PG 87Procopius Gazaeus
Life of Mary of Egyptapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3697–3698page 1 of 14
Caput PrimumPrologus
PG 87:3697ΒΙΟΣ ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ ΤΗΣ ΑΠΟ ΕΤΑΙΡΙΔΩΝ ΟΣΙΩΣ ΑΣΚΗΣΑΣΗΣ ΚΑΤΑ ΤΗΝ ΕΡΗΜΟΝ ΤΟΥ ΙΟΡΔΑΝΟΥ α'. Μυστήριον βασιλέως κρύπτειν καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακηρύττειν ἔνδοξον· οὕτω γὰρ εἶπεν ὁ ἄγγελος τῷ Τωβίτ, μετὰ τὴν παράδοξον τὴν ἐκ τυφλώσεως τῶν ὀμμάτων ἀνάβλεψιν, καὶ μετ᾿ ἐκεί νους τοὺς κινδύνους, οὓς διῆλθε, καὶ ὧν ἐῤῥύσθη, δι' ἦν εἶχεν εὐσέβειαν. Καὶ γὰρ τὸ βασιλέως μὴ φυσ λάττειν μυστήριον, ἐπισφαλὲς καὶ ἐπόλεθρον. Καὶ τὸ σιγαν Θεοῦ ἔργα παράδοξα, ψυχῆς φέρει τον κίν δυνον. Οθεν κἀγὼ φόβῳ τοῦ σιωπἂν τὰ θεῖα βαλλόμενος, καὶ τὸν ἐπηρτημένον κίνδυνον τῷ δούλῳ, ὑφορώμενος, ὃς λαβὼν ὑπὸ τοῦ δεσπότου τὸ τάλαν τον, εἰς γῆν ἐκεῖνο κατώρυξεν καὶ τὸ δοθὲν εἰς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον· ἐξήγησιν ἱερὰν, ἕως ἐμοῦ καταντήσασαν, οὐδαμῶς σιωπήσομαι. Και μοι μηδεὶς ἀπιστείτω ἅπερ ἀκήκοα γράφοντι, ἢ ἐμὲ τερατεύεσθαι τὸ παράπαν ἡγούμενος, ἢ τοῦ πρά γματος τῷ μεγέθει πληττόμενος· ἐμοὶ μὲν γὰρ μὴ γένοιτο καταψεύσασθαι καὶ καπηλεύεσθαι λόγον, ἐν ᾧ Θεοῦ μνημονεύεται Καὶ τὸ σμικρὰ δὲ φρο νεῖν καὶ ἀναξία τῆς τοῦ σαρκωθέντος Θεού Λόγου μεγαλειότητος, καὶ ἀπιστεῖν τοῖς οὕτω λεγομέν νοις ού μοι δοκεῖ ἔχειν τὸ εὔλογον· εἰ δέ τινες εἰσὶν οἱ τῇδε τῇ γραφῇ ἐντυγχάνοντες, καὶ τὸ παρά δοξον τοῦ λόγου δῆθεν καταπληττόμενοι, καὶ πιστεύειν ἐπιχειρῶς οὐκ ἐθέλοντες, κἀκείνοις ἵλεως γένηται Κύριος, ἐπειδήπερ καὶ αὐτοὶ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως λογιζόμενοι, δυσπαράδεκτα ἡγοῦνται τὰ παραδόξως πως περὶ ἀνθρώπων λεγόμενα. Εἶμι δὲ λοιπὸν ἐπ' αὐτὴν τὴν διήγησιν, πράγμα λέξεων ἐν τῇ γενεᾷ τῇ καθ' ἡμᾶς γεινάμενον (8).. Οπερ ἱερὸς ἀνὴρ, τὰ θεῖα λέγειν καὶ πράττειν ἐκ παιδόθεν μεμαθηκώς, ἀφηγήσατο. ᾿Αλλὰ μηδὲ τοῦτο πρὸς ἀπιστίαν ἑλκύσῃ τοὺς ἐντυγχάνοντας, τὸ ἐν τῇ καθ᾽ ἡμᾶς γενεᾷ θαῦμα τοιοῦτον ἡγουμένους γενέ σθαι ἀδύνατον· ἡ γὰρ χάρις τοῦ Πατρὸς κατά γενεὰν εἰς ψυχὰς ὁσίας διαβαίνουσα, φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει, καθὼς ἐδίδαξεν ὁ Σολομῶν. Καιρὸς δὲ λοιπὸν τῆς ἱερᾶς ἐκείνης ἀπάρξασθαι δι ηγήσεως. β'. Εγένετό τις ἐν τοῖς κατὰ Παλαιστίνην μοναστη μίοις ἀνὴρ, βίῳ καὶ λόγῳ κοσμούμενος, ὃς ἐκ σπαρ γάνων αὐτῶν τοῖς μοναχικοῖς ἀνετράφη ἤθεσί τε καὶ ΝΟΤΑ. συγγραφείς παρὰ τοῦ ἐν ἁγίοις Σωφρονίου αρχιεπισκόπου Ιερο σολύμων κατέκρυψεν, ψεν. τῶν ἱερῶν καταψεύδεσθαι, καὶ καπηλεύειν τὸν λόγον, καὶ τοῖς μικρά. γενομένοις, Είμι, "Ιημι. γενέσθαι λεγόμενον, τοῦ Πνεύματος, κατά γενεάς,
col. 3699–3700page 2 of 14
PG 87:3699πράγμασι· Ζωσιμᾶς ἦν ὄνομα τούτῳ τῷ γέροντι. Καὶ μή τις τῇ ἐπωνυμία νομισάτω με ἐκεῖνον λέγειν τὸν Ζωσιμᾶν, τὸν ἐν δόγμασί ποτε διαβληθέντα ὡς ἑτερόδοξον· ἄλλος γὰρ οὗτος, καὶ ἄλλος ἐκεῖνος, καὶ πολὺ τὸ μεταξὺ τῶν δύο τὸ διάφορον, εἰ καὶ μίαν ἐκέκτηντο την προσηγορίαν ἀμφότεροι. Οὗτος τοίνυν ὁ Ζωσιμᾶς ὀρθόδοξος, ὃς ἐμόνασεν ἀρ χῆθεν ἔν τινι τῶν πάλαι μοναστηρίων, πᾶν εἶδος ἀσκήσεως μετερχόμενος. καὶ πρὸς πᾶσαν ἐγκράτειαν γενόμενος ἐπιτήδειος· πάντα μὲν γὰρ κανόνα παραδεδομένον ὑπὸ τῶν πρὸς τὴν τοιαύ την αὐτῶν παλαίστραν παιδοτρίβησάντων ἐφύλαττεν, πολλὰ δὲ καὶ αὐτὸς προσεπενόησεν οίκοθεν, ὑποτάξαι ζητῶν τὴν σάρκα τῷ πνεύματι. Καί γε τοῦ σχο ποῦ οὐ διήμαρτεν· οὕτω γὰρ ἦν ὁ γέρων [ἐπίσημος] περὶ τὸ πνευματικὸν, ὡς πολλοὺς πολλάκις τῶν ἐγγύθεν μοναστηρίων, ἔστι δὲ ὅτε καὶ τῶν μακριν ἀπεχόντων, φοιτᾷν πρὸς αὐτὸν, καὶ πρὸς ἐγκράτειαν ὑπὸ τῆς ἐκείνου διδασκαλίας τυποῦσθαι καὶ κανονίζεσθαι]. Καίπερ δὲ οὕτως ἔχων περὶ τὸ πρακτικὴν εἶδος ὁ γέρων, οὐδὲ τῆς μελέτης τῶν θείων Λογίων ποτέ παρημέλησεν· ἀλλὰ καὶ κοιταζόμενος, καὶ ἀνιστάμενος, καὶ ἐν χερσὶ κρατῶν τὸ ἐργόχειρον, ὅθεν τὴν τροφὴν ἐπορίζετο Εἰ δὲ θέλεις μαθεῖν τῆς τροφῆς, ἧς ἐκεῖνος ἐγεύετο, ἐν ἔργον εἶχεν ἐκεῖνος ἀσίγητον, μηδέ ποτε δαπανώμενον, τὸ ψάλλειν διὰ παντὸς, καὶ μελέτην ἀεὶ ποιεῖσθαι τῶν ἱερῶν λο γίων Πολλάκις γοῦν φασί τινες καὶ θείας δρά σεως ἀξιοῦσθαι τὸν γέροντα θεόθεν αὐτῷ γειναμένης ἐλλάμψεως, καθάπερ ὁ Κύριος εἶπεν, Οἱ τὴν σάρκα δηλαδὴ τὴν ἑαυτῶν ἐκκαθάραντες, καὶ νήφοντες ἀεὶ ἐγρηγορότι τῷ τῆς ψυχῆς αὐτῶν ὄμματι, ὁρῶσι θείας ἐλλάμψεως δράσεις, ἀρραβῶνας ἐντεῦθεν τοῦ μένου τος αὐτοὺς καλού κομιζόμενοι. λο γ. Ελεγεν οὖν ὁ Ζωσιμᾶς, ἐξ αὐτῶν εἰπεῖν τῶν πατρικῶν ἀγκαλῶν ἐν τῷ μοναστηρίῳ τούτῳ δεδόσθαι, καὶ μέχρι τρίτου καὶ πεντηκοστοῦ ἔτους ἐν αὐτῷ τὸν δρόμον τὸν ἀσκητικὸν ἡνυκέναι Μετὰ δὲ ταῦτα παρενωχλήθη, ὡς ἔφασκεν, ὑπό τινων 20 γισμῶν, ὡς ἄρα τελειούμενος ἐν ἅπασι, τῆς ἑτέρου διδασκαλίας οὐδαμῶς προσδεόμενος· ταῦτα γὰρ, ὡς ἔλεγεν, καθ' ἑαυτὸν ἐλογίζετο. Αράγε ἔστιν ἐν τῇ γῇ μοναχὸς, ὁ δυνάμενος ξένον τι παραδούναι μοι, ἡ ὠφελῆσαί με ισχύων, ὅπερ οὐκ οἶδα, οὐδὲ πέπραχα, εἶδος ἀσκήσεως; ἆρα εὑρίσκεται τῶν ἐν ἐρήμῳ φιλοσοφούντων ἀνὴρ ὃς κατὰ πράξιν ἢ θεω ρίαν πρωτεύει μου; Ταῦτα δὲ λογιζομένου τοῦ γέν ροντος, εφίσταται τις αὐτῷ καί φησι πρὸς αὐτόν Ο Ζωσιμά, καλῶς μὲν καὶ ὡς ἦν δυνατὸν ἀνθρώπῳ ἠγώνισαι, καλῶς δὲ καὶ τὸν ἀσκητικὸν δρόμον διήνυσα;· πλὴν οὐδεὶς τῶν ἐν ἀνθρώποις ἐστὶν ἔχων τὸ τέλειον, ἀλλὰ μείζων ἐστὶν δ᾽ ἀγὼν ὁ προκείμενος τοῦ παρωχηκότος ἤδη, κἂν ὑμεῖς οὐ γινώσκετε. Ικα γνῷ, καὶ αὐτὸς οὖν, πόσαι εἰσὶ καὶ ἄλλαι πρὸς σου τηρίαν ὁδοῖ, ἔξελθε ἐκ τῆς γῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καθάπερ Αβρασμ ἐκεῖνος ὁ ἐν πατριάρχαις αιδέσιμος, καὶ δεῦρο εἰς τόδε τὸ μοναστήριον, τὸ πλησίον Ἰορδάνου τοῦ πε ταμοῦ διακείμενον. δ. Αὐτίκα γοῦν ὁ γέρων, ἀκολουθῶν τῷ κελεύσματι, ἐξίησι τοῦ μοναστηρίου, ἐν ᾧ ἐκπαιδόθεν ἐμόνασε καὶ καταλαβὼν Ἰορδάνην τὸν ἐν ποταμοῖς ἁγιώτα τον, ὁδηγεῖται ὑπὸ τοῦ κελεύσαντος αὐτὸν εἰς ἐκεῖνο τὸ μοναστήριον, εἰς ὃ ὁ Θεὸς αὐτὸν γενέσθαι παρ ΝΟΤΕ. τῇ ομωνυμίᾳ, ὡς οἷόν τε, κι καὶ πρὸς πάσης ἐγκρατείας λόγον, ὑπὸ τῶν, πρὸς τὴν τοιαύτην αὐτῶν παλαίστραν παιδο τριβήσαντα.. περὶ τὸ πρακτικόν, καὶ τροφῆς, εἰ δέον καλεῖν τροφὴν ἧς ἐκεῖ νος ἐγεύσατο, μεταλαμβάνων, τὰ ἱερώτατα λόγια. μητρικῶν, διανύσαι ὡς οἷόν τε. ὡς εἴη τετελειούμενος ἐν πᾶσι τῆς ἐρήμου,
col. 3701–3702page 3 of 14
PG 87:3701εκελεύσατο Κρούσας τοίνυν τῇ χειρὶ τὴν θύραν [τῆς αὐλῆς] ἐντυγχάνει πρῶτον μοναχῷ τῷ τὴν θύραν φυλάττοντι· ἐκεῖνος δὲ αὐτὴν μηνύει πρὸς τὸν ἡγούμενον· ὁ δὲ τοῦτον δεξάμενος, σχημά τε καὶ ἦθος εὐλαβείας θεασάμενος, βαλόντα τὴν συνήθη τοῖς μοναχοῖς μετάνοιαν καὶ λαβόντα εὐχὴν, ἠρώτησεν αὐτόν Πόθεν, ἀδελφὲ, παραγέγονας, καὶ τίνος ἕνεκα πρὸς τοὺς ταπεινοὺς ἐλήλυθας γέροντας; Ὁ δὲ Ζωσιμᾶς ἀπεκρίνατο, Τὸ μὲν πόθεν, λέγειν οὐκ ἀναγκαῖόν μοι· ὠφελείας δὲ χάριν, ὦ Πάτερ, ἐλήλυθα· ἀκήκοα γὰρ περὶ ὑμῶν ἔνδοξα καὶ ἀξιέπαινα, δυνάμενα ψυχὴν προσοικειώσαι Χριστῷ τῷ Θεῷ ἡμῶν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἡγούμενος, Ὁ Θεὸς, ἀδελφέ, ὁ μόνος ιώμενος τὴν ἀνθρωπίνην ἀσθένειαν, αὐτὸς καὶ σὲ καὶ ἡμᾶς διδάξει τὰ θεῖα θελήματα, καὶ ὁδηγήσει εἰς τὸ ποιεῖν τὰ προσήκοντα ἄνθρωπος γὰρ ἄνθρωπον ὠφελῆσαι οὐ δύναται, εἰ μὴ ἕκαστος ἑαυτῷ προσέχοι διαπαντὸς καὶ νήσ φοντὶ τῷ νῷ τὸ δέον ἐργάζοιτο, Θεὸν κεκτημένος τῶν πραττομένων συλλήπτορα. Πλήν ἐπείπερ, ὡς ἔφης: Η; ἡ ἀγάπη τοῦ Θεοῦ θεάσασθαι ὑμᾶς τοὺς ταπεινοὺς κεκίνηκεν γέροντας, μεῖνον μεθ' ἡμῶν εἴπερ τούτου παραγέγονας ἕνεκα, καὶ πάντας ἡμᾶς διαθρέψει, τῇ τοῦ Πνεύματος χάριτι, ὁ ποιμὴν ὁ καλὸς, ὁ δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν, καὶ τὰ ἴδια πρόβατα καλῶν ἐξ ὀνόματος. Ταῦτα εἰπόντος τοῦ ἡγουμένου τῷ Ζωσιμά, βαλών αὖθις μετάνοιαν, καὶ αἰτήσας εὐχὴν, καὶ ἐπειπών, Αμήν, ἔμεινεν εἰς ἐκεῖνο τὸ μοναστήριον. ε'. Εἶδε δὲ γέροντας πράξει καὶ θεωρίᾳ ἐκλάμποντας [καὶ τῷ πνεύματι ζέοντας], καὶ τῷ Κυρίῳ δου λεύοντας· ψαλμῳδία γὰρ ἦν ἀκατάπαυστος, στάσιν ἔχουσα παννύχιον· καὶ ἐν χερσὶν εἶχον ἀεὶ τὸ ἐργό. χειρον, καὶ οἱ ψαλμοὶ ἐπὶ στόματος. Λόγος γὰρ ἀρ γὸς οὐκ ἐπολιτεύετο, φροντὶς πραγμάτων παρ' ἐκεί νοις οὐκ ἐχρημάτιζε, πρόσοδοι τε δι᾿ ἔτους ἀριθμούμεναι τε καὶ συναγόμεναι] καὶ μέριμναι βιωτικοῖς μόχθοις ἀρμόζουσαι, οὐδὲ ὀνόματι παρ' αὐτοῖς ἔγνω ρίζοντο· ἀλλ᾽ ἂν ἦν [καὶ πρῶτον] καὶ μόνον τὸ σπουδαζόμενον πᾶσι, τὸ ἕκαστον αὐτῶν νεκρὸν εἶναι τῷ σώματι, ὡς ἅπαξ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἅπασιν ἀποθανόντα, καὶ μὴ ὑπάρχοντα. Τροφὴν δὲ εἶχον ἀδάπανον, τὰ θεόπνευστα λόγια· ἔτρεφον δὲ καὶ τὸ σῶμα τοῖς ἀναγκαίοις μόνοις, ἄρτῳ καὶ ὕδατι, ὡς ἕκαστον εἶναι πρὸς τὴν θείαν ἀγάπην διάπυρον. Ταῦτα Ζωσιμᾶς, ὡς εἶπεν, θεώμενος ᾠκοδομείτο λίαν ἐπεκτεινόμενος πρὸς τὰ ἔμπροσθεν, ἀεί τε συν αύξων τὸν δρόμον τὸν ἴδιον, καὶ συνεργάτας εὑρὼν καλῶς τὸν θεῖον νεουργοῦντας παράδεισον. 5. Ημερῶν δὲ διελθουσῶν ἱκανῶν, ἤγγισεν ὁ καιρὸς καθ᾿ ὃν ἱερὰς νηστείας ἐκτελεῖν Χριστιανοῖς παραδέδοται, προκαθαίρουσι ἑαυτοὺς εἰς τὴν τοῦ θείου πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ προσκύνησιν. Τῆς δὲ πύλης του μοναστηρίου ἀνοιγομένης μηδέ ποτε, ἀλλὰ ἀεὶ κεκλεισμένης καὶ ποιούσης τοῖς μου ναχοῖς τὴν ἄσκησιν ἀνενόχλητον· οὐδὲ γὰρ ἦν ἀνοί ξαι, εἰ μή που μοναχός διά τινα χρείαν ἀναγκαίαν παρέβαλλεν· ἔρημος γὰρ ἦν ὁ τόπος, καὶ τοῖς ἐκ γειτόνων πλείοσι μοναχοῖς οὐκ ἀνεπίβατος δὲ μόνον ἀλλὰ καὶ ἄγνωστος. Κανὼν δέ τις οὗτος ἐν τῷ μονα στηρίῳ [ἄνωθεν] ἐφυλάττετο, δι' δν, οἶμαι, Θεὸς καὶ Ζωσιμᾶν εἰς ἐκεῖνο τὸ μοναστήριον ἤγαγεν. Τίς δὲ ὁ κανὼν, καὶ πῶς ἐφυλάττετο, ἔνθεν ἐρῶ· Τῇ Κυ ριακῇ, ἐξ ἧς πρώτη τῶν νηστειῶν ἑβδομάς ὀνομάζεσθαι εἴωθεν, ἐτελεῖτο δηλαδὴ ἡ θεία μυσταγωγία κατὰ τὸ σύνηθες, καὶ τῶν ἀχράντων ἐκείνων ἕκα στις καὶ ζωοποιών μυστηρίων ἐγίνετο μέτοχος· καὶ τροφῆς μικρᾶς, ὡς ἔθος ἦν, μετελάμβανον. Μετὰ τοῦτο συνήγοντο πάντες εἰς τὸ εὐκτήριον, καὶ γενο μένης εὐχῆς ἐκτενοῦς καὶ γονυκλισίας ἐφ' ἱκανὸν, ΝΟΤΑ. παρεσκευάσατο, ταῦτα, με. μέγαν, μέγιστα τε, ἀντὶ πολλῶν, οὐδὲ ὠνομάζοντο παρ' αὐτοῖς ἢ ἐγνωρίζοντο,
col. 3703–3704page 4 of 14
PG 87:3703& ήσπάζοντο ἀλλήλους οἱ γέροντες, καὶ τὸν ἡγούμενον, πορεύεσθαι, καὶ ἐφ᾽ ἕτερον μέρος ἐγίνετο, ἑαυτῷ ἐπιχείρου γευόμενος. περί πτυσσόμενος ἕκαστος, βάλλων μετάνοιαν, ᾐτεῖτο λαβεῖν εὐχὴν καὶ ἔχειν πρὸς τὸν προκείμενον ἀγῶνα συναγωνιστὴν καὶ ἔμπειρον. ζ'. Τούτων δὲ γενομένων ἡ θύρα τοῦ μοναστηρίου ἠνοίγετο, καὶ ψάλλοντες συμφώνως τό, Κύριος φωτι σμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος υπερασπιστής τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσομαι; καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ, ἐξήεσαν ἅπαντες τοῦ μοναστηρίου· ἕνα τινὰ πολλάκις ἢ δεύ τερον φύλακα τοῦ μοναστηρίου καταλιμπάνοντες, οὐχ ἵνα φυλάξειε τὰ ἔνδοθεν ἀποκείμενα (οὐ δὲ γὰρ ἦν τι παρ' ἐκείνοις κλέπταις ευάλωτον), ἀλλ᾽ ἵνα μὴ τὸ εὐκτήριον ἀλειτούργητον καταλείψειεν. "Εκαστος δὲ αὐτὸν ἐπεσίτιζεν, ὥσπερ ηδύνατο καὶ ὥσπερ ἐβού λετο· ὁ μὲν γὰρ ἄρτον ἐκόμιζε τῇ χρείᾳ τοῦ σώματ τος σύμμετρον, ὁ δὲ ἰσχάδας, ἄλλος φοίνικας, ἕτερος Όσπρια βραχέντα ἐν ὕδατι, ἄλλος δὲ οὐδὲν, εἰ μὴ τὸ σῶμα ἴδιον καὶ τὸ ῥάκιον 8 περιεβέβλητο, έτρε καὶ ὁσάκις ἡ φύσις ἠνάγκαζε ταῖς φυομέναις φετο βοτάναις κατὰ τὴν ἔρημον. Κανὼν δὲ ἦν ἑκάστῳ αὐ τῶν καὶ νόμος οὗτος παρ' αὐτοῖς φυλαττόμενος ἀπαράβατος, τὸ μὴ γινώσκειν ἕτερος ἕτερον, πως ἐγκρατεύεται, ἢ πως διάγει ὁ ἕτερος. Τὸν γὰρ Ιορ δάνην εὐθὺς περαιούμενοι, μακρὰν ἀπ' ἀλλήλων ἕκαστος ἐχωρίζετο, καὶ πολλὴν εἶχε τὴν ἔρημον, καὶ οὐδεὶς παρέβαλλε πρὸς τὸν ἕτερον· ἀλλὰ καὶ εἴπερ εἷς ἐξ αὐτῶν ἐθεάσατο μακρόθεν ἕτερον ἐπ' ἐκεῖνον ἐρχόμενον, εὐθέως ἐξέκλινε τοῦ κατ᾿ εὐθεῖαν δὲ ἔζη καὶ τῷ Θεῷ, ψάλλων διαπαντὸς καὶ τροφῆς η'. Οὕτω τοίνυν ἁπάσας τὰς ἡμέρας τῆς νηστείας διατελοῦντες, ὑπέστρεφον εἰς τὸ μοναστήριον, ἐν τῇ Κυριακῇ τῇ πρὸ τοῦ ζωοποιοῦ τοῦ Σωτῆρος ἐκ νε κρῶν ἀναστάσεως, ἣν ἑορτὴν προεόρτιον μετὰ βαΐων ἑορτάζειν ἡ Ἐκκλησία παρέλαβεν. Υπέστρεφε δὲ ἕκαστος ἔχὼν τοῦ ἰδίου σκοποῦ γεώργιον, τὴν ἰδίαν συνείδησιν, γινώσκουσαν ὅπως εἰργάσατο καὶ ποίων πόνων σπέρματα κατεβάλετο· καὶ οὐδεὶς ἠρώτα τοπαράπαν τὸν ἕτερον, πῶς ἢ τίνα τρόπον τὸν προ κείμενον ἀγῶνα διήθλησεν. Οὗτος μὲν ἦν ὁ τοῦ μου ναστηρίου κανών, καὶ οὕτω καλῶς ἐκτελούμενος. Εκαστος γὰρ αὐτῶν ἐν τῇ ἐρήμῳ γινόμενος, ὑπ' ἀθλοθέτῃ τῷ Θεῷ καθ᾿ ἑαυτὸν ἀγωνιζόμενος, τοῦ μὴ ἀρέσκειν ἀνθρώποις καὶ κατ᾽ ἐπίδειξιν ἐγκρατεύεσθα [Ελευθερούμενος]· τὰ γὰρ δι' ἀνθρώπους γινόμενα καὶ πρὸς τὸ ἀρέσκειν ἀνθρώποις τελούμενα, μὴ ὅτι γε εἰπεῖν οὐδὲν ὠφελοῦσι τὸν πράττοντα, ἀλλὰ καὶ πολ λῆς γίνονται ζημίας τῷ ποιοῦντι παραίτια. θ'. Τότε τοίνυν ὁ Ζωσιμᾶς τῷ συνήθει νόμῳ τοῦ μοναστηρίου τὸν Ἰορδάνην ἐπέρασε, μικρά τινα κομισάμενος ἐφόδια πρὸς τὴν χρείαν τοῦ σώματος, καὶ αὐτὸ τὸ ῥάκος ὅπερ ἡμφίεστο. Καὶ τὸν μὲν και νόνα διετέλει, τὴν ἔρημον διερχόμενος, καὶ καιρὸν τροφῆς ἐποιεῖτο τὴν ἀνάγκην της φύσεως· ἐκάθευδε δὲ νυκτὸς εἰς τὴν γῆν ὀλίγον κατακλινόμενος καὶ ὕπνου μετρίου γευόμενος, ὅπου δ' ἂν αὐτὸν ὁ τῆς ἑσπέρας χρόνος κατέλαβεν· ὄρθρου δὲ πάλιν βαθέως τοῦ βαδίζειν πάλιν ἀπήρχετο, ἔχων ἀεὶ τῆς κινήσεως τὸν τόνον ἀνένδοτον. Εἰς ἐπιθυμίαν δὲ ἦλθεν, ὡς ἔλεγε, γενέσθαι κατὰ τὴν [ἐνδότερον] ἔρημον [ἐλπί σας.... εὑρεῖν τινα Πατέρα κατ' αὐτὴν] διατρίβοντα, δυνάμενον αὐτὸν συμβαλέσθαι πρὸς τὸ ποθούμενον καὶ δὴ συντόνως τὴν ὁδοιπορίαν διήνυεν, ὡς ἐπί τι σπεύδων περιφανὲς καὶ πρόδηλον καταγώγιον. Είκοσ δὲ ἡμερῶν ὁδὸν διανύσας, ἕως ὅτε ὁ τῆς ἔκτης ώρας ἦλθε καιρός, ἔστη τῆς ὁδοιπορίας μικρὸν, καὶ βλέψας πρὸς ἀνατολάς, ἐτέλει τὴν συνήθη εὐχήν· εἰώθει γὰρ τεταγμένους τῆς ἡμέρας καιρούς, ἐγκόπτειν μὲν τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ μικρὸν τοῦ κόπου διαναπαύεσθαι, ἑστὼς δὲ ψάλλειν καὶ γόνυ κλίνειν, καὶ οὕτω προσεύχεσθαι. καὶ πόλιν εἶχε τὴν ἔρημον,
col. 3705–3706page 5 of 14
Caput II
PG 87:3705ι. Ἐν δὲ τῷ ψάλλειν καὶ ὁρᾷν εἰς τὸν οὐρανὸν ἀκαταπαύστῳ ὄμματι, ὁρᾷ ἐκ δεξιοῦ κλίτους, ἐν ᾧ ἑστὼς τὴν ἔκτην προσηύχετο, ἀποσκίασμα φανὲν ὡς ἀνθρωπίνου σώματος. Καὶ τὰ πρῶτα μὲν ἐταράττετο, φάσμα δαιμονικὸν ὑποπτεύων ὁρᾷν, καὶ γέγονε σύντρομος· τῷ δὲ σημείῳ τοῦ σταυροῦ σφραγισάμενος [καὶ τὸν φόβον ἀποσεισάμενος] [ἤδη γὰρ τέλος εἶχεν ἡ εὐχὴ αὐτοῦ, ἐπιστρέψας τὸ ὄμμα, ὁρᾷ τινα κατὰ ἀλήθειαν πρὸς μεσημβρίαν βαδίζοντα· γυμνὸν δὲ ἦν τὸ ὁρώμενον, μέλαν τῷ σώματι, ὡς ἐξ ἡλια κῆς φλογὸς μέλαν γενόμενον, καὶ τρίχας ἔχοντα ἐν τῇ κεφαλῇ [λευκάς] ὡσεὶ ἔριον, ὀλίγας δὲ καὶ αὐτὰς, ὡς μὴ πλέον του τραχήλου τοῦ σώματος καταφέρεσθαι. Τοῦτο τοίνυν ὁ Ζωσιμᾶς θεασάμενος, καὶ ὥσπερ ἔνθους ὑφ᾽ ἡδονῆς γενόμενος, περιχαρής τῷ παραδόξῳ θεάματι, ήρξατο τρέχειν ἐπ' ἐκεῖνο τὸ μέρος, ἐφ᾽ ᾧ καὶ τὸ ὁρώμενον ἔσπευδεν· ἔχαιρε γὰρ χαρὰν ἀνεκλάλητον· οὐδέπω γὰρ ἦν θεασάμενος ἐν ὅλῳ τῶν ἡμερῶν ἐκείνων διαστήματι ἀνθρωπίνου είδους, [ζώου, ἢ πετηνοῦ, ἡ χερσαίου μορφὴν ἢ ἀποσκίασμα (28).] Εζήτει γοῦν γνῶναι, τις καὶ που ταπὸς ὁ δρώμενος, ἐλπίζων ὅτι τινῶν μεγάλων θεω ρὸς καὶ ἐπόπτης γενήσεται. ια΄. Ὡς δὲ ἐπέγνω τὸν Ζωσιμᾶν ἐρχόμενον μήκου θεν, ἤρξατο φεύγειν καὶ τρέχειν ἐπὶ τὸ τῆς ἐρήμου ἐνδότερον· ὁ δὲ Ζωσιμᾶς, ὥσπερ τοῦ γήρους ἐπιλαθόμενος, ἔτι δὲ καὶ τὸν κόπον τῆς ὁδοῦ μὴ λογισάμενος, συνέτεινεν ἑαυτὸν καταλαβεῖν τὸ φεύγον αὐτὸν ἐπειγόμενος. Οὗτος μὲν ἐδίωκε, τὸ δὲ ἐδιώ κετο· ἦν δ᾽ ὁ τοῦ Ζωσιμᾶ δρόμος ὀξύτερος, καὶ κατ' ὀλίγον ἐγένετο τοῦ φεύγοντος πλησιώτερος. Ως δὲ ήγγισεν ἤδη, ὥστε καὶ φωνὴν λοιπὸν ἐξακούεσθαι, ἤρξατο κράζειν ὁ Ζωσιμᾶς, καὶ τοιαύτας φωνὰς ἀφιέναι σὺν δάκρυσιν· Τί με φεύγεις γέροντα καὶ ἁμαρτωλόν; δοῦλε τοῦ ὄντος Θεοῦ, μεῖνόν με, ὅστις ἂν εἶ, τὸν Θεὸν δι᾽ ἂν ταύτην τὴν ἔρημον ᾤκησας μεῖνόν με τὸν ἀσθενῆ καὶ ἀνάξιον, τὴν ἐλπίδα ἣν ἔχεις πρὸς τὴν τούτου σου τοῦ καμάτου ἀντίδοσιν στῆθι καὶ μετάδος εὐχῆς καὶ εὐλογίας τῷ γέροντι, ο τὸν Θεὸν μὴ βδελυττόμενόν ποτέ τινα. Ταῦτα τοῦ Ζωσιμᾶ σὺν δάκρυσι λέγοντος, γεγόνασιν ἀμφότεροι τρέχοντες ἔν τινι τόπῳ, ἐν ᾧπέρ τις χείμαρρος ξηρός ἐτετύπωτο· οὗ μοι δοκεῖ ποτε γεινάμενος χείμαρρος, (πῶς γὰρ ἐν ἐκείνῃ τῇ γῇ φανήσεται χείμαρρος;) ἀλλ' ὁ τόπος τοιαύτης έλαχε θέσεως. ιβ'. Ὡς οὖν κατέλαβον τὸν εἰρημένον τόπον, τὸ μὲν φεύγον κατῆλθε καὶ αὖθις ἀνῆλθεν καὶ εἰς τὸ μέρος τὸ ἕτερον, ὁ δὲ Ζωσιμᾶς κεκμηκὼς καὶ μὴ τρέχειν δυνάμενος ἔστη τὸ ἕτερον μέρος τοῦ τόπου χειμαρ ῥοειδοῦς, καὶ προσέθηκε τοῖς δάκρυσι δάκρυα καὶ ταῖς οιμωγαῖς οιμωγάς ὡς πλησίον αὐτοῦ λοι πὸν τοὺς ὀδυρμούς ἐξακούεσθαι. Τότε ἐκεῖνον τὸ φεύγον σῶμα φωνὴν τοιαύτην ἀφίησιν· α Ζω σιμά, συγχώρησόν μοι διὰ τὸν Κύριον, οὐ δύναμαι ἐπιστραφῆναι καὶ ὀφθῆναι σοι οὕτως εἰς πρόσωπον γυνὴ γάρ εἰμι, καὶ γυμνή, καθάπερ ὁρᾷς, καὶ τὴν αἰσχύνην τοῦ σώματός μου ἀπερικάλυπτον ἔχουσα. Αλλ' εἴπερ θέλεις πάντως ἁμαρτωλῷ γυναίῳ χαρί σασθαι μίαν εὐχήν, ρίψον μοι τὸ ῥάκος δ περιδέ βλησαι, ὅπως ἐν αὐτῷ συγκαλύψω την γυναικείαν ἀσθένειαν, καὶ στρέφωμαι πρὸς σὲ, καὶ τὰς εὐχάς του κομίζωμαι. Τότε φρίκη καὶ φρενῶν ἔκστασις ἔλαβε τὸν Ζωσιμᾶν, ὡς ἔλεγεν, ἀκούσαντα τέως ὅτι Ζωσιμᾶν αὐτὸν ἐκάλεσεν ἐξ ὀνόματος ὀξὺς γὰρ ἂν ὁ ἀνὴρ καὶ πρὸς τὰ θεῖα σοφώτατος, ἐπέγνω ὅτι οὐκ ΝΟΤΑΕ. ἢ ἑτέρου σεβάσματα. Οιμωγή, μωδή,
col. 3707–3708page 6 of 14
PG 87:3707ἂν ἐξ ὀνόματος εκάλεσεν, δν οὐδέποτε εἶδε καὶ περὶ οὗ οὐδέποτε ἤκουσεν, εἰ μὴ τῷ προορατικῷ προσήλωσ χαρίσματι ἐλαμπρύνετο. ιγ. Ἐποίες δὲ σὺν τάχει τὸ κελευόμενον, καὶ περιελόμενος ὅπερ εἶχε παλαιὸν καὶ ἐῤῥωγὸς ἱμά τιον, ἔῤῥιψεν ἐπ' αὐτὴν, ὀπισθοφανῶς ἱστάμενος ἡ δὲ λαβοῦσα αὐτὸ ἐκάλυψέ τινα μέρη του σώματος, ἅπερ ἔδει πλέον τῶν ἄλλων καλύπτεσθαι. Στρέφεται οὖν πρὸς τὸν Ζωσιμᾶν, και φησι πρὸς αὐτόν· Τί σοι ἔδοξεν, ἀσσα Ζωσιμά, ἁμαρτωλὸν θεάσασθαι γύο ναιον; τί ἐξ ἐμοῦ μαθεῖν ἢ ἰδεῖν τοσοῦτον κόπον οὐκ ᾤχνησας ἀναδέξασθαι; Ο δὲ εἰς γῆν κλίνας τὰ γό νατα, ήτει λαβεῖν εὐχὴν κατὰ τὸ σύνηθες, ἡ δὲ καὶ αὐτὴ βάλλει μετάνοιαν· καὶ ἔκειντο ἀμφότεροι ἐπὶ τὴν γῆν, ἕκαστος ἐξαιτῶν εὐλογῆσαι τὸν ἕτερον, καὶ οὐδὲν ἦν ἀκοῦσαι παρὰ ἀμφοτέρων λεγόμενον, εἰ μὴ τὸν Εὐλόγησον. Μετὰ δὲ πλείστης ώρας διάστημα, έφησεν ἡ γυνὴ πρὸς τὸν Ζωσιμάν· 'Αβδα Ζωσιμά, σοὶ τὸ εὐλογῆσαι ἁρμόζει καὶ εὔχεσθαι· σὺ γὰρ πρεσβυτέρου ἀξίᾳ τετίμησαι, σὺ ἐκ πλείστων ἐτῶν τῷ ἁγίῳ θυσιαστηρίῳ παρίστασαι, καὶ πολλάκις τῶν θείων δώρων μυσταγωγός γεγένησαι. Ταῦτα τὸν Ζωσιμᾶν εἰς μείζονα φόβον καὶ ἀγωνίαν ἔβαλε, καὶ σύντρομος ὁ γέρων γενόμενος ἱδρῶτι περιεῤῥεῖτο καὶ ἔστενε, καὶ τὴν φωνὴν περιεκόπτετο· λέγει δὲ πρὸς αὐτὴν. διακεκομμένῳ καὶ συνεχεί τῷ ἄσθματι Δήλη μὲν, ὦ μῆτερ πνευματική, καὶ ἐκ τοῦ ἤθους αὐτοῦ, ὅτι σὺ πρὸς Θεὸν ἐξεδήμησας καὶ τῷ πλείονι μέρει τῷ κόσμῳ νενέκρωσαι· δῆλον δὲ πλέον τὸ δε δομένον σοι χάρισμα, τῷ οὕτω με ἐξ ὀνόματος καλέ σαι καὶ πρεσβύτερον λέγειν, ὃν οὐδέ ποτε τεθέασαι ἀλλ' ἐπείπερ ἡ χάρις οὐκ ἐκ τῶν ἀξιωμάτων γνωρίζεται, ἀλλ᾽ ἐκ τρόπων ψυχικών χαρακτηρίζεσθαι εἴωθεν], αὐτὴ εὐλόγησον διὰ τὸν Κύριον, καὶ μετά δος εὐχῆς τῷ δεομένῳ τῆς σῆς ἀντιλήψεως ιδ. Τῇ ἐνστάσει τοίνυν παραχωροῦσα τοῦ γέροντος, έφησεν ή γυνή· Εὐλογητὸς ὁ Θεὸς, ὁ τῆς σω τηρίας τῶν ἀνθρώπων καὶ ψυχών κηδόμενος. Τοῦ δὲ Ζωσιμᾶ εἰπόντος τὸ, Ἀμὴν, ἀνέστησαν ἐκ τῆς γονυκλισίας ἀμφότεροι, καί φησιν ἡ γυνὴ πρὸς τὸν γέροντα· Τίνος χάριν πρὸς ἐμὲ τὴν ἁμαρτωλὸν ἐλήλυθας, ἄνθρωπε; τίνος χάριν γυμνὸν πάσης ἀρετῆς ἰδεῖν ἠθέλησας γύναιον; Πλὴν ἐπείπερ σε πάντως ή χάρις τοῦ ἁγίου καθοδήγησε Πνεύματος, ὅπως τινὰ διακονίαν ἐκτελέσῃς τῷ χρόνῳ μου πρόσφορον [εἰπε μοι], πῶς τὸ Χριστιανικὸν φύλον πολιτεύεται σήμε ρον; πῶς οἱ βασιλεῖ;; πῶς τὰ τῆς Ἐκκλησίας ποιο μένεται; Ο δὲ Ζωσιμᾶς ἔφησε πρὸς αὐτὴν, Εν ὀλίγῳ, μήτερ, εὐχαῖς ὑμῶν ὁσίαις, πᾶσιν ὁ Χριστὸς εἰρήνην σταθηρὰν ἐχαρίσατο· ἀλλὰ δέξαι γέροντος ἀνάξιον παράκλησιν, καὶ εὔξαι ὑπὲρ τοῦ κόσμου παντὸς, καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἄκαρπον τῆς ἐρήμου ταύτης γένηταί μοι τὸ διά στημα. Εκείνη δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Σὲ μὲν δέον ἀββά Ζωσιμά, ἱερέως ἔχοντα ἀξίωμα, ὡ; εἶπον, ὑπὲρ ἐμοῦ καὶ πάντων προσεύχεσθαι· εἰς τοῦτο γὰρ αὐτὸ κεκλήρωσαι· πλὴν ἐπείπερ ὑπακοὴν ποιεῖν κελευόμεθα, τὸ προσταχθὲν ὑπὸ σοῦ προθύμως ποιήσομαι. ᾔτει καὶ αὐτὴ λαβεῖν μετά τελειότητος, ιε'. Ταῦτα εἰποῦσα, στρέφεται κατὰ ἀνατολάς, καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸ ὕψος διαίρουσα, καὶ τὰς χεῖρας ἐκτείνουσα, ήρξατο εὔχεσθαι ὑποψιθυρίζουσα· φωνή δὲ αὐτῆς οὐκ ἠκούετο έναρθρος, ὅθεν ὁ Ζωσιμᾶς οὐδὲν τῶν τῆς εὐχῆς δεδύνηται σημειώσασθαι ἵστατο δὲ, ὡς ἔλεγε, σύντρομος εἰς γῆν νενευκὼς καὶ μηδὲν καθόλου φθεγγόμενος. Ομνυε δὲ, Θεὸν τοῦ λόγου προβαλλόμενος μάρτυρα, ὅτι ὡς εἶδεν αὐτὴν εἰς τὴν εὐχὴν χρονίτασαν, μικρὸν ἀνακύψας ἐκ τῆς εἰς γῆν κατανεύσεως, ὁρᾷ αὐτὴν ὑψωθεῖσαν ὡς ἕνα πήχυν ἀπὸ τῆς γῆς καὶ τῷ ἀέρι κρεμαμένην καὶ οὕτω προσεύχεσθαι. Τοῦτο δὲ ὡς εἶδε, φόβῳ πλείονι συνεχόμενος καὶ σφόδρα αγωνιῶν καὶ μηδὲν φθέγξασθαι ὅλως τολμῶν, καθ᾿ ἑαυτὸν δὲ μόνον λέγων ἐπι πολὺ τὸ, Κύριε ἐλέησον, κείμενος δὲ ἐπὶ τῆς γῆς, ἐν σήμερον,
col. 3709–3710page 7 of 14
PG 87:3709τῷ λογισμῷ ὁ γέρων ἐσκανδαλίζετο, μήποτε ἄρα πνεῦμα ἡ καὶ τὴν εὐχὴν ὑποκρίνοιτο. Στραφεῖσα δὲ ή γυνή, ήγειρε τὸν ἀββᾶν, λέγουσα· Τί σε, ἀββα, οἱ λογισμοί συνταράττουσι σκανδαλισθέντα, ἐπ' ἐμοὶ, ὡς ὅτι πνεῦμα ὑπάρχω καὶ τὴν εὐχὴν ὑποκρίνομαι; πληροφορήθητι, ἄνθρωπε, ὅτι ἁμαρτωλόν είμι γύ ναιον, πλὴν τῷ βαπτίσματι τῷ ἁγίῳ τετείχισμαι καὶ πνεῦμα οὐκ εἰμὶ, ἀλλὰ γῆ καὶ σποδὸς καὶ τὸ ὅλον σὰρξ, μηδὲν πνευματικὸν ἐννοήσασα. Καὶ ἅμα ταῦτα λέγουσα, σφραγίζει ἑαυτὴν τῷ σημείῳ τοῦ σταυροῦ μέτωπόν τε καὶ ὄμματα, χείλη τε καὶ τὸ στῆθος, λέγουσα, οὕτως, Ὁ Θεὸς, ἀδια Ζωσιμά, ἐξελέτω ἡμᾶς ἐκ τοῦ πονηροῦ καὶ τῆς ἐνέδρας αὐτοῦ, ὅτι πολλὴ καθ᾿ ἡμῶν ἡ ἰσχὺς αὐτοῦ. ις'. Ταύτα τοίνυν ἀκούσας ὁ γέρων καὶ θεασάμενος, έβριψεν ἑαυτὸν εἰς τὸ ἔδαφος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτῆς σὺν δάκρυσι λέγων, Ορκίζω σε κατὰ τοῦ ὀνόματος] τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἐκ Παρθένου τεχθέντος, δι᾿ ἂν ταύτην ἡμφίεση τὴν γύμνωσιν, δι᾿ ἂν τὰς σάρκας ταύτας οὕτω κατ εδαπάνησας, μηδὲν κρύψῃς ἀπὸ τοῦ δούλου σου, τις εἶ, καὶ πόθεν, καὶ πότε, καὶ ποίῳ τρόπῳ τὴν ἔρημον ταύτην κατάλησας· μηδὲν κρύψῃς ἀπ᾿ ἐμοῦ τὰ κατὰ σὲ, ἀλλὰ πάντα διήγησαι, ὅπως τὰ μεγαλεῖα τοῦ Θεοῦ ποιήσῃς κατάδηλα· Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐπ' ἀμφοτέροις; καθὰ γέγραπται· εἰπέ μοι πάντα διὰ Κύριον οὐ γὰρ καυχήσεως ἕνεκεν λέξεις ἢ ἐπιδείξεως, ἀλλ᾽ ένα με πληροφορήσῃς τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον πιστεύω γὰρ τῷ Θεῷ, ᾧ ζῆς καὶ πεπολίτευσαι, ὅτι τούτου ένεκεν εἰς τὴν ἔρημον ταύτην ὠδηγήθην, ὅπως τὰ κατὰ σὲ ποιήσῃ Κύριος κατάδηλα· οὐκ ἔστι τοίνυν τῆς ἡμετέρας δυνάμεως τοῖς κρίμασι τοῦ Θεοῦ διαμάχεσθαι· εἰ μὴ γὰρ ἦν εὐάρεστον Χριστῷ τῷ Θεῷ ἡμῶν τὸ γνωσθῆναι σε καὶ ὅπως ἡγώνισαι, οὐδὲ συνεχώρει θεαθῆναι σε ὑπό τινος, οὐδὲ ἐμὲ τοσ αὐτὴν ὁδὸν διανῦσαι ἐνίσχυε, τὸν μηδέποτε προς θέμενον ἢ δυνάμενον ἐξελθεῖν τοῦ κελλίου μου. ιζ. Ταῦτα εἰπόντος καὶ ἕτερα πλείονα τοῦ ἀ Ζωσιμᾶ, ἐγείρασα αὐτὸν ἡ γυνή, ἔφησε πρὸς αὐτὸν, Αἰσχύνομαι, ἀββα μου, εἰπεῖν σοι τὴν αἰσχύνην τῶν Εργων μου, συγχώρησόν μοι διὰ τὸν Κύριον· πλὴν ἐπείπερ γυμνόν μου τὸ σῶμα τεθέασαι, ἀπογυμνώσω σοι καὶ τὰς πράξεις μου, ἵνα γνώς πόσης αἰσχύνης καὶ ἐντροπῆς ἡ ψυχή μου πεπλήρωται. Οὐ γάρ, ὥσπερ ὑπέλαβες, τοῦ μὴ καυχάσθαι ἕνεκεν τὰ κατ' ἐμαυτὴν οὐκ ἤθελον ἐξηγήσασθαι (τί γὰρ καὶ ἔχω καυχήσασθαι) σκεῦος ἐκλογῆς τοῦ διαβόλου γειναμένῃ; οἶδα δὲ ὅμως ὅτι ἐὰν ἀπάρξωμαι τῆς κατ' ἐμαυτὴν ἐξηγήσεως, φεύγῃς ἀπ᾿ ἐμοῦ, ὡς φεύγῃ τις ἀπὸ ὄφεις, μὴ φέρων ἀκοῦσαι τοῖς ὠσὶν ἅπερ ἄτοπα πέπραχα· λέγω δὲ ὅμως μὴ σιωπώσα μηδὲν, Εξορκοῦσά σε πρότερον μὴ διαλιπεῖν ὑπὲρ ἐμοῦ προσευχόμενον, ὅπως εὕροιμι ἔλεος ἐν τῇ ὥρᾳ τῆς κρίσεως. Τοῦ δὲ γέροντος ἀκατασχέτως δακρύοντος, ήρξατο ή γυνὴ τῆς καθ᾿ ἑαυτὴν διηγήσεως, οὕτως εἰποῦσαν ιη'. Εγώ, ἀδελφὲ, πατρίδα μὲν ἔσχον τὴν Αἴγυ πτον· ζώντων δὲ τῶν γονέων μου δωδέκατον ἔτος ἀνύουσα, τὴν πρὸς ἐκείνους στοργὴν ἀθετήσασα, ἐγεινάμην εἰς ᾿Αλεξάνδρειαν· καὶ ὅπως μὲν τὴν ἀρχὴν, τὴν ἐμαυτῆς παρθενίαν διέφθορα, καὶ πῶς ἀκρατῶς καὶ ἀκορέστως εἶχον περὶ τὸ πάθος τῆς μίξεως, αἰσχύνομαι ἐννοεῖν· τοῦτο γὰρ νῦν εἰπεῖν υπάρχει σεμνότερον, ὃ δὲ συντόμως ἐρῶ, ἵνα τὸ ἐμπαθές μου γνως καὶ φιλήδονον, δέκα ἑπτὰ καὶ πρὸς ἐνιαυτούς, συγχώρησον, διετέλεσα δημόσιον προκειμένη τῆς ἀσωτίας ὑπέκκαυμα, οὐ δόσεως τίνος, μὰ τὴν ἀλήθειαν, ἕνεκεν· οὐδὲ γάρ τινων δια δόναι πολλάκις θελόντων ἐλάμβανον. Τοῦτο δὲ ἐπ ενόησα, ἵνα πλείστους ποιήσω προσέχειν μοι, δῶρον ἐκτελοῦσα τὸ ἐμοὶ καταθύμιον· μηδὲ γὰρ νομίσῃς με ὡς εὐποροῦσαν μὴ δέχεσθαι· προσαιτοῦσα διέζων,
col. 3711–3712page 8 of 14
Caput III
PG 87:3711καὶ πολλάκις στύππιον νήθουσα, ἐπιθυμίαν δὲ εἶχον ακόρεστον καὶ ἀκατάσχετον ἔρωτα τῷ ἐν βορβόρω κυλίεσθαι· καὶ τοῦτό μοι τὸ ζῆν ἦν τε καὶ ἐλα γίζετο τὸ διαπαντὸς ἐκτελεῖν τὴν ὕβριν τῆς φύσ σεως. ιθ'. Τοῦτον τοίνυν βιώσης μου τὸν τρόπον, ὁρῶ ἔν τινι καιρῷ τοῦ θέρους ἀνδρῶν Λιβύων καὶ Αίγυ πτίων ὄχλον πολύν, τρεχόντων ὡς ἐπὶ θάλασσαν ἠρώτησά τέ τινα τὸν τότε παρατυχόντα μοι, Που σπουδάζουσιν ἄρα οἱ ἄνδρες οὗτοι οἱ τρέχοντες; Ο δὲ ἀπεκρίνατο λέγων· Εἰς Ἱεροσόλυμα πάντες ανέρ χονται, τῆς Ὑψώσεως ένεκεν τοῦ τιμίου σταυρού, ἥτις μετ' ὀλίγας ἡμέρας είωθε γίνεσθαι. Ἔφην τε πρὸς ἐκεῖνον ἐγώ, "Αρά γε λαμβάνουσι κἀμὲ σὺν αὐτοῖς, εἴπερ ἀκολουθήσαι θελήσω; Ὁ δὲ πρός με, Ἐὰν ἔχεις τὸν ναῦλόν σου καὶ τὴν δαπάνην, οὐδεὶς ὁ κωλύων σε. Εἶπον δὲ πρὸς αὐτόν· Οντως, ἀδελφὲ, ναῦ λον [καὶ] δαπάνην οὐ κέκτημαι· ἀπέρχομαι δὲ κἀγὼ, σαντο, καὶ θρέψαι με ἔχουσι κἂν μὴ θέλουσι καὶ ἀνέρχομαι εἰς ἓν τῶν πλοιαρίων ὧν ἐμισθών σῶμα γὰρ ἔχω, ἀντὶ ναύλου λαμβάνουσι. Διὰ τοῦτο δὲ ἤθελον ἀπελθεῖν (ά μου, συγχώρησον), ἵνα σχῶ πολλοὺς ἐραστὰς ἐν ἑτοίμῳ τοῦ πάθους μου. Εἶπόν σοι, ἀσσα Ζωσιμά, μὴ ἀναγκάσῃς εἰπεῖν σοι τὴν ἀσχημοσύνην μου φρίττω γὰρο οἶδεν ὁ Κύριος, μολύνουσα καὶ σὲ καὶ τὸν ἀέρα τοῖς λόγοις μου. κ. Ὁ δὲ Ζωσιμᾶς δάκρυσι βρέχων τὸ ἔδαφος, πρὸς αὐτὴν ἀπεκρίνατο· Λέγε διὰ τὸν Κύριον, ὦ μητέρ μου, λέγε, καὶ μὴ ἐγκόψῃς τὸν [εἱρμὸν] τῆς τοιαύτης ἐπωφελούς διηγήσεως. Ἡ δὲ αὖθις ἀναλαβοῦσα τοῖς προτέροις ρήμασι, προστέθεικε ταῦτα Ἐκεῖνος τοίνυν ὁ νεανίας, ἀκούσας τὸ αἰσχρὸν τῶν ῥημάτων, γελῶν ἀνεχώρησεν· ἐγὼ δὲ ῥίψασα την Αλεκάτην ἥνπερ ἐβάσταζον (ταύτην γάρ συμβέβηκε διὰ χρόνου βαστάζειν με), τρέχω προς θάλασσαν, ἔνθα τοὺς τρέχοντας έβλεπον τρέχοντας· καὶ βλέ δέκα τὸν ἀριθμὸν ἢ καὶ πλείονας, σφριγώντας τοῖς πουσα νέους τινὰς πρὸς τὸν αἰγιαλὸν ἑστῶτας, ὡσεὶ σώμασιν ἅμα καὶ τοῖς κινήμασι, καὶ ἱκανούς μα φανέντας πρὸς τὸ ζητούμενον (ὡς ἔοικε δὲ καὶ ἀλ λους συμπλωτήρας ἀνέβαινον· καὶ γὰρ καὶ ἕτεροι προανελθόντες ἦσαν εἰς τὰ πλοιάρια), ἀναιδῶς δὲ οὕτως ἦν μοι ἔθος, εἰς μέσον αὐτῶν εἰσεπήδησα Λάβετε, ἔφην, καὶ μὲ ὅπου ἀπέρχεσθε· οὐκ ἔχω γὰρ ὑμῖν εὑρεθῆναι ἀδόκιμος· εἶτα ἕτερα εἰποῦσα ῥήματα αἰσχρότερα, εκίνησα ἅπαντας εἰς γέλωτα. Οἱ δὲ τὸ πρὸς ἀναίδειαν ἐπαγωγὸν θεασάμενοι, λα βόντες ἀνάγουσι με εἰς ὅπερ εἶχον πλοιάριον έτοιμον κἀκεῖνοι γὰρ ἐν τοσούτῳ παραγεγόνασιν οὗπερ ἂν ἔμενον. Ἐκεῖθεν τοῦ πλοὺς ἀπηρξάμεθα. κα'. Τὰ δὲ ἐντεῦθεν πῶς σοι διηγήσομαι, ἄνθρωπε; ποία γλῶσσα ἐξείποι ἢ ἀκοὴ παραδέξεται τὰ ἐν τῷ πλοίῳ καὶ κατὰ τὴν ὁδοιπορίαν γενόμενα; ἅπερ μή θέλοντας ποιεῖν τοὺς ἀθλίους ἠνάγκαζον; Οὐκ ἔστι εἶδος ἀσελγὲς, ῥητόν τε καὶ ἄῤῥητον, οὗπερ οὐ γέ μου, καταπλήττομαι πῶς ὑπήνεγκεν ἡ θά γονα τοῖς ταλαιπώροις διδάσκαλος. Εγώ τοίνυν, λασσα τὰς ἐμὰς ἀσωτίας· πῶς οὐκ ἤνοιξεν ἡ γῆ τὸ στόμα, καὶ ζῶσαν εἰς ᾅδου με κατήγαγε, την τοσαύτας ψυχάς παγιδεύσασαν. Αλλ' ὡς ἔοικεν ὁ Θεὸς τὴν ἐμὴν ἐζήτει μετάνοιαν· οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ μένει μακροθυμῶν, τὴν ἐπι στροφὴν ἐκδεχόμενος· οὕτω τοίνυν καὶ μετὰ τοσαύ σπουδῆς ἀνήλθομεν εἰς Ἱεροσόλυμα· καὶ ὅσας μὲν ἡμέρας πρὸ τῆς ἑορτῆς ἐν τῇ πόλει διέτριψα τοῖς ὁμοίοις ἐχρησάμην, μᾶλλον δὲ τοῖς χείροσιν· οὐ γὰρ μόνον ἀρκέσθην τοῖς νεανίσκοις, οἷς κατὰ τὴν θάλασσαν εἶχον καὶ κατὰ τὴν ὁδὸν ὑπουργοῦντάς μοι, ἀλλὰ καὶ ἄλλους πολλοὺς ἡχρείωσα, πολίτας τε καὶ ξένους εἰς τοῦτο συλλέγουσα. κβ'. "Οτε δὲ ἔφθασεν ἡ ἁγία τῆς ὑψώσεως τοῦ σταυροῦ ἑορτὴ, ἐγὼ μὲν καθὰ καὶ τὸ πρὶν περιήειν ψυχὰς νέων ἀγρεύουσα. Έβλεπον δὲ ὄρθρου βαθέος
col. 3713–3714page 9 of 14
PG 87:3713πάντας εἰς τὴν ἐκκλησίαν συντρέχοντας, καὶ ἀπίημι κἀγὼ τρέχουσα σὺν τοῖς τρέχουσιν. Ηλθον οὖν συν αὐτοῖς εἰς τὰ τοῦ οἴκου προαύλια· καὶ ὅτε ἦλθεν ή ὥρα τῆς θείας ὑψώσεως, ὤθουν καὶ ἀντωθούμην βιαζομένη τὴν εἴσοδον, συνελθεῖν τῷ ὄχλῳ σπουδάζουσα. Καὶ ἕως μὲν τῆς θύρας, δι' ἧς λοιπὸν εἰς αὐτὸν τὸν ναόν τις ἐγένετο, ἐν ᾧ τὸ ζωοποιὸν ξύλον ἐδείκνυτο, σὺν μόχθῳ πολλῷ καὶ θλίψει προσήγγιζον ή ταλαίπωρος. Οτε δὲ τὴν φλιὰν τῆς θύρας ἐπάτησα, οἱ μὲν ἄλλοι πάντες ακωλύτως εἰσῄεσαν, ἐμὲ δὲ θεία τις εκώλυσεν δύναμις, μὴ συγχωρούσα τὴν εἴσοδον εἰσελθεῖν. Αὖθις γὰρ ἀντωθούμην (καὶ ἀντεπεμπόμην), καὶ μόνη πάλιν ὡρώμην ἐστωσα εἰς τὰ προαύλια. Νομίσασα γὰρ ἐκ γυναικείας ἀδυναμίας τοῦτο συμβαίνειν, πάλιν ἐμαυτὴν ἑτέροις ἐγκαταμίξασα, ἐβιαζόμην ὡς οἷόν τε παραγκωνίζο μένη, καὶ ἐμαυτὴν εἰσωθοῦσα. Αλλ' ἐκοπίων εἰς μάταια· αὖθις γὰρ ἡνίκα της φλιᾶς ὁ ποῦ; ἐπέβη ὁ ἄθλιος, τοὺς μὲν ἄλλους ὁ ναὸς εἶχεν μηδενὸς ἐμπου δίζοντος, ἐμὲ δὲ μόνην τὴν τάλαιναν οὐκ ἐδέχετο, ἀλλ᾿ ὥσπερ στρατιωτικής πληθύος τεταγμένης εἰς τοῦτο, τῆς ἐμοὶ προσταχθείσης ἀποκλεῖσαι τὴν εἴσω οδον, οὕτω μέ τις αθρόα διεκώλυσεν δύναμις, καὶ πάλιν ἱστάμην εἰς τὰ προαύλια. κγ'. Τοῦτο τρὶς καὶ τετράκις παθοῦσά τε καὶ ποιή σασα, ἀποκαμοῦσα λοιπὸν, καὶ μηκέτι ὠθεῖν καὶ ἀντωθεῖσθαι ἰσχύουσα (ἐγεγόνει γάρ μου τὸ σῶμα ἐκ τῆς βίας κατάκοπον), καὶ ἐνδοῦσα λοιπὸν, ἀνεχώρησα, καὶ ἐστὴν ἐν τῇ γωνίᾳ τῆς αὐλῆς τοῦ ναοῦ· καὶ μό λις ποτὲ ἐν συναισθήσει τῆς αἰτίας, τῆς κωλυούσης με ἰδεῖν τὸ ζωοποιὸν ξύλον, γεγένημαι. Ηψατο γὰρ τῶν ὀφθαλμῶν τῆς καρδίας μου λόγος σωτήριος, υποδεικνύων μοι, ὅτι ὁ βόρβορος τῶν ἔργων μου ἦν, ὁ τὴν εἴσοδον κλείων μοι. Ἠρξάμην δὲ κλαίειν, καὶ ὀδύρεσθαι, καὶ τὸ στῆθός μου τύπτειν, καὶ στεναγμοὺς ἐκ βάθους τῆς καρδίας μου ἀνάγουσα· κλαίουσα δὲ ὁρῶ ἐπάνω τοῦ τόπου ἐν ᾧ ἱστάμην [ἐπάνωθεν] εἰκόνα τῆς παναγίας Θεοτόκου ἑστῶσαν, καί φημί πρὸς αὐτὴν ἀκλινῶς ἐνατενίζουσα· Παρθένε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μὲν, οἶδα ὡς οὐκ ἔστιν εὐπρεπές οὐδὲ εὔλογον τὴν οὕτως με ῥυπαρὰν οὖσαν, τὴν οὕτως πανάσωτον, εἰκόνα καθορᾷν σου τῆς ᾿Αειπαρθένου, σοῦ, τῆς ἁγνῆς, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰν καὶ ἀμόλυντον δίκαιον γάρ ἐστιν ἐμὲ τὴν ἄσωτον, ὑπὸ τῆς σῆς καθαρότητος μισείσθαι τε καὶ βδελύττεσθαι. Πλὴν ἐπείπερ, ὡς ἤκουσα, διὰ τοῦτο γέγονεν ὁ Θεὸς, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ ἁμαρτωλοὺς εἰς μετάνοιαν βοήθησον τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ τινὰ πρὸς βοήθειαν ἐπίταξον κάμοι συγχωρηθῆναι τὴν εἴσοδον τῆς Ἐκ κλησίας εἰσελθεῖν· μὴ στερήσης με το ξύλον ἰδεῖν, ἐν ᾧ κατὰ σάρκα προσπαγεὶς ὁ Θεὸς ὅν ἐγέννησας, τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ δέδωκεν εἰς ἀντίλυτρον ἐπίταξον, ὦ Δέσποινα, καμοὶ τὴν θύραν ἀνοιγήναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως, καὶ σὲ δίδωμι τῷ ἐκ σοῦ τεχθέντι θεῷ ἐγγυητὴν ἀξιόχρεων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐνυβρίσω δι' αἰσχρᾶς οἰαςδήποτε μία ξεως, ἀλλ' ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ Υἱοῦ σου θεάσομαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθὺς ἀπο τάσσωμαι, καὶ αὐτίκα ἐξέρχωμαι, ὅπου δ᾽ ἂν αὐτή, ὡς ἐγγυητής σωτηρίας, ὑποθῇς καὶ ὁδηγήσῃς με. κδ'. Ταῦτα εἰποῦσα, καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς Θεοτόκου καταθαρρήσασα, κινῶ ἐμαυτὴν ἐκ τοῦ τόπου ἐκείνου, ἐν ᾧ ἐστῶσα ἐποιούμην τὴν δέη σιν· καὶ ἔρχομαι πάλιν, καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα, καὶ οὐκέτι οὐδεὶς ὠθῶν με καὶ ἀντωθούν μενος, οὐδεὶς ὁ κωλύων με τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι' ἧς εἰς τὸν νὰον εἰσῄεσαν. Ελαβέν με οὖν φρίκη καὶ ἔκστασις, καὶ ὅλη δι᾿ ὅλου ἐκλονούμην καὶ ἔτρεμον. Εἶτα φθασάσης μου τὴν θύραν τὴν ἕως τότε Ασφαλισμένην μοι, ὡσεὶ πᾶσα ἡ δύναμις, ἡ πρότερόν με κωλύουσα, νῦν ἐμοὶ προοδοποιεῖ τὴν εἴσοδον, οὕτως εἰσῆλθον ἄπονος, οὕτως ἐντὸς τῶν ἁγίων γεγένημαι, τῆς τε ζωοποιοῦ θέας τοῦ σταυροῦ κατηξίωμαι, καὶ εἶδον τοῦ Θεοῦ τὰ μυστήρια, καὶ οἷός ἐστιν ἔτοιμος τοῦ δέχεσθαι τὴν μετάνοιαν. Ρί ο
col. 3715–3716page 10 of 14
PG 87:3715Τι, ο τῆς σήμερον ἐμάκρυνα φυγαδεύουσα, καὶ ἐν ταύτῃ ὀλιγοψυχίας καὶ καταιγίδος τοὺς ἐπιστρέφοντας πρὸς ψασα τοίνυν ἐμαυτὴν ἐγὼ ἡ ἀθλία ἐπὶ τῆς γῆς, καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα έδαφος, ἔτρεχον ἐξιοῦ. σα, πρὸς τὴν ἐγγύησαμένην με σπουδάζουσα. Γίγνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ τὸ τῆς ἐγγύης ὑπο εγράφη χειρόγραφον· καὶ γόνυ κλίνασα ἔμπροσθεν τῆς Λειπαρθένου καὶ Θεοτόκου, τούτοις ἐχρησάμην τοῖς ῥήμασι κε'. Σὺ μὲν, ὦ φιλάγαθε Δέσποινα, τὸ σὸν ἐνεδείξω [ἐπ' ἐμὲ] φιλάνθρωπον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν· εἶδον δόξαν, ἣν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι· δόξα τῷ Θεῷ, τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν. Τί γὰρ εἶχον πλέον ἡ ἁμαρτωλὸς ἐννοήσαι ή φθέγξασθαι; Καιρός ἐστι λοιπὸν Δέσποινα, πληρωθῆναι λοιπὸν τῆς ἐγω γύης, ἧς ἐγγυήσω, τὰ σύμφωνα. Νῦν ὅπου κε λεύεις ὁδήγησον· νῦν γενοῦ μοι μᾶλλον τῆς σω τηρίας διδάσκαλος, χειραγωγοῦσα πρὸς τὴν ὁδὸν τὴν εἰς μετάνοιαν ἄγουσαν. Καὶ ταῦτα λέγουσα, ήκουσα πόρρωθεν κράζοντος, Ἐὰν τὸν Ἰορδάνην διέλθῃς, καλὴν εὑρήσεις ἀνάπαυσιν. Ἐγὼ δὲ τῆς φωνῆς ταύτης ἀκούσασα, καὶ ταύτην δι᾿ ἐμὲ γενέ σθαι πιστεύσασα, δακρύουσα ἔκραξα, καὶ τῇ Θεο τόκῳ ἐβόησα· Δέσποινα, Δέσποινα, μὴ ἐγκαταλίπης με. Καὶ ταῦτα βοήσασα ἐξίημι ἐκ τῆς αὐλῆς τοῦ ναοῦ, καὶ συντόμως ἐβάδιζον. κς'. Εξερχομένην δέ τις έωρακώς με, ἐπιδίδωσιν μοι τρεῖς φόλεις, Δέξαι ταύτας, ἀμμά μου, εἰπών. Ἐγὼ δὲ τὰ δοθέντα μου κομίσασα, τρεῖς ἐξ αὐτῶν Αγόρασα άρτους, καὶ τούτους ἔλαβον εὐλογίας εφο όδιον. Ηρώτησα δὲ τὸν τοὺς ἄρτους πιπράσκοντα, Ποία καὶ πόθεν ἡ ὁδὸς καθέστηκεν, ἄνθρωπε, ἡ εἰς τὸν Ἰορδάνην ἀπάγουσα; Καὶ μαθοῦσα τὴν πύλην της πόλεως, τὴν ἐπ' ἐκεῖνο τὸ μέρος εξάγουσαν, ἐξῆλθον τρέχουσα, καὶ τῆς ὁδοιπορίας είχόμην δα κρύουσα. Ερωτήσει δὲ φθάνουσα τὴν ἐρώτησιν, καὶ τὸ λοιπὸν ἅπαν τῆς ἡμέρας ὁδοιπορήσασα τἦν γὰρ τρίτη ὥρα τῆς ἡμέρας, ὅτε τὸν σταυρὸν ἐθεασάμην, ὡς εἰκάζω), κατέλαβον λοιπὸν, τοῦ ἡλίου πρὸς τὴν δύσιν κλίναντος, τὸν ναὸν Ἰωάννου τοῦ Βαπτιστοῦ, τὸν κείμενον τοῦ Ἰορδάνου σύνεγγυς. Καὶ πρότερον ἐν τῷ ναῷ προσκυνήσασα κατῆλθον εἰς τὸν Ἰορδάνην αὐτίκα, καὶ πρόσωπον καὶ χεῖρας ἐξ ἐκείνου τοῦ ἁγίου ὕδατος έβρεξα· μετέλαβον δὲ τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων ἐν τῷ ναῷ τοῦ Προδρόμου, καὶ τοῦ ἑνὸς ἄρτου τὸ ἥμισυ ἔφαγον, καὶ ἐκ τοῦ Ἰορδάνου πιοῦτα ἐπὶ τῆς γῆς ἐμαυτὴν τὴν νύκτα κατέκλινα. Τῇ δὲ ἐπαύριον εὑροῦσα μια κρὸν ἐκεῖσε πλοιάριον, ἐπὶ τὸ μέρος τὸ ἕτερον γέ γονα, καὶ πάλιν ἐζήτησα τὴν ὁδηγόν μου, ὁδηγῆσαι με ὅπου δ᾽ ἄν ἐστιν αὐτῇ εὐάρεστον. Γέγονα τοίνυν κατὰ ταύτην τὴν ἔρημον, καὶ ἐξ ἐκείνου μέχρι αὐλίζομαι, προσδεχομένη τὸν Θεόν μου, τὸν ἀπὸ αὐτὸν διασώζοντα. κζ'. 'Ο δὲ Ζωσιμᾶς πρὸς αὐτὴν ἔφησεν· Πόσα δὲ ἔτη εἰσὶν, ὦ κυρία μου, ἐξ ὅτε εἰς ταύτην αὐλίζῃ τὴν ἔρημον; Απεκρίθη ἡ γυνή· τεσσαρακονταεπτὰ ἔτη, ὡς εἰκάζω, εἰσὶν, ἐξ ὅτε τῆς ἁγίας πό λεως ἐξελήλυθα. Εἶπεν δὲ Ζωσιμᾶς· Καὶ τί δὲ εὕρες ἢ ἔσχηκα, τροφήν, ὦ κυρία μου; Εφη δὲ ἡ γυνή Δύο μὲν ἥμισυ άρτους τὸν Ἰορδάνην ἐπέρασα φέ ρουσα, οἵτινες κατ' ὀλίγον ξηρανθέντες ἀπελιθώθη σαν, καὶ μικρὸν ἐπὶ χρόνους ἐσθίουσα διετέλεσα. Εἶπεν δὲ Ζωσιμᾶς· Καὶ οὕτως ἀπόνως παρῆλθες τῶν τοσούτων ἐτῶν τὸ διάστημα, μηδὲν τῆς ἀθρόας γενομένης μεταβολῆς ταραττούσης σε; Απεκρίθη ἡ γυνή· Πραγμά με νῦν ἠρώτησας, ἀββά Ζωσιμά, ὅπερ φρίττω καὶ λέγουσα· ἐὰν γὰρ ἔλθω νῦν εἰς ἀνάμνησιν τῶν τοσούτων κινδύνων, ὧνπερ ὑπέμεινα, καὶ τῶν λογισμῶν τῶν δεινῶς ἐνοχλησάντων μοι, φοβούμαι μή πως καὶ αὖθις ὑπ' ἐκείνων βληθήσω μαι. Εἶπεν δὲ Ζωσιμᾶς· Μηδὲν ἐάσῃς, κυρία μου, ὅπερ μὴ ἀναγγείλης μοι· ἅπαξ γὰρ εἰς τοῦτο κατα επηρώτησα σε, ἵνα πάντα ἀπαραλείπτως διδάξῃς με. κηʹ. Ἡ δὲ πρὸς αὐτόν· Πίστευσον, ἀββα, δε καἑπτὰ ἔτη εἰς ταύτην περιῆλθον τὴν ἔρημον, θηρο
col. 3717–3718page 11 of 14
PG 87:3717σὶν ἀνημέροις ταῖς ἀλόγοις ἐπιθυμίαις πυκτεύουσα. Ηνίκα τροφῆς μεταλαβεῖν ἐπεχείρησα, ἐπεθύμουν τὰ κρέατα καὶ τοὺς ἰχθύας οὓς ἔχει ἡ Αἰγυ πτος· ἐπεθύμουν τοῦ οἴνου τὴν πόσιν, τὴν ἐν ἐμοὶ καταθύμιον· πολλῷ γὰρ οίνῳ ἐχρώμην ἡνίκα ἐν τῷ κόσμῳ διέτριβον· ἐνταῦθα δὲ οὐδὲ ὕδατος ὅλως ἀπογεύσασθαι ἔχουσα, δεινῶς ἐφλεγόμην καὶ τὴν ἀνάγκην οὐκ ἔφερον. Εἰσῄει δέ μοι καὶ τῶν πορνικῶν ἀσμάτων ἐπιθυμία ἡ παράλογος, δεινῶς ἀεὶ ταράττουσα καὶ ἀναπείθουσά με ἄδειν τὰς ᾠδὰς τῶν δαιμόνων ἄσπερ μεμάθηκα· εὐθὺς δὲ δακρύουσα, καὶ τῇ χειρὶ τὸ στῆθός μου τύπτουσα, ἐμαυτὴν ἀνεμίμνησκον τῶν συμφώνων ὧν ἐθέμην ἐξερχομένη κατὰ τὴν ἔρημον. Ἐγιγνόμην δὲ τῷ λογισμῷ πρὸς τὴν εἰκόνα τῆς Θεοτόκου τῆς ἀναδόχου μου, κακείνῃ προσέκλαιον, ἐκδιώξαι τοὺς λογισμοὺς αἰτοῦσα, τοὺς οὕτως τὴν ἀθλίαν μου ψυχὴν κατατρέχοντας. Οτι δὲ ἀρκούντως ἐδάκρυσα, καὶ τὸ στῆθος εἰς δύναμιν ἔτυψα, φῶς ἔβλεπον πάντοθεν περιαστράπτον με· καὶ ἐντεῦθεν λοιπὸν γαλήνη τις σταθηρα ἐκ τρικυμίας ἐγένετό μοι. κθ'. Τοὺς δὲ λογισμούς, τοὺς εἰς πορνείαν αὖθις ὠθοῦντάς με, πως σοι, ἀββα, διηγήσομαι; Πῦρ γὰρ ἔνδοθεν τῆς καρδίας μου τῆς ταλαίνης ἀνήπτετο, καὶ ὅλην δι' ὅλου ἐξέφλεγεν, καὶ πρὸς ἐπιθυμίαν ἀνηρέθιζε μίξεως. Εὐθὺς δὲ, ἡνίκα λογισμός τοιοῦτος προσέβαλλεν, ἔῤῥιπτον ἑαυτὴν εἰς γῆν, καὶ τὸ ἔδαφος τοῖς δάκρυσιν ἐβρεχον, αυτήν μοι νομίζουσα παρ ιστάναι τὴν ἐγγυησαμένην με, ὥσπερ προστάτιδα, καὶ παραβαλεῖσαν, καὶ ποινὰς τῆς παραβασίας εἰσ πράττουσαν. Οὐκ ἀνιστάμην τοίνυν ἀπὸ τῆς εἰς γῆν κατανεύσεως, ἣν συνέβη διέρχεσθαι νυχθήμερον, έως ὅτου με τὸ φῶς ἐκεῖνο τὸ γλυκὺ περιέλαμψεν, καὶ τοὺς λογισμοὺς τοὺς ἐνοχλοῦντας μοι ἐδίωξεν. Λοι πὸν ἀεὶ τὸ ὄμμα της διανοίας μου πρὸς τὴν ἐγγυητήν ἀκαταπαύστως ἀνέπεμπον, αἰτοῦσα βοήθειαν τῇ κινδυνευούσῃ κατὰ τὸ τῆς ἐρήμου πέλαγος· καί γε βοη θὸν ἔσχον, καὶ τῆς μετανοίας συλλήπτορα. Καὶ οὔ τως διῆλθον τῶν δεκαεπτὰ ἐτῶν τὸ διάστημα, μυρίοις κινδύνοις προσομιλήσασα· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς σήμερον ἡ βοηθός μου παρέστηκεν ἐν πᾶσι, καὶ διὰ πάντων χειραγωγοῦσά με. λ'. Εἶπεν δὲ Ζωσιμᾶς πρὸς αὐτήν· Οὐκ ἐδεήθης τροφῆς, ἢ ἐνδύματος; Η δὲ πρὸς αὐτὸν ἀπεκρίνατο Τοὺς μὲν ἄρτους ἐκείνους, καθὰ προείπον, ἀναλώσασα, τὰ δεκαεπτὰ ἔτη ετράφην βοτάναις, καὶ λοι τοῖς τοῖς εὑρισκομένοις κατὰ τὴν ἔρημον· τὸ δὲ ἱμάτιον, ὅπερ εἶχον τὸν Ἰορδάνην διαπεράσασα, διαῤῥυὲν δεδαπάνηται. Πολλὴν ἐκ τοῦ κρύους καὶ αὖθις ἐκ τῆς τοῦ θέρους φλογὸς ἀνάγκην ὑπέμεινα, συγκαιομένη τῷ καύσωνι, καὶ τῷ παγετῷ πηγνυμένη καὶ τρέμουσα, ὡς πολλάκις με χαμαὶ πεσούσαν ἄπνουν μεῖναι σχεδὸν καὶ ἀκίνητον. Πολλαῖς τοίνυν καὶ πολλαῖς συμφοραῖς καὶ πειρασμοῖς ἀνηκέστοις ἐπύκτευσα. Ἐξ ἐκείνου δὲ καὶ μέχρι τοῦ νῦν ἡ δύναμις τοῦ Θεοῦ πολυτρόπως τὴν ἁμαρτωλόν μου ψυχὴν καὶ τὸ σῶμα τὸ ταπεινὸν διετήρησεν· ἐννοοῦσα γὰρ μόνον ἐξ ὁποίων κακῶν μὲ ἐῤῥύσατο, τροφὴν ἀδάπανον κέκτημαι, τὴν ἐλπίδα τῆς σωτηρίας μου τρέφομαι γὰρ καὶ σκέπομαι τῷ ῥήματι τοῦ Θεοῦ διακρατοῦντος τὰ σύμπαντα· οὐδὲ γὰρ ἐπ' ἄριῳ μόνω ζήσεται ἄνθρωπος, καὶ παρὰ τὸ μὴ ἔχειν σκέπην, πέτραν περιεβάλοντο, ὅσοι τὸ τῆς ἁμαρτίας ἀπεδύσαντα, περιβόλαιον. λα. Ακούσας δὲ Ζωσιμᾶς ὅτι καὶ χρήσεων Γρα φικῶν ἑμνημόνευσεν, ἔκ τε Μωϋσέως καὶ τοῦ Ἰώβ, καὶ τῆς βίβλου τῶν Ψαλμών ἔφησεν πρὸς αὐτήν Ψαλμοῖς δὲ, ὦ κυρία μου, ἢ ἄλλοις βιβλίοις ἐντέτυ χας; 11 δὲ ἀκούσασα τοῦτο ὑπεμειδίασεν, καί φησιν πρὸς τὸν γέροντα· Πίστευσον, ἄνθρωπε, οὐκ εἶδον ἕτερον ἄνθρωπον ἐξ ὅτε τὸν Ἰορδάνην ἐπέρασα, εἰ μὴ τὸ σὸν πρόσωπον σήμερον· ἀλλ' οὐδὲ θηρίον ἢ Ο ΝΟΤΑ.
col. 3719–3720page 12 of 14
Caput IV
PG 87:3719ἄλλον ζῶον τεθέαμαι ἐξότε ταύτην εἶδον τὴν ἔρημον. γράμματα τοίνυν οὐ μεμάθηκα πώποτε. Αλλ' οὐδὲ ψάλλοντός τινος ἢ ἀναγινώσκοντος ἤκουσα· ὁ δὲ λόγος τοῦ Θεοῦ, ζῶν τε καὶ ἐνεργής ὤν, αὐτὸς διδάσκει τὸν ἄνθρωπον γνῶσιν. Εω; ὧδε τὸ πέρας τῆς κατ' ἐμὲ διηγήσεως· ἀλλ' ὅπερ ἐποίησα ἐναρχομένη της διη γήσεως, καὶ νῦν ἐνορκῶ σε κατὰ τῆς τοῦ Θεοῦ Λό γου σαρκώσεως, εὔχεσθαι ὑπὲρ ἐμοῦ τῆς ἀσώτου διὰ τὸν Κύριον. Ταῦτα εἰπούσης ἐκείνης, καὶ τὸν λόγον ὧδε συντελεσάσης, ώρμησεν βαλεῖν μετάνοιαν. Καὶ αὖθις ὁ γέρων σὺν δάκρυσιν ἔκραζεν· Εὐλογητὸς ὁ Θεὸς, ὁ ποιήσας μεγάλα καὶ θαυμαστά, ένδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· εὐλογητὸς ὁ Θεὸς ὁ δείξας μοι ὅσα χαρίζει τοῖς φοβουμένοις αὐτ τόν· ὄντως γὰρ οὐκ ἐγκατέλειπας τοὺς ἐκζητοῦντας σε, Κύριε. λβ'. Εκείνη δὲ ἐπιλαβομένη τοῦ γέροντος, οὐκέτι συνεχώρησεν βαλεῖν τελείως μετάνοιαν, ἀλλ᾽ ἔφησεν πρὸς αὐτόν· Ταῦτα πάντα, ἅπερ ἤκουσας, ἄνθρωπε, ἐνορκῶ σε κατὰ τοῦ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μηδενὶ ἐξειπεῖν, ἕως ὅτε ὁ Θεὸς ἀπὸ τῆς γῆς ἀπολύσει με. Τὸ δὲ νῦν ἔχον ἐν εἰρήνῃ πορεύθητι, καὶ πάλιν εἰς τὸ ἔτος τὸ ἐρχόμενον ὄψει με, καὶ ὀφθήσῃ μοι τοῦ Θεοῦ χάριτι φυλαττόμενος· ποίησον δὲ διὰ τὸν Κύριον ὅπερ νῦν σοι ἐντέλλομαι. Εἰς τὰς νηστείας τὰς ἱερὰς τοῦ ἔτους τοῦ ἐπερχομένου μὴ περάσῃς τὸν Ἰορδάνην, ὥσπερ εἰώθατε ποιεῖν εἰς τὸ μοναστήριον. Εξίστατο δὲ Ζωσιμᾶς ἀκούων ὅτι καὶ τὸν κανόνα τοῦ μοναστηρίου ἀπήγγειλεν, καὶ οὐδὲν ἕτερον ἔλεγεν εἰ μὴ, Δόξα τῷ Θεῷ, μεγάλα χαριζομένῳ τοῖς ἀγαπῶσιν αὐτόν. Εκείνη δὲ ἔφη σεν, Μεῖνον ἀσσα, ὡς εἶπον, εἰς τὸ μοναστήριον οὐδὲ γὰρ θέλοντί σοι ἐξελθεῖν εὖ γενήσεται· τῇ δὲ ἁγίᾳ ἑσπέρᾳ τοῦ δείπνου τοῦ μυστικού, λάβε μοι τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ εἰς σκεῦος ἱερὸν καὶ τῶν τοιούτων μυστηρίων επάξιον, καὶ φέρε, καὶ μεῖνον μετὰ παντὸς εἰς τὸ μέρος του Ἰορδάνου τὸ προσεγγίζον τῇ οἰκουμένῃ, ὅπως ἐλθοῦσα μεταλάβω τῶν ζωοποιῶν δώρων. Ἐξ ὅτε γὰρ εἰς τὸν ναὸν τοῦ Προδρόμου, πρὶν ἢ τὸν Ἰορδάνην διέλθω, μετέλαβον, οὐκέτι μέχρι τοῦ νῦν τοῦ ἁγιασμοῦ τού του τετύχηκα· καὶ νῦν ἐκείνου ἐφίεμαι ἀκατασχέ στῳ τῷ ἔρωτι· δι᾿ ὁ αἰτῶ καὶ παρακαλῶ τὴν ἐμὴν μὴ παρακούσασθαι αἴτησιν, ἀλλὰ πάντως ἀγαγέ μοι τὰ τοιαῦτα ζωοποιὰ καὶ θεῖα μυστήρια, καθ᾿ ἣν ὥραν ὁ Κύριος τοὺς μαθητὰς τοῦ θείου δείπνου μετόχους πεποίηκεν. Τῷ δὲ [] Ἰωάννῃ, τῷ ἡγουμένῳ τῆς μονῆς ἐν ᾗ κατοικεῖς, ταῦτα εἰπέ· Πρόσεχε σεαυτῷ καὶ τῇ ποίμνῃ σου· τινὰ γὰρ ἐκεῖ τελοῦνται δεόμενα διορθώσεως. Ἀλλ᾽ οὐ νῦν σε θέλω ταῦτα εἰπεῖν αὐτῷ, ἀλλ᾽ ὅτε ὁ Κύριος ἐπιτρέψει σοι· ταῦτα εἰποῦσα, καὶ Εὔξαι ὑπὲρ ἐμοῦ, τῷ γέροντι φήσασα, ἐπὶ τὸ βάθος τῆς ἐρήμου αὖθις ἐξέδραμεν. Ο δὲ Ζωσιμᾶς κλίνας τὰ γόνατα, καὶ προσκυνήσας τὸ ἔδαφος ἐν ᾧ ἔστησαν τὰ ἴχνη τῶν ποδῶν αὐτῆς, δοὺς τῷ Θεῷ δόξαν καὶ εὐχαριστήσας, ὑπέστρεψεν ἐν ἀγαλλιάσει ψυχῆς τε καὶ σώματος, δοξάζων καὶ εὐλογῶν Χρι στὸν τὸν Θεὸν ἡμῶν· αὖθις δὲ διελθὼν ἐκείνην τὴν ἔρημον ἔφθασεν εἰς τὸ μοναστήριον καθ᾽ ἂν ἡμέραν ὑποστρέφειν ειώθασιν οἱ αὐτόθι μονάζοντες. μηδενὶ τολμῶν ἐξειπεῖν μηδὲν ὧν ἐθεάσατο· καθ' ἑαυτὸν δὲ τὸν Θεὸν καθικέτευσεν, δεῖξαι αὐτῷ αὖθις τὸ ποθούμενον πρόσωπον. Εδυσχέραινεν δὲ καὶ ἐδυσφόρει τοῦ ἐνιαυτοῦ· ἐννοῶν τὴν περίοδον, μίαν ἐνθέλων τὸν ἐνιαυτὸν ἡμέραν γενέσθαι, ὡς οἷόν τε ἦν. Ηνίκα δὲ ἔφθασεν τῶν ἱερῶν νηστειῶν ἡ ἀπαρ χομένη Κυριακή, εὐθὺς μετὰ τὴν ἐξ ἔθους εὐχὴν οἱ μὲν ἄλλοι πάντες ἐξίεσαν ψάλλοντες· αὐτὸν δὲ νόσος κατέσχεν πυρέξαντα, καὶ μένειν ἔνδον ἠνάγκασεν. Εμνήσθη δὲ Ζωσιμᾶς τῆς Ὁσίας εἰπούσης, ὅτι Οὔτε θέλοντί σοι τῆς μονῆς ἐξελθεῖν οὗ σοι γενήσεται. Ολίγαι δὲ ἡμέραι διέδραμον, καὶ τῆς νόσου διαναστὰς ἐν τῷ μοναστηρίῳ διέτριβεν. λγ'. Καὶ τὸν μὲν ἐνιαυτὸν ἡσύχασεν άπαντα,
col. 3721–3722page 13 of 14
PG 87:3721λθ'. Ηνίκα δὲ πάλιν οἱ μοναχοὶ ὑπέστρεψαν, καὶ ἤγγισεν ἡ ἑσπέρα τοῦ δείπνου τοῦ μυστικοῦ, ἐποίη δεν τὰ διαταχθέντα αὐτῷ· καὶ λαβὼν εἰς μικρὸν ποτήριον τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου απ ματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔβαλεν εἰς κανίσκιον ἱσγάδας καὶ φοίνικας, καὶ φακήν μικρὰν βραχεῖσαν ἐν ὕδατι· ἀπέρχεται δὲ βαθείας οψίας, καὶ καθέζεται εἰς τὸ χεῖλος τοῦ Ἰορδάνου, της Οσίας ἀναμένων τὴν ἄφιξιν. Χρονίζοντος δὲ τοῦ γυναίου τοῦ ἱεροῦ, Ζωσιμᾶς οὐκ ἐνύσταξεν, ἀλλ᾽ ἀκλινῶς ἑώρα τὴν ἔρημον, ἀναμένων ἰδεῖν ὅπερ ἰδεῖν ἐπεθύμησεν, Ελεγεν δὲ καθ' ἑαυτὸν ὁ γέρων καθήμενος Αρά γε μή ποτε τὸ ἀνάξιόν μου ἐλθεῖν ταύτην διεκώλυσεν; ἄρα ἦλθεν, καὶ μὴ εὑροῦσά με αὖθις ὑπέστρεψεν; Ταῦτα λέγων εδάκρυσεν, καὶ δακρύσας ἐστέναξεν, καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπάρας, τὸν Θεὸν ἱκέτευσεν λέγων· Μὴ στερήσῃς με, Δέ σποτα, καὶ αὖθις ἰδεῖν ὅπερ ἰδεῖν συνεχώρησας· μὴ ἀπέλθω κενὸς, τὰς ἐμὰς ἁμαρτίας φέρων εἰς ἔλεγ χον. Ταῦτα σὺν δάκρυσιν ἐπευξάμενος, εἰς ἕτερον λογισμὸν περιπέπτωκεν· ἔλεγεν γὰρ ἐν ἑαυτῷ· ΤΙ δὲ, εἰ ἄρα καὶ ἔλθη, γενήσεται; Πλοιάριον γὰρ οὐ πάρεστιν. Πῶς τοίνυν τὸν Ἰορδάνην παρέλθοι, καὶ πρὸς ἐμὲ γενήσεται τὸν ἀνάξιον; Οίμοι τῆς ἐμῆς ἀναξιότητος! οἴμοι τῆς ἐμῆς ἐλεεινότητος! Τις με τοιούτου καλοῦ δικαίως εστέρησεν; λε. Ταῦτα λογιζομένου του γέροντος, ἰδοὺ καὶ τὸ ὅσιον ἔφθασεν γύναιον, καὶ εἰς τὸ πέραν ἔστη τοῦ ποταμοῦ, ὅθεν καὶ ἤρχετο. Ὁ δὲ Ζωσιμᾶς ἐξανέστη χαίρων καὶ ἀγαλλιώμενος, καὶ δοξάζων τὸν Θεόν. θες δὲ τῷ λογισμῷ τοῦ μὴ δύνασθαι αὐτὴν περάσαι τὸν Ἰορδάνην ἐπάλαιεν. Ορᾷ δὲ αὐτὴν τῷ σημείῳ τοῦ τιμίου σταυροῦ τὸν Ἰορδάνην σφραγίσασαν (πανσέληνος γὰρ ὑπῆρχεν ἡ νύξ, ὡς ἔλεγεν, καὶ ἅμα τῇ σφραγῖδι ἐπιβᾶσαν τῷ ὕδατι, καὶ περιπατοῦσαν ἐπὶ τῶν ὑδάτων ἐπάνω, καὶ πρὸς ἐκεῖνον βαδίζουσαν. Τὸν δὲ θελήσαντα ποιήσαι μετάνοιαν διεκώλυεν κρά ζουσα, καὶ ἐπὶ τῶν ὑδάτων βαδίζουσα, Τί ποιεῖς, ἀββα, καὶ ἱερεὺς ὑπάρχων, καὶ βαστάζων θεία μυστήρια; Τοῦ δὲ πρὸς τὸ λεγόμενον είξαντος, ἀπο δάσα τοῦ ὕδατος ἔφησεν πρὸς τὸν γέροντα εὐλόγησον, Πάτερ, εὐλόγησον. Ὁ δὲ πρὸς αὐτὴν ἀπεκρίνατο σύντρομος (Εκστασις γὰρ αὐτὸν εἶχεν ἐπὶ τῷ παρα δόξω θεάματι)· "Οντως ἀψευδῆς ὁ Θεὸς ἐπαγγειλάμενος ὁμοιοῦσθαι Θεῷ καθόσον ἐφικτὸν τοὺς ἑαυτοὺς ἐκκαθαίροντας· δόξα σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, ὃς οὐκ ἀπέστειλας τὴν προσευχήν μου, καὶ τὸ ἔλεός σου ἀπὸ τοῦ δούλου σου· δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ δείξας μοι διὰ ταύτης τῆς δούλης σου, πόσον ἀπέχω μέτρον τῆς τελειότητος. Καὶ ταῦτα ἅμα λέγοντα, ᾔτησεν ἡ γυνὴ εἰπεῖν τὸ ἅγιον τῆς πίστεως σύμ βολον, καὶ τὸ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, κατάρξασθαι. Καὶ τούτου γενομένου, καὶ τῆς εὐχῆς πέρας λαβούσης, κατὰ τὸ σύνηθες δέδωκεν τὴν ἀγάπην τῷ γέροντι εἰς τὸ στόμα· καὶ οὕτως τῶν ζωοποιών μυστηρίων μεταλαβοῦσα, εἰς τὸν οὐρανὸν τὰς χεῖρας διάβασα, εστέναξεν σὺν δάκρυσιν, καὶ οὕτως ἐβόησεν κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. λς. Τότε λέγει τῷ γέροντι Συγχώρησόν μοι, ἀββα, καὶ ἄλλην ἐπιθυμίαν μου πλήρωσον· καὶ νῦν μὲν ἄπελθε εἰς τὸ μοναστήριον, τῇ τοῦ Θεοῦ χάριτι φρουρούμενος, εἰς δὲ τὸ ἔτος τὸ ἐρχόμενον ἔλθε καὶ αὖθις εἰς ἐκεῖνον τὸν χείμαρρον, ἔνθα σας τὸ πρὶν συνέτυχον· ἔλθε πάντως διὰ τὸν Κύριον, καὶ πάλιν ὄψει με καθώς θέλει ὁ Κύριος. Ο δὲ πρὸς αὐτὴν ἀπεκρίνατο· Εἶθε· ἦν δυνατὸν ἐντεῦθεν ἀκολουθῆσαι σοι, καὶ βλέπειν διὰ παντὸς τὸ σὸν τίμιον πρόσωπον ποίησον δὲ μίαν τοῦ γέροντος αἴτησιν, καὶ ἐξ ὧν ἐνήνοχα ὧδε μικρᾶς τροφῆς μετάλαβε· καὶ ἅμα ταῦτα εἰπὼν, δείκνυσιν αὐτῇ ὅπερ εἶχεν κανίσκιον. Η δὲ δακτύλοις ἄκροις τῆς φακῆς ἀψαμένη, καὶ τρεῖς κόκκους ἀνελομένη, τῷ ἰδίῳ προσήγαγεν στο ματι, ἀρκεῖν εἰποῦσα τὴν χάριν τοῦ Πνεύματος, ὥστε συντηρεῖν τὴν οὐσίαν τῆς ψυχῆς ἁμίαντον. Καὶ ταῦτα εἰποῦσα, εἶπεν πάλιν τῷ γέροντα· Εὔξαι Νῦν ἀπολύεις τὴν δούλην σου, ὦ Δέσποτα,
col. 3723–3724page 14 of 14
PG 87:3723διὰ τὸν Κύριον, εὖξαί μοι, καὶ τῆς ἐμῆς ἀθλι συνεχόμενος, μεμφόμενός τε αὐτόν, ὅτι τὸ ὄνομα τῆς τυχεῖν εἰς τὸ ἔτος τὸ ἐπερχόμενον. τητος μέμνησο. Ὁ δὲ τῶν ποδῶν ἁψάμενος τῆς Οτίας, καὶ εὔχεσθαι ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τῆς βασιλείας, καὶ αὐτοῦ ἐξαιτήσας, σὺν δάκρυσιν ἀφο ἧκεν, καὶ ἀπῆλθεν στένων καὶ ὀδυρόμενος· λοιπόν γὰρ ἐπὶ πολὺ οὐκ ἐτόλμα κρατῆσαι τὴν ἀκράτητο». Η δὲ αὖθις τὸν Ἰορδάνην σφραγίσασα, ἐπέβη του ὕδατος, καὶ περιπατοῦσα διῆλθεν καθὰ καὶ τὸ πρόσ τερον. Ο δὲ γέρων ὑπέστρεψεν χαρὰ καὶ φόβῳ πολλῷ Ὁσίας μαθεῖν οὐκ ἐζήτησεν· ἐλπίζεν δὲ ὅμως τοῦ 25. Τοῦ δὲ ἔτους διελθόντος, γίνεται αὖθις κατά τὴν ἔρημον, πάντα δηλαδή τελέσας κατὰ τὸ σύνηθες, καὶ τρέχων πρὸς ἐκεῖνο τὸ παράδοξον θέαμα. ὁδεύσας δὲ τὸ τῆς ἐρήμου διάστημα, καὶ φθάσας τινά σημεία δηλοῦντα του ζητουμένου τόπου την εὕρεσιν, δεξιὰ περιεβλέπετο καὶ εὐώνυμα, περιάγων πανταχοῦ τὸ βλέμμα ὡς θηρευτής έμπειρότατος, εἴπου ελ γλυκύτατον ζωγρήσεις θήραμα· ὡς δὲ ἔβλεπεν οὐδὲν οὐδαμόθεν κινούμενον, ήρξατο ἑαυτὸν αὖθις βρέχει, τοῖς δάκρυσι· καὶ τείνας ἄνω τὸ ὄμμα, προσευχ μενος ἔλεγεν· Δεῖξόν μοι, Δέσποτα, τὸν θησαυρί σου τὸν ἄσυλον, ὃν ἐν τῇδε τῇ ἐρήμῳ κατέκρυψας δειξόν μοι, δέομαι, τὸν ἐν σώματι ἄγγελον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος. Καὶ ταῦτα εὐχόμενος, τὸν τόπον κατέλαβεν τὸν εἰς χειμάρρου τύπου σχηματιζόμενον, καὶ εἶδεν πρὸς τὸ μέρος αὐτοῦ τὸ προς ἀνίσχοντα τὸν ἥλιον, κειμένην τὴν Ὁσίαν νεκράν. καὶ τὰς χεῖρας οὕτως ὥσπερ ἔδει τυπώσασαν. καὶ πρὸς ἀνατολὰς ὁρῶσαν κειμένην τῷ σχήματι. Ο προσδραμὼν τοὺς πόδας τῆς Μακαρίας δάκρυσιν επάν νεν· οὐδενὸς γὰρ ἑτέρου μέρους ἐτόλμα προσψαύσαι. 38. λη'. Δακρύσας οὖν ἐφ᾽ ἱκανὸν, καὶ ψαλμοὺς εἰπὼν τῷ καιρῷ καὶ τῷ πράγματι πρεπόντως, ἐποίησεν εὐχὴν ἐπιτάφιον, καί φησιν ἐν ἑαυτῷ· 'Αρα ψαι προσήκει τῆς Ὁσίας τὸ λείψανον, ἄρα μὴ καὶ τοῦτο ἀπαρέσκει τῇ Οσίᾳ γιγνόμενον; καὶ ταῦτα λέγων, ὁρᾷ πρὸς τῇ κεφαλῇ αὐτῆς ἐκτεταπωμένην γραφὴν ἐν τῇ γῇ, δι' ἧς ταῦτα ἐγέγραπτο· θέλο Do-άσσα Ζωσιμά, ἐν τούτῳ τῷ τόπῳ τῆς ταπεινής Μαρίας τὸ λείψανον, ἀπόδος τὸν χοῦν τῷ χοῖς ὑπὲρ ἐμοῦ διὰ παντὸς πρὸς τὸν Κύριον προσευχόμενος τελειωθείσης, μηνί Φαρμουθί κατ' Αιγυπτίου της ἐστι κατὰ Ῥωμαίους ᾿Απρίλιος (56)], ἐν αὐτῇ δὲ τῇ νυκτὶ τοῦ πάθους του σωτηρίου, μετὰ τὴν τοῦ θείου και μυστικού δείπνου μετάληψιν. Ταύτα τοίνυν ἀναγνούς ὁ γέρων τὰ γράμματα, ἐχάρη ὅτι τὸ ὄνομα τῆς ὑσίας. μεμάθηκεν· ἐπέγνω δὲ ὅτι ἅμα τῶν θείων μυστηρίων ἐπὶ τοῦ Ἰορδάνου μετέλαβεν, εὐθὺς ἐν τῷ τόπο γέγονεν, ἐν ᾧ τετελείωται· καὶ ἡνπερ ὧδευσεν ἀεὶν Ζωσιμᾶς διὰ εἴκοσι ἡμερῶν κοπιῶν, εἰς μίαν ὥραν Μαρία διέδραμεν, καὶ εὐθὺς πρὸς τὸν Θεὸν ἐξεδήμησεν. λθ'. Δοξάζων δὲ τὸν Θεὸν, καὶ βρέχων τὸ σῶμα τοῖς δάκρυσι, Καιρός, ἔφη, ταπεινέ Ζωσιμά, κελευθὲν ἐκτελέσαι σε. ᾿Αλλὰ πῶς ποιήσεις, ταλαίπωρε, όρυγμα, ἐν χερσὶν μὴ ἔχων τὰ σύνολον; Καὶ ταῦτο εἰπὼν, εἶδεν ἐκ μικροῦ διαστήματος ξυλάριος βραχὺ ἐῤῥιμμένον κατὰ τὴν ἔρημον· ὅπερ λαβών τ ξατο δῆθεν ὀρύττειν. Ξηρὰ δὲ ούσα ἡ γῆ ουδαμώς ὑπήκουεν κοπιῶντι τῷ γέροντι· ἀλλ' ἔκαμνεν ίδρώτι περιῤῥεόμενος· στενάξας δὲ μέγα ἐκ βάθους του πνεύματος, ἀνακύψας, ὁρᾷ λέοντα μέγαν τῷ λείψανο τῆς Ὁσίας παρεστώτα, καὶ τὰ ἴχνη αὐτῆς ἀναλει χοντα. Ὁ δὲ ἰδὼν τὸ θηρίον, σύντρομος γέγονεν φο δούμενος, μάλιστα μνησθεὶς τῶν ῥημάτων Μαρίας, ειπούσης ὅτι οὐδέποτε θηρίον ἐθεάσατο. Τῷ δὲ ση μείῳ τοῦ σταυροῦ σφραγισάμενος, ἐπίστευσεν ὡς άσλαση φυλάξει τοῦτον τῆς κειμένης ή δύναμις. Ο δὲ λέων ἤρξατο προσσαίνειν τῷ γέροντα, ούχι ΝΟΤΑ. πρώτῃ Με. Βεν. προσεγγίζειν
Page scan enlarged

Notebook

Full View