PG 35:517ΛΟΓΟΣ Γ. Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας. Α. Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, διαφερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστησάμην; Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόντες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμετέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον. Β. Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ’ ἡμῶν, ἵν’ εἴπω τι συμπαθέστερον, ταύτην, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ’ ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε·
PG 35:520καὶ τῇ πανηγύρει κατήφειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀληθές. Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον. Γ. Τί βούλεσθε; Κριθῶ πρὸς ὑμᾶς, ἢ κριτὴς γένωμαι; ἐνέγκω ψῆφον, ἢ δέξωμαι; Καὶ γὰρ νικήσειν ἐλπίζω, κρινόμενος, καὶ καταψηφιεῖσθαι δικαίως ἀποφαινόμενος. Τὸ δὲ ἔγκλημα, ὅτι μὴ τοῖς ἴσοις μέτροις ἀμείβεσθε τῆς ἀγάπης ἡμᾶς, μηδὲ τῆς εὐπειθείας τὴν τιμὴν ἀντιδίδοτε, μηδὲ τὸ μέλλον ἐγγυᾶσθε τῇ νῦν προθυμίᾳ, μόγις καὶ μετὰ ταύτης πιστευθῆναι δυνάμενον· ἐπειδὴ θερμότερος ἅπας ἀρχόμενος. Ἄλλος δὲ ἄλλο τι προτιμότερον τίθεσθε καὶ τοῦ παλαιοῦ καὶ τοῦ νέου ποιμένος, μήτε τὴν πολιὰν αἰδούμενοι, μήτε τὴν νεότητα προσκαλούμενοι. Δ. Δεῖπνόν ἐστιν ἐν τοῖς Εὐαγγελίοις λαμπρὸν, καὶ δεξιὸς ἑστιάτωρ, καὶ φίλοι, καὶ τὸ συμπόσιον ἥδιστον· υἱοῦ γὰρ γάμος. Καὶ ὁ μὲν συγκαλεῖ, οἱ δὲ οὐ συνέρχονται· ὁ δὲ ἀγανακτεῖ· καὶ παρίημι τὰ ἐν μέσῳ διὰ τὸ δύσφημον· ἀλλ’ ὃ μέτριον εἰπεῖν, δι’ ἄλλων πληροῖ τὸ συμπόσιον. Τοῦτο μὲν οὖν ἀπευχόμεθα·
ὑμεῖς δὲ τοσοῦτον ἐκείνων γεγόνατέ μοι (πῶς εἴπω πράως;) ὑψηλότεροι ἢ θρασύτεροι, ὅσον οἱ μὲν κεκλημένοι τοῦ δείπνου κατεξανίστανται, καὶ κατὰ τοῦ κεκληκότος ὑβρίζουσιν· ὑμεῖς δὲ, οὐ τῶν ἔξωθεν ὄντες, οὐδὲ τῶν κεκλημένων ἐπὶ τοὺς γάμους, ἀλλ’ αὐτοὶ συγκαλέσαντες ἡμᾶς, καὶ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ προσδήσαντες, καὶ τοῦ νυμφῶνος τὴν λαμπρότητα παραδείξαντες, ἔπειτα καταλιπόντες ἡμᾶς τοῦτο γὰρ ὑμῶν τὸ γενναιότατον· ὁ μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὸ ζεῦγος τῶν βοῶν τὸ νεώνητον, ὁ δὲ ἐπὶ τὴν γυναῖκα τὴν νεόνυμφον, ὁ δὲ ἄλλος ἐπ’ ἄλλο τι τῶν μικρῶν διεσπάρητε καὶ ἀπεπηδήσατε, μικρὰ τοῦ νυμφῶνος καὶ τοῦ νυμφίου φροντίσαντες. Ε. Διὰ τοῦτο ἀθυμίας ἐνεπλήσθην καὶ ἀπορίας· οὐ γὰρ ὃ πέπονθα, σιωπήσομαι· καὶ μικροῦ μὲν ἀνέσχον τὸν λόγον, ὃν δωροφορῆσαι διενοούμην τῷ γάμῳ, τὸ κάλλιστον ὧν εἶχον καὶ τιμιώτατον· μικροῦ δὲ ὑμῖν ἐπαφῆκα τοῖς ποθουμένοις, ἐπειδή γε ἅπαξ ἐξεβιάσθην· ἅτε δὴ λαμπρᾶς οὕτω λαβόμενος ὑποθέσεως, καὶ τοῦ φίλτρου τὴν γλῶςσαν θήγοντος, ὃ δὴ θερμότατον εἰς κατηγορίαν καὶ εὐπορώτατον, ὅταν γένηται ζῆλος, λύπην ἐκ τῆς ὑπεροψίας προσλαβὼν ἀπροσδόκητον.
PG 35:521Εἴ τις ὑμῶν οἴστρῳ πληγεὶς ὑπερώφθη, γνωρίζει τὸ πάθος, καὶ συγγνώσεται τοῦτο παθοῦσι, καὶ ταύτης ἐγγὺς γενομένοις τῆς ἀπονοίας. Ϛ. Ἀλλ’ ἐμοὶ μὲν οὔτε νῦν θεμιτόν ἐστιν ὑμῶν τι καθάψασθαι, μήτ’ ἄλλοτε γένοιτο. Καὶ ταῦτα ἴσως ὑπὲρ τὸ μέτριον καθηψάμην, τῆς ἱερᾶς ποίμνης, τῶν ἐπαινετῶν Χριστοῦ θρεμμάτων, τῆς θείας κληρονομίας, δι’ ἣν πλούσιος σὺ, κἂν ᾖς πένης. Κἀκεῖνά σοι πρέπειν ἡγοῦμαι τὰ ῥήματα· Σχοινία ἐπέπεσέ σοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία σου κρατίστη σοί ἐστι· καὶ οὐ παρήσω ταῖς ἀριθμουμέναις τῶν πόλεων, οὐδὲ τῶν ποιμνίων τοῖς πλατυτάτοις ἔχειν τι πλέον ἡμῶν τῶν ὀλίγων τῆς ἐλαχίστης φυλῆς ἐν υἱοῖς Ἰσραὴλ, τῶν ὀλιγοστῶν ἐν χιλιάσιν Ἰούδα, τῆς μικρᾶς Βηθλεὲμ ἐν πόλεσιν, ἐν ᾗ Χριστὸς γεννᾶται, νῦν τε καὶ ἀπ’ ἀρχῆς καλῶς καὶ γινωσκόμενος καὶ σεβόμενος· παρ’ οἷς Πατὴρ ὑψοῦται, καὶ Υἱὸς ἰσάζεται, καὶ Πνεῦμα ἅγιον συνδοξάζεται· συμψύχοις, τὸ ἓν φρονοῦσι, μηδὲν τῆς Τριάδος ζημιουμένοις, ἢ ὑπερτιθεῖσιν, ἣ ἀποτέμνουσιν· ὡς οἱ κακοὶ διαιτηταὶ καὶ μετρηταὶ τῆς θεότητος, δι’ ὧν ἕν τι πλέον, ἢ καλῶς ἔχει, σεμνύνουσι, τὸ πᾶν ἐλαττοῦντες καὶ καθυβρίζοντες. Ζ.
PG 35:524Ὑμεῖς δὲ, εἴ τι χαρίζεσθέ μοι, τὸ ἐμὸν γεώργιον, ἢ ἄμπελος ἡ ἐμὴ, τὰ ἐμὰ σπλάγχνα, μᾶλλον δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν, οὓς οὗτος ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε μὲν καὶ ἡμᾶς· δίκαιον γὰρ, οἳ πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τὴν εἴτε ἡγεμονίαν, εἴτε διακονίαν· καὶ εἰ τῷ πλεῖον ἀγαπήσαντι πλέον ὀφείλεται, πῶς μετρήσω τὴν ἀγάπην, ἧς ὑποχρέους ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαβον; αἰδεῖσθε δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τὴν πιστευθεῖσαν εἰκόνα, καὶ τὸν πιστεύσαντα, καὶ τὰ Χριστοῦ πάθη, καὶ τὰς ἐκεῖθεν ἐλπίδας, πίστιν μὲν ἔχοντες ἣν παρειλήφατε, καὶ ᾗ συνετράφητε, μεθ’ ἧς καὶ σώζεσθε, καὶ σώζειν ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέτερον καύχημα. Τὸ δὲ εὐσεβὲς μὴ ἐν τῷ πολλάκις περὶ Θεοῦ λαλεῖν, ἀλλ’ ἐν τῷ τὰ πλείω σιγᾷν εἶναι τιθέμενοι· γλῶσσα γὰρ ὄλισθος ἀνθρώποις μὴ λόγῳ κυβερνωμένη· καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου νομίζοντες, ὥστε τι μανθάνειν ἥδιον, ἢ διδάσκειν περὶ Θεοῦ· τὴν μὲν ἀκριβεστέραν τούτων ἐξέτασιν τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες·ριπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οί- Α κείων (24) ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιω- τικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος (25), καὶ ἄκαρποι γίνοισθε· ἀλλ᾿ ὁδῷ πορεύοισθε (26) βασιλι- κῇ, μὴ ἐκκλίνοντες (27) εἰς δεξιά, μηδὲ εἰς ἀριστερά, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὗ ἕξει νῖν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. μὴ ἐκκλίνοντες δεξιά, μηδὲ ἀριστερά. ὑμῖν ὁ λογισμός. τικῶς πρόεισι, κατὰ πᾶν εἶδος τῆς τέχνης στρεφόμε νός τε καὶ ποικιλλόμενος. στηλιτεύων κακίαν, καὶ πολλοῖς αὐτὸν βάλλων τοῖς ἐγχειρήμασιν· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς αὐτοῦ πτε- τοῖς κατατοξεύων, οἷς ὁ ἐκεῖνος ἐπήρθη, καὶ μύθοις, καὶ ἱστορίαις, καὶ σοφίσμασι δολεροῖς, γοητείαις τε καὶ θυσίαις, καὶ δαιμόνων ἀπάταις τε καὶ χρησμοῖς, καθ᾿ ἡμῶν τε καὶ Χριστοῦ ἐξυβρίσας, ἐπτερύξατο. Πλείστης δὲ ὅσης τῆς ὕλης υποκειμένης, πολύς ἐστι τῷ πατρὶ καὶ ὁ τῆς τέχνης σχηματισμός. Πὴ μὲν γὰρ πανηγυρικῶς, πὴ δὲ δικανικῶς, πὴ δὲ καὶ συμβουλευ ORATIO IV. CONTRA JULIANUM I - - MONITUM. generationis eliciamini " ; neque unquan impiorum in circuitu ambulantium " funibus impliciti, aut peccatorum vestrorum catenis constricti tenea- mini, nec denique committatis, ut hujus vitæ curis divinus sermo suffocetur, vosque fructu careatis** quin potius, via regia incedatis, nec ad dextram nec ad sinistram deflectentes", ac per angustum, tra- mitem quasi per latam viam ", duce Spiritu gradia- mini. Hoc si feceritis, præclaro statu res vestræ erunt, cum in hac vita, tum in alterius sæculi censura, in Christo Jesu Domino no&rɔ: cui gloria in sæcula. Amen. Philipp. 11, 15. "Psal. xi, 9. * Prov. v, 22. **Matth. x11, 22. "Num. xx1, 22. "Matth. vir, 13. in marg. YP. Colb. m sic habet in textu. Reg. 1, if a plotepá. Colb. m, MONITUM IN ORATIONES IV ET V. I. « Non obscurus est, ut cum Basilio loquar (28), « oratoris scopus: quippe qui Apo- statæ impietatem publice, quasi in columna sculptam, infamia notat. Nec designatis tan- tummodo ab eo sceleribus hune petit, sed ipsis etiam ferit, quibus ille veluti quibusdam alis ad coelum usque efferri sibi videbatur, fabulis, historiis dolosisque sophismatibus, præstigiis, sacrificiis, fraudibusque dæmonum et oraculis, quæ, per summam adversum nos et Christum injuriam, eructabat. Abundans autem et varia illa tota materia cum sit, varium quoque ac multiplex dicendi genus et artificium Pater adhibet. Panegyrico modo, modo judiciali, tum deliberativo dicendi genere procedens, in omnem, quam ars patitur, formain sese vertit, ut varietur oratio. » II. Geminas contra Julianum » invectivas primis pueritiæ suæ temporibus a Gregorio scriptas Camerarius existimavit; quod quidem, ut optime observat Billius, respuit oratio- nis gravitas pondusque sententiarum, atque etiam certissime narrata ibidem Apostatæ fu- nesta mors et exsequiæ (29). Ac certe jam Athenis Gregorius anno circiter suæ ætatis tricesimo, de Juliano, quem ibi versantein norat, tam male quam vere ominatus, excesse- rat. Mox illa, ut loquitur (30), grassante « bellua, » eximium « De Sacerdotio librum elaborabat; nec ergo potuit has utrasque orationes conscribere, nisi postquam ejuratæ religionis impietatisque poenas Apostata luit. Mortuus est scilicet ea nocle, quæ anno 363, diem Junii vicesimam sextam cum vicesima septima committebat. Nec ita multo post, adeo- que ut videtur, labente anno 363, quod ostendit satis Steleuticæ prioris exordium ac posterioris clausula, Gregorius in Ponti solitudinem tertio secedens, (31) non jam Augiæ stabulum » una cum Basilio, non « plaustrum » curavit aut « platanum (32); » non lapides quoslibet, »sed herculeis sublimiorem insignioremque columnam » duplici scopo excidit et ornavit, quam non uni fixam, sed omni mobilem loco ac tempore, et Apo- state sceleribus, et posterorum admonitioni statuere cogitabat. Id namque Gregorius de Orationibus suis consecutus est, ut explosis laudibus, quas in Julianum Eunapius, Libanius, Callistus, cæterique adulatores perverse congesserant, æternam nomini ejus notam inureret. In hujus laboris ac gloriæ societatem aliquam vocare Basilium, eo cum Baronio (33) veremur minus, quod, animo atque etiam loco tum conjuncti, ambo in iis Ora- tionibus loqui videantur: & hæc tibi, inquit (34), a Basilius et Gregorius conatus tui ad- « » versarii, etc. Utroque certe sunt digna a Orationes, quarum excellentiam, inquit Baro- nius (35), « haud satis digne laudare queant clarissimi oratores; easque prudens quisque dixerit duo fulmina magno cum fragore tonitrui, veritatis luce corusca, in horrendum monstrum valido impetu cœlitus missa. » III. Facessant igitur, et si quis pudor, latebris sese occultent temerarii scriptores, ne (27) Μὴ ἐκκλίνοντες. In Reg. u (24) Οἰκείων. Reg. 1, ιδίων. (25) Ὑμῖν ὁ λόγος. Reg. I, ὑμῶν ὁ λογισμός· (26) Πορεύοισθε. Reg. u, πορεύεσθε. (28) Οὐκ ἄδηλος ὁ σκοπός. Τὴν τοῦ παραβάτου Β (29) Vita Greg. et carm. I, 7. 241. (30) Or. v, n. 24; orat. 11, 11. 87. (31) Ep. v. (32) Ep. VI. (33) Bar. ad annum 363, t. IV, p. 146. (34) Or. v, n. 40. (35) Ann. 363, p. 144.
αὐτοὶ δὲ λόγῳ μὲν εὐσεβοῦντες ὀλίγα, ἔργῳ δὲ πλείονα, καὶ τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢ τῷ θαυμάζειν τὸν νομοθέτην τὸ περὶ αὐτὸν φίλτρον ἐπιδεικνύμενοι, φεύγοντες κακίαν, διώκοντες ἀρετὴν, πνεύματι ζῶντες, πνεύματι στοιχοῦντες, τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θεμελίῳ τῆς πίστεως, μὴ ξύλον, μηδὲ χόρτον, μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ῥᾳδίως δαπανωμένην, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἢ καθαίρηται· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ μένοντα καὶ ἱστάμενα. Η. Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς δοξάζοιτε εἴτε παρόντες εἴτε ἀπόντες, εἴτε μεταποιούμενοι τῶν ἡμετέρων λόγων, εἴτε ἄλλο τι προτιμότερον ἄγοντες· καὶ γίνοισθε τέκνα Θεοῦ καθαρὰ καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ περιπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιωτικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶ ἄκαρποι γίνοισθε· ἀλλ’ ὁδῷ πορεύοισθε βασιλικῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι·ριπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οί- Α κείων (24) ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιω- τικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος (25), καὶ ἄκαρποι γίνοισθε· ἀλλ᾿ ὁδῷ πορεύοισθε (26) βασιλι- κῇ, μὴ ἐκκλίνοντες (27) εἰς δεξιά, μηδὲ εἰς ἀριστερά, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὗ ἕξει νῖν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. μὴ ἐκκλίνοντες δεξιά, μηδὲ ἀριστερά. ὑμῖν ὁ λογισμός. τικῶς πρόεισι, κατὰ πᾶν εἶδος τῆς τέχνης στρεφόμε νός τε καὶ ποικιλλόμενος. στηλιτεύων κακίαν, καὶ πολλοῖς αὐτὸν βάλλων τοῖς ἐγχειρήμασιν· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς αὐτοῦ πτε- τοῖς κατατοξεύων, οἷς ὁ ἐκεῖνος ἐπήρθη, καὶ μύθοις, καὶ ἱστορίαις, καὶ σοφίσμασι δολεροῖς, γοητείαις τε καὶ θυσίαις, καὶ δαιμόνων ἀπάταις τε καὶ χρησμοῖς, καθ᾿ ἡμῶν τε καὶ Χριστοῦ ἐξυβρίσας, ἐπτερύξατο. Πλείστης δὲ ὅσης τῆς ὕλης υποκειμένης, πολύς ἐστι τῷ πατρὶ καὶ ὁ τῆς τέχνης σχηματισμός. Πὴ μὲν γὰρ πανηγυρικῶς, πὴ δὲ δικανικῶς, πὴ δὲ καὶ συμβουλευ ORATIO IV. CONTRA JULIANUM I - - MONITUM. generationis eliciamini " ; neque unquan impiorum in circuitu ambulantium " funibus impliciti, aut peccatorum vestrorum catenis constricti tenea- mini, nec denique committatis, ut hujus vitæ curis divinus sermo suffocetur, vosque fructu careatis** quin potius, via regia incedatis, nec ad dextram nec ad sinistram deflectentes", ac per angustum, tra- mitem quasi per latam viam ", duce Spiritu gradia- mini. Hoc si feceritis, præclaro statu res vestræ erunt, cum in hac vita, tum in alterius sæculi censura, in Christo Jesu Domino no&rɔ: cui gloria in sæcula. Amen. Philipp. 11, 15. "Psal. xi, 9. * Prov. v, 22. **Matth. x11, 22. "Num. xx1, 22. "Matth. vir, 13. in marg. YP. Colb. m sic habet in textu. Reg. 1, if a plotepá. Colb. m, MONITUM IN ORATIONES IV ET V. I. « Non obscurus est, ut cum Basilio loquar (28), « oratoris scopus: quippe qui Apo- statæ impietatem publice, quasi in columna sculptam, infamia notat. Nec designatis tan- tummodo ab eo sceleribus hune petit, sed ipsis etiam ferit, quibus ille veluti quibusdam alis ad coelum usque efferri sibi videbatur, fabulis, historiis dolosisque sophismatibus, præstigiis, sacrificiis, fraudibusque dæmonum et oraculis, quæ, per summam adversum nos et Christum injuriam, eructabat. Abundans autem et varia illa tota materia cum sit, varium quoque ac multiplex dicendi genus et artificium Pater adhibet. Panegyrico modo, modo judiciali, tum deliberativo dicendi genere procedens, in omnem, quam ars patitur, formain sese vertit, ut varietur oratio. » II. Geminas contra Julianum » invectivas primis pueritiæ suæ temporibus a Gregorio scriptas Camerarius existimavit; quod quidem, ut optime observat Billius, respuit oratio- nis gravitas pondusque sententiarum, atque etiam certissime narrata ibidem Apostatæ fu- nesta mors et exsequiæ (29). Ac certe jam Athenis Gregorius anno circiter suæ ætatis tricesimo, de Juliano, quem ibi versantein norat, tam male quam vere ominatus, excesse- rat. Mox illa, ut loquitur (30), grassante « bellua, » eximium « De Sacerdotio librum elaborabat; nec ergo potuit has utrasque orationes conscribere, nisi postquam ejuratæ religionis impietatisque poenas Apostata luit. Mortuus est scilicet ea nocle, quæ anno 363, diem Junii vicesimam sextam cum vicesima septima committebat. Nec ita multo post, adeo- que ut videtur, labente anno 363, quod ostendit satis Steleuticæ prioris exordium ac posterioris clausula, Gregorius in Ponti solitudinem tertio secedens, (31) non jam Augiæ stabulum » una cum Basilio, non « plaustrum » curavit aut « platanum (32); » non lapides quoslibet, »sed herculeis sublimiorem insignioremque columnam » duplici scopo excidit et ornavit, quam non uni fixam, sed omni mobilem loco ac tempore, et Apo- state sceleribus, et posterorum admonitioni statuere cogitabat. Id namque Gregorius de Orationibus suis consecutus est, ut explosis laudibus, quas in Julianum Eunapius, Libanius, Callistus, cæterique adulatores perverse congesserant, æternam nomini ejus notam inureret. In hujus laboris ac gloriæ societatem aliquam vocare Basilium, eo cum Baronio (33) veremur minus, quod, animo atque etiam loco tum conjuncti, ambo in iis Ora- tionibus loqui videantur: & hæc tibi, inquit (34), a Basilius et Gregorius conatus tui ad- « » versarii, etc. Utroque certe sunt digna a Orationes, quarum excellentiam, inquit Baro- nius (35), « haud satis digne laudare queant clarissimi oratores; easque prudens quisque dixerit duo fulmina magno cum fragore tonitrui, veritatis luce corusca, in horrendum monstrum valido impetu cœlitus missa. » III. Facessant igitur, et si quis pudor, latebris sese occultent temerarii scriptores, ne (27) Μὴ ἐκκλίνοντες. In Reg. u (24) Οἰκείων. Reg. 1, ιδίων. (25) Ὑμῖν ὁ λόγος. Reg. I, ὑμῶν ὁ λογισμός· (26) Πορεύοισθε. Reg. u, πορεύεσθε. (28) Οὐκ ἄδηλος ὁ σκοπός. Τὴν τοῦ παραβάτου Β (29) Vita Greg. et carm. I, 7. 241. (30) Or. v, n. 24; orat. 11, 11. 87. (31) Ep. v. (32) Ep. VI. (33) Bar. ad annum 363, t. IV, p. 146. (34) Or. v, n. 40. (35) Ann. 363, p. 144.
PG 35:525καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.α ΛΟΓΟΣ Δ' Κατὰ Ἰουλιανοῦ (58) Βασιλέως (59) Στηλιτευτι ‹. κὸς (60) πρῶτος. Α' Ακούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί σασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην καλῶ γὰρ ἅπαντας, ὥσπερ ἐξ ἀπόπτου τινὸς· καὶ μεσαιτάτης περιωπής (61), μεγάλῳ καὶ ὑψηλῷ τῷ (62) κηρύγματι· ἀκούσατε, λαοί, φυλαί, γλῶσ σαι, πᾶν γένος ἀνθρώπων (63), καὶ ἡλικία πᾶσα, ὅσοι τε νῦν ἐστε, καὶ ὅσοι γενήσεσθε· καὶ ἵν᾿ ᾗ μοι μεῖζον τὸ κήρυγμα, πᾶσα δύναμις τῶν οὐρανῶν, πάντες ἄγγελοι, οἷς ἔργον ἡ τοῦ τυράννου κατάλυσις, οὐ τὸν Σηών (64) καθελοῦσι τὸν βασιλέα τῶν ᾿Αμορ ῥαίων, οὐδὲ τὸν ἂγ βασιλέα τῆς Βασάν, μικρούς δυ- νάστας, καὶ μικρὸν (65) μέρος τῆς οἰκουμένης και κοῦντας τὸν Ἰσραήλ· ἀλλὰ τὸν δράκοντα, τὸν ἀποστά την, τὸν νοῦν τὸν μέγαν, τὸν Ασσύριον (66), τὸν κοινὸν ἁπάντων ἐχθρὸν καὶ πολέμιον, τὸν πολλὰ μὲν ἐπὶ γῆς μανέντα καὶ ἀπειλήσαντα, πολλὴν δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντά τε καὶ μελετήσαντα. Β'. Ακουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ· καιρὸς γάρ μοι τὰ αὐτὰ τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν κατὰ Ἑλλήνων καὶ κατὰ Ἰουλιανοῦ. Λόγος Επάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν ᾿Ασσυρίων. • S. GREGORII THEOLOGI XII. Mirum nemini profecto videri debet, si Gregorius, quo tempore Invectivas scripsit, minus noverit quæcunque Constantius in gratiam Arianorum, contra catholicam fidem ejusque défensores gesserat. In tenerrima adhuc ætate erat, cum Constantius imperium est adeptus, atque toto ejus imperii tempore, laicus et a mundi hujusce rebus propemo- dum alienus, studiisque litterarum deditus, aut etiam in eremo, et in domo paterna, non secus atque in solitudine, abditus vixit. Quin forte ignoravit ab Buzoio Constantiuin in extremis baptisma suscepisse, et demum credidit imperatorem jam jam moriturum pœni- tuisse quod novis dogmatibus studuisset. Id vero credidisse Gregorium necesse est, qui pro certo habuit, ut scribit Baronius, « pio fine vitam clausisse Constantium. » Verum posteaquam is illi notior fuit imperator, aliter de eo sensit et scripsit. Quod quidem con- stat ex Oratione xxv, ubi de Constantio hæc habet. (57) Rursus malum imperium, et rursus malum reviviscit... gravesque Jupi, alii aliunde nos intercipientes, Ecclesiam dis- cerpunt. Armantur sacerdotes adversus sacerdotes, plebs adversus plebem furibundo impetu fertur. Imperator ipse impietati auctoritatem præbet, atque adversus orthodoxam Joctrinam leges instituit; iique præterea, qui nec in virorum, nec in mulierum numero censendi sunt, quorum magna apud eum erat potentia. Quis vero temporis illius mala pro dignitate deplorare queat? Exsilia, bonorum proscriptiones, » et cætera quibus gravissimant illorum temporum tempestatem, miserandumque Ecclesiæ statum, imperante Constantio, perfecte exprimit. Hic & malum » vocat « imperium, » quod olim rerum ignarus « justum » appellaverat. Exsilia, proscriptiones bonorum, ipsumque « imperatorem, qui impietati auctoritatem præbuerit, sic insectatur, ut laudes, quibus ante Constantium cumulaverat Gregorius, postmodum recantasse merito videri possit. ORATIO IVa. A Adversus Julianum imperatorem prior Invectiva. Audite hæc, omnes gentes, auribus percipite omnes qu: kabitatis orbem 37. Omnes enim, quasi ex edita quadam et mediterranea specula, magno ac sublimi præconio appello. Audite, populi, tribus, linguæ, homines omnes, cujusvis generis et æta- tis, tam qui nunc estis, quam qui postea eritis; atque quo latius præconium pateat, omnis cœlo. run virtus, omnes angeli, quorum opera tyrannus exstinctus ac deletus est, non Seon ille rex Amor- rhæorum, neque Og, rex Basan ", exigui principes, atque Israelem, hoc est, parvam orbis partem, ve- zantes; verum draco ille *, apostata ille, magna B illa mens, Assyrius ille, ille communis omnium inimicus atque hostis ", qui et multum furorem, multasque minas in terra profudit, et multam ini- quitatem in excelsum locutus ac molitus est**. II. Audi cœlum, et auribus percipe, terra¹³. Jam enim mihi tempus est, ut iisdem verbis ular, qui- Psal. XLVIII, 1. • Psal. LXXII, 8. Dan. V, 19. Num. xx), 26, 33. 4º Ezech. xxix, 3, "Isa. xxxvir, seq. Isa. 1, 2. - Scripta C ª Al. tertia, quæ autein erat, nunc 5. circa finem anni vel initium ann. 364. Pass., etc., quidem recte; nam Greg. non tantum Julianum, sed etiam gentilium superstitiones exagitat. Colb, Hist. 111, c. 23, vocat Móyov æρds "Elλnvas, id est, • contra Gentiles. » In aliis postposita. subauditur; sed a pleris que exprimitur. Reddi potest: Sermo in columna inscriptus. Id est, Oratio infamatrix, seu in- vectiva, in qua, velut in cippo, flagitia alicujus in- seripta omnium oculis exponuntur. » ælas omnis. > lerint, etc. lem devexantes, sustulerint, sed, » etc. Acouplwv. Alludit ad hæc Isaiæ verba c. x, 12, juxta LXX, 'Entaxéчouat, vel, ut in aliis libris le- gitur : Visitabo, vel, induced super sensum magnum, super principem Assyrio- rum. > (57) Or. xxv, n. 9. (58) Κατὰ Ἰουλιανοῦ. Regg. I. hu, Oxon. 6. κατὰ Ἰουλιανοῦ καὶ κατὰ Ἑλλήνων. Socrates (59) Baσidéwę. Deest in pluribus Regg. et Colb. (60) Ernairevtinóç. Vox in nonnullis præmissa, (61) Περιωπής. Reg. 1, περιοπής. (62) To. Deest in duob. Regg. et Or. 1. (63) Ilār séros, etc. Omne genus hominum et (64) Où zòr Enŵr, etc. ‹ Qui non Sehon sustu- (65) Καὶ μικρόν... Ισραήλ. « Εxiguam... Israe (66) Tor Acoúptor. Reg. bm, tres Colb. twv
Second witness · khazarzar edition
Ad eos qui ipsum acciverant nec occurrerant ΛΟΓΟΣ Γʹ. Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας. 35.517 Αʹ. Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, δια φερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστη σάμην; Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόν τες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύ ειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμε τέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον. 35.520 Βʹ. Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ' ἡμῶν, ἵν' εἴπω τι συμπαθέστερον, ταύ την, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ' ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε· καὶ τῇ πανηγύρει κατή φειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀλη θές. Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον. Γʹ. Τί βούλεσθε; Κριθῶ πρὸς ὑμᾶς, ἢ κριτὴς γένωμαι; ἐνέγκω ψῆφον, ἢ δέξωμαι; Καὶ γὰρ νική σειν ἐλπίζω, κρινόμενος, καὶ καταψηφιεῖσθαι δικαίως ἀποφαινόμενος. Τὸ δὲ ἔγκλημα, ὅτι μὴ τοῖς ἴσοις μέ τροις ἀμείβεσθε τῆς ἀγάπης ἡμᾶς, μηδὲ τῆς εὐ πειθείας τὴν τιμὴν ἀντιδίδοτε, μηδὲ τὸ μέλλον ἐγγυᾶσθε τῇ νῦν προθυμίᾳ, μόγις καὶ μετὰ ταύτης πιστευθῆναι δυνάμενον· ἐπειδὴ θερμότερος ἅπας ἀρ χόμενος. Ἄλλος δὲ ἄλλο τι προτιμότερον τίθεσθε καὶ τοῦ παλαιοῦ καὶ τοῦ νέου ποιμένος, μήτε τὴν πολιὰν αἰδούμενοι, μήτε τὴν νεότητα προσκα λούμενοι. Δʹ. Δεῖπνόν ἐστιν ἐν τοῖς Εὐαγγελίοις λαμπρὸν, καὶ δεξιὸς ἑστιάτωρ, καὶ φίλοι, καὶ τὸ συμπόσιον ἥδιστον· υἱοῦ γὰρ γάμος. Καὶ ὁ μὲν συγκαλεῖ, οἱ δὲ οὐ συνέρχονται· ὁ δὲ ἀγανακτεῖ· καὶ παρίημι τὰ ἐν μέσῳ διὰ τὸ δύσφημον· ἀλλ' ὃ μέτριον εἰπεῖν, δι' ἄλλων πληροῖ τὸ συμπόσιον. Τοῦτο μὲν οὖν ἀπευχόμεθα· ὑμεῖς δὲ τοσοῦτον ἐκείνων γεγόνατέ μοι (πῶς εἴπω πράως;) ὑψηλότεροι ἢ θρασύτε ροι, ὅσον οἱ μὲν κεκλημένοι τοῦ δείπνου κατεξανί στανται, καὶ κατὰ τοῦ κεκληκότος ὑβρίζουσιν· ὑμεῖς δὲ, οὐ τῶν ἔξωθεν ὄντες, οὐδὲ τῶν κεκλημένων ἐπὶ τοὺς γάμους, ἀλλ' αὐτοὶ συγκαλέσαντες ἡμᾶς, καὶ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ προσδήσαντες, καὶ τοῦ νυμφῶνος τὴν λαμπρότητα παραδείξαντες, ἔπειτα 35.521 καταλιπόντες ἡμᾶς τοῦτο γὰρ ὑμῶν τὸ γενναιότα τον· ὁ μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὸ ζεῦ γος τῶν βοῶν τὸ νεώνητον, ὁ δὲ ἐπὶ τὴν γυναῖκα τὴν νεόνυμφον, ὁ δὲ ἄλλος ἐπ' ἄλλο τι τῶν μικρῶν διεσπάρητε καὶ ἀπεπηδήσατε, μικρὰ τοῦ νυμφῶνος καὶ τοῦ νυμφίου φροντίσαντες. Εʹ. Διὰ τοῦτο ἀθυμίας ἐνεπλήσθην καὶ ἀπο ρίας· οὐ γὰρ ὃ πέπονθα, σιωπήσομαι· καὶ μικροῦ μὲν ἀνέσχον τὸν λόγον, ὃν δωροφορῆσαι διενοούμην τῷ γάμῳ, τὸ κάλλιστον ὧν εἶχον καὶ τιμιώτατον· μικροῦ δὲ ὑμῖν ἐπαφῆκα τοῖς ποθουμένοις, ἐπει δή γε ἅπαξ ἐξεβιάσθην· ἅτε δὴ λαμπρᾶς οὕτω λαβόμενος
ὑποθέσεως, καὶ τοῦ φίλτρου τὴν γλῶσσαν θήγοντος, ὃ δὴ θερμότατον εἰς κατηγορίαν καὶ εὐπορώτατον, ὅταν γένηται ζῆλος, λύπην ἐκ τῆς ὑπεροψίας προσλαβὼν ἀπροσδόκητον. Εἴ τις ὑμῶν οἴστρῳ πληγεὶς ὑπερώφθη, γνωρίζει τὸ πάθος, καὶ συγγνώσεται τοῦτο παθοῦσι, καὶ ταύτης ἐγγὺς γενο μένοις τῆς ἀπονοίας. ʹ. Ἀλλ' ἐμοὶ μὲν οὔτε νῦν θεμιτόν ἐστιν ὑμῶν τι καθάψασθαι, μήτ' ἄλλοτε γένοιτο. Καὶ ταῦτα ἴσως ὑπὲρ τὸ μέτριον καθηψάμην, τῆς ἱερᾶς ποί μνης, τῶν ἐπαινετῶν Χριστοῦ θρεμμάτων, τῆς θείας κληρονομίας, δι' ἣν πλούσιος σὺ, κἂν ᾖς πένης. Κἀκεῖνά σοι πρέπειν ἡγοῦμαι τὰ ῥήματα· Σχοινία ἐπέπεσέ σοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία σου κρατίστη σοί ἐστι· καὶ οὐ παρήσω ταῖς ἀριθμουμέναις τῶν πόλεων, οὐδὲ τῶν ποιμνίων τοῖς πλατυτάτοις ἔχειν τι πλέον ἡμῶν τῶν ὀλίγων τῆς ἐλαχίστης φυλῆς ἐν υἱοῖς Ἰσραὴλ, τῶν ὀλιγοστῶν ἐν χιλιάσιν Ἰούδα, τῆς μικρᾶς Βηθλεὲμ ἐν πόλεσιν, ἐν ᾗ Χριστὸς γεννᾶται, νῦν τε καὶ ἀπ' ἀρχῆς καλῶς καὶ γινωσκόμενος καὶ σεβόμενος· παρ' οἷς Πατὴρ ὑψοῦται, καὶ Υἱὸς ἰσάζεται, καὶ Πνεῦμα ἅγιον συνδοξάζεται· συμψύχοις, τὸ ἓν φρονοῦσι, μη δὲν τῆς Τριάδος ζημιουμένοις, ἢ ὑπερτιθεῖσιν, ἣ ἀποτέμνουσιν· ὡς οἱ κακοὶ διαιτηταὶ καὶ μετρηταὶ τῆς θεότητος, δι' ὧν ἕν τι πλέον, ἢ καλῶς ἔχει, σεμνύνουσι, τὸ πᾶν ἐλαττοῦντες καὶ καθυβρίζον τες. 35.524 Ζʹ. Ὑμεῖς δὲ, εἴ τι χαρίζεσθέ μοι, τὸ ἐμὸν γεώργιον, ἢ ἄμπελος ἡ ἐμὴ, τὰ ἐμὰ σπλάγχνα, μᾶλλον δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν, οὓς οὗτος ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε μὲν καὶ ἡμᾶς· δίκαιον γὰρ, οἳ πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τὴν εἴτε ἡγεμονίαν, εἴτε διακονίαν· καὶ εἰ τῷ πλεῖον ἀγαπή σαντι πλέον ὀφείλεται, πῶς μετρήσω τὴν ἀγάπην, ἧς ὑποχρέους ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαβον; αἰδεῖσθε δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τὴν πιστευθεῖσαν εἰκόνα, καὶ τὸν πιστεύσαντα, καὶ τὰ Χριστοῦ πάθη, καὶ τὰς ἐκεῖθεν ἐλπίδας, πίστιν μὲν ἔχοντες ἣν παρειλήφα τε, καὶ ᾗ συνετράφητε, μεθ' ἧς καὶ σώζεσθε, καὶ σώζειν ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέ τερον καύχημα. Τὸ δὲ εὐσεβὲς μὴ ἐν τῷ πολλάκις περὶ Θεοῦ λαλεῖν, ἀλλ' ἐν τῷ τὰ πλείω σιγᾷν εἶναι τιθέμενοι· γλῶσσα γὰρ ὄλισθος ἀνθρώποις μὴ λόγῳ κυβερνωμένη· καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου νομίζοντες, ὥστε τι μανθάνειν ἥδιον, ἢ διδάσκειν περὶ Θεοῦ· τὴν μὲν ἀκριβεστέραν τούτων ἐξέτασιν τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες· αὐτοὶ δὲ λόγῳ μὲν εὐσεβοῦντες ὀλίγα, ἔργῳ δὲ πλείονα, καὶ τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢ τῷ θαυμάζειν τὸν νομοθέτην τὸ περὶ αὐτὸν φίλτρον ἐπιδεικνύ μενοι, φεύγοντες κακίαν, διώκοντες ἀρετὴν, πνεύ ματι ζῶντες, πνεύματι στοιχοῦντες, τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θε μελίῳ τῆς πίστεως, μὴ ξύλον, μηδὲ χόρτον, μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ῥᾳδίως δαπανωμέ νην, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἢ καθαί ρηται· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ μένοντα καὶ ἱστάμενα. Ηʹ. Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς δοξά ζοιτε εἴτε παρόντες εἴτε ἀπόντες, εἴτε μεταποιούμε νοι τῶν ἡμετέρων λόγων, εἴτε ἄλλο τι προτιμό τερον ἄγοντες· καὶ γίνοισθε τέκνα Θεοῦ καθαρὰ καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ πε 35.525 ριπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιωτικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶ ἄκαρποι γίνοισθε· ἀλλ' ὁδῷ πορεύοισθε βασιλικῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.