Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3677–3678page 1 of 6
PG 87:3677ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΚΑΙ ΜΑΡΤΥΡΙΟΝ ΚΑΙ ΜΕΡΙΚΗ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΔΙΗΓΗΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ. α'. Ο θεαρχικὸς ἡμῖν Λόγος, ἡ ὄντως ἀλήθεια Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐν Εὐαγγελίοις διαρρήδην κηρύττει οὕτως· Πάντα δυνατὰ τῷ πιστεύοντι. Παῦ λος δὲ ἡμῖν, τῆς ἀποστολικῆς ὁ κήρυξ ἀκρότητος, αὐτοῦ τοῦ Χριστοῦ δηλαδή λαλοῦντος ἐν ἑαυτῷ θεσπεσίως βολ, τὴν ἐλπίδα μὴ καταισχύνειν πρὸς τού τοῖς ἡμᾶς ἡ ἀγάπη τοῦ ἀγαπήσαντος, καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν δόντος, πάλιν αὐτοῦ, φημί, τοῦ Σωτῆρος ἡμῶν, διὰ τῆς τῶν μαρτύρων πολιτείας καὶ ἐπιστασίας ἐπεθάρρυνεν, τοῖς ὑπὲρ ἡμᾶς ἐπαφεῖναι, καὶ βίον οἷόν τε εἰπεῖν τῶν ἁγίων Κύρου καὶ Ἰωάννου μερι κῶς, ἐκ πολλοῦ τοῦτο ἐφιεμένους· ταυτὸν δέ ἔστινεἰπεῖν πολιτείαν, ἀλλά γε καὶ τὴν ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν λαμπράν τε αὐτῶν καὶ ὑπερκόσμιον ἄθλησιν· καὶ δὴ θαυμάτων ήγουν ἰάσεων ὀλίγων ἐκ πολλῶν, ὧν ἡμεῖς αὐτόπται καὶ ὑπηρέται γεγόνα μεν ἀλλὰ καὶ ἐσμὲν θείᾳ χάριτι, τούτων λαχόντες πρὸς σωτηρίαν, οἱ τελωνῶν τελωνότεροι, μνημονεύτων μεν πρὸς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν. β'. Κῦρος οὖν ὁ ἀοίδιμος πόλεως μὲν ὑπῆρχεν τῆς μεγίστης Αλεξάνδρου πολίτης· ἐκ τίνων δὲ ἔφυ τὸ κατὰ σάρκα, οὐκ ἴσμεν· τῇ δὲ πνευματικῇ γεννήσει Πατέρα μὲν τὸν Θεὸν ἔχων, τὸν δι᾽ ὕδατος αὐτὸν καὶ Πνεύματος ἀναγεννήσαντα μητέρα δὲ τὴν ὀρθόδοξον τοῦ Πατρὸς Ἐκκλησίαν· ἰατρὸς τὴν τέχνην, οὗ τὸ ἐργαστήριον μέχρι τοῦ νῦν πᾶσιν δῆλον πέφυκεν, εἰς ναὸν ὑπάρχον τῶν Αγίων Τριῶν Παίδων, διὰ τῆς αὐτῶν τῶν μαρτύρων χάριτος βρῦον ἰάματα· πῶς δὲ συνέβη ἐν τῷ ναῷ τὸ ἐργαστήριον γενέσθαι τῶν Αγίων Παίδων, εὔλογον οἶμαι ὡς ἐν ἐπιδρομῇ ἐξει πεῖν· πολλὴν γὰρ, εὖ οἶδα, παράσχοι τοῖς ἐντυγχάνουσιν τὴν ὠφέλειαν. γ. Απολινάριος ὁ μέγας τῆς ἀλη[θείας] (2).... αὐτῶν λιπαρῶν, εἰς τὸν ναὸν ὀφείλων κατατεθῆναι, δ αὐτὸς δι᾿ ἐπιθυμίας αὐτοῖς πολλῆς ἀνεστήσατο· ὁ δὲ σεπτὸς οὗτος καὶ παγκόσμιος τῆσδε εὐαγούς προστάξεως ἀμελήσας οὐδὲν, τὴν Βαβυλῶνα κατα ἔλαβεν, καὶ τοῖς ἁγίοις τὰ θεσπέσια γράμματα δεδωκώς, τάδε πρὸς αὐτοὺς διεξήει· «"Αγιοι, ὁ τοῦ Θεοῦ ἀρχιερεὺς καὶ δοῦλος ὑμῶν ταύτην ὑμῖν πέ ΝΟΤΑ.
col. 3679–3680page 2 of 6
PG 87:3679» πομφεν την δεητικὴν ἐπιστολὴν, ἣν δεξάμενοι, δότε ο Ο ΠΑΟ τὴν ἀνταπόκρισιν· ν τούτων οὕτως λεχθέντων, ὁ μέσος ἀνακαθίσας, τὴν χεῖρά τε προτείνας, τὴν ἐπιστολὴν πρὸς ἑαυτὸν ἐπεσπάσατο· καὶ πάλιν ἀνακλιθεὶς ἀν απόκριτον τὸν ἄνδρα κατέλιπεν· ὡς δὲ πᾶσαν τὴν ἑβδομάδα δυσωπῶν ἀββᾶς οὐκ ἔτυχεν ἀποκρίσεως, πρὸς τὸν ἀποστείλαντα ἄπρακτος ἐπανῆλθεν, τὸ συμ σαν διηγούμενος. δ'. Ὁ δὲ τὴν πίστιν ἀπρόσκοπος, καὶ ἀγαθὸς τὴν συνείδησιν τοῦ Θεοῦ ἀρχιερεὺς προσφιλέστατος, πάν λιν ὡσαύτως ἐκπέμπει τοῦτον τὸν θεάρεστον άνδρα εἰπὼν, «Απιθι, φησὶν, ἔτι, καὶ αἴτησαι παρ' ἐμοῦ τοὺς ἁγίους· καὶ εἰ μὴ δέξωνταί σου κἂν ἐπὶ τοῦ παρ ὄντος τὴν δέησιν, ἔπειτά γε τὴν ἐπιστολὴν ἀναλαβὼν ἀποκόμιζε, ἵνα ἀντὶ λειψάνων ταύτην εἰσδέξωμαι, ὡς παρ' αὐτῶν δεχθεῖσαν καὶ ἤδη ἁγιασθεῖσαν εἴξας δὲ τῷ πατρὶ ὁ τοῦ Χριστοῦ κατὰ πάντα καὶ πράξει καὶ θεωρία ὑπήκοος, τὴν Βαβυλῶνα πάλιν κατείληφεν· καὶ αὖθις τοὺς ἁγίους ἱκετεύων ἔλεγεν, Τρισμακάριοι μάρτυρες, ὁ ἀρχιερεὺς τοῦ Θεοῦ με πρὸς ὑμᾶς πάλιν αἰτῶν ἐξαπέστειλεν· μὴ οὖν αὐτὸν ἀτιμάσητε τοιοῦτον ὑμῖν ναὸν δειμάμενον μέγαν τε καὶ ὑπέρλαμπρον, πόθῳ τῷ πρὸς ὑμᾶς ἐναγόμενον ὡς δὲ ἔτι αὐτὸν ἀναπόκριτον εἴων οἱ ἅγιοι, τὴν ἐπι στολὴν εἰς πέρας ἀγαγεῖν τοῦ ἀρχιερέως, ἔκ τινος θείας παρωρμήθη κινήσεως· καὶ τῷ στήθει τὴν χεῖ ρα βαλὼν (ἐκεῖ γὰρ εἶχεν τὴν ἐπιστολὴν), χειρί κατα έχων ὁ ἅγιος, ταύτης λαβόμενος εἷλκε πρὸς αὐτὸν εὐσεβῶς ὁ μακάριος· συνείπετο δὲ ἡ παναγία χειρ κατέχουσα τὴν ἐπιστολὴν, ἣν σεβασμίως ἀγκαλισάμενος, σὺν τῷδε τῷ ἀθίκτῳ καὶ προσκυνητῷ θησαυρῷ τὴν πόλιν κατέλαβεν, ἔργῳ τοῦ πανιέρου προστάγματος τὴν πρὸς Θεὸν ἐλπίδα δεικνὺς ἀκαταίσχυντον. ε'. Ην δεξάμενος ὁ μέγας ἀρχιερεὺς τοῦ Θεο χαίρων ὁμοῦ καὶ ἀγαλλόμενος τὸν ἀδελφιδοῦν προς ἑτοιμασίαν τοῦ γάμου παρώτρυνεν· κηρύξας δὲ τῷ λαῷ τοῦ ναοῦ τὰ ἐγκαίνια, χαρᾷ θείᾳ ἐναβρυνόμενος, καὶ τῇ ἑξῆς σὺν ὅλῳ κλήρῳ παραγενόμενος, ἐν που θεὶς τὴν τιμίαν καὶ σεπτὴν ἐκείνην χεῖρα τοῦ ἁγίου ἅμα τῇ κατεχομένῃ παρ' αὐτῆς δεκτ[ικ]ῇ ἐπιστολῇ, ὡς δέον ἦν, εὐσεβῶς ἐντεθῆναι, καὶ τὴν Ἐκκλησίαν ἁγιάσας, τὸν ἀδελφιδοῦν ἐχειροτόνησεν, εἰπὼν πρὸς αὐτόν· «Ἰδοὺ ἡ γυνή σου, τὴν Ἐκκλησίαν λέγων, καὶ φρόντιζε αὐτῆς, ὡς πρέπον ἐστίν· τούτου γενομένου β πολλὴν παρέσχε τῷ νέῳ τὴν εἰς Θεὸν προκοπὴν καὶ ἐλπίδα· ἀμέλει τοιγαροῦν καὶ ἀγνείας ἐραστὴν αὐτὸν ἀπειργάσατο, καὶ θείων ἀρετῶν ἐργάτην ἀπέδειξεν καὶ θέλημα τοῦ φοβουμένου αὐτὸν ἀρχιερέως εἰσ ακούσας ἐποίησεν. ς'. Ἰατρὸς οὖν, ὡς εἴρηται, τυγχάνων, ὡς φθάσαντες μικρῷ πρόσθεν ἔφημεν, ὁ ἅγιος κοσμικῶς μὲν τὸ σχῆμα, ἀλλ' οὐ τὴν γνώμην, τὰς ἰατρείας ποιούμενος, οὐ σώματα μόνα τῶν καμνόντων ἰάτρευεν, ἀλλὰ καὶ ψυχὰς ἀξίας ἐξ ὧν νοσημάτων κατείχοντο, καὶ ἐξήγαγεν τῶν ἀλλοτρίων τῆς πίστεως, οὐκ ἐκ τῶν Γαληνοῦ καὶ Ιπποκράτους καὶ τῶν ὁμοίων αὐτοῖς συγγραφῶν τοὺς ἀρρώστους ἐν ταῖς ἐπισκέψεσι παραμυθούμενος, ἀλλὰ προφητικῶν αὐτοὺς καὶ ἀποστολικῶν τε ἅμα καὶ εὐαγγελικών παραινέσει
col. 3681–3682page 3 of 6
PG 87:3681πρὸς τὴν ὄντως ῥῶσιν καὶ ζωὴν ἐφελκόμενος, καὶ τῆς Χριστοῦ τοῦ Θεοῦ ποίμνης συναρίθμους ποιούμενος, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀναδεικνύμενος. ζ'. Τοῦτον ἰδὼν ὁ μισόκαλος δαίμων πολλοὺς τῷ 7. Χριστῷ προσάγοντα, τῷ τῆς πόλεως ἄρχοντι δι' ἀνθρώπων πονηρῶν κατεμήνυσεν, ὡς Γαλιλαιός τις ἱατρὸς τὴν ἐπιστήμην, ἅπαντα μικροῦ δεῖν τῆς πόλεως τὸν λαὸν ἀπεπλάνησεν, καὶ τῆς τῶν θεῶν ἀπέστησεν προσκυνήσεως· καὶ ἂν Ἰουδαῖοι ἐσταύρωσαν Ἰησοῦν, ὡς Θεὸν παρεσκεύασεν σέβειν, καὶ τὴν πατρώαν ἡμῶν ἐξαφανίζει θρησκείαν· τούτοις ὑπτιασθεὶς ὁ δείλαιος καὶ ὑπερζέσας ἀνιαρῷ θυμῷ, συσχεθῆναι τὸν ἅγιον τὸ τάχος προσέταξεν· τοῦτο μαθὼν ὁ μακάριος, καὶ πρὸς ᾿Αραβίαν τὴν Αἰγύ στου πάραλον ἔρχεται, καὶ Τζώτην οὕτω καλουμένην ᾤκησε κώμην· τῇ δὲ οἰκήσει καὶ τὸ σχῆμα μετήλλαξεν· τὴν γὰρ κεφαλήν ξυρισάμενος, τὸ σχῆμα τὸ μοναχικὸν ἀμφιέννυται, καὶ τὴν χαμαίζηλον καὶ φθαρτὴν ὑπερκύψας βιοτήν, καὶ πρὸς τὰ μετέωρα διαβεβηκώς, ὑπέρτερος ἐντεῦθεν πράξει τε καὶ θεωρία γέγονεν, μηκέτι τὰς νόσους ἐκ ποικίλων φαρμάκων ἰώμενος, οὔτε βοτανῶν χρώμενος βοηθήμασιν, ἀλλὰ εὐχῇ μόνῃ καὶ διδασκαλίᾳ εὐσεβεῖ τῶν λαττεν καὶ τὰ σώματα. ἀνιαρῶν καὶ τῶν ἀνιάτων ἀλγηδόνων τὰς ψυχὰς ἀπήλ η'. Τότε Διοκλητιανοῦ τὰ Ῥωμαίων σκήπτρα δια έποντος δυσσεβῶς, καὶ πάντη διωγμὸν ταῖς ἐκκλησίαις ἐγείραντος, μαθὼν Ἰωάννης (αἰδέσιμος δὲ οὗτος δς καὶ κατὰ σάρκα ἐκ γένους ὑπεροχότατος ἐτύγχανεν, οὔπω μὲν πολίτης ἢ τῆς πίστεως έγνω ρίζετο, τῇ δὲ στρατιωτικῇ ἀξία διαπρέψας), τὰ Ἱερο σόλυμα κατελάμβανεν, καὶ τὴν εὐχὴν τῷ Θεῷ ἀπο δοὺς τὴν εὐάρεστον, εἰς Αἴγυπτον ἔρχεται, τῆς φήμης αὐτὸν πρὸς Κῦρον ἑλκούσης τὸν ἅγιον, καὶ ὡς ὁμοπίστῳ τῷ μακαρίῳ συνῴκησεν· καὶ πρὸς ἀρετὴν, ὁρῶν τὰς ἰάσεις ἐπιτελουμένας, ἐξετείνετο πλείονα· τοῦ διωγμοῦ δὲ σφοδρότερον ἐπιφούζοντος, καὶ Κασιανοῦ τῆς ἐν Κανώπῳ Ἑλληνικῆς ἱερατεύοντος ματαιότητος, παρθένους τρεῖς τὸν τόπον οἰκούσας, Χριστὸν δὲ μνηστευσαμένας, οἱ πρὸς τὴν ἄγραν ταύτην ἀφωρισμένοι συνέλαβον, καὶ ταύτας σὺν μητρ. Συριανῷ προσφέρουσιν τῷ τῆς πόλεως ἄρω χοντι· τότε τὰ περὶ αὐτῶν ἀκηκοώς Κῦρος ὁ ἅγιος, καὶ φόβῳ συσχεθεὶς ὡς φιλόχριστος, μὴ τὰς βασά τους ὡς μικρὰ τὰ μειράκια δειλιάσαντα, τὸν Χρισ στὸν ἐξομόσωνται καὶ τὴν πίστιν ἀρνήσωνται διὰ τὸ τῆς ἡλικίας λίαν βραχύτατον· (καὶ γὰρ Θεοκτίστη πέντε καὶ δέκα ὡς πρεσβῦτις αὐτῶν προσετύγχα νεν· ἡ δὲ ταύτης δευτέρα Θεοδότη ἔτος διήνυεν τρισκαιδέκατον· Εὐδοξία δὲ ἡ τούτων ὑστάτη ἔτος ἦγεν ἐνδέκατον· ᾿Αθανασία δὲ τούτων ἡ μήτηρ φέρωνύμως ἐλέγετο τῆς γὰρ ὄντως ἀθανασίας κληρονόμος ἐγένετο σὺν τοῖς αὐτῆς ποθεινοτάτοις γεννήμασιν)· δι᾽ ἂς, εἰπόντες ὡς ἔφθημεν, δειλιάσα; Κῦρος ἅγιος τὸν Ἰωάννῃ τὴν πόλιν εἰσδύεται, καὶ τὰς λεχθείσας ἁγίας πρὸς τοὺς ἀγῶνας ἀλείφων ὑπὲρ φύσιν διήγειρεν, καὶ τῶν βασάνων κατατολμᾷν, καὶ μὴ δειλιᾷν διὰ τὴν Χριστοῦ τοῦ μνηστῆρος βασιλείαν ἔπειθεν, τοὺς τῆς ἁγνείας αὐταῖς στεφάνους ὑπέγραψεν, καὶ χαρᾶς λῆξιν καὶ εὐφροσύνην τέλος μὴ ἔχουσαν. θ'. Αλλ' ὁ ἀλιτήριος ἐχθρὸς πάλιν διὰ τῶν ἀνια ρῶν ὑπηρετῶν αὐτοῦ φανεροὺς τοὺς ἁγίους περ ποίητο, καὶ τῷ ἄρχοντι διαρρήδην γνωρισθέντες,
col. 3683–3684page 4 of 6
PG 87:3683τούτου τὴν διάνοιαν ἀπημαύρωσαν· πρὶν ἢ γὰρ τῇ ο αὐτοῦ ἀτάκτῳ τάξει οἱ ὑπηρέται ἀγάγωσι, [καταμηνύουσιν] ὡς δύο τινὲς μονάζων τε καὶ στρατιώτης τὰς προσενεχθείσας παρθένους πλανῶντες, τοῖς θεοῖς φέρειν τὴν δέουσαν οὐ συγχωρούσιν λατρείαν, καὶ τυραννοῦσιν τὸν Καίσαρα, μὴ πειθομένας αὐτοῦ τοῖς προστάγμασιν, ἀλλὰ Ἰησοῦν λέγουσι βασιλέα εἶναι αἰώνιον· Συριανὸς δὲ οὗτος ὁ θεήλατος ἡγεμὼν πρὸς τὰ λεχθέντα βρύξας, ἄγεσθαι καὶ αὐτοὺς τοῖς στρα τιώταις προσέταττεν πρὸ τοῦ βήματος, καὶ πρὸς αὐτοὺς ἔφησεν·. Ω δύστηνοι καὶ θεῶν ἐχθροὶ τῶν μακαρίων, θανάτου τε ἄξιοι, τίνος ένεκα τὰς παρο θένους είκειν τοῦ Καίσαρος οὐκ ἐᾶτε τοῖς θεσπίσμασιν; ἢ μᾶλλον πεφήνατε ὡς ὑμεῖς αὐτοὶ τύραννοι τοῦ αὐτοκράτορος Ρωμαίων τυγχάνετε, τῆς βδελυρᾶς τῶν Χριστιανών θρησκείας υπάρχοντες; μετανοήσαντες τοίνυν, τοὺς μεγίστους ὑμῖν θεούς ἱλεώσασθε, καὶ τιμὰς παρὰ βασιλέως οὗ τὰς τυχούσας κομίσοισθε· ο οἱ δὲ πρὸς αὐτὸν ἀπεκρίθησαν· «Ἡμεῖς, ὦ Συριανέ, τιμὰς ἀτίμους οὐ προσιέμεθα· πρόσκαιρα γάρ εἰσι τὰ βλεπόμενα· οὔτε δαιμόνων ξοάνοις τὴν μόνην πρέπουσαν Θεῷ λατρείαν προσφέρομεν· ἀλλ οὔτε Χριστὸν ἀρνησόμεθα τὸν πάντα ποιήσαντα, εν βασιλέα αἰώνιον ἔχοντες, δωρεάς παρ' αὐτοῦ ἐπηγ γειλάμεθα, θανάτου κρείττους, καὶ πρὸς λῆξιν οὐχ ὁρώσας, στεφάνων δὲ πλήρεις καὶ τρυφῆς ἀλα νάτου. Ο ι'. Πρὸς οὓς οἰμώξης & Συριανός καὶ τοὺς ὀδόντας βρύξας εἶπεν· ὁ Ἔδει μὲν ὑμᾶς τῇ φιλανθρωπία πειθομένους τοῦ νόμου, κερδῆσαι τὴν σωτηρίαν· ἐπειδὴ δὲ τύφῳ κεκράτησθε, πληγαῖς ὑμᾶς εἴξειν τοῖς προστάγμασιν πείσω τοῦ αὐτοκράτορος·· ταῦτα εἰ των, τὰς παρθένους ἔμπροσθεν αὐτοῦ γενομένας παρέστησεν, καὶ πᾶν εἶδος βασάνων τοῖς ἁγίοις ἐπέφερεν ὡς δὲ μάστιξιν πλήξας καὶ ροπάλοι, πυρί τε φλέξας καὶ ἐξάλμη βρέξας, τὰ φλεχθέντα μέλη τριχίνοις ῥάκεσιν προστρίβειν ἐκέλευσεν παντί τε εἴδει, ὡς λέλεκται, βασάνου χρησάμενος ῥωμαλαιοτέρους ἑώρα τους μάρτυρας, καὶ ὡς ἐν ἀλλοτρίοις πάσχοντας σώμασιν, καὶ σφοδρότερον ἀντιλέγοντας, πίσσῃ τε βραττούσῃ τοὺς πόδας ἐπλή ρωσεν· καὶ πολλούς [ὁρῶν] ἐφελκομένους προς μίμη σιν, καὶ τῇ πίστει προσαγομένους ταῖς καρτερα; ἀντιστάσεσιν (ἐν γὰρ τῇ ὑπομονῇ τῶν τοσούτων, καὶ τῆς τῶν μαρτύρων ἀλύπου φαιδρότητος, οι πολ λοὶ τῆς μελλούσης ζωῆς τὰ τῆς ἀφθαρσίας εικονί ζοντο ἔπαθλα), μεταστήναι κελεύσας τους μάρτυρας, πάλιν τὰς παρθένους ἐκέλευσεν αἰκίζεσθαι ἅμα τῇ φιλοθέῳ μητρί· ὡς δὲ πρὸς κέντρα λακτίζων, καὶ ταύταις ἡττᾶτο ἐκ τῶν μαρτύρων τὴν τοῦ μαρτυρίου ἀπαλειφομέναις γενναιότητα, τέλος τὴν ψῆφον ἀπὸ έφηνεν, καὶ τὰς κεφαλὰς αὐτῶν τμηθῆναι ἐκέλευσεν τῶνδε τῶν τοῦ Χριστοῦ νυμφῶν, σὺν τῇ γεννησαμένη προσέταττεν. ια΄. Κυρόν τε πάλιν καὶ Ἰωάννην τοὺς μάρτυρας ἐβασάνιζεν, καὶ κυμάτων δίκην προσρησσόντων πέ τραις πάλιν ἐλύετο· ὡς δὲ πείθειν τοὺς ἁγίους οὐκ ἴσχυσεν, οὐ θωπείαις, οὐ παρακλήσεσιν, οὐ νουθεσίαις, οὐ τιμῶν προτάσει μεγίστων, ὡς ᾤετο, οι μάστιξιν, οὐ πίσσῃ βραττούσῃ, οὐ θερμῷ ὕδατι, οὐ
col. 3685–3686page 5 of 6
PG 87:3685πυρί, οὐ τῆς στρεβλωτικοῖς τῶν μελῶν ἐργάνοις, ἀποκαμὼν καὶ τούτοις τὴν ψῆφον ἐπήγαγεν φήσας οὕτω; Κῦρον τὸν τῶν Γαλιλαίων προστάτην, καὶ Ἰωάννην τὸν τούτου ὁμόφρονα, τοῖς θεσπίσμασι τῶν αὐτοκρατόρων μὴ είξαντας, καὶ τοῖς μεγίστοις θεοῖς λατρεύειν οὐχ ἑλομένους, κεφαλικῇ τιμωρίᾳ ὑπάγο μεν· καὶ ταύτῃ τῇ ψήφῳ τὸν τῆς ἀφθαρσίας ἀνέδησαν το στέφανον· ἡμέραν εἶχεν τριακάδα πρώτην μὴν Ἰαννουάριος, ὅτε τὴν πίστιν τηρήσαντες, τὸν δρόμον οἱ ἅγιοι τὸν ἀθλητικὸν ἐκτετέλεκαν· παρθένοι μὲν καὶ Χριστοῦ νύμφαι τρεῖς Θεοκτίστη, Θεοδότη, καὶ Εὐδοξία, καὶ ἡ ταύτας βλαστήσασα καὶ εὐσεβῶς ἀναθρεψαμένη Αθανασία, Κυρός τε ὁ ἀββᾶς ὁ φιλό θεο;, καὶ Ἰωάννης στρατιώτης ὁ τούτου ὁμόπιστος καὶ ὁμότιμος· καὶ τὰς μὲν τρεῖς ἁγίας παρθένους σὺν τῇ τεκούσῃ κατὰ ἀνατολὰς ναοῦ τοῦ Ἁγίου Μάρ κου κατέθεντο, ἐν αὐτῷ δειμάμενοι σορὸν πρέποντα Κῦρον δὲ τὸν ἀοίδιμον καὶ Ἰωάννην τὸν Κύρου συμ μάρτυρα ἐν αὐτῷ τῷ οἴκῳ τοῦ ᾿Αποστόλου καὶ εὐαγγελιστοῦ Μάρκου κατέθεντο ἐν θήκη μιᾷ. ιβ'. Χρόνου δὲ προελθόντος οὐκ ὀλίγου, ὡς καθαί μεσιν μὲν τῆς Ἑλληνικῆς τυραννίδος γενέσθαι, καὶ Χριστιανοὺς τὰ σκῆπτρα κρατῆσαι τῆς Ῥωμαίων ἀρο χῆς, Θεοδοσίου τε τοῦ μεγάλου τὴν βασιλείαν κατα ἔχοντος, καὶ ταύτην πίστεως ἔργοις κοσμήσαντος, ὡς βίβλοι ἐκκλησιαστικοὶ μαρτυροῦσιν τῶν ἱστοριογράφων, καὶ αὐτὰ δὲ βοᾷ πᾶσιν τὰ πράγματα· μιᾶς δ' οὖν αὐτοῦ καὶ ἡμεῖς ἀρετῆς μνημονεύσωμεν πρὸς τὴν τῶν εἰρημένων ἀπόδειξιν· Πόλεμον αὐτῷ φασιν ἐκ τῶν δυτικῶν κεκινῆσθαι μερῶν, πλείστων ὅσων ἐθνῶν ἔκ τινος συμφωνίας ἐπαναστάντων, καὶ ἐθνῶν ἔθνεσι μιγνυμένων, καὶ ἐν τοῖς προλαβοῦσιν συζ λεόντων χειμάρρων ὥσπερ ἀλλήλοις ἐπιῤῥεόντων, καὶ θάλατταν ἀπεργαζομένων τῷ πλήθει τοῦ ὕδατος, ἢ δίκην ἀκρίδος καὶ ψάμμου ἀριθμὸν οὐκ ἐχόντων τὸν εὐσεβῆ δὲ τοῦτον Θεοδόσιον μὴ πρὸς ἑτέρων ἐθνῶν προτρέπειν ἐλθεῖν εἰς πρεσβείαν σπονδὰς ἐμπράξαι, γίνεσθαι, ὡς σύνηθες αὐτῷ πρὸς Θεὸν ἐπανέδραμεν, ιγ'. Μαθὼν γὰρ κατὰ τὴν Σκῆτιν (ἔρημος δὲ αὕτη ἐστὶν πρὸς Αἴγυπτον οὕτως ὀνομαζομένη), ἄνδρα τῷ γένει Αἰγύπτιον, ἀρετῇ δὲ πάσῃ θείᾳ κομῶντα, καὶ θείας ἠξιωμένον τῆς χάριτος, καὶ μεγίστων θαυματουργημάτων ἐργάτην ὑπάρχοντα, πρὸς Θεόφιλον εὐ θὺς γράφει οὕτως (αὐτὸς γὰρ τῶν ἐν ᾿Αλεξανδρεία Χριστοῦ ποιμνίων τῷ κατ' ἐκεῖνο καιροῦ κηδεμών ἐγνωρίζετο), ὥστε τὸν προλεχθέντα θαυμάσιον ἄνδρα πρὸς αὐτὸν ἐκπέμψαι, παρακαλέσαντα βοηθεῖν αὐτῷ ταῖς πρὸς Θεὸν ἱκεσίαις εἰς τὸν πόλεμον, πιστεύων ὀρθῶς, καὶ εὔελπις ὤν, ὅτι πάντως γενήσεται· πρὸς ὂν ἐκδραμὼν ὁ ἐπίσκοπος, καὶ τὴν αἰτίαν ἐξειπών, ἀνα βαίνειν πρὸς τὸν κρατοῦντα νουθετῶν ἐλιπάρει· ὁ δὲ Σενούφιος (τοῦτο γὰρ ὄνομα τῷ μακαρίῳ ἀνδρὶ []), συγχωρεῖν αὐτῷ τὸν ἀρχιερέα ἱκέτευεν, ἁμαρτωλόν ἑαυτὸν εἶναι λέγων καὶ ἀχρεῖον δοῦλον ἀποκαλῶν τοῦ Κυρίου· ἐπεὶ δὲ συγχωρήσεως τυχεῖν οὐχ οἷός τε γέγονεν, κατὰ ἀνατολὰς ἔστη, καὶ τὸ μαφόριον 8 φέ οἷα φιλεῖ ἐκ τῶν ἀνισχύρων ἐν κινήσεσι πολέμων καὶ πίστιν βοηθὸν ἐπεσπάσατο.
col. 3687–3688page 6 of 6
PG 87:3687κατέχων, καὶ πρὸς οὐρανὸν ἀνατείνας, τάδε προς αὐτὸν ἀνεβόησεν «Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἴανπέρ μοι ἰσχύν δέδωκας τῷ σῷ ἁμαρτωλῷ οἰ κέτη, παρασχε καὶ ταύτῃ μου βακτηρία σὺν τῷ μαφορίῳ.» Καὶ δοὺς αὐτὰ τῷ ἀρχιερεῖ, τάδε πρὸς αὐτὸν ἔφησε· «Ταῦτα πέμψας τῷ βασιλεῖ γράφε, τὸ μὲν μαφόριον περιβαλέσθαι τῇ κεφαλῇ, καὶ τῇ χειρ τὴν βακτηρίαν κατέχοντα, πρὸ παντὸς ἐξιέναι καὶ αὐτοῦ τοῦ στρατοπέδου αὐτοῦ εἰς τὸν πόλεμον καὶ Θεὸς ἡμῶν εἰς δοῦλον λελόγισται, καὶ τῆς ἐμῆς πρὸς Θεὸν πίστει δωρήσεται. ιδ'. Πεμφθέντων τοιγαροῦν τῶν λεχθέντων κοσμεῖται μὲν ὁ θεοστεφής Θεοδόσιος περικεφαλαίαν σωτη ρων ἐπ' ὤμων εἶχε σὺν τῇ βακτηρία ταῖς χερσὶ δια τῶν ἐναντίων παράταξιν· εἴπερ γάρ με Χριστὸς ὁ δεήσεως ἐπακήκοεν, καὶ τὴν νίκην διὰ τούτων τῇ ρίας ἐλπίδα τὸ μαφόριον, καὶ τῇ δεξιᾷ χειρὶ τὴν βακτηρίαν δεξάμενος, πρὸς τὸν πόλεμον ἐξῆλθεν πρῶτος τοῦ πιστοτάτου αὐτοῦ στρατεύματος· ὃν ὡς εἶδον οἱ βάρβαροι, πρὸς φυγὴν εὐθέως ἐτράπησαν, καὶ ἑαυτοὺς κατηνάλωσαν, βέλος παντελῶς ἡ πλη γὴν παρὰ τοῦ στρατοῦ μὴ δεξάμενοι καὶ μέχριτέλους τῇ σωτηρίῳ ταύτῃ περικεφαλαίᾳ τὸν εὐσεβῆ καὶ φιλόθεον αὐτοκράτορα ἀντὶ παντὸς ἐν αὐτοῖς σεμνύνεσθαι διαδήματος· ἐν οἷς καὶ πάνδημον ἑορτὴν ἐν τῇ ᾿Αλεξανδρείᾳ ἄγουσιν, καθ᾽ ἕκαστον ἔτος τὸ Εἰκόνιον αὐτὴν ὀνομάζοντες εἰκόνα γὰρ ἔχουσιν αὐτ τοῦ, λέγω δή, τοῦ εὐσεβεστάτου βασιλέως Θεοδοσίου, τὴν μὲν κεφαλὴν τῷ μαφορίῳ κεκαλυμμένην ἔχοντος, τῇ δὲ δεξιᾷ χειρὶ τὴν βακτηρίαν κατέχοντος, ἀεὶ τὸ θαῦμα κηρύττουσαν διὰ τῆς ἐτησίας αὐτῆς πανηγύρεως. ε'. Θείᾳ δὲ χάριτι καὶ τοῦ πιστοῦ καὶ εὐσεβοῦς βασιλέως Θεοδοσίου συνεργείᾳ ὁ τῆς Ἐκκλησίας πρόεδρος, καὶ τῶν ἐν τῇ ᾿Αλεξανδρείᾳ ποιμνίων να μεὺς ἀσφαλὴς, θείῳ ζήλῳ πεπληρωμένος Θεόφιλος πάντα, ὡς εἰπεῖν, Ελλήνων καθεῖλεν τὰ σεβάσματα, καὶ εὐκτηρίοις οἴκοις τὴν πόλιν πᾶσαν εκόσμησεν καὶ ἐν τῷ λεγομένῳ Κανώπῳ ναὸν τοῖς ἀποστόλοις ὑπερφυή τε καὶ μέγαν ἀνέστησεν· ἔξω δὲ οὗτος ὑπάρχει τῆς πόλεως, διεστώς σημείοις δύο καὶ δέκα, λίαν ἐπίσημος, ὡς ὄντως εἶναι καὶ παισὶν Ἑλλήνων σεβάσμιος· ἐκεῖ γὰρ αὐτοῖς τῶν θεῶν ἡ σύνοδος, ως φασιν, ἐνομίζετο· ὡς πᾶσαν ὁμοῦ τὴν ἐκ πόλεως ἐκεῖσε φέρουσαν ἀτραπὸν καταστρώσαι πλάι, προαστείοις τε καὶ λουετροῖς πυκνοτάτοις αὐτὴν κατεστέφθαι· εἴκοσι δὲ εἶναι καὶ τέσσαρα τὰ λουτρά διαγράφονται· καὶ ἕως ὀλίγου μὲν κατεστράφθαι, πολλοὶ λέγουσιν τῶν ἐπισταμένων· ἀλλὰ καὶ μέχρις αὐτοῦ, φημὶ δὴ τοῦ Κανώπου τὴν τῆς πόλεως Φαν ἀναλογίζεσθαι, ἀγοράν τε πᾶσαν προτίθεσθαι, εξ ἀφεστῶσαν κώμην σημείοις δύο Μενου ή εἶχεν οὕτω καλούμενον εἴδωλον, ἐν ᾧ φανερῶς ἐνήργει τὰ πνεύ ματα· ἐν ᾗ πάλιν ναὸν ᾠκοδόμει τοῖς εὐαγγελισταῖς ὁ θεῖος Θεόφιλος. ις'. Μετὰ δὲ Θεοφίλου τὴν κοίμησιν, Κυρίλλου τοῦ μεγάλου τῆς Ἐκκλησίας διαδεξαμένου τοὺς οἵακας, τῆς εὐσεβείας έραστοῦ, καὶ καθαιρέτου τῶν φθορέων τῆς πίστεως, φροντὶς ἦν αὐτῷ οὐχ ἡ τυχούσα καταργηθῆναι τὰ φάσματα τῆς Μενουθέως, Χρισ στιανούς τέ τινας ἁπλουστέρων ἐκεῖσε προφάσει ῥώσεως αὐτομολοῦντας ἐκκόψαι· πολλὰ περὶ τούτου τὸν Θεὸν ἱκετεύσας, ἄγγελον ὁρᾷ ἐκ Θεοῦ δεχθεῖσαν
Continue reading PG 87: Alia Vita Acephala Sanctorum Martyrum Cyri et Joannis →≣ entire volume