Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3689–3690page 1 of 4
PG 87:3689αὐτῷ τὴν δέησιν εὐαγγελιζόμενον καὶ προστάσσοντα, ὥστε Κύρου λαβόντα τοῦ μεγάλου ἐν μάρτυσιν ἐκ τοῦ ναοῦ Μάρκου τοῦ ᾿Αγίου ἐν τῇ Μενουθῇ, & δὴ ἐν τῇ τῶν Εὐαγγελιστῶν ἐκκλησίᾳ κατατεθῆναι τούτων τὸ λείψανον· οὕτω γὰρ καὶ τὴν κώμην ὠνόμαζον, αἰδοῖ καὶ φίλτρῳ τῆς δαίμονος, διὰ τοῦ ἑνὸς ἀμφο τέρους ὀνόματος τους δύο μάρτυρας σημάνας ὁ ἄγω γελος, ὡς ἐκ τῶν Κυρίλλου τοῦ μακαρίου δειχθήσεται· μὴ μελλήσας γὰρ ὁ τοῦ Θεοῦ ἀρχιερεὺς προσφιλέστατος τὸ προσταχθὲν αὐτῷ διεπράξατο· εἰκάδι ὀγδόη Ἰουνίου μηνός τὴν τῶν μαρτυρικῶν λειψάνων μετάθεσιν ποιησάμενος· καὶ λόγους μικρούς τῷ φιλοχρίστῳ λαῷ οὗτος προσφθεγξάμενος, οὓς καὶ παραθήσομεν, πρὸς τὴν τῶν ἐντυγχανόντων πίστωσιν τε ἐμοῦ καὶ ὠφέλειαν· ἐν Θεῷ Πατρὶ σὺν Υἱῷ τῷ μονογενεῖ ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, δόξα μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΑΛΛΗ ΠΟΛΙΤΕΙΑ ΑΚΕΦΑΛΟΣ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ. ἄσκησιν γενναίως κατὰ τῶν πνευμάτων της πονηρίας παρατασσόμενος· ὁ δὲ Ἰωάννης ἐπιγείῳ μὲν βασιλεῖ ἐν ἑνὶ τῶν ἀριθμῶν ἐστρατεύετο· πλὴν τῷ ἐπουρανίῳ βασιλεῖ ἀρέσκειν μᾶλλον ἐσπούδασεν συνελήφθησαν οὖν οὗτοι οἱ ἅγιοι ἐν τῇ λεγομένῃ Κανώπῳ· ἐκεῖ γὰρ εἶχον τὴν οἴκησιν· συνελήφθησαν δὲ οὐ μόνοι, ἀλλὰ μετὰ τριῶν ἀειπαρθένων σὺν τῇ τούτων μητρί· ὧν ἡ μὲν πρώτη Θεοδότη ὠνομάζετο, πέντε καὶ δέκατον ἔτος ἦγεν τὴν γέννησιν· ἡ δευ τέρα δὲ Θεοκτίστη ὠνομάζετο, τρὶς δὲ καὶ δεκάτη Εὐδοξία δὲ ἡ τρίτη, καὶ αὕτη ἄγουσα ἔτος ἐνδέκατον ἡ δὲ τούτων μήτηρ Αθανασία προσηγορεύετο, ἥτις δόγμασιν μᾶλλον εὐσεβείας ἢ γάλακτι ἀναθρεψαμένη τὰς νεάνιδας, ἔπεισεν αὐτὰς τὴν ἀγνείαν ἑλέσθαι, καὶ τῶν ἀθανάτων νυμφίων νυμφεύσασθαι, ὅθεν ἀσβέστους τὰς λαμπάδας τῆς παρθενείας κατέχουσαι τὴν αὐτοῦ ἀπεκδέχωνται ἔλευσιν· ἀλλὰ τὸν τῆς παρθενείας πλοῦν καλῶς ταύτας ἀνυούσας, ὁ τῆς ὁμολογίας ἀγὼν κατελάμβανεν· οὐ μέντοι κατεπλάγησαν τὴν τῶν λύκων ἔφοδον αἱ τοῦ Χριστοῦ καλ λιμάρτυρες· εἶχον γὰρ ἀναψυχὴν οὐ μικρὰν Κῦρον καὶ Ἰωάννην τοὺς ἁγίους μάρτυρας, οἵτινες διὰ τῆς ἐνθέου διδασκαλίας αὐτῶν τὰς ἁγίας παρθένους ἀπο ἤλειφον εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνα· καὶ γὰρ σφόδρα ἡγωνίων μὲν οἱ ἅγιοι, καὶ παρεσκευάζοντο περισσοτέρως εἰς τὴν κατὰ τῆς εἰδωλομανίας ἀντι παράταξιν, δεδοικότες τῶν ἁγίων παρθένων τὸ νέον τῆς ἡλικίας, μή ποτε μὴ ἐνέγκωσιν· ἔλεγεν δὲ πρὸς αὐτὰς οἱ ἅγιοι· «Μνημονεύσατε τῶν τοῦ Κυρίου ῥημά των, καὶ μὴ καταπλαγῆτε τὰ ἐπερχόμενα· αὐτὸς γὰρ
col. 3691–3692page 2 of 4
PG 87:3691εἶπεν, Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὰ σώ ματα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ πάλιν· Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται μιμήσασθε τὴν ὑμετέραν διδάσκαλον τὴν ἐν γυναιξίν, ἧς τὴν παρθενείαν ποθήσασαι, καὶ τὴν ὁμολογίαν ζηλώσατε· ο τούτοις καὶ ἄλλοις ὁμοίοις λόγοις καὶ παρα δείγμασιν οἱ ἅγιοι τοῦ Χριστοῦ μάρτυρες Κῦρος καὶ Ἰωάννης τὰς μακαρίας ἐκείνας παρθένους ὁπλίσαντες, οὕτως σὺν αὐταῖς εἰς τὸ κατὰ τῆς δεισιδαιμονίας ἀπεδύοντο στάδιον· ἐπεὶ γὰρ ὑπὸ τῶν αὐτοὺς συλ. λαμβανόντων στρατιωτῶν, τῷ τοῦ Συριανοῦ ἐπὶ τῆς Αλεξανδρείας παρέστησαν βήματι, πᾶσαν ἑτέραν ἀπέῤῥιψαν μέριμναν, κατὰ τὴν τοῦ Κυρίου ἐντολήν οὐ γὰρ οἰκείοις συλλογισμοῖς πρὸς τὰς ἀπολογίας τὰς πρὸς τὸν δικαστὴν ἡτοιμάζοντο, ἀλλὰ τῷ ἁγίῳ Πνεύματι σοφιζόμενοι πρὸς τὰς αὐτοῦ ἐρωτήσεις ὑπήντησαν· ὁ μὲν γὰρ ἐκάλει τοὺς ἁγίους σὺν ταῖς ἀοιδίμοις παρθένοις, πρὸς ἄρνησιν προτρεπόμενος τὸν Χριστὸν καταλιμπάνειν καὶ θυσιάζειν τοὺς δαί μονας· οἱ δὲ διὰ τῆς ὁρωμένης κτίσεως τὸν ταύτης Δημιουργὸν ἐπιγινώσκειν ἐδίδασκον, καὶ τοὺς παρ' αὐτῶν σεβομένους θεούς, ὡς οὐ θεοὺς ὄντας, ἀλλὰ λυμαιῶνας τῶν ἀνθρώπων, καταλιμπάνειν ἀνέπειθον. Εἶτα ὁ Συριανός κολακεύων δόματα δοῦναι ἐπηγγέλλετο, καὶ φίλους καὶ γνωρίμους καθιστᾷν τῷ ἰδίῳ βασιλεῖ ἐβεβαίωσεν· οἱ δὲ ἅγιοι μάρτυρες τῶν ἀπο κειμένων τοῖς δικαίοις ἀγαθῶν ἐμνημόνευον, καὶ τῆς τῶν οὐρανῶν βασιλείας, καὶ τῆς πρὸς τὸν Χριστὸν παρρησίας· καὶ τοῖς παρὰ τοῦ δικαστοῦ ἐπαγγελλομένοις ἀντεπαρετάττοντο, δεικνύντες ὅσον ταῦτα ἐκείνων ἐνδοξότερά τε καὶ τιμιώτερα. ὡς δὲ πᾶσαν τὴν τῶν ἰοβόλων αὐτοῦ λόγων βελοθήκην κενώσας ὁ δικαστής, οὐδαμῶς τοὺς μάρτυρας έτρωσεν (ἦταν γὰρ καθωπλισμένοι τῇ πίστει, καὶ τὸν τῆς πρὸς Χριστὸν ἀγάπης ἐνδεδυμένοι θώρακα), τέλος δὲ δι' ἔργων ἐχώρει, καὶ δεινῶς τοὺς ἁγίους σὺν ταῖς μακαρίαις ἐκείναις κατά τε τῶν πλευρῶν καὶ ὅλου τοῦ σώματος τούτοις προσέφερεν τας τιμω ρίας· ὡς δὲ ἀπέκαμνον οἱ ὑπηρέται τοῦ δυσμενούς μηδὲν πλεῖον ἀνύσαντες (οὔτε γὰρ ἀπόκρισιν ἠξίουν οἱ ἅγιοι τοῖς δικασταῖς δοῦναι, ἀλλ' ἐνεκαρτέρουν τοῖς αἰκισμοῖς, ὡς οὐκ ἐν βασάνοις, ἀλλ᾽ ἐν εὐτυχίαις υπάρχοντες), εἶτα ἰδὼν ὁ Συριανός τῶν γενναίων τοῦ Χριστοῦ ἀθλητῶν τὸ ἀήττητον, δίδωσιν καὶ ἄκων αὐτοῦ καὶ τῶν θεῶν αὐτοῦ ἐπενέγκασθαι τρόπαις, κελεύσας τοὺς ἁγίους σὺν ταῖς τιμίαις παρθένοις διὰ ξίφους τελειωθῆναι· καὶ δὴ πέρας τὸ πρόσταγμα τοῦ ἡγεμόνος ἐλάμβανεν, καὶ τῇ ἐκχύσει τοῦ ἰδίου απ ματος τὸν οἰκεῖον Δεσπότην Χριστὸν οἱ ἀθλοφόροι μάρτυρες μιμησάμενοι, τὰς ἐν οὐρανοῖς διατριβὰς ἀντὶ τῶν ἐπιγείων ἠλλάξαντο, καὶ τοὺς τῆς ἀθλή σεως στεφάνους παρὰ τοῦ ἀγωνοθέτου Θεοῦ ἐκομί σαντος ταῦτα δὲ ἐπράττετο κατὰ μὲν Αἰγυπτίους μηνὶ Μηχὶρ ἔκτῃ, κατὰ δὲ Ῥωμαίους μηνὶ Ἰαννουαρίῳ τριακοστή πρώτῃ, μετὰ τὸ μαρτυρῆσαι τὸν ἁγιώτατον ἐπίσκοπον Αλεξανδρείας Πέτρον, τὸν ἀληθῶς Πέτρου ἐκείνου μιμητήν, τοῦ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθέντος, ἐφ᾿ ὃν ἡ Ἐκκλησία τεθεμελίωτο τὸν καθελόντα τὸν δυσμενή "Αρειον τὸν τῆς ἁγίας Τριάδος ἐχθρὸν καὶ ἀλλότριον, καθὰ καὶ Πέτρος ὁ ἀπόστολος Μάγον τὸν Σίμωνα. ΝΟΤΑ.
col. 3693–3694page 3 of 4
PG 87:3693Ἐπειδὴ δὲ Κῦρος, καὶ Ἰωάννης οἱ μάρτυρες σὺν ταῖς ἀοιδίμοις παρθένοις τῷ ξίφει ἐτελειώθησαν, καὶ ἦν αὐτῶν τὰ πανάγια σώματα άταφα, θηρίοις καὶ ὀρνέοις εἰς βορὰν κείμενα, οἰκονομία Θεοῦ τὸ εὐσε 6:ς μέρος τοῦ τῶν ᾿Αλεξανδρέων λαοῦ ζήλῳ καὶ πόθῳ θείῳ καθοπλισθέν, ἁρπάζει τὰ τῶν ἁγίων λεί ψανα τῶα καὶ ἀβλαβή, καὶ ταῦτα εἰς τὸν τίμιον ναὸν τοῦ ᾿Αγίου Αποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου μετὰ πολλῆς δορυφορίας καὶ τιμῆς ἀποτίθησιν, τοὺς ἁγίους Κῦρον καὶ Ἰωάννην ἐν μιᾷ σορῷ· τὰς δὲ ἁγίας παρθένους Θεοδότην, Θεοκτίστην, καὶ Εὐδοξίαν, ἅμα τῇ τούτων μητρὶ ᾿Αθανασίᾳ, ἐν μιᾷ ὁμοίως ίδια. ζούσῃ σορῷ· ᾔδει γὰρ ἀληθῶς τοὺς τῶν εὐαγγελικῶν παραγγελμάτων φύλακας, καὶ τῆς Μάρκου ἀθλήσεως μιμητάς, συσκήνους τούτου γενέσθαι, καθάπερ ἐπὶ τῆς γῆς ἀμέλει καὶ ἐν οὐρανοῖς τῆς ἐκ δεξιῶν σὺν αὐτῷ ἀξιωθήσονται στάσεως· καὶ ταῦτα μὲν περὶ τῆς τῶν ἁγίων ἀθλήσεως. ᾿Αναγκαῖον δὲ ἡγοῦμαι δι᾿ ὀλίγου εἰπεῖν καὶ τὴν αἰ τίαν τῆς μεταθέσεως τῶν ἁγίων λειψάνων Κύρου καὶ Ἰωάννου ἀπὸ τοῦ εὐκτηρίου οίκου του Αγίου ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου [εἰς τὸν] ἐπέκεινα Κανώβου ναόν, τὸν πρώην ἐπ' ὀνόματι τῶν εὐαγγελιστῶν κτισθέντα, νῦν δὲ τῶν 'Αγίων Μαρτύρων ὀνομαζόμενον, καθὼς ἀπὸ συγγραμμάτων Πατέρων μας θεῖν ἡδυνήθημεν· ἐν ᾧ γὰρ τόπῳ ὑπῆρχεν τὸ τῶν ἁγίων Κύρου καὶ Ἰωάννου εὐκτήριον, προς ταῖς ψάμο μοις δαίμων ἀκάθαρτος ἐπεφαίνετο ἐν εἴδει θηλείας ποιῶν φαντασίας πολλὰς, καὶ μαντείας δοκῶν λέγειν μηδὲν ἔχοντας ἀληθὲς, καὶ ἐπιταγάς τινων φαρμάκων τερατευόμενος, μηδὲν παντάπασιν ὠφελῶν, ἀλλὰ τού τους εἰς ἀπώλειαν ἐφελκόμενος· πολλοὶ οὖν δάλωσαν τῇ τοῦ πονηροῦ πνεύματος κεκρυμμένῃ παγίδι, οἵτινες θυσίαις καὶ κνίσσαις αἷς ἐδόκουν τιμὴν τὸ δαιμόνιον, ἐν τῷ βωμῷ ἐν ᾧ ἦσαν νῦν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἀν εγείραντες· ἐπωνόμαζον δὲ αὐτὸ οἱ Αἰγύπτιοι Μενουθή. Ἐπὶ τῶν χρόνων τοίνυν τοῦ φιλοχρίστου βασιλέως τοῦ Μικροῦ Θεοδοσίου, Κύριλλος ὁ ἐν ἁγίοις τὴν Μάρτ που καθέδραν ἀληθῶς διέπων, καὶ τὸν τῆς ὀρθοδοξίας θερμότατον ζῆλον διαδεξάμενος, ἀκούων τὰ γινόμενα τοῦ πονηροῦ δαίμονος φαντάσματα ἐν Μενουθῇ (οὕτω γὰρ τὸν τόπον λοιπὸν ἐκ τοῦ ἐπιφαινομένου δαίμονος ἐπωνόμαζον, λυπούμενος δὲ καὶ ἀδημονῶν περὶ τῶν ἀπολλυμένων ὁ ὅσιος διὰ τῆς ἀπάτης ψυχῶν, εἰς λιτὰς καὶ ἱκεσίας ἐτράπη, παρακαλῶν τὸν Θεὸν φα πρῶσαι τρόπον, δι᾿ οὗ τὸ ἴδιον πλάσμα ἐκ τοῦ ὀλε θρίου δαίμονος ελευθερωθήσεται καὶ τῶν αὐτοῦ φαντασιῶν· ἐπὶ πολὺ δὲ αὐτοῦ δεομένου καὶ μετά δακρύων προσπίπτοντος, ἐπιφαίνεται αὐτῷ νύκτωρ ἄγγελος Κυρίου λέγων· Ἐπειδή, φησίν, ὡς ποιμὴν τῶν λογικῶν προβάτων ἱκεσίαν προσάγεις, τάδε σαι κελεύει δι᾿ ἐμοῦ ὁ ὑμῶν τε καὶ ἡμῶν Δη μιουργὸς καὶ Θεός· πορευθεὶς εἰς τὸ Μάρκου τοῦ Εὐαγγελιστοῦ κοιμητήριον, εὑρήσεις σορὸν ἐν ᾗ τὰ λείψανα τῶν ἐμῶν μαρτύρων Κύρου καὶ Ἰωάννου τε Θησαύρισται· ταῦτα τοίνυν ἀνελόμενος, εἰς τὸν ἐπ' ὀνό ματι τῶν εὐαγγελιστῶν κτισθέντα οἶκον, ἐπέκεινα τοῦ Κανώβου μετακόμισον· τούτου γὰρ γενομένου, ἡ ἐν τῷ τόπῳ γινομένη φαντασία καταργηθήσεται.
col. 3695–3696page 4 of 4
PG 87:3695Περιχαρής δὲ γενάμενος ὁ ἐν ἁγίοις Κύριλλος, ηὐχαρίστησε τῷ Θεῷ τῷ πάντοτε προνοοῦντι τοῦ ἰδίου πλάσματος τὴν σωτηρίαν· καὶ μηδὲν ἀμελήσας, τὸ κελευσθὲν διὰ τοῦ θείου χρησμοῦ πέρατι παρεδίδου συναγαγὼν γὰρ τὸν θεοφιλῆ κλῆρον σὺν τῷ πιστοτάτῳ λαῷ, ἐξηγησάμενος τὰ τοῦ ὑπὸ τοῦ Θεοῦ φανερωθέντα αὐτῷ, μετὰ λιτῆς σὺν ὅλῃ σχεδὸν τῇ πό λει, εἰς τὸν εὐκτήριον οἶκον τοῦ Ἁγίου Αποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου παραγενόμενος ἐπὶ ἱκανὰς τὰς ὥρας σὺν ὅλῳ τῷ λαῷ τῷ Θεῷ δεηθεὶς, προσελθὼν ἀνέωξεν τὴν τιμίαν λάρνακα τῶν τοῦ Χριστοῦ ἀθλη τῶν, καὶ εὗρεν τὰ τῶν ἁγίων Κύρου καὶ Ἰωάννου λείψανα σῶα, τῇ τοῦ ἁγίου Πνεύματος χάριτι λάμ ποντα· ταῦτα τοίνυν μετὰ φόβου ἅμα τε καὶ πόθου πνευματικοῦ ἀνελόμενος, καὶ ἐν καθαραῖς σινδόσιν ειλήσας μετὰ μύρων καὶ ἀρωμάτων, ἐπιβιβάσας εἰς ὄχημα, καὶ οὕτως σὺν τῷ κλήρῳ καὶ τῷ λαῷ μετά Αιτῆς ἀπὸ τοῦ Εὐκτηρίου τοῦ Εὐαγγελιστοῦ Μάρκου ἐξῆλθον, ἐπέκεινα τοῦ Κανώβου τὸν ναὸν τῶν Εὐαγ γελιστῶν κατέλαβον· καὶ ἐπιτελέσας ἐκεῖ τὴν θείαν μυσταγωγίαν, οὕτω τὰ τιμιώτερα χρυσίου καὶ λίθων πολυτελῶν τῶν μαρτύρων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν λείψανα ἐν τῇ ἡτοιμασμένῃ σορῷ κατέθετο. Οὔπω δὲ σχεδὸν τῷ τόπῳ ἐπέστησαν οἱ γενναίοι τοῦ Χριστοῦ στρατιῶται Κῦρος καὶ Ἰωάννης, καὶ κατὰ τοῦ ἐκεῖσε ἐμφωλεύοντος πονηροτάτου δαίμονος ἀνα εγείρειν ήρξαντο τρόπαια· πολλοὺς γὰρ δαιμονιῶντας καὶ ἀσθενείαις άλλαις κεκρατημένους ἐν τῷ τὴν κατάθεσιν τῶν ἁγίων λειψάνων γίνεσθαι ἐθεράπευσαν· καὶ αὐτοὺς δὲ τοὺς ἱερεῖς τοῦ ὀλεθρίου δαίμονος, τῆς ψυχικῆς πλάνης Ιάσαντο· ὥστε παραυτά προσελθεῖν αὐτοὺς τῷ ἁγίῳ ἀρχιεπισκόπῳ Κυρίλλῳ, καὶ τῷ λουτρῷ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος καθαγνισθῆναι· καὶ αὐτὸ δὲ τὸ ἱερὸν μᾶλλον δὲ μια ρὸν τοῦ ὀλεθρίου δαίμονος σὺν τῷ ἐν αὐτῷ ἀγάλματι καὶ τῷ βωμῷ ἀφανές κατασταθῆναι ἡ γὰρ παρα κειμένη ψάμμος, οὐ μὴν ἀλλὰ καὶ ἡ θάλασσα τῇ ἐγω εργείᾳ τῶν ἁγίων μαρτύρων τοῦτο ἐπόρθησαν καὶ ἀφανὲς ἐποίησαν, ἡ μὲν ἐπικλύζουσα, ἡ δὲ καταχώσασα· ὡς ἄδηλον τὸν τόπον παντάπασιν γενέσθαι τοσαύτη δὲ χάρις ἀντὶ τῆς πρὶν ἀπάτης διὰ τῆς ἐπισ στασίας τῶν ἁγίων μαρτύρων ἐπήνθησεν, ὡς ἐκ περάτων τῆς οἰκουμένης πρὸς τὸ τοῦ Κύρου καὶ Ἰωάννου εὐκτήριον τοὺς ἀσθενεῖς κατεπείγεσθαι, καὶ πάντας τοὺς πίστει προστρέχοντας ἀντιλαμβάνειν τῶν παθημάτων τὴν ἴασιν. Οσα γὰρ ἐὰν αιτήσητε ἐν ταῖς προσευχαίς, πιστεύοντες λήψεσθαι, πρὸς τοὺς μαθητὰς, καὶ δι' αὐτῶν πρὸς πάντας τοὺς ἐν εἰλικρινίᾳ πιστεύοντας, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις έφησεν· μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, καὶ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Continue reading PG 87: Vita Mariæ Ægyptiæ →≣ entire volume