασιν. Τὸ τρίτον δὲ πορευόμενοι, θάρσει Θάξει. λέγουσιν· νῦν γὰρ πάντως τὴν χάριν λαμβάνομεν ἀλλὰ καὶ σὺ ὥσπερ ἡμᾶς ὁρᾷς ἱκετεύοντας, σὺν ἡμῖν ἐλθὼν τὸν Δεσπότην ἱκέτευε. Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι, τοῖς προλαβοῦσι τρόποις ἐχρῶν το καὶ ῥήματι· καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν, καὶ κάτω κείμενοι. τό, Κελεύεις. Δέσποτα, μόνον ἀν έκραζον, τότε και] ὁ Χριστὸς σπλαγχνισθείς ὡς οἰκτείρμων ἐπένευσε, καὶ, Δότε αὐτῷ, πρὸς πρὸ τῆς εἰκόνες ἐφθέγξατο. Καὶ χαμόθεν ἀναστάντες οἱ μάρτυρες, πρῶτον μὲν εὐχαριστοῦν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὡς τῆς δεήσεως αυτ τῶν ἐπακούσαντι [νω. ὑπακ.]· ἔπειτα δὲ χαίροντες και γαννύμενοι ἁγανν.], Ἰδού, φασὶν πρὸς ἐμὲ, ὁ Θεὸς τὴν χάριν ἐδωρήσατο. Εἴσελθε γοῦν εἰς Αλεξ ἀνδρειαν, καὶ ἐν τῷ μεγάλῳ τετραπύλῳ νήστις καθέ εύδησαν, και μικρὸν τοῦ τῆς κανδήλας ἐλαίου τῆς ἄνω πρὸ τῆς τοῦ Σωτῆρος εἰκόνος ἁπτομένης λαβὼν εἰς ληκύθιον, πάλιν ἄγευστος τὰ ἐνθάδε κατάλαβε, καὶ τούτῳ τοὺς πόδας ἀλειψάμενος, τῆς ὑγείας ἕξεις τὸ δώρημα. ἀνέλαβε. Ὁ δὲ μετὰ τὸν ὄνειρον εἰς Αλεξάνδρειαν ἔρχεται. καὶ ἐν τῷ τετραπύλῳ κοιμώμενος, ὁρᾷ παμμεγεθέστατον δράκοντα τῶν ποδῶν ἐξερπύζοντα· καὶ πάλιν μετὰ τὴν ἔξοδον πρὸς αὐτὸν ἀνακάμπτοντα. Αλλ' α νω φανέντες οι μάρτυρες, τὴν εἴσοδον διεκώλυσαν, καὶ ῥαβαν τὴν κεφαλὴν μὲν τοῦ δράκοντος ἔθλασαν, αὐτῷ δὲ θαρσεῖν διετάξαντο, καὶ μηκέτι τῆσαὶ τοῖν ποδεῖν ἢ ταῖν χειροῖν τὴν ἀσθένειαν. Αὐτὸς δὲ ἀνα στὰς μετὰ κοίμησιν, τῆς κανδήλας λαμβάνει τὸ ἔλαιον, καὶ πρὸς τὸ τῶν ἁγίων ἔρχεται τέμενος· ἔνθα γενό μενος, ὡς ἐθεσπίσθη, τὰς χεῖρας καὶ τοὺς πόλης ἠλείψατο, καὶ παραχρῆμα τὴν νόσον ἀπέθετο, καὶ τὴν ῥῶσιν ἀπέλαβεν. Ηξιώθη δὲ μετὰ τῆς καλλίστης ΝΟΤΑ.
col. 3561–3562page 70 of 127
PG 87:3561καὶ ἡδίστης ἰάσεως, καὶ ὧν αὐτῷ πεισθέντι δωρεῶν ἐπηγγείλαντο· ὑπὲρ ὧν ἁπάντων εὐχαριστῶν δου λεύει σπουδαίως τοῖς μάρτυσιν· οὓς καὶ ἡμεῖς ἀνα υμνήσαντες ἐπ' ἄλλην αὐτῶν θαυματουργίαν μετα έλθωμεν. ΛΖ΄. Περὶ Ἰωάννου τοῦ ὑποδιακόνου λευκώματα ἐν ἀμφοτέροις ἐσχηκότος τοῖς ὄμμασιν. Ἐπειδὴ Θεοδώρου τὴν νόσον γεγράφαμεν, καὶ τὴν εἰς ἐκκλησίαν βιαίαν καὶ ἀκούσιον εἴσοδον, καὶ τὴν εἰς ὑπηρέτας Θεοῦ τρισόλβιον πρόοδον, φέρε καὶ Ἰωάννην αὐτῷ συνυφάνωμεν, τὸν ὁμοίως καὶ αὐτὸν κοινωνικὸν ἐξ ἀκουσίου γενόμενον, καὶ τῆς κοινωνίας μισθὸν τὴν ῥῶσιν δρεψάμενον, καὶ πάλιν ἀδελφὸν κατὰ βαθμὸν ἱερατικὸν χρηματίζοντα. Ἰωάννης οὖν οὗτος, ἡ τῆς παρούσης γραφῆς ἀφορμή τε καὶ πρό φασις ἐκ Κυνῶ μὲν τῆς Αἰγυπτίας ὤρμητο πόλεως ἐν ἀμφοτέραις δὲ ταῖς κέραις ἔσχε λευκώματα, καὶ τούτων τὸ φῶς ταῖς τῶν λευκωμάτων εἰσβολαῖς ὑπο εχώρησεν, ὡς μὴ δυνάμενον κόρας ὀφθαλμῶν συνοικεῖν τοῖς λευκώμασιν· ποία γὰρ κοινωνία φωτι πρὸς σκότος; ὡς καὶ Παῦλος ὁ θεσπέσιος εἴρηκεν οὔτε γὰρ τὸ φῶς ἐν κοινωνίᾳ μένειν τοῦ σκότους ἀνέχεται, οὔτε τὸ σκότος σύνοικον τὸ φῶς παραδέξασθαι δύναται, ἀλλ' ἐναντίαν τὴν φύσιν ἐν ἅπασιν ἔχοντα, ἐναντίαν καὶ τὴν ἐνέργειαν κέκτηται· ὥστε τοὺς ἔχοντας, ἢ τὸ σκότος μὴ βλέπειν, ἢ τὸ φῶς μὴ σκοτίζεσθαι. Ιωάννης οὖν ἔχων τοῦ σκότους τὰ αίτια, τοῦ φω τὸς ἀπετύγχανεν, καὶ τούτου σκοτισθεὶς ἐχωρίζετο, καὶ σκοτισθεὶς τὸ παράπαν οὐκ ἔβλεπεν· ἐν νόσῳ γὰρ τῶν ὀμμάτων γενόμενος, καὶ φωτὸς στερηθεὶς, ὡς προείρηται, ἐπὶ Κῦρον καὶ Ἰωάννην τους μάρτυρας ἤγετο, ἑτέρων ὀφθαλμοῖς ποδηγούμενος· ἐνιαυ τοῦ δὲ ἑνὸς διιππεύσαντος, τῆς τῶν ἁγίων ἀρωγῆς Αξιοῦτο καὶ χάριτος. Οὕτω δὲ τῶν ἁγίων γέγονεν ἡ ἐπίσκεψις· Ἐπὶ τῆς στρωμνῆς ὁ Ἰωάννης ἐκάθευδεν, καὶ καθεύδων, ἑαυτὸν ἑστῶτα πρὸ τοῦ τῶν ἁγίων Έβλεπε μνήματος, καὶ περὶ τῆς τῶν ὀμμάτων ἐδέε το ῥώσεως· καὶ τοῦτο ποιῶν τοὺς ἁγίους ἐδόκει θεάσασθαι ἔμπροσθεν τῆς οἰκείας σοροῦ ἐν πρεσβυτέρων καθημένους μορφαῖς τε καὶ σχήμασιν· οἱ τῶν θρόνων ἀναστάντες, καὶ τῆς χειρὸς τὸν Ἰωάννην λα βόμενοι ἐπὶ τὸ θεῖον θυσιαστήριον ἤγαγον· καὶ τού τῷ αὐτὸν παραστήσαντες, ἄρτον αὐτῷ προσένεμον ἅγιον ζωοποιὸν Χριστοῦ σῶμα γενόμενον καὶ μετὰ τὴν τούτου μετάληψιν, ἀπὸ τῆς μυστικῆς πά λιν τραπέζης λαβόντες ποτήριον, θείου πεπληρωμένον ἐπότιζον γάλακτος· ᾧ τάχα καὶ Παῦλος ὁ ἀπό στολος ποτίζειν τοὺς ἐν Χριστῷ νηπιάζοντας ἔγραφε. Μεθ' & τὸν Ἰωάννην ἀπέλυον τοιοῖσδε αὐτὸν περι φράξαντες ρήμασιν· Ἰδοὺ τῆς ἀληθινῆς ζωῆς τὴν ὁδὸν, ὦ νεανία, κατέμαθες. Τὸ λοιπὸν οὖν ἐνθάδε τῶν μυ στηρίων Χριστοῦ μετελάμβανε· Θεοδοσίου γὰρ καὶ Σευήρου ὁ Ἰωάννης ὑπῆρχεν ὁμόδοξος, καὶ τούτων τοῦ δόγματος ὑποδιακόνου τάξιν κεκλήρωτο. ΝΟΤΑ.
col. 3563–3564page 71 of 127
PG 87:3563Ταῦτα καθ᾽ ὕπνους ὁ τέως τυφλὸς θεασάμενος, τὸν μὲν ὕπνον ἀπέβαλε, τὴν δὲ καθ᾽ ὕπνον ἐνεστήριξε μύησιν, θείαν αὐτὴν ὑπολαβὼν, καὶ τὴν τῶν σωμα τικῶν ὀφθαλμῶν εἰ τελεσθείη χαριουμένην ἀνάβλεψιν. Οθεν ἀναστὰς τῶν μυστηρίων εὐθέως ἔνθα προσετάχθη μετέλαβε, πᾶσαν αὐτοῦ τὴν προτέραν παράδοσιν ἀποθέμενος, καὶ τὸ τῆς ἐκκλησίας ψυχωφελὲς ἀσπα σάμενος κήρυγμα· καὶ τοῦτο πεπραχὼς ὡς τεθέσπιστο, τριταῖος τὸ φῶς τοῖς ὄμμασιν ἔβλεπεν, τῷ φωτισμῷ τῆς ψυχῆς κατὰ πόδας ἑπόμενον, καὶ γέ γονεν ὡς γεγένητο, καὶ ἦν ὡς οὐ νοσήσας ποτὲ τὰ τοῦ σώματος ὄμματα. ᾿Αλλ' ἐν τούτοις ὄντι καὶ λαμπρότατα βλέποντι, ὁ τῶν καλῶν ἀναιρέτης ἐφθόνησεν, ἀποστερεῖν τε τοῦ διττοῦ τῶν ἁγίων δωρήματος ἔσπευδεν. Καὶ δὴ ἐστέ ρησεν ὡς ἐβούλετο· ἀλλὰ πάλιν φανέντες οἱ σωτῆρες διέσωσαν, καὶ τὴν τοῦ μισοκάλου βουλὴν κατεστρέψαντο. Τοῦ γὰρ Ἰωάννου Πατρὸς τελευτήσαντος (Θεό δωρος οὗτος ἐλέγετο καὶ διάκονος τῆς λεχθείσης ὑπῆρχεν αἱρέσεως), ἀφικνοῦνταί τινες τῶν πρὸς γέ νος αὐτῷ πλησιαζόντων, καὶ ἀναστρέφειν οίκαδε πεί θουσιν, διάκονον ποιεῖν ἀντὶ τοῦ Πατρὸς ὑποσχόμενοι. Καὶ δὴ λαβόντες τὴν νέον ἀπῄεσαν, τῆς τῶν ἁγίων ἐντολῆς παντελῶς ἐκλαθόμενον. Ὡς δὲ πλη σίον τῆς Κυνῷ τὸν Ἰωάννην οἱ λαβόντες γεγόνασιν, καὶ σημεῖον ἓν καὶ μόνον ἀπεῖχον τῆς πόλεως, κατα λαβόντες οἱ μάρτυρες ὀφθαλμοφανῶς Ιωάννου τὰς Όψεις ῥαπίζουσιν, καὶ τὸ φῶς ἀφαιροῦνται ὅπερ δε δώκασιν, καὶ τὸ σκότος ἐνδύουσιν ὅπερ ἀφελόντες ἐτύγχανον. Ἐν τούτῳ δὲ κακοῦ Ἰωάννης γενόμενος, ἔγνω τὸ αἴτιον, καὶ γνούς μετενόησεν, καὶ μεταγνούς ἔτυχε συγχωρήσεως, καὶ συγγνώμης τυχών διωρθώσατο, καὶ διορθωσάμενος πάλιν ἀνέβλεψεν, καὶ ἀνα βλέψας δουλεύει τοῖς μάρτυσι, δουλεύων ἀποδοχῆς ἠξιώθη φιλόφρονος, καὶ ταύτης ἀξιωθεὶς εἰς τὸν τῆς ἐκκλησίας κλῆρον προέκοψε· τότε δὲ λαβὼν τὸ φιλάνθρωπον ράπισμα, καὶ τυφλὸς ὡς τὸ πρῶτον γενόμενος, πάλιν ὑπέστρεφε καὶ τῆς ποθουμένης πόλεως ἀπηρνεῖτο τὴν εἴσοδον, τῶν ἁγίων εἰδὼς τὴν συμπάθειαν, καὶ ὡς ἐπιστρέφοντα δέξονται καὶ θεραπεύ σουσιν πρὸς σωτηρίαν παιδεύσαντες. ᾿Αμέλει κατ' ἐκείνην τὴν νύκτα κοιμώμενος ἔβλεπε, μᾶλλον δὲ ἐπεὶ μὴ ἔβλεπεν, ἤκουσεν· θάττον ὑπόστρεψον, καὶ θεράπευε τεθυμωμένους τοὺς μάρ τυρας τούτους τοὺς τοῦ οἰκονομοῦντος τὸ τέμενος, Χριστόδωρος ἦν ὁ θαυμάσιος, δηλώσας ονόματι. Αληθὲς δὲ καὶ οὕτως ἦν τὸ ἐνύπνιον, τοῦτο τάχα τῶν ἁγίων κατὰ θείαν Εργασαμένων διοίκησιν· ὅτι χωρίς τῆς Χριστοδώρου, φησὶν, ἐπιτροπῆς ἀνεχώρησεν· ὅθεν ἐλθόντα τὸν Ἰωάννην οὔτε ἰδεῖν οὔτε τοῖς ἀνὰ τὸν σηκὸν ἀσθενοῦσιν [συντάττεσθαι] τεθέληκεν, ἀλλ᾽ ἐν τῷ σε πτῷ τοῦ τεμένους ἱερατείῳ κατέκειτο, ἔνθα καὶ πάντες οἱ ξενιζόμενοι μένουσιν, τόπον ἕτερον διὰ τὸν ἐνόντα τῶν νοσούντων λεὼν μὴ εὑρίσκοντες. Ἐν τούτῳ γοῦν Ἰω άννης ἡμέρας τρεῖς κατακείμενος, καὶ τόπον ἀσθε νοῦντος οὐ λαβὼν, ὡς δεδήλωται, τῆς τῶν μαρτύρων τοῦτο διοικουμένης χαριεστάτης δυνάμεως, μετὰ τὰς τρεῖς ὡς ἐκάθευδε, διάκονον ὁρᾷ κατὰ τόπον ἑστῶτα
col. 3565–3566page 72 of 127
PG 87:3565τοῦ ἄμβωνος, καὶ τῶν σεπτῶν Εὐαγγελίων τὰς Έλους βαστάζοντα, καὶ μεγαλοφώνως εὐαγγελιζόμενον. Τοῦτο δὲ ἦν ὅπερ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου ὁ φανεὶς ἀνεγίνωσκεν, ἡ τοῦ Σωτῆρος πρὸς Ιω άννην τὸν Βαπτιστὴν διὰ τῶν οἰκείων μαθητῶν ἐρωτήσαντα, «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶ μεν, ο ἀπόκρισις. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτ τοῖς· «Πορευθέντες ἀπαγγείλατε τῷ Ἰωάννῃ & ἀκού ετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσιν, λεπροί καθα ρίζονται, χωλοὶ περιπατοῦσιν, καὶ κωφοὶ ἀκούουσιν.» Τούτων ἀκροατής τῶν ῥημάτων Ἰωάννης καθ' ὕπνους γενόμενος, εὐθέως ἀνίσταται σὺν τῷ ὕπνῳ τὴν τύφλωσιν ἀποθέμενος· ἀναβλέψας γὰρ τοῖς τοῦ σώματος όμμασιν, τὸ φέγγος ὁρᾷ νεωστὶ τοῦ ἡλίου γενόμενον (Όρθρος γὰρ ἦν)· καὶ τότε μετὰ τὴν τῆς νυκτὸς ἀναχώρησιν, ἡλιακαῖς ἀκτῖσιν ὁ ἀνὴρ ἐλευκαίνετο, ὅτε καὶ Ἰωάννης τῆς σωτηρίου φωνῆς λε γούσης ἀκροασάμενος, ι Τυφλοὶ ἀναβλέπουσιν, ἀθρόως ἀνέβλεψε, πίστει προφωτισθεὶς τὴν ψυχὴν καὶ φω τεινὰ προσκτησάμενος ταύτης τὰ ὄμματα· οὐδέπω δὲ τελείαν τὴν ῥῶσιν ὡς τὸ πρῶτον ἐδέξατο, ἀλλὰ μόνον φέρων ἐν τοῖς ὄμμασι τῆς τοιαύτης ἀγνωμοσύνης τὸν ὠφέλιμον ἔλεγχον, ἵνα τοῦτον ἄλλος θεώ μενοι, ἑαυτῶν ἀσφαλέστεροι γίγνοιντο. Ἡμεῖς δὲ καὶ ταύτης τῆς παντωφελούς παιδεύσεως ἕνεκα τοῖς ὕμνοις ὑμνήσαντες, ἄλλης αὐτῶν παιδευτικῆς θαυ ματουργίας ἁψώμεθα. ΛΗ'. Περὶ Στεφάνου ὡσαύτως ἐν τοῖς ὀφθαλμοῖς ἐσχηκότος λευκώματα. Ἡκέτω μετὰ τοῦτον τὸν Ἰωάννην ὁ Στέφανος, καὶ διαδεχέσθω τὸν Κυνοπολίτην ὁ Νικιώτης τῷ γράμ ματι, προσαύξων τῶν ἁγίων τὸν ἔπαινον, καὶ προς θήκη τῆς αὐτῶν εὐφημίας γιγνόμενος. Ενόσει μὲν καὶ αὐτὸς, κατὰ τοὺς ὀφθαλμοὺς ἔχων λευκώματα, καὶ τῆς τοῦ προλαβόντος ὑπῆρχεν αἱρέσεως· ὧν πολλὴν ποιούμενος πρόνοιαν ὡς φωτός γλυκυτάτου παθόντων τὴν στέρησιν, τῇδε κἀκεῖσε διέθεεν, εὑρεῖν ἐπιποθῶν ὁ πρώην ἀπώλεσεν. Πῶς δὲ τοῦτον οἱ θεο σπέσιοι καὶ φιλάνθρωποι μάρτυρες θεραπεύουσιν ἀκουσώμεθα· ἔτι δὲ τούτων τὸν ζῆλον τὸν ὑπὲρ τῆς ὀρθῆς θαυμάσωμεν πίστεως, καὶ τὴν δεδομένην αὐτ τοῖς τῶν ἰαμάτων ὑμνήσωμεν δύναμιν. Πρῶτον μὲν γὰρ ἐπὶ μῆνας τέσσαρας ἐλθόντα τὸν Στέφανον ἀνεπίσκεπτον εἴασαν, διὰ τούτου τὴν δυσκατάθετον αὐτοῦ γνώμην μαλάσσοντες, καὶ πραότερόν πως η πρὸς παραδοχὴν τοῦ βελτίονος ἐργαζόμενοι. Εἶτα μετὰ τὸν ῥηθέντα καιρὸν ἐπισκέπτονται, καὶ ἀξιοῦσι τῆς ῥώσεως, ἐπισκέψει μιᾷ πρὸς τὴν τηλικαύτην νόσον ἀρκέσαντες. Τοιούτῳ δὲ τρόπῳ καθεύδοντι φαίνονται. Ἐν τῷ Ιερατείῳ τοῦ τεμένους ἑστήκεσαν, σχῆμα μοναστοῦ περικείμενοι, καὶ τὸν Στέφανον ἔξω τυγχάνοντα ὡς εἰς αὐτοὺς ἐλθεῖν ἐκάλουν τοῖς νεύμασιν· καὶ εἰς τὴν ἱερατικὴν αὐλὴν εἰσπηδήσαντι, εὐλογίαν αὐτῷ (ἄρτος ἦν καθαρὸς σταυρὸν ἐντετυπωμένον ἔχων) παρ είχοντο. Ο δὲ τὴν δοθεῖσαν εὐλογίαν δεξάμενος, ἄκων εἰς τοὔδαφος είασε φέρεσθαι, ἢν αὖθις Κύρος ὁ δεδωκὼς ἀνελόμενο; εἰς χεῖρας ἐδίδου τοῦ νέου, οὗ τῆς παλάμης ἐξέπεσεν· καὶ πάλιν πεσοῦσαν τὸ
col. 3567–3568page 73 of 127
PG 87:3567δεύτερον, πάλιν ὁ Κῦρος ἐπιδέδωκεν ἀνελόμενος. Ὡς δὲ πάλιν τὸ τρίτον παρέπεσεν, πάλιν ἐκ τρίτου λαβὼν ἐπιδέδωκεν, οιμώξας τρόπον τινά, καὶ τοιαύ την φωνὴν πρὸς τὸν ἀσθενοῦντα φθεγξάμενος· Ον τως, ἀδελφὲ, πάνυ πολύ προσεπόθησα τῷ νεῷ συν προσπελάσαντος, τοῦ ἀκοῦσαί σου τὸν Ἀμὴν, ἀμὴν, Κύριε, λέγοντος. 'Ο δὲ συνεὶς ὡς τῆς τῶν μυστηρίων Χριστοῦ μεταλήψεως ἕνεκεν εἴρηκεν (τότε γὰρ τοῦτο τοῖς ἱερεῦσιν τὸ ζωοποιὸν καὶ σωτήριον σῶμα καὶ αἷμα Χριστοῦ τοῦ Θεοῦ διανέμουσι πρόσφθεγμα λέ γομεν, μαρτυροῦντες οἰκείᾳ φωνῇ καὶ συντιθέμενα, ὡς ἀληθὲς καὶ ἔστι τε καὶ λέγεται, τὸ πρὸς ἐκείνων εἰς τροφὴν ἡμῖν πνευματικὴν καὶ ἄφεσιν ἁμαρτιῶν παρεχόμενον, καθ' ἑκάστην Κυριακὴν ταύτης μετα λαμβάνειν τῆς ἀθανάτου τροφῆς ἀπεκρίνατο. Ἀλλ᾿ ὁ ἅγιος φανερώτερον ποιῶν τῷ ἀκούοντι τὸ λεγόμενον, Οντως, φησὶν, οὐδ᾽ ἅπαξ ἐνθάδε μολὼν ἐκοινώνησας· ὅπερ εἰ μὴ δράσῃς, τὶ τῶν ἀναγκαίων ὀνῆσαι αὐ δυνάμεθα. ᾿Αναστὰς δὲ τῶν ὕπνων ὁ Στέφανος, τῇ τῆς καθα λικῆς Ἐκκλησίας κοινωνίᾳ προσέδραμεν, καὶ τοῖς ταύτης μυστηρίοις ἑπομένην τὴν ἀνάβλεψιν εὑρ σκεν. Ἐντεῦθεν καὶ ὁ τούτῳ διακονούμενος, τῶν ἐκκλησιαστικῶν τοῦ Σωτῆρος προβάτων ἐγίνετο, μανίαν εἶναι σαφῆ, καίτοι βάρβαρος ων, λογισάμενος, τὸ πρὸς Θεὸν καὶ ἁγίους, Εκκλησίαν τε καθολικὴν καὶ πίστιν ὀρθόδοξον μάχεσθαι· ἀλλ᾽ ὁ πᾶσιν ἀεὶ τοῖς χρηστοῖς διαφθονούμενος, καὶ τούτους σωζομένους ἐβάσκανεν, καὶ τὸ δῶρον ἐξ ἡμισείας ἀφείλετο εξ καὶ τὸ πᾶν ἀφελέσθαι βουληθεὶς οὐ δεδύνηται, τοὺς μάρτυρας εὐρὼν ὑπασπιστὰς τοῦ δωρήματος. Μετά γὰρ τὴν ῥῶσιν τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τῶν ἑκατέρων ὀφθαλμῶν τὴν ἀνάβλεψιν, ἔτι κατὰ τὸν στ κὸν διατρίβοντες, ὁ διακονούμενος πρώτα τον Στέ φανον· Ἰδού, φησὶν, ἐνθάδε, ὦ κύριε, ταῖς τῶν ἁγίων πεισθέντες κελεύσεσιν, κοινωνικοὶ τῆς καθ ολικής Εκκλησίας γεγόναμεν· τὴν ἐνεγκαμένην δὲ σὺν Θεῷ καταλαμβάνοντες ἐμμένωμεν ἆρα ταῖς τούτων κελεύσεσιν, ἢ πρὸς τὸ πρώην πάλιν χωρή σωμεν; 'Ο δὲ πρὸς αὐτὸν ἀπεκρίνατο, ὡς Ἐνταῦθα μὲν ὄντες τὰ δοκοῦντα δρῶμεν ταῖς μάρτυσιν, ἀπιόντες δὲ τῶν ἐντεῦθεν, τῶν οἰκείων πάλιν δογμάτων ὡς τὸ πρὶν ἀνθεξώμεθα, καὶ πίστεως ἧς ἡμῖν οἱ πατέρες ἡμῶν ἐνεχείρισαν. Καὶ ταῦτα μὲν ἐν μόναις τέως ἐλέγετο ταῖς ἐντεύξεσιν· ἔργον δὲ τοῖς λόγοις οὔπω τοιόνδε συνήπτετο καὶ δίκη τῶν λόγων ὥσπερ ἔργων ἀκούσασα, ὡς περ πραχότα τὸν εἰρηκότα μετήρχετο. Νυξ γὰρ μετὰ τὰς ἡλίου δυσμὰς κἀκείνης τῆς ἡμέρας ἐλθοῦσα τὸ πέ ρας τοῖς ἐπὶ γῆς ἐβράβευσε τὴν ἀνάπαυσιν ἀνθρώποις, δηλονότι ὕπνον αὐτὴ ταῖς πτέρυξι φέρουσα, καὶ βοῶσα σαφῶς ὡς οὐ μάτην οὐδ᾽ αὐτὴ τῷ πάντων ποιητῇ πεπλαστούργηται· καθ᾿ ἣν καὶ οἱ μάρτυρες Στεφάνῳ ὡς ἀγνώμονι φαίνονται, καὶ τῆς ἀχαριστίας αὐτὸν τὰς δίκας εἰσπράττοντα, λουτροῖς αὐτὸν ἐπιτρέψαντες χρήσασθαι· οἷς ὡς ἐκελεύσθη χρησάμενος, οὕτω διετέθη κακῶς, ὡς πολλὰ γρηγορῆσαι νυχθήμερα, καὶ τὴν πολλὴν ἀϋπνίαν σὺν ταῖς ἐδύ ναις ἐδύρεσθαι, εἰς πάθος φρενών φέρειν εἰδυίαν τους πάσχοντας. Αλλ' αὐτὴ μὲν μαστίξασα ὡς δέον εν
col. 3569–3570page 74 of 127
PG 87:3569τὸν ἀγνώμονα, φιλανθρωπία μαρτύρων ἐπαύσατο ἡ τύφλωσις δὲ πάλιν αὐτὸν ἡ παλαιὰ διεδέξατο, γλώττης εσθον καὶ δυσσεβὲς διανοίας κολάζουσα γέννημα· καὶ ταῦτα πάσχων ἀξίως ὁ ἄθλιος, Αγνόει κακῶς τῆς βασάνου τὸ αἴτιον. Αλλ' οι Χριστομίμητοι μάρτυρες υπερβαλλόντως ὄντες φιλάνθρωποι, καὶ σωθῆναι πάντας ἀνθρώπους ἐθέλοντες, καὶ ἐλθεῖν εἰς ἀληθείας ἐπίγνωσιν, ὡς ἂν ἐπιγνοίη, καὶ ἐπιγνοὺς μεταγνώσει, καὶ μεταγνούς σωθείη, τούτῳ δεικνύουσι δι' δράματος, καὶ φανέντες ἐν ἄρχοντος εἴδει τε καὶ τάξει τοῦ τὴν Νικίου πόλιν ιθύνοντος, τῆς πρὸς Κῦρον, φησὶν, καὶ Ἰωάν νην περί κοινωνίας γενομένης αὐτῷ συγκαταθέσεως ὠνείδιζον τὴν παράβασιν, καὶ στέργειν αὐτὸν τὰς πρὸς αὐτοὺς συνθήκας ἐκέλευον· καὶ τοῦτον ἠπεί λουν εἰ πρὸς ἄλλην ἴδοι παράτρωσιν. Ὁ δὲ ὡς ἔγνω τῆς βλάβης τὸ αἴτιον, ἀναστὰς ἐπωμότατο μηκέτι μὴ λόγῳ μὴ ἔργῳ τοιοῦτό τι διαπράξασθαι, καὶ τῶν προ λαβόντων συγγνώμην ἠξίωσε. Οἱ δὲ θεσπέσιοι μάρτυρες ὡς ἴδον ἀραρότως συν θέμενον, καὶ σθένει παντὶ τὰς πρὸς αὐτοὺς περὶ πίσ στεως συνθήκας φυλάττειν σπουδάζοντα, πάλιν αὐτῷ κατὰ τοὺς ὕπνους ἐφάνησαν τῷ θυσιαστηρίῳ Χριστοῦ παριστάμενοι, καὶ τὴν ἀναίμακτον θυσίαν προσφέροντες, ἧς αὐτῷ καὶ μετέδωκαν προσενέγκαντες καὶ μεταλαβόντι πάλιν αὐτῷ τὴν τοῦ Σωτῆρος Νύμε φην τὴν Ἐκκλησίαν ὑπέδειξαν ἐν λαμπροῖς ἐσθήμασιν ἀπαστράπτουσαν, καὶ κόσμον ἔχουσαν ἔνθεον καὶ κάλλος ἀνείκαστον ἀνθρωπίνῃ φωνῇ μὴ λεχθῆναι δυ. νάμενον. "Ητις ἐλθοῦσα πρὸς τὸ σεπτὸν θυσιαστήριον, πάλιν καὶ αὐτὴ τῶν ἐπικειμένων Χριστοῦ μυστηρίων τῷ Στεφάνῳ λαβοῦσα μετέδωκεν καὶ τοῖς ἁγίοις εἰρηκόσιν, Αρκεῖ αὐτὸ δοθὲν πρὸς τελείωσιν, τοιού τοις ἀπεκρίνατο βήμασιν· Βούλομαι περιττεύειν αὐτ τὸν τοῖς θείοις δωρήμασιν, καὶ τοῦτο πλεῖον τῶν δε δομένων κομίσασθαι· ἐγὼ γὰρ αὐτὸν ἐδεξάμην νῦν φωτιζόμενον, καὶ υἱὸς ἐμὸς ἀπὸ τοῦ παρόντος κεκλή. σεται. Καὶ ταῦτα πρὸς τοὺς μάρτυρας λέξασα, σταυρὸν χρύσεον λίθοις διαυγέσιν καὶ τιμίοις λάμποντα ἀπὸ τοῦ τραχήλου τοῦ νέου περὶ τὸ στῆθος ᾐώρησεν, τοῦ τον φύλακα του δοθέντος αὐτῷ παρασχούσα φωτί σματος ὅτι ἔξω προελθόντα τοῦ ἱεροῦ τόπου τὸν; 2 Στέφανον, μετὰ τὴν τῆς μυσταγωγίας ἐκείνης ἀπό λυσιν, Αἰγύπτιος τις δυσειδής ἅμα καὶ βέβηλος, ἐκε δύειν ἠβούλετο τῆς ἐκκλησίας έξω γενόμενον, καὶ πολύ μαχησάμενος οὐ δεδύνηται· ἀλλὰ καὶ νικηθείς, εἰς βόθυνόν τινα δυσκατάληπτον πέπτωκε, σταυροῦ δηλονότι τοῦ τῆς νίκης δοτῆρος καὶ φύλακος τὸν οἰ κεῖον προσκυνητὴν πάλιν ῥωννύοντος, καὶ νίκην κατὰ τοῦ σκότους παρέχοντος. Μετ' οὐ πολὺ δὲ τῆς νίκης ὁ Στέφανος καὶ τῶν ὀφθαλμῶν τὸ σκότος ἀπέθετο, καὶ τῆς ὑγείας ἀπήλαυσε, καὶ τὸ φῶς ὡς τὸ πρὶν εθεάσατο, σερίδων ἐπῷ πρὸς θεραπείαν χρησάμενος τούτων γὰρ ἐκχυματίζεσθαι τὸν ὀπὸν οἱ μάρτυρες δι' δραμάτων ἐκέλευσαν. Καὶ ἐπὶ τούτῳ δὲ πάλιν τοὺς σωμάτων καὶ ψυχῶν ἰατρούς ἀνυμνήσαντες,
col. 3571–3572page 75 of 127
PG 87:3571καὶ πρό γε τούτων Χριστὸν τὸν δι' αὐτῶν ἐνερ γοῦντα τὴν ἴασιν, πρὸς ἄλλην ἴασιν καὶ ἑτέρου δι ήγησιν θαύματος ίωμεν. ΑΘ. Περὶ Πέτρου τοῦ παρέτου. Επειδήπερ ἐν ἄμφω τοῖς προλαβοῦσι θαυμασί τε καὶ τέρασι καὶ τοῖς πρὸ τούτων λεχθεῖσιν ἡμῖν δ ηγήμασιν ἡ περὶ πίστεως γνώμη Κύρου καὶ Ἰωάννου τῶν ἁγίων μαρτύρων δεδήλωται. καὶ ὡς τῆς καθολ κῆς Ἐκκλησίας τὸ κήρυγμα σέβουσιν, καὶ τὴν ταύτης κοινωνίαν ἀσπάζονται, διὰ τῆς ἰάσεως τῶν μνημονευθέντων ἀρτίως γιγνώσκονται, ἄξιον, οἶμαι, και έστηκε καὶ Πέτρου μνήμην ποιήσασθαι, ὃν οἱ θεσπά στοι μάρτυρες τῆς τῶν πρὸ αὐτοῦ δόξης ὑπάρχοντα πρὸς τὴν τῆς ἁγιωτάτης Εκκλησίας ἐλθεῖν κοινωνίας ἠνάγκασαν. Καὶ εἰ μὴ σκοπὸν τοῦτο ποιούμεθα, ἀλλὰ διὰ τὴν τῶν ἀποστατούντων τῆς Ἐκκλησίας ὠφέλειαν, ἵν᾿ οὗτοι κατὰ τὸ λόγιον ἐπὶ στόματος δύο ή τριών μαρτύρων παντός ῥήματος τὴν στάσιν γινώσκοντες, καὶ νῦν μεταμάθωσιν τὴν ἀλήθειαν, καὶ τὰς οἰκείας αἱρέσεις ἐάσαντες, τῇ τοῦ Σωτῆρος Εκκλησίᾳ προσ έλθωσιν, τῷ σκοπῷ τῶν ἁγίων ἑπόμενοι, καὶ πρὸς αὐτῶν τὸ χρηστὸν διδασκόμενοι. Διὰ τοῦτο γὰρ καὶ τοὺς ἔτι κατὰ τὸν βίον ὑπάρχοντας καὶ τὸν ἀέρα τοῦτον τὸν δρώμενον πνέοντας φέρομεν, ἵνα εἴπερ ἡμῖν ἀπιστήσωσιν λέγουσιν, ἐκείνους αὐτοὺς ἐρωτήσωσιν, καὶ παρ' αὐτῶν τὴν ἀλήθειαν μάθωσιν. ἀρκέσουσι γὰρ ἡμῖν πρὸς πᾶσαν ὀρθότητος πίστωσιν συνηγοροῦντες οἱ μάρτυρες, καὶ τοὺς σκάζοντας προς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν ἐν κημῷ καὶ χαλινώ μεταφέροντες· ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθω μεν, καὶ τοῦτο πάλιν δι' ἔργων καὶ νῦν αὐτῶν ἐπι δείξωμεν· τὴν ἀρχὴν δὲ τῆς τούτου διηγήσεως ἐνα θένδε ποιήσωμεν. Ἡρακλείου τοῦ κτήματος ὁ Πέτρος ἐτύγχανεν, 8 σταδίοις δέκα καὶ τέτρασι τοῦ νεῶ τῶν ἁγίων διέστηκεν· καὶ πάρεσιν εἶχε τὸ νόσημα ἐκ μεγά λης ἀσθενείας γενόμενον, εἰ μὴ Πέτρου θεάσο:το θάνατον, καὶ σὺν αὐτῷ πελάσει τῷ μνήματι. Αλλ' εἰς Κῦρον ἐλθὼν καὶ Ἰωάννην τους μάρτυρας, καὶ δι' αὐτῶν εἰς Ἐκκλησίαν καθολικὴν καὶ πίστιν ὀρθό δοξον πρὸ θανάτου τὴν νόσον ἀπέβαλεν, καὶ πρὸ μνή ματος τὴν ὀλέθριον πάρεσιν· ἀληθείας γὰρ οὐδὲν Ισχυρότερον, ὡς ἡ τοῦ Ζοροβάβελ δείκνυσι φρόνησ σις, τῆς τοῖς οὐρανίοις κρατυνομένης κηρύγμασι, καὶ τὴν Ἐκκλησίαν ἀεὶ τηρούσης αήττητον, καὶ πύ λαις ᾅδου μηδαμῶς ὑποκλίνουσαν, αἵτινες αἱρέσεις εἰσὶν αἱ μισόχριστοι, τῇ τοῦ ᾅδου διακονούμενοι φά ρυγγι, καὶ πάντως εὐμαρῶς τοὺς ἐμπίπτοντας τῇ τούτου γαστρὶ παραπέμπουσαι. Τούτῳ γὰρ οἱ τῇ πίστει θερμότατοι μάρτυρες παραστάντες καθεύδοντι, πράως ὁμοῦ καὶ προσηγῶς διαλέγονται. Βούλει γὰρ, ἔφασκον, τῆς ὑγείας ἀπο λαῦσαι καὶ ῥώσεως, καὶ ταύτην φυγεῖν τὴν κακίστην πάντων ἀσθένειαν; Ο δὲ προθύμως προσηκάμενος τὴν ἐρώτησιν, Ναί, τοῖς χείλεσιν εἴρηκεν, καὶ τῇ κεφαλῇ τοῦτο νεύσας ἐμήνυσεν· χεῖρας δὲ κινῶν ὡς ἡδύνατο, τὸν τῆς ἱκετείας τρόπον ἐδεί κνυεν. Οἱ δὲ μάρτυρες ὡς ἴδον αὐτὸν πρὸς τὴν ζῶσιν
col. 3573–3574page 76 of 127
PG 87:3573φλεγόμενον, τοιαύτην αὐτῷ προτείνουσι λητήν ξίνιο Ἰσραηλιτικὸν] λεὼν οἱ τούτων γονεῖς καὶ προ πάτορες· ὅθεν ὁ Πέτρος μηδὲ τυχεῖν ἔφησε βούλεσθαι ρώσεως, μηδὲ τῆς συνόδου γενέσθαι τῆς ἐν Χαλκηδόνι συναχθείσης ὁμόδοξος. Οἱ δὲ θεσπέσιοι ταῦτα λέγοντι προσηπείλησαν, καὶ ὡς οὐκ ἄλλως σωθήσεται φήσαντες ἀνεχώρησαν, τὰς ἀλγηδόνας αὐτῷ διυπνίσαντες, ἃς ἦσαν αὐτοὶ κατευνάσαντες. Ὁ δὲ ταύταις δεινῶς αἰκιζόμενος πάλιν ἀρωγοὺς ἐκάλει τοὺς μάρτυρας· ἀλλὰ πάλιν ἐλθόντες, καὶ τὰ πρῶτα προτείναντες, ἀπράκτους ἀπέλυσεν. Οὐ μόνον δὲ δὶς καὶ τρὶς ἢ τετράκις τοῦτο πεποίηκεν, ἀλλὰ πολλάκις αὐτοὺς καλῶν εἰς βοήθειαν, καὶ δι' οἶκτον αὐτῷ πολὺν ὑπακούοντας, καὶ τὰ αὐτὰ ποιεῖν ἐπιτρέποντας, ὡς οὐκ ἐλθόντας ἀπέλυεν, μὴ βουλόμενος αὐτοῖς ὑπείκειν καὶ πείθεσθαι. Δυσμετάθετον γὰρ ἔθνος β Αἰγύπτιοι καὶ ποιεῖν ἅπαξ θεσπίσουσιν, εἴτε καλὸν εἴτε χηρεύοι τοῦ κρείττονος, οὐ ῥᾳδίως μετ θειᾶσιν· καὶ οὗται μὲν τοιοῦτοι τυγχάνουσιν ἅπαντες. Πέτρος δὲ τῆς ὀδύνης ὑπερβολῇ τιμωρούμενος, καὶ φέρειν ἔτι τῶν βασάνων οὐχ οἷός τε ὢν την δριμύτητα, μόλις δὲ καὶ οὕτω πεισθεὶς τοῖς τῶν ἁγίων κελεύσμασι, τούτους τὸ τελευταῖον ἐκάλεσεν, ἵνα πάλιν οἰκτείραντες ἔλθωσι, καὶ τὰς ὀδύνας διώξωσιν, καὶ τὴν ῥῶσιν χαρίσωνται· καὶ παντὸς οὗ δ᾽ ἂν ἐθέλωσί τε καὶ λέξωσιν, τούτου πληρωτὴν ἑαυτὸν ὁρίζων ἑκούσιον. Οἱ δὲ συμπαθεῖς ὄντες καὶ φιλάνθρωποι μάρτυρες, καὶ τότε καλοῦντος ἀφίκοντο, καὶ τὰ αὐτὰ ποιεῖν διετάττοντο, καὶ κοινωνὸν αὐτὸν ἔχειν τῆς πίστεως, εἰ πεισθείη καὶ ποιήσει, διώμνυντο. Τούτῳ γὰρ ἔτι διστάζοντι περὶ τὴν τῶν μυστηρίων μετά ληψιν, Οὐκ ἀρκεῖ πιστεύειν, ὀφθέγξαντο, ὡς ἡμεῖς, ὦ Πέτρε, πιστεύομεν, καὶ ἡμῖν ἐν τῷ περὶ πίστεως λόγῳ συντάττεσθαι; Ο δὲ πρὸς αὐτοὺς πάλιν λέγειν ἐτόλμησεν· Τί γὰρ καὶ ὑμεῖς, ὦ τοῦ Χριστοῦ μεγά λοι θεράποντες, ὡς ἡ ἐν Χαλκηδόνι πιστεύετε σύνο οδος; Οἱ δὲ κατὰ ταύτην φρονεῖν τὴν τῶν ἱερῶν ὁσίαν πληθὺν ὡμολόγησαν· καὶ οὕτω πιστεύειν ὡς ἡ ἐν Χαλκηδόνι πεπίστευκε σύνοδος· καὶ ταύτην ἔλεγον πίστιν ὀρθὴν καὶ θεόπνευστον κήρυγμα, ἣν ἡ λε χθεῖσα σύνοδος ὥρισε. Ταῦτα λέξαντες οἱ θεσπέσιοι, καὶ δι' ὅρκων αὐτὰ βεβαιώσαντες, καὶ τὸν Πέτρον ἤδη προπεισθέντα τοῖς βασάνοις δράσαντες, τῷ δοκεῖν ἀνεχώρησαν τοῦ τεμέ νους αὐτῶν οὐκ εἰργόμενοι. Ὁ δὲ πρωΐας τὸ μακάριον ἐπλήρωσε πρόσταγμα, καὶ μισθὸν εὐσεβείας τὴν ο ΝΟΤΕ.
col. 3575–3576page 77 of 127
PG 87:3575ῥῶσιν ἑδρέψατο, καὶ φυλάττων τὴν πίστιν διέμεινεν, ἣν οἱ μάρτυρες αὐτῷ δέδωκαν, καὶ τὸν μισθὸν ἀναφαίρετον ἔσχηκε τῆς ὀρθῆς οὐ τεμνόμενον πίστεως, ἀλλὰ ταύτῃ συνόντα καὶ μένοντα, καὶ τὸν χωρισμόν αὐτῆς οὐ δεχόμενον· οὐδὲ πάσχει τοῖς προλαβοῦσε τὰ ὅμοια, οὐδὲ πίστεως στερεῖται καὶ ῥώσεως, καὶ πάλιν ὡς ἀγνώμων παιδεύεται καὶ μαστιγούμενος, μεταποιεῖται τὰ κρείττονα, ἀλλ' ἔστι πιστὸς ἀμετάθετος, ἀδιαλείπτως τρυγῶν τῆς ὑγείας τοὺς βότρυας. Καὶ Πέτρος μὲν οὕτω κοινωνικὸς τῆς Ἐκκλησία; ἐγένετο, καὶ τέκνον φωτός. Μηνᾶς δὲ ὁ Χριστοδώρου τοῦ τῶν ἁγίων οἰκονόμου νοτάριος, Αλεξανδρεὺς ὢν καὶ τῆς αὐτῆς ὑπάρχων αἱρέσεως, φανερῶς μαστιχθεὶς ἐκοινώνησεν. Οὗτος γὰρ τοὺς ἁγίους κοιμώμενος, ἐπὶ τὸ τίμιον ἱερα τεῖον, καὶ τὴν μυστικὴν καὶ οὐράνιον τράπεζαν, ὡς εἰς μυστηρίων ἁγίων ἀπιόντας μετάληψιν ἔβλεπεν οἱ στραφέντες καὶ μὴ ἑπόμενον αὐτὸν θεωρήσαντες, πρὸς αὐτὸν ὑποστρέφουσι, καὶ ῥάβδους αὐτῶν ταῖς παλάμαις κατέχοντες, εντόνως αὐτὸν καὶ γενναίως ἐμάστιζον, τὴν αἰτίαν τῶν βασάνων ἐμφαίνοντες. Τίνος γὰρ ἕνεκεν, ἔλεγον, ἀπιόντας ἡμᾶς ἐπὶ κοινωνίας βλέπων μετάληψιν οὐ συνέδραμες; Εἰ τοίνυν εἰς οἶχον βούλει παραμένειν ἡμέτερον, τοῖς ἡμῶν ἀκολουθεῖ θεσπίσμασιν· καὶ ὅθεν ἡμεῖς Δεσποτικῆς τροφῆς ἀπολαύομεν, ἐκεῖσε καὶ αὐτὸς μεταλάμβανε, ταῖς τῶν δακτύλων εκτάσεσιν τὴν ἱερὰν δεικνύοντες τράπεζαν. Αλλ' οὔτε μετὰ πλείστας αὐτοῖς συνθέσθαι μά στιγας ἔπεισαν, ἐμβριθῶς ἀπειλήσαντες είασαν, πάν τως ποιεῖν τὸ κελευσθὲν συνταξάμενον. Ὁ δὲ στρα φεῖς ταῖς ἀλγηδόσιν ἐστύφετο, καὶ ὡς ὕπαρ πληχθεὶς εἶχε τοὺς μώλωπας, τῷ τῶν ἁγίων μαρτυροῦντας βουλήματι. Οθεν ἀναστὰς εὐθὺς ἐκοινώνησεν, καὶ τὰς τῶν βασάνων εὐθὺς ὀδύνας ἀπέβαλε· καὶ φωτισθεὶς τὴν ψυχὴν τῇ τῆς ἀληθοῦς πίστεως χάριτι, εὐμενεῖς τὸ λοιπὸν τοὺς ἁγίους ἐκτήσατο. Βουλόμενοι δὲ καὶ πλειόνων άλλων μνήμην ποιήσασθαι μαρτυρικοίς κεκοινωνηκότων προστάγμασιν, καὶ μαθόντων τῆς πίστεως τὴν ἀλήθειαν, τοῖς λεχθείσιν μόνοις αρκούν μεθα· ἵνα μηδεὶς ἡμᾶς ὑποπτεύσειεν πίστεως ἕνεκα γεγραφέναι τῶν ἁγίων τὰ θαύματα. Ἐνταῦθα γὰρ καὶ τὴν περὶ Πέτρου καὶ Μηνᾶ τοῦ νοταρίου διήγησιν συμπεράναντες, καὶ τοὺς ἁγίους ὑμνήσαντες, πρὸς ἄλλην διήγησιν ἔνθεον ἔλθωμεν. Μ΄. Περὶ Ἰωάννου τοῦ Μνηματίτου τῶν ἁγίων τοὺς νεφρούς πάσχοντος. Οὐκ ἄτοπον, ὡς οἶμαι, καθέστηκε καὶ Ἰωάννην παραθέσθαι τῷ γράμματι τὸν Μνηματίτην ἐπιλεγόμενον, ὡς τῆς θεραπείας τοῦ τῶν ἁγίων προϊστάμενον μνήματος, ἐπειδὴ τὰ κατὰ Πέτρον διηγούμενοι τὸν Αἰγύπτιον, καὶ Μηνᾶν παρεθέμεθα τὸν νοτάριον, τὴν Χριστοδώρῳ καὶ τῇ τῶν ἁγίων οἰκονομίᾳ διακονούμενον, εἰ καὶ τὰ τῶν ὑπηρετούντων τοῖς μάρτυσι πρόσωπα, αἱ πίστεις καὶ τὰ γένη, καὶ τῶν εἰς αὐτ τοὺς πραχθέντων θαυμάτων διελεῖν ἡμᾶς ἀπ' ἀλλή λων ἠνάγκασε, καίτοι συνάπτειν αὐτὰ βουλομένους καὶ σπεύδοντας.
col. 3577–3578page 78 of 127
PG 87:3577Λίβυς ὁ Ἰωάννης ἐτύγχανεν, καὶ Μαραιώτην ᾤχει τὸ πρότερον· ἀλλ᾽ εἰς τὸ τῶν ἁγίων γενόμενος τέμε νικς, τρόπον τινὰ γένος ηλλάξατο· Αἰγύπτου γὰρ τοῦτο μᾶλλον ἐστι πλησιαίτερον· τὸ δὲ τῆς μετοικήσεως αἴτιον, δαίμων ἦν, ὡς λέγουσιν, ἄγριος, ὃς ἐν αὐτῷ τὴν κατοικίαν ποιούμενος, ἀφόρητος ἦν διὰ πολλὴν ἀγριότητα. Τούτου χάριν ὁ Ἰωάννης δεδεμένος ἀλύ σεσιν πρὸς τοὺς μάρτυρας ήγετο, ὅπως αὐτὸν ἐλεή σαντες τοῦ συνοικοῦντος λυτρώσωνται δαίμονος· 8 καὶ θᾶττον πεπράχασιν. Εκβαλόντες γὰρ εὐθὺς τὸ δαιμόνιον, τῆς τούτου μανίας διηνεκή δωροῦνται τὴν λύτρωσιν. Ὁ δὲ ταύτης τυχὼν τῆς λυτρώσεως, τῶν σεσω κότων ἁγίων δοῦλον ἑαυτὸν ἀπεγράψατο, τῆς θερα πείας ἀξίαν ἐνδεικνύμενος εὔνοιαν, δι᾿ ἣν καὶ μετα ανάστης ἐγένετο, καὶ τὴν πατρίδα λιπών, τὸ τῶν ἁγίων μαρτύριον ᾤκησεν. Καὶ τοῦτο μὲν τῆς μετοικεσίας τὸ αἴτιον. Μετὰ χρόνον δὲ πάνυ συχνὸν τοὺς νεφρούς βαρέως ἐνόσησεν, καὶ ἡ νόσος ἦν ἀνυπόστατος· ποτὲ μὲν γὰρ πίπτων εἰς γῆν ἐκυλίετο, ποτὲ δὲ τῆς γῆς ἀνιστάμενος ἀνὰ τὸ τέμενος ἔθεε, καὶ βαρυφώνοις στενάγμασι πάντας τοὺς σὺν αὐτῷ δια τρίβοντας ἑστέρει τῆς προσφιλούς ἀναπαύσεως, ἥτις αὐτοῖς ἐρεμία προσγινέσθαι πέφυκεν, καὶ τάχα συγκ γνώμης ἐτύγχανεν ἄξιος, οὕτως σφοδρῶς ὀδυνώμενος. Τῶν μὲν γὰρ ἄλλων παθῶν ἴσως τις τῆς ὀδύνης στοχάσαιτο, νεφρῶν δὲ πόνον εἰπεῖν καὶ ἄλγος ἀνα είκαστον τῶν οὐ πεπονθότων οὐδεὶς, μόνοι δὲ γιγνώσκουσιν οἱ νοσήσαντες. Κινδυνεύων οὖν οὕτως, ὡς Εφημεν, Ἰωάννης σφοδρότατα, τάχα ἂν συντονωτέρας ἔτυχε τῆς ἰάσεως, εἰ σὺν μακροθυμίᾳ τοὺς ἁγίους ἱκέτευε. Καλὸν δὲ εἰπεῖν ὅπως καὶ τοῦτο διαφύγῃ τὸ νό σημα· ἔστι γὰρ ὁ τρόπος χάριτος ἔμπλεος. Ιατρί σκος τις τοῦτον ἰδὼν χαλεπῶς ὀδυνώμενον, καὶ τῆς ὑγείας διακαῶς ὀρεγόμενον, Τρία δός μοι, πρὸς αὐτ τὸν ἔφη, νομίσματα, κἀγώ σοι δι' ἀντιδότου παρέχω τὴν ἴασιν. Ο δὲ φυγεῖν σπουδάζων τὴν βάσανον, τὸ χρυσίον προθύμως ἐπέδωκεν, καὶ λαβὼν ἐτήρει τὸ φάρμακον, ἵνα πρὸς ὄρθρον αὐτὸ διὰ στόματος δέξη ται. Καὶ κατ' ἐκείνην τὴν νύκτα κοιμώμενος, παρ εστῶτας αὐτῷ βλέπει τοὺς μάρτυρας, καὶ τὴν ἀπι στίαν τὴν πρὸς αὐτοὺς ὀνειδίζοντας, καὶ τῶν εἰς αὐτὸν διαφόρως γενομένων ἰάσεων ἀναμιμνήσκοντας. Οὐ μόνον γὰρ αὐτὸν δαίμονος ἦσαν λυτρωσάμενοι, ἀλλὰ καὶ τοῦ τῆς ποδάγρας ἀνιάτου νοσήματος, καὶ μυρίων ἄλλων παθῶν ἰδικοῦ δεομένων συντάγματος, εἰ γράφειν αὐτά τις τὸ καθ' ἓν ἐθελήσειεν. Περὶ ὧν ὑπομνήσαντες πάντων αὐτὸν οἱ καλλίνικοι, καὶ μάλα κομψῶς ἐγκαλέσαντες τὸ ἄπιστον, τὸ ἀμνημόνευτον, τὸ ἀχάριστον, καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον. Τέλος ἐν εἰρωνείᾳ τὸν λόγον ποιούμενος, Τί, φασίν; ἡμῖν εἰ παρέσχες τὰ τρία νομί σματα, οὐκ εἴχομεν παρασχεῖν σοι τὴν ἴασιν; τοὺς αὐτοὺς λόγους ἀπαραλλάκτως φθεγξάμενοι, οἷς πρὸς αὐτὸν ὁ καλὸς ἐκεῖνος ἰατρίσκος ἐχρήσατο. Πλήν ἄπελθε, λέγουσι, καὶ ὅσα τῷ ἰατρῷ προσεκόμισας τῷ δεδωκότι σοι τὴν ἀντίδοτον, καὶ τῷ ἡμετέρῳ γαζο
col. 3579–3580page 79 of 127
PG 87:3579λακίῳ προσένεγκε, καὶ ἡμεῖς σοι μᾶλλον τὴν θερα πείαν ὀρέγομεν. Αὐτοὶ μὲν οὖν ταῦτα λέξαντες ᾤχοντο· ὁ δὲ ταχύτερον ἀναστὰς τὰ τρία προσφέρει νομίσματα, καὶ οὕτω τὴν ῥῶσιν κομίζεται· ἣν προς τῶν ἁγίων δεξάμενος, οὐκέτι τῶν νεφρῶν ἀρρωστίαν ὑπέμεινεν. Ἡμεῖς δὲ τὸν περὶ αὐτοῦ λόγον ἐνταῦθα πληρώσαντες, καὶ τῶν ἁγίων τὸ κλέος δοξάσαντες, πρὸς ἰαθείσης γλώττης διήγησιν τὴν ἡμετέραν γλίτ ταν οτρύνωμεν. ΜΑ'. Περὶ τοῦ παιδίου Μηνᾶ τοῦ ἔξω τὴν γλῶτταν κρεμαμένην τοῦ στόματος ἔχοντος. Τὸ παρὸν τοῦτο τεράστιον μέγιστον ἂν ἐν τοῖς θαύμασι, καὶ γλώττης ἐδέετο μείζονος, οὐ πλήθει σαρκὸς ἐχούσης μέγεθος, ἀλλ᾽ εὐποιίᾳ καὶ λόγων εξ ρύτητι, ὧν ἡμεῖς οὐ μετρίως χηρεύομεν, ὡς ἐκ τῶν προλαβόντων δεδήλωται. Επειδὴ δὲ καὶ τοῦτο λέγειν ἡμᾶς οἱ μάρτυρες ἔκριναν, λέξωμεν καὶ αὐτὸ, ὡς αὐτοὶ τὸ λέγειν ὀρέξωσιν· Γύναιον οὐ πρὸ πολλοῦ καιροῦ τὸν νεὼν τῶν ἁγίων κατείληφε· Μαρία μὲν τοῦ νομα, τῆς Αἰγύπτου δὲ Βαβυλῶνος ὁρμώμενον· καὶ μειράκιον ἔχουσα ἐτῶν ὀκτὼ πλεῖον ἢ ἔλαττον, καὶ τοῦτον Μηνᾶν προσηγόρευε, πρὸς τιμὴν δηλονότι του μάρτυρος οὕτω τὸ παιδίον καλέσασα. Μηνᾶς οὖν τὸ μειράκιον τὴν γλῶτταν εἶχεν ἔξω κρεμαμένην τοῦ στόματος, εἴδει καὶ μεγέθει τῶν ἀνθρωπίνων γλωττῶν πολύ διαφέρουσαν· ἐπὶ σπιθαμὴν γὰρ μίαν ἔξω χειλέων αιώρητο, καὶ πάντα τὸν πώγωνα καὶ τὸν γάργαρον ἔσκεπε, ὑπήνης δίκη βαθείας ὑπάρχουσα· τὸ δὲ χρῶμα τὸ ἐρυθρόν μεταλ λάξασα, μετὰ μελάνσεώς τινος ἐπορφύριζε, ξένου προκειμένη και δυσειδέστατον θέαμα, καὶ πάντας κινοῦσα τοὺς βλέποντας πρὸς ναυτίαν ὁμοῦ καὶ συμ πάθειαν καὶ πρὸς ἀφόρητον ἔμετον. Αεὶ γὰρ λιβάδος δίκην τοῖς σιάλοις καταστάζουσα, καὶ τὸν πτυελὸν ἀεννάως προχέουσα τό θ' ιμάτιον ἔβρεχε καὶ τὸν θώρακα, καὶ τοῦτο τῆς οἰκείας μετεδίδου μελάνσεως, κοινωνὸν αὐτὸ ποιουμένη του χρώματος· ὡς πολλοὺς μὲν ἐντεῦθεν μηδὲ ὁρᾶν τὸ παιδίον δύνασθαι· ἀλλ' εἰ καὶ συνέβη γενέσθαι συνάντησιν, σκέπειν αὐτοὺς τὰ τοῦ σώματος ὄμματα, καὶ στρέφειν αὐτῶν εἰς τοὺ πίσω τὰ πρόσωπα, ἵνα μὴ παρά γνώμην τον στόμαχον διαστραφέντες ἐμέσωσιν· πολλοὺς δὲ τοὺς βλέ πειν αὐτὸ καὶ πρὸς βραχὺ γοῦν ἰσχύοντας, τὸ τοῦ πάθους ἐνορῶντας ὑπέρογκον, τὴν παρὰ τοῦ Σωτῆρος ἐπὶ τῷ προδότῃ λεχθεῖσαν ἀφιέναι φωνὴν, καὶ ἐπὶ τοῦτο βοᾷν, ὅτι καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄν θρωπος ἐκεῖνος· τινὰς δὲ ταύτῃ προστιθέναι καὶ τὴν περὶ τοῦ τυφλοῦ γεννηθέντος ἀποστολικὴν ἐπερώτησιν, τό· Τίς ἄρα ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵν' οὕτως γένηται; Καὶ εἰ μὴ τὸ παιδίον τυφλὸν ἐτύγχανεν, μηδ' οὗ τως μητρώας νηδύος ἐξέθορεν· ἀλλὰ νυκτὸς ὡς ἐκάθε ευδεν, δαίμων τις αλιτήριος πολύ νοσῶν τὸ μισάνθρωπον, τῆς τούτου γλώττης δραξάμενος τῆς οἰκείας ἑστίας ἐξέσπασεν· καὶ πλήξης ἀφειδῶς ὁ παμμίαρος, καὶ μείζονα ταύτην ταῖς πληγαῖς ἐργα σάμενος, ἔξω κρέμασθαι καὶ μὴ χωρεῖσθαι τοῖς ἐνδ πεποίηκε. Οὐ μόνον γὰρ αὐτῷ τὸ δυσειδές ἐπεφαίνετο,
col. 3581–3582page 80 of 127
PG 87:3581ἀλλὰ καὶ τὸ τῆς ζωῆς ἤνθει τῆς παρούσης ἐπώδυνον. Τροφῆς μὲν γὰρ στερεας παντοίως εστέρητο, μὴ δυναμένων ἔτι τῶν ὀδόντων ταύτην λεαίνειν ὥσπερ εἰώθεισαν, διὰ τὴν τῆς γλώττης ἐξοχὴν καὶ παραύξησιν, ὑγρᾶς δὲ μόλις καὶ ῥοώδους ἐγεύετο βρώσεως, μηχανῇ τινι τῆς μητρὸς τὴν γλῶτταν εἰργούσης, καὶ αύτην ἐγχεούσης τῷ στόματι. Καὶ τοῦτο μὲν ἦν τοῦ παιδὸς τὸ ἀρρώστημα, 8 μηδεὶς, ὡς οἶμαι, τῶν ἀνθρώπων ὑπέμεινεν, μηδὲ παθόντος ἄλλου τεθέαται, εἰ καὶ τὰ μάλιστα μηδὲν ὑπὸ τὸν ἥλιον εἶναι καινόν τε καὶ πρόσφατον ὁ σοφὸς Ἐκκλησιαστὴς ἀπεφήνατο. Πολλοὶ γοῦν παῖδες αὐτὸ τῶν ἰατρῶν ἐθεάσαντο, καὶ τούτων ἴδον οἱ προύχοντες, καὶ πρὸς τὸ πάθος εὐθὺς ἐκπληττόμενοι, μονονού πάντες τὰς ὄψεις τύ πτοντες ἔφυγον, μηκέτι δρᾶσαι γιγνώσκοντες, μήτε εὑρεῖν ἐν τοῖς τῶν ἀρχαίων Ασκληπιάδων συγγράμμασι. Κῦρος δὲ καὶ Ἰωάννης οἱ μάρτυρες οἱ θεόθεν τὰς ἰάσεις προφέροντες, τὴν παροῦσαν ἰδόντες ἀσθέ γειαν, οὐδὲν τοιοῦτο δεδράκασιν, οὐδὲ πρὸς τὴν θέαν αὐτὴν ἐξεπλάγησαν, οὐδὲ ὡς δυσχερή παρητήσαντο, οὐδὲ μὴ γεγράφθαι ταύτης τὸ φάρμακον παρὰ Θεῷ τῷ πάντων ἰατρῷ διεκήρυξαν. ᾿Ακριβῶς γὰρ ἐπί σταντο, ὡς πάντα ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, καὶ ὡς τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ Θεῷ καθεστήκασιν, καὶ ὡς πάντα ἐλεεῖ, ὅτι πάντα, καθὰ ὁ Ἰὼβ ἔφησε, δύναται καὶ ὡς ὁ μελῳδὸς Δαβὶδ ἐν Ψαλμοῖς ἐμελώδησεν, οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ πλουσίως ἐκχύνονται. Οθεν τὸν ἀσθενοῦντα δεξάμενοι, φιλο φροσύνης μὲν πρῶτον ἠξίωσαν, εἶτα καὶ θαρσεῖν τὴν τούτου τροφὸν παρεσκεύασαν, σκοπουμένην αὐτῶν τὰ παράδοξα. Χρόνον δὲ βραχὺν ἀναμείναντες οὐ τὴν θεραπείαν σκεπτόμενοι, ἀλλ᾽ ἵνα μὴ τὸ τοιοῦτο πρᾶ γμα θαυμάσιον εἰς ὀλίγους κομιδῇ καὶ λίαν ἀριθμουμένους ἀφίκοιτο, εμφανέστερον δὲ μᾶλλον τοῖς πλείοσι καὶ γνωριμώτερον γένοιτο. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ τῆς ἰάσεως τρόπου καθέστηκεν· οὐ γὰρ τόδε ποιεῖν δι' δράματος, ἢ τόδε προσέταξαν, ὡς ἔθος αὐτοῖς δια πράττεσθαι, ἀλλ' ὅτε ῥωσθῆναι τὸ παιδίον ἐθέσπισαν, οὕτως ἐπράχθη φανερῶς τὰ τῆς ῥώσεως. Μεσούσης τῆς ἡμέρας μεθ᾿ ἡλίκων τινῶν τὸ μει ράκιον πρὸ τοῦ τῶν ἁγίων ἔπαιζε μνήματος· καὶ ὅπερ φιλεῖ συμβαίνειν ἐν τοῖς παίδων ἀθύρμασιν, ποτὲ μὲν αὐτὸς ἑτέρους πρὸς ἔδαφος ἔφερεν, ποτὲ δὲ τοῦτον ἄλλοι κατέβαλλον. Πεσόντος γοῦν αὐτοῦ, καὶ τοῖς μαρμάροις προσεγγισάσης τῆς ὄψεως, τούτων ἡ γλῶττα προσήψατο· καὶ μόνον ὡς ἔθηξεν, ὡς ἔκ τι νος διωκομένη καὶ φεύγουσα, πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς συνεστέλλετο, καὶ τὰ ἴδια μέτρα τὰ πρὸ τοῦ πάθους ἐδέχετο, καὶ τὴν εὔχροιαν εὐθὺς ἀνελάμβανεν, τὸ δυσειδὲς ἐκεῖνο χρῶμα καὶ σχῆμα καὶ μέγεθος τὸ που λυσαρκία βριθόμενον ῥίψασα· καὶ ἡ τῶν ὀδόντων ἀκουσίως ἔξω προκύπτουσα, τὴν τοιαύτην ἀθρόον λαθοῦσα συνήθειαν, οὐδ᾽ ἑκουσίως προκύπτειν ενα ἴσχετο, ἀλλ᾽ εἴσω χειλέων ὡς ἐν οἰκείᾳ παστάδι καθ
col. 3583–3584page 81 of 127
PG 87:3583ποιουμένη κατὰ φύσιν ἑαυτῆς τὴν ἐνέργειαν, ἁγνώ ριστον ἐδείκνυ τοῖς πρὸ βραχέως ὁρῶσι σχεδὸν τὸ μειράκιον. Τούτου γὰρ γεγονότος τοῦ θαύματος, βοὴ διαπρύσιος πρὸς τῶν ἀθυρόντων παιδίων ἐγένετο, καὶ τοὺς ἐν τῷ ναῷ πάντας ἐπὶ τὴν θέαν συνήθροιζεν, οἳ πρὸς τὸ πραχθὲν ἐκπλαγέντες τεράστιον, καὶ τοὺς ἁγίου, ἀνύμνησαν, κἀκείνην τὴν φωνὴν τὴν ἐν Εὐαγγελίοις κειμένην περὶ τῶν τοῦ Σωτῆρος πράξεων μεγαλοφώνως ἀνέπεμπον, Είδομεν, λέγοντες, παράδοξα σήμερον· καὶ Χριστὸν αὐτὸν τὸν δι' αὐτῶν πεπραχότα τὸ θαῦμα εὐχαριστοῦντες ἐδόξαζον· καὶ περὶ τῆς ῥώσεως πάντες ἐγένοντο τῶν οἰκείων παθημάτων εὐέλπιδες. Ἡμεῖς δὲ παραδόξων ἀκροαταὶ γενόμενοι σήμερον, καὶ τοὺς τούτων ἐργάτας ἀξίως ὑμνήσαντες, παραδόξων ἄλλων γενώμεθα κήρυκες. ίσασα, καὶ κόσμον ἀναλαβοῦσα τὸν πρότερον, καὶ η ΜΙ. Περὶ Εὐγενίου τοῦ γεωμέτρου υδρωπιά σαντος. Ἐξ ἀρούρας ἡμῖν ὁ γεωμέτρης ἦλθεν Εὐγένιος, πᾶσαν μὲν μετρησάμενος ἄρουραν, ἑαυτοῦ δὲ τὴν γαστέρα μετρεῖν οὐ δυνάμενος, ἔκ τινος ὑγρᾶς οὐσίας εἰς αὐτὴν ἀθροιζομένης αὐξήσασαν, καὶ μιμουμένην οὐκ ἀρουραίον εὐμέτρητον μέγεθος, ἀλλ' ὅρεσιν ἐοι κλς δυσέφικτον ὕψωμα, ταῖς ὑπερόγκοις καὶ μεγί σταις οἰδήσεσι. Με μετρημέναις δὲ χρῆται δεήσεσιν, συμμετρεῖσθαι τοῖς θαύμασι τῶν ἁγίων βουλόμενος μεγάλην γὰρ εἶναι τὴν ἀξίαν ἡγούμενος, διὰ τοῦτο ταύτης ἀξιοῦοθαι προείρηται. Ἐν ταυτῷ δὲ καὶ ὅπως ἔχει παιδεύσεως ἐνδεικνύμενος, ἔκτον ἑαυτὸν ἐν ταῖς Αἰγυπτίων καὶ Λιβύων ἤγαγε διηγήσεσιν, του λε χθέντος ἀριθμοῦ θαυμάζων τὸ τέλειον, καὶ διὰ τοῦτο τοῦτον σπουδάσας κληρώσασθαι· ὅθεν ἡμεῖς τοῦ τε πόθου καὶ τῆς παιδείας αὐτὸν ἀγασάμενοι, τὴν αἴτη σιν δράσωμεν. Εν Γεωμέτρης ἦν, ὡς ἔφην, Εὐγένιος, τὸ γένος Αἰγύ πτιος. Οὗτος ὑδροποσίᾳ πολλῇ διὰ τὴν τῶν θερμών ἀέρων ἐπάχθειαν χρώμενος, εἰς νόσον βαρυτάτην εἰσπέπτωκεν, ἥτις πολὺ τῆς οἰκείας ἐνδοῦσα σφοδρότητος, εἰς ὕδερον μέγιστον τὸ σμικρὸν ἐκεῖνο μετα έβαλεν ἔλειμμα· καὶ τοῦτο γὰρ ἔχων Εὐγένιος, τῆς τῶν ὑδάτων οὐκ ἔληγε πόσεως· ἕως οὗ κατ' ὀλίγον ογκούμενος, ἀκίνητος ἔμεινεν, καὶ μᾶλλον κατέκειτο, τὰ μεγάλα κήτη καὶ τοὺς μεγάλους μιμούμενος δρά κοντας, οι σωμάτων ἔγκῳ καὶ μεγέθει βαρούμενοι, εἰς τὰ πρόσω χωρεῖν οὐκ ἰσχύουσιν. Αλλ' οὐδὲ τότε τῆς τῶν ὑδάτων ἐπαύετο πόσεως· ὅθεν πάσης αυξη σεως ἀρχὴν ἐχούσης τὴν κίνησιν, ὡς οἱ ταῦτα δεινο δογματίζουσιν, αὐτὸς ηΰξε, καὶ μηδ' ὅλως κινούμενος τὴν φύσιν αὐτὴν, καὶ τὸ τούτων παραλογιζόμενος θέσπισμα. Λέγειν δὲ πάλιν καὶ ἐπὶ τούτου τοῦ νοσή ματος τῶν ἰατρῶν τὴν ἀσθένειαν ὡς πᾶσιν οὖσαν εὐσύνοπτον παραιτήσομαι· δήλη γὰρ αὕτη καθέστηκεν, κἂν ἡμεῖς σιωπήσωμεν. Οὐκοῦν ταύτην σιγή παρελάσαντες, τὴν Ἰωάννου καὶ Κύρου τῶν ἀληθινῶν ἰατρῶν λέξωμεν δύναμιν· ὅσον γὰρ ἡ τῶν προ λαβόντων ἀσθένεια σιγῆς ἀξία γεγένηται, τοσαύτη
col. 3585–3586page 82 of 127
PG 87:3585τούτων ἡ δύναμις μεγαλοφώνως κηρύττεται· ἐπεὶ κακείνους Εὐγένιος μετὰ πεῖραν πολλὴν ὡς ἀσθενεῖς παρωσάμενος, τούτους ὡς δυνατοὺς ἐκ μόνης ἀκοῆς ἐπελέξατο. Ἐλθὼν οὖν ἐπὶ τὸ τῶν ἁγίων ἰατρεῖον, τὸ πάσης ἀκηδίας καὶ παντοίων παθῶν ἀλεξίκακον, καὶ πείρα μεμάθηκεν ὅ δι' ἀκοῆς πρὸ τοῦ πάθους ἐγίγνωσκε. Καὶ καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν, σὺν τῷ μελῳδῷ διαπρυσίως ἐκήρυττεν· κατ' αὐτὴν γὰρ εὐ θέως τὴν νύκτα, τὴν μεθ᾿ ἡμέραν ἐν ᾗ παρεγένετο, πρὸ τοῦ τάφου τῶν ἁγίων κοιμώμενος, τούτους βλέ σει προϊόντας τοὺς μάρτυρας, καὶ πρὸς αὐτὸν ἤκουε λέγοντας· Αναστὰς ἐντεῦθεν, Εὐγένιε, πρὸς τὴν σὴν ἑστίαν ἀπόδραμε· ἰδοὺ γάρ σε δι᾿ ἡμῶν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ τὴν νόσον ἧς ἕνεκα πρὸς ἡμᾶς ἦλ θες ιάσατο. Έγερθεὶς οὖν πορεύου πρὸς ἀφεδρῶνας ὡς τάχιστα, καὶ πᾶσαν τὴν ἐν σοὶ συναχθεῖσαν ὕλην ἀπόβαλε. Καὶ ταῦτα λέγοντες, τῆς τοῦ νοσοῦντος κοιλίας προσέψαυον, ὡς δῆθεν αὐτὸν καταψήχοντες, τῷ δ᾽ ἀληθεῖ τὴν ἐκβολὴν δημιουργοῦντες τοῖς ὕδα σιν. Τοῦτο δρώντων αὐτῶν, ὡς μεθ᾽ ὕπνον (ταυτὸν δὲ καὶ μετὰ νόσον εἰπεῖν) Εὐγένιο; ἔλεγεν (μέχρι γὰρ ὕπνου τὰ τῆς νόσου κεκράτηκε), γύναια τρία τῶν μαρτύρων ὄπισθεν ἔκραζεν· Τίνος ένεκεν, ἅγιοι, ἡμεῖς μὲν χρόνον ἔχομεν ἐνθάδε καθήμεναι, καὶ ταῖς πληγαῖς ἐδυνώμεναι (τῶν γὰρ ἐκεῖσε κειμένων ἐτύγ χανον, ὡς ταύτας ἐπέγνω μετ' ὄναρ ὁ ἄῤῥωστος), καὶ νοσημάτων οὔπω πεπαύμεθα· οὗτος δὲ χθὲς ἀφικόμενος, καὶ πάθει τηλικούτῳ κρατούμενος, σήμερον ἠξίωται ῥώσεως, καὶ χωρεῖν οἴκοι κελεύεται; Πρὸς ἂς στραφέντες οἱ μάρτυρες, φησὶν, μετὰ πάσης ἀπο ελογοῦντο πραότητος· Οὐχ ἡμεῖς, ὦ γύναια, τῆς ὑγείας τυγχάνομεν κύριοι, ἀλλὰ Χριστὸς ὁ προβολεύς τε καὶ πρύτανις. Αφικνούνται τινες μακροτέρας παιδείας δεόμενοι, καὶ πάλιν ἕτεροι θεραπευθῆναι θᾶττον ὀφείλοντες· ἡμεῖς γὰρ ὑπὲρ πάντων ὁμοίως τὰς ἱκετείας προσφέρομεν· καὶ ὃν ἂν πρὸς τοῦ Δεν σπότου Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ κελευ σθείημεν, τοῦτον θεραπεύσαντες εὐθὺς ἀπολύομεν. Τοῦτον οὖν καὶ ὑμεῖς σὺν ἡμῖνείκετεύσατε, ἵνα τὴν χάριν παράσχοι τῶν ὑμετέρων αἰτήσεων· καὶ εἰ σπλαγχνισθείη, καὶ μόνον κελεῦσαι καταξιώσειεν, ταχέως ἡμεῖς πληρωταὶ τῶν θείων αὐτοῦ θεσπισμά των γιγνόμεθα· οὗ χωρὶς ἐπινεύσεως, οὔτε κρατεῖν [ οὔτε ἀπολύειν τοὺς πρὸς ἡμᾶς ἐρχομένους δυνάμεθα. Καὶ ταῦτα μὲν οἱ θεσπέσιοι μάρτυρες πρὸς τὰς γυ ναῖκας ἐφθέγξαντο. Ὕπνου δὲ καὶ στρωμάτων ἀναστὰς ὁ Εὐγένιος, πρὸς ἀφεδρῶνας ἐσπούδαζε, σπεύδειν αὐτὸν τῆς γα στρὸς πρὸς τὸ μαρτυρικὸν ἀναγκαζούσης ἐπίταγμα. Καὶ ἐν τούτοις γενόμενος, ἅπασαν εὐθὺς τὴν ὕλην [τὴν ἐν μιᾷ χρόνου στιγμῇ προσεκένωσε· καὶ ταύτην κενωθείς, ὡς εἰρήκαμεν, ὁ πάντων εἰσελθὼν ὅσον πρὸς εἶδος παχύτερος, πολὺ πολλῶν ἐξῆλθε τῶν ἀφεδρώ νων ισχνότερος. Μᾶλλον δὲ κἀνταῦθα σύμμετρος ὁ γεωμέτρης εξέθαρε· μόνον γὰρ τῆς γαστρὸς τὸν ὄγκον ἔσχεν ἀμέτρητον, καὶ τὸν καιρὸν τῆς ἰάσεως, τὸν μὲν διὰ πολλὴν πάνυ βραχύτητα, τὸν δὲ διὰ τὸ
col. 3587–3588page 83 of 127
PG 87:3587πολὺ καὶ ἀνείκαστον μέγεθος. Οὕτω μὲν οὖν και Εύ γένιος τὴν μόρον φυγών τοῦ νοσήματος, καὶ σύντομον τὴν ὑγείαν δρεψάμενος, τὴν χάριν εὐρύθμως μελῳδήσας τοῖς μάρτυσι καὶ Χριστῷ τῷ δι' αὐτῶν δεδωκότι τὸ δρέψασθαι, τοῦ νεώ σκιρτῶν ἀνεχώρησεν. Ἡμεῖς δὲ πάλιν ὡς πεπονθότες τὴν ἴασιν, τῇ διηγήσει τερπόμενοι, Χριστὸν καὶ τοὺς ἁγίους ὑμνήσαντες, ἐπ' ἄλλο τερπνὸν ὁρμήσωμεν ἄκουσμα. ΜΓ'. Περὶ Ταυρίνου λωρόποδος. Πάρεστι καὶ Ταυρῖνος ἐκ τοῦ πέλας ἐρχόμενος μόλις δέ ποτε πρὸς ἡμᾶς ἀφικόμενος ὡς τὴν πορείαν μακρόθεν ποιούμενος, διὰ τὴν τῶν ποδῶν βραδυτέραν ἐνέργειαν· καὶ οὐ μόνης ταύτης χάριν, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῦ χαλκευτικοῦ κρούσματος ἕνεκα, δι' 3 κελαδούντων ἡμῶν τῶν ἁγίων τὰ θαύματα, πυθέσθαι θᾶττον οὐκ ἴσχυσεν. Ελθὼν οὖν ὅμως τὰς αἰτίας τοῦ βράδους ἀπήγγειλε, καὶ μὴ παρελθεῖν αὐτὸν ἄγρα φον ᾔτησεν· ὃν ὡς ἀναξίαν τῆς μέμψεως τὴν ἀπολογίαν ποιήσαντα, ένα των αυχούντων μαρτυρικαῖς ἐπισκέψεσι καὶ αὐτὸν ποιησώμεθα. Ἡρακλείου τοῦ κτήματος τοῦ τῷ σηκῷ τῶν ἁγίων προσεγγίζοντος, καὶ σαββάτου ὁδὸν τούτου μόνον ἀπο έχοντος, τουτέστιν τεττάρων καὶ δέκα σταδίων διά στημα, κωμήτης ὁ Ταυρίνος ἐτύγχανεν, καὶ τὴν ἡλουργικὴν τέχνην μετήρχετο, τῶν ποδῶν τὴν ἀσθέ νειαν οὐ τυχοῦσαν ἐκέκτητο, ἀλλὰ μεγάλην καὶ λόγον ἀκοῆς ὑπεραίρουσαν. Οὗτοι γὰρ τὸ τῶν ποδῶν εἶδος, εἰ ἔστιν εἰπεῖν, ἀρνησάμενοι, λώρων ἐμιμούντο νε κρῶν ἰδιότητα· δι᾿ ὁ καὶ τὸν ἔχοντα κτήτορα, τῇ τούτων ἐπωνυμίᾳ πεποιήκασιν ὀνομάζεσθαι· τὸ ἡλουρ γὸν γὰρ ἐπονομάζειν ἀπὸ τῆς τέχνης ἐάσαντες, ἀπὸ τῶν ποδῶν ἐκάλουν δωρόποδα· καὶ τάχα καλῶς τοι ούτῳ αὐτὸν ἐκάλουν ὀνόματι, ἐπείπερ οἱ πόδες οὐ μόνον τὸ τῶν λώρων ἔσχον ἰδίωμα, ἀλλ' ὅτι καὶ κατὰ ταῦτα ἦσαν λοιπὸν ἀνενέργητοι· καὶ ὅτι, φησίν, τῆς ηλουργικής τέχνης διὰ τοὺς πόδας παυσάμενος, ἀπὸ τοῦ τῶν ποδῶν ἐκαλεῖτο νοσήματος. Ταύτην ὁ Ταυ ρῖνος τὴν κακίστην ἔχων ἀσθένειαν, μετὰ τὴν τῶν ἰατρῶν τελευταίαν ἀπόφασιν, ὡς οὐκ ἄν ποτε πέδας ὁ τοιοῦτος κινήσειεν (αὕτη γὰρ ἦν αὐτῶν ἐκ τῆς τέ χνης ἀπόφασις) πρὸς τὸν Κῦρον αιρόμενος ἔρχεται καὶ Ἰωάννην τὸν Κύρου τοῦ θείου συμμάρτυρα, τοὺς θείας Ιατρικῆς ἐπιστήμονας, καὶ οὐ τῆς Ἱπποκράτην καὶ Γαληνὸν καὶ Δημόκριτον, τοὺς ἀπὸ γῆς φθεγγομένους, ποιουμένης γεννήτορας. Ον οἱ θαυμάσιοι μάρ τυρες ἐλθόντα δεξάμενοι, ρώσεως τῆς παρ' ἐκείνων ἀπογνωσθείσης ἠξίωσαν. Φανέντες γὰρ αὐτῷ καθ᾿ ὕπνους καὶ στρωμνάς, ὡς ειώθασιν, παστὸν όρτυγα λαβεῖν ἐπιτάττουσι, καὶ τοῦτον τρίψαι καὶ χρίσαι τοὺς πόδας θεσπίσαντες, πάλιν ὡς ὄναρ ἀπέπτησαν. Ὁ δὲ μετὰ τὸν ὕπνον ποιήσας τὸ θέσπισμα, παραδό έως ἐρώννυτο, καὶ πᾶν ἀποβαλὼν τῶν ποδῶν τὸ ἀρ ῥώστημα, καὶ τὸ κατεσκληκὸς ἐκεῖνο καὶ τῶν λώρων δυσειδέστατον ἴνδαλμα, ἄρτιος καὶ καλλίπους ἐγίνετο, καὶ τάχα όρτυγας κρατεῖν τῇ τῶν ποδῶν ταχύτητι ἱκανώτατος. Καὶ Ταυρῖνος μὲν οὕτω ῥώσεως ἐν εὐ πορία γενόμενος, εὐχαριστήσας Θεῷ καὶ τοῖς μάρ τυσιν ἀπελήλυθεν. Ἡμεῖς δὲ ὑμνήσαντες, καὶ λόγων
col. 3589–3590page 84 of 127
PG 87:3589εὐπορίαν πρὸς τὴν τῶν λοιπῶν θαυμάτων ἀπαγγελίαν αἰτήσαντες, σὺν προθυμίᾳ ταύτης ἐχώμεθα. ΜΔ'. Περὶ "Αννης τῆς μοναστρίας τρία κατα πιούσης σαμαμίθια. Πρὸ τοῦδε πρὸς χώραν ἄλλην καὶ πόλιν εἰσέλθω μεν ἢ κώμην ἑτέραν μετέλθωμεν, λέγειν ἐστὶν ἀκό λουθον καὶ θαῦμα ἕτερον, καὶ τάχα τοῦ προῤῥηθέντος ὑπέρτερον, δ παρ' αὐτῶν πάλιν τῶν ἁγίων προελθεῖν ἐπὶ μοναστρίᾳ τινὶ τὴν αὐτὴν οἰκούσῃ κώμην ἐμάτ θομεν. Καὶ λέξωμεν Θεοῦ τὸ λέγειν παρέχοντος, καὶ τοὺς τῆς αὐτῆς κώμης οικήτορας ἀλλήλων παντελῶς οὐ χωρίσωμεν· εἰ καὶ Πέτρου τούτους διαστῆσαι, ὃν πρὸ μικροῦ παρεθέμεθα τῆς ῥηθείσης κώμης υπάρ χοντα, ἑτέρα τις ἡμᾶς κατηνάγκασε πρόφασις. Το Ηράκλειον τοῦτο κτημάτιον ᾤχει μονάστρια, Αννα μὲν τούνομα, μετ᾿ ἄλλων δὲ παρθένων ἐποιεῖτο τὴν οἴκησιν. Ἐτῶν γὰρ ἦν ὡσεὶ δώδεκα, ἢ καὶ τοῦ τον ἔσχε τὸν χρόνον ἐλάττονα· ἥτις ἡλικία μένειν ἐφ' ἑαυτῇ δι' ἀπειρίαν οὐ δύναται, καὶ νοῦ καὶ φρε νῶν ὀλιγότητι. Πῶς γὰρ ὁ τοιοῦτος οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας παλαίσειεν, τὴν πάλην τὴν πρὸς αὐτοὺς ἀναδεξάμενος, εἰ τοῦ παιδοτριβοῦντος χηρεύσειεν; ἢ πῶς δαίμονος γνοίη ποικίλα νοσή ματα, εἰ μὴ σχοίη τὸν εἰδότα διδάσκαλον; ἢ πῶς ἀπάτην όφεως καὶ πανουργίαν φυλάξαιτο, ἣν οὐδ᾽ Ενα χωρισθεῖσα μικρὸν τοῦ ᾿Αδὰμ ἐφυλάξατο; Διὰ ταῦτα γὰρ τὴν παιδικὴν ἡλικίαν καθ᾿ αὐτὴν οἰκεῖν οὐκ ἀκίνδυνον, καὶ μάλιστα τὴν πρὸς δαίμονας τὸν πόλεμον ἔχουσαν, καὶ μὴ δυναμένην ὅλως τηρῆσαι γιγνώσκουσαν κεφαλὴν ὅρεως ηρέμα πως εἰσελαύνουσαν, ἢ πτέρναν τὴν οἰκείαν αὐτῷ τηρουμένην σκεπάσασθαι. Ὅθεν ἡ παροῦσα μονάστρια νηπιώδους ηλικίας τυγχάνουσα, καὶ πρὸς ὥραν τῶν ἄγειν δυναμένων οἷα συμβαίνει χηρεύσασα· καινῷ δεινῷ περιπέπτωκεν, ὦ διάβολος αὐτῇ προευτρέπισε, καὶ μόνην εὑρὼν, τούτῳ τῷ τρόπῳ πρὸς θάνατον ἤλασε. Μονωθεῖσα γὰρ αὕτη τῶν ἄλλων, οἷα μειράκιον τὰ μειρακίων διήνυε παίγνια, καλάμοις τισὶ τὴν περὶ τὸ παίζειν πληροῦσα διάθεσιν. Καὶ ποτὲ μὲν τὸν κάλαμον αίρουσα προσ ἧπτε τῷ στόματι, ποτὲ δὲ πάλιν ἀποκινοῦσα τοῦ στόματος καὶ πρὸς ἔδαφος ῥίπτουσα, πάλιν ἐλάμβα δεν ἕτερον, καὶ πάλιν ἐν αὐτῷ τὰ αὐτὰ διεπράττετο. Ἀλλ᾽ ἐν ὅσῳ τοὺς δύνακας ἤμειβε, τὸν μὲν ἀπὸ τοῦ στόματος ρίπτουσα, τὸν δὲ λαμβάνουσα, καὶ τοῦτον τοῖς ὁδοῦσι προσφέρουσα, τινὶ καλάμῳ συνέτυχε ἐγκύῳ θανάτου τυγχάνοντι, καὶ θησαυρὸν ἔχοντι χαλεπὸν καὶ ἐπόλεθρον. Τρία γὰρ ἑρπετὰ τὰ καλούμενα σαμαμίθια τοῦτον ᾤκουν τὸν κάλαμον, φωλεὸν αὐτὸν καὶ κοίτην ποιούμενα, ὃν ἀκάκως ἁρπάσασα τῷ οἰκείω προσήνεγκε στόματι. Τὰ δὲ τοῦ κινήματος ἐπαισθόμενα, καὶ πρὸς φυγὴν θορυβούμενα, διὰ τῆς ἀρχῆς ἐκπηδή
col. 3591–3592page 85 of 127
PG 87:3591σαντα τῆς ἐγγισάσης τῷ στόματι, εἰς τὴν γαστέρα τῆς παιδὸς φέρονται, ἀκούσιον ὅλισθον ὑπομείναντα. Εἰς τὴν κοιλίαν δὲ κατενεχθέντα τῆς μείρακος, καὶ τὸ ξένον τῆς ἑστίας μὴ φέροντα, φεύγειν κἀκεῖθεν ἠπεί γοντο· ἀλλὰ τὴν ἔξοδον οὐκ ἐγίγνωσκον. Οὕτω δὲ διατρέχοντα, καὶ τῆς τέως ἀθλίας τὰ σπλάγχνα τα ράττοντα, καὶ συστροφὰς τῶν ἐγκάτων ποιούμενα, δυσοίστους αὐτῇ τὰς ἀλγηδόνας εἰργάζοντο· ἂς οὐχ ἄν τις γραφῇ παραστήσειεν, οὐδ᾽ εἰ πεῖραν σχοίη πολλὴν τοῦ νοσήματος· ὅθεν ἡ παῖς ἀπαύστως ἐκε πτετο καὶ ὁλόλυζεν καὶ δάκρυα τῶν ὀμμάτων ἐξέχεεν, καὶ παντελῶς ἡρεμεῖν οὐκ ἠδύνατο. Οτε γὰρ τὸ ἐν τῶν καταποθέντων ἑρπετῶν ὀλίγον ἡσύχαζεν, εἴπερ ποτὲ καὶ ἡσύχαζεν, τὰ λοιπὰ δύο τὴν κόρην ἐδάμαζον· ἢ καὶ τὰ δύο πολλάκις, ἵνα καὶ τοῦτο δῶμεν, ἑκάθευδον, τὸ ἕτερον οὐκ ἐπαύετο· ἀλλ᾽ ἀκοίμητον αὐτῇ τὴν ὀδύνην ἐβράβευον, ποτὲ μὲν τὸ ἕν, ποτὲ δὲ τὰ δύο, πολλάκις δὲ καὶ τὰ τρία σπαράσσοντα. Ἐν ἀπαύστοις οὖν καὶ δριμείαις ἀλγηδόσιν ὑπάρ χουσα πρὸς τοὺς ἁγίους ἐφέρετο, ἰατρὸν οὐχ εὕρισκεν ἕτερον πρὸς συμφορὰν τοσαύτην ἀρκέσαι δυνάμενον. Ἐλθοῦσα τοίνυν, ὡς εἴρηται, καὶ συμπαθεῖς εὑροῦσα τοὺς μάρτυρας, θᾶττον τῆς τριπλῆς ἐκείνης ἐλυτροῦτο κολάσεως. Εἴπωμεν δὲ καὶ τὸ λύτρον ὡς γέγονεν" ἔστιν γὰρ τῆς τῶν λυτρωσαμένων χάριτος ἔμπλεον Ετέρῳ τινὶ τῶν ἀσθενούντων ἀδελφῶν ὄναρ ἐλθόντες οἱ ἅγιοι, Εἰπὲ, φασί, τῇ βοώσῃ ταύτῃ μοναστρία (ἐβόα γὰρ διηνεκῶς καὶ τὸ σύνολον οὐκ ἐκάθευδεν), ἵνα πρωΐας ὀρθρίσασα, εἰς ἐν τῶν καπηλείων ἐξέλ θοι πρὶν ἢ βρώματος ή πόματος γεύσηται· καὶ κάν για τρία (είδος τοῦτο καθέστηκε κύλικος οὕτω παρ' ᾿Αλεξανδρεῦσι λεγόμενον) πιεῖν νῆστις ἀνάσχοιτο, καὶ τάχος τὴν ἴασιν διὰ τῆς τῶν καννίων δέξεται πόσεως. Ο δὲ θεωρήσας τὸν ὄνειρον, τῇ νοσούσῃ τοῦτον μεθ᾽ ὕπνον ἀπήγγελλεν, ὡς οἱ μάρτυρες αὐτῷ διετάξαντο· ἡ δὲ τῆς τούτων πυθομένη κελεύσεως, πρωΐας εἰς καπηλεῖον ἐξέρχεται, καὶ τὰς τρεῖς εὐτ θέως ἔπιε κύλικας, οίνου γεμούσας μὴ μιγέντος τοῖς ὕδασιν· ἄκρατα γὰρ πιεῖν τὰ τρία κεκέλευστο κάνο νια· ἅπερ, ὡς εἶπον, ῥοφήσασα, κινεῖτα: θᾶττον προς ἔμετον, καὶ τὸν οἶνον ἐμέσασα, ἐμεῖ προφανῶς καὶ τὰ τρία σὺν αὐτῷ σαμαμίθια διὰ στόματος δίψασα, πάσης εὐθὺς ἀπηλλάγη κακώσεως καὶ δυσχερούς οδύνης καὶ μάστινος, ἃς ὁ φόρτος ἐκεῖνος ὁ τρίου μος ἐπικυοφορούμενος ὤδινεν. Καὶ ᾿Αννα μὲν ἡ μου νάστρια οὕτω τὸν ἐκ δαιμόνων αὐτῇ σκευασθέντα δ έφυγε θάνατον, ισχυροτέρας ἰατρῶν ἀρωγῆς τῆς ἐκείνων ἐπιβουλῆς εὐπορήσασα. Καὶ πάντας τοὺς ὁρῶντας τὴν ἴασιν πρὸς ὕμνους τῶν ἁγίων ἀτρύνασα, καὶ σὺν τούτοις αὐτοὺς ἀνυμνήσασα, τοῦ τεμένους ἀπέρχεται. Ἡμεῖς δὲ νῦν οἱ ἀκούοντες, ὡς οἱ τότε παρόντες πιστεύοντες, τοὺς ἁγίους ἀξίως ὑμνήσαντες πρὸς ἑτέρους ὕμνους καὶ θαύματα τὰς ἀκοὰς εὐτρεπίσωμεν καὶ τὰ στήματα. ΜΕ'. Περὶ Κοβιώτου τοῦ χωροῦ καμηλαρίου. Απ' Αἰγύπτου πάλιν εἰς Λιβύην μετέλθωμεν
col. 3593–3594page 86 of 127
PG 87:3593καὶ ἐν τῷ Μαρεώτη γενόμενοι, Κοβιώτην τὸν κωφόν ἀνιχνεύσωμεν. Τοῦ Μαρεώτου γὰρ οὗτος ἐτύγχανεν καὶ εὑρόντες τοῖς προλαβοῦσιν συνάψωμεν· καὶ τὰ κατ' αὐτὸν τοῖς ἀκούουσιν ἀπαγγείλωμεν· Γραφής γὰρ ἄξια τὰ εἰς αὐτὸν δραθέντα τοῖς μάρτυσιν. Κωφὸς ὁ Κοβιώτης γεγένητο, οὐχ οὕτως ἐκ μήτρας γενόμενος, ἀλλ᾽ ἄφνω κωφωθεὶς ὡς ταῖς καμήλοις παρέβαλλεν· τούτων γὰρ ἀεὶ τῶν ζώων ἐφρόντιζε, καὶ πρὸ χωρώσεως, καὶ μετ' αἰφνίδιον κώφωσιν, βαρυτάτην δὲ τὴν νόσον ὑπάρχουσαν· οὔτε γὰρ τὸ σύνολον ήκουεν, οὔτε τῶν πάνυ μεγάλων τῆς φωνῆς προσησθάνετο, οἷον δήμου βοῆς ἢ θαλάττης ἦχον ὑψούμενον, ἢ μεγάλων ἀνέμων ῥοιζήματα· ὃν πάντες οἱ θεώμενοι, δαίμονος ἐνέργειαν τὴν χώρωσιν ἔλεγον, καὶ οὐ πάθος ἢ σύμπτωμα σώματος. Καὶ τάχα τἀληθοῦ; ἐστοχάσαντο, ἔκ τε τοῦ ἀθρόως συμβῆναι τὸ νό σημα, ἔκ τε τοῦ μηδένα τῶν ἰατρῶν ὠφέλειαν τούτῳ τινὰ δυνηθῆναι χαρίσασθαι. Πολλοὺς γὰρ περιελθὼν καὶ πληρώσας πολλῶν ἐπιτάγματος, αὐτὸς ἐν τῷ πάθει διέμενεν, διαφορὰν εὑρεῖν οὐ δυνάμενος. "Οθεν Ιατροῖς πολλὰ χαίρειν φθεγξάμενος, τῶν καμήλων ἐφρόντιζεν, ἀπαλλαγὴν τοῦ λοιποῦ μὴ προσδοκῶν τοῦ νοσήματος. Καὶ τάχα ἂν οὕτω μέχρι θανάτου διέμεινεν, εἰ μὴ πρὸς τῶν συντέχνων ὡς κωφός κατατρέχετο, και πολ λὴν τὴν ἀδικίαν ὑπέμενεν· ὧν οὐ βαστάσας τὴν δυσ χερή παραπόνησιν, ἅπαντα λιπών, τὴν ἑστίαν, τὰς καμήλους, τὰ ὑπάρχοντα, καὶ μηδενὶ μηδὲν περὶ μηδενὸς ἐντειλάμενος, ζήλου πλησθείς, καὶ θείου πρὸς τοὺς μάρτυρας ἔρωτος, αὐτῶν, ὡς οἶμαι, τοιαύ τὴν αὐτῷ προσπνευσάντων διάνοιαν, δρομαίως ἐπὶ τὸ τούτων μαρτύριον ἔτρεχεν, τοιαύτην μόνον φωνὴν πρὸς τοὺς ἑταίρους φθεγξάμενος· Ζῇ γὰρ, φησίν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἰ μὴ πρὸς Κῦρον καὶ Ἰωάν νὴν τοὺς ἁγίους οὐκ ἄπειμι, καὶ τούτους ἐκβιβαστὰς τῆς ἐμῆς ἐπηρείας ποιήσομαι· καὶ τοῦτο εἰπὼν γυμνὸς ἐπενδυμάτων πρὸς τοὺς μάρτυρας έδραμεν. Τότε γίνεται τι παράδοξον, καὶ τῆς τῶν ἁγίων χάριτος ἄξιον, καὶ τῆς αὐτοῦ πολλῆς καὶ μεγάλης θερμότητος. "Η μόνον γὰρ ἐξῆλθε τὴν πύλην τῆς πό λεως ἥτις Ηλιακή προσηγόρευται, εὐθέως αὐτοῦ τὰ ὦτα ήρξαντο διανοίγεσθαι, καὶ φωνὰς αὐτὸς ἀνθρώπων πυνθάνεσθαι· ὅτι δὲ τῇ πορείᾳ προέκοπτε, τοσοῦτον φωνῆς πλεῖον ἀντελαμβάνετο· καὶ οὕτω τὸ δῶρον πρὸς τὴν τῆς ὁδοῦ προκοπὴν κομιζόμενος, ἐν ὅσῳ τῶν ἁγίων εἰσείη τὸ τέμενος, τὸ τέλειον τῆς ἀκοῆς ἀπελάμβανε, πᾶν ἴχνος καὶ γνώρισμα τῆς πολλῆς ἐκείνης ἀπολείψας κωφώσεως. Καὶ δὴ τὴν ῥῶσιν κατὰ τὴν πορείαν δρεψάμενος, ὡς ὑγιὴς τοῖς ἁγίοις καὶ οὐχ ὡς ἔχων προσήρχετο νόσημα· καὶ προς ενέγκας εὐθὺς τὰ χαριστήρια, ᾠδαὶ δ᾽ ἦσαν τοὺς σε σωκότας γεραίρουσαι, τὴν αὐτὴν εὐθέως ὑπέστρεφε μπος καθίσαι κατὰ τὸν τῶν μαρτύρων σηκον ανα σχόμενος. Καὶ ἡμεῖς δὲ τὴν περὶ τούτου διήγησιν. ἐκπληρώσαντες, καὶ τὰ ὑπὲρ αὐτῆς χαριστήρια τους ἁγίοις προσάξαντες, διήγησιν ἄλλου ποιώμεθα θαύ μάνας.
col. 3595–3596page 87 of 127
PG 87:3595Μα'. Περὶ τριβούνου τοῦ τυφλοῦ, Τὸ Μηνᾶ τοῦ μάρτυρος τέμενος, καὶ τὸ πρὸ τοῦ τεμένους δωμάτιον,πάτης Λιβύης καθέστηκε φρύαγμα, ἧς οἰκήτωρ ὁ ἅγιος καὶ φύλαξ, καὶ πρὸ τῆς ὑπὲρ Χριστοῦ μαρτυρίας ἐτύγχανεν, καὶ μετὰ ταύτην γνωρίζεται· Καὶ ἄξιον ὄντως εὐκλείας τὸ κτῆμα καὶ φρυάγματος μείζονος· δι᾿ αὐτοῦ γὰρ ὅ τε Μαρεύ της, καὶ ἡ Λιβύη πᾶσα μέχρι τῆς τήμερον ἕστηκεν καὶ τὸ δὴ μέγιστον, Αλεξάνδρεια ἡ μεγάλη καὶ λαμ πρὰ καὶ φιλόχριστος. Οσοι γοῦν τὸ τοῦ μάρτυρος ἴστε μαρτύριον, καὶ τὸ περὶ τοῦτο κτημάτιον, πάν τες γιγνώσκετε, ὅθεν ὁ παρών τριβοῦνος εἰς διήγησιν ὥρμητο, ἐκεῖσε γεννηθεὶς καὶ τραφεὶς καὶ εἰς ἄνδρα τέλειον ἀφικόμενος. Οὗτος πάνυ δεινῶς ἀσθενήσας τὴν ὅρασιν, καὶ μὴ τυχὼν ἰατροῦ δυναμένου τὸ πάθος ἰάσασθαι, πρὸς τε λείαν ἐλαύνεται τύφλωσιν, ὡς μηδὲ νυκτὸς ἀπουσίαν μηδὲ παρουσίαν ἡμέρας επίστασθαι εἴ τινος λίπος τοῦ διαγγέλλοντος· μεμυκότα γὰρ ἔσχε τὰ ὄμματα. καὶ μηδαμῶς ἀνοιγόμενα· μηδὲ χωρίζειν ἀλλήλων δυνάμενος ὡς ἀπὸ κολλῆς τινος προσηλωμένα τα βλέφαρα. Καὶ τοιαύτην ὁ τριβούνος ἔχων ἀσθένεια». οὐκ ἠπίστει Κύρου καὶ Ἰωάννου τῇ χάριτι, ἀλλ᾽ εὐ σεβῶς καὶ δικαίως επίστευεν, ὡς εἰ πρόσφυξ αὐτῶν ἀφικόμενος γένοιτο, πάντως τὸ βλέπειν κομίσηται, δ καὶ πράξει πεπλήρωται. Ο γὰρ πίστει βεβαιωθείς. καὶ ταύτης τὸν θεμέλιον ἔχων ἀπάλευτον, εἴωθεν τυγχάνειν καὶ τοῖς ἐν ἔργοις πρὸς φίλους τελειότητος· ἐπεὶ μηδεὶς πιστεύσας παρὰ Θεοῦ καταλέλειπται, ἀλλ' ὡς ἐπίστευε γέγονε, καὶ μισθὸν ἔσχε της πίστεως τὴν τῶν ποθουμένων ἀπόλαυσιν. Ἐν τῷ μαρτυρίῳ γοῦν τῶν ἁγίων γενόμενος, καὶ τῷ ἐκ γεννητῆς τυφλῷ τὴν πίστιν ἔχων ἐφάμιλλον, κατ' ἐκεῖνον κοιμώμενος, πρὸς τῆς τῶν ἁγίων ἤχους χάριτος, Υπαγε νίψαι εἰς τὸν Σιλωάμ, καὶ ἀναβλέπεις. Μιμηταὶ γὰρ οὗτοι τοῦ Σωτῆρος υπάρχοντες, τοῖς αὐτοῦ κέχρηνται βήμασιν, διὰ πάντων δεῖξαι σπουδάζοντες τῶν ἰαμάτων, ὅθεν τὴν χάριν ἀρύονται. Ο νοσῶν δὲ τοῦ τῶν μαρτύρων ἀκούσας προστάγματ τος, τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλιν κατείληφε, καὶ κατελθὼν εἰς τὸν Σιλωάμ, τοῖς τούτου νο ψάμενος ὕδασιν, εὐθέως ανέβλεψεν. Ἐκεῖθεν δὲ πάλιν ὁρῶν ἀφικόμενος, εἰδὼς τοῦ τῶν ἔψεων δώρου τὸ μέγεθος, τοῖς ἁγίοις αὖθις προσέδραμεν, καὶ παρ' αὐτοῖς τὸν ἐπίλοιπον τοῦ βίου χρόνον κατώκησεν, μέσ χρις οὗ κοιμηθεὶς ἀνεπαύσατο, τὴν εὔνοιαν ἡμῖν ἐν δεικνύμενος, ἣν πρὸς εὐεργέτας ἔχειν ὀφείλομεν. Καὶ τριβούνος μὲν οὕτως ἀπώνατο, πίστεως καὶ ρώσεως τῆς λεχθείσης επέτυχεν. "Αλλος δέ τις μονα στης Ταβεννησιώτης τὸν πατέρων πατέρα καὶ ζωῆς ἀρίστης διδάσκαλον τὸν μέγαν αὐχούντων Παχόμιον, ὡς τῆς αὐτῶν πολιτείας ἀρχηγέτην γενόμενον, καὶ κλίμαξ αὐτοῖς γεγονώς πρὸς οὐρανὸν ἀπὸ γῆ; ἀνα φέρουσα, τὸ τοῦ τριβούνου φέρων ἀρρώστημα προς τοὺς μάρτυρας ἔρχεται, καὶ τῆς αὐτῆς πρὸς αὐτῶν ἀκούσας κελεύσεως, "Υπαγε λεγόντων, νίψαι εἰς τὸν Σιλωάμ καὶ ἀναβλέπεις, χαριέντως αὐτοῖς ἀπεκρί
col. 3597–3598page 88 of 127
PG 87:3597Ἐκεῖνος μὲν ὁ τυφλός, ὦ μακάριοι, ὁ τοῦ παρόντος προστάγματος πρὸς τοῦ Δεσπότου τῶν ὅλων πυθόμενος, ἐν Ἱεροσολύμοις ἐτύγχανεν, καὶ τὸν Σι λωάμ ἐκέκτητο γείτονα, καὶ εἰ πτωχὸς ἐγνωρίζετο, δαπανημάτων οὐκ ἔχρησεν πρὸς τὸ πληρῶσαι του Σωτῆρος την σωτήριον ἔνταλσιν. Ἐγὼ δὲ πτωχός ὑπάρχων καὶ πρότερον, νυνὶ δὲ πολὺ τοῦ τότε πτωχή τερος, καὶ αὐτὸ γὰρ ὅπερ ἐκεκτήμην πρὸ τοῦ τῶν δημάτων νοσήματος, εἰς ἰατροὺς ἐδαπάνησα· καὶ τοσούτοις ἀφεστώς του Σιλωάμ διαστήμασι, ποίοις κελεύετε χρήσομαι χρημάσιν πρὸς τελείωσιν τοῦ ὑμετέρου θεσπίσματος. Οἱ δὲ πάνυ σεμνῶς μειδιάσαντες, καὶ τερφθέντες αὐτοῦ ταῖς καλαῖς ἀποκρίσεσιν, καὶ τῶν ἀναλωμά των ἀγαθοὶ σωτῆρες ἐγίνοντο. Απελθε γάρ, φασίν, εἰς τὴν Φρόντωνος καλουμένην ἀπόστασιν (ἀποθήκην δὲ λέγουσι τὴν ἀπόστασιν ἐν ἄλλαις χώραις καὶ τό ποις καὶ πόλεσιν), κἀκεῖσε Θωμᾶν τὸν τοῦ Κυμινᾶ τοῦ Αἰγυπτίου πιστικὸν ἐπιζήτησον, καὶ τοῦτον εἰ ρών, 'Αββάκυρος, ἐρεῖς, καὶ Ἰωάννης οἱ μάρτυρες πρὸς τέ με πεπόμφασι, καὶ χρυσὸν ἕνα μοι δοῦναι θεσπίζουσιν, ἵν' εὕρω δαπάνας ποιήσασθαι, ἐπειδήπερ εἰς τὴν ἁγίαν με πόλιν ἀπέστειλαν. Καὶ ταῦτα μὲν εἰρηκότες ἀπῆλθον οἱ ἅγιοι. ὡς δὲ μεθ᾽ ὕπνον τὴν πόλιν κατέλαβεν καὶ τὴν ἀπόστασιν εὑρὼν καὶ τὸν ἄνθρωπον, τῶν ἁγίων εἶπεν τὴν κέλευσιν· καὶ λαβὼν εὐθέως τὸ νόμισμα (προθύμως γὰρ καὶ Θωμᾶς τὸ μαρτυρικὸν προσήκατο θέσπισμα), εἰς τοὺς τοῦ Χριστοῦ τόπους ἀπέρχεται, καὶ ἐν τῷ Σιλωάμ σπου ξαίως γενόμενος, τοῖς τούτου ῥείθροις τὰς ὄψεις ἀποματτόμενος, σὺν ταῖς ῥανίσι τοῦ νάματος καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἀπεμάξατο. Εγνώρισε γὰρ τὸ ὕδωρ τὸ πρόσταγμα καὶ τοὺς πέμψαντας μάρτυρας, δούλους ὄντας Χριστοῦ καὶ θεράποντας τοῦ πρὸ αὐτ τῶν τὸν τυφλὸν ἀποστείλαντος. Διὸ καὶ θᾶττον αὐτῶν πληρῶν τὰ κελεύσματα, σὺν τῷ τριβούνῳ καὶ τοῦτον ἀντέπεμψεν βλέποντα, ὥσπερ καὶ τότε τυφλὸν πρὸς τὸν αὐτὸν δεσπότην ἀπέστειλεν. Ἡμεῖς δὲ τούτοις τοῖς περὶ τῶν ἰαθέντων δύο τυφλῶν λεχθεῖσιν ἀρκούμενοι, τοὺς ἁγίους καὶ νῦν εὐφημήσαντες, ἄλλα κη ρύττειν αὐτῶν σπουδάσωμεν θαύματα. ΜΙΖ'. Περὶ Πατρικίου ἐν τοῖς ὀφθαλμοῖς ἐσχηκοτος λευκώματα. Τον Πηλουσιώτην Πατρίκιον συνάψαι τοῖς προλαβοῦσιν ἀκόλουθον. Εἰ γὰρ τῶν ὁμμάτων ἄλλο τὸ νό σημα, καὶ τῆς ἰάσεως ὁ τρόπος καθέστηκεν ἕτερος, ἀλλ᾽ ἂν ἀμφοτέρων τὸ τέλος γεγένηται, καὶ τῶν νου σημάτων ἡ τύφλωσις, καὶ τῶν θεραπειῶν ἡ ἀνάβλεψις. Οὐκοῦν εἴπωμεν καὶ αὐτοῦ τὸ ἀρρώστημα, καὶ τοῦ ἀῤῥωστήματος τὴν ἴασιν μὴ χωρίσωμεν. Πηλουσιώτης ἦν ὁ Πατρίκιος, καὶ δοῦλος ἐτύγχανεν τοῦ τὴν Ἐκκλησίαν τὴν ἐκεῖσε ποιμαίνοντος· καὶ πεσὼν εἰς ὀμμάτων ἀσθένειαν, ἐν ταύτῃ τὸ καθ' ἡμέραν προέκοπτε, οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενος· ἡ γὰρ ἂν ζηλωτὸς ἦν τῷ περιττῷ τῆς δράσεω;· ἀλλὰ τῶν μὲν ἔμπροσθεν ἐπιλανθανόμενος, τοῖς δὲ ὄπισθεν ἐπεκτεινόμενος οὕτω γὰρ αὐτὸν εὐφυής ἰατρὸς ἐθεράπευσεν. Ταῖς δὲ κατ' ἐλίγον προκοπαῖς ἐλθὼν πρὸς τὸ τέλειον, πολλὰ
col. 3599–3600page 89 of 127
PG 87:3599βλέπων ἐλέγετο· οὕτω γὰρ εὐφήμως τοὺς τυφλούς ὀνομάζουσιν, μηκέτι κόπον τινά παρεχόμενος τῷ τὸ πρὶν αὐτὸν ἱατρεύοντι· ἐσχηκώς γὰρ ἐν ὄμμασιν ἀμφοτέροις λευκώματα, κακίστην ελευθερίαν ἐδέξατο, δι' ἧς οὐκέτι τοῖς Ασκληπιάδαις ὑπέκειτο, ἀλλ᾽ ἔσχε τὴν τύφλωσιν ἄμαχον δέσποιναν, δορυάλωτον αὐτὸν τῶν ἰατρῶν ἀφαρπάσασαν, ἢν τὸ λοιπὸν καταγωνίσασθαι καὶ λαβεῖν ἀπ' αὐτῆς τὸν αἰχμάλωτον, πᾶσινἀνθρώποις ὑπῆρχεν ἀδύνατον, μόνῳ δὲ Θεῷ έτου ἐτύγχανεν, καὶ τοῖς ἀπ' αὐτοῦ δωρουμένοις ἰάματα ἀπόστολοι δ' οὗτοι καὶ δίκαιοι καὶ προφῆται καὶ μάρτυρες αμέμπτως βιώσαντες, καὶ Θεὸν θεραπεύσαντες καὶ διὰ τοῦτο πειθόμενον ἐν ἅπασιν αὐτὸν οἷς ἐθέλουσιν ἔχοντα. Δύο δὲ ταύτης τῆς μακαρίας καὶ λαμπρᾶς ὁμηνύ ρεως καὶ Κύρον καὶ Ἰωάννην εἰδὼς ὁ Πατρίκιος, καὶ δυναμένους αὐτὸν τῆς πικρᾶς ἐκείνης δεσποίνης λυτρώσασθαι, καὶ τὴν ἐλευθερίαν χαρίσασθαι, ἣν ἱατρῶν ἀρωγή προσαπώλεσεν, μετά πίστεως πως αὐτοὺς ἔρχεται, ταύτην σαφῶς ἐπιστάμενος πεῖσαι δυναμένην τους μάρτυρας. Οἱ δὲ τούτῳ κατ' διαρ παρίστανται, καὶ τὸν τρόπον τῆς ὑγείας μηνύουσιν εἰς τὸ λουτρὸν γὰρ τοῦτον ἰέναι κελεύουσιν, καὶ λαβ νείῳ τὰς ὄψεις ἐγχρίεσθαι, καὶ διὰ τούτου τὸ βλέπειν κομίζεσθαι· οὗ τὸ πλεῖστον, ὡς λέγουσιν, ἀσβεστές ἐστιν ὡς βραχεῖσα πρῶτον ἐν ὕδατι· καυστικὴ δ' αὕτη λίαν καθέστηκεν, καὶ ὀλίγα πάνυ παραχωρούσα πυρὶ πρὸς τὸ μᾶλλον καίειν ἀνθρώπινα σώματα. Ο δὲ μηδὲν εἰς τὰ τῶν ἁγίων ἐνδυάσας προστάγματα, εἰς τὸ λουτρὸν μετὰ τὸν ὄνειρον ἔξεισι, καὶ δρομαίος τοῦ λεχθέντος εἴδους ἐγχρίεται· καὶ μείνας βραχύ μετὰ τὴν ἐγχείρησιν, ωσπερ ειώθασιν ποιεῖν οἱ κολ λουρίοις παρὰ ἰατροῖς ἐγχριόμενοι· ἀνοίξας δὲ πάν λιν τὰ ὄμματα, μεμυκότα γὰρ ἔχων ταῦτα ἐκάθητο, ἀθρόον ἀνέβλεψεν, δακρύων δίκην καταγαγών τὰ λευκώματα, καὶ ταυτὶ τὸ φῶς ὡς ἔστιν ἐθεάσατο, ὅπερ ἰατρῶν κολλουρίοις ἀπώλεσεν. "Ην δὲ τὸ θαῦμα παράδοξον· καὶ βλέπων γὰρ τὸ λουτρὸν ἐξελθεῖν οὐκ ἐγίνωσκεν, ἐπεὶ μηδ' οἴας εἰσῆλθεν ἡπίστατο, ἀλλ' ἐδέετο καὶ τότε του ποδηγήσαντος πλέον αὐτὸς τοῦτο διηγοῦντος θεώμενος. Ἐκ τούτου δὲ δραμὼν πρὸς τὸ τέμενος, τοὺς ὁρῶντας ἐξέπληττε, καὶ πρὸς τὰς τῶν ἁγίων εὐφημίας διήγειρε. Ρωσθεὶς δὲ καὶ αὐτὸς εὐφημήσας τοὺς μάρτυρας, εἰς τὸ Πηλούσιον ᾤχετο. Ο Καὶ ἡμεῖς δὲ τοῖς ὕμνοις αὐτοὺς στεφανώσαντες, ἑτέ ρων αὐτοῖς ὕμνων ἀφορμὴν τὴν ἑτέρου θαύματος γραφὴν εἰσενέγκωμεν. ΜΗ'. Περὶ ᾿Αντωνίου τοῦ Θηβαίου τὰ σπλάγχνα πάσχοντος. Ἔτι βοῶντος Αντωνίου πυνθάνομαι, ἔτι φωνὰς μεγάλας ἐκπέμποντος, ἔτι τὰ μέγιστα κράζοντος, οὐχ ἕνεκα τοῦ φυγόντος νοσήματος, ἀλλὰ τῆς δοθείσης χάριν Ιάσεως· ἣν σιωπᾶσθαι διὰ πολλὴν οὐκ ἀφί ησιν ἔννοιαν, ἀλλὰ ταῖς λοιπαῖς αἰτεῖται συντάττ σθαι, αἷς ἤδη γεγράφαμεν, καὶ μίαν γενέσθαι ταῖς τούτων γραφαῖς ἐναρίθμιον· οὗ τὴν βόησιν ἐπαινέσαντες, τὴν αἴτησιν θάττον πληρώσωμεν. Θηβαῖος ἦν ὁ ᾿Αντώνιος, καὶ πολίτης Αντωνίου
col. 3601–3602page 90 of 127
PG 87:3601της πόλεως. Ούτος βαρυτάτην ἔσχεν ἀσθένειαν, ἥτις οὐ παισὶν ἰατρῶν, οὐκ ἄλλοις ἀνθρώποις, οὐκ αὐτῷ τῷ νοσοῦντι καὶ πάσχοντι δήλη μέχρι σήμερον γέν γονε, ἀλλ᾽ ἄγνωστος ἀνθρώποις ἐγένετο, καὶ παυσαμένη καὶ πρὸ τούτοις ὑπάρξασα. Εδία γὰρ μόνον ὁ ἄγνωστος τὰ σπλάγχνα δεινῶς κατατρώγεσθαι, καὶ ὥσπερ ὑπὸ σκωλήκων βιβρώσκεσθαι, μήτε τὴν αἰτίαν εἰδὼς, μήτε τὸ πάθος παντελῶς ἐπιστάμενος. ᾿Αλλὰ καὶ τῶν ἰατρῶν οἱ σοφώτεροι, καὶ δόξαν εἰδήσεως Έχοντες, τοῦτον συχνότατα βλέποντες κατὰ κάθοδον, ελλην καὶ ἄλλην τὴν νήσον ἐδόξαζον· καὶ νῦν μὲν ταύτην, νῦν δ' ἐκείνην ἐφήμιζον· καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δ᾽ ἐκεῖνο τὸ αἴτιον ἔλεγον· καὶ τὸ σήμερον ἀρέσαν μετὰ σοβαρᾶς ἀφρύος τοῖς ἅπασιν, αύριον σοβαρωτέρω φρονήματι διεπτύετο, καὶ πάλιν ὑπ' αὐτῶν ἀνετρέπετο, ἕτερον εἶναι καὶ οὐ τὴ χθιζὸν βεβαιούμενον. ὡς δὲ πολλῶν τοιούτων ὁ ἄρξωστος πεί σαν πολλὴν διῆλθεν, καὶ διαφορὰν τοῦ πάθους οὐχ εὕρισκεν, ἀλλ' ἐν ὀδύναις ἀεὶ ταῖς αὐταῖς ἐγνωρίζετο, μίαν εἶναι κακῶν διασκέπτεται τὴν πρὸς Κύ ρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἄφιξιν. Εἰ μὴ γὰρ οὗτοι, φησὶν, ταύτης με τῆς ἀνάγκης λυτρώσονται, ὡς καὶ τῶν κρυφίων τὴν ἔρευναν ἔχοντες, καὶ γινώ σκειν δυνάμενοι τὰ τοῖς ἄλλοις ἀνθρώποις ἀθέατα, ἄλλος οὐδείς με σῶσαι δυνήσεται, χάριν τοιαύτην ἐκ Θεοῦ μὴ δεξάμενος. Ταύτην εἰς τοὺς ἁγίους τὴν πίστιν φραξάμενος, πρὸς αὐτοὺς παραγίνεται, καὶ διετῆ χρόνον ἀνὰ τῶν αὐτῶν σηκὴν διαιτώμενος, καὶ πίστεως μὴ παθὼν τῆς εἰς τοὺς μάρτυρας ὕφεσιν, ἣν ὁ τοσοῦτος καιρός ἱκανὸς ἦν αὐτῷ κατεργάσασθαι, οὕτως ἀπαύστως ὡς ἔφημεν ὀδυνωμένῳ καὶ κράζοντι, καὶ μηδὲ νύκτας μηδὲ τῆς μετά ταύτην ἡμέρας τὸ σύνολον λέγοντι, τὴν ῥῶσιν ἀθρόως κομίζεται· μήτε τι κελευσθείς διαπράξασθαι, ὥσπερ ἅπαντες οἱ παθόντες καὶ πα θῶν ἕνεκα τῷ ναῷ παρεδρεύοντες, μήτε τι διὰ γα στοὺς ἐμβαλὼν ἢ ἀναγαγὼν διὰ στόματος· μόνον δὲ τοὺς ἁγίους μετὰ τὴν ῥῶσιν έωρακέναι λέγοντας, Ιδού σε τῶν παθῶν ἐρυσάμεθα, καὶ πάθοις οὐκέτι δ μέχρι τοῦ παρόντος ὑπέμεινες. Αναστὰς οὖν τὴν ἐνεγκαμένην κατάλαβε, μηκέτι τοῦτο δειλιῶν τὸ ἀρρώστημα· ἐκεῖ δὲ γιγνόμενος, εἰς ἡμέτερον όνομα φύτευσον ἄμπελον, καὶ ταύτην ἡμεῖς σὺν σοί γεωρ γήσομεν, καὶ φυλακὴν ὁμοῦ τὴν ἁρμόττουσαν ἡμῖν προσοισόμεθ, καὶ κοινῶς αὐτῆς καὶ τὸν βότρυν δρε ψόμεθα, καὶ πρὸς ληνόν ἐρχόμενοι συμπατήσομεν. Σὺ ἐὲ τὸν οἶνον μεθ' ἡμῶν μεριζόμενος τὴν μὲν σὴν ἀπόμοιραν λάμβανε, καὶ ὡς ἂν ἐθέλοις ἀνάλισκε· τὸ μέρος δὲ τὸ ἡμέτερον κατ' ἔτος ἐνθάδε κατάβαλε εἰς οἶκον τοῦτον τὸν ἡμέτερον, καὶ τοῦτο τοῖς ἐν αὐτῷ νοσοῦσιν ἀδελφοῖς καταμέριζε. Καὶ ταῦτα μὲν εἶπον οἱ μάρτυρες, καὶ οὐ μόνον εἶπον, ἀλλὰ καὶ φήσαντες ἔπραξαν. Ἐν Θηβαῖοι γὰρ ἀνελθὼν ὁ ᾿Αντώνιος, θάττον ὡς ἐκελεύσθη φυτεύει τὴν ἄμπελον, καὶ τοὺς ἁγίους ἐν πᾶσιν οἷς εἰρήκασιν εὑρὼν ἀ τελήπτορας, συμφυτεύοντας, συντρυγώντας, καὶ τοὺς βότρυας συνθλίβοντας, καὶ δὴ μέγιστον εύκ λογοῦντας, καὶ σκέποντας, καὶ πάντα αριστὰ ποιοῦντας και εύκολα. Κατ' αὐτὸ δὴ τὸ ἔτος διώρυξεν, ἐφύσ
col. 3603–3604page 91 of 127
PG 87:3603τευσεν, ἐτρύγησεν, ἐπάτησεν, καὶ τὸ τῶν ἁγίων μέσ ρος κατήγαγεν εἰς τὸ τούτων σεβάσμιον τέμενος, καὶ τοῖς ἐν αὐτῷ διαφόροις κρατουμένοις νοσήμασιν, καὶ τὴν αὐτῶν ἀρωγὴν προσδεχομένοις διένειμε. Τοῦτο δρῶν πολλοῖς διέμεινεν ἔτεσιν μέχρις έναγχος τὴν παροῦσαν ζωὴν ἀπολέλοιπεν. Αντώνιος μὲν οὖν οὕτως ἀγνώστως νόσησεν, καὶ νόσον ἄγνωστον ἔσχηκεν, καὶ ῥῶσιν ἄγνωστον ἔλαβεν. ᾿Αφναίτις δέ τις γυνή, κώμης τοῦτο τῶν κατ' Αἴγυ πτον όνομα, ὅθεν αὕτη γεγένητο (Αναστοῦν αὐτὴν ἐκάλουν οἱ γνώριμοι), πάθει παραπλησίῳ δουλεύουσα; οὔτε γὰρ τὴν νότον ἐγίνωσκεν οὔτε τῆς νόσου τὴν πρόφασιν, καὶ μήτε πρὸς ἰατροῦ κερδαναι δυνηθεῖσα τὴν ἴασιν, ἢ τοῦ πάθους τὴν εἴδησιν ἀλλ' ἐν ἀμφοῖν ἀπορήσασα, πρὸς τοὺς μάρτυρας ἔρχεται, πάσαις αὐτοὺς ἀπορείαις ἰσχύοντας πόρον ἐνθεῖναι πιστεύουσα. Έσχε δέ τινα διαφορά πρὸς Ἀντώνιον, οὐ μόνον τῆς φύσεως, τοῦτο γὰρ πρόδηλον, ἀλλὰ καὶ τοῦ λεχθέντος νοσήματος· δι' δ καὶ κοινῶς αὐτοὺς ἀμφοτέρους τετάχαμεν, διὰ τὴν τῶν παθῶν ὁμοιότητα· καὶ ἰδίως ἑκάτερον φέρομεν, τὴν διαφορὰν τῆς νόσου μηνύοντες. Ἐκεῖνος μὲν οὖν τὰ ἔνδον ὑπενόει βιβρώσκεσθαι, αὕτη δὲ μολιβδίνου τινὸς βάρους ᾐσθάνετο· καὶ ὁ μὲν χρόνοις δύο θερα πεύεται, ἡ δὲ τρισὶ τὴν νόσον διέφυγεν· καὶ ὁ μὲν ἀφανῆ τὴν ῥῶσιν ἐδέξατο, ἡ δὲ φανερῶς τὸ τῶν ἀλγηδόνων κατήγαγεν αἴτιον. Λίθος οὗτος ἐτύγχανεν τοῦ μεγάλου φέρων τὸ μέγεθος καὶ πάντας ἐκπλήτ των δρώμενος, δν καὶ πρὸ τῆς τῶν ἁγίων θήκης τώ ρησεν, ἐπ' ἔτεσι πλείοσι φαίνεσθαι πρὸς μνήμην τοῦ θαύματος, καὶ τῶν δεδρακότων ἀνύμνησιν. Ὅθεν καὶ ἡμεῖς τὴν περὶ αὐτῶν διήγησιν στήσαντες, τους ἁγίους ὑμνήσωμεν, τῆς ἑκατέρων γνώσεως ἕνεκα, μᾶλλον δὲ ῥώσεως, καὶ φροντίδος τῆς εἰς τοὺς πρόσ φυγας· οὐ θεραπείας γὰρ μόνον τῶν νοσημάτων φροντίζουσιν, ἀλλὰ καὶ τροφῆς καὶ σκεπάσματος κής δονται, ἑτέρας δῶρον ἰάσεως τῷ λόγῳ κηρύξωμεν. ΜΘ'. Περὶ Πιαμὼν καὶ Γεωργίου των νοσφισαμένων τὰ τοῖς ἁγίοις καρποφορηθέντα. Πιαμὼθ ὁ Αἰγύπτιος μαρτύρων μάστιγες πειραθεὶς καὶ δωρήματος, ἐκείνοις ὀφείλει συντάττεσθαι, οἷς ἐν τοῖς εἰς ᾿Αλεξανδρέας γραφείσι θαύματα παρεθέμεθα, ὅτε περὶ τοῦ τῶν ἁγίων ἐμβριθοῦς τε καὶ στύφοντος τὴν γραφὴν ἐποιούμεθα. Αλλ' ἐπειδὴ τοῦτον ἐκεῖσε τεθῆναι τὸ γένος εκώλυσεν, ἐπὶ καιρού παραγέγονε, δι' αὐτοῦ τὴν μαρτυρικὴν ἰσχὺν ἐνδει ξόμενος· καὶ ὡς οὐ μόνον Αλεξανδρέας τους γείτονας εἰς αὐτοὺς παροινοῦντας ἀμύνασθαι δύνανται, τοῦτο γὰρ οἱ προλαβόντες παρέστησαν, ἀλλὰ καὶ τοὺς πόλλω διάγοντας, ὥσπερ καὶ τὰς ἰάσεις, οὗ μόνοις τοῖς πέλας, ἀλλὰ καὶ τοῖς πόρρω χαρίζονται. Πιαμώθ μὲν οὖν ἀθηροφάγος ἐτύγχανεν· δῆλον δὲ τὸ ἔθνος, ὡς χαλεπόν τε καὶ βάρβαρον, καὶ θηρῶν ἀγρίων οὐδὲν διενήνοχε, καὶ τὴν κλήσιν δὲ φερώνυμον λέγουσιν· ἀεὶ γὰρ οὗτοι τὴν ἀθήραν ἐσθίουσιν. ᾿Αθῆ ραν δὲ προσαγορεύουσιν τὸν ἄρτον τὸν ἐν χύτραις μετά πάλιν ἐξόμενον. Ὁ δὲ Γεώργιος ἐκ χωρις
col. 3605–3606page 92 of 127
PG 87:3605ὥρμητο τῆς κατὰ Σαῖν τὴν πόλιν Μετήλεως. Τούτοις ἐκ διαφόρων ἐρχομένοις τόπων προσκυνῆσαι τοὺς μάρτυρας, γύναια δύο διάφορα, καὶ τόπων διαφόρων ορμώμενα, προσφοράς διαφόρους τοῖς ἁγίοις προσφέρειν παρέχουσιν· τῷ μὲν γὰρ Πιαμωθ τρι μήτσια δύο δέδωκεν· ἦν δὲ καὶ τῷ Γεωργίῳ παρέσχε τὸ ἕτερον· ὁ δι᾽ ἑαυτὸν μὲν ἔλεγον ἐνέγκαι συντάξα. σθαι, μὴ δυνάμεναι δὲ ταῦτα δι᾽ ἑαυτῶν προσενέγκασθαι, ἀνάγκῃ τινὸς τὴν πορείαν κωλύοντος, δια κόνοις τούτοις ἐκέχρηντο, ἵνα ταῦτά φασιν ἀπιόντες, τοῖς ἁγίοις ὑπὲρ ἡμῶν προσκομίσητε χρέος γὰρ ταῦτα καὶ οὐ δῶρον τυγχάνουσιν. Οἱ δὲ τὰς αἰτήσεις τῶν γυναίων δεξάμενοι, σὺν αὐταῖς καὶ τὰ διδόμενα δέ χονται, οὐ φιλαδελφίας ἕνεκα καὶ τιμῆς τῆς πρὸς τοὺς μάρτυρας, ὑπῆρχαν γὰρ ἂν καὶ μακάριοι, μαρτυρικοῦ σεβάσματος καὶ φιλαλληλίας χάριν τοῦτο ποιούμενοι· ἀλλ' ὅτι κλέπται ἦσαν· τοῦτο γὰρ καὶ περὶ τούτων εἰπεῖν κατὰ τὸν θεῖον Ἰωάννην ἐστὶν ἁρμόδιον· καὶ τὸ δοθὲν οἰκεῖον προσεδόκων λημμάτ τιν· ὅ καὶ πεπράχασιν, ἀγνοεῖν τοῦτο τοὺς ἁγίους οἷόμενοι. Αλλ' ὄντως οι δείλαιοι ἀμφότεροι κακῶς πραγματεύονται· εὐτελέσι γὰρ λήμμασι καὶ σμικροτάτοις πάνυ τιμήμασιν, βασάνους μεγάλας κομίζονται, καὶ τιμωρίας οὐ μετρίας ὑφίστανται· ν Αἰγυπτίων πάντων παιδευταὶ γένοιντο καὶ διδάσκαλοι, ἁγίους σέβειν ὡς ὤφελον, καὶ τῆς αὐτῶν μὴ καταπτύειν δυνάμεως. Λαβόντες γὰρ τῶν γυναίων τὰ τάγματα, καὶ πρὸς προσευχὴν ἀφικόμενοι, ταῦτα καθ' ὁδὸν δαπανήσαντες, πάλιν ἀπέρχονται, Κύρῳ μηδὲν καὶ Ἰωάννῃ τοῖς μάρτυσι, ὧν ἐκομίσαντο, προσκομίσαντες. Καὶ τούτων γιγνωσκομένων ἐμακροθύμουν οἱ ἅγιοι, τὴν μετάγνωσιν αὐτῶν ἀναμένοντες, καὶ τὸν Δεσπό την Χριστὸν καὶ ἐν τούτῳ φιλανθρωπία μιμούμενοι. Αλλ' ὡς ἴδον καταλαβόντας τὰ ἴδια, καὶ πρὸς μὲν ἑαυτοὺς ἀναστρέψαντας, οὐκ ἀναστρέψαντας δὲ πολις μετάνοιαν, ἀξίως ἀμφοτέρους αἰκίζονται· τοῦ μὲν Πιαμωθ πόδας καὶ χεῖρας συνδήσαντες, καὶ πᾶν αὐτ τοῦ τὸ σῶμα ταῖς τῆς παρέσεως οδύναις μαστίξαντες Γεωργίου δὲ, τοῦτον συγκαταβρώξαντι πονηροτάτῳ δαίμονι τὴν εἰσβολὴν συγχωρήσαντες. Γνόντες δὲ θάττον οἱ τάλανες τοὺς κακώσαντας, καὶ διαῤῥήδην πᾶσιν ὁμολογήσαντες τοῖς οἰκείοις τὰ πταίσματα, αἰτήσαντες δὲ καὶ τὰ γύναια τὰ τὰς προσφορὰς αὐτ τοῖς παρασχόμενα, κατάραις αὐτοῖς μὴ καθάπτεσθαι, πρὸς τοὺς ἁγίους ὡς οὐκ ἤλπισαν ἔρχονται, καὶ συγγνώμης τυχεῖν ἐλιτάνευον ὧν εἰς αὐτοὺς ἡμαρ τήκασιν, σωφρονεῖν τοῦ λοιποῦ συνταττόμενοι. Οἱ δὲ μάρτυρες τὸν Πιαμωθ ἐπὶ μῆνας ἐξ αἰκιτά μενοι τῶν βασάνων ἀφιᾶσιν· καὶ τὸν τρόπον δὲ λέξο μεν τῆς ἀφέσεως· ἔστιν γὰρ διηγήσεως ἄξιο; ἐκάθευ δε Πιαμώθ ἐπὶ στρώματα, καὶ βλέπειν ἐδόκει τοὺς ἁγίους δράματι ταῦτα προσελθόντας καὶ λέγοντας. Θέλεις τυχεῖν τῆς ἰάσεως καὶ φυγεῖν τῆς νόσου τὴν βάσανον; Ὁ δὲ, Καὶ μάλα, πρὸς αὐτοὺς ἀπεκρίνατο, Εἰ βούλῃ φασὶν ταύτην ἐκδύναι τὴν μάστιγα, τὰ δύο βρίξαντος.
col. 3607–3608page 93 of 127
PG 87:3607τριμήσσια κόμιζε, ἅπερ λαβὼν οὐκ ἐκόμισας, καὶ κομίζου θᾶττον τὴν ἴασιν. Ο δὲ στραφεὶς οὐδὲ γὰρ ἦν αὐτὰ παρασχόμενος, οὐδὲ κομίσας ἐρχόμενος), τοῖς γνωρίμοις τὸν ὄνειρον ἤγγειλεν· οἱ δὲ τοῦτο τὸ λεχθὲν ἀργύριον ἐν χρήσει διδόασιν, ὅπερ λαβὼν ὁ νοσῶν καὶ προσενέγκας τοῖς μάρτυσιν, τῶν πληγών ἀπολύεται, παιδευθεὶς αὐτῶν τὴν ἐξαίσιον δύναμιν, καὶ τοιαῦτα μηκέτι τολμᾶν ἐπομνύμενος. Γεώργιον δὲ τοῦ πονηροῦ δαίμονος οὔπω λυτροῦσθαι κεκρίκασιν ἄξιον, ἀλλ' ἐπεὶ παρ' αὐτοῖς δι' αὐτοῦ παιδευόμενον. ἔχουσιν, καὶ κοσμεῖν αὐτῶν τὸν νεὼν δὲς τῆς ἡμέρας ἐθέσπισαν, ὅπως ἂν κάτω βλέπων συχνότερον, καὶ τὸ νῦν ὄν εἰλήφει μιμούμενος, μνημονεύοι τοῦ πταίσματος, καὶ μεταγινώσκοι τοῦτο κακίστως πρα ξάμενος. Ἡμεῖς δὲ καὶ διὰ τούτων τῶν ἁγίων ἐγνω κότες τὴν δύναμιν, ἔργοις αὐτοὺς ἀγαθοῖς εὐμενεῖς ποιησώμεθα· καὶ διὰ ταῦτα πάλιν αὐτοὺς ἀνυμνήσαντες, εὐεργεσιῶν αὐτῶν μᾶλλον ἑτέρων καὶ οὐκ ἀπειλῶν τοῦ λοιποῦ μνημονεύσωμεν. Ν'. Περὶ Νωννοῦ τοῦ τὸν πόδα ἡμίξηρον ἔχον τος. Ἐπειδὴ τὸ πρὸ τούτου τεράστιον οὐ μετρίως ἡμᾶς τὴν τῶν ἁγίων ἰσχὺν ἐξεπαίδευσεν, ἔδειξαν γὰρ ὅσον ἐμβρεθεῖς εἰσι καὶ φιλάνθρωποι, καὶ ὡς παιδεύουσι κατὰ λόγον τοὺς πταίοντας, καὶ πάλιν ἰῶνται τους εἰς μετάνοιαν βλέποντας, ἐν ᾧπερ οὐκ ἔπρεπε τῶν εἰς Αἰγυπτίους καὶ Λίβυας πραχθέντων τεράτων τοῖς μάρτυσι, πέρας λαβεῖν τὴν διήγησιν, ἐξ εὐεργεσίας μὲν ἀρξαμένην καὶ συμπαθείας τῆς πρὸς τοὺς πάσχον. ρ τας, εἰς ἄμυναν δὲ καὶ πταισμάτων ὑπεξέλευσιν λήξασαν' ἀλλ' ὥσπερ ἐκ φιλανθρωπίας καὶ χάριτος ἤρξατο, οὕτω πρὸς τέλος καταπαῦσαι φιλάνθρωπον, κατὰ τὴν του κύκλου γραμμὴν ἐναρμόνιον, ἀπὸ τοῦ αὐτοῦ λαβοῦσα τὴν ἀρχὴν τῆς κινήσεως. ἐπὶ τὸ αὐτὸ πάλιν ἐλθοῦσα λαβεῖν τὴν κατάπαυσιν. Οὐκοῦν ἀρχὴν καὶ τέλος ἐχέτω φιλάνθρωπον· οὕτω γὰρ καὶ τὰ μέσα πέρασι τοιούτοις κρατούμενα, φιλάνθρωπα πάντω; κριθήσεται [καὶ διὰ σαρκικὸν ἡμῖν φρόνημα τὰ μὴ τοιαῦτα τυγχάνειν νομίζηται]. Εκείνο τοίνυν ὡς δοκοῦν λυπηρὸν παρελεύσαντες, ἐν τούτῳ τὴν εἰς Αἰγυπτίους καὶ Λίβυας γραφήν συμπεράσωμεν· καὶ οὕτως σὺν Θεῷ καὶ τοῖς μάρτυσι τῶν ἐπὶ ξένοις γεγονότων θαυ μάτων ἀρξώμεθα· εἶναι δὲ τοῦτο καλὸν ὑπειλήφα μεν, ἵν᾿ ἀπ' Αίγυπτίων ἀρξάμενοι, εἰς Λίνας κατα λήξωμεν καὶ ἐν αὐτοῖς καταπαύσωμεν· ὡς ἂν οἱ μὲν τὴν ἀρχὴν, οἱ δὲ τὸ τέλος τῆς διηγήσεως κληρωτά μενοι, πρὸς ἀλλήλους οὐδὲν διαμάχωνται, ὡς Λιβύων μᾶλλον καὶ οὐκ Αἰγυπτίων, ἢ ὡς Αἰγυπτίων καὶ οὐ Λιβύων ὄντος τοῦ γράμματος, ἀλλὰ κοινὸν αὐτὸ λογισάμενοι ὡς πρέπει κοινῷ πρὸς ἑαυτοὺς εἰρη νεύοιεν. Παρίτω γοῦν ἡμῖν εἰς μέσον ὁ Νῶννος πληρών ἐφ' ἑαυτῷ τὴν διήγησιν, καὶ πέρας ἐπιτιθεὶς τοῖς γραφεῖσιν εἰς Αἰγυπτίους και Λίβυας θαύμασιν, ὡς καὶ Λιβύην, καὶ Νικίου τῆς ἐκεῖσε πόλεως ὥρ μητο, καὶ τῶν ἐν πλούτῳ γνωριζομένων ἐτύγχανεν, καὶ γένει διέπρεπεν ἐπισήμῳ κατὰ χώραν ὑπάρξαν τι. Νῶννος οὖν οὗτος ὁ ἐν πολλοῖς λαχὼν τὸ ἐξαίρετον, καὶ πάθει δεινῷ διέλαμπε σώματος. Τοῦτο δ' ἦν αὐτ
col. 3609–3610page 94 of 127
PG 87:3609των τὸ ἀρρώστημα, του δεξιού ποδὸς ἡ ἀσθένεια τοῦτον γὰρ ἔσχεν ἡμίξηρον, ξύλου μηδὲν διαφέροντα, ἀλλὰ πάσης ποδῶν ἐνεργείας χηρεύοντα, καὶ σώμα τὸ λοιπὸν μηδὲν εὐεργετῆσαι δυνάμενον, ἀλλὰ καὶ βλάψαι τα μέγιστα. Οὐ μόνον γὰρ οὐκ ἐβάσταζε, 3 βαστάζειν πρὸς τοῦ πεπλακάτος κεκλήρωτο, ἀλλὰ μάτην ἐκ τούτου μόνον ἐκρέματο, αὐανθέντα κλάδον καὶ τοῦ δένδρου κρεμάμενον, ὡς ἐν εἰκόν, φράσαι, μιμούμενος. Τάχα δὲ καὶ τούτου χείρων ὑπῆρχε τῷ σώματι· ὁ κλάδος μὲν γὰρ τὸ δένδρον ἴσως οὐδὲν τὸ φέρον αὐτὸν ἐλυμήνατο, ἀλλ' αὐτὸς μὲν οἷος υπο ήρχε διέμενεν· τὸ δὲ δένδρον καὶ τεθηλὸς κατὰ τοὺς λοιποὺς αὐτοῦ κλάδους ἐφαίνετο καὶ τὸ στέλεχος, καὶ φύλλοις κατά καιρὸν ὡραίζετο, καὶ καρποῖς εἰ τύχοι τοιοῦτον ἐβρίθετο, καὶ χωρεῖν ἐπ' αὐτῷ τὸν γεωργόν παρεσκεύαζε, καὶ τῆς εὐλογίας αὐτοῦ κατὰ Παῦλον εἰπεῖν τὸν μακάριον μετελάμβανεν, οὐδὲν ἀπὸ τοῦ κλάδου τοῦ ξηρανθέντος βλαπτόμενον. Ἐνταῦθα δὲ οὐ μόνον ὁ ποὺς τῆς οἰκείας εστέρητο ἐνεργείας, ἀλλὰ καὶ ὅλον τὸ σῶμα συναλγεῖν αὐτῷ κατηνάγκαζε· καὶ εἴθε ἦν ἀνενέργητος, καὶ μὴ παντὸς τοῦ σώματος τὴν ἀργείαν ειργάζετο! Εἶχε δὲ καὶ τούτου το χαλεπώτερον· πάσχων γὰρ αὐτὸς καὶ ταῖς ὀδύναις κρατούμενος, συμπάσχειν αὐτῷ καὶ πᾶν μέλος ἐποίει τοῦ σώματος· ἀληθεύει γὰρ ὁ εἰπὼν πάντα τὰ μέλη τοῦ σώματος τῷ μέλει συμπάσχειν τῷ πάσχοντι ὥσπερ καὶ δοξαζομένῳ ἑνὶ πεφύκασι συνδοξάζεσθαι. Καὶ τοῦτο μὲν τοῦ Νώννου τὸ νόσημα, ὅπερ εὐ θέως ἀρξάμενον, καὶ μὴ φανερὸν τοῖς πᾶσι γενόμενον ἰατρῶν ἔσχε πλῆθος ἀντίπαλον, καὶ τούτων μάλιστα τοὺς ἐν λόγοις ἐξέχοντας· οἱ πολλάκις λόγους μόνον τοῖς νοτοῦσιν χαρίζονται, τούτων οὐδὲν εἰς ἔρ τον προφέροντες. Ὅσῳ δὲ προέκοπτε, τοσοῦτον τοὺς μαχομένους ἔβλεπεν ἥττονας· καὶ ὅσον αὐτῷ τὴν αὔξησιν ἐπεδείκνυτο, τοσοῦτον αὐτοὶ κατὰ βραχύν ἐσμικρύνοντο· ἕως ἐλθὼν πρὸς τὸ τέλειον, οἷον ἦν γενόμενον γνώριμον, ἐπ᾽ ἀδείας ἑτυράννει τὸν ἄν θρωπον, οὐδένα λοιπὸν ἔχον ἐν ἀνθρώποις ἀντιπάλου. Τούτου δὲ τὴν νίκην κἀκείνων τὴν ἧτταν ὁ νησί Θεασάμενος, Κύρῳ καὶ Ἰωάννῃ τοῖς μάρτυσιν ὡς ἰατροῖς ἀηττήτοις προσέδραμεν, καὶ ὡς πάντα πράτ τειν ἰσχύουσιν ὅσα δρᾷν ἐθελήσωσιν· τοσαύτην γάρ αὐτοῖς τὸ θεῖον παρέσχε την δύναμιν ὡς πρὸς πᾶν ἀρκεῖν ἀρρώστημα δύνασθαι. "Οθεν τὸν ἄνδρα τῆς εἰς αὐτοὺς ἀγασάμενοι πίστεως, ἐναργούς ἠξίωσαν γνώσεως, ἧς καὶ πρὸ πείρας τὴν πίστιν ἐκέκτητο. Καὶ νυκτὸς εἰς αὐτὴν ἀφικόμενοι, ἐλαίῳ τὸ φέγγος ἀκοίμητον παρὰ τὴν αὐτῶν σορὸν ἀπαυγάζοντι, ἢ κηρωτῇ τῇ κατὰ πάσης ἐχούσῃ νόσου τὸ δύνασθαι ἀλεί φειν τὴν πόλα κελεύουσιν· ὁ ποιῶν μετὰ τὴν μαρτυρικὴν ἐπιφάνειαν, ὑγιᾶ καὶ τοῦτον ὡς τὸν ἄλλον ἐκτήσατο ὡς λήθην παντοίαν ποιήσασθαι τὸ δῶρον λαβὼν τῆς ἰάσεως τοῦ πρὸ ταύτης χαλεπωτάτου νοσήματος λαμπρᾷ δὲ φωνῇ τοῖς ἁγίοις προσενέγκας τὴν αἴνε σιν, καὶ τὴν αὐτῶν ἀρωγὴν σύνοικον ἔχειν εὐξάμενος, χαίρων καὶ σκιρτῶν τοῦ τεμένους ἀπέρχεται. Ἡμεῖς δὲ τούτων τῶν εἰ; Αἰγυπτίους καὶ Λίβυας διηγηθέν των θαυμάτων, πέντε δὲ ταῦτα πρὸς τοῖς δέκα
col. 3611–3612page 95 of 127
PG 87:3611τυγχάνουσιν, τέλος τευξάμενοι, τοὺς τούτων θερα πεντὰς εὐφημήσωμεν μάρτυρας, καὶ τούτους ἡμῖν πρὸς συμμαχίαν καλέσαντες, ἐπὶ θείαν αὖθις ἀφή γησιν τῶν ἐπὶ λοιποῖς ἔθνεσι πραχθέντων θαυμάτων χωρήσωμεν. ΑΡΧΗ ΤΩΝ ΕΙΣ ΞΕΝΟΥΣ ΓΡΑΦΕΝΤΩΝ ΘΑΥ ΜΑΤΩΝ. ΝΑ'. Περὶ Γεωργίου τοῦ πρεσβυτέρου τοῦ πα θόντος ἐπίχυσιν. Καιρός δ' ἂν εἴη λοιπὸν καὶ βραχέα τῶν ἐπὶ τοῖς ἐθνείοις γεγονότων τοῖς μάρτυσιν, Ρωμαίοις τε, φημὶ, καὶ Γαλάταις, καὶ Κίλιξι. Αἰσιανοῖς τε, καὶ Νησιώταις, καὶ Φοίνιξι, Βυζαντίοις τε καὶ Βιθυνῖς καὶ Αιθίοψι, Θραξί τε καὶ Μήδοις καὶ ᾿Αραψι, Παλαιστίνοις τε καὶ Σύροις καὶ Ἐλαμίταις, καὶ πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν τυγχάνουσιν ἔθνεσιν, τῷδε τῷ τῶν ἐγκωμίων παραθέσθαι συντάγματι. Φέρειν γὰρ ἔτι τούτων οὐχ οἷός τέ εἰμι τὴν κατάῤῥησιν καὶ τὴν ἄπαυστον ὄχλησιν· ὅτι φασὶ τῶν ἁγίων ἀπροσωπου λήπτως πᾶσι νεμόντων τὴν ἴασιν, καὶ πᾶσιν ἴσως έφαπλούντων τὰ δῶρα τῆς αὐτῶν ἀγαθότητος, τελευταίους ἡμᾶς ἐν ταῖς αὐτῶν εὐφημίαις τετάχατε. νοθρωτέρους τάχα που καὶ ἀγνώμονας καὶ βραδείς πρὸς τὰς ὑπὲρ τῆς εὐεργεσίας χαριστηρίους ᾠδές αἰνιττόμενοι. Καίτοι προκρίνεσθαι ἡμεῖς ἂν εἴημεν ἄξιοι, πολὺν ὑπομένοντες κάματον, ὁδοιπορίας τε κό πον ἀνύοντες, καὶ θαλαττίου καταπτύοντες κλύδωνος, καὶ κινδύνων χαλεπῶν ἀνεχόμενοι, καὶ ἀναρίθμητα διαστήματα τέμνοντες, καὶ πόθῳ τῷ πρὸς τοὺς μάρτυρας ἀπ' αὐτῶν πρὸς αὐτοὺς τῶν ἐσχατιῶν ἀπερχόμενοι, καὶ πανταχόσε κηρύττοντες Κύρου καὶ Ἰωάννου τὰ θαύματα, καὶ τὴν ἄῤῥητον αὐτῶν καὶ θεόσδοτον δύναμιν. Τούτων δὲ ἡμεῖς τὸν ζῆλον θαυ μάζοντες, καὶ τὴν πρὸς τὰς τῶν ἁγίων εὐφημίας σπουδὴν ἀγασάμενοι, δι᾿ ὀλίγων τὴν λύπην ἀκεσώ μεθα, ἀπολογίας αὐτοὺς ἀξιώσαντες, καὶ τὸ καθ᾿ ἡμῶν περιλύσαντες Έγκλημα. Ηδη μὲν γὰρ προλαβόντες εἰρήκαμεν, ότι πί στεως ἕνεκα, τῶν ἐπ᾽ ὀθνείοις γιγνομένων θαυμά των τὰ ἐπὶ τοῖς αὐτόχθοι λάμψαντα προεγράψα μεν, καὶ τὴν ὑπὲρ τούτων φθάνωμεν ἀπολογίαν ὑφά ναντες· καὶ ὡς οὔτε τελευταίους ὑμᾶς ὡς ἀχαρίστους ετάξαμεν, οὔτε πρώτους ἐκείνους ὡς μᾶλλον ὄντας εὐγνώμονας. Τὸ γὰρ ἐν τούτοις προταγήναι τινα κ δεύτερον γραφῆναι τὸν ἕτερον, οὐδὲν οὔτε τὸν δεύτερον ἔβλαψεν, οὐδὲ τούτου τὸν λαβόντα δέδειχε κρείττονα· ἐπεὶ μήτε τοῦ ἀμπελῶνος ὁ Δεσπότης τοῖς ἐς γάταις τὸν μισθὸν παρεχόμενος, τῶν ἐσχάτων τους πρῶτον ἐργασαμένους τιμιωτέρους ἡγήσατο· οὔτε τῆς μισθοδοσίας ἀπὸ τῶν ἐσχάτων ἀρξάμενος τοὺς προλαβόντας ἐμέμψατο, εἰ μὴ ζήλου πλησθέντες ἐγόγγυσαν, καὶ πλείω λαμβάνειν τῶν θεσπισθέντων ἠβούλοντο. Ἐγὼ δὲ καὶ δέδοικα μήπως ἡμεῖς ᾿Αλεξανδρείς ἐπιβλέψοιντο, ὡς ὑβρισμένοι διὰ τοῦ δοκοῦντος ὑμῖν προτερήματος, εἴπερ κυβερνῆται μὲν οἱ τῶν ναυ τικῶν τιμιώτεροι, ἐν ἐσχάτοις καθέζονται τῶν τριήρων, καὶ τῶν ἵππων ὄπισθεν οἱ ἡνίοχοι, καὶ οἱ
col. 3613–3614page 96 of 127
PG 87:3613πρῶτοι γενέσθαι γλιχόμενοι, πάντως ἔσχατοι προσ τάττονται γίνεσθαι. Καὶ πρώτιστοι, μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ πάλιν οἱ πρώτιστοι γίγνονται· καὶ τὰ τῶν μελῶν ἀτιμότερα, τιμὴν περισσοτέραν τὰ δοκοῦντα τυγχάνειν ἀσχήμονα. Διὸ καὶ αἰτίαν τῆς τούτων προς γραφῆς προσδεξάμενοι, καὶ ὡς ἀναγκαίαν οὖσαν μανθάνοντες, περὶ πρωτείων μὴ μάχεσθε, μήτε τῶν μετὰ ταῦτα τετάχθαι νομίσοιτε, ἵνα μὴ πρὸς αἱρές σεις καὶ σχίσματα διαιρούμενοι, τὸ προσφιλὲς τῶν ἁγίων ἐγκώμιον διατέμνητε, καὶ τῆς αὐτῶν εὐφη μίας τὸ φαιδρὸν ἀμαυρώσητε· ἀλλὰ χαίροιτε μᾶλλον καὶ ἀλλήλοις συγχαίροιτε, τὰς τῶν ἑτέρων τιμὰς ο κειούμενοι, καὶ τὰς οἰκείας δωρούμενοι· καὶ τὸ δὴ μέγιστον καὶ μακάριον, ὅτι συντελέσαι πρὸς ἔπαινον τηλικούτων ἁγίων εὐκλεῶν ἠξιώθητε. Φέρε τοίνυν καὶ ἡμεῖς τὰ τὰς εὐφημίας επαύξοντα θαύματα και μή μοι φαίνοισθε τῶν προσ τέρων ἐλάσσονες ὑπερβολῇ θαυμάτων νικώμενοι. Βοᾷν δὲ τοῦτον ἐκ μέσου δοκῶ τὸν πρεσβύτην Γεώργιον, ἡγούμενον μὲν τῆς αὐτῶν ὁμηγύρεως, ἡγεῖσθαι δὲ καὶ ἐν τῇ τῶν θαυμάτων ἐπαγγελία γλι χόμενο», ὃς ἀξίᾳ καὶ χρόνῳ καὶ παλαιότητι θαυμαστός τὰ πρεσβεία δεξάμενος, ἡγεῖσθαι καθέστηκεν ἄξιος, καὶ προτραπείς πρὸς τῶν ἄλλων ἡγήσεται, ζῶν ἔτι καὶ τυγχάνων ἐν σώματι, καὶ πᾶσιν ἐπαγγέλλων τῷ στόματι τὸ γεγονὸς ἐν αὐτῷ τῶν ἁγίων τεράστιον. Αγνοεῖ μὲν γὰρ αὐτῶν οὐδεὶς τῶν ἐν ἔτεσι τούτοις τοῖς ἑπτὰ καὶ ἑξήκοντα Κύρου καὶ Ἰωάννου κατειληφότων τὸ τέμενος· ἴσασι δὲ πάντως ὡς οἴομαι ἀπὸ τοσούτων γὰρ χρόνων ὁ γέρων ὁσίως καὶ καθα ρῶς Χριστῷ δουλεύει καὶ μάρτυσιν, πάντα τελέσας τοῦ κλήρου τὰ τάγματα, καὶ χρόνον τινὰ τοῦ ναοῦ θαυμαστῶς ἡγησάμενος. Κίλιξ ἦν ὁ Γεώργιος, καὶ πόλεως οὐκ ἀσήμου που λίτης ἐτύγχανεν· Ταρσὶν γὰρ τύχει μητρόπολιν, καὶ Παῦλον ἐκάλει συνήγορον, ἐπὶ πολίτῃ καὶ πόλει γαυρούμενος, καὶ τούτοις οὐκ ἀγεννῶς σεμνυνόμενος. Οὗτος οὖν ὁ Γεώργιος ἐν παισὶ τελῶν, καὶ μειρακίοις φέρων την δίαιταν, τῆς πατρίδος ἐκδημεῖ σὺν τοῖς φύσασιν. Τῆς ἐκδημίας δὲ σκοπὸς ὑπῆρχε καὶ πρόσ φασις ἡ εἰς Μηνᾶν τὸν ἅγιον τὸν ἐν τῇ Μαρεώτη προσκύνησις· ἣν τῆς ᾿Αλεξάνδρου κατειληφότες ἀπὸ είδους τῷ μάρτυρι· καὶ τὴν ἐπάνοδον αὐτοῖ; χειμών ως κωλύσαντος, καὶ χρόνου μικροῦ διιππεύσαντος, τοῦ παιδὸς ὁ πατὴρ ἐτελεύτησεν, καὶ ὁ παῖς ὀρφανός κατελίπετο, καὶ τῆς ὀρφανίας ἀκόλουθος ἡ τῶν ὀφθαλμῶν ἐγένετο στέρησις, ἐκ πάθους ἐπιχύσεως βεύσασα. Ιατροῦ δὲ παντὸς πρὸς τὸ πάθος ὀκλάσαντος, καὶ διαρρήδην την ήτταν ὁμολογήσαντος, Κῦρος εὐθὺς καὶ Ἰωάννης οἱ μάρτυρες θεραπευταὶ τοῦ πάθους Αγγέλλοντο· εἰς οὓς ἐλθὼν ὁ Γεώργιος τοὺς εἰρηκότας οὐκ ᾔσχυνε· τήν τε γὰρ ἐπίχυσιν ἀπεδύσατο, καὶ τὴν γλυκείαν ἀνείληφεν ἄρασιν. Τῆς ὑγείας δὲ τοῦτο ἦν ὡς φασὶ τὸ βοήθημα. Τυρὸν αὐτῷ τρίψαι τὴν ἐκ Βιθυνίας ἐρχόμενον, καὶ κηρωτῇ συμμίξα καὶ μόνον ἐπιδεῖναι τοῖς ὄμμασιν οἱ τῆς φύσεως
col. 3615–3616page 97 of 127
PG 87:3615τέκτονες ἐπιτρέπουσι μάρτυρες· καὶ πεπραχότες αὐτοῦ τῶν ἁγίων τὴν κέλευσιν, ἅπαν μὲν εὐθὺς τῶν ὀφθαλμῶν τὸ ὑγρόν κατεφέρετο· καθαραὶ δὲ κύρι καὶ διαυγείς, τῆς παχείας ἐκείνης ὕλης ἀπαλλαγεῖσαι διέμενον, καὶ φῶς ἀνεμποδίστως ἐδέχοντο, κα λοιπὸν ἐνήργουν, ἣν πρὸ τοῦ πάθους ἔσχον ἐνέργεια». Καὶ τοῦτο μὲν τὸ ἐπ' αὐτῷ γεγονὸς ἐλέχθη τεράστιο. Τἄλλα δὲ τοῖς ἁγίοις εἰς αὐτὸν πραχθέντα χαρίσματα, μακρὸν ἂν εἴη καθ' ἓν διηγήσασθαι, συγγραφῆς ἰδίας δεόμενα, καὶ χρόνου πλείονος χρήζοντα, τοῦ νῦν αὐτοῖς προσνεμηθῆναι κατ' ισομοιρίαν ὀφείλοντα. Ινα δὲ μὴ τούτου χάριν ἄγραφα ταῦτα καὶ ἀμνη μόνευτα καταλείψωμεν, καὶ ταύτας δόξωμεν ἀδικεῖν τὸν ἀκούοντα, ἑνὸς ἢ δευτέρου μνησθήσομαι, καὶ ταῦτα συντέμνων ὡς δύναμις Λαβόντες γὰρ ξένον ὁμοῦ καὶ τυφλόν, ὀρφανόν τε καὶ πλανήτην καὶ πένητα, πάντα συντόμως ἰάσαντα πατρίδος στέρησιν οἰκειωσάμενοι· τύφλωσιν, τοὺς ὀφθαλμοὺς καταυγάσαντες· ὀρφανείς, πατέρες γενό μενοι· ἀλλότριον ᾠκειώσαντο· πενίαν κατ' ἄμφω, ψυχὴν λέγω καὶ σῶμα, πλουτούντες, εἴπερ καὶ κατά σῶμα πλουτεῖν κατεδέχετο. Τοῦτον γὰρ ὡς τὸν πιο λαιὸν Σαμουὴλ κατὰ τὸν αὐτῶν σηκὸν ἀνατρέφοντες, καὶ ἀρετῆς πεποιήκασι κτήτορα, καὶ εἰς κληρον κατ' ὀλίγον προήγαγον, τὸν καταλλήλως ταῖς ἡλι κίαις ἁρμόζοντα· καὶ τῆς αὐτῶν οἰκονομίας ἠξίω σαν, ὅτε ταύτην διέπειν ἡδύνατο. Τοῦτο θανάτων δὶς ἐλυτρώσαντο, προσθήκην ἐτῶν καὶ ζωῆς χαρι σάμενοι. Λοιμὸς ἦν, καὶ οἱ τότε νοσοῦντες πρὶν ἢ διαγω σθῆναι τὴν νόσον ἀπέθνησκον. Ενόσησε καὶ Γεώρ γιος, καὶ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, τῆς παρούσης ζωῆς ἐκδεδήμηκεν· καὶ τοὺς ἀγγέλους ὁρᾷ λαβόντας αὐτὸν καὶ ἀπάγοντας, καὶ Κῦρον απ τοῖς καὶ Ἰωάννην συναντώντας τους μάρτυρας, καὶ χαρίζεσθαι αὐτοῖς πρεσβύτην πρεσβεύοντας, ὅπερ ποιείν ἔλεγον αἱ δυνάμεις μὴ δύνασθαι, θείῳ δὲ θεσπίσματι κατά τρόπον δουλεύουσαι· μένειν δ' απο τῶν τὴν πρὸς Θεὸν ἱκετείαν ἀπήγγελλον, καὶ δευτέραν αὐτοῦ προσδέχεσθαι κέλευσιν. Ταύτην λαβόντες οἱ μάρτυρες τὴν ἀπόκρισιν, πρὸς ἱκετείαν ἐτρέποντο, καὶ πρὸς Θεὸν τὰ γόνατα κλίναντες, δωρηθῆναι αὐτ τοῖς τὸν λάτρην ἐδέοντο· καὶ τοῦτο ποιούντων, ἀπ' οὐρανοῦ φωνὴ κατεφέρετο, διδόναι προστάττουσα τοῖς μάρτυσι τὸν πρεσβύτερον, καὶ χρόνους εἴκατ' ἐν σαρκὶ διορίζουσα. Καὶ οὕτω μὲν οὗτος ὁ θαυμάσιο, τὸν τότε διέφυγε θάνατον, Εζεκίου πλέον ἔτη πέντε ζωῆς κομισάμενος, μαρτύρων σπουδῇ καὶ θείῳ δω ΝΟΤΑ.
col. 3617–3618page 98 of 127
PG 87:3617ρήματι. Οτε δὲ τὸν εἰκοσαετῆ τῆς ζωῆς χρόνον ἐπλή ρωσε, πάλιν ἀπέθνησκε, καὶ τὴν παροῦσαν ζωήν κατελίμπανε», τοῖς λαβοῦσιν ἀγγέλοις ἑπόμενος ἀλλὰ πάλιν συναντήσας τοῖς μάρτυσιν, πάλιν ὡς τὸ πρότερον ἀπελύετο, χρόνον ζωῆς εὐτυχήσας αόρι στον. "Ος δεύτερον τεθνεώς, καὶ φυγών ἐκ θανάτου τὸ δεύτερον, τῆς τῶν ἁγίων πρὸς Θεὸν παρουσίας ἔστηκεν ἔλεγχος, καὶ εἰκὼν τῆς αὐτῶν ἰσχύος καὶ χάριτος· ἡμεῖς δὲ τὸν πρεσβύτερον τοῦτον τὸν θε σπέσιον ὑπὲρ ἡμῶν πρεσβεύειν τοὺς ἁγίους αἰτήσαντες, καὶ προστάτας ποιεῖν καὶ ἡμῶν ἀξιώσαντες, ἐφ' ἑτέρου βαδίσωμεν διήγησιν θαύματος. ΝΒ΄. Περὶ Ζωσίμου τοῦ ἀρχιήτρου ἔχοντος πάρ εσιν. Ηλθέ ποτε καὶ Βυζάντιος Ζώσιμος τούνομα, ἀρχιητρὸς τὸ ἐπιτήδευμα, καὶ τὸ πάθος παράλυτος καὶ πόθεν μὲν αὐτῷ τὸ πάθος γεγένητο, λέγειν οὐκ ἔχομεν, πλὴν ὅτι πάρετος ἦν, καὶ τὰ τῆς παρέσεως ἔφερε σήμαντρα, οὐ μέλει ἑνὶ βαστάζων τὴν πάρεσιν, ἀλλ᾿ ὅλοις καὶ τῷ ταῦτα συνέχοντι σώματι. Οὗτος ούτε δυσὶν ἀρκεῖτο βαστάζεσθαι, ἀλλὰ πλειόνων ἐδέετο· οὔτε ἐν κλίνῃ τιθέμενος, ὅλως ἑαυτὸν στρέ φειν ἡδύνατο, ἀλλ᾽ ἑτέρου τοῦ στρέφοντος ἔχρησεν. οὔτε βρωμάτων ἁπτόμενος οἰκείαις χερσὶ μετελάμε βανεν, ἀλλ᾽ ἄλλος αὐτὸν παριστάμενος ἔτρεφεν, καὶ ὡς οὐκ ἦν ἰατρὸς ἀπηλέγχετο, καὶ τὴν τέχνην ἀσθε νοῦσαν ἐδείκνυε, καὶ ἄλλοις ἐπαγγελλόμενος ἴασιν, ἑαυτῷ βοηθεῖν οὐκ ἠδύνατο, ἀλλ᾽ εἰς ἄμυναν ἐκάλει τοὺς μάρτυρας. Ἐλθὼν οὖν πρὸς τοὺς ὄντως ιατρούς καὶ ὁ Ζώσι μος, καὶ μαρτυρήσας αὐτοῖς τὸ προσὸν ἀλεξίκακον, τούτου τυχεῖν ἑλιτάνευε, καὶ λιτανεύων ἐπέτυχε, καὶ τυχὼν ἀπήλαυε ῥώσεως. Τρεῖς γὰρ μόνας ἡμέρας τοῖς ἁγίοις εὐξάμενος, εἰς λουτρὸν ἐλθεῖν προσετάττετο, καὶ θερμοῖς τὸ σῶμα λούσασθαι νάμασιν· καὶ δὴ πεισθεὶς τοῖς κελεύσασιν, οἱ θειότατοι γὰρ ἐτύγχανον μάρτυρες, εἰς τὸ λουτρόν παραγίνεται, καὶ τῶν ἐμ τύρων ἀέρων ἔνδον γενόμενος ἐπὶ στιβάδος ὑπὸ τῶν αἱρόντων ἐτίθετο. Τεθεικότες δὲ τὸν Ζώσιμον οἱ βα στάζοντες, οἰκονομίᾳ Θεοῦ τῶν ἐμπύρων ἐξίεσαν, τῆς ἐξόδου τὴν ἀφορμὴν τῶν χρειωδῶν τὴν εἰσφορὰν ποιησόμενοι. Τούτων δὲ ποιησαμένων τὴν ἔξοδον, Κῦρος ὁ μάρ τυς ἐν μοναχοῦ σχήματι τῷ νοσοῦντι παρίσταται, οὐκ ὄναρ ὡς τοῖς πλείοσι φαίνεται, ἀλλ᾽ ὕπαρ ὡς ἦν τε καὶ γράφεται· καὶ φανεῖς ἀναστῆναι τῷ νοσοῦντε προσέταττεν, καὶ θερμοῖς ἐγκυβιστῆσαι τοῖς νάμα σιν. Ο δὲ μὴ θαμβηθείς πρὸς τὴν ὅρασιν, μηδ' ὅλως εἰς νοῦν προσλαβὼν τὸ παράδοξον, τοῦτο τετευχότος τοῦ μάρτυρος ὡς ἂν μὴ φόβῳ πάθοι τι τὴν διάνοιαν, μὴ δύνασθαι πρὸς αὐτὸν ἀπεκρίνατο. ᾿Αλλὰ πάλιν τοῦτο ποιεῖν τοῦ φανέντος προτρέποντος μάρτυρος, καὶ κατὰ βραχὺ καταλαμβάνειν τὴν ἔμβασιν, καὶ κατιέναι λουσάμενον, πρὸς τὸ κελευσθὲν ἐβιάζετο, δύναμιν αὐτῷ τοῦ λαλοῦντος ἐμπνεύσαντος· καὶ χερσὶ καὶ ποσὶ κυλινδούμενος, καταλαμβάνει μόλις τὴν ἔμβασιν, ἔφεως δίκην συρόμενος, καὶ ὡς ἴσχυσε κατελθὼν εἰς τὰ νάματα, ἀνελήλυθεν ὡς οὐκ ἤλπισεν
col. 3619–3620page 99 of 127
PG 87:3619δύναντι μὲν γὰρ ἡ νόσος αὐτῷ συνεθάπτετο, ἀνιόντι δὲ οὐδ᾽ ὅλως αὐτῷ συνανήρχετο. Τότε τὴν ἐν τῇ προβατική κολυμβήθρα ἡ τοῦ θερ μοῦ ὕδατος ἔμβασις ἐμιμήσατο, οὐκ ἄγγελον δέξα μένη λουσόμενον, καὶ τῇ καταβάσει τὴ νάμα ταράσσοντα, ἀλλὰ Κῦρον ἰδοῦσα τὸν μάρτυρα, καὶ τὸ τοῦ του δεξαμένη φιλάνθρωπον θέσπισμα. "Οθεν παρά λυτον λαβοῦσα τὸν Ζώσιμον, ἐῤῥωμένον ἀπεδίτης τῷ στείλαντι· καὶ μὴ κινούμενον δεξαμένη τον ἄρρωστον, ὑγιὰ τοῦτον ἀπέλυε καὶ εὐκίνητον. Ὃς κατιὼν μὲν ἐν τοῖς νάμασιν παρεστῶτα τὸν ἅγιον ἔβλεπεν· ἀνιὼν δὲ τοῦ θερμοῦ καὶ φιλόφρονος ὕδατος, τὸν ἰατρὸν ἰδεῖν οὐκ ἠδύνατο. Καὶ ἦν οὐδὲ ῥωσθεὶς ἡ Ζώσιμος ἄλυπος· ἔχαιρε μὲν γὰρ ὅτι τὴν νύσιν αποβαλὼν τῆς ῥώσεως ἔτυχεν· ἔσχαλλε δὲ ὅτι τὸν δεδωκότα τὴν ῥῶσιν οὐκ ἔβλεπε· χαίρων δ' ὁμοῦ καὶ λυπούμενος, ἔξω τῶν θερμῶν ἀέρων ποσί χρώ μενος ἔτρεχε Θεὸν ἀνυμνῶν καὶ τὸν ῥώσαντα μάρ τυρα· μεθ' οὗ καὶ πάντες οἱ βλέποντες οἰκεῖοί τε καὶ ἀλλότριοι, μίαν εὐφημίας ᾠδὴν ἀνεφέροντο, α! νοῦντες Χριστοῦ τὴν εὐμένειαν, καὶ τὴν ἐναργὴ τῶν μαρτύρων ἐπίσκεψιν. Καὶ τὸ λουτρὸν ὡς τὸν νεών κατελάμβανον, καὶ ἔνδον εἰσιόντες ἐλούοντό τε καὶ ηύχοντο, νεὼν αὐτὸ καὶ λουτρὸν ἐριζόμενοι, καὶ δια πλῆν ἐκεῖθεν τὴν εὐλογίαν καρπούμενοι. ΝΓ'. Περὶ τοῦ παιδὸς τοῦ ᾿Ελευθεροπολίτου. Διαδεχέσθω δὲ τὸ μικρὸν τοῦτο λουτρὸν καὶ βρα χύτατον ἡ μεγάλη καὶ εὐρύχωρος θάλασσα, καὶ τὸ ῥεῖθρον τὸ θερμὴν καὶ γλυκύτατον, τὸ ἀλμυρὸν καὶ ψυχρότατον, καὶ Κωνσταντινούπολιν Ελευθερόπολι, καὶ τὸν Ζώσιμον ὁ Προκόπιος, μᾶλλον δὲ ὁ τοῦ Προκοπίου δοῦλος Θεόδωρος, καὶ τὴν τῶν ἁγίων εὐφη μίαν αὐξήτωσαν, μέρος καὶ αὐτοὶ τῶν ἐγκωμίων γιγνόμενοι. Ελευθερόπολιν ᾤκει Προκόπιος, Παν λαιστίνης δὲ πόλις καθέστηκε, καὶ τῶν ταύτης ἐμφα νῶν ἐγνωρίζετο, καὶ δοῦλον ἐκέκτητο τὸν Θεόδωρον ἔσχε δὲ πάθος δυσίατον, τὴν τῆς ῥινὸς ὑπερσάρκωσιν, ἣν ἐξ ἰατρῶν οὐδεὶς δυνηθεὶς ἀποτρέψασθαι, εἰς Αλεξάνδρειαν ἐπιλαβὼν τὸν Θεόδωρον, Κύρῳ καὶ Ιωάννῃ προσελθεῖν προαιρούμενος, καὶ πρὸς αὐτῶν τὴν τριπόθητον ἴασιν δέξασθαι. Καὶ αὐτὸς μὲν προς ελθὼν οὐκ ἀπέτυχεν, ἀλλ' ἔτυχεν ὧν ἡβούλετο, εἰ καὶ χρόνῳ πολλῷ καὶ τυχὼν ἀνεπαύσατο. Πέπερι δ' εν τὸ βοήθημα τηγάνῳ φρυγόμενον, καὶ τῆς ῥινὸς εἴσω βαλλόμενον. Προκοπίου δὲ προσκαρτεροῦντος τοῖς μάρτυσιν, νέος ὧν ὁ Θεόδωρος, συχνότερον τῇ θαλάσσῃ προσ έβαλλε, καὶ τοῖς ταύτης προσέχαιρε ρεύμασιν· έχει θύμως τε αὐτοῖς ἐνεκυβίστα τε καὶ ἐνήχετο. Ἀλλ᾿ ἐν μιᾷ κολυμβῶντα καὶ παίζοντα, καὶ τοῖς κύμασιν ἀνθηρῶς προσπαλαίοντα κύων συρηθεὶςθαλάττιο;. τῆς πτέρνης δακὼν εἶλκεν εἰς πέλαγος, καὶ μικρὰν ἐκούρας διάστημα, ψάμμῳ βυθίᾳ προσέχωσε, 16 Ονάναι νομίσας τὸ θήραμα, καὶ βρῶσιν ταμιευόμενος έτοιμον. Ο δὲ ἐτεθνήκει μὲν οὔπω, εἰ καὶ εἰς ᾅδου ταμεῖον ἐκέκρυπτο, Κῦρον εὑρὼν ἀρωγὸν καὶ Ἰωάν
col. 3621–3622page 100 of 127
PG 87:3621νὴν ἐν ὕδασιν. Ελκόμενος μὲν γὰρ Θεόδωρος ἐπεκαλεῖτο τὸν μάρτυρα· ὑπὸ ψάμμον δὲ κείμενος, Κῦρον ἐν νῷ καὶ Ἰωάννην ἐλάμβανε· καὶ ὡς πλησίον ἦν αὐτῷ ἐμνημόνευσεν, καὶ ἐκ τοῦ πελάγους αὐτῷ βοη θεῖν ἐλιτάνευε, καὶ ῥύεσθαι τοῦ συνέχοντος κλύδωνος, ἐκβύθιος ὤν· καὶ ἐβόα Θεόδωρος, καὶ ἐξ οὐρανῶν οἱ μάρτυρες τῆς δεήσεως ἤκουον, καὶ τῶν τριχῶν τὸν τεθαμμένον ἁρπάσαντες, μὴ βοῶν πρὸς αὐτὸν ἀπεφθέγγοντο, καὶ τοῦτον τῆς ὑγρᾶς ἐξενέγκαντες ἐπὶ γῆ; τιθέασιν, οὐκ ἐμπνέοντα νέον Ἰωνᾶν δει κνύντες Θεόδωρον, καὶ τὴν πνοὴν δὲ μετ᾿ οὐ πολὺ χαρισάμενοι, προς αἴσθησιν ἡγον τοῦ τραύματος, ὅπερ ὁ κύων ἐνειργάσατο δήγματι· τῆς πτέρνης γάρ τοῖς ὁδοῦσι δραξάμενος, καὶ ἐκ ταύτης ἕλκων τὸν ἄνθρωπον, ἅπαν αὐτοῦ τὸ πέλμα μέχρι δακτύλων ἐμέρισεν· ὅπερ ὡς ἀπὸ δένδρου φύλλον κρεμάμενον καὶ τῇδε κἀκεῖσε φερόμενον, τῷ τῆς κηρωτής φαρ μάχῳ προσήνωσαν, βραχυτάτη ροπῇ πόδα και ψυχήν χαρισάμενοι, καὶ φυγὴν τοῦ θηρὸς ἀπροσδόκητον. Ἡμεῖς δὲ σὺν αὐτῷ, ἔτι γὰρ τῷδε τῷ βίῳ περίεστιν, καὶ τοῖς τότε παροῦσι, καὶ τοῖς ἀρτίως ἀκούουσιν, τοὺς σεσωκότας ὑμνήσαντες, καὶ οὕτως ὀξέως ἐπικουρεῖν καὶ ἡμῖν ἐν κινδύνοις αιτήσαντες, ἄλλο τεράστιον ἄλλων ἐπαίνων ποιησώμεθα πρόφασιν. ΝΔ'. Περὶ Ἰσιδώρου ἐπιληπτιῶντος. Σεμνυνέσθω καὶ Δαμασκὸς ἐπὶ τοῖς τῶν μαρτύρων δωρήμασιν, ἡ Παῦλον ἀπολαβοῦσα μὴ βλέποντα, δια ώκτην ξενήσασα, καὶ ποιήσασα κήρυκα, ἡ φονευθῆ και ζητούμενον κρύψασα, καὶ διὰ θυρίδο; ἐν σαργάνῃ σ; νυκτὸς φυγαδεύσασα· καὶ τῆς πρὸ ταύτης εὐδαιμονίας τὸ μετασχεῖν τῶν ἁγίων τῆς χάριτος ἡγείσθω λαμπρότερον. Αὕτη γὰρ τῆς κοίλης Συρίας μητρόπολις, τῆς ὅλης Εῴας ἀρχηγὸς ἐβασίλευε, Νίνον ἑαυτῇ βασιλεύοντα, καὶ Σεμίραμιν τὴν περίφημον ἔχουσα. Αμφω γὰρ ἐκεῖ βασιλεύσαντες, καὶ τείχεσι τὴν πόλιν κυκλώσαντες, ἀπ' αὐτῆς τὰς ἀποικίας ἐξήγαγον, εἰς τε τὴν ᾿Ασίαν καὶ ᾿Αραβίαν τὴν λεγομένην εὐδαίμονα. Εμεινε δὲ Δαμασκός βασιλεύουσα ἕως ὁ Μακεδών Αλέξανδρος Δαρεῖον ἀνελών, τοὺς αὐτοῦ θησαυρούς ἐκ ταύτης ἀφείλατο, καθελών σὺν αὐτῷ τὰ βασίλειχο καὶ ταῦτα μὲν ἔξωθεν περὶ Δαμασκοῦ μεμαθήκαμεν οὐ μὴν ἀλλὰ καὶ πολλῶν βασιλέων ἐν αὐτῇ θεασάμεναι μνήματα. Ἀπὸ δὲ τῆς θεοπνεύστου Γραφῆς πάλιν αὐτὴν βασιλεύουσαν ἔγνωμεν, τὸν υἱὸν Ἀδέρ, τὸν Φούλα, τὸν Θεγλαφελλασάρ, τὸν ᾿Αζαήλ, τὸν Ῥαασσὼν βασιλεύοντας ἔχουσα· ὧν πλέον ἁπάντων Κύρου καὶ Ἰωάννου δωρεῶν ἀπολαύσασα, καὶ ταῖς ἐπὶ Παύλῳ μεγαλαυχείαις ταύτας συνάψασα τοῖς σκιρτήμασιν ἐναβρύνεται. Δαμασκηνὸς ἦν καὶ τῶν ἐν τέλει λαμ πρῶν Διονύσιος, ἐκ γένους βλαστήσας ἀεὶ διαλάμψαν τοῦ· οὗπερ ἀρχὴ καὶ ῥίζα Νικόλαος ἦν ὁ φιλόσοφος, ὁ Ηρώδου παιδευτής, καὶ πα δων τῶν ᾿Αντωνίου και Κλεοπάτρας διδάσκαλος· ἀφ᾽ οὗ καὶ Νικόλαοι δώδεκα κατὰ διαδοχὴν ἐξανθήσαντες, φιλοσοφία γαυρούμενοι, τη γένος ἐφαίδρυναν, καὶ εἰς μέγα δόξης καὶ λαμ πρότητα, αγαγων.
col. 3623–3624page 101 of 127
PG 87:3623Ἐκ τούτων ὁ λαμπρὸς γεννηθείς Διονύσιος παϊδά τε καὶ τοῦ γένους διάδοχον ἔσχεν Ἰσίδωρον. Τοῦτον ἐν μειρακίοις τυγχάνοντα λουτρῷ κατὰ τὸ συνεχές χρώμενον, πονηρός τις δαίμων εἰσήλατο, καὶ χαμαί πεσόντα καὶ κείμενον οἱ παιδοτροφοῦντες αὐτὸν ἀν ελόμενοι, ἔξω τῶν θερμῶν ἀέρων ἐξέβαλον· ἔξω γάρ τὰ τῆς ἐπηρείας τοῦ δαίμονος πέπονθε, ολιγωρίας εἶναι τὸ πάθος γνωρίσαντες, τήν πολλοῖς ἐν λουτροίς πολλάκις συμβαίνουσαν, καὶ οὐ πονηρῶν πνευμάτων ἐνέργειαν· ἀλλ' ὡς καὶ λουτροῦ χωρὶς τὴν βλάβην ὑπέμεινεν, καὶ πρόφασις οὐκ ἦν ἡ κρύπτειν ἔτι τὸ πάθος ἰσχύουσα· καὶ τοῦ παιδίου τὸ πάθος ἐγνώρισαν, καὶ δαιμόνων ἀδικίας τὰς συμβάσεις ἀπήγγελλον· τότε τοιαύτην ὑπάρχειν κἀκείνην ἐνόησαν, τὴν πρώτην ἐν λουτρῷ γενομένην ἀλλοίωσιν. Τοῦτο ματ θόντες οἱ φύσαντες, οὐ μετρίως πως ἡνιῶντο καὶ ἤσχαλλον· ἦν γὰρ αὐτοῖς καὶ μόνος ἄρσην ἐν παισὶν ὁ Ἰσίδωρος, καὶ πάσας ἐφ' ἑαυτὸν τὰς τοῦ γένους ἐλπίδας κατέφερεν. "Οθεν οὗτοι σπουδὴν ἅπασαν τῆς τοῦ παιδὸς θεραπείας ἐτίθεντο, καὶ τοῦτον δοκίμοις ἰατροῖς ὑπεδείκνυον, ἀπὸ πλήθους μελαγχολικῶν χυ μῶν τὰς συνεχεῖς ἐπιληψίας ἐκείνας καὶ μακράς καρηβαρείας συμβαίνειν οἰόμενοι· ἑκατέρας γὰρ ὡς ἔγνωμεν ἔπασχεν, τὰς μὲν συνεχέστερον, τὰς δὲ ἐν τονώτερον καὶ μακρότερον· ἀλλ' ὡς μίαν πρὸς πάν των ἀπόφασιν ἤκουον ἀνθρώποις ἀνίκητον εἶναι τὸ νόσημα, πνεῦμα πονηρὸν καὶ οὐ μελαγχολικὸν χυμὸν ἔχων τὸ νόσημα. Ο τοῦ παιδὸς πατὴρ Διονύσιος, τῶν ἐξ Ἱπποκράτους θεωρήσας τὸ ἀναλκὲς, τοῦτον σὺν τῇ μητρὶ πρὸς Κῦρον καὶ Ἰωάννην ἀπέστειλεν, ὡς πρὸς Ελισσαῖόν ποτε Ναεμὰν τὸν Σύρον ὁ Δαμασκοῦ βασιλεύων ἐξ έπεμψεν· καὶ τούτους ἐλθόντας ἀπολαβόντες οἱ μάρ τυρες, μετ' ὀλίγον ἀπέλυσαν θεραπεύσαντες. φανέντες γὰρ τῇ μητρὶ τοῦ παιδὸς ὡς ἐκάθευδεν, τοῦτον χρίειν δι' ἑαυτῆς ἀπὸ τριχῶν μέχρις ονύχων ὑείῳ προσέταττον στέατι, οἰκονομία χρησάμενοι τὴν απο τῆς ψυχὴν θεραπεῦσαι σπουδάσαντες· βεβλάφθαι γάρ την Ιουλίαν, τοῦτο γὰρ αὐτῆς ὑπῆρχε τὸ ὄνομα, περὶ τὴν πίστιν ἐφήμιζον, πρὸς πλάνην Ἑλληνικὴν ἀπο κλίνουσαν, καὶ ταύτῃ διὰ τὸν ᾿Αδώνιδος θάνατον τα κρέα παραιτεῖσθαι τὰ ὕεια. Καὶ εἴτ᾿ ἀληθῆ ἦν τὰ λε γόμενα, είτε ψευδῆ τὰ τῆς φήμης ἐτύγχανεν, Θεὸν εἰδέναι, καὶ τοῦτο κελεύσαντας μάρτυρας· ὅτι μὲν γὰρ τὰ κρέα παρῃτεῖτο τὰ ἴεια, φανερὸν ὑπῆρχε καὶ ἅμαχον· ὅτου δὲ χάριν ταῦτα μὴ ἤσθιεν, οὐδεὶς τῶν έγγυτάτων ἐγίνωσκεν· πλὴν τοῦ παιδὸς ἡ ἀσθένεια τὸ κελευσθὲν ποιεῖν ἐβιάζετο· καὶ τοῦτον τῷ μηνυ θέντι καταχρίουσα στέατι, ἀῤῥωστοῦντα προδήλως κατέχριε, και φανερὰ τῆς ἀρρωστίας τὰ σήμαντρα φέροντα. Τὰ δὲ τούτῳ παρενοχλοῦν καὶ θλίβον δαιμόνιον τὴν τελείαν τοῦ χρίσματος μὴ περιμεῖναν προσένεξιν, ὡς ὑπὸ θείας δυνάμεως μαστιζόμενον ἔφευγε. Κύρος γὰρ αὐτὸν καὶ Ἰωάννης ἀοράτως ἐμάστιζον, οἱ θείς δυνάμει περιστροβεῖν ἡθισμένοι τοὺς δαίμονας· ὅθεν ἀπ' ἐκείνου τοῦ χρόνου μέχρις οὗ κατὰ τὸνὸς τὸν βίον
col. 3625–3626page 102 of 127
PG 87:3625ἦν ὁ Ἰσίδωρος, ἀπρόσιτος ὑπῆρξε τοῖς δαίμοσιν, καὶ ἡ πεῖραν αὐτῶν τοῦ λοιποῦ τοιαύτην οὐκ ἔλαβεν, οἵαν πρὸ τῆς καταφυγῆς τῆς εἰς τοὺς μάρτυρας Κῦρον καὶ Ἰωάννην ἐλάμβανεν· οἶμαι δὲ καὶ αὐτὴν ὠφεληθεῖσαν τῷ θαύματι, εἴπερ ἐπ' ἀληθείας ἐβέβλητο, εἰ μὴ σφόδρα δυσσεβής τις ἦν καὶ ἀνόητος· ἡμεῖς δὲ καὶ ἐνταῦθα Θεὸν ἀνυμνήσαντες, καὶ μάρτυρας τοὺς ἐρω γάτας τοῦ θαύματος, ἐφ᾽ ἕτερον θαῦμα τὴν γλώτταν ὁπλίσωμεν, ταύτης ἀρωγούς τοὺς τῶν θαυμάτων ἐργάτας ποιούμενοι. ΝΕ'. Περὶ Θεοδώρου τοῦ Κυπρίου τοῦ ἀπο μαγείας γεγονότος λορδοπρδος. Φοινίκης ἐγγὺς ἡ Κύπρος καθέστηκεν, μεταξὺ τὸ παρθενικὸν ἔχουσα πέλαγος, ὅπερ τῷ νοὶ διαπλεύσαντες, ἐκ Φοινίκης τῇ νήσῳ προσβάλλομεν, καὶ τὸν Λα πίθιον εὑρηκότες Θεόδωρον, καὶ τὰ κατ' αὐτὸν ἀκρι βῶς ἐρευνήσαντες, πρὸς εὐφημίαν τῶν δεδρακότων συγγράψωμεν· Ἰατρὸς ὑπῆρχε Θεόδωρος, καὶ τὴν τέχνην εὐδόκιμος, καὶ διὰ τοῦτο περίφημος· οὗτος ἀπὸ μαγείας ἀκίνητος γίγνεται, καὶ τοῦ πάθους ἀγνοήσας τὸ αἴτιον, ἑαυτὸν θεραπεύειν ἐσπούδαζεν, ἐκεῖνα ποιῶν, ἅπερ αὐτὸν ἰατρεύειν ἐνόμιζεν, καὶ ἃ παθόντας ἑτέρους, οὐ μαγείαν, ἀλλ᾽ ἀργίαν μελῶν, προσενέγκας ώφέλησεν· ἀλλ' ὡς πάντα ποιήσας ἑαυτῷ τῆς νόσου τὴν φυγὴν οὐκ ἐβράβευσεν, τῆς τέ χνης ἐγνωκὼς τὴν ἀσθένειαν, Κύρου πρόσφυξ καὶ Ἰωάννου καθίσταται, τῶν φυγαδεῦσαι δυναμένων τὸ νόσημα, καὶ χαρίσασθαι τῷ νοσοῦντι τὴν ἴασιν. Ελθόντι γὰρ αὐτῷ καθ᾿ ὕπνον οι μάρτυρες φαί νονται, καὶ φανέντες τὸ πάθος εὐθὺς φυγαδεύουσιν. [ Ὑός πνεύμονα λαβεῖν κελεύουσι,] καὶ φρύξαι πυρὸς τοῦτον ἐν ἄνθραξιν, καὶ φρυγέντα σὺν οίνῳ λεῖναι καὶ χρίσαι. Ἐπειδὴ δὲ τὴν χά ριν ἔδει μὴ ἀτελῆ τοὺς ἁγίους δωρήσασθαι, Θεός δωρον μὲν τοῖς εἰρημένοις ιάσαντο βοηθήμασιν γνωρίσαντες δὲ τὸν μαγεύσαντα, καὶ τὰ τῆς μαγείας θεραπεύσαντες ὄργανα, τὸν δεδρακότα κατ' ἀξίαν ἀμείβονται· ὅτε γὰρ ἐνσκευάσαι Θεοδώρῳ προσο έταττον τὸ βοήθημα, καὶ τούτῳ συνεμίγνυον τῷ κελεύσματι, Απόστειλον, λέγοντες, τινὰ τῶν σοι διακονουμένων εἰς Λάπιθον, καὶ πρὸ τοῦ κοιτῶνος τοῦ σοῦ παρὰ τὸ πρόθυρον σκάψαι διάταξον· ἐκεῖσε γὰρ εὐ ρήσει τὸ τοῦ δεδρακότος κακούργημα, ὑπὸ τὸ πρό θυρον ἀφανῶς καλυπτόμενον· ὁ καὶ φανερούμενον, εὐθὺς ἀναιρεῖ τὸν ποιήσαντα. Πέμψας δὲ Θεόδωρος ὡς κεκέλευστο κατὰ τὸν λεχθέντα τόπον, τὸ τῆς ἀρ ῥωστίας εὕρισκεν αἴτιον· καὶ τοῦτο φανεν, ἀφανὴς εὐθέως ὁ κακουργήσας ἐγένετο, θανάτου τοῦτον παρ ραχρῆμα συλήσαντος, καὶ μαρτύρων ῥοπῇ τὸν Θεό δωρον ἐκδικήσαντος. Ἑβραῖος δ' ἦν, καὶ τοιαύτης ὑπολήψεως οὐκ ἐλεύθερος· διὸ καὶ τῶν ἰδίων ἔργων τοὺς πόνους ἐδρέψατο, κατάλληλα λαβὼν τῇ γεωργία τὰ δράγματα· ἡμεῖς δὲ τῶν ἁγίων τὸ σθένος θαυμάσαντες, καὶ ὡς οἷοί τέ ἐσμεν αὐτοὺς ἀνυμνήσαντες, ἕτερα αὐτῶν οὐκ ἐλάττονος ὁρμῆς καὶ δυνάμεως τῷ γράμματι διαγγελωμεν. ΝΟΤΑ.
col. 3627–3628page 103 of 127
PG 87:3627ΝΤ'. Περί Γεωργίου τοῦ Κυπρίου τοῦ τοὺς πόδας ἐξ ἐνεργείας δαίμενος ἀσθενήσαντος. Μὴ παρίδωμεν δὲ τὸν Γεώργιον, ἔτι κατὰ τὴν Κύ προν διάγοντες, ὅτι πένης ἐστὶν καὶ πτωχείᾳ συνέχεται· ἐπεὶ μήτε Κῦρος αὐτὸν καὶ Ἰωάννης παρίδου οἱ μάρτυρες, ἀλλ' ὡς φιλόπτωχοι προσελάβοντο, καὶ θεραπείας ἠξίωσαν, ὡς ἀληθεῖς φιλοπένητες. Γεωρ γὸς γὰρ ἦν ὁ Γεώργιος, καὶ χωρίον ᾤχει τῇ Νεμεσῷ παρακείμενον· Φαῦα τὸ χωρίον ἐλέγετο, καὶ πεντής κοντα μὲν τῆς πόλεως, τρισὶ δὲ καὶ ἥμισυ τῆς θα λάττης σταδίοις διέστηκεν. Οὕτω δὲ τοὺς πόδας ἠσθέ νησεν ὁ Γεώργιος· τὰ κατ' ἀγροὺς ἐπεσκέπτετο, και λαγωόν, ὡς ἐνόμιζεν, ἔβλεπεν, καὶ κατιδὼν κατεδίωκε γλυκὺ γὰρ τοῦτο τοῖς ἀγροίκοις τὸ θήραμα, καὶ παρ στρῦνον, εἰ φανῇ, πρὸς κατάληψιν· ἀλλὰ διώκων οὐκ ἔλαβεν· οὐ γὰρ ἦν λαγωὸς τὸ φαινόμενον, ἀλλὰ πνεῦ μα πονηρὸν καὶ μισάνθρωπον. Τοῦ δρόμου δὲ πάλιν παυσάμενος, τοὺς πόδας κινεῖν οὐκ ἠδύνατο, ἀλλ᾽ ἀκίνητος μετὰ δρόμον διέμενε, λαγωὸν μὲν οὐκ εἰ. ληφώς, εἰληφὼς δὲ τῶν ποδῶν τὸν ἐπίδεσμον· τοιαῦτα γάρ ἐστιν ἐκείνου τοῦ λαγωοῦ τὰ χαρίσματα. Εντεῦθεν ἐπὶ Κῦρον καὶ Ἰωάννην τους μάρτυρας ἐπ' ὤμων αἱρόμενος ὁ Γεώργιος ἄγεται, καὶ τοῖς τούτων ποσὶν ὑπὸ τῶν θρεψαμένων προσρίπτεται καὶ χρόνον ποιήσας συχνὸν ἕως οὗ Θεὸς καὶ τῶν ἁγίων ἡ χάρις ἡβούλετο, τόνδε τὸν τρόπον τῆς ἰάσεως ἔτυ χεν· Ἐπαχθὴς ὑπῆρχεν ὡς ἄῤῥωστος, καὶ κόπον οὐ βραχὺν τοῖς ἀνὰ τὸν νεὼν φιλοπονοῦσι παρείχετο ταχέως· εἰς ἀφεδρῶνας ἐρχόμενος, καὶ μὴ ταχέως αὐτῶν ἐξερχόμενος, ὡς καθεύδειν πολλάκις ἐν τού τοις ἀφίεσθαι, καὶ ἐμβραδύνειν ἐκ συνηθείας καθε ήμενον. Οὕτω δὲ τὸν Γεώργιον ἰδόντες οἱ μάρτυρες, εἰς οἶκτον ἔρχονται καὶ συμπάθειαν· καὶ τοῖς ἀφεδρῶσιν ἐν μιᾷ ἡμέρᾳ καθευδήσαντι, ἐν ὀνείροις φαίνονται λέγοντες. Αναστὰς ἔξιθι, καὶ ἐν τοῖς ἰδίοις καθευδε στρώμασιν. Ὁ δὲ διυπνισθεὶς, καὶ μηδένα θεασάμενος, πάλιν ἐκάθευδεν· καὶ πάλιν οἱ μάρτυρες ἐκ δευ τέρου παρίστανται, τὰ αὐτὰ διατάττονται· ὁ δὲ πά λιν στραφείς, καὶ μηδένα πάλιν ἰδὼν, πάλιν ἐκο μᾶτο τὸ δεύτερον. Ἐκ τρίτου δὲ φανέντες οἱ ἅγιοι, πεζεύοντα δὲ τῶν ἀφεδρώνων ἐξιέναι κελεύουσιν, ἄρτον ἐσθίειν ὀρέξαντες. Ὁ δὲ τὸ τρίτον γενόμενος ἄφυπνος, οὐχ ἑώρα μὲν παρόντας τοὺς μάρτυρας, εὕρισκε δὲ τὴν δεδομένην εὐλογίαν πρὸς ἴασιν, καὶ ταύτην φαγὼν ἀνερώννυτο· καὶ τῆς τῶν ἁγίων μετ μονεύσας κελεύσεως, τῶν ἀφεδρώνων ἀνίσταται, καὶ ἀλλόμενος ἔξεισι, ἐκεῖσε καταλείψας τὸ νόσημα, καὶ τῶν ἁγίων δοξάζων τὴν δύναμιν. Ἔτι δὲ καὶ οὗτος περίεστι, καὶ περιπολεί τῶν μαρτύρων τὸ τέμενος, τὴν νόσον ὁμοῦ καὶ τὴν ἴασιν διηγούμενος, καὶ πρὸς αἶνον Θεοῦ, καὶ τῶν ἰασαμένων ἁγίων ᾠδὴν κινῶν τοὺς ἀκούοντας. ΝΖ'. Περί Κυριακοῦ τοῦ Ῥοδίου δαιμονιῶντος. Οὐκ ἄκαιρον δὲ καὶ Κυριακοῦ τοῦ Ροδίου μνήμην ποιήσασθαι, καὶ τοῖς νησιώταις τὸν νησιώτην συν αριθμήσασθαι, καὶ τοῖς Κυπρίοις συντάξαι τὸν Ρέ διαι· πλεῖον γὰρ χαίρειν τοὺς νησιώτας ἀλλήλοις ὑπὸ
col. 3629–3630page 104 of 127
PG 87:3629εἴληφα, ἢ χαίρουσι τοῖς οὐ νησιώταις τυγχάνουσιν. Κυριακὸς τοίνυν ὁ Ρόδιος δαιμόνιον ἔσχεν ἀκάθαρτον καὶ τῶν πλειόνων πολὺ χαλεπώτερον, ἄγριόν τε καὶ μισάνθρωπον, καὶ πολλοῖς αὐτὴν περιβάλλον συμπτώμασιν· καὶ πολλάκις ἂν τῆς ζωῆς ταύτης αὐτὸν ἀπὸ εστέρησεν, εἰ μὴ Χριστὸς ὁ τῶν ὅλων κηδεμὼν καὶ τῆς ἀνθρωπείας φύσεως φύλαξ ἀνύστακτος ἐπιτιμῶν διεκώλυεν. Οὔτε γὰρ ἡσυχάζειν καὶ πρὸς ὀλίγον εία τὸν ἄνθρωπον, οὔτε δεσμοῖς ὑποτάττεσθαι, οὔτε σιδή ραῖς ὑποκύπτειν ἀλύσεσιν, οὔτε τοῖς ἄλλοις μηχανήμασιν φράττεσθαι, οἷς οἱ τοιοῦτοι πεφύκασι σωφρονίζεσθαι, ἀλλ᾽ ἦν ἀδεής τε καὶ ἀφοβος, λογισμῶν ἔρημος, καὶ πάσης διανοίας ὀρφανὸς καὶ ἀλλότριος. Βιαίως δὲ πάνυ πρὸς Κῦρον ἀχθεὶς καὶ Ἰωάννην τοὺς μάρτυρας, τοῦ δαίμονος ἀπηλλάττετα· κατὰ βραχὺ γὰρ τὸν λογισμὸν καταστήσαντες, καὶ τὰ ἀν θρώπων αὐτῷ φρονεῖν ἐχαρίσαντο. Οὕτω δὲ διαθέντες τὸν ἄνθρωπον οἰκτροτάτῳ φαρμάκῳ, καὶ τὸ δαιμόνιον ἐκδιώκουσιν, δείξαι τάχα βουλόμενοι τοῦ Πονηροῦ τὴν ἀσθένειαν. Κρέα γὰρ μόσχεια λαβεῖν ἐπιτρέψαντες, ἄνθραξί τε ταῦτα καταφλέξαι προστάξαντες, σὺν οἴνῳ λεᾶναι καὶ χρίσαι τὸ σῶμα θεσπίζουσιν· καὶ τοῦτο Κυριακοῦ τὸ τάχος ποιήσαντος, φροῦδον εὐθὺς γέγονε τὸ δαιμόνιον, οὐ τὸ φάρμακον δειλιάσας ὁ δαίμων ὁ κάκιστος, ἀλλὰ Κύρου φρίξας καὶ Ἰωάννου τὸ θέσπισμα· οὐδ' ἀναστρέψας ὅτι πρὸς οἴκησιν, ἀλλ' ἀπίει πεφευγὼς εἰς ἀοίκητον, καὶ ταυτὶ βοῶν ἑαυτοῦ τὸ ἀδύναμον καὶ τῶν διωξάντων τὴν δύναμιν. Ἡμεῖς δὲ τῷ καθαρισθέντι συγχαίροντες, καὶ τοὺς καθαρί σαντας αὐτὸν ἁγίους δοξάζοντες, καὶ Χριστὸν τὸ τοιοῦτο αὐτοῖς δεδωκότα τὸ σθένος γεραίροντες, άρ χὴν ἑτέρου ποιησώμεθα θαύματος. ΝΗ. Περὶ Πέτρου τοῦ ᾿Αμμαδα χοιράδας ἐσχη κότος περὶ τὸν τράχηλον. Πέτρος ὁ Χάραξ, ἀνὴρ γέγονε τίμιος, γένει δὲ καὶ πλούτῳ καὶ φρονήσει γαυρούμενος, καὶ τρίτης Πα λαιστίνης (ταύτης γὰρ πόλις ἐστὶ τὰ χαράγματα), τυγχάνων ἐπίδοξος, τῆς πατρίδος τὰ ὅρια ταῖς εὐ φημίαις ἐπέρασε, καὶ τοῖς ὑπερορίοις ὡς τοῖς ἐγχω μίοις ἐτύγχανε γνώριμος· οὐ τοσοῦτον ἐκ θέας ὅσον ἐκ φήμης αὐτοῖς γινωσκόμενος. Πέτρος οὖν οὗτος ὁ κάλλιστος, ὁ πλούτῳ ῥεόμενος, ὁ γένει καὶ φρονήσει κοσμούμενος, χαλεπῷ νοσήματι περιπέπτωκεν φείδεται γὰρ οὐδ᾽ αὐτῶν τὰ τῆς φύσεως ἴδια, εἰ καὶ τοῖς λεχθεῖσιν πλεονεκτήμασιν διαφέρειν τῶν ὁμο φύλων νομίζουσιν. Τοιοῦτο δὲ ἦν καὶ τὸ νόσημα τ Τὰς χοιράδας πάντως ἀκούετε, καὶ ἀκούοντες πάν τως γινώσκετε, καὶ οἴδατε ὡς πάθος ἐστὶ δυσκατέργαστον, καὶ νόμοις ἰατρῶν οὐ πειθήνιον, καὶ ἄγχον πειθήνιον, καὶ ἄγχον ἀγρίως τοὺς πάσχοντας. Τοῦτο καὶ Πέτρος περὶ τὸν τράχηλον ἔσχηκε, καὶ σχὼν ἀποθανεῖν ἐκινδύνευε (τοιοῦτο γὰρ τῶν χοιράδων τὸ γέννημα), καὶ κινδυνεύων ἡ πόρει τοῦ σώζοντος, ἰατροῦ μὴ δυναμένου πρὸς τὸ πάθος μαχήσασθαι, καὶ μαχησαμένου την νίκην κομίσασθαι· ἀλλὰ πολλῶν μὲν εἰσπηδώντων πρὸς τὸ στάδιον, οὐδενὸς δὲ τὸ βραβείον λαμβάνοντος, ἀλλ' ἡττωμένου καὶ φεύγοντος, καὶ τῇ φυγῇ στεφανοῦντος τὸ νόσημα.
col. 3631–3632page 105 of 127
PG 87:3631Ἐπὶ πολὺ δὲ τοῦ πάθους κρατήσαντος, καὶ ἰατροῦ τοῦ παλαίοντος ἐπιλείψαντος, θανάτου πλησίον ὁ Πέ τρος ἐγίνετο. ᾿Αλλὰ τοῦτον οἱ μάρτυρες φθάσαντες, τῶν ᾅδου χειρῶν ἐλυτρώσαντο. Ὡς γὰρ ἐν ἐσχάτος ὢν ἐκινδύνευε, Κῦρον καὶ Ἰωάννην τοὺς ἁγίους ἐπύθετο, μόνους νικῆσαι δυναμένους τὴ νόσημα· καὶ μες βραδυνας τῆς πατρίδος ἀπέπλεον, πίστιν ἁγνὴν ἐπο αγόμενος, πεῖσαι δυναμένην τοὺς μάρτυρας· ὅθεν οὐδὲ τεττάρων πλεῖον ἡμερῶν οἱ θεσπέσιοι τοῦτον ἰδεῖν ἡνέσχοντο πάσχοντα, ἀλλὰ τῇ ταύτης ἐπιφαν νέντες νυκτί, τῆς ἀῤῥωστίας ἐδίδουν τὸ φάρμακον. Αρτος δὲ ἦν, τὴν ἐκ πυρὸς ἔτι φέρων θερμότητα, δι διαπρίσαι προσέταττον, καὶ θερμὲν προσενέγκαι ταῖς χοιράσιν ἐπίθεμα, καὶ τοῦτο βαστάσαι ὡς ὡρῶν πέντε διάστημα τῷ τραχήλῳ προσφιλῶς ἐπικείμε καὶ τότε λουτρῷ προσπελάσαντα, καὶ ἔσω κατά τὸν θερμὸν ἀέρα γενόμενον, ἀποσπἂν τοῦ τραχήλου τὸ φάρμακον, καὶ τοῦτο πάλιν χρῆσθαι λουσάμενον, μέχρι τελείας τοῦ πάθους ἰάσεως, Ο δὲ γρηγορήσας (καθ᾽ ὕπνον γὰρ ταῦτα ποιεῖν ἐκελεύετο), σπουδαίως ἕδρα τὸ θέσπισμα, καὶ τὸ πάν θος ἀπέβαλε σπουδαιότερον. Τελέσας γὰρ τῶν ἁγίων τὴν κέλευσιν, καὶ τῷ τραχήλῳ περιθεὶς τὸ βοήθημα, καὶ ἐν τῷ λουτρῷ μετὰ τοῦτο γενόμενος, ἀποσπῶν τοῦ τραχήλου τὸ φάρμακον, καὶ τὰς χοιράδες αὐτῷ συναπέσπασεν, καὶ ταῖς χοιράσι τὴν ἐξ αὐτῶν γινά μενον κίνδυνον. Φασὶ δὲ καὶ ταύτας ἑξήκοντα καὶ ἑπτὰ τὸν ἀριθμὸν μετρηθῆναι πεσούσας τοῦ τένοντος, καὶ δὴ σὺν αὐταῖς ἓν ἀῤῥενοθῆλυ, τὸ τοῦτο γεννῆσαν τὸ μισάνθρωπον στράτευμα. Επιθεὶς δὲ πάλιν τῷ τραχήλῳ τὸ φάρμακον ἡμέρας ὡσεὶ τρεῖς, καὶ τὰ τούτου θεραπεύεται τραύματα, καὶ χαριστηρίους ᾠδες προσενέγκας τοῖς μάρτυσι, χαίρων ὁμοῦ καὶ σκιρτῶν ἀπεδήμησεν, νεὼν αὐτοῖς ἐν Χαραγμω Είοις γιγνόμενος, ὡς σεσωκέσι, δομήσασθαι συνθέμενος. ΝΘ'. Περὶ Στεφάνου τοῦ Ἀφροδισιέως, τοῦ ἐκ κε φαλῆς ἐξενέγκαντος τὴν σκολοπένδραν. Τί δὲ καὶ τὸν ἐξ ᾿Ασίας οὐ παράγομεν Στέφανον, καὶ τοῖς φιλομάρτυσι τὰ κατ' αὐτὸν διηγούμεθα, ἱκανὰ γὰρ ταῦτα πρὸς γνῶσιν ἐρχόμενα, καὶ τὴν τῶν ἁγίων ἀλκὴν παραστήσασθαι, καὶ τὴν τῶν φιλ αγίων αὐξῆσαι διάθεσιν· Ἀσιανὸς ὑπῆρχεν ὁ στέφανος Αφροδισιάδος τῆς πόλεως· οὗτός τισιν ἱκετεύσασιν, χρυσίον ἐδάνεισεν, πίστει κατὰ τὸ σωτήριον Ένταλμα δεδωκώς τὸ ἀργύριον, καὶ μηδὲν πρὸς ἀσφά λειαν ἑαυτοῦ κομισάμενος. Γνήσιοι γὰρ ἦσαν οἱ τὸ χρῆμα λαμβάνοντες, καὶ διὰ τοῦτο μὴ δεῖσθαί τινος τῶν ἀναγκαζόντων ὁμολογεῖν τοὺς ἀγνώμονας υπο ελάμβανεν. Οἱ δὲ τῆς αὐτοῦ κατεγνωκότες ἁπλότητος, καὶ τὸ δοθὲν, ἔρμαιον ποιείσθαι σπουδάζοντες, ποιοῦνται πονηρὰν ἀντὶ ἀγαθῆς ἀνταπόδοσιν· καὶ φαρμακείᾳ τὸν ἄνδρα μετέρχονται, ἐκ ποδῶν αὐτὸν θάττον ποιῆσαι γλιχόμενοι, ἵνα διὰ τὸ τῆς ἀναιρέσεως ἄδηλον, καὶ τὴν δίκην λαθόντες ἐκφύγωσιν, καὶ ΝΟΤΑ.
col. 3633–3634page 106 of 127
PG 87:3633τὸ δάνειον μὴ ἐκτίσωσιν· τοῦτο γὰρ ἦν αὐτοῖς τὸ ποθούμενον. Ἐλογίζοντο δὲ τάχα καὶ τοῦτο καθ᾿ ἑαυ τοὺς οἱ τρισάθλιοι, ὡς τοὺς ἀνθρώπους εἰ λάθοιεν, καὶ τὸ ὄμμα Κυρίου τὸ ἀκοίμητον λήσονται. Εφαρμάττετο μὲν οὖν, ὡς ἔφην, ὁ Στέφανος, καὶ θάνατος ἦν ὁ σκοπός του φαρμάζοντος· ὃν σκέπη μὲν Θεοῦ καὶ βουλῇ διαπέφευγε· πάντη δὲ τοῦ δηλη τηρίου τὴν λώβην οὐκ ἔφυγεν, ἀλλ᾽ αἰμοῤῥαγίας ὑποπίπτει νοσήματι, καὶ ἡμέρας ἑκάστης τὸν οἰκεῖον ἔβλεπε θάνατον, αἷμασι ῥέον διὰ γαστρὸς καὶ τοῦ στόματος, καὶ πάντας ἐκπλήττων τῷ πλήθει τῆς ῥεύ σεως, καὶ βοῆν ἀναγκάζων τοὺς βλέποντας, ὡς θάνοι πάντως πρὸ τῆς τοῦ αἵματος στάσεως. Οὕτω καθ' ὥραν κινδυνεύων ὁ Στέφανος, καὶ κατὰ φύσιν αἵματος ὑποπτεύων τὸν θάνατον, καὶ μὴ τυχών κα τροῦ τοῦ τὸν θάνατον ἐκδιώκοντος, ἐπὶ Κῦρον ἔπλει τὸν μάρτυρα καὶ Ἰωάννην τὸν Κύρου συνόμιλον τούτους ἐκ κρυφίων πυθόμενος, μόνους μετὰ Θεὸν θεραπεῦσαι δυναμένους τὸ νόσημα, καὶ τῆς παρούσης ἀνάγκης λυτρώσασθαι. Εἰς οὓς ἀφικόμενος, καὶ δεήσεις αὐτοῖς ἐνεγκάμενος, ἠκούσθη τε καὶ τῶν κινδύνων ἐσώζετο. Φανέντες γὰρ κατὰ τοὺς ὕπνους οἱ ἅγιοι, πράτα φαγεῖν ἐπιτάττουσιν μὴ προσαχθέντα τυρί τε καὶ νάμασιν· ἅπερ φαγὼν ὡς ἐκεκέλευστο, τῆς μὲν τῶν αἱμάτων ἀπηλλάττετο δεύσεως, καὶ τῆς τελείας οὕτως ἐπέτυχε ῥώσεως. Νυξ ἦν καὶ πρὸ τοῦ τῶν ἁγίων ἵστατο μνήματος, καὶ ταύτης τυχεῖν ἐλιτάνευς, γονάτων κάμψεσι χρώ μενος, καὶ ταῖς τοῦ μετώπου πρὸς γῆν κατανεύσε. σιν. Καὶ τοῦτο ποιοῦντος αὐτοῦ, καὶ ποτὲ μὲν ἀνισταμένου, ποτὲ δὲ πρὸς γῆν κατανεύοντος, ἡ κορυφή κατὰ μέσης ἀνοίγεται, καὶ ταύτης ἐκπηδᾷ καὶ πίπτει σκολόπενδρα· θηρίον τοῦτον ἠρίθμοις ποσὶν εἰλυσπώμενον, ἀσπίδι τε μικρᾷ παραπλήσιον. "Ης ἐκπεσούσης καὶ φυγῇ χρησαμένης ὡς τάχιστα, δ Στέφανος ἔκθαμβος ἵστατο· καὶ ψηλαφήσας ἑαυτοῦ τῆς κεφαλῆς τὸ μεσαίτατον, ὅθεν ἐξελθοῦσαν ᾔσθετο τὴν σκολόπενδραν, τραῦμα μὲν κατὰ τὸν τόπον οὐχ εὕρισκεν, ἢ ῥύσιν αἵματος κατεμάνθανεν, υγρότητος δέ τινος καὶ χαυνότητος τῶν ὀστέων ἐπᾔσθετο. Καὶ οὕτω τυχὼν τῆς ἰάσεως, εἰς ἔτι καὶ θαυμάζειν καὶ τεθηκέναι ποιεῖ τοὺς ἀκούοντας, καὶ συνυμνεῖν αὐτῷ τὴν τῶν ἁγίων ἀξιάγαστον δύναμιν. Ἡμεῖς δὲ πάλιν καὶ ἐνταῦθα τοὺς θαυματουργοὺς ὑμνήσαντες μάρ τυράς, θαυματουργίας ἄλλης αὐτῶν μνημονεύσω μεν. Σ. Περὶ Θεοδώρου τοῦ Βυζαντίου ἐσχηκότος τὸ πύρωμα. Τὸν ἐκ Βυζαντίου Θεόδωρον, οὐχ ἡμεῖς πρὸς δι ήγησιν ἄγομεν, ἀλλὰ πάλιν καλοῦσιν οἱ ἅγιοι, ὥσπερ καὶ πρότερον πάσχοντα, πρὸς θεραπείαν ἐκάλεσαν. Πάντων γὰρ τῶν ἐπὶ γῆς ἴσην ποιούμενοι πρόνοια, καὶ τοὺς γειτνιῶντας αὐτοῖς παθῶν ἀπαλλάττουσιν, καὶ τοὺς πόρρω διάγοντας ἀφικνεῖσθαι προτρέπουσιν, καὶ παρ' αὐτῶν τὴν ἴασιν δρέπεσθαι· ὥσπερ λειμῶνος φαιδροῦ καὶ μὴ λήγοντος εὐώδεις τῶν ἀν θέων τοὺς κάλυκας. Ηῤῥώστε: μὲν καὶ Θεόδω
col. 3635–3636page 107 of 127
PG 87:3635ρος, καὶ τόπος τῆς ἀρρωστίας ἦν τὸ Βυζάντιον αἴτιον δὲ τὸ τοῦ ποδὸς ἀκατάσβεστον πύρεθρον· 8 πίδα κατέφλεγεν, τόπον αὐτοῦ καν βραχύ οὐκ ἐῶν ἀκατάφλεκτον, ἀλλ' ὅλον ἀμείψας πρὸς ἕτερόν τι ἢ ποδὸς ἀφομοίωμα. Ιατρῶν δὲ σοφισταὶ καὶ ἡγούμενοι τὸ λαμπρὸν τῆς τέχνης ἀπάνθισμα, σὺν ὑπουργοῖς καὶ μειρακίοις εἰστρέχοντες, καὶ τὸ πυῤῥωπὸν ἐκεῖνο νόσημα σβέσαι σπουδάζοντες, ἀσθενεῖς πρὸς τὴν τούτου σβέσιν ἠλέγχοντο. "Ωσπερ γὰρ πυρὸς ἐπισχύσαντος, πᾶν ὅπερ πρὸς τὴν αὐτοῦ προσενεχθείη κατάσβεσιν, ὕλη γίνεται καὶ φλὸς ἀκατεύναστος, παντὸς τοῦ δοθέντος εἰς φύπν εὐθὺς πυρὸς μεταβάλλοντος· οὕτω κἀνταῦθα σφοδρού τυγχάνοντες τοῦ πυρώματος, πᾶν ὅπερ ἰατροὶ πρὸς τὴν αὐτοῦ παῦλαν προσέφερον, ηΰξε μᾶλλον τὸ νέο σημα, καὶ συνηΰξε δὲ καὶ τὴν φλόγωσιν, καὶ μικρού πᾶν αὐτοῦ τὸ σῶμα τὸ πάθος κατέφλεξεν, πυρός δίκην βοσκόμενον· εἰ μὴ μάρτυρες οἱ φιλάνθρωποι πανταχού παρόντες καὶ πάντα γινώσκοντες, καὶ τὴν νόσον νοήσαντες, καὶ τὸν ἄνθρωπον ἐποικτείραντες, καὶ τὴν θεραπείαν δωρήσασθαι θέλοντες, Ἰωάννην τὸν διάκονον, οὗ καὶ πρώην ἐμνήσθημεν, ὅτε τὸ θαῦμα τῆς πεσούσης παιδὸς συνετάττομεν, τὸν καὶ αὐτὸν ἐκ Βυζαντίου γενόμενον, καὶ τὸν ἄνδρα γνωρίζοντα δηλοῦν αὐτῷ δι' ἐνυπνίων παρώτρυναν ὡς αὐτοὺς ἐλθεῖν καὶ σωτηρίαν κομίσασθαι. *Ος Ιωάννου τὸ γράμμα δεξάμενος, καὶ πιστεύσας τοῖς γράψαι κελεύσασιν (ήγνόει γὰρ ὁ διάκονος εἰ πάθει τοιούτῳ κρατεῖται Θεόδωρος), εἰς πλοῖον εὐθέως εἰσέρχεται, καὶ τὸ τῶν ἁγίων κατέλαβε τέμενος, ἀψευδεῖς ἀῤῥαβῶνας ἔχων τῆς ῥώσεως τὰ πρὸς τῆς αὐτῶν γραφέντα κελεύσεως γράμματα. Ελθόντα γοῦν αὐτὸν καὶ πεισθέντα ταῖς κλήσεσιν έωρακότες οι κλήτορες, θάττον αὐτὸν ἀπολύουσιν ἀκεσάμενοι, δῶ ρον τὸ τάχος τῆς εἰς αὐτοὺς χαριζόμενοι πίστεως. Καὶ βραχὺς μὲν ὁ χρόνος γέγονε τῆς ἰάσεως τῆς δὲ νόσου τὸ φάρμακον, καὶ τοῦ πυρὸς ἐκείνου σβεστήριον, πηλὸς ὑπῆρχε λυόμενος ὑδατι καὶ χριόμενος, ᾧ τῶν κνηδίων τα στόματα φράττουσιν οἱ τὸν οἶνον τὸν κνήδιον γεωργοῦντες Αἰγύπτιοι. Τοῦτον γόρ α πανεύφημοι μάρτυρες, ὄναρ ὀφθέντες ποιῆσαι προς έταξαν. Θεόδωρος γοῦν κατὰ τὴν ἐπαγγελίαν τοῦ γράμματος τυχῶν τῆς ἰάσεως, ᾆσας ᾠδὴν χαριστήριον, εἰς τὸ Βυζάντιον ἔπλευσεν. Ἡμεῖς δὲ καὶ τούτου χάριν τοῦ θαύματος, καὶ τῆς πρὸ τοῦ θαύματος κλή σεως, τοὺς κεκληκότας καὶ τὸ θαῦμα πράξαντας ὑμνο ῳδήσαντες, ἐπ' ἄλλου θαύματος διήγησιν πλεύσωμεν. ΞΑ'. Περὶ Φιλήμονος τοῦ Μακροκωμήτου τοῦ ἧπαρ πάσχοντος καὶ σύριγγα ἔχοντος. Ιδωμεν δὲ καὶ Φιλήμονα τὸν διάκονον, καὶ τὸ δι πλοῦν αὐτοῦ καταμάθωμεν νόσημα, καὶ τὴν διττήν αὐτοῦ θεωρήσωμεν ἴασιν. Πάρεστιν γὰρ ὁ ἀνὴρ, σύν δρόμου ῥοιζήμασιν ἐκ Φοινίκης ἡμῖν ἀφικόμενος, καὶ Μακρᾶς κώμης τῆς ἐκεῖσε λαχούσης τὴν δόμησιν. Πάρεστι γοῦν τῷ γράμματι, τὰς νόσους ἡμῖν ἐν δειχνύμενος, καὶ τὰ τὰς νόσους ἡμῖν ἐλάσαντα φάρ ΝΟΤΑ.
col. 3637–3638page 108 of 127
PG 87:3637μακα, ὰ καὶ νῦν γράφεσθαι βούλεται, καὶ πανταχόσε; κηρύττεσθαι πρὸς εὐφημίαν τῆς Κύρου καὶ Ἰωάννου δυνάμεως, τῶν οὐδαμινοῖς καὶ ψιλοῖς βοηθήμασιν ἰσχυρὰ καὶ μεγάλα παυόντων νοσήματα. Οὐκοῦν καὶ ταῦτα τοῖς προλαβοῦσι συντάξωμεν, τῆς εἰς τοὺς ἁγίους εὐνοίας αὐτὸν ἀγασάμενοι. Πάθη δύο δεινὰ καὶ δυσίατα προσῆν τῷ Φιλήμον:, ἓν μὲν τὸ τοῦ ἤπατος ἀεὶ πιάζον, καὶ θανάτου ποιοῦν παραπλήσιον· τὸ δεύτερον δὲ τῆς σύριγγος, ἢ τὸν τράχηλον αὐτοῦ κληρωσάμενον, κρουνὸν αὐτὸν ἐκ πτύειν ἐκ τραχήλου πεποίηκεν. Καὶ ταῖς μὲν ἀλγηδόσι τοῦ ἤπατος καιρὸς προσενέμετο καὶ χρόνου περίοδος, καθ' ἣν ἐσφρίγων αὗται καὶ ήκμαζον καὶ τὸν ἄνθρωπον ἐβασάνιζον, καὶ καθ᾽ ἣν ἐνεδίδοσαν τε καὶ ἡσύχαζον, καὶ τὸν ἄνθρωπον εἴων ἀνώδυνον· ταῖς δὲ τῆς σύριγγος εὑρέσεσιν χρόνος οὐχ ὥριστο, οὐδ' ἐναλλαξ γιγνομένη περίοδος, ἀλλ᾽ ἀεὶ τοὺς ἰχῶρας αὗται κατέφερον, καὶ ἀλήκτως ἡνίων τὸν ἄνθρωπον. Διὰ ταῦτα παρενοχλῶν ἰατροῖς οὐκ ἐπαύετο· καὶ ὡς τούτων σφοδρῶς αἰκιζόμενος, ἐπεζήτει τοὺς κρείσσονας, καὶ ποτὲ μὲν ἐκείνους, ποτὲ δὲ τούτους ἐδίωκε, παρ' ἑκατέρων δὲ μηδὲν ὠφεληθεὶς ἀπελύετο. Ως μὲν οὖν Ιατρούς πλείονας ήλλαξεν, καὶ τὰς νόσους ἀλλάττειν οὐχ εὕρισκεν, ἐπὶ Κῦρον καὶ Ἰωάν την ἦλθε τοὺς μάρτυρας, παρ' οἷς ἐν πίστει γενόμενος, ὑγείας μὲν τὰς νόσους ἠλλάξατο, ἄλλους δὲ πάλιν ἰατροὺς οὐκ ἐνήλλαξεν. Ον γὰρ οἱ ἅγιοι θεόθεν δεξάμενοι παθῶν οὐ βουληθῶσι λυτρώσασθαι, οὐδὲ πᾶς αὐτῶν ὁ τῶν ἰατρῶν κόσμος λυτρώσηται· ἀλλ᾽ ἐπὶ τὸ λειπόμενον τῆς διηγήσεως ἔλθωμεν, καὶ τὴν θεραπείαν εἴπωμεν τοῦ Φιλήμονος, ὥσπερ αὐτοῦ καὶ τὰς νόσους εἰρήκαμεν· αὕτη γάρ ἐστι τὸ γλυκὺ τῶν λεγομένων κεφάλαιον· ἐκάθευδεν δὲ ἐπὶ τῆς στρωμνῆς ὁ διάκονος, καὶ οἱ μάρτυρες αὐτῷ κοιμωμένη παρίσταντο. Καὶ ὁ μὲν αὐτοῦ τὸ ἦπαρ ἐσκλ πευεν, ὁ δὲ κατενόει του τραχήλου την σύριγγα καὶ ὁ μὲν τὰς ὁδύνας τοῦ ἤπατος ἔπαυσεν, ὁ δὲ τὰς τῆς σύριγγος πηγὰς ἀνεξήρανεν· καὶ ἐπειδὴ ταῦτα ποιοῦντες ἐπαύσαντο, τάδε ποιεῖν ἀπιόντες ἐκέλευσαν, καὶ ἀμφοτέρων τελείαν τὴν ῥῶσιν κομίσασθαι ὁ τῆς σύριγγος στήσας τὰ ρεύματα, τρίψαι κιτρό φυλλα καὶ προσενέγκαι τῷ πάθει προσέταξεν· ὁ τὸ ἧπαρ δὲ ταῖς ἀφαῖς ἰασάμενος, ἐλαίας ἐνέγκαι χλω ράς· καὶ τὰς μὲν ἐσθίειν ἐθέσπισε, τὰς δὲ λειῶσαι, καὶ τὸν τόπον καταπλάσαι τοῦ ἤπατος. Αναστὰς δὲ μετὰ τὸν ὕπνον ὁ ἄρρωστος, τὰς ἀμφοτέρων τῶν ἁγίων προστάξεις επλήρωσεν, καὶ τὰς ἀμφοτέρων τῶν ἁγίων θεραπείας δρέψατο. Φιλήμων οὖν ὁ θαυ μάσιος οὕτω φυγὼν τὰ νοσήματα, καὶ λαβὼν τὰ ἰά ματα, τοὺς δεδωκότας ὑμνῶν ἀπελήλυθεν. Ἡμεῖς δὲ δι' ἀμφοτέρας τὰς ῥώσεις διττῶς ὑμνοῦντες τοὺς μάρτυρας, πρὸς ἄλλων ὕμνων μητέρα καὶ τροφὸν ἐπαγγελίαν προσέλθωμεν. ΞΒ'. Περὶ ῾Ροδόπης ἐσχηκυίας ἐκβράσματα. Η Ροδόπη τὴν γραφίδα τροχάζουσαν, καὶ χαράτο πειν ἕτερα θαύματα σπεύδουσαν, τῆς ἐπὶ τούτοις που
col. 3639–3640page 109 of 127
PG 87:3639A΄ρείας ἐκώλυσε· καὶ ταύτην πρὸς ἑαυτὴν μετενέγκασα. γράφειν πρότερον τὰ κατ' αὐτὴν ἐβιάσατο, ὥσπερ ποτὲ παρελθόντας αὐτὴν τοὺς μάρτυρας καὶ προ; αλο λων ἀσθενῶν ἐπισκέψεις εκνεύσαντας, ἀναποδίζειν ἐτόλμησεν, καὶ τὴν αὐτῆς ποιεῖσθαι μετὰ πάντων ἐπίσκεψιν· εἰ καὶ μηδὲν ὤνησεν τοῦτο ποιήσασα, του θανάτου τὴν ῥῶσιν προφθάσαντος, καὶ τὴν τῶν ἁγίων ἀρωγὴν ἀνακύψαντος. Οὐκοῦν καὶ ἡμεῖς τὰ τῶν ἁγίων συγγράφοντες, καὶ τὴν πρὸς πάντας αὐτῶν ἀγαθὴν συγκατάβασιν φράζοντες, αὐτοὺς μιμησώμεθα, καὶ τὰ κατ' αὐτὴν ἀναγράψωμεν, οὐκ ἐῶντες αὐτὴν ἀμνημόνευτον. Ροδόπη γέννημα μὲν ἦν Θεουπόλεως, ἡ πάσης Έψας προκάθηται, Αντιόχου κληθεῖσα τοῦ βασιλέως ἐπώνυμος, καὶ τῶν ἐν αὐτῇ προυχόντων γένει καὶ πλούτῳ προέλαμπε. Χρόνον δὲ συχνὸν ᾿Αλεξάνδρειαν ᾤκησεν, Ἰωάννην ἔχουσα σύμβιον, καὶ σὺν αὐτῷ ποιησαμένη τὴν εἰς αὐτὴν ἐπίβασιν, ὃς ῥητορικῶν μὲν λόγων ὑπῆρχε διδάσκαλος (54'), Εὐλογίου δὲ τοῦ μεγάλου τῆς πίστεως κήρυκος μαθητής γνησιώτατος, πᾶσι δὲ τοῖς ἄλλοις πηγάζων ὠφέλειαν, ἣν Εὐλογία τῷ θείῳ περιόντι συνὼν ἐθησαύρισε. Τούτου σύζυγος ἡ Ροδόπη τυγχάνουσα, καὶ κατὰ τήνδε την πόλιν 'Αλεξάνδρου διάγουσα, νόσον τὴν τελευταίαν ἐνόσησεν, καθ' ὅλου τοῦ σώματος ἄνθρακας ἐξανθήσασα. ὡς δὲ μικρὸν τῶν νόσων ἐράϊσεν, καὶ τῶν ἀνθράκων οὐ πολὺς ὁ θυμὸς ἐπεφαίνετο, εμβραδύνειν δὲ μόνον οὗτοι τῷ σώματι τοῖς ἰατροῖς ἐνομίζοντο, Κύρου καὶ Ἰωάννου τὸ τέμενος ἐπάθει τὸ γύναιον, ἵνα τούτων ἀρωγῇ καὶ κελεύσματι ταχυτέραν ποιήσηται τὴν τῶν ἀνθράκων ἀπόθεσιν. Καὶ δὴ παραγίνεται, καὶ νύκτωρ καθεύδουσα βλέπει τοὺς μάρτυρας, τὰς τῶν ἀῤῥώ στων περιπολεύοντας φάλαγγας, καὶ πᾶσι καθ᾿ ἕνα προσβάλλοντας, καὶ τὰς ἰάσεις ἑκάστῳ παρέχοντας" καὶ τούτῳ μὲν τοῦτο, ἄλλῳ δὲ ἄλλο ποιεῖν ἐπιτάττοντας. Απ' ἀρχῆς μὲν οὖν ἀρξάμενοι, καὶ μέχρις αὐτῆς, φησί, τὸν καθεξῆς ἰατρεύοντες, καὶ ἐπ' αὐτὴν ἀφικόμενοι, καὶ ὡς ἀποῦσαν αὐτὴν παραβλέψαντες, καὶ καταλείψαντες ἀνεπίσκεπτον, ἐπὶ τὸν μετ᾿ αὐτὴν ἀνακείμενον ἔρχονται· καὶ τοῦτον ἐπισκεψάμενοι, καὶ ποιεῖν τὰ πρὸς ὑγείαν θεσπίσαντες, ἐπὶ τὸν μετ' αὐτὸν παραγίνονται, κἀκεῖθεν ἐπὶ τοὺς ἑξῆς κείμενους ἀπίεσαν. 'Η δὲ ὡς παρελθόντας ἴδεν τοὺς μάρτυρας, καὶ μηδαμῶς αὐτὴν θεωρήσαντας, μηδὲ ποιεῖν τι πρὸς σωτηρίαν κελεύσαντας, ἔτι δὲ πλησιάζοντας, καὶ οὐ πολὺ αὐτῆς ἀφεστῶτας διάστημα, τάδε πρὸς αὐτοὺς ἀπεφθέγξατο· Ο Χριστοῦ τοῦ Δεσπότου θεράποντες, καὶ μιμηταὶ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγαθότητος· ὦ τῆς ἀνθρωπίνης φύσεως ἀλεξίκακοι, καὶ τῶν ἡμε τέρων παθῶν ἰατροὶ Θεοδώρητοι· ὦ πάσης νόσου διώκται θεόπεμπτοι, καὶ πάσης θεραπείας δοτήρες ἀένναοι, ταύτης ἕνεκα κἀγὼ τῆς πρὸς πάντας ὑμῶν ἀρωγῆς παραγέγονα, μὴ μόνον ἰδεῖν ἀλλὰ καὶ μετα σχεῖν παθοῦσα τῆς χάριτος, καὶ σὺν πᾶσιν ἀπολαῦσαι τῆς ῥώσεως, ἣν ὑμεῖς πᾶσιν ἀφθόνως τοῖς πρὸς
col. 3641–3642page 110 of 127
PG 87:3641ὑμᾶς ἐρχομένεις χαρίζεσθε. Τί οὖν εἰς ὑμᾶς ἁμαρ τήσασάν με παρίδετε; ἢ ποίαν τῶν ὑμετέρων κελεύσεων [παραβᾶσαν] ἀνεπισκέπτως παρήλθετε; ἢ τί καθ' οἷον δή ποτε τρόπον λυπήσασαν, τῶν φιλανθρώπων ὑμῶν δωρεῶν ἐστερήσατε; κἀγὼ μὲν οὐδὲν ἐμαυτὴν οἶδα τῶν τοιούτων εἰς ὑμᾶς πλημμελήσασαν. Εἰ δέ τι τῶν εἰρημένων μοι πέπρακται, καὶ λήθης ἱματίων καλύπτεται, τοῦτό μοι, δέομαι, φρά σατε, καὶ σύντομον αὐτοῦ ποιήσομαι την διόρθωσιν. Τούτων οἱ ἅγιοι πρὸς τῆς Ροδόπης ἀκούσαντες, οὐκ ἀτιμάζουσιν αὐτῆς τὴν ἀμώμητον δέησιν, ἀλλὰ πρὸς αὐτὴν ἐπιστρέψαντες, τοιούτοις αὐτὴν καὶ αὐτ του παραμυθοῦνται τοῖς βήμασιν· Οὐχ ὡς εἰς ἡμᾶς, ὦ γύναι, πλημμελήσασαν παρήλθομεν, οὐδ᾿ ὥς τι τῶν ἡμετέρων, ὡς ἔφης, προσταγμάτων πατήσασαν, ἀλλ' ὅτι σου τὴν ἀνάλυσιν ἐγγίζουσαν βλέπομεν, καὶ τοῦ προσκαίρου βίου τὸ πλήρωμα, καὶ τῆς παρ αὐτῆς ζωῆς τὴν ἀπόθεσιν, καὶ τῆς ἐν Χριστῷ κοιμήσεως τὴν ἀπαραίτητον ἄφιξιν· ὧν οὐχ ἡμεῖς δοτῆρες ἢ διώκται τυγχάνομεν, ἀλλὰ Χριστὸς ὁ τῶν ὅλων Θεὸς καὶ Δεσπότης καὶ πρύτανις, ὁ ζωῆς καὶ θανά του κατέχων τοὺς οἴακας. Τί οὖν ἡμεῖς πρὸς ταῦτά σοι δράσομεν; ἢ ποίας ἀθανασίας ὀρέξομεν φαρμάκου; εἰς τί δὲ καὶ ἡ ῥῶσις δοθήσεται; ἢ τί τῆς θερα πείας τὸ χρήσιμον; τίς δ᾽ ὁ ταῦτα πρὸς ἡμῶν κομισόμενος; ἢ τίς ὁ τούτοις ἐντρυφῶν δωρήμασιν; Σὺ γὰρ μετὰ βραχυτάτου καιροῦ τὰ τῶν βροτῶν καταλείψατα, τὴν πάντων ὁδὸν ἐδεύσεις ὑπνώσασα, ἣν ἀπόστολοι καὶ προφῆται καὶ μάρτυρες ὤδευσαν, καὶ Χριστὸς αὐτὸς ὁ τῆς ζωῆς ἀρχηγὸς γενόμενος ἄνθρωπος· εἰ καὶ τριταῖος ἀναστὰς τοὺς τῆς ἀνα στάσεως ἡμῖν ἀῤῥαβῶνας παρέσχετο. Εγερθείσα γοῦν ἄπιθι, καὶ τὴν ἑστίαν κατάλαβε πρὶν ἢ σε ψυχῆς ἐκ τοῦ σώματος καταλάβοι διάζευξις. Καὶ ταῦτα μὲν φήσαντες, ἀπῆλθον οἱ ἅγιοι· αὐτὴ δὲ πρωΐας εἰς πόλιν ἀφίκετο, καὶ θαυμάζοντι τῷ ἀνδρὶ τῆς ἐπανόδου τὸ σύντονον, τὴν τῶν μαρτύρων προ φητείαν ἀπήγγελλεν· καὶ μετ' οὐ πολλὰς τὰς ἡμέρας δεινῶς ἐπιβρύσαντος τοῦ νοσήματος, πρός Κύριον ἐξεδήμησεν, ὡς παρὰ τῶν ἁγίων ἐπύθετο. Ἡμεῖς δὲ κἀνταῦθα ἐπὶ τῇ προφβήσει τῆς Ροδόπης τελευτῆς, τοὺς προειπόντας θαυμάσαντες, καὶ τὴν περὶ αὐτῆς διήγησιν καταπαύσαντες, ἐπ' ἄλλου θαύματος αγω γὴν ἐκδημήσωμεν. ο πιιι Περὶ Ἐλπιδίου τοῦ ἐκ περιεργείας δενουμε του τὸ πρόσωπον. Παρίτω μετὰ Ροδόπης Ελπίδιος, καὶ τοὺς ἀκροατὰς ἑστιάτω τῷ κατ' αὐτὸν εὐθὺς διηγήματι· ἔστιν γὰρ τοῦτο λίαν ἱκανὸν πρὸς ἑστίασιν, καὶ τρέφειν εἰδὸς εὐσεβῶς τοὺς ἀκούοντας. Οὗτος ἐχθροὺς ἔχων, ὡς ἔοικεν, ἀεὶ μοχθηρίαις συζήσαντας, καὶ παρανόμων ἔργων ἐργάτας τυγχάνοντας, περιεργεία πρὸς αὐτῶν ὑποβάλλεται, οὐ μαγγανείαν ὑποστὰς διὰ βρώ σεως, ἢ δηλητήριον λαβὼν διὰ πόσεως, ἀλλὰ πληγείς ἀφειδῶς διὰ δαίμονος, καὶ μυσαροῦ καὶ μέγιστα βλάπτοντος πνεύματος· ἀεὶ γὰρ αὐτοῦ πᾶν ἐδονεῖτο τὸ πρόσωπον· καθ᾽ οὗ καὶ τὴν πληγὴν ὑπῆρξε δεξά μενος ὅπερ ἀκουσίως καὶ βιαίως σειόμενον ἑαυτῷ,
col. 3643–3644page 111 of 127
PG 87:3643συνεσάλευε πᾶσαν ὁμοῦ τὴν κεφαλὴν καὶ τὸν τράχηλον· καὶ ταῦτα πάσχων πᾶσιν θέαμα συμπαθείας προέκειτο, πρὸς οἶκτον κινῶν τοὺς κινούμενον βλέ ποντας· ἐκεῖνον γὰρ τὸν Κάϊν ἐκ μέρους εἰκόνιζε, ταῖς τῶν προσώπων ἀπαύστοις κινήσεσιν, τὸν ἀδελφοκτόνου τιμὴν προαιρέσεως τὸ τρέμειν ἀεὶ κομισάμενον· καὶ τούτου δὲ χείρων ἐκλονεῖτο τὰς ὄψεις Ἐλπίδιος, καὶ τοῖς τρόμοις ὑπερβαλλόντως ἐτρύχετο ὅσον Θεὸς μὲν ἐκεῖνον φιλανθρώπως εκόλαζε, δαίμων δὲ τοῦτον μισανθρώπως ἐμάστιζεν. Οὕτω κάμνοντα τὸν Ἐλπίδιον, καὶ πρὸς πάντων ὁρώντων ἀληθῶς ἐλεούμενον, ἱατρῶν μὲν οὐδεὶς βοηθεῖν ἐνεχείρησεν, ἀλλ' οὐδὲ βλέπειν αὐτὸν ὅλως ἐτόλμησεν· ὑπὲρ τέχνην γὰρ τὴν αὐτῶν ἦν τὸ ἀρρώστημα, μόνῳ δὲ Θεῷ καὶ τοῖς αὐτοῦ θείαις θεράπουσιν, οἷς παρέσχεν ὅσα θέ λουσι δύνασθαι, τὸ πάθος ὑπῆρχεν ἰάσιμον. Τὰς Ἰωάννου δὲ καὶ Κύρου θαυματουργίας οἱ προσόν. τες ἀκούοντες, καὶ οὐ μόνον ἀκούοντες ἀλλὰ καὶ σαφῶς ἐπιστάμενοι· γείτων γὰρ ἡ χώρα καθέστηκεν, καὶ τὰ τῶν Ἀλεξανδρέων οὐχ ἧττον τῶν ᾿Αλεξανδρέων μανθάνουσιν· τοῦτον ἄγοντες ἔρχονται, καὶ τῷ τῶν ἁγίων προσπίπτουσι μνήματι, βοηθεῖν αὐτοὺς τῷ νοσοῦντι δεόμενοι· οἱ δὲ τὸν Ἐλπίδιον καὶ πρὸ τῆς ἀφίξεως ἐλεήσαντες, καὶ τὴν τῶν δαιμόνων ἐπιβουλὴν οὐκ ἀγνοήσαντες, ὄναρ φανέντες ἰάσαντο· καὶ τοῦτο ποιεῖν πρὸς τελείαν τοῦ πάθους θεσπίζουσιν ἴασιν· ὕδωρ ἐνέγκαι τῶν ᾿Αδύτων ἐκέλευσαν· ἔστιν δὲ λίμνη τὰ “Αυτα, Αλεξανδρείας σταδίους πεντακοσίους ἀπέχουσα, πρὸς δύσιν καὶ λίμνην τὴν γεί. τονα. Ταύτης τοῦ νάματος ἐνεχθῆναι προστάττουσι, καὶ πρὸς πόσιν δοθῆναι τῷ πάσχοντι, καὶ τοῦ προσο ώπου καὶ τῆς κεφαλῆς τὴν ἀπόπλυσιν. Γενομένου δὲ τοῦ τῶν ἁγίων θεσπίσματος, ἤρχετο τὸ νάμα, ἔπιεν δ Ἐλπίδιος, καὶ τὴν κεφαλὴν ἔπλυνε καὶ τὰ πρόσωπα καὶ τὸ πάθος εὐθὺς ἀφανὲς καὶ φροῦδον ἐγίνετο εν δὲ τὸ πρᾶγμα θαύματος ἄξιον, ὅτι τὸ νάμα τὸ ἄστα τον ίστη κεφαλὴν καὶ πρόσωπον ἄστατον· καὶ ὕδωρ τὸ ἀεὶ τῇ ρεύσει κινούμενον, ἀκλόνητον εποίει τὴν ἀεὶ κλονούμενον τράχηλον. Ελπίδιος μὲν οὖν οὕτω τὴν θεραπείαν εὑράμενος, καὶ τὴν νόσον ἀποτριψάμενος, τοὺς ἁγίους ὑμνήσας ἀπώχετο, καὶ τὴν ἐνεγκαμένην ἐῤῥωμένος κατέλαβεν· οὓς καὶ ἡμεῖς ἐπαξίως γεραίροντες, ἑτέραν αὐτῶν ἀριστείαν συγ γράψωμεν. ΞΔ'. Περὶ τοῦ μογιλάλου. Οὐ καλὸν ἀδικῆσαι τὸν ἄλαλον, εἰ καὶ κατηγορεῖν ἡμῶν ὡς ἀδικούντων οὐ δύναται, οὐδ' ἐᾶσαί γε σιο πώμενον, ἐπεὶ μηδὲ τοῦτον οἱ ἔνδοξοι μάρτυρες ἀεὶ σιγώντα κατέλιπον, ἀλλὰ λάλον ἐξ ἀλαλων εἰργάσαν το, καὶ τὸ εὖ λαλεῖν ἐχαρίσαντο, ἵνα μὴ τῆς ἐν τούτ τῷ τελειότητος, τὸ τέλειον αὐτῶν λίποιτο χάρισμα. Τοὺς ἁγίους οὖν καὶ ἡμεῖς μιμησώμεθα, καὶ ὅπερ αὐτοὶ τότε τοῖς ἔργοις δεδράκασιν, τοῦτο νῦν ἡμεῖς τοῖς λόγοις ποιήσωμεν, καὶ τὸν ἅπαξ λαλήσαντα, πάλιν ἄλαλον μὴ τιθώμεθα, τὴν κατ' αὐτὸν σιωπῶντες διήγησιν, μήπως ἡμᾶς διαβάλῃ τοῖς μάρτυσιν, καὶ τῆς ἡμετέρας σιγῆς κατήγορος γένηται, τὸ λα λεῖν πρὸς αὐτῶν κομισάμενος, καὶ σιγαν ἢ σιγᾶσθαι τοὺς λοιποὺς μὴ βουλόμενος, ἵνα μὴ τοῖς λάλον αὐτὸν
col. 3645–3646page 112 of 127
PG 87:3645ἀναδείξασιν ἀγνώμων κρίνοιτο καὶ ἀχάριστος, σιγαν αὐτῶν τὰς δωρεὰς ἀνασχόμενος. Φοίνιξ ὑπῆρχεν ὁ ἄλαλος, καὶ Τύρου τῆς πόλεως ὥρμητο, ἐλέγχων τάχα ταύτῃ τοὺς Ἕλληνας, καὶ τὰ ψευδή τούτων και γραώδη μυθάρια. Ενθεν γὰρ οὗτοι τὸν Κάδμον μυθεύονται πρῶτον γραμμάτων γενέσθαι γεννήτορα, καὶ τούτοις Ελλάδα ξενίσαι τὴν ἄμουσον, ἀφ' οὗ νῦν βλαστήσας ὁ ἄλαλος, σαφής Έλεγχος ὤφθη τοῦ πλάσματος· ὃν Ἕλληνες ἀμαθίᾳ κατα ἔκρυπτον, πρεσβεία Μωσέως οὐ βλέποντες, καὶ Κάδμου χρόνους παντελῶς οὐ γινώσκοντες, οὓς πρὸς ἔλεγχον παρατίθεσθαι μείζονα, καὶ σαφεστέραν ποιεῖν τὴν πλάνην τοῖς θέλουσιν, ὁ σκοπὸς ὁ παρὼν οὐκ ἀφίησι, πρὸς ἑαυτὸν ἐφελκόμενος, καὶ πληροῦν αὐτὸν ἀναγκάζων τὸν κάλαμον. Τύριος ἦν, ὡς ἔφην, ὁ ἄλαλος, καὶ σύγγονον ἔσχε τὸ νόσημα, οὐ χρόνῳ τινὶ συμβὰν ἀπ' ἄλλου νοσήματος, ἀλλ' ἐξ αὐτῆς αὐτ τῷ συντεχθὲν τῆς κυήσεως· καὶ τοῦτο λαχὼν τὸ πά θος ἐκ φύσεως, οὐ γλυκεῖαν ἀφῆκεν φωνὴν πρὸς τοὺς φύσαντας, οὐ μητέρα ποτὲ τραυλίζων ηγόρευσεν, οὐ πατέρα ψελλίζων εκάλεσεν· οἷς ἀεὶ τῶν παί δων οἱ γονεῖς ἐπευφραίνονται, κἂν ἄναρθρα ᾗ τὰ τραυλίσματα καὶ ψελλίσματα· ὡς Ἀθηναῖοι τὸ πρὶν ἐπ' Αἰσχίνῃ καὶ Δημοσθένει τοῖς ῥήτορσι καὶ τοῖς τούτων εὐγλώττοι; στομύλμασιν. Ανήρ οὖν γεγονώς, τὴν γλῶτταν εἶχεν ἀκίνητον καὶ τοῖς λοιποῖς οὐ συντρέχουσαν μέλεσιν· καὶ τάχα ἂν τῆς παρούσης ζωῆς οὕτω ἐξεδήμησεν, εἰ μὴ φιλό χριστοί τινες καὶ φιλάνθρωποι Κύρου καὶ Ἰωάννου τὴν χάριν γιγνώσκοντες, καὶ τὰ δι' αὐτῶν τοῖς πιο στοῖς παρεχόμενα θαύματα ὡς πιστοὶ συμπαθήσαντες, τοῦτον πρὸς τοὺς μάρτυρας ἤγαγον· ἔνθα γενό μενος, καὶ τὴν πίστιν τῶν ἀγαγόντων ἔχων πρεσβεύουσαν, καὶ οἶκτων τὸν ἑαυτοῦ πρὸς οἶκτον τοὺς ἁγίους ἐγείραντα, λάλος γλώττης ἐπέτυχεν, οὐ γλῶτο ταν άλλην κτησάμενος, ἀλλ᾿ ἧς εἶχεν τὸν δεσμὸν ἀποθέμενος. Πάντως δὲ τὸ φάρμακον λέγειν ἀκό λουθον, δι' οὗ τὸ τῆς γλώττης πάθος ἐξέφυγεν. "Υδωρ αὐτῷ πίνειν καθεύδοντι οἱ ἅγιοι φανέντες ἐκέλευσαν οὐ λόγοις τοῦτο θεσπίζοντες (οὐ γὰρ ἤκουεν), ἀλλὰ νεύμασι, καὶ τοῦ νάματος δείξεσι. Ο δὲ γενόμενος ἔξυπνος, τὸ νάμα φέρειν ένένευεν· ἐμεμαθήκει γὰρ διὰ νεύματος, ὃ δ' ἂν ἴδοι κοιμώμενος, τοῦτο ποιείν ἀνιστάμενος· καὶ δοθέντος αὐτῷ θᾶττον τοῦ ὕδατος, δεξάμενος ἔπιεν. Καὶ πιὼν εὐθέως ἐλάλησεν· καὶ λαλούντων ἀνθρώπων ἐπήκουσεν· καὶ τῶν ἁγίων ἀπήγγελλε θέσπισμα, τὸν ὄνειρον λόγοις τρα νέσι διηγούμενος καὶ τῶν ὀφθέντων γεραίρων τὴν δύναμιν. Οὕτως ὁ κωφὸς ἠκροάσατο, καὶ λόγον ὁ ἄλαλος ἀπεφθέγξατο, οὐ τῆς Κασταλίας γευσάμενος νάματος, οὐχ ὕδωρ πιὼν ἀπὸ Στυγός κατειβόμενον, οὐ ῥεῖθρον Καυκάσειον ἀρυσάμενος, εὐφημοῦν ἀρετὴν Πυθαγόρειον, ὡς Ελλήνων οἱ μῦθοι θεσπίζουσιν, καὶ τῶν γε γραφότων ἡ πρὸς ἀλήθειαν ἔνδεια· ἀλλ' ευτυχήσας Ἰωάννου καὶ Κύρου τὴν κέλευσιν ἀναπληροῦσαν αὐτῷ ἅπερ ἡ φύσις δημιουργεῖν αὐτοῖς παρεχώρη
col. 3647–3648page 113 of 127
PG 87:3647& σεν ἵνα φανῶσιν οἱ μάρτυρες ἐκεῖθεν τὰς ἰάσεις δωρούμενοι, καὶ τὰ πρὸς τελείωσιν τοῖς ἀνθρώποις ἐλλείποντα, ὅθεν ἐξ ἀρχῆς καὶ τὴν γένεσιν ἔλαχον διὸ καὶ ἡμεῖς ὡς δυνατὸν αὐτοὺς εὐφημήσαντες, καὶ δοῦναι λόγον ἐν ἀνοίξει τοῦ στόματος ἱκετεύσαντες, ὡς καὶ τῷ παρόντι νῦν ἀλάλῳ δεδώκασιν, προθύμως πρὸς τὴν τῶν λειπομένων θαυμάτων διήγησιν ἐπειγόμεθα. ΞΕ'. Περὶ Θεοδώρου τοῦ τυφλοῦ καὶ δαιμόνιον ἔχοντος. Εἰς καιρὸν ἡμῖν ὁ Κίλιξ ἀφίκται Θεόδωρος, διττής καὶ αὐτὸς ἀσθενείας φυγείν διηγούμενος, καὶ τῷ προσ λαβόντι θέλων συντάττεσθαι, γλώττης δεσμὸν πεφευγότι καὶ κώφωσιν, καὶ διττοῦ νοσήματος διττήν λα χόντι τὴν ἴασιν. Ον φιλοφρόνως δεξάμενοι, διὰ τὴν πρὸς τοὺς μάρτυρας εὔνοιαν, καὶ τὴν γλῶτταν αὐτῷ πρὸς βραχὺ χαρισώμεθα, καὶ τὴν χεῖρα δανείσωμεν, καὶ τὸν κάλαμον χρήσωμεν, τοῖς ἁγίοις τὴν εὐφημίαν ὑφαίνοντι, καὶ τὴν αὐτῶν ἀλκὴν διαπρυσίως κηρύτ τζιν σπουδάζοντι· ἀρξώμεθα γοῦν τῆς κατ' αὐτὸν διηγήσεως, προθύμως αὐτῷ πάντα γιγνόμενοι, καὶ χεὶρ καὶ γλῶττα καὶ κάλαμος, ὁ ξυγγράφειν εὐφυῶς ἐπειγόμενος. Κίλιξ ἦν ὁ Θεόδωρος τῆς ᾿Αναζαρβέων ὁρμώμενος πόλεως, καὶ πάθεσι δύο δυσχερέσι κρατούμενος ὧν τὸ μὲν δαιμόνιον ἦν πονηρότερον, ἀγριώτερόν πως ἐπερχόμενον καὶ ῥῆσσον ἀεὶ πρὸς πᾶν εὑρισκόμενον· πολλάκις γὰρ ὡς ὁ τοῦ δαιμονιῶντος πατὴρ ἐν Εὐαγγελίοις πρὸς τὸν Κύριον ἔφησεν, εἰς πῦρ αυτ τὸν καὶ ὕδωρ ἐνέβαλε, κτείνειν ἀφειδῶς καὶ ἀπολλύειν βουλόμενον· τὸ δὲ τῶν ὀμμάτων ὑπῆρχεν ἡ τύφλωσις, οὐκ ἀσθενείᾳ γενομένη τῆς φύσεως, ἀλλ᾽ ἐνερ γείᾳ σχεδιασθεῖσα τοῦ δαίμονος, οὐκ ἐκ νόσου σωμα τικῆς ἐπεισφρήσασα, ἀλλ' ἐξ ἀγριότητος πνεύματος ἐνδημήσασα· οὕτω πονηρὸν ἦν τὸ δαιμόνιον, καὶ δι' ὑπερβολὴν λύττης μισάνθρωπον. Αλλ' ἐν τούτοις τῷ Θεοδώρῳ τυγχάνοντι, καὶ μηδὲν σωτηριώδες διὰ τὴν χρόνον ἐλπίζοντι, ἢ τουτωνὶ τῶν παθῶν προσδοκῶντι φυγεῖν πρὸ τῆς ἐκ θανάτου λυτρώσεως θάνατος γὰρ ὄντως ἀνδρὶ ἀνάπαυσις, ὡς ὁ φιλοσοφήσας ἐν πά θεσιν Ἰὼβ ἀπεφθέγξατο, πᾶσαν ἀναιρῶν τὴν ἐν βίῳ δυσχέρειαν, καὶ τῆς παρούσης ζωῆς τὸ πολυπαθές καὶ πολύμοχθον· Κῦρος καὶ Ἰωάννης Αγγέλλοντο δαιμόνων ἐλαταὶ θεοδώρητοι, καὶ παθῶν σωματικῶν άληθεῖς ἀλεξίκακοι· καὶ πιστεύσας Θεῷ καὶ τοῖς μάρτυσιν, εἰς Ἀλεξάνδρειαν ἔρχεται, καὶ τῶν ἁγίων καταλαμβάνει τὸ τέμενος, ἔργῳ κηρύττων τῆς εἰ; αὐτὸν πίστεως τὸ ἀκράδαντον' ἂν οἱ Χριστοῦ λαβόντες θεράποντες, καὶ τῶν συνεχόντων δεινῶν ἠλευθέρωσαν καὶ βίου θεοφιλοῦς ἐργάτην ἀνέδειξαν. Φανέντες γὰρ αὐτῷ μετ' οὐ πολὺ τῆς ἀφίξεως, οὐ γρηγοροῦντι, ἀλλ᾽ ἐπὶ τῶν στρωμάτων καθεύδοντα, συνθήκας πρὸς αὐτὸν καὶ προστάγματα τίθενται καὶ εἶθ᾽ οὕτως αὐτὸν ἀξιοῦσι τῆς ῥώσεως· αἱ δὲ συν θῆκαι, καὶ τὰ δι' αὐτῶν γεγονότα συντάγματα, τῆς ταραχώδους ζωῆς ἀπῄτουν ἀπόθεσιν, καὶ βίου μου νήρους γαληνιῶσαν ἀνάληψιν· αὕτη γὰρ αὐτοῖς πρὸς τῶν ῥωννυμένων μισθοπορία τριπόθητος, ἡ τοῦ βίου τυγχάνει διόρθωσις. Ὅθεν τοὺς τοιούτους καὶ
col. 3649–3650page 114 of 127
PG 87:3649γεγηθότες προσδέχονται, καὶ ῥωσθέντας εὐθὺς ἀπο λύουσιν· καὶ τοῦτο δῆλον ἐκ πολλῶν μὲν καὶ ἄλλων καθέστηκεν, οὐχ ἧττον δὲ καὶ τοῦ παρόντος ἡμῶν διηγήματος. Ελθόντες γάρ, ὡς ἔφθην εἰπὼν, εἰς Θεό δωρον, θέλεις, ἔλεγον, ὑγιὴς γενέσθαι, Θεόδωρε; τοῦ δὲ κατανεύσαντος καὶ τὸ Ναι, τῷ στόματι λέξαντος τί γὰρ οὐκ ἔμελλεν ἐν τοσούτῳ κακῷ πιεζόμενος), πάλιν οἱ μάρτυρες ἔφασκον· Εἰ βούλῃ τυχεῖν τῆς βάσεως καὶ φυγείν τῆς ἀσθενείας τὸν κίνδυνον, σύν θου ἡμῖν ὡς σωζόμενος οἰκεῖς Ἰορδάνου τοῦ θείου που ταμοῦ τὴν οὐράνιον ἔρημον, ἔνθα Χριστὸς ὁ Σωτὴρ ἁπάντων βεβάπτισται, καὶ ταύτης οικήτωρ γινόμενος, σχῆμα μοναστοῦ καὶ τρόπους ἐνδείκνυσαι, τὸν βαπτιστὴν Ἰωάννην μιμούμενος, τὸν ταύτης οἰκιστὴν καὶ πολίτην γενόμενον· καὶ τὴν ῥῶσιν δι' ἡμῶν Θεός σου χαρίζεται, καὶ λυτροῦται τῆς τῶν παρόντων κινδύνων κολάσεως. Συνθεμένου δὲ θᾶττον τοῦ πάσχοντος. καὶ πληροῦν αὐτῶν ὁμωμοκότος τὴν κέλευσιν, εὐθέως οἱ ἅγιοι καὶ τὸ δαιμόνιον ὡς μαστιγίαν τινὰ καὶ δραπέτην ἐλαύνουσιν, καὶ τὴν τῶν ὀφθαλμῶν θεραπεύουσιν τύφλωσιν, ἣν ἑαυτῷ τὸ δαιμόνιον συνεισήγαγεν, αὐτ τὸν μὲν κελεύσματι φυγαδεύσαντες, ταύτην δὲ τῇ τῆς κηρωτῆς ἐπιθέσει διώξαντες. Θεόδωρος δὲ τὴν φυγὴν τῶν ἀνιώντων εὑράμενος, καὶ τὴν ῥῶσιν ἐπὶ ταύτῃ δρεψάμενος, εὐχαριστήσας ὅσον οἷός τε ἦν καὶ ἡδύ νατο, καταλαμβάνει τὴν ἔρημον, κἀκεῖσε πληροί τὴν τῶν ἁγίων θεοφιλῆ καὶ σεβασμίαν διάταξιν· ἡμεῖς δὲ τούτους θαυμάσαντες, καὶ τῆς εἰς ἀνθρώπους θείας αὐτῶν κηδαινίας χάριν ὑμνήσαντες, ἑτέρας αὐτῶν εἰς ἡμᾶς τοὺς ἀνθρώπους ἀναγράψωμεν χάριτας. ΕΤ'. Περὶ Μηνᾶ τοῦ Λυκίου εἰς νόσον ὕδερον περιελθόντος. Τί δὲ καὶ Μηνᾶν ὑπὸ ψάμμον κρυπτόμενον οὐκ ἐκφέρωμεν, καὶ δῆλον αὐτὸν τοῖς ἀγνοοῦσι ποιώμεθα; Γραφῆς γὰρ καὶ τὰ κατ' αὐτὸν καθέστηκεν άξια, καὶ οὐ ψάμμου καὶ λήθης σκεπάσματος· ὡς Μενου θῆς τὸ δαιμόνιον, καὶ ταύτης αἱ τελεταὶ καὶ βωμοί καὶ τὸ τέμενος, ὧν ὠφέλιμος μὲν ἡ λήθη καθέστηκεν, καὶ διὰ τοῦτο τοῖς μάρτυσι πέπρακται. Ἐπι βλαβής δὲ λίαν ἡ θέα τοῖς βλέπουσιν, καὶ διὰ τοῦτο ψάμμῳ θαλαττία καλύπτεται, ἀνελούσῃ παντελῶς αὐτῆς τὸ μνημόσυνον, καὶ δημιουργούσῃ τὴν τῶν οὐ θεωμένων ὠφέλειαν. Ἡκέτω τοίνυν ὁ Λύκιος διαρ λήξας τῆς ψάμμου τὸ κάλυμμα, καὶ φανερὸν ἡμῖν τὸ κατ' αὐτὸν ποιείτω τεράστιον, καὶ μὴ κρυπτέτω κακῶς ὑπὸ κλίνην καὶ μόδιον, τὸ καλῶς ἐπὶ λυχνίαν φαίνειν εἰ τεθείη δυνάμενον. Αύκιος μὲν ὁ Μηνᾶς ἐγνωρίζετο, καὶ Πατάρων ὁρμᾶσθαι τῆς πόλεως ἔλεγεν· πάθος δὲ εἶχεν οὐ ψιλὸν ἀλλὰ μέγιστον, καὶ οὐδὲ ῥᾳδίως ἰώμενον, ἀλλὰ δυσχερὲς καὶ δυσίατον, ἰατροῖς δὴ τῆς σήμερον ὅσον ἐκ τέχνης ἀνίατον, εἰ μὴ Θεὸς συμμαχοῦσαν αὐτοῖς χαρίσοιτο δύναμιν. Εἰς ὕδερον γὰρ πεσὼν ἀνιάτρου τον, καὶ χρονίσας ἐν αὐτῷ τῷ νοσήματι, δεινῶς ἐκινδύνευε ταῖς ἀλγηδόσι τῶν σπλάγχνων οδυνώμενος, καὶ ταῖς τοῦ παντὸς σώματος ὀγκώσεσι συμπνιγό
col. 3651–3652page 115 of 127
PG 87:3651μενος καὶ τί τὸ πάθος παραστῆσαι τῷ γράμματα βούλομαι; ἀρκεῖ γὰρ πᾶσιν πρὸς εἴδησιν λεχθέν αὐτοῦ καὶ μόνον τὸ ὄνομα. Εὐθέως γὰρ οἱ τῆς τούτου προσηγορίας ἀκούσαντες, τῆς ὀδύνης ἐντυποῦνται τῇ διανοίᾳ τὸ μέγεθος· ἀλλ᾽ ἕως μὲν ἐν ἀρχαῖς ἦν ὁ Μηνᾶς τοῦ νοσήματος, καὶ θεραπείας ἐφρόντιζε, καὶ τοὺς ιατρούς μετεπέμπετο, καὶ ποιεῖν αὐτῶν τὰς κελεύσεις ἐσπούδαζεν· ἐπειδὴ δὲ τῷ πάθει προέκοπτε, καὶ ἰατρὸς οὐδεὶς προσκαλούμενος ἤρχετο, εἰδὼς τὸ τοῦ πάθους ἀνίατον, θανάτου τυγχάνειν ἐγλίχετο, ἵνα καὶ οὕτως ἐκφύγῃ τὸ νόσημα. Αλλ' ὡς καὶ τού του πεθῶν οὐκ ἐτύγχανεν, ἐπὶ Κῦρον καὶ Ἰωάννην τοὺς μάρτυρας ἄγεται, δυοῖν θατέρου ἕνεκεν, ἢ ὅτι τοῦτον ἐλεήσαντες οἱ ἅγιοι θεραπεύσουσιν, ἢ ὅτι σπλαγχνισθέντες ἐπ' αὐτῷ περὶ τοῦ θανάτου πρεσβεύουσιν· ὅθεν ἑνὸς τῶν δύο τετύχηκεν, ὑγείας, φημὶ, καὶ τῆς ῥώσεως· καὶ τὴν νόσον διέφυγεν, ἣν ἐκφυγεῖν θανάτου χωρὶς οὐκ ἐνόμιζε. Λέξωμεν δὲ καὶ τὴν ἴασιν· ἀστεία γὰρ αὕτη, καὶ μαρτυρικῆς γέμουσα χάριτος ὁμοῦ καὶ δυνάμεως. Φανέντες γὰρ κοιμωμένῳ τῷ πάσχοντι, καὶ ἰδόντες ἀκριβῶς αὐτοῦ τὰ ἐγκάρδια, καὶ ὡς ποτὲ μὲν βαθυ μῶν ἐπεκαλεῖτο τὸν θάνατον, καὶ γῆν ἤθελεν ὑπερ δύεσθαι, ποτὲ δὲ αὖ περὶ τῆς ὑγείας ἐπρέσβευε, καὶ ζῇν εἰ ξωσθείη προσηύχετο, ἀμφότερα τρόπον τινά ποιεῖν ἐπιτάττουσι· καὶ τὴν ἐῶσιν ὀρέγοντες, καὶ τῇ γῇ διδόντες ἐνθάπτεσθαι. Εἰ θέλῃς γάρ, φησίν, ἀπαλλαγῆς τυχεῖν τοῦ νοσήματος, τοῦ τεμένους απα ρόμενος ἔξιθι,καὶ σεαυτὸν ἔνθαπτε ψάμμῳ τῇ γείτον:. 'Ο δὲ στραφεὶς μετὰ τὸν κάλλιστον όνειρον, θανάτου μᾶλλον ἢ βώσεως σύμβολον τὴν ἐν ψάμμῳ ταφὴν ὑπ ελάμβανεν· ὅμως ἐπειδήπερ ἑκατέρων καὶ θανάτου καὶ ῥώσεως, καὶ μὴ ὁμοίως διὰ τὴν νόσον ὠρέγετο, συντόμως ἐποίει τὸ θέσπισμα, τῆς ἐπωδύνου ζωῆς ἐν προτιμήσει φέρων ἑκάτερα,καὶ τὸν ἀνώδυνον θάνατον, καὶ τὴν ζωὴν τὴν ἄνευ νοσήματος. Εξελθὼν οὖν τὸ τέμενος, καὶ ψάμμῳ χωσθεὶς ὡς κεκέλευστο, καὶ τῆς ῥώσεως ἔτυχεν, καὶ τὴν ἐλπιζόμενον ἔφυγε κίνδυνον. Τῇ γὰρ ψάμμῳ παντελῶς ἐνθαπτόμενος, είχε συνθαπτόμενον αὐτῷ καὶ τὸ νόσημα· ταύτης δὲ μετὰ τὴν ταφήν ἀνιστάμενος, οὐκ εἶχε συνεγειρόμενον αὐτῷ τὸ ἀρ ρώστημα· ἀλλ' οὕτω τὴν ψάμμον διασκεδάσαν ἀν ίστατο ὡς ἐκ μήτρας ἄνευ πάθους προσήρχετο. Καὶ Μηνᾶς μὲν τρόπῳ τοιῷδε τὴν ῥῶσιν ἀπείληφε, καὶ χαριστήριον αἶνον ἀνατείνας τοῖς μάρτυσι χαίρων ὁμοῦ καὶ σκιρτῶν τὴν Λυκίαν κατείληφε· ἡμεῖς δὲ πάλιν τοὺς ἁγίους αινέσαντες, ἄλλην αὐτῶν θαυματουργίαν προσοίσωμεν. ΞΖ'. Περὶ Γεωργίου του πνευματιῶντες καὶ ἑαν τὸν σφάξαντος. Αλλον ἡμῖν ἡ Κύπρος Γεώργιον πρὸς διήγησιν ήγαγεν, καὶ τοῦτον τοῖς προλαβοῦσι δύο συνάπτειν προτρέπεται, ἵν' ἐν τῇ τῶν ἁγίων θαυματογραφίας τρίτον ἐνέγκασα, τοῦτο μείζονος ἀφορμὴν ἀγερωχίας ποιήσαιτο. "Οθεν θαυμάσαντες αὐτῆς καὶ ἡμεῖς τὸ φιλότιμον, καὶ τὴν εἰς τοὺς μάρτυρας εὐπρεπεστά την εὐσέβειαν, καὶ τὸ ἐπὶ τούτοις αὐτῇ σπουδαζόμε τον πολύτροπον καύχημα, τὰς αἰτήσεις πληρώσωμεν.
col. 3653–3654page 116 of 127
PG 87:3653Κεχαρισμέναι γὰρ αὗται καὶ ἡμῖν καθεστήκασιν, καὶ τὴν εἰς αὐτὸν τοῖς ἁγίοις πραχθεῖσιν δύναμιν λέξω μεν, ὑπερβολὴν θαύματος ἔχουσαν, καὶ τὴν χάριν αὐτῶν δι᾿ ἑαυτῆς εἰκονίζουσαν. Κύπριος ἦν ὁ Γεώργιος, καὶ δαιμόνιον ἔσχε ἐπὶ κακίᾳ πολλή γνωριζόμενον· δαιμόνων γὰρ πολλών ὑπῆρχε πολὺ πονηρότατον, καὶ τὰ τοῖς πολλοῖς δρώ μενα κακὰ μόνον αὐτὸ ποιεῖν ἡγωνίζετο· καὶ μεγά λην ἦταν τὸ δεινὸν ὑπελάμβανεν, εἰ φανῇ μικρὸν τῶν ἄλλων ἁπάντων πραότερον· οὕτω δὲ χαλεπὸν καὶ μισάνθρωπον, χαλεπώτερον ἤπερ ἄλλοι διετίθη τὸν ἄνθρωπον, ἐπιπίπτον ἀεὶ καὶ συντρίβον τὸν ἄθλιον, καὶ αὐτοῦ τὰ πολλὰ μανικώτερον αὐτὸν ἐργαζόμενον. Τούτου ποθῶν τὴν φυγὴν ὁ Γεώργιος, εἰς ᾿Αλεξάνδρειαν ἔρχεται, καὶ τὸν νεὼν τῶν ἁγίων κατέλαβε, καὶ τοῦτον κατώκησε μετὰ τῶν ἄλλων ἀσθενῶν διαι τώμενος. Αλλ' ὁ δαίμων ἐκεῖνος ὁ ἄγριος μαρτυρικαῖς χερσὶ μαστιζόμενος, καὶ μὴ φέρων ἔτι τὴν ἐνθάδε Γεωργίου κατοίκησιν, μήτε χωρίζεσθαι τούτου πρὸς αὐτῶν προσταττόμενος, τοιοῦτόν τι μηχανᾶται παγ κάκιστον, καὶ τῆς αὐτοῦ πονηρίας επάξιον, φυγὴν ἑαυτῷ τῆς τῶν ἁγίων μνηστευόμενος μάστιγος. Νυκτικόρακα τὸ καλούμενον ὄρνεον ἐμφωλεῦσαι τῇ στέγῃ πεποίηκεν, καὶ τῶν τόπων ἄνω καθεύδειν τε καὶ καθέζεσθαι, ἐν οἷς ἦν καὶ Γεωργίου τὰ στρώ ματα· ὅθεν ὁ νυκτικόραξ καθήμενος, ἐπ' αὐτὸν ἠκόν τιζεν ἑαυτοῦ τὸ ἀφόδευμα, καὶ πᾶσαν αὐτοῦ τὴν στρῶσιν ἠφάνιζεν. Μαθόντες οἱ τῷ νεῷ διακονούμενοι, εἰς τόπον ἕτερον τὸν ἀσθενοῦντα μετήνεγκαν, τῆς ἀδικίας αὐτὸν ἐλεήσαντες. ᾿Αλλὰ πάλιν τὸ ὄρνεον ὡς ἔκ τινος ἀναγκαίου συνθήματος, ταῖς ἐκείνου στρωμναῖς συμμετήρχετο, καὶ ὡς τούτων τὴν φυλα τὴν προσδεξάμενος, καὶ ταύτας ἐᾷν οὐ δυνάμενος, ἐπάνω πάλιν ἀφώδευε, καὶ σὺν αὐταῖς συχνοῖς τὴν Γεώργιον ἐῤῥύπου τοῖς ἀφοδεύμασιν. Αὖθις δὲ τοῦ του οι θυρωροί κατοικτείραντες, εἰς τόπον αὖθις άλ λον μετέθηκαν· τοῦτο δὲ πεποίηκε καὶ τὸ ὄρνεον, καὶ τῆς μεταθέσως οὐκ ἠμέλησεν· οὐκ οἴκοθεν τοῦτο ποιούμενον (ἔστι γὰρ ἀδιανόητον), ἀλλὰ δαίμονος αὐτ τῷ συνελαύνοντος. Ὡς δὲ πάλιν, μᾶλλον δὲ πολλάκις, εἰ τὴν ὑπηρεσίαν τοῦ τεμένους ποιούμενοι, τὴν ἀῤ ἑωστοῦντα μετέφερον (δεκάκις γὰρ τοῦτο πεπράχασι), καὶ τὸ ὄρνεον ἀκολοθοῦν οὐκ ἐπαύετο, τέλος ἐπαύσαν. το, ἐνέργειαν εἶναι δαίμονος τὴν τούτου συνδρομήν λογισάμενοι. θυμωθεὶς οὖν ἐκ τούτου Γεώργιος, καὶ μάχαιραν εὑρὼν ἐκ διαβολικού δηλονότι συντάγματος, ταύτην ἁρπάσας ὁ δείλαιος κατὰ τοῦ φάρυγγος ήνεγκε, καὶ μεγάλην αὑτῷ τὴν σφαγὴν ἐνειργάσατο· κεντήσας γὰρ πρῶτον τὸν λάρυγγα, πάλιν ἔνθα καὶ ἔνθα τὸ ξίφος ἐκίνησεν, ὡς οὐκ ἀρκούσης της προτέρας πλη γῆς εἰς ἀναίρεσιν, εἰ μὴ καὶ τὸ ξίφος μετὰ τὴν τρῶ σιν καὶ κίνησιν καὶ τὴν πληγὴν ποιήσαιτο μείζονα. “Π, πάνυ διὰ βάθους λαβὼν ὁ τρισάθλιος, πεσὼν εἰ; γῆν ἐκυλίετο, καὶ ἔσκαιρεν ὡς οἱ σφαττόμενοι σκαίο ρουσιν, τὴν ψυχὴν ἀπολλύειν οἰόμενος, καὶ τοῖς παρ οῦσιν θνήσκειν εὐθὺς νομιζόμενος. Ὅπερ οἱ πυλωροί θεασάμενοι, καὶ οἱ τὴν λειτουργίαν τῶν ἁγίων ποιούμενοι, εἰς δέος οὐκ ὀλίγον ἐνέπεσαν, οἰκεῖον ἔγκλημα
col. 3655–3656page 117 of 127
PG 87:3655καὶ μέμψιν τιθέμενοι, τὸ μὴ φυλάξαι τοιαύτης απ εἰ τοὺς ἐγχειρήσεως τὸν ὑπὸ πονηροῦ δαίμονος ἐνεργούμενον· καὶ φοβούμενοι μήπως αὐτοῖς γένηται κίνδυνος, εἰς τὰς γείτονας κώμας διέτρεχον, ιατρούς προτο καλούμενοι, εἴ πως δυνηθείη, βαφαῖς τὸ τραύμα συν άψαντες, σῶσαι, μήπω θανόντα τὸν ἄνθρωπον, καὶ αὐτοὺς σὺν αὐτῷ κινδυνεύοντας. Ενὸς δὲ μόνου κατά τὸ Ἡράκλειον εὐπορήσαντος, καὶ πολλαῖς αὐτὸν παρακλήσεσι πείσαντες, εἰς τὸ μαρτύριον ἤγαγον· ἐς τὴν πληγὴν θεασάμενος θανατηφόρον τυγχάνουσαν, ἀνεχώρησεν οὐκ ἐγχειρήσας τῷ πράγματι, φόβῳ μετ γάλῳ κρατούμενος καὶ τεθηπὼς, πῶς οὔπω τέθνηκεν ὁ Γεώργιος ὁ ταύτην ἐπ' αὐτῷ [πληγήν] παρασχόμενος· ἥ τε γὰρ πνοὴ δι' αὐτῆς ἀνεδίδοτο, καὶ πάλιν ἡ εἰσπνοὴ δι' αὐτῆς ὑπεισήρχετο· ὁμοίως τά τε βρώ ματα ἐκεῖθεν ἐποιοῦντο τὴν ἔξοδον. Οἱ δὲ μάρτυρες νυκτός ἀφικόμενοι, τῷ μὲν οἰκονόμῳ καθεύδοντι τὴν ἰατρείαν ἐπέταττον οἶνος Εν αὕτη καὶ ἔλαιον δι' ἧς ὁ Κύριος τὸν εἰς ληστὰς ἐμ πεσόντα διέσωσεν, οἶνον αὐτοῦ τοῖς τραύμασιν ἐπι χέων καὶ ἔλαιον)· δι' ἧς καὶ τοῦ Σωτῆρος οἱ μιμηταὶ Γεώργιον βύονται, οὕτω ποιεῖν Χριστοδώρῳ θεσπίσαντες. Καλοέτην δέ τινα θυρωρόν κατεσχηκότες εμπ στιζον, φραγέλλιον ἐκ σχοινίου μακρὸν ἐργασάμενοι αὐτὸς γὰρ ἦν ὁ τὸν ἰατρίσκον ἐκεῖνον ἐνέγκας αὐτῶν εἰς τὸ τέμενος· καὶ ταῦτα μαστίζοντες ἔλεγον· Οὐκ οἶδας ὅτι τοῦ κόσμου παντὸς ἰατρεῖον ἡμῶν ὁ οἶκος καθέστηκεν; οὐκ οἶδας ὅτι Χριστὸς ἡμᾶς ιατρούς τοῖς πιστοῖς ἐχαρίσατε; οὐκ οἶδας ὅτι σε πυλῶν θανάτου ἡμεῖς ἀφηρπάσαμεν; Τίνος οὖν ἕνεκεν ἰατρὸν ἡμῖν, ἕτερον ἰατρείας ἡμετέρας δεόμενον εἰς ἡμέτερον οξ κον ἐκόμισας; Καὶ καλῶς αὐτὸν βασανίσαντες εἴασαν, μηκέτι τι τοιοῦτο ποιεῖν ἀπειλήσαντες. Είποιεν δ᾽ ἂν οἱ ἀκούοντες, ὡς εἰκότως αὐτὸν ἐμαστίγωσαν, εἰ τὴν ἐπ' αὐτῷ γινομένην τοῖς ἁγίοις ἐνέργειαν μάθοιε Κινδυνεύοντα γὰρ αὐτὸν ἐκ τοῦ πνεύμονος, καὶ ἐν ᾅδου πύλαις συνεχῶς αὐλιζόμενον, καὶ μηδεμίαν ἐξ Ιατρῶν ἐλπίδα σωτηρίας ευρίσκοντα, ἀλώην μόνην οἱ μάρτυρες πιείν δεδωκότες ιάσαντο. Καὶ οὐ ταύτης ἕνεκα μόνον ἐμάστιξαν ὡς ἀμνήμονα, ἀλλ' ὅτι καὶ τοσούτους ὁρῶν θεραπείας τυγχάνοντας, καὶ τῆς τῶν ἁγίων πανσθενοῦς ἀρωγῆς ἀπολαύοντας, ὡς ἀσθενούν των αὐτῶν πρὸς σωτηρίαν καὶ λύτρωσιν, ἰατρὸν ἀγα γεῖν ἐπεχείρησεν ἕτερον. Οὕτω μὲν οὖν ὁ Γεώργιος καὶ τὴν μανίαν τοῦ δαίμονος, καὶ τὴν ἑαυτοῦ μια φόνον ἐγχείρησιν ἔφυγεν. Ἡμεῖς δὲ, καὶ ἐπὶ τοῦτο τους ἁγίους ὑμνήσαντες, ἄλλο τεράστιον τῆς αὐτῶν μεγα λουργίας συγγράψωμεν. ΞΗ'. Περὶ Ιωαννίας τῆς ἐκ περιεργείας στην φουμένης. Πολλοὺς τὸ κάλλος ἀπώλεσεν, καὶ ἡ ὥρα τοῦ σώ ματος ελυμήνατο, φθόνῳ χαλεπῷ περιπέσαντας, καὶ γεγονότας βασκανίας δεινῆς παρανάλωμα· φθονείται γὰρ ἀεὶ τὰ καλὰ καὶ τὰ κρείττονα, καὶ φθονερῶν ὄμμασι καταλύεται. Τοῦτο δὲ καὶ οἱ καλοὶ τὰς ψυχὰς καὶ τὰ σώματα πάσχουσιν, εἰ μὴ ἔχοιεν Θεὸν τῆς αὐτ τῶν ὡραιότητος σωτῆρα καὶ προστάτην καὶ φύλακα. Εἰ γὰρ ἀδάμαντα τὸν στερέμνιον, τὸν λίθων ἐπαινουμένων τιμιώτερον, τὸν χαλκῷ καὶ σιδήρῳ λεγόμενον
col. 3657–3658page 118 of 127
PG 87:3657ἄθραυστον, ὀφθαλμοὶ βασκάνων ἐκτήκουσι, τί ἂν ἀν θρώπειον σῶμα μὴ πάθοιεν βασκάνοις εἰς ἔργον προ κείμενον; οἵτινες ὅτε καὶ βολαῖς ἐμμάτων μὴ φθίνουσι τὸ φθονούμενον, ἄλλοις αὐτὸ φθείρειν ἐργάνοις σπουδάζουσιν· ὅ καὶ Ἰωαννία μικροῦ δεῖν ὑπέμεινεν, εἰ μη Χριστὸν καὶ τοὺς μάρτυρας τῆς οἰκείας ζωῆς εὕρατο φύλακας· λέξωμεν δὲ καὶ τὸν φθόνον τῷ γράμματι, καὶ τῆς ἐκ τοῦ φθόνου βλάβης τὴν ἴα σ:ν. Ἱερᾶς πόλεως τῆς ἐν Συρίᾳ τὸ γύναιον ὤρμητο, ἢ καὶ εὐπρέπειαν ἐκέκτητο σώματος, καὶ γονέων εξ χεν εὐγένειαν, καὶ πλοῦτον τὸν ἐπαύξοντα τὰ ἀμφό τερα· εἰς τὴν τῆς Παλαιστίνης δὲ Καισάρειαν γήμα σα, οὐ διὰ γένος καὶ χρήματα, ἀλλὰ δι' εὐμορφίαν μετήρχε το σώματος. Ἐν Ἱερᾷ πόλει γὰρ ὁ δισκούρσωρ Θεόδωρος, ὁ Καισαρείας χρηματίσας ἀνθύπατος, Καισαρείας τῆς ποτε Πυργοστράτωνος καλουμένης ὁρμώμενος, ταύτης διὰ κάλλος καὶ μόνον συνήπτετο. Ἐλθεύτης δὲ σὺν αὐτῷ εἰς Καισάρειαν, αἱ τοῦ γήμαντος ἀδελφαὶ διὰ ζῆλον ἐφθόνησαν, ἑαυτῶν κρείττονα ταύτην θεώμεναι· καὶ φθονήσασαι, τὴν Ἰωαννίαν φαρμάσσουσιν, θανατηφόρον αὐτῇ φάρμακον ἐμβα λοῦσαι τῇ κύλικι, καὶ πιεῖν ἀγνοούσῃ προσενεγκά μεναι. Ἡ δὲ τὸ μὲν φάρμακον ἔπιεν, τὸν δὲ παραυτίκα θάνατον ἔφυγε, Θεοῦ τοῦτον διαδρᾶναι κελεύσαντος· ἐν γαστρὶ δὲ τὸ φάρμακον ἔχουσα, στρόφους ἀνενδότους ὑπέμενεν, ὡς ὄφεων αὐτῆς κατεσθιόντων τὰ ἔντερα. Εντεῦθεν ἀφόρητα πάσχουσα, καὶ τὸν ἰα τρὸν οὐχ εὑρίσκουσα, εἰ καὶ μυρίοι ταύτης κα τροὶ πρὸ; ἐπίσκεψιν ἤρχοντο, οὔτε συνήθους τροφῆς μετελάμβανεν, οὔτε πομάτων ἠνείχετο, οὐχ ὕπνων ἡδέως ἀπήλαυεν, οὐ βαδίζειν ὀρθίως ἢ καθέζεσθαι συνήθως ἐδύνατο, ἀλλὰ κάτω νεύουσα, καὶ τὴν ἑαυ τῆς κοιλίαν ταῖς ἀγκάλαις κατέχουσα, καὶ ταῖς ἀλγη δύσιν οιμώζουσα πάσας τὰς ὥρας διήνυεν. Καὶ οὕτω κατὰ βραχύ καταῤῥέουσα τέθνηκεν, εἰ μή τινες αὐτὴν ἐλεήσαντες, τὰς Κύρου καὶ Ἰωάννου δυνάμεις ἀπήγγελλον, καὶ τὰ πρὸς αὐτῶν γινόμενα τέρατα. Η δὲ τούτων ἀκούσασα, καὶ τοῖς ἀγγελθεῖσιν πιστεύσασα, τὴν ᾿Αλεξάνδρου πόλιν κατέλαβεν, καὶ τῷ τῶν μαρτύρων νεῷ προσεπέλασε, καὶ περὶ τῆς φώσεως αὐτοὺς ἐλιτάνευεν. Οἱ δὲ Θεοῦ φιλανθρωπίαν μιμούμενοι, δεινῶς αὐτὴν ἀπολλυμένην ἡλέησαν· καὶ κοιμωμένην φανέντες ἠλέησαν τοῖς ὁράμασιν τοῦ πάθους αὐτῇ τὴν θεραπείαν ὀρέξαντες· φακὸς ἦν αὕτη τὸ ἔσπρεον εψώμενον καὶ τρωγόμενον, καὶ πά λιν ἐν λουτρῷ τῇ πασχούσῃ γαστρὶ προσπλασσόμε νον. Ἡ δὲ τὸ κελευσθὲν θᾶττον μετὰ τὴν ὄνειρον ἔπραξεν· καὶ τοῦτον ἡ γαστήρ ἔσωθέν τε δεξαμένη καὶ ἔξωθεν, ἅπαν εὐθὺς τὸ προποθεν δηλητήριον ἔμησεν, ἐπὶ τὴν ἐπιφάνειαν αὐτὸ τὴν ἑαυτῆς ἀναβράσασα· καὶ τούτου γεγονότος, μικρὸν αἱ ἀλγηδόνες ἐπαύσαντο. Ἐπιφανέντες δὲ πάλιν οἱ ἅγιοι τελείαν αὐτῇ τὴν ὑγείαν χαρίζονται, πάστελλον αὐτὴν ἐσθίειν ὀρέξαντες (εἶδος τοῦτο πλακοῦντος καθέστηκεν), καὶ ψαλμόν τινα δόντες τῶν εἰς αὐτοὺς λεγομένων γε γραμμένον ὡσεὶ εἰ; πιττάκιον, καὶ λέγειν αὐτὸν συν
col. 3659–3660page 119 of 127
PG 87:3659εχῶς ἐπιτρέψαντες. Ἡ δὲ φαγοῦσα τὸν πάστελλον, καὶ τελείας τυχοῦσα τῆς ῥώσεως, καὶ τὸν ὕμνον ὑμνήσασα, καὶ τοῦτον ἀεὶ μελῳδεῖν ὑποσχομένη τοῖς μάρτυσιν, ἐπὶ Παλαιστίνην καὶ Καισάρειαν ώδευσεν. Ἡμεῖς δὲ καὶ νῦν τοὺς ἀθλοφόρους ὑμνήσαντες, ἐφ' ἑτέραν αὐτῶν πανύμνητον πρᾶξιν ὁρμήσωμεν. ΕΘ'. Περὶ Ἰωάννου τοῦ τυφλοῦ. Μέχρι τίνος τὸν κάλαμον σκύλλωμεν, καὶ τὴν δε ξιὰν πρὸς τὸ γράφειν ἐλαύνωμεν, καὶ τὴν φωνὴν πρὸς τὸ βοᾷν διεγείρωμεν; Κέκμηκεν γὰρ ὁ κάλα μος, καὶ ἡ χεὶρ ἔτι τρέχειν οὐ δύναται, καὶ ἡ φωνὴ σὺν τούτοις ἠσθένησεν, τῆς συντονίας παυσαμένη καὶ λήξασα· καίτοι τοῦ σοφοῦ Σολομῶντος γεγραφί τος μανθάνομεν, ὡς «Τὸ σπαρτίον τὸ ἔντριτον, οὐ τα χέως διαῤῥαγήσεται. «Ταῦτα δὲ καὶ τρία τυγχάνοντα, καὶ ἐν ἔχοντα βούλημα, καὶ μιᾶς γνώμης υπαρχον τα, καὶ σκοπὸν ἕνα στησάμενα, Κύρου καὶ Ἰωάννου κηρύξειν τὰ θαύματα, καὶ ῥῆξιν ὑπέμειναν, καὶ κόπῳ βέβληνται, καὶ καμάτῳ πεπτώκασιν, καὶ τὴν ἧσταν ἐνδέδονται, πρὶν ἢ κηρύξαι τι τῶν ἁγίων ἐπάξιον, ἢ τῶν ἀξιαγάστων αὐτῶν τεράτων βραχύ πώς τι μόν ριον· βοᾷν δὲ καὶ μόνον ἰσχύουσι, τῆς οἰκείας ἀσθε νείας τὸ μέγεθος· ὅθεν καὶ τὸ παρὸν θαῦμα βιαίως κηρύξαντα, ἐν τῷ μετὰ τοῦτο τέρατι παύσονται, πολλὰ τοὺς ἁγίους αἰτήσαντα, συγγνώμην αὐτοῖς συν ἀμνηστεία δωρήσασθαι προπετοῦς καὶ μεγίστου τολμήματος. Νῦν δὲ τέως τούτων ἀφέμενοι, τὰ κατὰ Ἰωάννην ο πρὸς δύναμιν λέξωμεν, καὶ τοῖς ἀκούουσι ποιητώ μεθα γνώριμα. Ῥωμαῖος οὗτος ἐτύγχανεν, οὐ πό λεως ὑποφόρου Ρωμαίοις ορμώμενος, ἀλλὰ Ῥώμην αὐτὴν τὴν πρώτην αὐτῶν βασιλεύσασαν, πατρίδα καὶ πόλιν κτησάμενος· καὶ Ῥώμη γὰρ ἀληθῶς ἐπεθύμησε τῇ οἰκείᾳ καὶ τοῦτο προσθεῖναι λαμπρότητι, τὸ Κύ ρου καὶ Ἰωάννου τοῖς θαύμασιν ὡς θειοτέροις τισὶ ἐγκαλλωπίζεσθαι, πολὺ ταῦτα λαμπρότερα στεφάνων καὶ σκήπτρων καὶ πορφυρίδος γιγνώσκουσα. Ταύτα μὲν γὰρ ἐκ γῆς τήν γένεσιν ἔχοντα, πάλιν εἰς γῆν ἀναλύεται· τὰ δὲ τῶν μαρτύρων χαρίσματα ἄνωθεν ἐξ οὐρανοῦ καταγόμενα, καὶ θείᾳ δυνάμει τικτόμενα, ἀνάλυσιν τὴν εἰς γῆν οὐκ εἰσδέχεται· τῇ Ῥώμῃ γεν μὴ φθονήσωμεν τῆς ἐφέσεως, ἢ τῶν γηΐνων τὴν εξ κλειαν ἔχουσα, καὶ τῶν οὐρανίων τῆς δόξης ὀρέγεται ἀλλ᾽ Ἰωάννην τὸν ἐκ ταύτης εἰς μέσον καλέσαντες, διὰ τούτου τὸν πόθον αὐτῆς ἐκπληρώσωμεν. Οὗτος ὀφθαλμῶν ἀσθενείᾳ τὸ πρῶτον κατέχεται, δι' ἣν ἰατροῖς ὄχλος ἐγίνετο, ἀποθέσθαι μὲν ποθῶν τὴν ἀσθένειαν, ἀναλαβεῖν δὲ τὴν πρὸ ταύτης ἀπάθεια», δ παντὸς ἀσθενοῦντος καθέστηκε γνώρισμα. ᾿Αλλὰ τού του τυχεῖν οὐ δεδύνηται, πολλὴν ἰατρῶν ἀμοιβήν ποιησάμενος· ἀεὶ γὰρ διώκων τὸν κρείσσονα, χείμον ἐποίει τὸ νόσημα· καὶ τὸν ἐν τούτοις περίβλεπτον ἀσπαζόμενος, ἄβλεπτος αὐτὸς κατ' ὀλίγον ἐγένετο μέχρις οὗ τοῖς ἐμφανέσι καὶ λαμπροῖς προσιών, ἀφανὴς καὶ ἀλαμπὴς διαμπὰς ἀποδείκνυται· κα!
col. 3661–3662page 120 of 127
PG 87:3661τάχα οὐκ ἂν οὐδὲ τότε τῶν ἰατρῶν τὰς χεῖρας διέφυγεν, εἰ μὴ κενωθὲν τὸ βαλάντιον, τὴν τῶν ὀφθαλμῶν ἐφανέρωσε τύφλωσιν· σὺν τῷ γὰρ ὀφθαλμιαίῳ φωτὶ καὶ τὸ βαλαντιαῖον φέγγος ἐξέλιπεν· οὗπερ ἀνιάτως νοσήσαντος, καὶ ῥῦσιν λαβεῖν οὐδεμίαν ἰσχύοντος, νοτεῖν καὶ αὐτὸς ἀνιάτως ἐμάνθανεν. Εως μὲν γὰρ ἦν ἀδρὸν τὸ βαλάντιον, θάρσει, πρὸς τῶν ἰατρῶν συχνότερον ήκουεν, καὶ λύπην μηδαμῶς μηδὲ μέριμναν κέκτησο· θᾶττον γάρ σε καλῶς βλέπειν ἐλπίζομεν. Ἐπειδὴ δὲ τὸ βαλάντιον τὴν κένωσιν πέπονθεν (συν εῤῥύηκε γὰρ καὶ τοῦτο τοῖς ὄμμασιν), πάσχει καὶ αὐ τὸς σὺν τούτῳ τὴν στέρησιν, ἣν προπεπονθὼς τῶν ὀμμάτων ἐτύγχανεν. "Απελθε, πρὸς αὐτῶν ἐπυνθάνετο, μηδείς σε θνητῶν ἀπατήσειεν, λέγων ὡς ὄψει τὸν ἥλιον· αἱ κόραι γάρ σου διέρρευσαν, καὶ ἀλλήλοις ἐπάγη τὰ βλέφαρα. Ορα μηδείς σου φάγοι τῶν ἰα τρῶν τὸ ἀργύριον, μόνοις σε ποιῶν τοῖς λόγοις εὐέλ πιῖα, εὐόμματον δὲ ποιεῖν οὐ δυνάμενος. Ταύτας Ιωάννης τὰς ἀποφάσεις δεξάμενος, ἔτι περ ἐνοχλεῖν ἰατροῖς οὐκ ἠδύνατο, οὐκ ἐπειδὴ μόνον ὡς οὐκέτι βλέψοι μεμάθηκεν, ἀλλ' ὅτι καὶ χρημά των ἐχήρευε, δι' ὧν ἰατροὺς θεραπεύσειεν. Ἐν τούτῳ γεγονώς καταστάσεως, Ιατρῶν πλεῖον δυνάμενον, καὶ γνώμην ἰατρῶν χρημάτων οὐ χρήζοντα ἔχοντα, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸν ἄῤῥωστον τρέφοντα· ὅπερ ἐπιζητῶν σπουδαιότερον, κατὰ τὴν σωτήριον εὕρισκε πρόῤῥησιν, καὶ κροτῶν συντονώτερον, θύρας ἠνεῳγμένης ἐτύγχανεν. Κῦρον γὰρ οὐκ εἰς μακρὰν καὶ Ἰωάννην ἐν ᾿Αλεξανδρείᾳ πυνθάνεται οἵους εὑρεῖν ἐθέλοι καὶ γλίχεται, πιστῶν αὐτοῦ νοσημάτων δυνά μεως κρείσσονας. Καὶ τοῦτο μαθών, μᾶλλον δὲ πει σθεὶς, ἐπειδήπερ ἐκ φήμης αὐτὸ προεγίνωσκε, θάτ τον τοὺς ἁγίους κατέλαβεν, ὅρον ἀσάλευτον θέμενος, μὴ εἰσελθεῖν αὐτὸν τὸ σεβάσμιον τέμενος, εἰ μὴ φῶς θεάσοιτο πρότερον, καὶ τῶν ὁμμάτων ἀποβάλοι τὴν πήρωσιν· καὶ τὸν οἰκεῖον ὅρον μετὰ δοκιμὴν οὐ με τρίαν ἐπλήρωσεν, τὸ Ωμοσα καὶ ἔστησα, λέγων συχνά τερον, καὶ τὰ ἐκπορευόμενα ἐκ τῶν χειλέων μου οὐκ ἀθετήσω, μετὰ τοῦ Μελογράφου βοώμενος. Πρὸ γὰρ τῆς τοῦ νεὼ θύρας ἐκάθητο, ἀνέκειτο, ἤσθιεν, ἐκάθε ευδεν· ἐν ὥρᾳ μὲν θέρους καυσούμενος, ἐν καιρῷ δὲ χειμῶνος πηγνύμενος· καὶ ποτὲ μὲν ὑετοῖς λα βροτέροις βρεχόμενος, ποτὲ δὲ σφοδροτέραις ἀκτῖσι φλεγόμενος, ὑπὲρ κεφαλῆς ἔχων τὸν ἥλιον ἡμέρας συγκαίοντα, καὶ νυκτὸς τὴν σελήνην ἐκλύουσαν. ΠΟΠ Οὕτω δὲ χρόνους ὀκτὼ διατελέσας ὑπαίθριος, καὶ τὴν οἰκείαν οὐκ ἀτιμάσας ἀπόφασιν, οὐδ᾽ ἀτιμάσαι προσδοκήσας εἰς ἔπειτα, ἢ ποιήσασθαι τὴν ἐκεῖθεν ἀπόβασιν, εἰ καὶ μέχρι θανάτου τυφλὸς ἐξετάζοιτο. Οθεν ἐπαίνων μὲν τῆς οὕτω σταθερᾶς τοῦ λογισμοῦ καὶ βεβαίας κρίσεως ἄξιος, παρὰ πᾶσι τοῖς εἰδόσιν ἐκρίνετο, παρὰ τοῖς μάρτυσι καὶ τελείας ἰάσεως. Ἐπιστάντες γοῦν αὐτῷ νυκτός, ὡς ἐκάθευδεν, τὴν ὑγεία, παρέχουσι, καὶ τὸ βλέπειν χαρίζονται, λόγοις ΝΟΤΑ.
col. 3663–3664page 121 of 127
PG 87:3663φαρμάκοις οὐ παραγγείλαντες χρήσασθαι. Πῶς δὲ ἡ ποίῳ τρόπῳ τοὺς ὀφθαλμοὺς ἀνοίξαντες ἐκκαθαίρουσιν, οὐκ ἐμάθομεν. ᾿Αναστὰς γὰρ μεθ᾽ ὕπνον τοῦ στρώματος, κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσότατον, καὶ λαβὼν σινοπίδιον (χρῶμα τοῦτο φλογί παραπλήσιον, ταῦτα τῷ τοίχῳ τῷ πρὸ τῆς πύλης του τεμένους Ενθα κατέκειτο γέγραφεν·. Ἐγὼ Ἰωάννης πόλεως τῆς Ρώμης ορμώμενος, τυφλὸς ὀκτὼ χρόνους γενό μενος, ἐνθάδε διὰ τῆς τῶν ἁγίων Κύρου καὶ Ἰωάν νου δυνάμεως προσκαρτερήσας ἀνέβλεψα» Και ταῦτα χαράξας τῷ χρώματι, εἰσελθών τε βλέπων εἰς τὸν νεών ὡς συνέθετο, καὶ τὰς λιτὰς ἀνατείνες τοῖς μάρτυσιν, πρὶν ὑπὲρ γῆν ἥλιος γένηται, καὶ τοὺς ἐπὶ γῆς ταῖς ἀκτῖσι φαιδρύνειεν, ἐκεῖθεν πιστῶς ἀν εχώρησε, τῆς οἰκείας εὐνοίας μνημόσυνον καὶ μαρτυρικῆς χάριτος κήρυκα τὸ ἐν τοίχῳ γράμμα πηξί μενος. Ἡμεῖς δὲ τούτου τὴν ἀνάβλεψιν φήσαντες, καὶ τὴν ὑπὲρ ταύτης ᾠδὴν τοῖς ἁγίοις ἀνάψαντες, ἐφ' ἑαυτοὺς τὸν κάλαμον στρέψωμεν, καὶ τὴν τῶν ἡμε τέτων ὀμμάτων ῥῶσιν χαράξωμεν, τελευταίαν αὐτὴν τῶν γραφέντων θαυμάτων ποιούμενοι. τοῦτο κελεύσαντε;, καὶ τῶν ὀμμάτων ἀψάμενος, καὶ Ο. Περὶ Σωφρονίου μοναχοῦ τοῦ συγγράψαντος, παθόντος τοὺς ὀφθαλμοὺς ἐπιχύσεως. Μεγάλη καὶ λαμπρὰ τοῦ δαιμονῶντος ἡ εὔνοια, τοῦ πρὸ τελευτῆς οἰκοῦντος τὰ μνήματα, ὡς τὸ θεῖον αὐτῷ μεμαρτύρηκε λόγιον. Πρὸς τοῦ Σωτῆρος γὰρ οὗτος τὴν ῥῶσιν δεξάμενος, καὶ φυγὼν τοὺς ἀφειδώς αὐτὸν ἐκβακχεύοντας δαίμονας (λεγεῶνα γὰρ ἔσχε πολλῶν δαιμονίων πονηρότατον άθροισμα), Χριστού τοῦ σεσωκότος οπαδὸς ἡβούλετο γίνεσθαι· καὶ μὴ δυνηθεὶς ταύτῃ τὴν πρὸς αὐτὸν εὔνοιαν ἐπιδείξασθαι (παρεκάλει γὰρ αὐτὸν ὁ δαιμονισθεὶς, ἵν' ᾗ μετ' αὐτ τοῦ· ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν· ἀλλ' ἀπιένα κελευσθείς, καὶ τοῖς οἰκείοις ἀπαγγέλλειν τὸν ἐπ' αὐτῷ σωτήριον ἔλεον, κήρυξ ἀπελθὼν ἄοκνος καὶ φιλότιμος ἐν τῇ Δεκαπόλει τοῦ Σωτῆρος ἐγένετο, ἀγνωμοσύνης ίδιον λογισάμενος, εἰ μόνοις οἰκείοις τὸν εὐεργέτην, καὶ μὴ πᾶσιν τοῖς εἰδόσιν αὐτὸν ἀσθε νοῦντα κηρύξειεν. Διὸ μηδεὶς ἡμᾶς βαλλέτω ταῖς μέμψεσιν, εἰ τού του μιμηταί γενέσθαι θελήσαιμεν, καὶ τοὺς μετὰ Θεὸν ἡμῶν εὐεργέτας Κῦρον καὶ Ἰωάννην κηρύξαι μεν, καὶ τὴν δωρεὰν τῷ γράμματι γράψωμεν· ἐπεὶ μηδέπω τις τὸν λεπρόν διεμέμψατο, ὃν τῆς λέπρας ὁ Χριστὸς ἐκαθάρισεν, μηδὲν λέγειν περὶ τῆς θερα πείας ἀκούσαντα, μόνον δὲ τὸ δῶρον κατὰ τὸ Μωϋ σέως προσάγειν ἐπίταγμα, πανταχοῦ τὸν Δεσπότην κηρύξαντα, καὶ τὴν ἑαυτοῦ φημίζοντα κάθαρσιν, καὶ σιγᾷν ὡς κεκέλευστο μη θελήσαντα. Οὓς καὶ ἡμεῖς δι' εὐγνωμοσύνην ζηλώσαντες, τὴν θεραπείαν οὐ κρύψωμεν, ἀλλὰ γιγνόμεθα ἁγίων εὐγνώμονες ΝΟΤΑ.
col. 3665–3666page 122 of 127
PG 87:3665κήρυκες, καὶ τὰ καθ᾿ ἑαυτοὺς τοῖς προλεχθεῖσιν ἐπ-; ἄγωμεν· καὶ Χριστὸν αὐτοὶ τὸν ἑαυτῶν παιδευτὴν ἐκμιμούμενοι, μηδενὶ μηδὲν ἡμᾶς λέγειν ἐθέλωσιν λέξωμεν δὲ ὄνομα, καὶ πόλιν, καὶ πατρίδα, καὶ φροντιστήριον, ὅθεν τε ἔφυμεν, καὶ ὅπη Θεοῦ βουληθέντος ετάχθημεν, καὶ ἐπὶ τούτοις ὀφθαλμῶν τὴν ἀσθέ νειαν, καὶ τὴν θείαν τῶν ἁγίων ἐπίσκεψιν, ὡς ἐπὶ τῶν προλαβόντων ἐδράσαμεν, πλεῖον οὐδὲν ἑαυτοῖς χαριζόμενοι, ἀλλὰ καὶ ταῦτα χαράττοντες, τῆς τῶν ἐντυγχανόντων γνώσεως ἕνεκεν· οὗ δὲ χάριν ἑαυτοὺς τελευταίους ἐτάξαμεν, ὕστερον λέξωμεν, ἐπειδὰν τὸ πάθος καὶ τὴν ἴατιν γράψωμεν. Εστι μὲν ὄνομα τῷ γεγραφότι Σωφρόνιος, πόλις Δαμασκὸς ἡ μητρόπολις (37-38), πατρὶς ἡ Φοινίκη, οὐχ ἡ παραλία, ἀλλ᾽ ἡ Λιβάνου τοῦ ὄρους ἐπώνυμος, *; ἔστι Δαμασκὸς ἡ ἀρχαία μητρόπολις· τὸ δὲ μου ναστήριον ὅπερ ὁ ἱερὸς Θεοδόσιος, ὁ πάντων τῶν Πα λαιστιναίων μοναστῶν τῶν τε πρὸ αὐτοῦ, τῶν τε μετ' αὐτοῦ, δι' ἀρετὴν ἡγησάμενος, ἀνὰ τὴν ἔρημον τῆς ἁγίας Χριστοῦ Θεοῦ ἡμῶν πόλεως ίδρυσεν ἐν ᾿Αλεξανδρείᾳ γοῦν γεγονὼς ὁ Σωφρόνιος δι' αι τίαν ἧς οὐκ ἀνάγκη μεμνῆσθαι τῷ γράμματι, τοὺς ὀφθαλμοὺς ἀμφοτέρους ἠσθένησεν οὐκ ἐπ' ὀλί γα; δὲ μόνας ἡμέρας ἔσχε τὸ νόσημα, ἀλλ' ἐπὶ μῆνας οὐκ ὀλίγους ἐτρύχετο· καὶ μὴ φέρων τῶν ἀλγηδόνων τὸ πέλαγος (ἄτακτον γὰρ τὸ πάθος ὑπ-. έμενεν), τοῖς ἀρίστοις ἑαυτὸν ἰατροῖς ἐπεδείκνυεν, καὶ μάλιστα τοῖς περιττόν τι τῶν ἄλλων ἔχειν νομίζουσιν ἔν τε λόγοις καὶ σχήμασιν. Οἱ συχνῶς πρὸς τὸν ἀέρα τὸν πάσχοντα σύροντες, καὶ τὰς κόρας πρὸς τὰς ἡλιακὰς ἀκτῖνας σκεπτόμενοι, τὰ μὲν πρῶτα ἀλλαγὴν ἀέρος τὸ τοῦ πάθους ἔλεγον αἴτιον· εὐθὺς γὰρ μετὰ τὴν ἄφιξιν ὑπέστη τοῦτο Σωφρόνιος. Ὡς δὲ διέτεινε τὸ ἀρρώστημα, πρὸς ξηροφθαλμίαν απο τοῖς μετεπλάττετο, οὐ ξένους αέρας αἰτίαν, ἀλλὰ δυσκρασίαν ἔχων τοῦ σώματος· ὅθεν καὶ τὰ σμικρύνοντα τὸ σῶμα προσέταττον, ὡς διὰ τούτων ἰώμενοι τοὺς τοιῷδε νοσήματι περιπίπτοντας. 'Αλλ' ὡς οὐδὲν διὰ τούτων ἀνύειν ηδύναντο, καίτοι πρὸς πάντα πειθήνιον τῆς ἀνάγκης ἕνεκα τὸν ἄῤῥωστον ἔχοντες, ἐπὶ τὴν ἀνιάτρευτον ἐπίχυσιν καὶ πλατυκορίαν κατ έφευγον. Οἱ μὲν γὰρ ταύτην, οἱ δὲ τὴν ἄλλην τὸ πάθος ὠνόμαζον ἀέρων οθνείων κακωμάτων δυσκρασίας ἀφέμενοι· καὶ τὸ μὲν πρότερον ἀλλήλοις όμο φώνουν, ἑαυτοῖς δὲ τῶν ὀνομάτων ἐναλλαγαῖς δι εμάχοντο· ὕστερον δὲ, καὶ τὸν πρὸς ἑαυτοὺς καὶ τὸν ΝΟΤΑ. ένας, εναῖς, ἐναῖς
col. 3667–3668page 123 of 127
PG 87:3667πρὸς ἀλλήλους ἤραντο πόλεμον, εἰς τοῦτο καὶ μόνον συνάδοντες, εἰς τὸ τῶν παρ' αὐτῶν λεγομένων παθών ἀθεράπευτον. Τοῦτο μαθὼν ὁ Σωφρόνιος, καὶ ὡς οὐδεμίαν ἔχοι πρὸς ἀνθρώπων βοήθειαν, ἔγνω σαφῶς ὡς ἰατροὶ οὐ μὴ ἀναστήσουσιν, ὡς ὁ μέγας Ησαΐας περὶ αὐτῶν προεφήτευσεν· ἀεὶ δὲ τῶν Κύρου καὶ Ἰωάννου δω ρεῶν πυνθανόμενος, καὶ οἷα θαύματα πράττουσιν ἐπ' ἀμυθήτοις ἀκούων νοσήμασιν, ἐπ' αὐτοὺς μετά πίστεως ἔξεισιν, μεθ᾿ ἧς οἱ πρὸς αὐτοὺς ἀπερχόμενο πᾶν ὅπερ ποθοῦσι κομίζονται, ἀμοιβαίους αὐτ τοὺς ἐν ἀγαθοῖς περιττεύοντας, τῆς εἰς αὐτοὺς εὐ ρίσκοντες πίστεως. Οι καὶ τότε νοσοῦντα Σωφρόνιον, καὶ εἰς αὐτοὺς ὁλοψύχως πιστεύοντα βλέποντες, τῆς οἰκείας αὐτὸν ἀξιοῦσιν ἰάσεως, καὶ πρῶτον μὲν ἅπαντα τὸν τῶν ἰατρῶν φλήναφον ὁρισμὸν ἀνατρέψαντες, καὶ τὸν πάσχοντα πείσαντες, ὡς οὐδὲν πεί σεται ὧν ἰατροὶ τὸ τελευταῖον ἐφθέγξαντο, μετὰ ταῦ τα τὴν ὑγείαν χαρίζονται, ἣν ἐκεῖνοι παρασχεῖν οὐκ ἡδύναντο. Ἐπιστάντες οὖν αὐτῷ καθ᾿ ὕπνους ἀμφότεροι (τρίτη δὲ ἡ νὺξ ἀφ' ἧς παρεγένετο), οὕτως αὐτῷ περὶ τῆς τῶν μελλόντων ἀπαθείας τὴν πίστιν ἐνέθηκαν. Μο ναστοῦ μὲν ὁ εἰς σχῆμα θεῖον ἡμφίεστο, καὶ Ἰωάν νῃ τῷ πνευματικῷ Πατρὶ καὶ διδασκάλῳ τοῦ νο σοῦντος ώμοίωτο, συντείνοντι καὶ αὐτῷ κατὰ τὸν μαρτυρικὸν σηκὸν, καὶ περὶ τοῦ μαθητοῦ καὶ παιδὸς ἱκε τεύοντι. Κῦρος ὁ μάρτυς ἐτύγχανεν, ὁ τοῦ πατρὸς τὴν μορφὴν ὡς μοναχὸς ἀνελόμενος, καὶ στολὴν μου ναστοῦ περιθέμενος· Ἰωάννης δὲ ὁ σὺν Κύρῳ μακά ριος, τὴν ᾿Αλεξανδρέα Πέτρον, τὸν τῶν πραιτωρίων εἰκόνιζεν ἔπαρχον, ὃς χλαμύδα φορῶν ἀπαστράπτουσαν, ἠρώτα Κῦρον ἐλθὼν τὸν εἰς τὸν τοῦ νοσούντος φανέντα διδάσκαλον, Ἔχεις, εἰπὼν, μαθητήν λεγόμενον Ομηρον; Ισασι δὲ καὶ οἱ πρόθυρα μόνον κοσμικῆς παιδείας πατήσαντες, ὡς τυφλὸς ὑπῆρχεν ὁ Ομη ρος, ἐπίχυσιν αὐτῷ τοῦ γήρως ἐνέγκαντος· τοῦτο γὰρ δηλοῦν τὸ τῶν ἁγίων ἤθελεν αίνιγμα. Ὁ δὲ μεθ' ὅρκων ἐφθέγξατο, ἔχειν μὲν μαθητήν, Ομηρον δὲ μή λέγεσθαι· προσεπέφερεν δὲ ὡς οὐδὲ στίχον Όμη ρικὸν ἥψατό ποτε· διὰ τούτου δηλῶν τὸ τῆς Ὁμηρικῆς ἀχλύος ἀμέθεκτον. Πρὸς ὂν Ἰωάννης ὁ ἅγιος ὡς πρὸς τὸν πατέρα λαλῶν καὶ παιδευτὴν ἀπεκρίνατο· Ἡμεῖς τούτῳ πειθόμενοι, πρὸς ἐπίσκεψιν αὐτ τοῦ συνεδράμομεν· εἰ δὲ λέγεται, φησίν, Όμηρος ὡς ἠκούσαμεν, Θεὸν τὸν ἐπὶ πάντων δοξάσωμεν, τὸν πάθους τοιούτου καὶ προσηγορίας αὐτὸν λυτρωτάμε νον. Καὶ τότε μὲν οὕτω φανέντες, καὶ λόγοις του τοῖς αὐτὸν ἀποπείσαντες, ὡς Ομηρικής ποτε τυφλώσεως κοινωνὸς οὐ γενήσεται, τὸν ὄνειρον ἀπελθόντες διέλυσαν. ἀμοιβαίας. ἀμοιβάς?
col. 3669–3670page 124 of 127
PG 87:3669Μεθ' ἡμέρας δὲ πάλιν ὀλίγας ἐν μοναστῶν στολαῖς ἀφικόμενοι, τῆς οἰκείας αὐτῶν κηρωτῆς ἐλαίῳ λυ θείσης τῷ τῆς ἐπιτυμβίου κανδήλας αὐτῶν περιττεύοντι τοῖς ὀφθαλμοῖς ἐνιέναι κελεύουσιν. Ὁ δὲ πληρώσας τὴν κέλευσιν, τὴν ταύτης ἀκόλουθον ὑγείαν ἐκ μέρους ἐδέξατο. 'Αλλ' ὅτε ῥῶσιν τελείαν αὐτῷ παρα σχεῖν ἐσπλαγχνίσθησαν, οὕτω δι' δράματος τὴν δόσ σιν ἐτύπωσαν· Νυξ ἦν, καὶ Σωφρόνιος ἐπὶ τῶν στρω μάτων εκάθευδε· καὶ καθεύδων, Ἰωάννην τὸν διδά σκαλον τοὺς ἀδελφοὺς ἅπαντας ἑστιᾷν τοὺς εἰς τὸ τέ μενος ἔδοξε μία δὲ τοῖς πᾶσιν ἐγένετο τράπεζα και κλοτερὴς, καὶ δι' ὅλης τῆς τοῦ σηκοῦ στους διατείνουσα· τούτου γὰρ αὐτὴ τὸ σχῆμα κεκλήρωται, εἰ καὶ γωνίαις ὀκτὼ τὴν μίαν τοῦ κύκλου γραμμὴν διαστέλλουσα, σχῆμα δείκυσιν ἕτερον οὐ πάντη τοῦ κυκλοτερους διιστάμενον. Τῷ οὖν σχήματι τῆς στοᾶς ἠκολούθει σαφῶς καὶ ἡ τράπεζα, ἧς ἐν ἀρχῇ Θεόδωρος ὁ μάρτυς ἀνέκειτο· λίαν γὰρ καὶ αὐτὸς ἐτιμᾶτο τῷ πάσχοντι μεθ᾽ ὅν Κῦρος ἦν ὁ θεσπέσιος, Ἰωάν την τὸν ἀδελφὸν δεξιὸν ἐπαγόμενος, καὶ πρὸς τῶν δύο τῆς εὐσεβείας ἀθλητῶν μεσαζόμενος· οὐχ ἑτέ ροις χρώμενοι σχήμασιν, οὐκ ἐν μορφαῖς ἀλλοτρίαις φαινόμενοι, ἀλλ' ἐν αἷς ὑπῆρχον καὶ γράφονται· καὶ μετ᾿ αὐτοὺς ὁ λοιπὸς ὅμιλος τῶν ἀσθενῶν ἀδελφῶν κατεκλίνοντο· καὶ πᾶσι μὲν μόνος διηκονεῖτο Σω φρόνιος- Ιωάννης δὲ ὁ τούτου διδάσκαλος, ὡς ἐν γεί τονι τῇ κέλλῃ τὰς ἐδωδὰς παρεσκεύαζεν. Ως δὲ πέρας ἡ ἑστίασις ἔλαβε, καὶ τῆς κατακλίσεως οἱ τρεῖς ἀνέστησαν ἅγιοι, πρὸς Σωφρόνιον ὁ Θεόδωρος εἴρηκεν· Απελθὼν κάλει σου τὴν διδάσκαλον, ἵν᾿ ἀποδῴη Κῦρος ὁ ἅγιος ὅ τι δ᾽ ἂν αὐτῷ ἐπ. οφείλεται. Ο δὲ δρομαῖος τὸ κελευσθὲν διεπράξατο. Ελθόντα γοῦν τὸν Ἰωάννην (τοῦτο γὰρ ἦν τοῦ διδα σκάλου τὸ ὄνομα), Εἰπὲ πρὸς αὐτὸν, ὁ μάρτυς Θεόδωρος εἶπεν, τί σοι χρεωστεί Κῦρος ὁ ἅγιος, ἵνα πα ραχρῆμα τὸ χρέος ἐκτίσειεν· Ο δὲ πεσὼν ἐπὶ πρόσο ωπον, μηδὲν αὐτῷ χρεωστεῖν ἔφη τὸν μάρτυρα. Ο δὲ μάρτυς Θεόδωρος, Πάντως ἐρεῖς, ἀπεκρίνατο. Και πάλιν ὁ Πατὴρ τὴν προτέραν εἶπεν ἀπόκρισιν. ὡς δὲ τοῦτο πολλάκις πεποίηκεν, καὶ μὴ παραχωροῦντα τὸν ἅγιον ἔβλεπε, ἀλλὰ πάντως εἰπεῖν ἀναγκάζοντα, Ἐμοὶ μὲν οὐδὲν, ἔφη, χρεωστεί· τοῦτο δὲ λιτανεύω καὶ δέομαι, καὶ ἐξ ὅλης ψυχῆς αἰτοῦμαι. τὸν μάρτυρα, εἰς τὴν κέλλαν ἡμῶν τὴν ταπεινὴν παραγενέσθαι, κἀκεῖσε συχνῶς ἡμᾶς ἐπισκέπτεσθαι· καὶ εὐλο γεῖν μὲν ὑγιαίνοντας, ἰᾶσθαι δὲ συνεχομένους νοσή μασιν· ἂν ἀκούσας Κῦρος ὁ ἅγιος οὕτως εὐθὺς ἀπὸ εκρίνατο· Οντως ἔρχομαι, ὄντως ἔρχομαι, ὄντως ἔρχο μαι, τῷ τρισσῷ τοῦ προσρήματος τὴν ἱερὰν αὐτοῦ πιοτούμενος ἄφιξιν· ὅπερ ἀληθῶς καὶ πεπλήρωκε, καὶ πληροί συνεχῶς ἀφικνούμενος. Τὸ γὰρ Ὤμοσα καὶ ἔστησα, καὶ τὰ διεκπορευόμενα διὰ τῶν χειλέων μου οὐκ ἀθετήσω, ἁγίων ἴδιον ἐπιστάμενος, πε ριών μὲν ἐν σαρκί συχνότερον ἔψαλλε· χωρισθεὶς δὲ σαρκὸς, καὶ πρὸς οὐρανὸν ἀναπτὰς, πάλιν ποιῶν οὐ διέλιπεν. Καὶ Ἰωάννης μὲν ὁ διδάσκαλος τούτοις ἐθεραπεύθη τοῖς ῥήμασιν, ένορκον περὶ τῶν αἰτηθέν των ἐπαγγελίαν δεξάμενος. Ο μαθητής δὲ τούτου Σωφρόνιος, δότας ιλαρούς
col. 3671–3672page 125 of 127
PG 87:3671τοὺς ἁγίους θεώμενος, καὶ διὰ τοῦτο τῇ τραπέζη προσκαρτερεῖν, μεθ᾿ ἑστίασιν προσελθὼν Θεοδώρῳ τῷ μάρτυρι, πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς Κῦρον τὸν ἅγιον ἔλεγεν, χαμαὶ κείμενος καὶ γόνατα κλίνας και τράχηλον. Ὁ δὲ στρατηλάτης Θεόδωρος τὴν ἱκε τείαν δεξάμενος, πρὸς Κῦρον εὐθὺς ἐπρεσβεύσατο, Διὰ τὸν Κύριον, λέγων, καὶ διὰ τοῦτον τὸν δοῦλό» του παρακλήθητι. Ὁ δὲ, Ναί, πρὸς αὐτὸν ἀπεκρίνατο· καὶ κελεύσας ἀναστῆναι τὸν κείμενον, τρίτον τῷ σημείῳ τοῦ σταυροῦ περιέφραξε, τῷ λιχανῷ δακτύλῳ τῆς δεξιᾶς χειρὸς ἐκ μικροῦ πολὺ διαστήματος ἐν ἀέρι τῷ μεταξὺ τὰς σφραγίδας ποιούμενος, καὶ τὸ Εὐλο γητός Κύριος, καθ' ἑκάστην σφραγίδα φθεγγόμενος ἅπερ ἐπαγγελίας ἦν ἐγγιζούσης ἰάσεως, καὶ οὐκ αύ τῆς τῆς θεραπείας μηνύματα· "Ο τε γὰρ τοῦ μάρτυρος δάκτυλος πέλας μὲν ἦν, τῶν δὲ τοῦ πάσχοντος ὀφθαλμῶν οὐκ ἐρήπτετο· τό τε, Ευλογητός Κύριος, μόνον λεγόμενον, γείτονα καὶ ἀκόλουθον τὴν ῥῶσιν ἐσήμανεν. Οθεν εὐθὺς καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας οἱ μάρ τυρες Σωφρονίῳ πάλιν καθεύδοντι φαίνονται, τὰς προλαβούσας ἐπαγγελίας παρέχοντες· ἐπράττετο δὲ οὕτω σαφῶς τὰ τῆς ὁράσεως· Ἐκάθευδεν ὁ ταῦτα νῦν διηγούμενος, καὶ εἰς εὐκτήριόν τι τῶν κατὰ τὴν οἰκείαν μονὴν ἑαυτὸν εἰσερχόμενον ἔβλεπεν. (ὗ κατ' αὐτὸ τῆς θύρας τὸ πρόθυρον, ἐξιόντι θωμῇ τῷ ἀπο στόλῳ καὶ μάρτυρι τῶν ἔνδον ὑπήντησεν· καὶ γνω ρίσας τὸν ἅγιον ἔκ τε τῆς στολῆς, ἔκ τε τῆς μορ φής, καὶ παντὸς τοῦ περὶ τὴν μορφὴν ἰδιώματος, θάττον αὐτῷ προσεπλέκετο, καὶ περὶ τῆς θεραπείας ἐδέετο· ἐπειδήπερ ἐν Δαμασκῷ δυνάμεις οὗτος πολλὰς ἐπιδείκνυται καὶ σημεῖα συχνά παράδοξα, ός καὶ παρεθέντα Σωφρονίου τὸν ἀδελφὸν ἐκ μακρού πάνυ νοσήματος, καὶ μῆνας ἓξ ἐν τῷ πάθει ποιή σαντα, ἡμέραις ὀλίγαις ἀνέστησεν· καὶ τιμᾶτα περιττῶς διὰ ταῦτα Δαμασκηνοῖς ὁ ᾿Απόστολος, ὡς δρεπομένοις αὐτὰ τὰ ἰάματα, καὶ τρυγῶσιν αὐτοῦ τὰ χαρίσματα "Ον εὑρηκὼς ὁ Σωφρόνιος, καὶ πίστιν έχων εἰς αὐτὸν καὶ πόθον ἀμέτρητον, περὶ τῶν ὀμ μάτων ἱκέτευεν, εἴτε Κύρου τοῦ μάρτυρος τὸν τού του πόθον γιγνώσκοντος, εἰς τὸν ᾿Απόστολον ἑαυτὸν σχηματίσαντος, εἴτε Θωμᾶ μᾶλλον τοῦ ἀποστόλου τυγχάνοντος καὶ συνόντος Κύρου τοῦ μάρτυρος, καὶ ἅμα τῆς μαρτυρικῆς ὁμηγύρεως· μοναστῶν γὰρ " αὐτῷ [] πλῆθος παρείπετο καὶ ἄλλων ἁγίων λαμπροῖς ἀστραπτόντων ἐσθήμασιν. Ὁ δὲ μάρτυς ὁμοῦ καὶ μα θητής καὶ ἀπόστολος, τὴν δεξιὰν ἐκτείνας χεῖρα, καὶ τῷ λιχανῷ πάλιν δακτύλῳ τῶν τοῦ ἀριστερού ὀφθαλμοῦ βλεφάρων ἁπτόμενος, τρίτον αὐτὸν τῷ σταυρῷ τοῦ Χριστοῦ κατεσφράγισεν. ᾿Απόλυσον δέ με, πρὸς τὸν γράφοντα λέγοντα, ἐκεῖνος αὐτὸν καὶ δεξιὸν ὀφθαλμὸν σφραγίζειν ἱκέτευε. Ὁ δὲ ἅγιος, μην δὲν ἔχειν δεινὸν ἐκεῖνον ἐφθέγξατο· καὶ τοῦτο φή σας ἀπέδραμεν· καὶ τῶν ἀγκαλῶν ἀφεθεὶς τοῦ κατ έχοντος, πέρας ἐποιεῖτο τοῦτο τῆς ὄψεως. ΝΟΤΑ.
col. 3673–3674page 126 of 127
PG 87:3673Ὁ δὲ στραφεὶς μετὰ τὸ γεγραμμένον ενύπνιον, χαρὰν εἶχεν ὁμοῦ καὶ λύπην ἀφόρητον· χαρὰν μὲν ὅτι τῆς τῶν ἁγίων ἐπισκέψεως ἔτυχε· λύπην δὲ ὅτι τὸν ἅγιον ἀπελθεῖν συνεχώρησεν, τὸν ἄλλον ὀφθαλ μὲν μὴ σφραγίσαντα· καὶ οὕτω λυπούμενος, εὐθέως πάλιν ἀφύπνωσεν· καὶ Ἰωάννην εὐθέως τὸν Κύρου βλέπει συνόμιλον, εἰς Ἰωάννην τὸν ῥήτορα τὸν ἀξίως τῇ τῶν ἐπάρχων ἀξίᾳ τιμώμενον, περὶ τῆς τῶν ἁγίων ἀρωγῆς πυνθανόμενον· αὐτὸς δὲ τὴν ἐπίσ σκεψιν εἴρηκεν, καὶ ὡς ἄχθεται διὰ τὸν δεξιὸν ὀφθαλ μὲν, ἅτε μὴ σφραγίδα τοῦ σωτηρίου σημείου δεξά μενον, μήτε τελείαν εἰληφότα τὴν ἴασιν· ὁ δὲ μάρτυς αὐτὸν ἱκανῶς ἐθεράπευσεν εἰπὼν, ὡς Οὐ πάθοι σού τι κακὸν ἔτι τὰ ὄμματα, οὔτε ὁ σφραγισθεὶς ὀφθαλ μὰς, οὔτε ὁ μείνας ἀσφράγιστος, τοῦ ἁγίου τὸν ὀφθαλμὸν ἐν δέδοικας μὴ νοσεῖν φήσαντος· καὶ ταῦτα μεθ' ὅρκων ὁ μάρτυς φθεγξάμενος, προς μείζονα πληροφορίαν τοῦ πάσχοντος, τρίτον τῷ στόματι τὸν μὴ σφραγισθέντα ὀφθαλμὸν, φησίν, κατεφίλησεν καὶ τοῦτο δράσας, καὶ τελείαν τὴν ῥῶσιν καὶ τὴν χάριν χαρισάμενος αἰτίως, ἔλυσε τὸ ἐνύπνιον· ἐπείπερ οἱ τὸν τῶν ὅλων Θεὸν τῶν δόσεων ἀγαθῶν καὶ δωρημάτων τε λείων δοτῆρα μιμούμενοι, ἀτελοῦς χαρᾶς καὶ δωρή ματος αὐτοὶ διανομεῖς οὐκ ἐγίνοντο. Οὕτως γοῦν ὁ Σωφρόνιος τὴν τῶν ἁγίων δωρεάν κομισάμενος, καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἀποθέμενος, πρὸς τὴν πάντων γραφὴν τῶν λεχθέντων ἐξώρμησεν μνημονεύων ἀεὶ τῆς ἰάσεως καὶ τοῦ λόγου, οὗ πρὸ τῆς ῥώσεως ἐπηγγείλατο· ὅθεν εὐθὺς μετὰ τὴν ἴασιν τοῦτο ποιεῖται τὸ σύνταγμα, καὶ τὰς εὐχὰς ἀποδίδωσιν, πάσης ἐκτὸς ὑπερθέσεως, τὴν εἰς αὐτὸν σπουδὴν τῶν ἁγίων μιμούμενος· καὶ τῶν παρ' αὐτῷ γραφέντων ἑαυτὸν ἔταξεν ἔσχατον, ὡς πάντων ἐλάττονα, καὶ μαρτυρικῆς θεραπείας ἀνάξιον, ἧς αἰτεῖται διὰ βίου τὴν μέθεξιν, ἐπ' ἀμφοῖν βαίνειν ψυχῆς τε καὶ σώματος, καὶ πάσης λυτροῦσθαι δυσχερεστέρας συμβάσεως. Ταῦτα ὑμῖν, ὦ Κῦρε καὶ Ἰωάννη μακάριοι, Σωτ φρόνιος γράψας ἀνέθηκεν· ταῦτα ὑμῖν, ὦ Χριστοῦ τοῦ Σωτῆρος θεράποντες, καὐτῷ σωτῆρες γενόμενοι, προσφέρειν ἐτόλμησεν, τὸ θαῤῥεῖν παρ' ὑμῖν εἰλη φως, καὶ τῆς προσφορᾶς ἀρωγούς ὑμᾶς ποιησαμένας· ταῦτα ὑμῖν, ὦ θεσπέσιοι μάρτυρες, καρποφορῆσαι τεθάλθηκεν, οὐ τῶν εἰς αὐτὸν δωρεῶν ὑμᾶς ἀμειβόμενος, ἀλλ᾽ εὐφημίας ταῦτα γραφὴν ὁριζόμενος, τῆς μὲν ἑαυτοῦ εὐγνωμοσύνης τὸ θερμόν αναγγέλλοντα, πάντη δὲ τῆς ὑμῶν μεγαλειότητος ἐλαττούμενα· ἀλλ᾽ ὑμεῖς αὐτὰ καὶ δέχοισθε προσ γνῶς, καὶ φιλανθρώπῳ βλέποιτε βλέμματα, καὶ δαψιλή χάριν αὐτοῖς ἐπιχέοιτε, ἵνα μὴ δι' αὐτῶν ὑμεῖς καθυβρίζησθε, εἰ τῆς θείας ἐπιχρωματώσεως ὀρφανίζοιντο· αὐτὸν δὲ ὡς δοῦλον ἀχρεῖον, καὶ δ ποιεῖν ἔφειλε πεποιηκότα προσδέχοισθε, καὶ ὡς χρεώστην εὐγνώμονα δέξοισθε· καὶ συγγνώμης αὐ ΝΟΤ.Ε.
col. 3675–3676page 127 of 127
Monitum
PG 87:3675τὸν ἐπὶ τούτοις ἀξιώσοιτε, τὸ τῆς αὐτοῦ διανοίας εὐτελὲς ἐπιστάμενοι, καὶ τῆς γλώττης το βράδος για γνώσκοντες, καὶ σκοποῦντες τοῦ λόγου τὸ μέτριον καὶ ζῶντα μὲν ἀεὶ περιέποιτε, καὶ ἀεὶ θείᾳ δυνάμει φυλάττοιτε, ἀεὶ τῶν τοῦ βίου δεινῶν διασώζοιτε, ἀεὶ παντὸς πειρασμοῦ παρόντος ἢ μέλλοντος φύσεσθε, ἐγρηγορότα, καθεύδοντα, ἐν γῇ, ἐν θαλάττη, ἐν πί λεσιν, ἐν ἐρημίαις τυγχάνοντα· τεθνεῶτα δὲ καὶ τὸν βίον τοῦτον καταλείψαντα, τῆς ζοφερᾶς αἰσχύνης λυτρώσοισθε, καὶ Θεῷ παραστήσοιτε, καὶ τῆς αὐτοῦ δόξης ἐπόπτην ποιήσοισθε, καὶ τῶν ἐπηγγελμένων τοῖς ταύτην ὁρῶσιν ἀγαθῶν κοινωνὸν ἀπεργά σοισθε ὧν ἀεὶ πάντας ἡμᾶς ἐπιτυχεῖν ἀξιώ σοιτε ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ᾿ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View