PG 87Procopius Gazaeus
Epitaphs of Eulogius and John the Almsgiver, Bishops of Alexandria, from Brunck
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
Ejusdem Fragmentum Dogmaticum
PG 87:4009Πολυχρόνιον ποιήσει ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν αὐτῶν, εἰς πολλὰ ἔτη. Ἐκ δευτέρου Πολυχρόνιον ποιήσει ὁ Θεὸς τὴν θεόστεπτον, θεοφρούρητον, θεοπρόβλητον, κραταιὰν καὶ ἁγίαν βασιλείαν αὐτῶν εἰς πολλὰ ἔτη. Απαξ· πολυχρόνιον ποιήσει ὁ Θεὸς τὸν Δεσπότην καὶ ἀρχιερέα ἡμῶν εἰς πολλὰ ἔτη: λέγομεν καὶ τὰ τυπικὰ σχήματα, καὶ ἀπολύομεν. ΣΩΦΡΟΝΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΠΑΤΡΙΑΡΧΟΥ. Εἰς τόπον ἐπιξενουμένων. Ὁ πρὶν ἀλωόμενος, καὶ ἀνέστιον ἴχνος ἐλαύνων, Είτ' ἀφ᾽ ὁδοιπορίης, είτ' ἀπὸ ναυτιλίης, Ενθάδε νῦν προσιών, στησον, ξένε, σὰν πόδι· δεῦρο Ναιετάειν εθέλων, οἶκον ἔτοιμον ἔχεις. Εἰ δ' ἐμὲ καὶ τίς ἔτευξεν ανακρινέοις, πολιήτης Ευλόγιος, Καρίης ἀρχιερεὺς ἀγαθός. Εἰς Ἰωάννην τὸν Ἐλεήμονα Πάπαν Αλεξανδρείας. το Τύμβε, τίς ἢ πόθεν ἦν, ἔτι παῖς τίνος, ἔργα καὶ ὄλβον Νεκροῦ, ἐν ἔνδον ἔχεις, έννεπε, κευθόμενον. Οὗτος Ιωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη Εὐγενέος Στεφάνου· ἦν δὲ νομοὺς Φαρίης. Κτήμασι μὲν πολύολβος ὅλων πλέον, ὧν τρέφε Κύπρος, Εκ πατέρος πατέρων, ἐξ ὁσίων τε πόνων Εργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονι τευξεν, Οὐδ᾽ ἐμοῦ ἐστι νέου, οὐδ᾽ ἑτέρων στομάτων. Πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάτῃς ἀρετῇσι Δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων. Τοῦ καὶ κάλλες πάντα, τάπερ πτόλις έλλαχεν αὕτη, Εἰσὶ, φιλοφροσύνης κόσμος ἀρειότατος. Εἰς τὸν αὐτόν. Αρχὸς Ιωάννης Φαρίης ἀρετῶν ἱερήων Ενθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται Θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἔσχεν, ᾿Αθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους. η Βασιλείου ἐκ τοῦ ἐπιγεγραμμένου λόγου πρὸς τὴν Εὐνομίου δόξαν, ἧς 'Αέτιος ήρξατο (α). ι. Ἐξ ὧν δὲ παρήγαγεν αὐτὸς περί τε τῆς οὐσίας καὶ τῆς ἐνεργείας λογισμών σαθρῶν, ὁ λόγος ἀπο
Continue reading PG 87: Spuria →≣ entire volume
Page scan enlarged

Notebook

Full View