Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 4005–4006page 1 of 2
PG 87:4005ΤΡΟΠΑΡΙΟΝ ΤΩΝ ΩΡΩΝ, ΠΟΙΗΜΑ ΣΩΦΡΟΝΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ, Η πρώτη ώρα, ἦχος πδ'. Βηθλεέμ, ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη· τὸ σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρ έδραμεν, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται μορφωθεὶς τὸ καθ᾿ ἡμᾶς· καὶ θεώσας τὸ πρόσλημμα· διὸ 'Αδὰμ ἀνανεούται σὺν τῇ Εὔᾳ· κράτ ζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη σῶσαι τὸ γένος ἡμῶν. Ηχ. γ. Νῦν προφητική πρόρρησις πληρωθῆναι ἐπείγεται μυστικῶς ἡ φάσκουσα, «Σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδα, ὡς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον· ἐκ σοῦ γάρ μοι ἐξ ελεύσεται ἡγούμενος τῶν ἐθνῶν διὰ σαρκός, ἐκ Παρ θένου κόρης Χριστὸς ὁ Θεὸς, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ τὸν νέον Ἰσραήλ· ο δῶμεν αὐτῷ ἅπαντες μεγα λωσύνην. Στιχ. Κύριε, εἰσακήκοα, δο', ἦχ. πδ. Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον· Μαρία τί το δράμα τοῦτο, ὅ ἐν σοὶ τεθέαμαι; Απορῶ, καὶ ἐξ ίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι· λάθρα τοίνυν ἀπ' ἐμοῦ γενοῦ ἐν τάχει· Μαρία, τί τὸ δράμα τοῦτο 8 ἐν σοὶ τεθέαμαι; Αντὶ τιμῆς αἰσχύνην, ἀντ᾽ εὐο φροσύνης τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι τὸν ψόγον μοι προσήγαγες· οὐκέτι φέρω λοιπὸν τὸ ὄνειδος ἀν θρώπων· ὑπὸ γὰρ ἱερέων ἐκ τοῦ ναοῦ ὡς ἄμεμπτον Κυρίου σε παρέλαβον· καὶ τί τὸ ὁρώμενον; Καὶ νῦν τὸ αὐτό. Ώρα γ', ἦχ· πβ'. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ὁ τεχθεὶς ἐκ Παρθένου καὶ τοῖς ἀνθρώποις συναναστραφείς· φάτνῃ πενιχρά, Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός, καὶ σπαργάνοις πλέκεται εἰς αὐτοῦ προσκύνησιν καὶ ἡμεῖς μελωδούμεν· Τριάς ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν. 'Εχ. πδ'. Ὁ Θεὸς ἀπὸ Θαιμᾶν ἥξει.» Πρὸ τῆς γεν νήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον, Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι εὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἄστρασι· καὶ τῇ φάτνῃ τῶν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ ἐγνώσθη σου ἡ εὐσπλαγχνία, Χριστέ, το μέγα ἔλεος· δόξα σοι. Στιχ. Κύριε, εἰσακήκοα. Δε', ἦχ γ'. Ἰωσὴφ εἰπὲ ἡμῖν· πῶς ἐκ τῶν ἁγίων ἣν παρέλαβες κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγώ, φησί, τοὺς προφήτας ἐρευνήσας και χρηματισθεὶς ὑπὸ ἀγγέλου, πέπεισμαι ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, μάγοι ἐξ ἀνατολῶν ἤξουσι σὺν δώροις τιμίοις λατρεύοντες· ὁ σαρκωθείς δι' ἡμᾶς, Κύριε, δόξα σοι. Καὶ νῦν τὸ αὐτό.
col. 4007–4008page 2 of 2
PG 87:4007Ώρα ς', ἦχ. α' δίς. Ο ο Δεῦτε πιστοὶ, ἐπαρθῶμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες τῷ βίῳ, προσενέγκωμεν ἀρετὰς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς τῶν γενεθλίων τὰς εἰσόδους ἐπὶ ψυχικῶν θησαυρισμάτων κράζοντες, Ο ἐν ὑψίστοις, δόξα Θεῷ τῷ ἐν Τριάδι, δι' οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη· τὸν ᾿Αδὰμ ἐκλυτρούμενος τῆς ἀρχεγόνου ἀρᾶς ὡς φιλάνθρωπος. Στιχ. Ο Θεὸς ἀπὸ Θαιμᾶν ἥξει, ἦχ. δ'. δίς. «Ακους, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ κρατα κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος! «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τα κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Στιχ. Κύριε, εἰσακήκοα δι' ἦχ'. πα'. δίς. Δεῦτε χριστοφόροι λαοί, κατίδωμεν θαῦμα πᾶσαν ἔννοιαν ἐκπλῆττον καὶ συνέχον· καὶ εὐσεβῶς ἂν υμνοῦντες, πίστε: προσκυνήσωμεν· σήμερον γὰρ πρὸς τὴν Βηθλεὲμ ἐγκύμων οὖσα κόρη παραγίνεται τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δ' ἀγγέλων προτρέχουσι· καὶ ταῦτα βλέπων ἐβόα Ἰωσὴφ ὁ μνήστως Τί τὸ ἐν σοὶ ξένον μυστήριον, Παρθένε; Καὶ πῶς μέλο λεις λοχεύσαι ἡ ἀπειρόζυγος δάμαλις; Καὶ νῦν τὸ αὐτό. Ωρα θ', ἦχ. βαρύ. Εξεπλήττετο ὁ Ἡρώδης ὁρῶν τῶν Μάγων τὴν εὐ σέβειαν, καὶ τῷ θυμῷ νικώμενος, τοῦ ἔτους Ακριβο λέγει τὸ διάστημα· μητέρες ήτεκνοῦντο, καὶ ἡ ἄωρο; ἡλικία τῶν βρεφῶν πικρῶς κατεθερίζετο· μαζοὶ ἐξη φαίνοντο, καὶ πόροι γάλακτος συνεστέλλοντος μέγα ἦν τὸ δεινόν· διὸ εὐσεβῶς, πιστοί, συνελθόντες πρι 30 κυνήσωμεν τοῦ Χριστοῦ τὴν γέννησιν. Στιχ. Θεὸς ἀπὸ Θαιμᾶν ἥξει, ἦχ. 5. δίς. Οτε Ἰωσήφ, Παρθένε, λύπῃ ἐτιτρώσκετο προς Βηθλεὲμ ἀπαίρων, ἐβόας πρὸς αὐτόν· Τί ὁρῶν με ἔγκυον στυγνάζεις καὶ ταράττεσαι, ἀγνοῶν ὅλως τὸ ἐμὸν φρικτὸν μυστήριον; Λοιπὸν ἀπόθου φόβων ἅπαντα, τὸ παράδοξον ἐννοῶν· Θεὸς κάτεισι γὰρ ἐπὶ τῆς γῆς δι' ἔλεον ἐν τῇ μήτρα μου νῦν· κἂν σάρκα προσελάβετο· ὅνπερ τικτόμενον ὄψει ὡς ηυδόκησε καὶ τῆς χαρᾶς πλησθεὶς προσκυνήσεις ὡς κτίστην σου· ἐν ἄγγελοι ὑμνοῦσιν ἀπαύστως καὶ δοξάζουσι, σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι. Στιχ. Κύριε, εἰσ ακήκοα δό, ήχ. πλ. δις. Σήμερον γεννᾶται ἐκ Παρθένου ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν· ῥάκει καθάπερ βροτός σπαργανοῦται ὁ τῇ οὐσίᾳ ἀναφής· Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανοὺς πάλαι κατ' ἀρχάς· ἐκ μαζών γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ μάννα ὀμβρήσας τῷ λαῷ· μάγους προσκαλεῖται ὁ νυμφίος τῆς ἐκκλησίας· δῶρα τούτων αἴρει ὁ Υἱὸς τῆς Παρθένου προσκυνοῦμεν σου τὴν γένναν, Χριστέ· δείξον ἡμῖν καὶ τα θειά σου θεοφάνια. Καὶ νῦν. πάλιν τὸ αὐτό.
Continue reading PG 87: Epitaphia Eulogii et Joannis Eleemosynarii, Alexandrinorum præsulum, e →≣ entire volume