PG 26Athanasius
Tome to the Antiochenes
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Monitum in tomum ad Antichenos (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:793〔Editorial preface, from the Migne page scan (OCR)〕 MONITUM. genito, pro imperio tuo consuetas una cum popu- lis preces effundere: sicut ante semper fecimus, et nunc orantes facere non desistimus. τοκράτορι Θεῷ, καὶ τῷ Δεσπότῃ καὶ Σωτῆρι ἡμῶν Χριστῷ (3), τῷ Υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας, τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν, καὶ νῦν ποιοῦμεν εὐχόμενοι. IN TOMUM AD ANTIOCHENOS MONITUM. I. In prioribus editis (Græcis epistolæ nomen obtinet hoc opusculum, editorum sane vitio, nam Tópoę nuncupatur in omnibus pene codicibus, et Tomus in veteribus editis Latinis. Et vero non insolentem esse titulum ejusmodi, cum aliis permultis exemplis, tum maxime hoc luculento Gregorii Nazianzeni testimonio comprobatur. Is enim epistola 1, ad Cledonium, sic habet loquens de Apollinaristis: Aslovai dè návɩwę, ἢ διὰ τόμου συνοδικοῦ, ἢ δι᾽ ἐπιστολῶν κοινωνικῶν. Οὗτος γὰρ τῶν συνόδων ὁ νόμος· Omnino autem osten- dent (se scilicet ad communionem admissos esse) vel per tomum synodalem, vel per epistolas communionis indices. Nam hic synodorum mos est, Tóµo; autem vocatur, uit Philotheus patr. lib. , adversus Niceph. Gregoram, quod in eo res šuvtetµŋµévwç, id est paucis, enarrentur. II. Putat Felckmannus hanc epistolam sex tomum, esse fragmentum alicunde divulsum. Hæc illius suni verba : In codice Gobleriano notatur ad hanc epistolam, Zhte: thy ȧpxhv toū aútoù λóyov (præcessit enim Liberii ¿xéqaloç) : quo innui videtur hanc similiter esse fragmentum alicujus libri. Cujus rei etiam hoc indicium est, quod infra sub finem scribuntur quædam quæ in Antiochena synodo acta sunt, ad quam tamen habendam demum scriptam esse ex contextu apparet, et auctor est Socrates. Putarim ego epistolam hanc cum appendice, alicujus libri synodici fragmentum esse, aut certe illa sub finem aliunde ad episto- Jam assuta. Porro ad marginem Segueriuni item scribitur; Zhtet &pxhv, perinde atque in Gobleriano, cujus notam non intellexit Felckmannus, nec intellecturus est quisquis ordinem manuscriptorum Athanasii non adverterit. In omnibus itaque codicibus quos, vel quorum catalogum dispicere licuit, hic tomus bis descriptus est, et primo quidem integer atque absolutus, duodecimus numero habetur, atque iterum in iisdem septuage- simus nonus ordine locatur, non quidem ex integro descriptus, sed ab initio ejus pars haud exigua ibi exa- ratur. Ad marginem igitur duodecimi scribunt librarii, Zheet ¿pxhv, Quære initium, quia scilicet ejusdem initium septuagesimo nono loco iterum ponitur, cum hac nota in Regio codice, Пpoɛypáyŋ eiç ′ hóyov tà õlov, Descriptus est supra integer duodecimo tractatu. Liquet autem hunc tomum omnibus numeris et par- tibus suis absolutum esse, ut ne vel minima suspicio sit esse fragmentum. Paulini vero formula fidei quæ ad calcem assuta est, Antiochiæ quidem edita fuit, sed congruenter huic tomo Alexandrinæ synodi attexitur, subscribit enim ille rebus Alexandriæ decretis. III. Quid Athanasium cæterosque Patres compulerit ad eam celebrandam synodum, ex hoc ipso tomo comperire licet. Actum enim ibi primo fuit de rebus Antiochenæ Ecclesiæ componendis. Nam tres in partes distracta tunc civitas erat. Prima numero maxima erat Arianorum, qui, pulso Meletio, Euzoium suæ seciæ kominem episcopum sibi constituerant; 2ª Meletianorum, ut vocabant a Meletio episcopo, quem Ariani ordi- marant episcopum, rati suæ ſuvere sententiæ. At ubi primum agnoverunt eum consubstantialitatis strenuum deſen- sorem esse, in exsilium ablegari curarunt, cum vix triginta sedisset dies. Redux ille cum aliis, Juliano in- eunte imperium, a suis ingenti gaudio exceptus fuerat; 3ª Eustathianorum, a sancto Eustathio Antiochia olim episcopo : sed Arianorum, quibus infensíssimus eral, insidiis in exsilium pulso, atque illic defuncto. Hi a reliquis omnibus segregati Paulini presbyteri conventibus intererant, atque cum Athanasio commanica- bant. Quos ad pucem cohortatur Athanasius, suadetque ut cum iis communicent qui in Veteri conventus agunt, scilicet cum Meletianis; qua in re nequaquam Athanasio sy
PG 26:796Ο ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΙΣ ΤΟΜΟΣ ΑΘΑΝΑ- ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖς Εὐσεβίῳ, Λουκίφερι, Ἀστερίῳ, Κυματίῳ καὶ Ἀνατολίῳ, Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπό τε τῆς Ἰταλίας καὶ Ἀραβίας, Αἰγύπτου καὶ Λιβύης, Εὐσέβιος, Ἀστέριος, Γάϊος, Ἀγαθὸς, Ἀμμώνιος, Ἀγαθοδαίμων, Δρακόντιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος, Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μηνᾶς, Γεώργιος, Λούκιος, Μακάριος, καὶ οἱ λοιποὶ, ἐν Χριστῷ πλεῖστα χαίρειν. Πεπείσμεθα μὲν, ὅτι, λειτουργοὶ Θεοῦ καὶ οἰκονόμοι καλοὶ τυγχάνοντες, ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς Ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ’ ἡμῶν, νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ, καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες, ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινωνίας·
PG 26:797ἀναγκαῖον ἡγησάμεθα ταῦθ’ ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι, καὶ αὐτοὶ ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουργοὶ, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καὶ, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ’ ἡμῶν, καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πίστις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν, ἢ τί «τερπνὸν» ἀλλ’ ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριον μεθ’ ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πίστις καὶ εὐσέβεια κηρύσσεται; Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν’ ἅμα τὴν ὑμετέραν περιπτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύσωμεν εἰρήνης τε καὶ ὁμονοίας·
PG 26:798ἐπειδὴ δὲ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυπήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλειτουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ’ ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι, καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροικίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. Συνθεμένων οὖν αὐτῶν, παρεμυθησάμεθα ἑαυτοὺς, ὅτι, αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων, πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν.
PG 26:799Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρειανῶν προσκαλέσασθε παρ’ ἑαυτοῖς, καὶ ὡς μὲν πατέρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδεμόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέον ἀπαιτήσητε παρ’ αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίων Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεματίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυσαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν, ἢ τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν.
Ἀναθεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλείδου ἡ μανία, καὶ τῶν Μανιχαίων ἡ παραφροσύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάντων ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆς καθολικῆς Ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ’ ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔθ’ ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι, πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν, καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ’ ὑμῶν, μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι. Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον, ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πίστεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος.
PG 26:800Ἠξίωσαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχείρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ πίστεως γράφεσθαι, ἀλλ’ ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι, καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνείδομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμφοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας·
PG 26:801ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρ’ ὡς οἱ Ἀρειομανῖται λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλοτριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ’ ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα, καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἢ ἄργυρος, ἢ χαλκὸς, οὕτω καὶ αὐτοὶ λέγωσιν· ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρχὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦντες, τρεῖς ὑποστάσεις λέγωσι; Διεβεβαιώσαντο μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτώντων δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα μόνον, ἀλλ’ ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνούσιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς, μήθ’ ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων, ἢ φρονούντων·
PG 26:802ἀλλ’ εἰδέναι ἁγίαν μὲν Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες, τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ’ ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰτιαθέντας παρὰ τούτων, ὡς λέγοντας μίαν ὑπόστασιν, μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγουσιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀνυποστάτου τοῦ ἁγίου Πνεύματος; Οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν, μήτε οὕτω πεφρονηκέναι πώποτε· ἀλλ’ ὑπόστασιν μὲν λέγομεν, ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν· μίαν δὲ φρονοῦμεν, διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα, καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν, καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ Πατρὸς, ξένην δὲ τούτου τὴν τοῦ Υἱοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος. Ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετίθεντο τούτοις·
PG 26:803καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων ὥσπερ ἡρμήνευσαν καὶ ὡμολόγουν, καὶ ἀνεθεματίζετο παρ’ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς Χριστομάχος, καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς, καὶ Οὐαλεντῖνος καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ Θεοῦ χάριτι, καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμοῦ συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν. Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγένετο ὁ Λόγος Κυρίου,» οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ’ αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο·
PG 26:804καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγένηται ἄνθρωπος δι’ ἡμᾶς, καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυχον, οὐδ’ ἀναίσθητον, οὐδ’ ἀνόητον εἶχεν ὁ Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου δι’ ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν Υἱὸς τοῦ Θεοῦ, γέγονεν ὁ αὐτὸς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ’ ἕτερος μὲν ἦν ὁ πρὸ τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ· οὐδ’ ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ ὁ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ’ ὁ αὐτὸς ἦν ἀνθρωπίνως μὲν λέγων, «Ποῦ Λάζαρος κεῖται;» θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματικῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς Υἱὸς τοῦ Θεοῦ ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ·
PG 26:805καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα, καὶ ἀνεγείρων τοὺς νεκρούς. Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦντες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο. Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, παρακαλοῦμεν ὑμᾶς τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ ἑρμηνεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατακρίνετε προπετῶς, μηδὲ ἀποβάλλετε, ἀλλὰ μᾶλλον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνεσθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέπετε, ὡς ὑπόπτους τῷ φρονήματι. Τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμηνεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνακρίνειν μηδὲ λογομαχεῖν ἐπ’ οὐδὲν χρήσιμον, μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονήματι τῆς εὐσεβείας συμφωνεῖν. Οἱ γὰρ μὴ οὕτω διανοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνατροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα.
PG 26:806Ἀλλ’ ὑμεῖς, ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκονόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συντόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστερίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. Δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς εἰρήνης συνάπτεσθαι·
καὶ λοιπὸν συναφθέντων αὐτῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶσθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχομαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπητός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου τοῦ ἐπισκόπου μονάζοντες, παρ’ αὐτοῦ εἰς τοῦτο πεμφθέντες. Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας. Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου·
PG 26:807Ἀμμώνιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαί̈του· Δρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας Ἀρσενοί̈του, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων. Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ’ ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. Ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι.
PG 26:808Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας τὸν τόμον τοῦτον, οὕτω παρὰ τῶν προειρημένων ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶτα Υἱὸν τέλειον, καὶ ὑφεστηκὸς τὸ Πνεῦμα τὸ ἅγιον τέλειον. Διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων, καὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως. Εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι. Καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι’ ἡμᾶς γενομένης τοῦ Λόγου τοῦ Πατρὸς οὕτω φρονῶ, καθὼς γέγραπται, ὅτι, κατὰ τὸν Ἰωάννην, ὁ Λόγος σὰρξ ἐγένετο· οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ’ ὅτι ἄνθρωπος δι’ ἡμᾶς γέγονεν, ἐκ τῆς ἁγίας Παρθένου Μαρίας καὶ ἁγίου Πνεύματος γεννηθείς. Οὔτε γὰρ ἄψυχον, οὔτε ἀναίσθητον, οὔτε ἀνόητον σῶμα εἶχεν ὁ Σωτήρ· οὔτε γὰρ οἷόν τ’ ἦν, τοῦ Κυρίου ἀνθρώπου δι’ ἡμᾶς γενομένου, ἀνόητον εἶναι αὐτοῦ τὸ σῶμα.
PG 26:809Ὅθεν ἀναθεματίζω τοὺς τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἀθετοῦντας, καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἀναθεματίζω δὲ τοὺς λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα δι’ Υἱοῦ γεγονός. Ἔτι δὲ ἀναθεματίζω Σαβελλίου καὶ Φωτεινοῦ, καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν, καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ Καρτέριος.
Second witness · khazarzar edition

Tomus ad Antiochenos Ο ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΙΣ ΤΟΜΟΣ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖς Εὐσεβίῳ, Λουκίφερι, Ἀστερίῳ, Κυματίῳ καὶ Ἀνατολίῳ, Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπό τε τῆς Ἰταλίας καὶ Ἀραβίας, Αἰγύπτου καὶ Λιβύης, Εὐσέβιος, Ἀστέριος, Γάϊος, Ἀγαθὸς, Ἀμμώνιος, Ἀγαθοδαίμων, Δρακότιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος, Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μη νᾶς, Γεώργιος, Λούκιος, Μακάριος, καὶ οἱ λοιποὶ, ἐν Χριστῷ πλεῖστα χαίρειν. Πεπείσμεθα μὲν, ὅτι, λειτουργοὶ Θεοῦ καὶ οἰκο νόμοι καλοὶ τυγχάνοντες, ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς Ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ' ἡμῶν, νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ, καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες, ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινωνίας· ἀναγκαῖον ἡγησάμεθα ταῦθ' ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι, καὶ αὐτοὶ ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουρ γοὶ, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καὶ, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ' ἡμῶν, καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, 26.797 οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πίστις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν, ἢ τί «τερπνὸν» ἀλλ' ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριον μεθ' ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐ τοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πί στις καὶ εὐσέβεια κηρύσσεται; Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν' ἅμα τὴν ὑμετέραν περι πτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύ σωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δὲ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυ πήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλει τουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ' ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι, καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροι κίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. Συνθεμένων οὖν αὐτῶν, παρεμυθησάμεθα ἑαυτοὺς, ὅτι, αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων, πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομέ νους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρεια νῶν προσκαλέσασθε παρ' ἑαυτοῖς, καὶ ὡς μὲν πατέ ρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδε μόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέον ἀπαιτήσητε παρ' αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν 26.800 Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίων Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεμα τίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυ σαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ 1

διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν, ἢ τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. Ἀναθεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλεί δου ἡ μανία, καὶ τῶν Μανιχαίων ἡ παραφρο σύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάν των ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆς καθολικῆς Ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ' ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔθ' ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι, πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν, καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ' ὑμῶν, μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι. Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον, ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πί στεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέ ρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. Ἠξίω σαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχεί ρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ πίστεως γράφεσθαι, ἀλλ' ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι, καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰ 26.801 ρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνεί δομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμ φοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας· ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρ' ὡς οἱ Ἀρειομανῖται λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλο τριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ' ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα, καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἢ ἄργυρος, ἢ χαλκὸς, οὕτω καὶ αὐτοὶ λέγωσιν· ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρ χὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦν τες, τρεῖς ὑποστάσεις λέγωσι; Διεβεβαιώσαντο μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτών των δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα μόνον, ἀλλ' ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνού σιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς, μήθ' ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων, ἢ φρονούντων· ἀλλ' εἰδέναι ἁγίαν μὲν Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες, τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ' ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέ ξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰ τιαθέντας παρὰ τούτων, ὡς λέγοντας 2

μίαν ὑπόστασιν, μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγου σιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀνυποστάτου τοῦ ἁγίου Πνεύματος; Οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν, μήτε οὕτω πεφρονηκέναι πώποτε· ἀλλ' ὑπόστασιν μὲν λέγομεν, ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν· μίαν δὲ φρονοῦμεν, διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα, καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν, καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ Πατρὸς, ξένην δὲ τούτου τὴν τοῦ Υἱοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος. Ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετί θεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων ὥσπερ ἡρμήνευσαν καὶ ὡμολόγουν, 26.804 καὶ ἀνεθεματίζετο παρ' ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς Χριστομάχος, καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς, καὶ Οὐαλεντῖνος καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ Θεοῦ χάριτι, καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμοῦ συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πί στιν, καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν. Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλο νεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγέ νετο ὁ Λόγος Κυρίου,» οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ' αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγένηται ἄνθρωπος δι' ἡμᾶς, καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωο ποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασι λείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυχον, οὐδ' ἀναίσθητον, οὐδ' ἀνόη τον εἶχεν ὁ Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου δι' ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν Υἱὸς τοῦ Θεοῦ, γέγονεν ὁ αὐτὸς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ' ἕτερος μὲν ἦν ὁ πρὸ τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ· οὐδ' ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ 26.805 ὁ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ' ὁ αὐτὸς ἦν ἀνθρω πίνως μὲν λέγων, «Ποῦ Λάζαρος κεῖται;» θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματικῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς Υἱὸς τοῦ Θεοῦ ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ· καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα, καὶ ἀνεγείρων τοὺς νεκρούς. Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦν τες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐναν θρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο. Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, παρακα λοῦμεν ὑμᾶς τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ ἑρμη νεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατα κρίνετε προπετῶς, μηδὲ ἀποβάλλετε, ἀλλὰ μᾶλ λον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνε σθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέ πετε, ὡς ὑπόπτους τῷ φρονήματι. Τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμη νεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνα κρίνειν μηδὲ λογομαχεῖν ἐπ' οὐδὲν χρήσιμον, μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονή ματι τῆς εὐσεβείας συμφωνεῖν. Οἱ γὰρ μὴ οὕτω 3

δια νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνα τροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα. Ἀλλ' ὑμεῖς, ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκονόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συντόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστερίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. Δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς 26.808 εἰρήνης συνάπτεσθαι· καὶ λοιπὸν συναφθέντων αὐτῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶσθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχομαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπητός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου τοῦ ἐπισκόπου μονάζοντες, παρ' αὐτοῦ εἰς τοῦτο πεμφθέντες. Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας. Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου· Ἀμμώνιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου· Δρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων. Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ' ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. 26.809 Ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας τὸν τόμον τοῦτον, οὕτω παρὰ τῶν προειρημένων 4

ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέλειον καὶ ὑφεστῶτα Υἱὸν τέλειον, καὶ ὑφεστηκὸς τὸ Πνεῦμα τὸ ἅγιον τέλειον. Διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων, καὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως. Εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι. Καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι' ἡμᾶς γενομένης τοῦ Λόγου τοῦ Πατρὸς οὕτω φρονῶ, καθὼς γέγραπται, ὅτι, κατὰ τὸν Ἰωάννην, ὁ Λόγος σὰρξ ἐγένετο· οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ' ὅτι ἄνθρωπος δι' ἡμᾶς γέγονεν, ἐκ τῆς ἁγίας Παρθένου Μαρίας καὶ ἁγίου Πνεύματος γεννηθείς. Οὔτε γὰρ ἄψυχον, οὔτε ἀναίσθητον, οὔτε ἀνόητον σῶμα εἶχεν ὁ Σωτήρ· οὔτε γὰρ οἷόν τ' ἦν, τοῦ Κυρίου ἀνθρώπου δι' ἡμᾶς γενομένου, ἀνόητον εἶναι αὐτοῦ τὸ σῶμα. Ὅθεν ἀναθεματίζω τοὺς τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἀθετοῦντας, καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἀναθεματίζω δὲ τοὺς λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα δι' Υἱοῦ γεγονός. Ἔτι δὲ ἀναθεματίζω Σαβελλίου καὶ Φωτεινοῦ, καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν, καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ Καρτέριος.

Continue reading PG 26: Vita Antonii →≣ entire volume
Page scan enlarged

Notebook

Full View