Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3981–3982page 1 of 11
PG 87:3981ὅπως τὸ σὸν ποιήσαντες θέλημα, Χριστέ, πάντες τῆς βασιλείας σου ἅμα ἀξιωθείημεν. Φωτὸς δοχεῖον πᾶσαν τοῦ φωτίσαντος κτίσιν ἐδεί χθης μόνη, ἄχραντε πανάμωμε Μαρία Θεοτόκε· ὅθεν δυσωπῶ σε, φώτισον τὴν σκοτισθεῖσαν ταῖς ἡδοναῖς τοῦ βίου ἀθλίαν μου ψυχήν, ὅπως ὡς ἐν ἡμέρᾳ ταῖς θείοις τρίβοις πορεύσωμαι. Σωφρονίου πατριάρχου Ἱεροσολύμων λόγος περι ἔχων τὴν ἐκκλησιαστικὴν ἅπασαν ἱστορίαν καὶ λεπτομερῆ ἀφήγησιν πάντων τῶν ἐν τῇ θείᾳ ἱερουργία τελουμένων. α'. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὑποσχομένου καὶ εἰπόντος, «Οταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, ἐκεῖνος διδά ξει ὑμᾶς, καὶ ὑπομνήσει πάντα ἃ εἶπον ὑμῖν, καὶ τ' ἄλλα ἀναγγελεῖ ὅσα ἀκούειν καὶ βαστάζειν ἄρτι οὐ δύνασθε· η μετὰ τὴν ἐπιφοίτησιν τοῦ Παρακλήτου, ἀρχιερεῖς οἱ ἀπόστολοι ἐχρημάτισαν, τοῦ ἐν εἴδει πυρίνων γλωσσῶν ἐνοικήσαντος ἐν αὐτοῖς θείου Πνεύματος, διδάσκοντος αὐτοὺς καὶ προχειρισαμένου εἰς ἓν ἕκαστον ἔθνος, οὗ τὴν διάλεκτον λαλεῖν τούτους ἐσύφισεν· ἐποίουν οὖν εὐχὰς, μυστηρίων θείας ἱερουργίας καταλλήλους τῇ καρτερίᾳ τοῦ ἔθνους, και τοῖς καιροῖς τῶν περιστάσεων, καὶ ταῖς ἐνέδραις τῶν διωκόντων· καὶ ἐν μὲν ταῖς εὐχαῖς καὶ ταῖς ἐκφωνήσεσιν ἴσως διέφερον ἀλλήλων· ὁ δέ γε τύπος τῆς παραδόσεως τῶν μυστηρίων παρὰ πάντων ἀπαραλα λάκτως ὁ αὐτὸς ἐτελεσιουργεῖτο, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο παρέδωκε. Μετὰ δὲ τοὺς θεηγόρους ἀποστόλους τινὲς τῶν θείων Πατέρων ἰδιά ζοντες, ἕκαστος εὐχὰς ἐποιεῖτο καὶ ἐκφωνήσεις, καὶ ἀπηρτισμένην ἱερουργίας ἀκολουθίαν· ὡς ὁ ἐν ἁγίοις ἐπιφανῆς Ἐπιφάνιος, καὶ ὁ μέγας Βασίλειος, καὶ ὁ θεῖος Χρυσόστομος· πάντες δ᾽ ὅμως ἐκ τῶν ναμά των τῆς ζωηῤῥύτου πηγῆς τοῦ Παρακλήτου ἠρύσαντο διδάγματα· ἅπερ ἡ τῶν ὀρθοδόξων Εκκλησία ὡς παρ' αὐτοῦ τοῦ Χριστοῦ λεχθέντα τε καὶ πραχθέντα ἐδέ ξατο· καὶ νῦν πρὸ τῶν ἄλλων ἡ ἱερουργία τοῦ Μεγά λου Βασιλείου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου κρατεῖ μετὰ τῶν προηγιασμένων, ἤν τινες Ἰακώβου μὲν εἶναί φασιν τοῦ ὀνομασθέντος ἀδελφοῦ τοῦ Κυρίου, ἕτεροι δὲ Πέτρου τοῦ κορυφαίου, καὶ ἄλλοι ἄλλως. β'. Ἐπεὶ δὲ περὶ τῶν ἐν τῇ θείᾳ ἱερουργία τελουμένων πρόκειται λέγειν ἡμῖν, ἀναγκαῖον πρότερον εἰπεῖν τί τε δὴ Ἐκκλησία, καὶ τίνων δήλωσις καθ
col. 3983–3984page 2 of 11
PG 87:3983δ Αέστηκεν ἡ κόγχη, τὸ σύνθρονον, ὁ μύαξ, καὶ τὰ πα αῦτα· Ἐκκλησία λέγεται ὡς ἐν ταύτῃ συναγειρομένων καὶ καλουμένων τῶν ὀρθοδόξων· ὀνομάζεται δὲ περι οχή, ὥσπερ ἔχουσα τὰ τοῦ Θεοῦ τεράστεια· κόγχη ε κατὰ τὸ ἐν Βηθλεὲμ σπήλαιον, καὶ κατὰ τὸ σπήλαιον ἔνθα ἐτάφη· τὸ σύνθρονόν ἐστι τύπος τοῦ δεσποτικοῦ θρόνου, ἐν ᾧ νικήσας τὸν κόσμον μετὰ σαρχές ἀνελήφθη, καὶ ἐν αὐτῷ ἐκάθισε σύνθρονον δὲ λέγεται καὶ οὐ θρόνος, διὰ τὸ συγκαθέζεσθαι τὸν Υἱὸν μετὰ τοῦ Πατρός· τὰ λοιπὰ σύνθρονα δηλοῦσι την τιμήν, μετὰ τὴν ἀνάστασιν ὀφείλουσιν ἀπολαβεῖν οἱ δίκαιοι κατὰ τὸ «Ἐγὼ εἶπα· Θεοί ἐστε· ο συγκαθέζονται δὲ οἱ ἱερεῖς ὡς τῷ Χριστῷ συνσταυρωθέντες σὺν τοῖς παθή μασι καὶ ταῖς ἐπιθυμίαις, τῶν διακόνων ἱσταμένων εἰς τύπον τῶν ἀγγέλων· ἁγία τράπεζα δηλοῖ τὸ ἅγιον μνημεῖον, ἐν ᾧ ἐτάφη· ἡ δὲ ἁγία πρόθεσις ὁ τοῦ Κρανίου τόπος ἐν ᾧ ἐσταυρώθη· καὶ διὰ τοῦτο θύε ται ἐν αὐτῷ· ὁ κυβώριος ἐστιν εἰς τύπον τῆς κιβω τοῦ τοῦ Νῶς· τὸ μὲν γὰρ κιβ κιβωτός, τὸ δὲ ὡριον τουτέστι διάταξις αὐτοῦ· τὰ δὲ παρακιόνια κατά μίμησιν τῶν τεσσάρων ζώων τῶν ὀφθέντων τῷ προ φήτη. να θυσιαστήριον λέγεται κατὰ τὸ ἐπουράνιον. καὶ νυερὸν θυσιαστήριον ἐν ᾧ ἀντιτυποῦσι τὰς νοεράς καὶ ἀΰλους ἱεραρχίας οἱ ἔνυλοι ἱερεῖς· τούτους δὲ εἶναι ὡς πῦρ φλέγον· ἢ κατὰ τὸ ἅγιον μνῆμα Χρι στοῦ, ἐν ᾧ θυσίαν ἑαυτὸν προσήγαγεν τῷ Θεῷ καὶ Πατρὶ ὁ Χριστός. Μύαξ ὁ ἐπάνω τοῦ βήματος, τύπος (τοῦ πρώτου οὐρανοῦ· τὸ δὲ λοιπὸν στέγος τῆς Ἐκε κλησίας εἰς τύπον τοῦ φαινομένου οὐρανοῦ, τὰς καυ δήλας ὑφαπτούσας κάτωθεν ἔχον ἀντὶ τῶν ἀστέρων τὸ δὲ βῆμά ἐστι κατὰ μίμησιν τοῦ ἐπουρανίου θυ σιαστηρίου· καὶ ὥσπερ λειτουργοῦσιν ἄγγελοι του Θεοῦ, οὕτως ἐν τῷ ἁγίῳ βήματι ἴστανται καὶ οἱ ἔνυλοι ἱερεῖς παρεστῶτες καὶ λατρεύοντες τῷ Κυρίῳ διαπαντός· καὶ διὰ τοῦτο ἁρμόζει τὸν ἱερέα, ὡς πυρ φλέγον εἶναι, καθάπερ τε καὶ ἄμεμπτον ἀπὸ παντὸς ῥύπου καὶ μώμου· οἱ ἱερεῖς ὁμοιοῦνται ἀρχαγγέλοις ἢ γὰρ ὥσπερ Σεραφίμ ἔλαβε τὴν ἄνθρακα καὶ διδωκε τῷ Ησαΐα, οὕτως καὶ οἱ ἱερεῖς λαμβάνουσι τὸν ἄρ τον ἤτοι τὸ Δεσποτικὸν σῶμα καὶ διδόασι τῷ λαῷ. Μηδεὶς οὖν δοκείτω ἀντίτυπα εἶναι τὰ ἅγια του σώματος καὶ αἵματος τοῦ Χριστοῦ, ἀλλὰ τὸν ἄρτον καὶ τὸν οἶνον πιστευέτω προσφερόμενον μεταβάλλεσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ "Αλλως· Τὸ βῆμα ἐστὶ τόπος ὑπόβαθρος· ὑποδεικνύει δὲ τὴν δεν τέραν παρουσίαν, διὰ τὸ καθέντα ἐν αὐτῇ μέλλειν κρῖναι ζῶντας καὶ νεκρούς. δ'. Κοσμητής ἐστὶ κατὰ τὸ νομικὸν καὶ ἅγιον κόσμιον, ἐμφαῖνον τοῦ σταυρωθέντος Χριστοῦ τὸ ἐκσφράγισμα διὰ σταυροῦ κοσμούμενον, ἢ εἰς τύπον ὁ κοσμητὴς τοῦ καταπετάσματος· τὰ κάγκελλα ἀντί τυπα τῶν τοῦ τάφου καγκέλλων· χαλκᾶ δὲ διὰ τὸ μὴ εἰσέρχεσθαί τινα ἁπλῶς· δηλοῦσι δὲ καὶ τόπου
col. 3985–3986page 3 of 11
PG 87:3985προσευχῆς, ἐν ᾧ σημαίνει τὴν μὲν ἔξωθεν τοῦ λαοῦ εἴσοδον, τὴν δὲ ἔσωθεν τὰ ῞Αγια τῶν ἁγίων ὑπάρ χουσαν, καὶ μόνοις τοῖς ἱερεῦσι βατήν. Ἡ σωλεία εἰς τύπον τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ χωρίζοντος τοὺς ἁμαρτωλοὺς ἐκ τῶν δικαίων, κατὰ τὸν Παῦλον λέγοντα· «Εκάστου τὸ ἔργον τὸ πῦρ δοκιμάσει.» Ο ἄμβων ἐκφαίνει τὸ σχῆμα τοῦ λίθου, ὃν κυλίσας ὁ ἄγγελος ἐκάθητο ἐπάνω αὐτοῦ, πλησίον τῆς θύρας τοῦ μνήματος, ἀναβοῶν ταῖς μυροφόροις τὴν ἀνά στασιν· αἱ βαθμίδες τοῦ ἄμβωνος δηλοῦσι τὴν τοῦ Ἰακώβ κλίμακα. Η γυναικωνίτις γέγονεν ἵνα διαι ρῶνται αἱ γυναῖκες ἀπὸ τῶν ἀνδρῶν· καθώς αἱ μυροφόροι οὐκ εἰσῆλθον εἰς τὸν τάφον μετὰ Ἰωσήφ καὶ Νικοδήμου, ἀλλ᾽ ἱστάμεναι ἔξω ἐθρήνουν. Νάρθηξ ἐστὶ διὰ τὸ ἑστάναι τὸν λαὸν ἔξω ἐν τῇ τοῦ θυμιάματος ὥρᾳ. Τὰ κατηχούμενα εἰς τύπον τῶν μὴ κατι ερχομένων ἀγγέλων ἐπὶ τῆς γῆς, ἀλλ' ἐκ τῶν οὐρα νῶν σκοπούντων τὰς ἐν γῇ ἱεροτελεστίας· ἢ διὰ τὸ λέγειν τὴν Γραφήν, ο "Αρατε πύλας.» ε'. Τὸ σημαντήριον αινίττεται τὰς τῶν ἀγγέλων σάλπιγγας, ἐν αἷς οἱ ἄγγελοι μέλλουσιν σαλπίσειν ἐν ἐσχάτῃ ἡμέρᾳ καὶ ἐξυπνίσαι πάντα τὰ ἔθνη. Ἡ ἐνδοτή [ἐνδυτή? ] ὁ κόλπος τῆς Θεοτόκου. Τὸ εἰλιτὸν [εἰλητὸν? ἡ σινδόνη μεθ' ἧς ἐνεταφιάσθη. Ο δίσκος νεφέλης τύπον ἐπέχει ἐν μικρᾷ περιγραφῇ. Τὸ ποτήριον περὶ οὗ εἶπε· «Πίετε πάντες.» Ἡ λαβὶς κατὰ τὸν προφήτην Ησαΐαν λέγοντα· «Απεστάλη πρός με ἓν τῶν Σεραφίμ· ο σημαίνει δὲ καὶ τὴν Παρθένον, βα στάζουσαν καὶ αὐτὸν τὸν οὐράνιον ἄρτον. ἀστερίσκος καθὼς τὰ τέσσαρα ζῶα ἐπικαλύπτει τὸν οὐρά νιον ἄνθρακα· ἔστιν δὲ καὶ διὰ τὸ μὴ κολλᾶσθαι τοὺς μαργαρίτας ἐν τῷ δισκοκαλύμματι. Ηθμὸς διὰ τὸ μή τι κοινὸν ἐμπεσεῖν εἰς τὸν θεῖον κρατῆρα. Αἱ καν δῆλαι καὶ οἱ κηροὶ τύπος εἰσὶ τοῦ αἰωνίου φωτός δεικνύουσι δὲ καὶ τὸ φῶς ὅπερ ἐκλάμψουσιν οἱ δίκαιοι. Κυριακή λέγεται διὰ τὸ τὸν Χριστὸν ἐν αὐτῇ ἐγερ θῆναι· σημαίνει δὲ ἄκος παρὰ Κυρίου· ἐν αὐτῇ γὰρ ἐθεράπευσεν τὸ Ἀδαμιαῖον πάθος· οὐ κλίνομεν δὲ γόνυ ἐν αὐτῇ, διότι τὰ πίστεως ἀνωρθώθη διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ· οὐ κλίνομεν γόνυ μέχρι τῆς Κυριακῆς τῆς Πεντηκοστῆς, διά τε τὰς ἑπτὰ ἡμέρας μετὰ τὸ ἅγιον Πάσχα ἑπταπλωμένως κραττεῖν· ἤγουν ἑπτὰ ἐπὶ ἑπτὰ μθ' καὶ ἡ Κυριακὴ ν, ἥτις τύπος τοῦ μέλλοντος αἰῶνος· εὐχόμεθα δὲ κατὰ ἀνατολὴν καὶ δι᾿ ἄλλα μὲν, μάλιστα [δὲ] διότι ἐλπίζομεν τὴν ἐν Ἐδὲμ ἀπολαμβάνειν τροφὴν τὴν κατὰ ἀνατολὴν πεφυτευμένην. 5'. ᾿Αρχιερεὺς τύπος ἐστὶ τοῦ Δεσπότου· ὥσπερ γὰρ ὁ Δεσπότης ἀποστέλλει τοὺς ἀγγέλους, οὔ τως καὶ ὁ ἐπίσκοπος τοὺς ἱερεῖς. Λευκήν στο λὴν περιβέβληται ὁ ἐπίσκοπος διὰ τὴν μορφὴν τῶν ἄνω δυνάμεων, τουτέστι τοῦ Δεσπότου· καθὼς καὶ Ἰωάννης περὶ αὐτοῦ λέγει· «Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών.» Τριπλοῦν τὸ ὠμοφόριον περιβέ Εληται, διότι τὴν Τριάδα υφίεται. Ἡ ἐν τῇ κεφαλῇ τοῦ ἱερέως στρογγύλη κουρά, δηλοῖ τὸν ἀκάνθινον στέφανον, καὶ ὅτι ὁ διπλούς στέφανος ἐκ τῆς τῶν τριχῶν σημειώσεως, εἰκονίζει τὴν τοῦ κορυφαίου
col. 3987–3988page 4 of 11
PG 87:3987ἀποστόλου τιμίαν κάραν, ἣν ἀποχαρεὶς ὑπὸ τῶν ἀπειθούντων ἐνεπαίζετο· ταύτην ηὐλόγησεν ὁ Χρι στός. Κορυφή δὲ τοῦ δωδεκαλίθου, ὡς ἔστιν ὁ ἀπόστολος Πέτρος, πυροειδής ἱστὸς τοῦ ἱερέως κατὰ τὸν προφήτην, ο Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· ο καὶ πάλιν, «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδώμ; ι 8 λέγεται κόκκινον· καὶ πάλιν ὅτι χλαμύδα κοκκίνην ἐφόρεσεν ὁ Χριστὸς ἐν τῷ πάθει· οἱ πρεσβύτεροι κατά μίμησιν Σεραφίμ εἰσι, ταῖς μὲν στολαῖς δίκην πτερών κατακεκαλυμ μένοι, ταῖς δυσὶ πτέρυξι τῶν χειλέων τὸν ὕμνου βοώντες, και κατέχοντες τὸν νοητόν ἄνθρακα Χριστὸν, ἐν τῷ θυσιαστηρίῳ τῇ λαβίδι τῆς χειρὸς φέροντας. ζ'. Οἱ δὲ διάκονοι εἰς τύπον τῶν ἀγγελικῶν δυνά μεων ταῖς λεπταῖς τῶν λινῶν ὡραρίων πτέρυξιν ὡ; λειτουργικά πνεύματα εἰς διακονίαν περιτρέχουσι. Στιχάριον λέγεται διότι ἔστηκεν ἡ χάρις του Θεοῦ ἐν αὐτῷ· τύπος δέ ἐστι τῆς σαρκὸς τοῦ Χριστοῦ ὡς λευκόν, καθὼς καὶ ἡ ἀνθρωπίνη σάρξ· ἔχει δὲ καὶ μασχάλας διὰ τὴν ἐκ λόγχης κεντηθεῖσαν πλευράν. Τὰ εἰς τὰ μανίκια λωρία δεικνύουσι τὰ δεσμὰ τῶν χειρῶν αὐτοῦ, δι' ὧν ἀπήγαγον αὐτὸν πρὸς Αναν καὶ Καϊάφαν· οὐ γὰρ ὄπισθεν, ἀλλ᾽ ἔμπροσθεν δη σαν αὐτόν. ᾿Ανακολαφὴ τοῦ στιχαρίου ἀντὶ τῆς αἰ σθητῆς ζώνης. Τὸ ζώννυσθαι τὸν ἱερέα διὰ τὸ εἶναι αὐτὸν ἐν πνευματική διαγωγή διεζωσμένον, καὶ τὸ λογικὸν αὐτοῦ περισφίγγεσθαι. Τὸ φελώνιόν ἐστιν ὁ χιτὼν ὁ ἄῤῥαφος ὁ ἐκ τοῦ ἁγίου Πνεύματος ἐκφανθεὶς, ἔστι δὲ ἡ κοκκίνη χλαμύς. Τὸ ἐγχείριον τὸ λέντιόν ἐστι· εἰ ἔστι στιχαροφελώνιον πυροειδές, διὰ τὸ λέγειν τὴν Γραφήν·. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;» εἰ δὲ λευκά εἰσι, διεκνύουσι τὴν μετα μόρφωσιν, καὶ ὅτι ὁ ἄγγελος ἐφάνη ταῖς γυναιξ λευκές, δεικνύων διὰ τῆς λευκότητος τὴν ἔλλαμψιν τῆς ἀναστάσεως· ὁ δὲ κάλαμός ἐστι παντὸς τοῦ λαοῦ. Τὸ ὠμοφόριον ἐστὶ κατὰ τὴν στολην Ααρών, ὅπερ ἐφόρουν οἱ ἐν νόμῳ ἀρχιερεῖς, σουδάρια μικρά ἐν τῷ εὐωνύμῳ μέρει περιτιθέντες. η. Η κουρά δηλοί, ὡς καὶ τοῦ ἱερέως, διότι στέφανον ἐξ ἀκανθῶν ἔθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τὸ ἐπιτρούλλιον τῆς κεφαλῆς αὐτοῦ, ἑδραίωμα του χερουβικοῦ θρόνου· Ἐπαναπαύσεται γὰρ εἰς τὴν κεφαλὴν αὐτοῦ τὰ Χερουβίμ ο δηλοῖ δὲ καὶ ἀγγέλων θεωρίαν. Τὸ δὲ στιχάριον λευχεῖμον ὡς ἀγγέλου. Τὸ δὲ ὡράριον εἰς τύπον τῶν πτερῶν ἀγγέλων, διότι και ταχέεται ἕως τῶν ποδῶν, καὶ ἐπίκειται τῷ ἀριστερή ὤμῳ, μηνύον τὰς δύο Διαθήκας, τὴν μὲν Νέαν ἔμ προσθεν, τὴν δὲ Παλαιὰν ὄπισθεν· διὰ τοῦτο ἐν τῇ κοινωνίᾳ, ἐὰν μὴ μίξει τὴν Παλαιὰν καὶ τὴν Νέαν, οὐ κοινωνεῖ. Τὰ ἐγχειρίδια ἅπερ βαστάζουσιν οἱ διά κονοι, εἰσὶ τὰ σουδάρια τοῦ χρωτὸς τῶν ἀποστόλων. Ἐπειδὴ γοῦν ταῦτα οὕτω προδιακέκριται, εἴπωμεν καὶ περὶ τοῦ σώματος τοῦ Ονομένου παρὰ τῶν ἱερέων. Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καθ᾿ ἑκάστην καταθυόμενος περὶ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτη ρίας, ὡς ἐν Κρανίου τόπῳ σταυρωθείς, οὕτως καὶ ἐν τῇ ἁγίᾳ προθέσει παρὰ τοῦ ἱερέως· μετά λόγι
col. 3989–3990page 5 of 11
PG 87:3989δὲ, ἵνα μὴ ἐπιλανθανόμεθα τῆς ἐν τῷ ἁγίῳ πάθει τοῦ σταυροῦ μετὰ λόγχης νυγείσης ἀχράντου πλευρᾶς, ὁπηνὶ καὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ, εἰς ἀφθαρσίαν καὶ ἀνάπλασιν τοῦ παντὸς, ἅπερ προσφέρει ὁ ἱερεὺς θυσίαν ὑπὲρ τοῦ λαοῦ. θ'. Τὸ γοῦν προσαγόμενον πολλοῖς ὀνόμασιν ἐνο μάζεται· καλεῖται γὰρ εὐλογία, προσφορά, ἀπαρχή, ἄρτος· εὐλογία μὲν ὡς τῆς ἀρᾶς τῶν πρωτοπλάστων ἀναίρεσις· προσφορὰ δὲ, ὡς ἐξ ὅλου τοῦ ἀνθρωπείου φυράματος, οἷα τῆς φιλοτιμίας τῷ Θεῷ καὶ Κτίστῃ εἰς τὰ τῶν ἁγίων "Αγια προσηνέχθημεν· ἀπαρχὴ δὲ, ὡς. πάντων τῷ Θεῷ προσενηνεγμένων τυγχάνουσα ἱερω τέρα καὶ ἀνωτέρα. "Αρτος δὲ λέγεται, ὡς τὸν οὐρά νιον ἄρτον παραδηλούν, τροφὴ ἡμῶν μεταλαμβανόντων γινόμενον. Τὸ δὲ σφραγίζεσθαι τὴν προσφορὰν ὁ μέγας Βασί λειος παρέδωκεν· προσκομίζεται ἡ προσφορὰ διὰ τὸ κοινωνεῖν τὸν λαὸν ἕκαστον μερίδα· εἰ δὲ πληρ θύνει ὁ ὄχλος, χρὴ μελίζειν τὰς μερίδας, προκομία ξοντες τὸν ἄρτον καὶ ἀποτιθέντες αὐτὸν ἐν τῷ δίσκω, ὡς ἐν νεφέλη, λέγομεν οὕτως· «Ως πρόβατον ἐπὶ σφα γὴν ἤχθη. • Η πρόθεσις ισοδύναμος πέφυκε τοῖς τῶν ἁγίων 'Αγίοις, μᾶλλον δὲ καὶ πολὺ ταύτης μείζων· ἢ καὶ τοῦ σπηλαίου τῆς Βηθλεέμ· ἢ τὸ ἑστρωμένον ἀνώγειν, ἐν ᾧ συνδειπνήσας ὁ Κύριος τοῖς μαθηταῖς ἔφη· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ι λέ γει δέ· «Εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. ο ᾿Αλλὰ τίς ἡ τάξις Μελχισεδέκ, καὶ τί παρ' αὐτοῦ προσφερόμενα; ἄρτος καὶ οἶνος οἷς τὸν Ἀβραὰμ ἐδεξιοῦτο· εἰ οὖν ἐξ ἑτέρας φυλῆς ὁ Μελχισεδέκ, τύ πος δὲ τοῦ Χριστοῦ καὶ λογίζεται καὶ πιστεύεται, ἐκβέβλητα: ἅμα ἡ Λευϊτική ἱερωσύνη· ταύτης δὲ ἐκβαλλομένης, ἀνάγκη πᾶσά ἐστιν καὶ τοῦ παλαιοῦ νόμου και λατρείας γενέσθαι μετάθεσιν. ι'. Περὶ δὲ τῆς ἡμετέρας λατρείας φησίν· ὁ Ἰδοὺ θυμίαμά μου προσφέρεται ἐν πάσῃ τῇ γῇ· ὥσπερ γὰρ ὁ ὑπερούσιος Θεὸς σάρκα ἐκ τῆς Παρθένου προσο λαβόμενος ἐν μιᾷ ὑποστάσει τέλειος ἦν Θεὸς καὶ τέλειος άνθρωπος, ὅμοιος ἡμῶν κατὰ πάντα χωρίς ἁμαρτίας, οὕτω καὶ τὸ καινὸν σῶμα ὡς ἔκ τινος κοιλίας καὶ αἱμάτων, καὶ σαρκὸς τοῦ παρθενικοῦ σώματος, τοῦ ὅλου ἄρτου, φημί, παρὰ τοῦ διακόνου ἢ καὶ τοῦ ἱερέως διατέμνεται σιδήρῳ τιν, ὃν λόγχην λέγουσιν, ὅπερ ἀνωτέρω εἴρηται· καὶ οὕτως ἰδιο υποστατικῶς ἐκ μέσου ταύτης ἀφιεροῦνται· τοίνυν ἄρτος τῆς προθέσεως, εἴτ᾿ οὖν ὁ ἀποκαθαιρόμενος ἐμφαίνει, ὅτι ἀνέλαβε τὸ φύραμα ὅλης τῆς ἀνθρωπίνης φύσεως καὶ προσηνέχθη ὡς ἀπαρχὴ, καὶ ἐξαί με τον ολοκάρπωμα τῷ Θεῷ καὶ Πατρί· δ' μέντοι διά κονος ἢ ὁ ἱερεὺς ἑτοιμάσας σὺν αὐτῷ καὶ τὸ μέλο λον ἀποτελεῖσθαι Δεσποτικὸν αἷμα ἐν τῷ προσήκοντι πάθους καιρῷ διὰ τῆς τοῦ ζωοποιοῦ Πνεύματος ἐπι φοιτήσεως, ἀφίησι ταύτην ἐν τῇ προθέσει, τὴν εὐχὴν ἐπιλέγοντος τοῦ ἱερέως· οὗτος δὲ ὁ τὸ σῶμα διατέμνων ἀπὸ τῆς εὐλογίας τὸν ἄγγελον μιμεῖται τῇ Παρθένῳ τὸ, Χαῖρε, προσφθεγξάμενον· οὕτω τοιγαρο οὖν ἀφίεται τὸ θεῖον σῶμα ἐν τῇ προθέσει ὥσπερ τ
col. 3991–3992page 6 of 11
PG 87:3991ἐν Βηθλεέμ, ἔνθα γεγέννηται ὁ Χριστός· ὁμοῦ δὲ καὶ ὡς ἐν τῇ Ναζαρέτ, ἢ ὡς ἐν τῇ Καπερναούμ, καὶ ἁπλῶς εἰπεῖν τὸν τριακονταετή χρόνον τὸν πρὸ τοῦ βαπτίσματος καὶ τῆς διατριβῆς ἡ πρόθεσις ἀποπληροί. 11. ια'. Δίδοται ὁ καιρὸς παρὰ τοῦ ἀρχιερέως τῷ πρώ τῳ τῶν ἱερέων μέλλοντι ἄρχεσθαι τῆς θείας μυσ αγωγίας· οὗτος δὲ ὁ καιρὸς σχηματίζει τον περὶ τοῦ προφήτου Ἠσαΐου ἀναφωνηθέντα καιρὸν τῆς Προδρόμου Ιωάννου γεννήσεως, καὶ τοῦ Χριστοῦ ‹ πρὸς ἡμᾶς ἐπιδημίας· ἀμφοτέρων γὰρ τούτων τῆς γεννήσεως τὸν καιρὸν μετὰ τῶν ἄλλων θεηγόρων ",, Ἡσαΐας ἀριδηλότατα προεφήτευσεν. Περὶ μὲν τὸν Ἰωάννην οὕτως εἶπεν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω › τὸν ἄγγελόν μου προ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου, καὶ τ' ἄλλα όσα περὶ αὐτοῦ προηγόρευσε. Περὶ δὲ τοῦ Χριστοῦ Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει· καὶ ὅσα περὶ τοῦ πάθους καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως προηγόρευσεν· ἐν τούτῳ γὰρ τῷ καιρῷ καὶ ἡ τοῦ ἀποκεκρυμμένου μυστηρίου πρὸ καταβολῆς κόσμου φανέρωσις, “. › τὸ πέρας ἐνεδέξατο· ὁ δὲ ἱερεὺς ὁ τὴν ἔναρξιν τῆς «θείας λειτουργίας ποιούμενος, εικόνα φέρει τοῦ Προ δρόμου Ἰωάννου τοῦ Βαπτιστοῦ, προκαταρξαμένου τοῦ κηρύγματος καὶ λέγοντος· Μετανοείτε ήγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Λέγει οὖν ὁ διάκους Εὐλόγησον, δέσποτα, αιτούμενος ὑπὲρ τῆς θείας ;» μυσταγωγίας πρὸς τὸν ἱερέα, τουτέστι πρὸς τὴν θεό τητα· καὶ προσκαλούμενος ὁ ἱερεὺς τοῦ ἐπιφοιτῆσαι τὴν ἁγίαν Τριάδα τοῖς μυστηρίοις, λέγει ο Ευλογημένη ἡ βασιλεία·, ὁ δὲ λαὸς ἀλλοιωθεὶς τὴν θείαν ἀλλοίωσιν, ὡς ἐπὶ τῆς μεταμορφώσεως οἱ ἀπόστολοι, μετὰ χα ρᾶς καὶ φόβου ἀποκρίνεται 'Αμήν, τουτέστι, ἀλή θεια. Αρχομένης δὲ τῆς θείας ἱερουργίας παραλέγεται μετὰ τὴν πρώτην αἴτησιν τὰ προφητικά, ἅμα μὲν ὡς προανακηρυκτὰ τὰ ἀναφανέντα, ἅμα δὲ καὶ ὡς προηγησαμένης τῆς Παλαιᾶς Διαθήκης· εἷς νομοθέ της, οὗτος ὁ γεννηθεὶς ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐχρημάτισεν. ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ τεχθέντι ἐπὶ ιβ'. Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἀρχῇ πάσης ἑωθινῆς τε καὶ λυχνικῆς τελετῆς, πρῶτον τῆς Παλαιᾶς ψάλ λονται οἱ ψαλμοί, εἶτα τῆς νέας χάριτος ᾄσματα, ἶν' ἔχοιεν εἰδέναι πάντες, ὡς εἷς καὶ αὐτὸς ὁ Θεὸς καὶ Δεσπότης ἐστὶν ὁ ταῦτα κἀκεῖνα νομοθετήσας Χριστός. *Αδονται τοιγαροῦν, ὡς εἴρηται, μετὰ τὴν πρώτην αἴτησιν τὰ ἀντίφωνα, πρῶτον μὲν προτρεπόμενα τη σωτηρίαν παντὸς τοῦ ἀνθρωπίνου γένους· δεύτερον κηρύττοντα μεγαλοφώνως τό, «Ο Κύριος ἐβασίλευσεν, τουτέστι, νῦν μειζόνως βασιλεύει ὁ πρὸ αἰώνων βασιλεὺς Κύριος, ἐνδυσάμενος τὴν ταπεινὴν ταύτην σάρκα ἡμῶν, ἣν καὶ δύναμιν προσηγόρευσε, καλά περ τὴν δοκοῦσαν τοῖς πολλοῖς αἰσχύνην τὴν ἐπὶ τοῦ σταυροῦ, δοῦλον αὐτὸν ἐπωνόμασεν· ὥσπερ γὰρ β σιλεύς τις ἀεὶ μὲν τὸ κράτος καὶ τὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, καὶ μὴ κεχρημένος τούτοις πρὸς ἄμυνας τῶν ἐχθρῶν, ὕστερον δὲ θέλων ἐκδικῆσαι τοὺς ὑπ ηκόους, διαναστὰς ἐν σμικρῷ τινι ὅπλῳ θραύει τους πολεμίους· καὶ βυθῷ ἀπωλείας τούτους παραδούς, ἀκούει παρὰ πάντων τῶν ἐλευθερωθέντων τῆς το
col. 3993–3994page 7 of 11
PG 87:3993ραννίδος, «Νῦν ἐβασίλευσεν ὁ Δεσπότης ἡμῶν, νῦν ἐν εδύσατο δύναμιν· ο τὴν βουλὴν αὐτοῦ καὶ τὴν θέλησιν τῆς ἐκδικήσεως, βασιλείαν καὶ δύναμιν ονομαζόντων οὕτως καὶ ὁ Προφήτης προορῶν τὴν ἐν σαρκὶ παρουσίαν τοῦ Θεοῦ Λόγου, τὸν χρόνον καὶ τὴν ἐκδίκησιν τοῦ ἀνθρωπίνου γένους, τήν τε τοῦ ἐχθροῦ καὶ τῶν σὺν αὐτῷ δαιμόνων κατάλυσιν, ἔτι γε μὲν καὶ τοῦ θανάτου νέκρωσιν, καὶ τὴν τῶν παρ' αὐτοῦ κατα εχομένων ελευθερίαν, καὶ οἱονεὶ τῇ γεννήσει τοῦ Κυ ρου παρὺν τῷ σπηλαίῳ, τὰ, Νῦν ἐβασίλευσεν, ἐξε φώνησεν,» καὶ «Νῦν ἐνεδύσατο δύναμιν, οὐχ ὡς οὐχ ὑπάρχουσαν παρ' αὐτῷ, ἀλλ' ὡς ἀεὶ μὲν συνοῦσαν, εἰς προορώμενον δὲ καιρὸν ταμιευομένην ἐκλάμψαι. Επώθεν δὲ ἡ τοῦ Πνεύματος χάρις ἡ πάντως βεβαιοῦσα τὰ μέλλοντα ὡς ἐνεστῶτα καὶ γεγενημένα ἀνακηρύττειν. ιγ'. Συντέτακται δὲ τῷ τέλει τοῦ πρώτου ἀντιφώ νου τό, Ταῖς πρεσβείαις τῆς Θεοτόκου σῶσον ἡμᾶς, τίνος χάριν, ἢ πάντως βεβαιοῦσα τὰ πρότερον εἰρη μένα παρὰ αὐτοῦ τύπου περὶ τῆς ᾿Αειπαρθένου; Τοῦ δευτέρου δὲ τὸ ἐφύμνιον, «Ταῖς πρεσβείαις τῶν ἁγίων σου·, ἐπεὶ γὰρ ὑπὲρ τῶν ψυχῶν καὶ συγχωρήσεως πταισμάτων τὴν θείαν τελοῦμεν μυσταγωγίαν, εἰκότως ὡς ὑπερτέραν οὖσαν τὴν Θεοῦ Μητέρα πάν των τῶν ἁγίων, ἢ καὶ αὐτῶν τῶν ἐπουρανίων δυνά μεων, εἰς ἱκεσίαν προσκαλούμεθα· εἶτα τοὺς εὐαρεστήσαντας τῷ ταύτης Υἱῷ. Τὸ δὲ, «Ο μονογενής Υιός,» παρὰ τοῦ βασιλέως Ιουστινιανοῦ ἐμπεφώνηται ὅπερ δείκνυσιν, ὡς ὁ Υἱὸς τοῦ Θεοῦ ἀτρέπτως καὶ ἄνθρωπος ἐχρημάτισεν ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπίνου γένους. Ὁ ἱερεὺς ἐξέρχεται βαστάζων τὸ Εὐαγγέλιον, ὡς ὁ Χριστὸς τὸν σταυρόν· εἰ δὲ ὁ διάκονος βαστάζει, μιμεῖται τὸν ἀγγαρευθέντα Σίμωνα. Τὰ κηρία όψι κεύοντα ἐν τῇ εἰσόδῳ, δεικνύουσι τὸ θεῖον φῶς. Η μέντοι εἴσοδος τοῦ ἀρχιερέως τὴν ἐπὶ τοῦ Ἰορδάνου ἀνάδειξιν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· μέχρι γὰρ ταύτης, εἰ καὶ ἦν ἀρχιερεὺς, ἀλλ᾽ οὐχὶ πᾶσι δῆλος καὶ γνώριμος, οὐδὲ εἰς μέσον ἑστὼς καὶ κατὰ τὴν ὑπερφυὴ καὶ ἐξαίσια τελῶν· ἀλλ' ὁ τὸν καιρὸν λαχών ἱερεὺς ὡς πρόδρομος ενήργει τὸ διὰ μετανοίας βά σπτισμα· ὃς εἰσελθόντα ἰδὼν τὸν ἀρχιερέα, μεθίσταται· μονονουχὶ ταῦτα τῷ Ἰωάννῃ φθεγγόμενος πρὸς ἑαυτόν· Τοῦτον δεῖ αὐξάνεσθαι, ἐκεῖνον δὲ ἐλαττοῦσθαι, καὶ εὐθὺς παραχωρεῖ τῷ ἀρχιερεῖ τὰ μείζονα τελεσιουργεῖν. ιδ. Βαστάζει δὲ ὁ διάκονος τὸ ἅγιον Εὐαγγέλιον ὡς θείαν κέλευσιν τοῦ βασιλέως τοῖς στρατηγοῖς τοῦ πιστοῦ λαοῦ προσάγων αὐτὸ τοῦ ἱερέως ὄπισθεν ἐρχομένου καὶ διὰ τῆς στολῆς αὐτοῦ, ὡς καύχημα ἐν ταπεινώσει καρδίας, φέροντος τὰ πάντα τῆς σταυρώσεως. Εἶτα οἱ ψάλτα: ἀνέρχονται ἐν τῷ ἄμβων, ψάλλουσι δὲ τὸ, Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ τούτῳ συμφωνοῦσι καὶ οἱ κάτω, δεικνύντες τὴν συμ φωνίαν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· συμφωνοῦσι δὲ τούτῳ καὶ οἱ ἀπόστολοι· οἱ μὲν γὰρ ἔλεγον «Δεῦτε, εὑρήκαμεν τὸν ποθούμενον· ο οἱ δὲ· ο Ερχου καὶ 3. Ηλθον, φησί, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν
col. 3995–3996page 8 of 11
PG 87:3995πιστεύοντες ὡς Θεῷ, προσπίπτοντες ὑπὲρ ὧν ἡμέρ τομεν· προφθάσωμεν δὲ καὶ καταλάβωμεν τὸ πρόσωπον αὐτοῦ ἐνταῦθα ἐν ἐξομολογήσει καὶ συντριβή καρδίας, ἵν᾿ αὐτὸν ἐκεῖθεν ἵλεων εὕροιμεν κρίνοντα 4 ἐκείνην· ν καὶ τ᾿ ἄλλα ἁπλῶς ὅσα ἐχόμενα τοῦ βι πτίσματος. Τό, «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει,» τοῦτο δηλοῖ· Ἐπειδὴ, φησὶν, οὗτος ὁ νῦν φανείς, προαιώνιος μέν έστι Θεὸς, καὶ οὐρα νοῦ καὶ γῆς καὶ θαλάσσης δημιουργός· γέγονε δὲ νῦν ἄνθρωπος καθ' ἡμᾶς πάντα τὰ τῆς ἀνθρωπίνης φύσεως ἴδια ἔχων πλὴν μόνης τῆς ἁμαρτίας· μέλλει δὲ αὖθις ἐν ὑστέροις καιροῖς μετὰ τοῦ αὐτοῦ προς όπου καὶ τῆς αὐτῆς ὑποστάσεως ἔρχεσθαι κρίναι ζῶντας καὶ νεκρούς· οὐκέτι μὲν τοιούτῳ σώματα, οὐκ ἀσωμάτως δέ. Δεῦτε, προσκυνήσωμεν αὐτῷ ιε'. Μετὰ δὲ τὴν πλήρωσιν τούτων, εὐθὺς ὁ Τρισ άγιος ὕμνος ᾄδεται, τῆς θεότητος τοῦ Υἱοῦ δηλῶν τὴν ὑπόστασιν, ναὶ μὴν καὶ αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ ζωοποιοῦ Πνεύματος· τό, ο "Αγιος ὁ Θεός, και της ὑποστάσεως ιδιότητα διαιροῦντες τῷ Πατρὶ προς νόμουσι. Τό. «"Αγιος ἰσχυρός, ο τῇ ἰδιότητι της ὑποστάσεως τοῦ Υἱοῦ καὶ Λόγου ἀφορίζουσι· τὰ δὲ, «Αγιος ἀθάνατος,» τῇ τοῦ ὁμοουσίου καὶ ζωοποιού Πνεύματος ἀφιεροῦσιν· ἁρμόττει δὲ ταῦτα καὶ μια ἑκάστῃ ὑποστάσει· ἑκάστη γὰρ τούτων καὶ ἁγία ἐστὶν καὶ ἰσχυρὰ καὶ ἀθάνατος· φύσις μὲν γὰρ καὶ οὐσία τοῖς τρισὶ μία· ὄνομα δὲ κοινὸν ἡ θεότης· τούτου μέντοι τοῦ Τρισαγίου ὕμνου διὰ βραχέων τὰς ῥή σεις ὁ Δαβὶδ προανακέκραγεν· ὁ Ἐδίψησε, λέγων, ἡ ψυχή μου πρὸς τὸν ἰσχυρὸν τὸν ζῶντα· ο καὶ ἀλλα χοῦ· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἑστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ· Πνεῦμα ή δύναμις αὐτῶν· ν καὶ ἑτέρωθι • Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. • Ὁ δὲ ὑπὸ τοῦ Ἡσαΐου ἐκφων θεί; σεραφικὸς ὕμνος, καὶ τὰ τρία ἅγια εἰς μίαν κυριότητα συνάγων, τίνα διαφορὰν φέρει τοῦ παρ ἡμῶν ἀδομένου Τρισαγίου; ις'. Μετὰ δὲ τὸ Τρισάγιον ἀνέρχεται ὁ ἀρχιερεὺς ἐν τῷ συνθρόνῳ βασταζόμενος ὑπὸ τῶν διακόνων ὡς ἀγγέλων, συνερχομένων καὶ τῶν ἱερέων, καθὼς οἱ ἀπόστολοι συνῆλθον τῷ Ἰησοῦ ἐν τῷ ὄρει τῆς μετα μορφώσεως· δηλοῖ δὲ τὴν ἐκ γῆς πρὸς οὐρανὸν ἄνε οδον, καὶ τὴν ἐκ τῆς γῆς χαμερποὺς πολιτείας τῶν Ἰουδαίων μετάθεσιν· ὡς ἐντεῦθεν δηλαδὴ μετὰ τὴν ἀνάδειξιν τοῦ βαπτίσματος ἀρχὴν λαβούσης της χάριτος. Τὸ δὲ καθίζειν ἐν τῷ συνθρόνῳ, δηλοῖ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ τὴν σάρκα ἣν ἐφόρεσεν, καὶ τὸ πρό βατον ὃ ἔλαβεν ἐπὶ τῶν ὤμων, ὅπερ σημαίνει τὴ ὠμο φύριον, ὅ ἐστι τὸ ᾿Αδαμιαῖον φύραμα, ἀνεβίβασεν ὑπερ άνω πάσης ἀρχῆς καὶ δυνάμεως καὶ κυριότητας, καὶ προσήγαγεν αὐτὴ τῷ Θεῷ καὶ Πατρί· ἐπειδὴ γὰρ τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη, τουτέστι τὸ πρόσλημμα διὰ τὴν ἀξίαν τοῦ προσενεγκόντος καὶ τὴν καθαρή τητα τοῦ προσενεχθέντος, ἐδέξατο αὐτὸν ὁ Πατὴρ καὶ Θεὸς ὡς θυσίαν καὶ προσφορὰν εὐάρεστον υπέρ τοῦ ἀνθρωπίνου γένους· ἢ καθέζονται ἐν τῷ συν Ορόνῳ, κατὰ τὴν προφήτης Δαβίδ, ὅτι ἐκεῖ ἐκάθητο θρόνον εἰς κρίσιν. Ἐν τῷ δὲ ἑστάναι αὐτοὺς ἐν τῷ
col. 3997–3998page 9 of 11
PG 87:3997συνθρόνῳ, δεικνύων ὁ ἀρχιερεὺς τῷ λαῷ τὴν θείαν μεταμόρφωσιν, ἐκτείνας τὴν χεῖρα σφραγίζει τρίτον τοὺς ἱερεῖς, καθὼς ὁ Χριστὸς τοὺς αὐτοῦ μαθητάς. ιζ'. Τοῦ δὲ Τρισαγίου πληρωθέντος, σφραγίζει τὸν λαὸν ὁ ἱερεὺς λέγων, «Εἰρήνη πᾶσι, ο τουτέστι Εἰρη νεύετε ἐν ἀλλήλοις παριστάμενοι ἐν τῇ θείᾳ τραπέζῃ Ἡ δὲ σφραγὶς ἣν εἴωθε ποιεῖν ὁ ἀρχιερεὺς ἐν τῷ τέλει τοῦ Τρισαγίου, εἰς πλήρωσιν μὲν καὶ οἱονεὶ ἐκσφράγισμα τῶν περὶ Χριστοῦ προηγορευμένων προφητικῶν φωνών χαρακτηρίζεται· ἡ γὰρ αὐτοῦ διὰ σαρκὸς παρουσία σφραγὶς ἐγένετο ἐπικυροῦσα τὰ ὑπ' ἐκείνων προηγορευμένα ὡς ἀληθῆ.· αὕτη δὲ καὶ εἰς ἀρχὴν τῶν θεοπρεπῶν ἔργων καὶ τοῦ ἀνθρωπίνου γένους ἀνάπλασιν τέτακται· ἀρκέσει δὲ ἡ σφραγὶς καὶ εἰς εἰρήνην, ἥτις τας τότε μερικάς ἀρχὰς κατέλυσε, καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἔθνεσιν ἐβράβευσε· πρὸς δὲ τὰ ἐπίγεια καὶ οὐράνια ὁ Χριστὸς ὁ τῆς εἰρήνης Πατὴρ εἰς ἑνότητα ἤγαγε καὶ μετὰ τὸ καθίσαι μετὰ τῆς Παλαιᾶς καὶ Νέας Δια θήκης, ἀναγινώσκεται τὸ λεγόμενον προκείμενον φερωνύμως όνομασθέν πρόκειται γὰρ πάντων τῶν συμβολαίων τῆς χάριτος τῆς νέας· μηνύει οὖν τὴν τῶν προφητῶν ἐκφαντορίαν, τὴν προμήνυσιν τῆς παρουσίας Χριστοῦ τοῦ Θεοῦ. Μετὰ ταῦτα ἀνέρχεται ὁ Παῦλος ὥσπερ τις στρατιώτης, καὶ τὴν οἰκείαν διδασκαλίαν τῷ πλήθει διατρανοί, ἤγουν τῶν ἀπο στολικῶν πραγμάτων ἀνάγνωσιν, καὶ τῶν Ἐπιστολῶν αὐτῶν παρίστησι τὴν ἐκλογὴν, καὶ τὸ τέλος τῶν ὑποσχέσεων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐξ ὧν ἡ δύνα μες τούτου καὶ τὸ ἀδιάπτωτον τῆς ἀληθείας συνίσταται· ἔφη δὲ πρὸς αὐτοὺς, «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ἡ ὄρα τοίνυν πῶς τὸν κόσμον ὅλον ἐξώγρησαν ἐκ καὶ οἱ ἁλιεῖς καὶ ἀγράμματοι. ιη'. Εἶτα μετὰ τὴν ἀνάγνωσιν τοῦ ᾿Αποστόλου, ὁ Δαβὶδ ᾄδει τὸ ᾿Αλληλούϊα· δηλοῖ τὸ μὲν ἄλ, ἐφάνη τὸ δὲ ἦλ, ὁ Θεός· τὸ οὔτα, αἰνεῖτε τὸν ζῶντα Θεόν. Τὸ ὠμοφόριον ἀφαιρεῖται τοῦ ἀρχιερέως εἰς τὸ ἔσχατον Αλληλούια, εἰς ἀπόδειξιν τοῦ πληρωθῆναι τὸν νόμον, καὶ τοῦ τὸν ἀρχιερέα ἱερουργεῖν τὴν νέαν χάριν. Ο δὲ θυμιατὸς, ὁ ἐν τῷ καιρῷ τοῦ ᾿Αλλη λούϊα μετὰ θυμιάματος κινούμενος, τὴν χάριν δηλοῖ τοῦ ἁγίου Πνεύματος τὴν δεδομένην τοῖς μαθηταῖς ὅτε τούτους ἀπέστειλε τοῦ ἰᾶσαι πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν Ἰσραήλ. Μετὰ τὸ Ἀλληλούια λαβὼν ὁ ἱερεὺς ἢ ὁ διάκονος τὸ ἄχραντον εὐαγγέλιον, ὡς ἄγγελος ἀποσταλείς, μετὰ τῆς θείας κελεύσεως ἀνέρχεται εἰς τὸν ἄμβωνα καὶ πληροί τὴν προφητείαν Ησαΐου τὴν λέγουσαν, «Επ' ὅρους πεδινοῦ ἄρατε σημεῖον.» Ἡ ἔκτασις τῶν χειρῶν τοῦ πλήθους δείκνυσι τὴν εὐχαριστίαν ὡς ἀξιωθέντος τοιούτων θαυμάτων. Ὁ δὲ ἱερεὺς ἀναπτύσσει τὴν κέλευσιν μετὰ φρίκης, καὶ ἀναγγέλλει ταύτην τῷ λα· μετά σιγῆς ἱσταμένων, καθώς Μωϋσῆς καὶ Ηλίας καὶ πάντες οἱ προφῆται, ὁμιλοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ τοῖς ἀποστόλοις λέγοντος, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Μετὰ δὲ τὴν ἀνάγνωσιν πτύξας αὐτ τὴν ὁ ἀναγνούς, μετέρχεται διδοὺς πᾶσιν ὡς υἱοῖς ἀσπάζεσθαι αὐτήν. Τὸ Εὐαγγέλιόν ἐστι μηνυτικών τῆς παρουσίας Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, καθ' ην τοῦ βυθοῦ τῆς πλάνης
col. 3999–4000page 10 of 11
PG 87:3999ὡράθη ἡμῖν οὐ δι' αἰνιγμάτων, ἀλλ' ἐμφανῶς· δηλοῖ οὖν αὐτοῦ τοῦ Χριστοῦ τοὺς λόγους, τὰς ἐντολὰς, τοὺς νόμους οὓς ἡμῖν ἔθετο, τὰ πάθη, τὴν ταφήν, τὴν ἀνάστασιν, καὶ αὐτὴν τὴν ἀνάγνωσιν· τῶν γύρ θαυμάτων οἱ εὐαγγελισταί ὀλίγους ἐποιήσαντο λόγους, ἑνὶ ῥήματι πλήθη άπειρα θαυμάτων παραδηλώσαντες. ιθ'. Τέσσαρα δὲ τὰ Εὐαγγέλια κατὰ τὰ τετράμορτα ζῶα, ἐν οἷς κάθηται ὁ τῶν ὅλων Θεὸς, πρὸς ἦν ἀνα φέρεται ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· ὧν τέσσαρα φαινόμενα πρόσωπα, τὸ πρῶτον ὅμοιον λέοντι, τὸ δεύτερον ὅμοιον μόσχῳ, τὸ τρίτον ὅμοιον ἀνθρώπῳ, τὸ τέταρτον ὅμοιον ἀετῷ· τὸ μὲν οὖν πρῶτον τοῦ λέγοντος τὸ ἔμπρακτον αὐτοῦ καὶ ἡγεμονικόν χα ρακτηρίζει· τὸ δὲ δεύτερον τὴν ἱερουργικὴν τάξιν ἐμφαίνει· τὸ τρίτον τὴν κατὰ ἄνθρωπον αὐτοῦ παρ ουσίαν καὶ φανέρωσιν διαγράφει· τὸ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ τὴν τοῦ ἁγίου Πνεύματος ἐφιπταμένην δύναμιν σαφηνίζει. Τὸ μὲν οὖν κατὰ Ἰωάννην Εὐαγγέλιον τὴν ἀπὸ τοῦ Πατρὸς ἡγεμονικὴν αὐτοῦ καὶ πρακτικὴν καὶ ἔνδοξον γέννησιν διηγεῖται· γρά φει γάρ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Τὸ δὲ κατὰ Λουκᾶν, τὸν τοῦ ἱεραρχικοῦ χαρακτῆρος τύπον παρίστησιν ἀπὸ γὰρ τοῦ Ζαχαρίου ἱερέως θυμιώντος ἄρχεται Ματθαῖος δὲ τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ διηγεῖται· ο Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ· ἡ ἀνθρωπόμορφον δὲ τοῦτο τὸ Εὐαγγέλιον. Μάρκος δὲ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος τοῦ ἐξ ὕψους ἐπιόντος τοῖς ἀνθρώποι; τὴν ἀρχὴν ἐποιήσατο λέγων· • Αρχὴ τοῦ Εὐαγγελίου, ὡς γέγραπται ἐν προφήταις·, τὴν πτερωτὴν εἰκόνα τοῦ Εὐαγγελίου διὰ τούτου δεικνύς. κ'. Τὸ μετὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου σφρα γίσαι τὸν λαὸν τὸν ἀρχιερέα, ὑποδεικνύει τὴν μέλο λουσαν παρουσίαν ἔσεσθαι ἐν τῷ ςφε ἔτει, τῆς ψηφίδες τῶν δακτύλων εμφαινούσης ἑξάκις χίλια πέντε. Ἡ δὲ μετὰ τῶν θείων Εὐαγγελίων ἀνάγνωσις, εὐχαὶ καὶ αἰτήσεις ἄχρι τοῦ χερουβικοῦ ὕμνου, τὴν ἐπὶ τρισὶ χρόνοις διδασκαλίαν ὑπεμφαίνουσι τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τὴν πρὸς τὸ ἅγιον βάπτισμα εὐτρεπιζομένην κατήχησιν, ὅτε δὴ καὶ οἱ κατηχούμενοι ὡς ἀμύητοι καὶ μήποτε καταξιωθέντες τοῦ θείου βαπτίσματος καὶ τῶν τοῦ Χριστοῦ μυστηρίων ἐξέρχονται. Αἱ δὲ ἐν τῷ μεταξὺ τούτων γινόμεναι εὐχαὶ, ὑπὲρ αὐτῶν τε γίνονται τῶν κατα ηχουμένων, πιστῶν, καὶ αὐτοῦ τοῦ ἀρχιερέως ἐννοοῦντες γὰρ οἱ θεσπέσιοι Πατέρες ὁποίαν εἶναι χρή τὴν ψυχὴν καὶ τὴν χεῖρα τοῦ μέλλοντος ἅπτεσθαι τοῦ παναχράντου σώματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ὡς καθαρωτέραν τῶν ἡλιακῶν ἀκτίνων δεῖ ταύτην τυγχάνειν, τὰς· ὑπὲρ τῆς συγχωρήσεως τούτων εὐχὰς διὰ φιλανθρωπίαν Θεοῦ ἐσομένην ἐξέθεντο. Οι διάκονοι ἁπλοῦσι τὸ εἰλιτὸν, ὡς Ἰωσὴφ καὶ Νικόδημος μέλλοντες καὶ αὐτὸν ἐνταφιάζειν τὸν Κύριον. Λέγεται δὲ τὸ, «Οἱ κατηχούμενοι, προέλθετε, τρίς, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. Κλίνων ἑαυτὸν ὁ ἱερεὺς ἐν τῇ εὐχῇ δείκνυσι τὴν δουλείαν. Εἶτα φωνεῖ ἡ διάκονος, ο Σοφία, τουτέστι, Θεέ· βοᾷ ὁ ἱερεὺς πρὸς τὸν Θεόν, ο Ὅπως ὑπὸ τοῦ κράτ τους σου· ν εἶτα οἱ ψάλται ὡς μελισσῶν ἀγγέλων προτρέπουσι τὸν λαὸν εἰς τὸν χερουβικόν ύμνον. (
col. 4001–4002page 11 of 11
PG 87:4001δὲ χερουβικός ύμνος παρακελεύεται πάντας ἐντεῦθεν καὶ μέχρι τοῦ τέλους τῆς ἱερουργίας προσεκτικώτερον ἔχειν τὸν νοῦν, πᾶσαν βιωτικήν μέριμναν κάτω ἀφέντες, ὡς βασιλέα μέλλοντες μέγαν ὑποδέχεσθαι διὰ μεταλήψεως τοῦ ἁγίου σώματος αὐτοῦ. Ἐν δὲ τῷ λέγειν τοὺς ψάλτας τὸν αὐτὸν ὕμνον ἅμα τῷ λαῷ, ὑψίστοις. κα'. Τὸ σκευοφυλάκιον ἐν ᾧ γίνεται ἡ προσκομιδὴ, ἐμφαίνει τὸν τοῦ Κρανίου τόπον, καθὼς προετυπώθη τῷ ᾽Αβραὰμ ὅτε ἐπτοίβαζε τὰ ξύλα, καὶ ἔθηκε τὸν υἱὸν, καὶ ἀνήνεγκε τὸν κριόν. Ἱερεὺς μόνος ἱστάμενος ἐν τῷ ναῷ τοῦ χερουβικοῦ ὕμνου ᾀδομένου, τύπον δεικνύει τοῦ Πατρὸς ἐκδεχομένου τὴν τοῦ Υἱοῦ προ ἐλευσιν. Τὰ ῥιπίδια εἰς τόπον τῶν Χερουβὶμ καὶ τῶν Σεραφίμ προηγοῦνται, καὶ τὰ σκῆπτρα, καὶ αἱ ῥομφαῖαι ὡς σύμβολα βασιλέως. ᾿Αρχιδιάκονος βαστάζων τὸ ὠμοφόριον διέρχεται, ὡς ἄγγελοι, βα στάζων τὴν παλαιὰν χάριν όψικεύουσαν τὴν νέαν χάριν. Διάκονοι ὡς νεφέλαι μετὰ σώματος προέρχονται ὡς τῆς θεότητος ἐπαναπαυομένης ὡς ἐπὶ θρόνου ὑψηλοῦ τῶν Χερουβίμ. Τὰ ἅγια ἀπὸ τῆς προθέσεως ἕως τοῦ θυσιαστηρίου προέρχονται, εἰς τύπον τῆς τοῦ κόσμου διαγωγῆς τοῦ Χριστοῦ ἕως τῆς ταφῆς αὐτοῦ· καὶ ὅτι ὁ Θεὸς αὐτὸς καὶ ὡδήγησε τους Μά γους ἰδεῖν τὴν ἐν σαρκὶ αὐτοῦ πρὸς ἡμᾶς σωτήριον ἐπιδημίαν· δηλοῖ δὲ καὶ τὴν ἀπὸ Βηθανίας πρὸς τὴν Ἱερουσαλὴμ τοῦ Κυρίου εἰσέλευσιν.. Λείπει. σημαίνεται ὅτι καὶ οἱ ἄγγελοι συνψάλλουσιν ἐν τοῖς
Continue reading PG 87: Oratio →≣ entire volume