PG 28Athanasius
Letters to Castor Sp.
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:852ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΚΑΣΤΟΡΑ ΤΟΝ ΜΑΚΑΡΙΟΤΑΤΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΝΟΝΙΚΩΝ ΤΩΝ ΚΟΙΝΟΒΙΩΝ ΔΙΑΤΥΠΩ- ΣΕΩΝ. Ἐπειδή μοι προσέταξας, μακαριώτατε πάτερ Κάστορ, γνωρίσαι σοι τὰς κανονικὰς διατυπώσεις τῶν κοινοβίων τῶν ἀνατολικῶν, καὶ μάλιστα τῶν Αἰγυπτίων, ὧν αὐτόπτης γέγονα· εἴξας ἐγὼ τῇ ὑμετέρᾳ κελεύσει, τοῦτον ὡς ἐν ὀλίγῳ τὸν λόγον ὑμῖν ἀπέστειλα· ἵνα ἔχωσιν ἐφόδιον πρὸς ἀρετὴν οἱ συνειλεγμένοι σὺν Θεῷ ἐν τῷ νέῳ σου μοναστηρίῳ, τοὺς τῶν μακαρίων ἀνδρῶν κανόνας τε καὶ ἄλλους. Ἀναγκαῖον τοίνυν πρὸ πάντων περὶ προσευχῆς τῆς πάντων αἰτίας τῶν ἀγαθῶν διηγήσασθαι, ὅπως τε, καὶ μετὰ πάσης τῆς καταστάσεως ἐν τοῖς κατὰ τὴν Αἴγυπτον μάλιστα καὶ Θηβαί̈δα κοινοβίοις ταύτην ἐπιτελοῦσι. Συναγομένων γὰρ αὐτῶν ἐπὶ τὸ αὐτὸ κατὰ τὸν καιρὸν τῆς συνάξεως, ἡνίκα τελειωθῇ ὁ ψαλμὸς, οὐ παραχρῆμα πρὸς γονυκλισίαν ὁρμῶσιν, ἀλλὰ πρὶν ἢ τὰ γόνατα κάμψαι, πρὸς ὀλίγον ἱστάμενοι, καὶ τὰς χεῖρας ἐκτεταμένας ἔχοντες, εὔχονται· καὶ μετὰ ταῦτα χαμαὶ προσπίπτοντες, καὶ πρὸς ὀλίγον πάλιν ἐν τῇ γονυκλισίᾳ εὐχόμενοι πάντες, ἐν τῷ ἅμα ἐγείρονται·
καὶ πάλιν τὰς χεῖρας διαπετάσαντες, ἐκτενέστερον καὶ ἐπιτεταμένως τὰς ἱκεσίας ἀποπληροῦσιν, οὐδενὸς γόνυ κλίνοντος, ἢ ἐκ τῆς γονυκλισίας ἀνισταμένου, ἕως ἂν ὁ ποιῶν αὐτοῖς τὴν εὐχὴν, κλίνῃ πρῶτος, ἢ ἀναστῇ πρῶτος. Καθὰ τοίνυν εἴρηται, ὅτε τὰς προειρημένας συνάξεις ἐπιτελέσαι συνέρχονται, σιωπὴ τοσαύτη παρέχεται ὑπὸ πάντων, ὡς νομισθῆναι μηδένα ἄνθρωπον ἐν τῇ τοσαύτῃ τῶν ἀδελφῶν ἀναριθμήτῳ πληθύϊ παρεῖναι, ἐξαιρέτως ἐν τῷ καιρῷ τῶν προσευχῶν, ὅτε οὔτε πτύσμα προσέρχεται, οὔτε βὴξ ἠχεῖται, οὐκ ἀκηδία, οὐ νυσταγμὸς, οὐ χάσμα, οὐ στεναγμοὶ μετ’ ἤχου ἀναπέμπονται. Τὸν γὰρ ἐν χαυνότητι διανοίας μετὰ κραυγῆς τὰς εὐχὰς ἐπιτελοῦντα, δισσῶς ἁμαρτάνειν λέγουσι· πρῶτον μὲν ὡς ῥᾳθύμως εὐχόμενον, δεύτερον δὲ ὡς ἀπαιδεύτῳ τῇ φωνῇ τὴν τοῦ πλησίον ἀκοὴν κατακτυποῦντα, καὶ διασκεδάζοντα τὴν διάνοιαν, συνεπιτιθεμένων καὶ τῶν πονηρῶν πνευμάτων, οἳ, ἐπειδὴ ἂν ἴδωσιν ἡμᾶς εἰς προσευχὴν ἱσταμένους, λογισμοῖς ἀπρεπέσι καὶ ἀκηδίᾳ τὴν ψυχὴν καταβαρύνουσι.
Καὶ τούτου χάριν τοὺς ψαλμοὺς οὐ μετὰ θορύβου καὶ ταραχῆς σπεύδουσιν ἐκτελεῖν, οὐδὲ τῷ πλήθει τῶν στίχων, ἀλλὰ τῇ τῆς διανοίας νοήσει εὐφραίνονται, ἐκείνῳ τῷ λογισμῷ κατακολουθοῦντες τῷ φάσκοντι· «Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοί̈·» ὠφελιμώτερον γὰρ ἔχουσι τὸ δέκα στίχους μετὰ συνέσεως ψάλλειν, ἢ ὅλον τὸ ψαλτήριον μετὰ συγχύσεως διανοίας. Τελειωθέντων δὲ τῶν ψαλμῶν καὶ τοῦ κανόνος, οὕτως ὡς ἀνωτέρω ἐμνημονεύσαμεν, οὐδεὶς τῶν ἀδελφῶν κἂν πρὸς ὀλίγον στῆναι, ἢ ὁμιλῆσαι μετ’ ἄλλου τολμᾷ· ἀλλ’ οὐδὲ τοῦ κελλίου προελθεῖν, ἢ τὸ ἔργον καταλιπεῖν, ὃ μετὰ χεῖρας ἔχουσιν, ἀποστολικὸν πληροῦντες παράγγελμα, εἰ μή πού γε χρεία γένηται πρὸς καθῆκόν τινος ἀναγκαίου ἔργου πάντας συνεισελθεῖν, ὅπερ οὕτω μετὰ σπουδῆς καὶ ἐξερχόμενοι πληροῦσιν, ὡς μηδεμίαν ὁμιλίαν μεταξὺ αὐτῶν ἀνακύπτειν, ἀλλ’ ἕκαστον προσέχοντα τῇ μελέτῃ τῆς διανοίας καὶ τῷ ψαλμῷ, πληροῦντες τὸ προτεταγμένον. Μεγάλῃ δὲ σπουδῇ φυλάττουσι, μή τις μετὰ ἄλλου, καὶ μάλιστα ἀρχαρίου, ἀπολειφθῇ τῶν ἀδελφῶν ἰδιάζων πού ποτε, ἢ τὰς ἰδίας χεῖρας ἐκτείνας τολμήσῃ κατασχεῖν ἢ περιπλακῆναι ἑτέρῳ.
PG 28:853Εἰ δέ τις παραβαίνων τὸν κανόνα τοῦτον εὑρεθῇ, ἐπιτιμίῳ βαρυτάτῳ ὑποβάλλεται Περὶ μὲν οὖν τοῦ κανονικοῦ τρόπου τῶν τε εὐχῶν καὶ τῶν ψαλμῶν, ὃς ὀφείλει ἐν ταῖς καθημεριναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφείλομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοις τοῖς κοινοβίοις εἰσέρχονται, καὶ διαμένουσι ταπεινοφρονοῦντες καὶ ὑποτασσόμενοι ἕως βαθυτάτης πολιᾶς. Τοσαύτη γὰρ παρ’ αὐτοῖς ἡ ὑπακοὴ καὶ ταπείνωσις ἄχρι γήρως, ὅση οὐκ ἂν εὑρεθῇ οὐδὲ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τοῖς ἀποτασσομένοις ἐν τοῖς καθ’ ἡμᾶς μοναστηρίοις. Οὐ πρότερον τοίνυν δεχθήσεται ἔσω ἐν τῷ μοναστηρίῳ ὁ θέλων μονάσαι, πρὶν ἀπόδειξίν τινα καὶ πεῖραν τοῦ πρὸς Θεὸν πόθου καὶ τῆς ταπεινώσεως καὶ μακροθυμίας διὰ τῆς ἐπιπλεῖστον ὑπακοῆς παράσχῃ. Δοκιμασθεὶς οὖν ἐν τούτοις, εὐπρόσδεκτος παρ’ αὐτοῖς γίνεται, καὶ διδάσκεται τῆς αὑτοῦ περιουσίας μὴ ἔχειν τι τεθησαυρισμένον· ἐπίστανται γὰρ τὸν παρακρατοῦντά τι τῶν ἰδίων μὴ δύνασθαι διαμένειν πολυχρόνιον ἐν τῇ τοῦ μοναστηρίου ὑποταγῇ, καὶ κακουχίᾳ εἰς τέλος ἐγκαρτερεῖν.
Ἡνίκα γὰρ οἱαδήποτε πρόφασις ἢ θλίψις τὴν αὐτοῦ κινήσει διάνοιαν, εὐθὺς ἡ τοῦ ἀποκειμένου ἐλπὶς, ὥσπερ σφενδόνη λίθον, τοῦ μοναστηρίου ἐκτινάσσει. Διά τοι τοῦτο ἕκαστος αὐτῶν γυμνοῦται τῆς ἀρχαίας περιουσίας, ὡς μηδὲ αὐτὸ τὸ ἔνδυμα ὃ περιβεβλημένος ἦλθε τοῦ λοιποῦ φορεῖν συγχωρεῖσθαι. Ἀλλὰ, τῶν ἀδελφῶν πάντων συνηγμένων, προαχθεὶς εἰς τὸ μέσον, ἐκδύεται τὰ ἱμάτια τὰ ἴδια, καὶ διὰ τῶν χειρῶν τοῦ ἀββᾶ, ἐνδύμασι τοῦ μοναστηρίου μεταμφιέννυται· ὡς διὰ τοῦ τύπου τούτου ἐπιγνῶναι αὐτὸν, ὅτι, πάντων τῶν κοσμικῶν πραγμάτων καὶ τῆς ἀλαζονείας, καὶ τοῦ τύφου γυμνωθεὶς, ἐνεδύσατο τὴν πτωχείαν τοῦ Χριστοῦ, καὶ ὅτι ἀνεπαισχύντως ἐναριθμεῖ ἑαυτὸν, καὶ ἐξισοῖ τῷ σώματι τῆς ἀδελφότητος. Τὰ δὲ ἱμάτια ἃ ἀποδύεται λαβὼν ὁ οἰκονόμος τῆς μονῆς φυλάττει, ἀφορίσας ἕως δ’ ἂν τῆς προκοπῆς αὐτοῦ καὶ τῆς ἀναστροφῆς, καὶ ὑπομονῆς τῆς ἐν διαφόροις πειρασμοῖς ἀπόδειξιν παράσχῃ. Καὶ εἰ μὲν εὕρωσιν αὐτὸν δυνάμενον ἐν τούτοις καρτερεῖν, καὶ ἐν σπουδῇ πάσῃ, καὶ διαπύρῳ θέρμῃ, ᾗ ἐνήρξατο, διαμένοντα, τοῖς λοιποῖς συναριθμοῦσιν ἀδελφοῖς·
εἰ δέ τι γογγυσμοῦ ἐλάττωμα, ἢ παρακοῆς οἱασδήποτε ἁμαρτίαν ἐν αὐτῷ καταμάρθωσιν [ φ. καταμάρψωσιν], ἐκδύοντες τοῦτον ἅπερ ἐκ τοῦ μοναστηρίου ἐνεδύσαντο, καὶ τοῖς κοσμικοῖς ἐνδύμασι πάλιν περιβάλλοντες, ἀπωθοῦνται τοῦ κοινοβίου. Ὡς ἐκ ταύτης λοιπὸν τῆς ἀκριβείας μὴ εὐχερὲς εἶναι τῷ βουλομένῳ εἰσέρχεσθαι ὡς βούλεται ἢ ἀναχωρεῖν τῆς μονῆς, ἀλλὰ τὸν μὴ ἐμμένοντα κατὰ πάντα τρόπον τῇ ἰδία ὁμολογίᾳ μετενδύεσθαι τοῦ μοναστηρίου. Ὅτε τοίνυν ὁ ὑποδεχθεὶς ταύτῃ, ᾗπερ εἰρήκαμεν, ἀκριβείᾳ δοκιμασθῇ, καὶ ἄμεμπτος εὑρεθῇ, οὐ παραχρῆμα τῇ συνοδίᾳ τῶν ἀδελφῶν συναναμίγνυσθαι ἐπιτρέπεται, ἀλλὰ παραδίδοται τῷ ἐπιτεταγμένῳ τὴν φροντίδα τῶν ξένων, καὶ τούτοις πᾶσαν ἐπιμέλειαν καὶ ὑπηρεσίαν ποιεῖν προστάσσεται· καὶ ὅτε ὁλόκληρον ἐνιαυτὸν ἀμέμπτως ἐξυπηρετήσῃ τοῖς ξένοις, τυπωθεὶς διὰ τούτου πρὸς ταπείνωσιν καὶ μακροθυμίαν, συναριθμεῖται λοιπὸν τῇ συνοδίᾳ τῶν ἀδελφῶν, καὶ παραδίδοται ἑνὶ τῶν γερόντων, ὃς ταύτην ἔχει τὴν μέριμναν, ὅπως διδάξῃ τὸν μαθητευόμενον, διὰ ποίας ὁδοῦ ἀρξάμενος δυνηθῇ ἐπὶ τὴν τελειότητα τῶν ἀρετῶν φθάσαι.
PG 28:855Ἐν πρώτοις οὖν διδάσκει αὐτὸν σπουδάζειν νικᾷν τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονὰς, διὰ τὸ ἐπιτάσσειν αὐτῷ τὰ ἐναντία τῶν θελημάτων αὐτοῦ. Οὐκ ἄλλως γὰρ λέγουσιν οἱ πατέρες δύνασθαί τινα τὰς ἡδονὰς χαλινοῦν, ἢ ὀργῆς περιγίνεσθαι, ἢ λύπης, ἢ ταπείνωσιν ἀληθῆ κτήσασθαι, ἢ ἁπλῶς μετὰ ἀδελφότητος ἐν κοινοβίῳ καλῶς τελειωθῆναι, εἰ μὴ πρότερον διὰ τῆς ὑπακοῆς νεκρώσῃ τὰ ἑαυτοῦ θελήματα. Ταύταις δὲ ταῖς διατυπώσεσι καὶ διδασκαλίαις τὸν μαθητευόμενον προβιβάσαντες ὡςανεὶ στοιχείοις τισὶ, καὶ συλλαβαῖς, ἀκολούθως πάλιν διδάσκουσι μὴ κρύπτειν τοὺς ἰδίους λογισμούς· ἀλλὰ παραχρῆμα ἡνίκα ἐπέρχονται, τούτους τῷ οἰκείῳ Πατρὶ ἀποκαλύπτειν, καὶ μηδὲν περὶ τῆς τούτων διακρίσεως τῇ ἰδίᾳ καρδίᾳ πιστεύειν· ἀλλ’ ἐκεῖνο γινώσκειν ἀγαθὸν ἢ κακὸν εἶναι; ὅπερ ταῖς ἑαυτοῦ διακρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνήσεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτημένος μεθοδείας·
διανὲς τῆς τοῦ διαβόλου τέχνης λέγουσιν εἶναι οἱ Πατέρες, τοῦ ἀναπείθειν αὐτὸν τοὺς μαθητευομένους ἀπὸ τῶν Πατέρων κρύπτειν τοὺς ἰδίους λογισμοὺς ἰδίᾳ ὑπεροψίᾳ, ὡς δῆθεν ἱκανοὺς ὄντας ἑαυτοῖς τὰ συμφέροντα συμβουλεύσασθαι, ἢ ἰδίᾳ κενοδοξίᾳ αἰσχυνομένους δημοσιεῦσαι τὰς ἑαυτῶν ἐνθυμήσεις. Τοσαύτη δὲ φυλάττεται παρ’ αὐτοῖς ὑποταγὴ, ὡς μὴ τολμῆσαί τινα ἐκτὸς τοῦ ἀββᾶ μηδὲ τοῦ κελλίου ὅπου κάθηται προβαίνειν· οὕτω δὲ τὰ παρ’ αὐτοῦ προστασσόμενα ἐπιτελεῖν σπουδάζουσιν, ὡς παρὰ Θεοῦ ταῦτα δεχόμενοι. Καθήμενοι δὲ ἐν τοῖς ἰδίοις κελλίοις, τῷ ἔργῳ τε καὶ τῇ μελέτῃ, καὶ τῇ προσευχῇ προσκείμενοι, καὶ μετὰ σπουδῆς προσέχοντες, ἐπειδὰν ἀκούσωσι τοῦ κρούοντος τὴν θύραν τοῦ κελλίου ἢ εἰς τὴν κοινὴν προσευχὴν, ἢ πρός τι ἔργον τούτους προσκαλουμένου, παραχρῆμα πάντα ὁμοῦ ἀφέντες, πρὸς τὸ ἐπιταγὲν ὁρμῶσι, πάσῃ σπουδῇ τὴν τῆς ὑπακοῆς ἀρετὴν ζηλοῦντες· ἣν οὐ μόνον τοῦ ἔργου τῶν χειρῶν, ἀναγνώσεώς τε καὶ τῆς ἐν κελλίῳ ἡσυχίας, ἀλλὰ καὶ πασῶν ἀρετῶν προτιμῶσι, καὶ ταύτης ἅπαντα δεύτερα τίθενται.
PG 28:856Ἐκεῖνο δὲ μεταξὺ τῶν ἄλλων περιττόν ἐστι καὶ λέγειν, ὡς οὐδεὶς αὐτῶν ἄλλο τι κέκτηται πλὴν κολοβίου, καὶ ἡμιφορίου, καὶ σανδαλίων, καὶ μηλωτῆς, καὶ ψιάθου· αἰσχύνην ἡγούμενοι τὸ λέγεσθαι παρ’ αὐτοῖς, βιβλίον ἐμὸν, γραφεῖον ἐμὸν, ἢ ἄλλο τι ἐμόν. Τοσοῦτον δὲ ἕκαστος αὐτῶν καθ’ ἡμέραν ἐξ ἔργου τε καὶ ἱδρῶτος ἰδίου προσφέρει πορισμὸν τῷ μοναστηρίῳ, ὡς μὴ μόνον ταῖς ἑαυτῶν χρείαις ἐξαρκεῖν, ἀλλὰ καὶ τῇ διακονίᾳ τῶν ξένων καὶ πτωχῶν ὑπουργεῖν. Οὕτως δὲ κάμνοντες οὐ φυσιοῦνται, οὐχ ὑπερηφανεύονται, οὔτε τις αὐτῶν ἐκ τοῦ οἰκείου ἔργου καὶ ἱδρῶτος ἀπαιτεῖ περισσότερον τῆς διδομένης παρὰ τοῦ ἀββᾶ χρείας· οὐ κτῆμα οἱασδήποτε ὕλης ἑαυτῷ περιποιεῖται, πάροικον ἑαυτὸν καὶ ξένον ἔχων ὅλου τοῦ κόσμου, καὶ δοῦλον ἑαυτὸν μᾶλλον καὶ ὑπηρέτην τῶν ἀδελφῶν λογιζόμενος, ἤπερ δεσπότην οἱουδήποτε γηί̈νου πράγματος. Εἰ δέ τις κλάσῃ σκεῦος οἱονδήποτε, ἢ ἀπολέσῃ, ἐξομολογεῖται τῷ ἀββᾷ τῆς ἰδίας ῥᾳθυμίας τὸ πταῖσμα, καὶ οὕτω μετὰ ταπεινοφροσύνης μετανοῶν λαμβάνει συγχώρησιν.
Ὅστις δὲ πρός τι ἔργον μετακληθεὶς, ἢ πρὸς σύναξιν, καταφρονήσας βραδύτερον ἀπαντήσῃ, ἢ σκληρότερον, ἢ προπετέστερον ἀποκριθῇ, ἢ ἀμελέστερον, ἢ ὑπογογγύζων τὸ προσταχθὲν ποιήσῃ, ἢ τὴν ἀνάγνωσιν τοῦ ἔργου καὶ τῆς ὑπακοῆς προτιμήσας, τὰ προσταχθέντα αὐτῷ ἔργα βραδύτερον ἐκτελέσῃ, ἢ ἀπολυθεὶς τῆς συνάξεως μὴ ταχέως πρὸς τὸ ἔργον αὐτοῦ ἀναδράμῃ, ἢ μετά τινος ἐκτὸς ἀναγκαίας χρείας ὁμιλήσῃ, ἢ ἄλλου μετὰ παῤῥησίας κατάσχῃ τὴν χεῖρα, ἢ συγγενειῶν συντύχῃ χωρὶς τοῦ ἀββᾶ αὐτοῦ ἐπιτροπῆς καὶ εὐλογίας, ἢ ἐπιστολὴν παρά τινος δέξηται, ἤ τινι ἀντιγράψαι ἄνευ τοῦ ἀββᾶ ἐπιχειρήσῃ, ἤ τι τῶν ὁμοίων τούτοις πλημμελήσῃ, τοιούτῳ ἐπιτιμίῳ ὑποβάλλεται· Συνηγμένων τῶν ἀδελφῶν ἐν τῇ συνάξει, ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ ἐξομολογούμενος, συγχώρησιν αἰτεῖ τοῦ ἰδίου σφάλματος.
Τὰ δὲ παχύτερα τούτων πταίσματα εἴ τις εὑρεθῇ πράττων, ἅτινά ἐστι καταφρόνησις, ἀντιλογία μετὰ ὑπερηφανίας, ἢ ἐκ τοῦ μοναστηρίου πρόοδος ἐκτὸς ἐπιτροπῆς τοῦ ἀββᾶ, ἢ πρὸς γυναῖκα συντυχία, ἢ ὀργὴ, ἢ μάχη, ἢ ἔχθρα, ἢ μνησικακία, ἢ φιλαργυρία, ἥτις ἐστὶ λέπρα ψυχῆς, ἢ κτῆσις οἱουδήποτε πράγματος ἐκτὸς τῶν διδομένων παρὰ τοῦ ἀββᾶ, ἢ τροφῆς ἄνευ εὐλογίας κλεψιμαίῳ τρόπῳ γινομένης, καὶ τὰ τούτων παραπλήσια, οὐ τῷ προειρημένῳ ἐπιτιμίῳ ὑποβάλλεται, ἀλλὰ σφοδροτέρῳ, καὶ μείζονι. Καὶ εἰ μὴ διορθωθῇ, ἐκβάλλεται τοῦ μοναστηρίου Τὸ δὲ ἀνάγνωσιν ἐπιτελεῖσθαι ἔν τισι κοινοβίοις κατὰ τὸν καιρὸν τῆς ἑστιάσεως, οὐκ ἀπὸ τοῦ κανόνος τῶν Αἰγυπτίων, ἀλλὰ ἀπὸ τῶν Καππαδόκων, οἵτινες, οὐ πνευματικῆς ἕνεκεν τοσοῦτον γυμνασίας, ὅσον ἡσυχίας χάριν τῆς παρὰ τὰς ὁμιλίας, τὸ τοσοῦτον διετυπώσαντο.
PG 28:857Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶν ἀδελφῶν κατὰ τὸν καιρὸν τῆς συνάξεως τῆς τραπέζης αὐτῶν, ὅσην σχεδὸν ἐν ἄλλοις μὴ εὑρίσκεσθαι, οὕτως ὡς μὴ τολμᾷν βρῆξαί τινα παρεκτὸς τοῦ ἀρχηγοῦ τῆς τραπέζης, ὅστις, εἴ τινος χρεία γένηται, κρούσματι μᾶλλον ἢ φωνῇ τοῦτο σημαίνει. Καὶ τὰ κουκούλια ἕως κάτω τῶν βλεφάρων φοροῦσιν οὗτοι, ἵνα μὴ, ῥεμβοὺς τοὺς ὀφθαλμοὺς ἔχοντες, περιεργότερον ἀλλήλοις ἐνορῶσι· τῇ δὲ τραπέζῃ μόνον, καὶ τῇ τοῦ τρέφοντος Θεοῦ εὐχαριστίᾳ ἐνατενίζουσι. Μεγάλη δέ ἐστι φυλακὴ παρ’ αὐτοῖς, ὅπως μηδεὶς αὐτῶν ἔξωθεν τῆς τραπέζης τροφῆς μεταλάβῃ. Ἵνα δὲ μή τι δόξωμεν τῶν κοινοβιακῶν κανόνων παραλελοιπέναι, ἐπιμνησθῆναι δεῖ καὶ τῶν ἐν ἄλλοις κλίμασι παραδεδομένων διατυπώσεων. Κατὰ πᾶσαν τοίνυν τὴν Μεσοποταμίαν καὶ Παλαιστίνην, καὶ Καππαδοκίαν, καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐν τῷ καιρῷ τῆς συνάξεως, τρίτης, καὶ ἕκτης, καὶ ἐνάτης ὥρας, εἴ τις, πρινὴ ὁ πρῶτος ψαλμὸς τελειωθῇ, μὴ ἀπαντήσῃ, τοῦ λοιποῦ εἰς τὸ εὐκτήριον εἰσελθεῖν οὐ τολμᾷ, οὔτε καταμίξαι ἑαυτὸν τοῖς ψάλλουσιν·
PG 28:859ἀλλὰ τῶν ἀδελφῶν τὴν ἀπόλυσιν πρὸ θυρῶν ἐκδέχεται ἱστάμενος. Ἐξερχομένων δὲ πάντων, βαλὼν ἐπὶ τὴν γῆν μετάνοιαν, ἐξαιτεῖται τῆς οἰκείας ῥᾳθυμίας συγχώρησιν. Ἐν δὲ ταῖς νυκτεριναῖς συνάξεσι δευτέρου ψαλμοῦ, παρέχεται συγγνώμη τοῖς βραδύνουσι παρὰ τούτοις· καὶ ἑβδομάδας οἱ ἀδελφοὶ ἐκ διαδοχῆς ποιοῦσιν ἔν τε τῷ μαγειρείῳ καὶ τοῖς ἄλλοις καθήκουσιν, ἅμα καὶ ἑαυτοὺς διαναπαύοντες, καὶ νόμον ἀγάπης, διὰ τὸ δουλεύειν ἀλλήλοις, ἀναπληροῦντες. Τοσαύτη δὲ ταπεινοφροσύνη καὶ σπουδὴ ἐν τῇ διακονίᾳ ἐπιτελεῖται παρ’ αὐτοῖς, ὅση οὐκ ἂν δεσπόταις παρὰ δούλων παρασχεθείη. Συμπληρωθείσης δὲ τῆς ἑβδομάδος, τῇ ἀναστασίμῳ ἡμέρᾳ μετὰ τοὺς ἑωθινοὺς ὕμνους ἄλλοις πάλιν τοῖς εἰσερχομένοις ὑπηρετῆσαι τὰ πρὸς τὴν χρῆσιν σκεύη σεσημειωμένα παραδιδόασιν· ἅτινα δεχόμενοι, τοσαύτην μέριμναν καὶ φροντίδα εἰς τὴν τούτων παραφυλακὴν ἐνδείκνυνται, μή τι ἐξ αὐτῶν κλασθῇ ἢ ἀπόληται, ὅσην εἰκὸς τὸν πεπιστευμένον σκεύη ἱερὰ καὶ τῷ Θεῷ ἀνατεθειμένα. Ὑφέξειν γὰρ λόγον ἑτοιμάζονται οὐ μόνον ἐν τῷ παρόντι τῷ οἰκονόμῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι τῷ Θεῷ, εἰ τύχοι ἐξ ἀμελείας ἢ ῥᾳθυμίας ἀπολέσθαι τι ἐξ αὐτῶν.
Πρὸς πλείονα δὲ πίστιν τῶν εἰρημένων, ὅπερ αὐταῖς ὄψεσιν ἐθεασάμην προσθήσω τῷ διηγήματι. Ἐν τῇ ἑβδομάδι τινὸς ἀδελφοῦ παριὼν ὁ οἰκονόμος ὀλίγους κόκκους φακῆς κατὰ γῆν ἐῤῥιμμένους ἐθεάσατο, καὶ οὐ κατεφρόνησεν ὡς οἰκτροῦ καὶ οὐδαμινοῦ πράγματος· ἀλλὰ πολλὰ ἐγκαλέσας τῷ τὴν ἑβδομάδα πεπιστευμένῳ ἀδελφῷ, δέδωκεν αὐτῷ ἐπιτιμίαν, ὡς ἀμελοῦντι τῶν τῷ Θεῷ ἀνατιθεμένων, καὶ καταπατοῦντι τὴν ἰδίαν συνείδησιν. Τοσαύτῃ γὰρ πίστει καὶ σπουδῇ πάντων ἐπιμελοῦνται, καὶ πάντα διοικοῦσιν, ὡς καὶ αὐτὰ, ἅπερ ἡμῖν εὐτελῆ καὶ καταφρονήσεως ἄξια φαίνονται, μετὰ πολλῆς προσοχῆς φυλάττειν, οἷον ἀγγεῖον κακῶς κείμενον μεταστῆσαι, σκεῦος ἐῤῥιμμένον συνάξαι, πιστεύοντες καὶ ὑπὲρ τούτων μισθὸν ἔχειν παρ’ αὐτῷ τῷ Δεσπότῃ Θεῷ. Τούτους δὲ τοὺς κανόνας τῶν ἑβδομάδων κατὰ πᾶσαν τὴν Ἀνατολὴν εὑρήκαμεν γίνεσθαι. Παρὰ δὲ τοῖς Αἰγυπτίοις οὐχ οὕτω τῶν ἑβδομάδων ἡ ἐναλλαγὴ ἐπιτελεῖται, ἀλλὰ ἑνὶ δοκιμωτάτῳ τῶν ἀδελφῶν ἡ τοῦ μαγειρείου φροντὶς ἐπιτρέπεται, ἐφ’ ὅσον ἡ ἀρετὴ τούτου ἐπιδίδωσι, καὶ ἡ ἰσχὺς τοῦ σώματος ὑπουργεῖ ἐν τῇ διακονίᾳ, καὶ μήτε γῆρας αὐτῷ μήτε ἀσθένεια ἐμποδίζει.
PG 28:862Καὶ ἐπειδὴ ὁ λόγος ἡμῖν περὶ ὑποταγῆς καὶ ταπεινώσεως εἴρηται, δι’ ὧν πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελθεῖν δυνάμεθα, ἀναγκαῖον ὑπολαμβάνω ὀλίγα ἐκ πολλῶν τῶν ἐν τοῖς κοινοβίοις διαλαμψάντων ἀγώνων [ἁγίων] Πατέρων κατορθώματα παραδείγματος χάριν προσθεῖναι τῷ διηγήματι. ποθῶν ἀποτάξασθαι τῷ κόσμῳ, παραγενόμενος ἐν κοινοβίῳ, ἐπιπολὺ πρὸ τῶν θυρῶν τοῦ μοναστηρίου ἐκαρτέρησεν, ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις ἔργοις παρεδόθησαν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ κελλίου συνοίκησιν διεχωρίσθησαν, ὅπως τῇ ἀπ’ ἀλλήλων διαζεύξει κατὰ μικρὸν τῆς πρὸς ἀλλήλους φυσικῆς προσπαθείας ἀπαλλαγῶσιν· ἧς χάριτι Χριστοῦ διὰ τῆς πολλῆς γυμνασίας ὁ πατὴρ ἠλευθερώθη. Καί ποτε πρὸς βάσανον καὶ δοκιμὴν τῆς αὐτοῦ ἀρετῆς προσεποιήσατο ὁ ἀββᾶς μετ’ ὀργῆς ἀγανακτεῖν πρὸς τὸν παῖδα, καὶ προστάσσει τῷ εἰρημένῳ πατρὶ αὐτοῦ λαβεῖν αὐτὸν καὶ ῥίψαι εἰς τὸν ποταμόν.
Τότε ἐκεῖνος, ὡς ἂν ὑπὸ Θεοῦ προσταχθεὶς βαστάσαι αὐτοῦ τὸν παῖδα, δρομαῖος ἐπὶ τὴν ὄχθην τοῦ ποταμοῦ παραγίνεται, καὶ σπεύδων πληρῶσαι τὸ πρόσταγμα πίστει διαπύρῳ καὶ θερμότητι τῆς ὑπακοῆς, ἐκωλύθη ὑπὸ τῶν ἀδελφῶν, ἐπιφθασάντων καὶ ἀφαρπασάντων τὸν παῖδα. Τοσοῦτον οὖν παρὰ Θεῷ ἡ πίστις τούτου καὶ ἡ ὑπακοὴ προσεδέχθη, ὡς ἀποκαλυφθῆναι τῷ ἀββᾷ ἐκ τοῦ Θεοῦ, ὅτι τὸ ἔργον τοῦ Ἀβραὰμ οὗτος ἐποίησε. Μετ’ ὀλίγον δὲ χρόνον ὁ εἰρημένος ἀββᾶς τοῦ κοινοβίου τελευτῶν, τοῦτον διάδοχον αὐτοῦ κατέλιπεν. Ἄλλον ἔγνωμεν ἀδελφὸν ἀποταξάμενον, ὃς καὶ κατὰ τὸν κόσμον μέγας ὑπῆρχε [καὶ γὰρ ὁ Πατὴρ αὐτοῦ κόμης ἐστρατεύετο καὶ πλούσιος ἐτύγχανε], καὶ ἐν ἀναγνώσμασι σπουδαίοις οὐ μετρίως ἦν γεγυμνασμένος. Οὗτος οὖν καταλείψας τὴν κοσμικὴν περιφάνειαν, πρὸς τὸν μονήρη βίον ὥρμησε, καὶ δὴ πρὸς δοκιμὴν τῆς αὐτοῦ πίστεως καὶ ταπεινώσεως προςτάσσεται ὑπὸ τοῦ ἀββᾶ δέκα σπυρίδας βαστάσαι, καὶ ἐν τῇ πόλει τῇ ἰδίᾳ πωλῆσαι, καὶ μὴ πάσας ὁμοῦ ἀλλὰ κατὰ μίαν αὐτὰς πωλεῖν·
ὅπερ ἐκεῖνος μετὰ πάσης ὑπομονῆς καὶ ταπεινώσεως ἐπλήρωσεν, ἐπιθεὶς τὰς σπυρίδας τοῖς ὤμοις, καὶ αὐτὰς κατὰ μίαν πωλήσας, μὴ λογισάμενος τὴν εὐτέλειαν τοῦ πράγματος, καὶ τοῦ γένους τὴν λαμπρότητα, καὶ τῆς πράσεως τὴν δοκοῦσαν ἀτιμίαν. Ἐσπούδαζε γὰρ μιμητὴν ἑαυτὸν καταστῆσαι τῆς τοῦ Χριστοῦ ταπεινώσεως. Καὶ ἄλλον δέ τινα τῶν Πατέρων ἐθεασάμεθα ἀββᾶν Πινοφᾶν, ἄνδρα πάσῃ ἀρετῇ κεκοσμημένον, ὅστις ἦν πρωτόβιος καὶ ἀββᾶς μεγάλου κοινοβίου, ὅ ἐστιν ἐν Αἰγύπτῳ ἐγγὺς τῆς Πανεφὼ πόλεως· οὗτος, ὁρῶν ἑαυτὸν καὶ διὰ τὴν προσοῦσαν πολιτείαν, καὶ διὰ τὸ γῆρας, καὶ διὰ τὴν ἡγεμονίαν, ὑπὸ πάντων δοξαζόμενον καὶ τιμώμενον, καὶ μὴ δυνάμενον ἐγγυμνάζεσθαι τοῖς τῆς ταπεινοφροσύνης ἐπιτηδεύμασιν, οἷσπερ ἐξ ἀρχῆς, διὰ τῆς αὐτῷ περιποθήτου ὑποταγῆς ἐν ᾗ ἐκλήθη, λάθρα φυγὼν ἀπὸ τοῦ ἰδίου κοινοβίου, ἀνεχώρησε μόνος εἰς τὰ ἔσχατα τῆς Θηβαί̈δος· καὶ ἐπάρας τὸ σχῆμα τοῦ μοναχοῦ καὶ ἐνδυσάμενος κοσμικὰ ἱμάτια ἀπῆλθεν εἰς τὸ κοινόβιον τῶν Ταβεννησιωτῶν, νομίσας ἐν τούτῳ λανθάνειν τίς ἂν εἴη διὰ τὸ πλῆθος τῶν ἀδελφῶν, καὶ διὰ τὸ ἀπέχειν πολὺ τοῦ κλίματος, ἐν ᾧ τὸ τούτου κοινόβιον.
PG 28:863Καὶ ἐπὶ πολλὰς ἡμέρας παρακαλῶν ἐδέχθη παρὰ τοῦ ἀρχιμανδρίτου, ὃς παραδίδωσιν αὐτῷ ὡς γέροντι, καὶ εἰς μηδὲν ἄλλο χρησιμεύοντι, τὴν τοῦ κήπου φροντίδα καὶ ἐπιμέλειαν, μετὰ καὶ ἄλλου ἀδελφοῦ, ᾧτινι ὑποτασσόμενος τὴν περιπόθητον αὐτῷ ταπείνωσιν καὶ ὑπακοὴν ἐξετέλει. Οὐ ταύτῃ δὲ μόνον ἠρκεῖτο τῇ διακονίᾳ, ἀλλὰ καὶ ὅσα τῶν ἔργων δυσχερῆ ἄλλοις ἐδόκουν, αὐτὰ προθύμως ἐποίει. Διατελέσας οὕτω λανθάνων τριετῆ χρόνον, τῶν αὐτοῦ μαθητῶν ἐπιζητούντων αὐτὸν κατὰ πᾶσαν τὴν Αἴγυπτον, μόλις ἐγνώσθη ὑπό τινος ἀδελφοῦ, ὅστις ἦν παραγενόμενος ἐκεῖσε· ὃς θεασάμενος, καὶ ἐπιγνοὺς τὸν χαρακτῆρα τοῦ προσώπου, καὶ ἔτι ἀμφιβάλλων, ἐπειρᾶτο καὶ φωνῆς τούτου ἀκούειν· οὐ γὰρ εἶχε τὸ ἀσφαλὲς ἐκ μόνης τῆς ὄψεως, θεωρῶν τὸν τοιοῦτον ἄνδρα γεγηρακότα, καὶ δίκελλαν κρατοῦντα, καὶ γῆν ἐργαζόμενον, καὶ κόπρον τοῖς οἰκείοις ὤμοις βαστάζοντα, καὶ ταῖς ῥίζαις τῶν λαχάνων ἐπιβάλλοντα.
Ὅτε τοίνυν, τὸν τῆς φωνῆς ἦχον ἐπιμελῶς ἐξιχνεύων, ἠδυνήθη καταλαβεῖν ὅστις ἐστὶ, ῥίψας ἑαυτὸν πρὸ τῶν ποδῶν αὐτοῦ, μεγίστην ἔκπληξιν τοῖς ὁρῶσι παρεῖχεν, ὅτι οὕτω πεποίηκεν ἀνθρώπῳ, ὃς παρ’ αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα τούτου ἔμαθον, ὃς πρὸ τούτου μέγας παρ’ αὐτοῖς ἠκούετο· καὶ συγγνώμην ᾔτουν, διότι τοῦτον ἀγνοήσαντες μετὰ τῶν ἐσχάτων ἀρχαρίων ἔταξαν. Παρακαλέσαντες δὲ αὐτὸν πολλὰ, εἰς τὸ ἴδιον κοινόβιον ἐξέπεμψαν ἄκοντα καὶ ὀδυρόμενον, ἅτε δὴ μὴ συγχωρούμενον ἐκτελέσαι τὴν αὐτῷ φίλην ταπείνωσιν καὶ ὑποταγήν. Ποιήσας οὖν ὀλίγον χρόνον ἐν τῷ αὐτοῦ μοναστηρίῳ, πάλιν πυρωθεὶς τῷ πόθῳ τῆς ταπεινώσεως καὶ ὑποταγῆς, ἐπιτηρήσας καιρὸν νυκτὸς, ἔφυγεν οὐκ ἔτι ξένην χώραν· ἀνελθὼν γὰρ εἰς πλοῖον ἦλθεν εἰς τὰ μέρη Παλαιστίνης, ἐλπίζων ἐκεῖσε εἰς τέλος διαλαθεῖν. Παραγενόμενος τοίνυν ἐν Παλαιστίνῃ ὥρμησεν εἰς τὸ μοναστήριον τὸ πλησίον τοῦ σπηλαίου ἔνθα ὁ Δεσπότης Χριστὸς ἐτέχθη· ἐν ᾧ μοναστηρίῳ ἔτυχε τὸ τηνικαῦτα διατρίβων.
Καὶ ἐκεῖσε δὲ παραγενόμενος, οὐκ ἠδυνήθη λαθεῖν κατὰ τὴν δεσποτικὴν φωνὴν, τὴν φάσκουσαν· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Ἐλθόντες γὰρ ἀδελφοὶ ἀπὸ τῶν μερῶν τῆς Αἰγύπτου εἰς προσκύνησιν τῶν ἁγίων τόπων, καὶ ἐπιγνόντες αὐτὸν, πάλιν ἀπήγαγον εἰς τὸ ἴδιον κοινόβιον, πολλαῖς δεήσεσι καὶ ὀδυρμοῖς πείσαντες αὐτόν. Τούτῳ τοίνυν τῷ ἁγίῳ ἀνδρὶ συνῴκησα ἐγὼ χρόνον ὀλίγον ἐν Αἰγύπτῳ· ἅπερ δὲ ἤκουσα αὐτοῦ νουθετοῦντος ἕνα ἀδελφὸν, ὃν παρουσίᾳ μου ἐδέξατο, διηγησάμενος πληρώσω τὸν λόγον. Ἔγνως, φησὶν, ἀδελφὲ, πόσας ἡμέρας πρὸ τῶν θυρῶν τῆς μονῆς διατελέσας σήμερον ἐδέχθης· ἐὰν τοίνυν μάθῃς τῆς δυσχερείας τὴν αἰτίαν, δυνήσεταί σοι ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐπιθυμεῖς ἐπιβῆναι, συμβαλέσθαι, καὶ δοῦλον Χριστοῦ σε ἀπεργάσασθαι πιστόν. Ὡς γὰρ τοῖς πιστῶς δουλεύουσι τῷ Δεσπότῃ δόξα, τιμὴ πρὸς τὸ μέλλον ἐπήγγελται, οὕτως τιμωρίαι βαρύταται τοῖς χλιαρῶς καὶ ῥᾳθύμως προσερχομένοις ταύτῃ τῇ ἐπαγγελίᾳ. Βέλτιον γάρ ἐστι κατὰ τὴν Γραφὴν μὴ εὔξασθαι, ἢ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι. Καὶ πάλιν εἴρηται·
PG 28:866«Ἐπικατάρατος ὁ ποιῶν τὸ ἔργον τοῦ Κυρίου ἀμελῶς·» τούτου χάριν ἀπεστραφόμεθά τε καὶ ἀνεβαλλόμεθα τοῦ δέξασθαι, οὐχ ὅτι τὴν σωτηρίαν σοῦ καὶ πάντων τῶν εἰς Χριστὸν πιστευόντων οὐκ ἐπιθυμοῦμεν, ἀλλ’ ἵνα μὴ, προπετῶς καὶ ὡς ἔτυχεν ὑποδεχόμενοι, ἡμεῖς μὲν παρὰ Θεῷ κουφότητος, καὶ εὐχόμενοι, δίκην ὑφέξωμεν, σὲ δὲ ὑπεύθυνον βαρυτέρας τιμωρίας καταστήσωμεν, εἰ πρὸς τὸ παρὸν εὐχερῶς, καὶ μὴ μαθόντα τὸ βάρος καὶ τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος, καὶ μετὰ ταῦτα χαῦνος, καὶ ῥᾴθυμος ἀποδειχθῇς. Διά τοι τοῦτο, καθὼς εἴρηται, τὴν αἰτίαν τῆς ἀποταγῆς ὀφείλεις γνῶναι, τί σε δεῖ ποιεῖν. Ἡ ἀποταγὴ τοίνυν οὐδὲν ἄλλο καθέστηκεν εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγγελία. Γίνωσκε τοίνυν ἀπὸ τῆς σήμερον ἡμέρας τεθνηκέναι σε, καὶ σταυροῦσθαι τῷ κόσμῳ, καὶ τὸν κόσμον σοι, κατὰ τὸν Ἀπόστολον· καὶ καταμάνθανε τίς ἡ δύναμις τῆς σταυρώσεως· ἐπειδὴ οὐκέτι λοιπὸν σὺ ζῇς, ἀλλ’ ἐκεῖνος ἐν σοὶ ζῇ ὁ ὑπὲρ σοῦ σταυρωθείς.
Τούτῳ τοίνυν τῷ τύπῳ καὶ τῷ σχήματι, ᾧ ὁ Δεσπότης ὑπὲρ ἡμῶν ἐκρεμάσθη, καὶ ἡμᾶς ἐπάναγκές ἐστιν ἐν τῷ κοινοβίῳ διάγειν, καθὼς εὔχεται καὶ ὁ μακάριος Δαβὶδ ἐκ τοῦ φόβου τοῦ Θεοῦ παρακαλῶν καθηλωθῆναι τὰς σάρκας αὐτοῦ. Ὡς γὰρ ὁ τὸ σῶμα προσηλωμένον ἔχων τῷ ξύλῳ ἀκίνητός ἐστι πρὸς πᾶσαν ἐνέργειαν οἵαν θέλει, οὕτως ὁ τῷ θείῳ φόβῳ καθηλωμένον τὸν λογισμὸν, ἀκίνητος ὑπάρχει πρὸς πᾶν θέλημα σαρκικόν. Καὶ ὥσπερ ὁ σταυρῷ προσηλωμένος οὐκ ἔτι τὰ παρόντα λογίζεται, οὐδὲ τοῖς ἰδίοις θελήμασι συνδιατίθεται, οὐκ ἐπιθυμίᾳ ταράττεται, οὐ φροντίδι τοῦ κτᾶσθαι κατατείνεται, οὐχ ὑπερηφανίᾳ φυσιοῦται, οὐ φιλονεικίᾳ, οὐ φθόνῳ ἐξάπτεται, οὐ περὶ τῶν παρουσῶν ἀτιμιῶν ἀλγεῖ, οὐ τὰς παρελθούσας ὕβρεις ἀναμιμνήσκεται· μικρὸν γὰρ ὕστερον τὴν ἐκ τοῦ βίου ἔξοδον ἐκδέχεται διὰ τοῦ σταυροῦ· οὕτως ὁ ἀποταξάμενος γνησίως τῷ κόσμῳ, καὶ τῷ θείῳ φόβῳ ὡς ἐν σταυρῷ καθηλωμένος, τὴν ἐκ τοῦ βίου τούτου ἔξοδον καθ’ ἑκάστην προσδεχόμενος, ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενος ἀποβέβληκας.
Κατὰ γὰρ τὴν ἀπόφασιν τοῦ Δεσπότου, «Ὁ βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, οὐκ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ ὁ πρὸς τὰ ταπεινά τε καὶ γήϊνα τοῦ κόσμου τούτου πράγματα ἀπὸ τῆς ὑψηλῆς πολιτείας καταβαίνων πάλιν παρ’ ἐντολὴν τοῦ Χριστοῦ πράττει, τοῦ δώματος καταβαίνων, καὶ ἆραί τι τῶν τοῦ οἴκου ἐπιχειρῶν. Φυλάττου τοίνυν μὴ, τῆς τῶν κατὰ σάρκα γονέων ἀρχαίας διαθέσεως ἀναμνησθεὶς, καὶ πρὸς τὰς φροντίδας τοῦ αἰῶνος τούτου ἐπιστραφεὶς, ἀνεύθετος εὑρεθῇς κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Φυλάττου μήποτε τὴν ὑπερηφανίαν, ἣν ἀρχόμενος τῇ θέρμῃ τῆς ταπεινώσεως κατεπάτησας, ἀνεγείρῃς καθ’ ἑαυτοῦ, ὅταν τὸ ψαλτήριον μάθῃς, ἤ τι τῆς Γραφῆς, ἢ καὶ κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, ἃ κατέλυσας πάλιν οἰκοδομῶν, παραβάτην σεαυτὸν ἀποδείξῃς· ἀλλὰ μᾶλλον ὡς ἐνήρξω, καὶ ὡμολόγησας τὴν ταπείνωσιν ἐνώπιον Θεοῦ καὶ ἀγγέλων, ἕως τέλους διατήρησον. Ὁμοίως τὴν ὑπομονὴν, ἣν ἐπεδείξω ἐν τῷ μοναστηρίῳ, ἐπὶ πολλὰς ἡμέρας πρὸ τῶν θυρῶν διακαρτερῶν, καὶ μετὰ δακρύων ἱκετεύων, σπούδασον ἐπαυξῆσαι.
PG 28:868Ἄθλιον γὰρ ὄντως ὀφείλοντά σε καθ’ ἑκάστην προστιθέναι τῇ πρώτῃ θέρμῃ, καὶ εἰς τὸ τέλειον ἀναβαίνειν προκόπτοντα ὑφαιρεῖν ἀπ’ αὐτῆς, καὶ πρὸς τὰ κάτω ὑπαναλύειν. Οὐ γὰρ ὁ ἀρχόμενος τοῦ καλοῦ μακάριος, ἀλλ’ ὅστις ἕως τέλους ἐν τούτῳ διαμείνῃ. Ὁ γὰρ ἐπὶ γῆς συρόμενος ὄφις τὴν ἡμετέραν ἀεὶ τηρεῖ πτέρναν, τουτέστι τῇ ἡμετέρᾳ ἐξόδῳ ἐπιβουλεύει, καὶ ἕως τέλους τῆς ζωῆς ἡμῶν ὑποσκελίζειν ἡμᾶς ἐπιχειρεῖ. Καὶ τούτου χάριν τὸ ἐνάρξασθαι καλῶς οὐδὲν ὠφελήσει, οὐδὲ ἡ ἀρχὴ τῆς ἐν ὑποταγῇ θερμότητος, εἰ μὴ καὶ τὸ τέλος ὡσαύτως γένηται. Καὶ ἡ τοῦ Χριστοῦ δὲ ταπείνωσις, ἣν νῦν ἐνώπιον αὐτοῦ ἐπηγγείλω, οὐκ ἄλλως βεβαιωθήσεται, εἰ μὴ ἕως τέλους ταύτην ὑποδείξῃς. Διὸ, ἵνα δυνηθῇς ταύτην τελείως κτήσασθαι, καὶ συντρίψαι τὴν κεφαλὴν τοῦ δράκοντος, σπούδαζε, ὅταν ἐπέρχωνταί σοι λογισμοὶ, εὐθέως ἐξ ἀρχῆς τούτους ἀπαγγέλλειν. Οὕτως γὰρ δημοσιεύων τὰς ἀρχὰς τῶν ὀλεθρίων τοῦ δράκοντος λογισμῶν, καὶ μὴ αἰσχυνόμενος ἐκφαίνειν τῷ σῷ Πατρὶ, συντρίψεις τὴν τούτου κεφαλήν.
Διὸ δὴ κατὰ τὴν Γραφὴν, εἰ προσέλθῃς δουλεύειν τῷ Θεῷ, ἑτοίμασον σεαυτὸν μὴ πρὸς ἀμεριμνίας, μὴ πρὸς ἀνέσεις, ἀλλὰ πρὸς πειρασμοὺς, πρὸς θλίψεις. «Διὰ» γὰρ «πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ, «Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Πρόσχες τοίνυν τοῖς ὀλίγοις καλοῖς, καὶ ἐκ παραδείγματος αὐτῶν κανόνιζε τὸν ἑαυτοῦ βίον· μὴ προσχῇς τοῖς ῥᾳθύμοις καὶ καταφρονηταῖς, κἂν πολλοὶ ὦσι· «Πολλοὶ γὰρ,» φησὶ, «κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ,» καὶ μικρὸν τὸ ποίμνιον ᾧ ηὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Μὴ μικρὸν γὰρ εἶναι νομίσῃς ἁμάρτημα ἐπαγγέλλεσθαι τελειότητα, καὶ τοῖς ἀμελεστέροις καὶ ῥᾳθύμοις ἀκολουθεῖν. Ἵνα τοίνυν δυνηθῇς ἐπιβῆναι τῇ τελειότητι, ταύτῃ κέχρησο τῇ τάξει, καὶ τούτοις ἀνάβαινε τοῖς βαθμοῖς. Πρῶτος βαθμὸς ἀρετῆς καὶ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ τοῦ Θεοῦ· διὰ τούτου καὶ τῶν ἁμαρτημάτων ἀποκάθαρσις, καὶ τῶν ἀρετῶν φυλακὴ, καὶ ὁδὸς ἐπὶ τὴν τελειότητα γίνεται.
PG 28:869Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰσέλθῃ εἰς τὴν ψυχὴν, καταφρονεῖν πάντων πείθει τῶν τοῦ κόσμου πραγμάτων, καὶ λήθην τῶν κατὰ σάρκα συγγενῶν γεννᾷ, καὶ αὐτοῦ ὅλου τοῦ κόσμου. Ἐκ δὲ τούτων ταπείνωσις κεφάλαιον τῶν ἀρετῶν, καὶ πλήρωμα πάντων τῶν καλῶν κατορθοῦται· καταφρονήσει γὰρ καὶ στερήσει πάντων τῶν πραγμάτων ἡ ταπείνωσις προσγίνεται. Ἡ ταπείνωσις δὲ τούτοις τοῖς γνωρίσμασι δοκιμάζεται. Πρῶτον εἰ νεκρωθέντα τις εἶχεν ἑαυτῷ τὰ ἴδια θελήματα· δεύτερον δὲ εἰ μὴ μόνον τῶν οἰκείων πράξεων, ἀλλὰ καὶ τῶν ἐνθυμήσεων μηδὲν τὸν ἴδιον κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πατρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσίας· τέταρτον, εἰ πᾶσιν ἀνεπαισχύντως δουλεύσει τοῖς τοῦ Πατρὸς προστάγμασι· πέμπτον, εἰ μὴ μόνον αὐτὸς οὐ τολμᾷ ὑβρίσαι τινὰ, ἀλλὰ καὶ τὰς ὑπὸ ἄλλων αὐτῷ ἐπαγομένας ὕβρεις μετὰ χαρᾶς ἔσται προσδεχόμενος· ἕκτον, εἰ μηδὲν ἐπιχειρήσει καινότερον πρᾶξαι, ὅπερ ὁ κανὼν ὁ κοινὸς οὐκέτι προτρέπει, οὐδὲ τῶν Πατέρων τὰ παραδείγματα·
ἕβδομον, εἰ πάσῃ εὐτελείᾳ ἀρκούμενος, καὶ ἐπ’ αὐτοῖς τοῖς δεδομένοις εὐχαριστῶν, καὶ τούτων ἀνάξιον ἡγεῖται ἑαυτόν· ὄγδοον, εἰ ἑαυτὸν πάντοτε κατώτερον πάντων, καὶ μὴ ᾖ προπετὴς ἐν λόγοις· δέκατον, εἰ μὴ ἔστιν εὐχερὴς ἐν λόγοις, καὶ πρόχειρος ἐν γλώσσῃ. Τούτοις γὰρ καὶ τοῖς ὁμοίοις τούτων σημείοις ἡ ταπείνωσις γνωρίζεται. Ταῦτα, ὅταν ἐν ἀληθείᾳ κατορθωθῇ, ταχέως πρὸς τὸ ὕψος τῆς ἀγάπης ἀνάγει, ἐν ᾗ φόβος οὐκ ἔστι κολάσεως, καὶ δι’ ἧς τὰ πάντα οὐκέτι μετὰ ἀνάγκης, καὶ κόπου φυλάττεται, ἀλλὰ πόθῳ διαπύρῳ καὶ ἐπιθυμίᾳ τοῦ καλοῦ. Πρὸς ἥνπερ ἀρετὴν ἵνα ἰσχύσῃς εὐχερέστερον φθάσαι, ὑποδείγματά σοι πρὸς μίμησιν ἔστωσαν οἱ λόγοι τῶν συμβαινόντων, καὶ εὐλάβειαν κεκτημένων ἀδελφῶν· μὴ οἱ πλείους, καὶ ἀμελέστερόν τε καὶ ῥᾳθυμότερον ζῶντες. Καὶ γὰρ ἐκ τοῦ μιμεῖσθαι καὶ ζηλοῦν τοὺς ἁγίους μεγίστη ὠφέλεια προσγίνεται τοῖς βουλομένοις πρὸς τελειότητα φθάσαι. Εἰ τοίνυν θέλεις δυνηθῆναι πᾶσι τούτοις ἐξακολουθῆσαι, καὶ ὑπὸ τούτων εἰς τὸν πνευματικὸν ἀγῶνα τοῦ κοινοβίου ἄχρι τέλους διακαρτερῆσαι, ταῦτα ἃ εἶπεν ὁ Δαυὶ̈δ ἀναγκαῖά σοι πρὸς φυλακὴν ἐν τῇ συνοδίᾳ τῶν ἀδελφῶν ἔστωσαν·
«Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.» Ὅσα τοίνυν βλέπεις ἀλλότρια οἰκοδομῆς καὶ ὠφελείας, ὡς τυφλὸς γενοῦ, καὶ ὅσα ἀκούεις, ὡς κωφὸς καὶ ἄλαλος, καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλεγμούς. Καὶ μὴ μιμήσῃ τούτους, ὅσοι ἄπιστοι, καὶ ἀνήκοοι, καὶ προπετεῖς, καὶ συρφετοὶ, καὶ ὑβρισταὶ τυγχάνουσιν, ἀλλ’ ὡς κωφὸς καὶ μὴ ἀκούων, ταῦτα παραπέμπου. Ἐάν σοί τις ἐλέγχους, ἢ ὀνείδη, ἢ ὕβρεις ἐπιπέμψῃ, ἀκίνητος ἔσο ὡς πεφιμωμένος καὶ ἄλαλος, ἀεὶ τοῦτον τὸν στίχον ἐπιλέγων τοῦ ψαλμοῦ· «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην.» Ἔτι μὴν πρὸς τούτοις καὶ τέταρτον τοῦτο πρὸ πάντων μελέτα, καὶ φυλάσσου, ὅπερ καὶ ταῦτα τὰ ἀνωτέρω εἰρημένα τρία κοσμῆσαι δύναται. τὸ μωρὸν καὶ ἄφρονα ἑαυτὸν, κατὰ τὸ Ἀποστόλου παράγγελμα, ἐν τούτῳ τῷ αἰῶνι ποιῆσαι, ἵνα γένῃ σοφὸς, δηλονότι μηδὲν διακρίνων ἢ διστάζων ἐν οἷς ἂν προσταχθῇς, ἁπλότητος καὶ πίστεως τὴν ὑπακοὴν ποιῶν.
PG 28:871Ἐκεῖνο μόνον ἅγιον τῶν ἁγίων λογιζόμενος, καὶ σοφὸν, καὶ συμφέρον πιστεύων, τὸ ὑπὸ τοῦ σοῦ Πατρὸς προσταχθέν σοι. Τοιαύτῃ γὰρ διαθέσει ἀσφαλισάμενος τὴν σὴν καρδίαν, δυνήσῃ ἕως τέλους ὑπομεῖναι τὸν Χριστοῦ ζυγὸν τῆς ὑποταγῆς, καὶ οὐδέν σε τῶν τοῦ διαβόλου πειρατηρίων καὶ τεχνασμάτων δυνήσεται σαλεῦσαι ἐκ τῆς ἐπιστήμης τοῦ βίου. Καὶ τὴν ὑπομονὴν δὲ, καὶ τὴν ταπείνωσιν, καὶ τὴν μακροθυμίαν τὴν σὴν, μὴ ἐκ τῆς τῶν ἄλλων ἀρετῆς προςδόκα κατορθοῦσθαι· οἶον ἐὰν ὑπ’ οὐδενὸς παροξύνῃ, ἢ οὐκ ἐξουδενώσῃ, ἢ οὐκ ἀτιμάζῃ, ὅπερ οὔτε τῆς σῆς ἀρετῆς ἐστι δεῖγμα, οὔτε ἐν τῇ ἐξουσίᾳ κεῖται· ἀλλ’ ὅταν λοιδορούμενος, ἢ ἀτιμαζόμενος, ἢ ἐξουδενούμενος πράως φέρῃς· τοῦτο γὰρ ἐν τῇ σῇ προαιρέσει κεῖται. Ἵνα τοίνυν αὐτὰ πάντα, ἅπερ πλατύτερον εἰρήκαμεν, συναθροίσαντες, τί ποτε σύντομον εἴπωμεν πρὸς τὸ εὐκόλως τὴν σὴν διάνοιαν τούτων μνημονεύειν, ἄκουε πάλιν, πῶς κατὰ τάξιν δυνήσῃ ἐπιβῆναι τῆς τελειότητος. Ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ τοῦ Θεοῦ· ἐκ τούτου γεννᾶται ἀγαθὴ ὑπακοὴ, ἐξ ἧς τίκτεται ἡ ὑποταγὴ, καὶ ἡ καταφρόνησις τῶν τοῦ κόσμου πραγμάτων·
PG 28:872ἐκ δὲ ταύτης τῆς ταπεινώσεως γεννᾶται τῶν ἰδίων θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δὲ ἀποβολῇ τούτων, αἱ ἀρεταὶ αὔξουσι, καὶ καρποφοροῦσι· τῇ δὲ αὐξήσει τῶν ἀρετῶν ἡ καθαρότης τῆς καρδίας προσγίνεται· ταῖς δὲ καθαρότησι τῆς καρδίας ἡ ἀποστολικὴ τελειότης ἐπακολουθεῖ χάριτι καὶ συνεργείᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΚΑΣΤΟΡΑ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΤΗΣ ΚΑΚΙΑΣ ΛΟΓΙΣΜΩΝ. Πρώην τὸν περὶ διατυπώσεως λόγον τῶν κοινοβίων συντάξαντες, πάλιν ἐπὶ τοῦ παρόντος, ταῖς ὑμετέραις εὐχαῖς θαῤῥήσαντες, ἐπεχειρήσαμεν γράψαι περὶ τῶν ὀκτὼ τῆς κακίας λογισμῶν· γαστριμαργίας φημὶ καὶ πορνείας, φιλαργυρίας καὶ ὀργῆς, λύπης καὶ ἀκηδίας, κενοδοξίας καὶ ὑπερηφανίας. Προηγουμένως τοίνυν περὶ ἐγκρατείας γαστρὸς ἡμῖν λεχθήσεται, τῆς ἀντικειμένης τῇ γαστριμαργίᾳ· τοῦ τε τρόπου τῶν νηστειῶν, καὶ τῆς ποιότητος καὶ ποσότητος τῶν βρωμάτων.
Καὶ ταῦτα οὐκ ἀφ’ ἑαυτῶν ἐροῦμεν, ἀλλ’ ἅπερ παρειλήφαμεν παρὰ τῶν ἁγίων ἡμῶν Πατέρων. Ἐκεῖνοι τοίνυν οὐχ ἕνα κανόνα νηστείας, οὐδὲ ἕνα τρόπον τῆς τῶν βρωμάτων μεταλήψεως, οὐδὲ τὸ αὐτὸ μέτρον πᾶσι μεταδιδόασι, διὰ τὸ μηδὲ πάντας τὴν αὐτὴν ἰσχὺν ἔχειν, ἢ διὰ ἡλικίαν, ἢ δι’ ἀσθένειαν, ἢ διὰ ἕξιν ἀστειοτέρου σώματος. Ἕνα δὲ σκοπὸν πᾶσι παραδεδώκασι, φεύγειν τὴν πλησμονὴν, καὶ ἀποστρέφεσθαι τὴν χορτασίαν τῆς γαστρός· τὴν δὲ καθημερινὴν νηστείαν ἐδοκίμασαν ὠφελιμωτέραν εἶναι, καὶ συμβαλλομένην εἶναι πρὸς καθαρότητα, πλέον τῆς ἐν τρισὶν ἢ τέταρσιν, ἢ καὶ ἕως ἑβδομάδος ἑλκομένης νηστείας. Καὶ γάρ φασι τὸν ἀμέτρως ἐπεκτεινόμενον τῇ νηστείᾳ ὑπὲρ μέτρον πολλάκις τῇ τροφῇ κεχρῆσθαι, ὡς ἐκ τούτου ποτὲ μὲν τῇ ὑπερβολῇ τῆς ἀσιτίας ἀτονεῖν τὸ σῶμα, καὶ πρὸς τὰς πνευματικὰς λειτουργίας ὀκνηρότερον γίνεσθαι· ποτὲ δὲ, τῷ πλήθει τῶν τροφῶν βαρυνόμενον, ἀκηδίαν καὶ χαύνωσιν ἐμποιεῖν τῇ ψυχῇ. Καὶ πάλιν οὐ πᾶσιν ἁρμόδιον εἶναι τὴν τῶν λαχάνων μετάληψιν, οὐδὲ πᾶσι τὴν τῶν ὀσπρίων, οὐδὲ πάντας δύνασθαι τῇ τοῦ ξηροῦ ἄρτου κεχρῆσθαι τροφῇ·
PG 28:874καὶ πάλιν τὸν μέν φησι δύο λίτρας ἐσθίοντα ἄρτου ἀκμὴν πεινᾷν, ἄλλον δὲ ἐσθίοντα λίτραν, ἢ ἓξ οὐγγίας χορτάζεσθαι. Πᾶσιν οὖν, ὡς εἴρηται, ἕνα σκοπὸν ἐγκρατείας παραδεδώκασι, τὸ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, μηδὲ ἐξέλκεσθαι τῇ τοῦ λάρυγγος ἡδονῇ. Οὐδὲ γὰρ ἡ διαφορὰ τῆς ποιότητος μόνον, ἀλλὰ καὶ ἡ ποσότης τοῦ πλήθους τῶν βρωμάτων τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας εἴωθεν ἀνάπτειν· οἵας γὰρ δήποτε τροφῆς πληρουμένη γαστὴρ, ἀσωτίας σπέρματα τίκτει. Καὶ πάλιν οὐ μόνον κραιπάλη οἴνου, ἀλλὰ καὶ πλησμονὴ ὕδατος, καὶ πασῶν τροφῶν ὑπερβολὴ κεκαρωμένην καὶ νυστάζουσαν ταύτην ἀποτελοῦσι. Τοῖς Σοδομίταις οὐκ οἴνου καὶ διαφόρων βρωμάτων κραιπάλη, καταστροφῆς γέγονεν αἰτία, ἀλλ’ ἄρτου πλησμονὴ, κατὰ τὸν προφήτην. Ἡ ἀσθένεια τοῦ σώματος πρὸς τὴν καθαρότητα τῆς καρδίας οὐκ ἀντίκειται. Ταῦτα οὖν παρασχόμενος τῷ σώματι ἃ ἡ ἀσθένεια ἀπαιτεῖ, οὐχ ἅπερ ἡ ἡδονὴ θέλει. Ἡ τῶν βρωμάτων χρῆσις ὅσον ὑπουργῆσαι πρὸς τὸ ζῇν παραλαμβάνεται, οὐχ ὅσον δουλεῦσαι ταῖς ὁρμαῖς τῆς ἐπιθυμίας. Ἡ σύμμετρος καὶ μετὰ λόγου τῶν τροφῶν μετάληψις τῆς ὑγείας φροντίζει τοῦ σώματος, οὐ τὴν ἁγιωσύνην ἀφαιρεῖται.
Ὅρος ἐγκρατείας καὶ κανὼν παραδεδομένος ὑπὸ τῶν ἁγίων Πατέρων ἀκριβὴς οὗτός ἐστι, τὸ ἔτι τῆς ὀρέξεως ἐγκειμένης, τῆς τροφῆς ἀπέχεσθαι τὸν ἐσθίοντα. Καὶ ὁ Ἀπόστολος δὲ εἰπών· «Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπιμέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρὸς καθαρότητα τελείαν τῆς ψυχῆς μόνη ἡ ἀποχὴ τῶν βρωμάτων οὐκ ἰσχύει, εἰ μὴ καὶ αἱ λοιπαὶ ἀρεταὶ συνδράμωσι. Τοιγαροῦν ἡ ταπείνωσις διὰ τῆς ὑπακοῆς τοῦ ἔργου καὶ τῆς τοῦ σώματος καταπονήσεως, μεγάλα ἡμῖν συμβάλλεται. Ἡ ἀποχὴ τῆς φιλαργυρίας οὐ μόνον τὸ μὴ ἔχειν χρήματα, ἀλλὰ μηδὲ ἐπιθυμεῖν κεκτῆσθαι. Πρὸς καθαρότητα τὴν ψυχὴν ὁδηγεῖ τῆς ὀργῆς ἡ ἀποχὴ, τῆς λύπης, τῆς κενοδοξίας, τῆς ὑπερηφανίας. Ταῦτα πάντα τὴν καθολικὴν τῆς ψυχῆς καθαρότητα ἀπεργάζεται. Τὴν δὲ διὰ σωφροσύνης μερικὴν τῆς ψυχῆς καθαρότητα ἐξαιρέτως ἐγκράτεια καὶ νηστεία κατορθοῖ. Ἀδύνατον γὰρ τὸν τὴν γαστέρα κεκορεσμένον πολεμῆσαι κατὰ διάνοιαν τῷ πνεύματι τῆς πορνείας.
PG 28:876Τοιγαροῦν πρῶτος ἔστω ἡμῖν ἀγὼν τὸ κρατεῖν γαστρὸς, καὶ δουλαγωγεῖν τὸ σῶμα, οὐ μόνον διὰ νηστείας, ἀλλὰ καὶ δι’ ἀγρυπνίας, καὶ κόπου, καὶ ἀναγνώσεως, καὶ τοῦ συνάγειν τὴν καρδίαν εἰς τὸν φόβον τῆς γεέννης, καὶ εἰς τὸν πόθον τῆς βασιλείας τῶν οὐρανῶν. Δεύτερός ἐστιν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς πορνείας καὶ τῆς ἐπιθυμίας τῆς σαρκὸς, ἥτις ἐπιθυμία ἀπὸ πρώτης ἡλικίας ἄρχεται παρενοχλεῖν τῷ ἀνθρώπῳ. Μέγας οὗτος ὁ ἀγὼν καὶ χαλεπὸς, καὶ διπλῆν ἔχων τὴν πάλην· διότι οὗτος διπλοῦς καθέστηκεν, ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι συνιστάμενος. Καὶ τούτου χάριν διπλῆν χρὴ κατ’ αὐτοῦ καὶ τὴν πάλην ἀναδέξασθαι. Οὔτε γὰρ ἱκανὴ ὑπάρχει μόνη ἡ σωματικὴ νηστεία πρὸς κτῆσιν τῆς τελείας σωφροσύνης, καὶ ἀληθοῦς ἁγνείας, εἰ μὴ καὶ εὐχὴ πρὸς Θεὸν ἐκτενὴς, καὶ κοινὴ τῶν θείων Γραφῶν μελέτη, καὶ κάματος καὶ ἔργον χειρῶν, ἅπερ δύνανται τὰς ἀστάτους ὁρμὰς τῆς ψυχῆς συστέλλειν, καὶ ἐκ τῶν αἰσχρῶν φαντασιῶν ἀνακαλεῖσθαι αὐτήν· πρὸ δὲ πάντων συμβάλλεται ταπείνωσις ψυχῆς, ἧς χωρὶς οὐδὲ πορνείας, οὐδὲ τῶν ἄλλων παθῶν δυνήσεταί τις περιγενέσθαι.
Προηγουμένως τοίνυν χρὴ πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν ἀπὸ λογισμῶν ῥυπαρῶν. Ἐκ γὰρ ταύτης προεξέρχονται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ λοιπά. Καὶ γὰρ ἡ νηστεία οὐ μόνον πρὸς κακουχίαν τοῦ σώματος ἡμῖν προστέτακται, ἀλλὰ καὶ πρὸς νῆψιν τοῦ νοὸς, ἵνα μὴ, τῷ πλήθει τῶν βρωμάτων σκοτισθεὶς, ἀδυνατήσῃ πρὸς τὴν τῶν λογισμῶν παραφυλακήν. Χρὴ τοίνυν μὴ μόνον ἐν τῇ σωματικῇ νηστείᾳ τὴν πᾶσαν σπουδὴν ἐνδείκνυσθαι, ἀλλὰ καὶ ἐν τῇ προσοχῇ τῶν λογισμῶν, καὶ ἐν τῇ πνευματικῇ μελέτῃ, ὧν χωρὶς ἀδύνατον πρὸς τὸ ὕψος τῆς ἀληθοῦς ἁγνείας καὶ καθαρότητος ἀνελθεῖν. Προσήκει τοίνυν ἡμᾶς καθαρίζειν πρότερον, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τὸ ἔνδον τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. Διὰ δὴ τοῦτο, εἰ ἔστιν ἡμῖν σπουδὴ, κατὰ τὸν Ἀπόστολον, νομίμως ἀθλῆσαι, καὶ στεφανωθῆναι, νικήσαντας τὸ ἀκάθαρτον πνεῦμα τῆς πορνείας, μὴ τῇ ἡμετέρᾳ δυνάμει ἢ ἀσκήσει θαῤῥήσωμεν, ἀλλὰ τῇ βοηθείᾳ τοῦ δεσπότου Θεοῦ.
Οὐ παύεται γὰρ ὁ ἄνθρωπος πολεμούμενος ὑπὸ τοῦ δαίμονος τούτου, ἕως οὗ ἐν ἀληθείᾳ πιστεύσῃ, ὅτι οὐκ ἰδίᾳ σπουδῇ ἢ καμάτῳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ καὶ βοηθείᾳ ἀπαλλάττεται ταύτης τῆς νόσου, καὶ εἰς τὸ ὕψος τῆς ἁγνείας ἀνέρχεται. Καὶ γὰρ ὑπὲρ φύσιν ἐστὶ τὸ πρᾶγμα, καὶ τρόπον τινὰ ἔξω τοῦ σώματος γίνεται, ὁ τοὺς ἐρεθισμοὺς τῆς σαρκὸς καὶ τὰς ἡδονὰς ταύτης καταπατήσας. Καὶ τούτου χάριν ἀδύνατόν ἐστιν ἄνθρωπον τοῖς πτεροῖς, ἵν’ οὕτως εἴπω, πρὸς τὸ ὕψος τοῦτο καὶ οὐράνιον βραβεῖον τῆς ἁγιωσύνης ἀναπτῆναι, καὶ μιμητὴν ἀγγέλων γενέσθαι· εἰ μὴ χάρις Θεοῦ τοῦτον ἀπὸ τῆς γῆς καὶ τοῦ βορβόρου ἀναγάγοι. Οὐδεμιᾷ γὰρ ἀρετῇ μᾶλλον οἱ σαρκὶ συνδεδεμένοι ἄνθρωποι τοῖς οὐρανίοις ἀγγέλοις συνομοιοῦνται, ὡς τῇ σωφροσύνῃ· διὰ ταύτης γὰρ, ἔτι ἐν τῇ γῇ διάγοντες, ἔχουσι, κατὰ τὸν Ἀπόστολον, τὸ πολίτευμα ἐν οὐρανοῖς. Δεῖγμα δὲ τοῦ τὴν ἀρετὴν ταύτην κεκτῆσθαι ἡμᾶς, τὸ μηδὲ μιᾶς εἰκόνι αἰσχρᾶς φαντασίας ἐν τοῖς ὕπνοις τὴν ψυχὴν προστρέχειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνησις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι.
PG 28:877Καὶ τούτου χάριν τὰς συμβαινούσας ἡμῖν ἐν τοῖς ὕπνοις αἰσχρὰς φαντασίας ἔλεγχον εἶναι τῆς προλαβούσης ῥᾳθυμίας καὶ τῆς ἐν ἡμῖν ἀσθενείας πιστεύειν ὀφείλομεν, ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς ἀποκεκρυμμένην νόσον φανεροποιούσης τῆς γινομένης ῥύσεως ἐν τῇ τοῦ ὕπνου ἀνέσει. Διὸ καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς τὸ φάρμακον ἐναπέθετο, ἔνθα καὶ τὰς αἰτίας τῆς νόσου ὑπάρχειν ἐγίνωσκε, φάσκων· «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·» οὐ τοσοῦτον τοὺς πορνικοὺς καὶ περιέργους ὀφθαλμοὺς διορθούμενος, ὅσον τὴν ἔνδον ἐνιδρυμένην ψυχὴν, ἥτις τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἐπ’ ἀγαθῷ ὀφθαλμοῖς κακῶς κέχρηται· τούτου χάριν καὶ ἡ σοφὴ παροιμία οὐ λέγει, Πάσῃ φυλακῇ τήρει τοὺς ὀφθαλμοὺς, ἀλλὰ, «Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·» ἐκείνῃ μάλιστα ἐπιθεῖσα τὴν ἰατρείαν τῆς φυλακῆς, τῇ κεχρημένῃ τοῖς ὀφθαλμοῖς εἰς ἃ βούλεται.
Τοιγαροῦν αὐτὴ ἔστω τῆς καθάρσεως ἡμῶν πρώτη φυλακὴ, ἵνα, ὅτε τῇ ἡμετέρᾳ διανοίᾳ μνήμη γυναικὸς γένηται ἀναδοθεῖσα διὰ τῆς διαβολικῆς ἐνεργείας, εἰ τύχοι μητρὸς, ἢ ἀδελφῆς, ἢ ἄλλων γυναικῶν εὐλαβῶν, ταχέως αὐτὴν ἐκ τῆς ἡμετέρας καρδίας ἐκβάλωμεν· ἵνα μὴ, ἐπιπολὺ διατριβόντων ἡμῶν ἐν αὐτῇ τῇ γνώμῃ ὁ τῶν κακῶν ἀπατεὼν ἐκ τούτων τῶν προσώπων κατακυλίσῃ καὶ κατακρημνίσῃ τὴν διάνοιαν εἰς αἰσχρὰς καὶ ἐπιβλαβεῖς ἐνθυμήσεις, καθὼς καὶ ἡ παρὰ Θεοῦ πρὸς τὸν πρῶτον δοθεῖσα ἐντολὴ κελεύει, τηρεῖν τὴν κεφαλὴν τοῦ ὄφεως, τουτέστι τοῦ βλαβεροῦ λογισμοῦ τὴν ἀρχὴν, δι’ οὗπερ ἕρπειν εἰς τὴν ἡμετέραν ψυχὴν ἐπιχειρεῖ· ἵνα μὴ τῇ τῆς κεφαλῆς παραδοχῇ, ἥτις ἐστὶν ἡ προσβολὴ τοῦ λογισμοῦ, τὸ λοιπὸν τοῦ ὄφεως σῶμα, τουτέστι τῆς ἡδονῆς τὴν κατάθεσιν, παραδεξώμεθα, καὶ ἐκ τούτου λοιπὸν ἐπὶ τὴν ἀθέμιτον πρᾶξιν κατενέγκῃ τὴν διάνοιαν· ἀλλὰ προσήκει, κατὰ τὸ γεγραμμένον, εἰς τὰς πρωί̈ας ἀποκτενεῖν πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τουτέστι τῷ φωτὶ τῆς γνώσεως διακρίνειν, καὶ ἐξολοθρεύειν τοὺς ἁμαρτωλοὺς λογισμοὺς ἐκ τῆς γῆς, ἥτις ἐστὶν ἡ καρδία, κατὰ τὴν τοῦ Κυρίου φωνήν·
PG 28:879καὶ ὡς ἔτι νήπιοί εἰσιν οἱ υἱοὶ Βαβυλῶνος, ἤγουν οἱ πονηροὶ λογισμοὶ, τούτους ἐδαφίζειν, καὶ συντρίβειν πρὸς τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστός. Ἐὰν γὰρ διὰ τῆς ἡμετέρας συγκαταθέσεως ἀνδρυνθῶσιν, οὐκ ἄνευ μεγάλου στεναγμοῦ καὶ καμάτου κινηθήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις ἀπὸ τῆς θείας Γραφῆς καλὸν καὶ λόγον ἁγίων Πατέρων ἐπιμνησθῆναι δή. Εἴρηται τοίνυν τῷ ἁγίῳ Βασιλείῳ τῷ ἐπισκόπῳ Καισαρείας Καππαδοκίας· Καὶ γυναῖκα ἀγνοῶ, καὶ παρθένος οὐκ εἰμί· τοσοῦτον ἐγίνωσκε μὴ ἐν τῇ σωματικῇ μόνῃ ἀποχῇ τῆς γυναικὸς τὸ δῶρον τῆς παρθενίας κατορθοῦσθαι, ὅσον τῇ τῆς ψυχῆς ἁγιωσύνῃ καὶ καθαρότητι ἣ τῷ φόβῳ Θεοῦ κατορθοῦσθαι πέφυκε. Λέγουσι δὲ καὶ τοῦτο οἱ Πατέρες, μὴ δύνασθαι ἡμᾶς τὴν ἀρετὴν τῆς ἁγνείας τελείας κτήσασθαι, εἰ μὴ πρότερον ἀληθινὴν ταπεινοφροσύνην ἐν τῇ καρδίᾳ κτησώμεθα· οὔτε δὲ γνώσεως ἀληθοῦς καταξιωθῆναι ἐφ’ ὅσον ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς τὸ πάθος τῆς πορνείας ἐγκαθέζεται. Ἵνα δὲ τὸ μέγα τοῦτο κατόρθωμα καὶ ἐκ τοῦ Ἀποστόλου δείξωμεν, μιᾶς αὐτοῦ ἐπιμνησθέντες λέξεως, καταπαύσωμεν τὸν λόγον.
«Εἰρήνην, φησὶ, διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Ὅτι γὰρ περὶ τούτου λέγει, δῆλον ἐξ ὧν ἐπήγαγεν, εἰπών· «Μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ.» Ὅσον τοίνυν οὐράνιον, καὶ ἀγγελικὸν ὑπάρχει τὸ κατόρθωμα τῆς ἁγνοσύνης, τοσοῦτον βαρυτέραις παρὰ τῶν ἀντιπάλων ἐπιβουλαῖς πολεμεῖται. Καὶ τούτου χάριν σπουδάζειν ὀφείλομεν οὐ μόνον ἐγκράτειαν σώματος ἀσκεῖν, ἀλλὰ καὶ συντριβὴν καρδίας, καὶ πυκνὰς προσευχὰς μετὰ στεναγμῶν· ὥστε τὴν κάμινον τῆς ἡμετέρας σαρκὸς, ἣν ὁ Βαβυλώνιος βασιλεὺς τοῖς τῆς ἐπιθυμίας ἐρεθισμοῖς καθ’ ἑκάστην ἀνάπτει, τῇ δρόσῳ τῆς παρουσίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦτον καθέστηκεν ἡ κατὰ Θεὸν ἀγρυπνία. Ὥσπερ γὰρ ἡ ἁγνεία, καὶ ἡ παραφυλακὴ τῆς ἡμέρας τὴν νυκτερινὴν παρασκευάζουσιν ἁγιοσύνην, οὕτως ἡ νυκτερινὴ κατὰ Θεὸν ἀγρυπνία τὴν ἡμερινὴν τῇ ... Τρίτος ἐστὶν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς φιλαργυρίας· ξένος οὗτος ὁ πόλεμος, καὶ ἔξωθεν τῆς φύσεως γνωριζόμενος, ἐξ ἀπιστίας τῷ μοναχῷ τὴν ἀφορμὴν εὑρίσκων.
Καὶ γὰρ καὶ τῶν ἄλλων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, οἱ ἐρεθισμοὶ ἐκ τοῦ σώματος δοκοῦσιν ἔχειν τὰς ἀφορμὰς, καὶ τρόπον τινὰ ὡς ἔμφυτα, καὶ ἀπὸ γενέσεως ἔχοντα τὴν ἀρχήν· ὅθεν καὶ διὰ μακροῦ χρόνου νικῶνται. Ἡ δὲ τῆς φιλαργυρίας νόσος ἔξωθεν ἐπερχομένη εὐχερέστερον ἐκκόπτεσθαι δύναται, εἰ ἐπιμελείας τύχοι καὶ προσοχῆς· ἀμεληθεῖσα δὲ ὀλεθριωτέρα τῶν ἄλλων παθῶν καὶ συναπόβλητος γίνεται· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστι κατὰ τὸν Ἀπόστολον. Σκοπήσωμεν δὲ οὕτω. Τοῦ σώματος αἱ φυσικαὶ κινήσεις οὐ μόνον ἐν τοῖς παισὶ θεωροῦνται, ἐν οἷς οὔπω διάγνωσις ἀγαθοῦ τε καὶ κακοῦ τυγχάνει, ἀλλὰ καὶ ἐν τοῖς βραχυτάτοις καὶ γαλουχουμένοις νηπίοις, ἅτινα, μηδὲ ἴχνος ἔχοντα σαρκικῆς ἡδονῆς, ὅμως ἐν τῇ σαρκὶ σημαίνουσι κίνησιν. Ὁμοίως καὶ τοῦ θυμοῦ τὸ κέντρον ἐν τοῖς νηπίοις θεωρεῖται, ὅταν συγκινούμενα ταῦτα πρὸς τοὺς λελυπηκότας ὁρῶμεν.
PG 28:881Καὶ ταῦτα λέγω, οὐ τὴν φύσιν κακίζων, ὡς ἁμαρτίας αἰτίαν, μὴ γένοιτο ἀλλ’ ἵνα δείξω, ὅτι θυμὸς μὲν καὶ ἐπιθυμία, εἰ καὶ ἐπ’ ἀγαθῷ παρὰ τοῦ Θεοῦ τοῦ δημιουργοῦ συνεζεύχθησαν τῷ ἀνθρώπῳ, ἀλλ’ οὖν γε δοκεῖ πως ἐκ τῶν φυσικῶν τοῦ σώματος εἰς τὰ παρὰ φύσιν διὰ ῥᾳθυμίας ἐκπίπτειν. Καὶ γὰρ ἡ τοῦ σώματος κίνησις πρὸς τεκνογονίαν καὶ διαδοχὴν τοῦ γένους διαμονῆς, οὐ πρὸς πορνείαν ὑπὸ τοῦ Δημιουργοῦ ἐδόθη· καὶ ἡ τοῦ θυμοῦ κίνησις σωτηριωδῶς ἡμῖν ἐγκατέσπαρται, ὥστε θυμοῦσθαι κατὰ τῆς ἁμαρτίας, οὐ μὴν πρὸς τὸ ὁμόφυλον ἐκθηριοῦσθαι. Οὐ τοίνυν, εἰ κακῶς ταύταις κεχρήμεθα, ἁμαρτωλὸς ἡ φύσις, ἢ τὸν πλάστην αἰτιασώμεθα, ὥσπερ οὐδὲ τὸν δεδωκότα σίδηρον πρὸς ἀναγκαίαν καὶ λυσιτελῆ χρείαν, εἰ ὁ δεξάμενος πρὸς φόνων ὑπηρεσίαν τούτῳ ἐχρήσατο. Ταῦτα δὲ εἰρήκαμεν, δεῖξαι βουλόμενοι, ὅτι τὸ τῆς φιλαργυρίας πάθος οὐκ ἐκ τῶν φυσικῶν κινήσεων τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἐκ μόνης κακίας καὶ διεφθαρμένης προαιρέσεως. Αὕτη γὰρ ἡ νόσος, ὅταν χλιαρὰν καὶ ἄπιστον ἐν ἀρχῇ τῆς ἀποταγῆς εὕρῃ ψυχὴν, δικαίας τινὰς καὶ τὸ δοκεῖν εὐλόγους προφάσεις ὑποβάλλει πρὸς τὸ κατασχεῖν τί ποτε ὧν κέκτηται·
ὑπογράφει γὰρ κατὰ διάνοιαν τῷ μοναχῷ γῆρας μακρὸν, καὶ ἀσθένειαν σώματος, καὶ ὅτι αἱ διδόμεναι χρεῖαι ἐκ τοῦ κοινοβίου οὐκ εἰσὶν ἱκαναὶ πρὸς παραμυθίαν· οὐ λέγω ἀσθενοῦντι, ἀλλ’ οὐδὲ ὑγιαίνοντι· καὶ ὅτι ἐνταῦθα οὐ γίνεται κατ’ ἀξίαν φροντὶς τοῖς ἀσθενοῦσιν, ἀλλὰ καὶ πάνυ ἠμελημένη, καὶ ὡς, εἰ μὴ ἔχει ἀποκεκρυμμένον χρυσίον, ἀθλίως ἀπολεῖται. Τελευταῖον δὲ ὑποβάλλει μὴ δύνασθαι μένειν ἐπὶ πολὺ ἐν τῷ μοναστηρίῳ διὰ τὴν βαρύτητα τῶν ἔργων καὶ τὴν τοῦ πατρὸς ἀκρίβειαν. Καὶ ὅτε ταῖς τοιαύταις ἐνθυμήσεσιν ἀποπλανήσῃ τὴν διάνοιαν, πρὸς τὸ κἂν ἓν δηνάριον κατασχεῖν, τὸ τηνικαῦτα πείθει αὐτὸν καὶ ἐργόχειρον λάθρα τοῦ ἀββᾶ μαθεῖν, ἐξ οὗ δυνήσεται τὸ περισπούδαστον αὐτῷ ἀργύριον αὐξῆσαι· καὶ λοιπὸν ἐλπίσιν ἀδήλοις ἀπατᾷ τὸν ἄθλιον, ὑποβάλλων αὐτῷ τὸ ἐκ τοῦ ἐργοχείρου κέρδος καὶ τὴν ἐκ τούτου ἄνεσιν καὶ ἀμεριμνίαν. Καὶ ὅλως τῇ τοῦ κέρδους ἐνθυμήσει δεθεὶς, οὐδὲν τῶν ἐναντίων σκοπεῖ, οὐκ ὀργῆς μανίαν, εἴποτε συμβῇ αὐτῷ ζημίᾳ περιπεσεῖν· οὐ λύπην, οὐ σκότος, εἰ ἀποτύχοι τοῦ ἐκ τοῦ ἔργου κέρδους, ἀλλὰ γίνεται, ὅπερ ἄλλοις ἡ γαστὴρ θεὸς, οὕτω τούτῳ ὁ χρυσός.
Ὅθεν ὁ μακάριος Ἀπόστολος, τοῦτο γινώσκων, οὐ μόνον ῥίζαν πάντων τῶν κακῶν, ἀλλὰ καὶ εἰδωλολατρείαν ταύτην ἐκάλεσε. Θεωρήσωμεν τοίνυν πρὸς πόσην κακίαν ἡ νόσος αὕτη τὸν ἄνθρωπον κατασύρει, ὡς καὶ εἰς εἰδωλολατρείαν ἐμβάλλειν. Ἀποστήσας γὰρ ὁ φιλάργυρος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυσίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκοτωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμίαν ταπείνωσιν, οὐδεμίαν ὑπακοὴν ἔχειν λοιπὸν δύναται, ἀλλ’ ἀγανακτεῖ, καὶ ἀναξιοπαθεῖ, καὶ πρὸς ἕκαστον ἔργον γογγύζει, καὶ ἀντιλέγει, καὶ μηδὲ μιᾶς λοιπὸν εὐλαβείας πεφυλαγμένης, ὥσπερ ἵππος σκληρότατος κατὰ κρημνῶν φέρεται, οὔτε τῇ καθημερινῇ τροφῇ ἀρκούμενος, καὶ διαμαρτύρεται εἰς τέλος μὴ δύνασθαι αὐτὸν ὑπομένειν, καὶ Θεὸν οὐκ ἐκεῖ μόνον εἶναι λέγει, οὐδὲ τὴν ἰδίαν σωτηρίαν ἐν ἐκείνῳ κατακεκλεῖσθαι τῷ τόπῳ, ἀλλὰ πανταχοῦ τοῖς ζητοῦσιν αὐτὸν εὑρίσκεσθαι· καὶ ὡς εἰ μὴ ἀποστῇ τοῦ μοναστηρίου ἐκείνου ἀπόλλυται·
PG 28:883καὶ οὕτω τῆς διεφθαρμένης ταύτης συνεργὸν ἔχων τὰ πεφυλαγμένα ἀργύρια, ὥσπερ τισὶ πτεροῖς κουφισθεὶς, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ μοναστηρίου μελετῶν, λοιπὸν ὑπερηφάνως καὶ τραχέως πρὸς πάντα τὰ παρηγγελμένα ἀποκρίνεται, καὶ ὡς ξένον καὶ ἐξωτικὸν ἑαυτὸν ἡγούμενος, εἴ τι ἂν ἴδῃ ἐν τῷ μοναστηρίῳ δεόμενον διορθώσεως, ἀμελεῖ καὶ περιφρονεῖ. Καὶ ἔπειτα προφάσεις ἀναζητεῖ, δι’ ὧν ὀργισθήσεται, ἢ λυπηθήσεται, ἵνα μὴ δόξῃ ἐλαφρῶς ἄνευ αἰτίας ἐξιέναι ἐκ τῆς [ἐκτὸς] τοῦ κοινοβίου. Οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, βουλόμενος ἔχειν τοῦ ἰδίου ἐλαττώματος συνεργόν. Οὕτω δὲ ἀπατώμενος τῷ πυρὶ τῶν ἰδίων χρημάτων ὁ φιλάργυρος, οὐδέποτε δύναται ἡσυχάσαι ἐν μοναστηρίῳ, ἢ ὑπὸ κανόνα ζῆσαι. Ὅταν δὲ τοῦτον ὁ δαίμων ὥσπερ λύκος ἐκ τῆς μάνδρας ἀφαρπάσῃ, καὶ ἀφορίσας τοῦ ποιμνίου ἕτοιμον εἰς κατάβρωσιν λάβῃ, τὸ τηνικαῦτα παρασκευάζει αὐτὸν τὰ ἔργα ἃ ἐν τῷ κοινοβίῳ τεταγμέναις ὥραις πάντως ὀλιγωρεῖ, ταῦτα ἐν τῇ κέλλῃ νυκτὸς καὶ ἡμέρας μετὰ πολλῆς προθυμίας ποιεῖν· καὶ οὔτε εὐχῶν τὰ ἔθη, οὔτε τῶν νηστειῶν τὸν τρόπον, οὔτε τῶν ἀγρυπνιῶν τὸν κανόνα ἐκτελεῖν ἐπιτρέπει·
ἀλλὰ τῇ τῆς φιλαργυρίας μανίᾳ τοῦτον ἐνδήσας, τὴν πᾶσαν σπουδὴν εἰς τὸ ἐργόχειρον ἔχειν ἀναπείθει. Τῆς δὲ νόσου ταύτης τρεῖς εἰσι τρόποι, οὓς ἐπίσης ἀπαγορεύουσιν αἱ θεῖαι Γραφαὶ καὶ αἱ διδασκαλίαι τῶν Πατέρων· εἷς μὲν, ὃν ἀνωτέρω διεγράψαμεν, ὃς παρασκευάζει τοὺς ἀθλίους ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ ἔσχον, ταῦτα κτᾶσθαι καὶ συναθροίζειν· ἄλλος ὃς μεταμελεῖσθαι ποιεῖ τοὺς ἅπαξ τοῖς χρήμασιν ἀποταξαμένους, ὑποβάλλων αὐτοῖς ζητεῖν ἅπερ Θεῷ προσήνεγκαν· τρίτος δὲ, ὅστις, κατὰ τὴν ἀρχὴν ἀπιστίας χλιαρότητι μοναχὸν ἐνδήσας, οὐ συγχωρεῖ τοῦτον τελείως ἀπαλλαγῆναι τῶν τοῦ κόσμου πραγμάτων, φόβον πενίας ὑποβάλλων, καὶ ἀπιστίαν τῆς Θεοῦ προνοίας, καὶ παραβάτην ὑποδεικνὺς τῶν οἰκείων ὑποσχέσεων, ὧν καθωμολόγησεν ἀποταςσόμενος τῷ κόσμῳ. Τούτων δὲ τῶν τριῶν τρόπων τὰ παραδείγματα ἐν τῇ θείᾳ Γραφῇ κατακεκρυμμένα εὑρίσκομεν. Καὶ γὰρ ὁ Γιεζῆ χρήματα ἃ πρότερον οὐκ εἶχε βουληθεὶς κτήσασθαι, ἀπέτυχε τῆς προφητικῆς χάριτος, ἣν ὁ διδάσκαλος κληρονομίας τάξει καταλεῖψαι τούτῳ ἠβούλετο· καὶ ἀντὶ εὐλογίας αἰωνίαν λέπραν διὰ τῆς τοῦ προφήτου κατάρας ἐκληρονόμησε.
Καὶ Ἰούδας, βουληθεὶς χρήματα λαβεῖν, ἃ πρότερον τῷ Χριστῷ ἀκολουθῶν ἀπέβαλεν, οὐ μόνον εἰς προδοσίαν τοῦ Δεσπότου ὀλισθήσας, τοῦ χοροῦ τῶν ἀποστόλων ἐξέπεσεν, ἀλλὰ καὶ αὐτὴν τὴν ἐν σαρκὶ ζωὴν βιαίῳ θανάτῳ κατέλυσεν. Ἀνανίας καὶ Σάπφειρα διαφυλάξαντές τινα ἐξ ὧν τῷ Θεῷ προσανέθεντο, ἀποστολικῷ στόματι θανάτῳ τιμωροῦνται. Μωϋσῆς δὲ ὁ μέγας ἐν τῷ Δευτερονομίῳ μυστικῶς παραγγέλλει τοῖς μέλλουσιν ἀποτάσσεσθαι τῷ κόσμῳ, καὶ φόβῳ ἀπιστίας πάλιν ἀντεχομένοις τῶν γηί̈νων πραγμάτων· «Εἴ τίς ἐστιν ἄνθρωπος περίφοβος, καὶ τῇ καρδίᾳ δειλὸς, οὐκ ἐξελεύσεται εἰς πόλεμον· πορευέσθω καὶ ἀμαλυέτω [ἀναλυέτω] εἰς τὸν ἴδιον οἶκον, μήποτε πτοεῖσθαι ποιήσοι τὰς καρδίας τῶν ἀδελφῶν αὐτοῦ.» Ἔστι τῆς μαρτυρίας ταύτης ἀσφαλέστερόν τι ἢ σαφέστερον; Οὐκ ἄρα διὰ τούτων μανθάνομεν οἱ ἀποτασσόμενοι τῷ κόσμῳ τελείως ἀποτάσσεσθαι, καὶ οὕτως ἐπὶ τὸν πόλεμον ἐκβαίνειν, εἰ μὴ διὰ τοῦ βαλεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ·
PG 28:885«Μακάριόν ἐστι διδόναι, ἢ λαμβάνειν,» κακῶς ἑρμηνεύουσι, βιαζόμενοι πρὸς τὴν ἰδίαν ἀπάτην καὶ τὴν τῆς φιλαργυρίας ἐπιθυμίαν τὴν ἔννοιαν τοῦ ῥητοῦ παραλογιζόμενοι, καὶ τὴν τοῦ Κυρίου διδασκαλίαν τὴν λέγουσαν· «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι·» καὶ κρίνουσι τῆς ἀκτημοσύνης μακαριώτερον τὸ ἐξουσιάζειν τοῦ ἰδίου πλούτου, καὶ ἐκ τῆς τούτου περιουσίας διδόναι τοῖς δεομένοις· γινωσκέτωσαν οἱ τοιοῦτοι μήπω ἀποτετάχθαι τῷ κόσμῳ, μηδὲ ἐπιβῆναι τῆς μοναχικῆς τελειότητος, ἐφ’ ὅσον ἐπαισχύνονται τὴν ὑπὲρ Χριστοῦ ἔνδοξον μετὰ τοῦ Ἀποστόλου ἀναλαβεῖν πτωχείαν, καὶ τὴν τῶν χειρῶν ἐργασίαν ἑαυτοῖς τε καὶ τοῖς δεομένοις ὑπηρετεῖν. Εἰ δὲ ἐπιθυμοῦσιν ἔργῳ πληρῶσαι τὴν μοναδικὴν ἐπαγγελίαν, καὶ μετὰ τοῦ Ἀποστόλου δοξασθῆναι διασκορπίσαντες τὸν παλαιὸν πλοῦτον ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, μετὰ τοῦ Παύλου ἀγωνιζέσθωσαν τὸν καλὸν ἀγῶνα. Καὶ γὰρ εἰ τὸ ἔχειν παλαιὸν πλοῦτον ἀναγκαιότερον ἐγίνωσκεν πρὸς τελείωσιν ὁ αὐτὸς Ἀπόστολος, οὐκ ἂν κατεφρόνησε τῆς πρώτης αὐτοῦ ἀξίας·
ἐπίσημον γὰρ λέγει ἑαυτὸν γεγονέναι, καὶ πολίτην Ῥωμαίων. Καὶ οἱ ἐν Ἱεροσολύμοις δὲ, οἵτινες ἐπώλουν τὰς οἰκίας αὐτῶν καὶ τοὺς ἀγροὺς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, οὐκ ἂν τοῦτο ἔπραττον, εἰ κεκρυμμένον ἐγίνωσκον ὑπὸ τῶν ἀποστόλων μακαριώτερον εἶναι, τὸ τοῖς ἰδίοις χρήμασι τρέφεσθαι καὶ μὴ καμάτῳ ἰδίῳ καὶ τῇ τῶν χοιρῶν ἐργασίᾳ. Σαφέστερον δὲ διδάσκει περὶ τούτου ὁ εἰρημένος Ἀπόστολος, ἐν οἷς γράφει Ῥωμαίοις τάδε· «Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῆσαι τοῖς ἁγίοις. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαί̈α κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.» Οὗτος δὲ δέσμιος, καὶ φυλακαῖς πολλάκις, καὶ τῷ σκυλμῷ τῆς ὁδοιπορίας ὑποβληθεὶς, καὶ ἐμποδιζόμενος ἐκ τούτου, ὡς εἰώθει, ταῖς ἰδίαις χερσὶ προσπορίζειν ἑαυτῷ τὰς χρείας, ταύτας εἰληφέναι διδάσκει παρὰ τῶν ἀδελφῶν, τῶν ἀπὸ Μακεδονίας πρὸς αὐτὸν ἐλθόντων φάσκων· «Τὸ γὰρ ὑστέρημά μου ἀνεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας·» καὶ Φιλιππησίοις· «Ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου ἐξελθόντος μου ἀπὸ Μακεδονίας οὐδεμίαν Ἐκκλησίαν ἐκοινώνησεν εἰς λόγον δόσεως ἢ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι·
PG 28:888ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς ἐπέμψατέ μοι τὴν χρείαν.» Ἔστωσαν τοίνυν κατὰ τὴν γνώμην τῶν φιλαργύρων καὶ οὗτοι μακαριώτεροι τοῦ Ἀποστόλου, ἐπειδὴ ἐκ τῶν ἰδίων ὑποστάσεων ἐχορήγει αὐτοῖς ταῖς χρείαις. Ἀλλ’ οὐκ ἄν τις εἰς ἐσχάτην ἄνοιαν ἐλθὼν εἰπεῖν τολμήσῃ τοῦτο. Εἰ τοίνυν βουλόμεθα τῷ εὐαγγελικῷ καὶ ἀποστολικῷ προστάγματι, καὶ πάσῃ ἐκείνῃ τῇ ἐξ ἀρχῆς ἐπὶ τῶν ἀποστόλων θεμελιωθείσῃ Ἐκκλησίᾳ ἀκολουθῆσαι· μὴ ταῖς ἡμετέραις ὑπονοίαις πειθώμεθα, μηδὲ τὰ καλῶς εἰρημένα κακῶς νοῶμεν· ἀλλ’ ἀποῤῥίψαντες τὴν χλιαρὰν καὶ ἄπιστον γνώμην, ἀναλάβωμεν τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου. Οὕτω γὰρ δυνησόμεθα καὶ τοῖς τῶν ἁγίων Πατέρων ἴχνεσιν ἀκολουθῆσαι, καὶ τῆς ἐπιστήμης τοῦ κοινοβίου μηδέποτε ἀποστῆναι, καὶ ἐν ἀληθείᾳ ἀποτάξασθαι τούτῳ τῷ κόσμῳ. Καλὸν δὲ ἐνταῦθα καὶ λόγου ἁγίων Πατέρων ἐπιμνησθῆναι. Φέρεται τοίνυν τοῦ ἁγίου Βασιλείου τοῦ ἐπισκόπου Καισαρείας Καππαδοκίας λόγος πρός τινα συγκλητικὸν χλιαρῶς ἀποταξάμενον, καὶ παρακατασχόντα τινὰ τῶν ἰδίων χρημάτων, ῥῆμα τοιοῦτον·
«Καὶ τὸν συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας.» Χρὴ τοίνυν πάσῃ σπουδῇ ἐκκόπτειν ἐκ τῆς ἡμετέρας ψυχῆς τὴν ῥίζαν, καὶ ἀρχὴν πάντων τῶν κακῶν, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀσφαλῶς γινώσκοντας, ὅτι, μενούσης τῆς ῥίζης, οἱ κλάδοι φύονται, τὴν δὲ ἀρετὴν κατορθῶσαι δύσκολον, εἰ μὴ ἐν κοινοβίῳ διάγοντας. Ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτῶν τῶν ἀναγκαίων χρειῶν περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπφείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπάνειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ Γιεζῆ φοβηθέντες τὸ παράδειγμα τοῦ διὰ τὴν φιλαργυρίαν αἰωνίᾳ λέπρᾳ παραδοθέντος, φυλαξώμεθα συναθροίζειν ἑαυτοῖς τοῦ βίου τὰ χρήματα, ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ εἴχομεν. Ἔτι γε μὴν τὴν τοῦ Ἰούδα λογιζόμενοι δι’ ἀγχόνης τελευτὴν, φοβηθῶμέν τι ποτὲ ἀπὸ πάντων ὧν ἀποτασσόμενοι κατεφρονήσαμεν. Ἐπὶ πᾶσι τούτοις πρὸ ὀφθαλμῶν ἔχοντες ἀεὶ τὸ τοῦ θανάτου ἄδηλον, μή ποτε ἐν ὥρᾳ ᾗ οὐ προσδοκῶμεν ἔλθῃ ὁ Κύριος, καὶ εὑρήσῃ τὸ ἡμέτερον συνειδὸς τῇ φιλαργυρίᾳ ἐσπιλωμένον, καὶ ἐρεῖ ἡμῖν ὅπερ ἐν τῷ Εὐαγγελίῳ ἐῤῥέθη τῷ πλουσίῳ ἐκείνῳ· «Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ·
ἃ δὲ ἡτοίμασας τίνι ἔσται;» Τέταρτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, ὅπως σὺν Θεῷ τὸν τούτου θανατηφόρον ἰὸν ἐκ τοῦ βάθους τῆς ἡμετέρας ψυχῆς ἐκκόψωμεν. Τούτου γὰρ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ ἐναποκειμένου, καὶ τὸν ὀφθαλμὸν τῆς διανοίας ἐκτυφλοῦντος ταῖς σκοτειναῖς ταραχαῖς, οὔτε διάκρισιν τῶν συμφερόντων κτήσασθαι δυνάμεθα, οὔτε πνευματικῆς γνώσεως εὑρεῖν κατάληψιν, οὔτε τῆς ὄντως ζωῆς γενέσθαι μέτοχοι, οὔτε τῆς θεωρίας τοῦ θείου καὶ ἀληθινοῦ φωτὸς δεκτικὸς ὁ ἡμέτερος νοῦς γενήσεται· «Ἐταράχθη» γὰρ, φησὶν, «ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,» οὔτε δὲ σοφίας μέτοχοι γενησόμεθα, κἂν μάλιστα σοφοὶ ταῖς ἐπινοίαις λογιζώμεθα· ἐπειδὴ γέγραπται, ὅτι «Θυμὸς ἐν κόλπῳ ἀφρόνων αὐλισθήσεται.» Ἀλλ’ οὐδὲ τὰς σωτηριώδεις ἀκτῖνας τῆς διακρίσεως κτήσασθαι δυνάμεθα, εἰ καὶ τὰ μάλιστα φρόνιμοι τοῖς ἀνθρώποις νομιζόμεθα· γέγραπται γὰρ, ὅτι «Ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν·» οὔτε τὰς δικαιοσύνης κυβερνήσεις νηφαλίᾳ καρδίᾳ ἐπέχειν ἰσχύομεν·
PG 28:889γέγραπται γὰρ, ὅτι «Ἀνδρὸς ὀργὴ δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται·» οὔτε δὲ τὴν ἐπαινουμένην παρὰ πάντων κοσμιότητα καὶ εὐσχημοσύνην κτήσασθαι δυνάμεθα· ἐπειδὴ γέγραπται· «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Ὁ τοίνυν βουλόμενος πρὸς τελείωσιν ἐλθεῖν, καὶ ἐπιθυμῶν τὸν πνευματικὸν ἀγῶνα νομίμως ἀγωνίσασθαι, ἀπὸ παντὸς ἐλαττώματος ὀργῆς τε καὶ θυμοῦ ἀλλότριος ἔστω, καὶ ἀκουέτω τί αὐτὸ τὸ σκεῦος τῆς ἐκλογῆς παραγγέλλει λέγων· «Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’ ἡμῶν σὺν πάσῃ κακίᾳ.» Ὅταν δὲ εἴπῃ πᾶσαν, οὐδεμίαν πρόφασιν θυμοῦ ὡς ἀναγκαίαν ἢ ὡς εὔλογον ἡμῖν καταλέλοιπεν. Ὁ τοίνυν πλημμελοῦντα τὸν ἀδελφὸν βουλόμενος διορθώσασθαι ἢ ἐπιτιμίαν παρέχειν, σπουδαζέτω ἑαυτὸν ἀτάραχον φυλάττειν, μή ποτε, ἄλλον θεραπεῦσαι βουλόμενος, ἑαυτῷ τὴν νόσον ἐπισπάσηται, καὶ ῥηθήσεται αὐτῷ τὸ εὐαγγελικὸν ἐκεῖνο· «Ἰατρὲ, θεράπευσον σεαυτόν·» καὶ πάλιν· «Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; ἢ ποίῳ τρόπῳ ἐρεῖς τῷ ἀδελφῷ σου·
Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, ὅστις τὴν δοκὸν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ ἔχεις, ἐπικαλύπτουσαν αὐτόν; Ἐξ οἵας γὰρ δήποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις, ὑπερζέσασα, τυφλοῖ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ οὐκ ἐᾷ αὐτὸν θεάσασθαι τὸν ἥλιον τῆς δικαιοσύνης. Ὥσπερ γὰρ ὁ ἐπιθεὶς τοῖς ὀφθαλμοῖς χρυσᾶ μέταλλα ἢ μολίβδινα ἐπίσης ἐκώλυσε τὴν ὁρατικὴν δύναμιν, καὶ οὐδαμῶς διαφορὰν ἐποίησε τῆς τυφλότητος ἡ τοῦ χρυσοῦ μετάλλου τιμιότης· οὕτως ἐξ οἵας δήποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις ἐξαφθεῖσα τὴν ὁρατικὴν δύναμιν τῆς ψυχῆς σκοτίζει. Τότε μόνον κατὰ φύσιν κεχρήμεθα τῷ θυμῷ, ὅταν πρὸς τοὺς ἐμπαθεῖς καὶ φιληδόνους λογισμοὺς τοῦτον κινήσωμεν. Οὕτω γὰρ ἡμᾶς καὶ ὁ προφήτης Δαυὶ̈δ ἐκδιδάσκει φάσκων· «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε·» τουτέστι, κατὰ τῶν ἰδίων παθῶν τὴν ὀργὴν κινεῖτε, καὶ κατὰ τῶν πονηρῶν λογισμῶν, καὶ μὴ διὰ τοῦ πράττειν τὰ ὑποβαλλόμενα ὑπ’ αὐτῶν ἁμαρτάνετε· καὶ ταύτην σαφῶς τὴν ἔννοιαν δηλοῖ τὸ ἐπαγόμενον·
«Ἃ λέγετε, φησὶν, ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσανεὶ ἐν κοίτῃ τῇ ἡσυχίᾳ εὑρισκόμενοι, τὸ τηνικαῦτα κατανύγητε πρὸς μετάνοιαν. Συμφωνεῖ δὲ τούτοις καὶ ὁ μακάριος Παῦλος χρησάμενος τῇ μαρτυρίᾳ τοῦ ῥητοῦ τούτου, καὶ προσθείς· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ·» τουτέστι μὴ παρασκευάσητε τὸν Ἥλιον τῆς δικαιοσύνης Χριστὸν, παροργίζοντες αὐτὸν ἐν τῇ τῶν φαύλων λογισμῶν συγκαταθέσει, ἐπιδῦναι τὰς καρδίας ὑμῶν· ἵνα μὴ τῇ ἀναχωρήσει αὐτοῦ εὕρῃ ἐν ὑμῖν τόπον ὁ διάβολος. Περὶ τούτου τοῦ ἡλίου καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· «Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Εἰ δὲ καὶ κατὰ τὸ γράμμα ἐκλάβωμεν τὸ ῥητὸν, οὐδὲ μέχρι δύσεως ἡλίου συγχωρεῖται ἡμῖν φυλάττειν τὴν ὀργήν.
Τί οὖν ἐροῦμεν περὶ τούτων, οἵτινες τῇ ἀγριότητι καὶ μανίᾳ τῆς ἐμπαθοῦς διαθέσεως, οὐ μόνον μέχρι δύσεως τούτου τοῦ ἡλίου διατηροῦσι τὴν ὀργὴν, ἀλλὰ καὶ ἐπὶ πλείστας ἡμέρας παρατείνουσιν αὐτὴν παρασιωπῶντες ἀπ’ ἀλλήλων, οὐκέτι μὲν διὰ τῶν ῥημάτων ἐκφέροντες αὐτὴν, τῇ δὲ πρὸς ἀλλήλους σιωπῇ τὸν τῆς μνησικακίας ἰὸν εἰς ὄλεθρον αὐτῶν ἐξάπτοντες, ἀγνοοῦντες, ὅτι μὴ μόνον ἐκ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ διάνοιαν, ἵνα μὴ, τῷ σκότει τῆς μνησικακίας ὁ νοῦς ἀμαυρωθεὶς, ἐκπέσῃ τοῦ φωτὸς τῆς γνώσεως, καὶ τῆς διακρίσεως, καὶ στερηθῇ τῆς τοῦ ἁγίου Πνεύματος οἰκήσεως. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις κελεύει ἀφεῖναι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον, καὶ διαλλάττεσθαι τῷ ἀδελφῷ· ἐπεὶ μὴ δυνατὸν εὐπρόσδεκτον γενέσθαι, θυμοῦ καὶ μνησικακίας ἐναποκειμένων ἡμῖν. Καὶ ὁ Ἀπόστολος δὲ λέγων ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διὰ λογισμῶν τοῦτο ἡμᾶς διδάσκει.
PG 28:891Περιλείπεται τοίνυν ἢ μηδέποτε προσεύχεσθαι, καὶ κατὰ τοῦτο ὑποδίκους εἶναι τῷ ἀποστολικῷ παραγγέλματι, ἢ σπουδάζοντας φυλάττειν τὰ προστάγματα, χωρὶς ὀργῆς καὶ μνησικακίας τοῦτο ποιεῖν. Καὶ ἐπειδὴ πολλάκις λυπηθέντων ἀδελφῶν ἢ ταραχθέντων περιφρονοῦμεν λέγοντες, οὐκ ἐξ ἡμετέρας αἰτίας τούτους λελυπῆσθαι, ὁ τῶν ψυχῶν ἰατρὸς τὰς προφάσεις τῆς ὀργῆς ῥιζόθεν ἀπὸ καρδίας ἀνασπάσαι βουλόμενος, οὐ μόνον εἰ τύχοιμεν ἡμεῖς λελυπημένοι κατὰ τοῦ ἀδελφοῦ, προστάςσει ἀφιέναι τὸ δῶρον, καὶ διαλλάττεσθαι τούτῳ· ἀλλὰ καὶ εἰ αὐτὸς λελύπηται καθ’ ἡμῶν δικαίως ἢ ἀδίκως, τοῦτον διὰ τῆς ἀπολογίας θεραπεύειν, καὶ τότε προσφέρειν τὸ δῶρον. Ἀλλὰ τί ἐπιπολὺ τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παραγγέλμασιν ἐνδιατρίβομεν, ἐξὸν καὶ ἀπὸ τοῦ παλαιοῦ νόμου μαθεῖν τοῦτο, ὃς, καὶ συγκατάβασιν τῆς ἀκριβείας ἔχειν δοκῶν, τάδε φησί· «Μὴ μισήσῃς τὸν ἀδελφόν σου ἐν τῇ καρδίᾳ σου·» καὶ πάλιν· «Ὁδοὶ μνησικάκων εἰς θάνατον.» Καὶ ἐνταῦθα γὰρ οὐ μόνον τὴν κατ’ ἐνέργειαν, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν ὀργὴν κωλύει καὶ κολάζει.
PG 28:894Διὸ προσήκει, τοῖς θείοις νόμοις ἀκολουθοῦντας, πάσῃ δυνάμει ἀγωνίζεσθαι κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, καὶ κατὰ τῆς ἔνδον ἐν ἡμῖν ἀποκειμένης νόσου· καὶ μὴ, κατὰ τῶν ἀνθρώπων τὸν θυμὸν κινοῦντας, ἐρημίαν καὶ μόνωσιν μεταδιώκειν· ὡς ἐκεῖ δῆθεν, καὶ μηδενὸς ὄντος τοῦ κινοῦντος ἡμᾶς εἰς ὀργὴν, εὐκόλως ἐν τῇ μονώσει ἡ ἀρετὴ τῆς μακροθυμίας κατορθωθήσεται· ἀπὸ γὰρ τῆς ὑπερηφανίας καὶ τοῦ μὴ θέλειν μέμφεσθαι ἑαυτοὺς καὶ ἐπιγράφειν τῇ ἰδίᾳ ῥᾳθυμίᾳ τὰς αἰτίας τῆς ὀργῆς, τὴν ἐκ τῶν ἀδελφῶν ἀλλοτρίωσιν ἐπιποθοῦμεν. Ἕως ὅτε τοίνυν τῆς ἡμετέρας ἀσθενείας τὰς αἰτίας ἄλλοις ἐπιγράφομεν, ἀδύνατον ἡμᾶς πρὸς τὴν τελείωσιν τῆς μακροθυμίας φθάσαι. Τὸ γὰρ κεφάλαιον τῆς ἡμετέρας διορθώσεως, οὐκ ἐκ τῆς τῶν πλησίον μακροθυμίας τῆς πρὸς ἡμᾶς γινομένης κατορθοῦται, ἀλλ’ ἐκ τῆς ἡμετέρας πρὸς τὸν πλησίον μακροθυμίας καὶ ἀνεξικακίας. Ὅταν δὲ τὸν τῆς μακροθυμίας ἀγῶνα φεύγοντες τὴν ἔρημον καταδιώκωμεν καὶ τὴν μόνωσιν, ὅσα δ’ ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάνουσι.
Καὶ γὰρ ἡ ἔρημος καὶ ἡ ἀναχώρησις τοῖς μήπω παθῶν ἀπηλλαγμένοις οὐ μόνον φυλάττειν ἐπίσταται τὰ ἐλαττώματα, ἀλλὰ καὶ ἐπικαλύπτειν ταῦτα οἶδε. Καὶ οὐδὲ ἐπαισθάνεσθαι αὐτοὺς συγχωρεῖ ποίῳ πάθει ἡττῶνται· τοὐναντίον δὲ φαντασίαις αὐτοὺς ὑποβάλλει, κατωρθωκέναι αὐτοὺς πείθει τήν τε μακροθυμίαν καὶ τὴν ταπείνωσιν, ἕως μὴ πάρεστιν ὁ τούτους ἐρεθίζων καὶ δοκιμάζων· ὅταν δὲ συμβῇ πρόφασις τούτους κινοῦσα, καὶ γυμνάζουσα, εὐθέως τὰ ἐναποκείμενα πάθη καὶ τὸ πρὶν λανθάνοντα, ὥσπερ ἵπποι ἀχαλίνωτοι, ἐκ τῶν ἰδίων ἀφετηρίων ἐκπηδήσαντες, καὶ τῇ μακρᾷ ἡσυχίᾳ καὶ σχολῇ τραφέντες, σφοδρότερον καὶ ἀγριώτερον πρὸς ὄλεθρον κατασύρουσι τὸν ἴδιον ἐπιβάτην. Πλέον γὰρ ἀγριοῦται ἐν ἡμῖν τὰ πάθη ἀργοῦντα τῆς ἐξ ἀνθρώπων γυμνασίας, καὶ αὐτὴν τὴν σκιὰν τῆς ὑπομονῆς καὶ μακροθυμίας, ἣν εἰκονικῶς δοκοῦμεν ἔχειν, ἀναμεμιγμένην τοῖς ἀδελφοῖς τῇ ἀμελείᾳ τῆς ἀγυμνασίας, καὶ τῆς μονώσεως ἀπόλλυμεν. Ὥσπερ γὰρ τὰ ἰοβόλα τῶν θηρίων ἐν ἐρημίᾳ, καὶ ἐν ταῖς ἰδίαις κοίταις ἡσυχάζοντα, τότε τὴν ἰδίαν μανίαν ἐπιδείκνυνται, ὅταν λάβωνταί τινος προσεγγίζοντος·
οὕτω καὶ οἱ ἐμπαθεῖς ἄνθρωποι οὐκ ἀρετῆς διαθέσει, ἀλλὰ τῇ τῆς ἐρημίας ἀνάγκῃ ἡσυχάζοντες, τότε τὸν τῆς ψυχῆς ἰὸν ἐξεμοῦσιν, ὅταν δράξωνται τοῦ προσεγγίζοντος καὶ ἐρεθίζοντος. Καὶ τούτου χάριν τοῖς τελείωσιν πραότητος ἐπιζητοῦσι σπουδῇ πάσῃ ὀφείλει μὴ μόνον πρὸς ἀνθρώπους μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ πρὸς τὰ ἄλογα, μηδὲ πρὸς τὰ ἄψυχα πράγματα. Μέμνημαι γὰρ ἐγὼ ἡνίκα ἐν ἐρήμῳ διέτριβον κατὰ καλάμου τὸν θυμὸν κινήσας, τῆς παχύτητος τούτου ἢ λεπτότητος ἀπαρεσάσης μοι· καὶ κατὰ ξύλου πάλιν, ὅταν κόψαι τοῦτο θελήσας, μὴ ταχέως ἐδυνήθην· καὶ πάλιν κατὰ λίθου πυρεκβόλου, ὅταν, σπουδάζοντός μου ἐκβάλλειν τὸ πῦρ, μὴ ταχέως ὁ σπινθὴρ ἐξεπήδησεν, οὕτω τῆς ὀργῆς ἐπιταθείσης, ὡς κατὰ τῶν ἀναισθήτων, καὶ ἀψύχων πραγμάτων ταύτην ἐκφέρειν. Εἰ τοίνυν ἐπιποθοῦμεν τυχεῖν τοῦ μακαρισμοῦ τοῦ Χριστοῦ, οὐ μόνον τὴν κατ’ ἐνέργειαν ὀφείλομεν ὀργὴν κωλῦσαι, καθὰ εἴρηται, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ τοσοῦτον ὠφελεῖ τὸ κρατεῖν τοῦ στόματος, καὶ μὴ ἐκφέρειν ῥῆμα μανιῶδες, ὅσον τὸ καθαρίζειν τὴν καρδίαν ἀπὸ μνησικακίας, καὶ μὴ ἀνατρέφειν πονηροὺς λογισμούς.
PG 28:895Τὰς ῥίζας γὰρ τῶν ἁμαρτημάτων ἐκκόπτειν παραγγέλλει ἡ εὐαγγελικὴ διδασκαλία, ἤπερ τοὺς καρπούς· τῆς ῥίζης γὰρ τοῦ θυμοῦ ἐκκοπείσης ἀπὸ τῆς καρδίας, οὔτε μῖσος, οὔτε φθόνος εἰς ἔργον προαχθήσεται· καὶ γὰρ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστὶ, φονεύων αὐτὸν ἐν τῇ διαθέσει τοῦ μίσους. Ἀναιρεθέντος Θεὸς ἀφορᾷ· οὗτινος τὸ αἷμα, οὐ διὰ ξίφους ἐκχυθὲν, ἄνθρωποι βλέπουσιν, ἀλλὰ τῇ διαθέσει τοῦ μίσους ἀναιρεθέντος. Θεὸς ἄρα οὐ μόνον ὑπὲρ πράξεων, ἀλλὰ καὶ ὑπὲρ λογισμῶν καὶ ὑπὲρ προαιρέσεων ἑνὶ ἑκάστῳ στεφάνους ἢ τιμωρίας ἀποδιδοὺς, καθὼς αὐτὸς διὰ τοῦ προφήτου φησίν· «Ἐγὼ ἔρχομαι συναγαγεῖν τὰ ἔργα, καὶ τοὺς λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις αὐτῶν.» Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· «Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγοροῦντες [κατηγορούντων], ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.» Αὐτὸς δὲ ὁ Δεσπότης, διδάσκων ἡμᾶς, ὅτι δεῖ πᾶσαν ὀργὴν ἀποτίθεσθαι, φησὶν ἐν τοῖς Εὐαγγελίοις· «Ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει.» Οὕτω γὰρ τῶν ἀντιγράφων τὰ ἀκριβῆ περιέχει· τὸ γὰρ εἰκῆ, ἐκ προσθήκης ἐτέθη·
καὶ τοῦτο δῆλον ἐκ τοῦ προκειμένου λήμματος τῆς Γραφῆς. Ὁ γὰρ σκοπὸς τοῦ Κυρίου τὴν ῥίζαν, καὶ τὸν σπινθῆρα τῆς ὀργῆς ἀποκόπτειν πᾶσι τρόποις ἡμᾶς βούλεται, καὶ μήτε μίαν πρόφασιν ὀργῆς ἐν αὐτοῖς διαφυλάττειν· ἵνα μὴ εὐλόγως δῆθεν τὴν ὀργὴν κινούμενοι, ὕστερον τῇ μανίᾳ τοῦ ἀλόγου θυμοῦ περιπέσωμεν. Τῆς δὲ νόσου ταύτης τελεία ἰατρεία αὐτή ἐστι, ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκοτίσαντος τὴν διάνοιαν, οὔτε διακρίσεως φῶς, οὔτε ὀρθοῦ βουλεύματος, οὔτε δικαιοσύνης κυβέρνησις ἐν ἡμῖν εὑρεθήσεται, οὔτε ναὸν τοῦ ἁγίου Πνεύματος τὴν ἡμετέραν ψυχὴν γενέσθαι δυνατὸν, τοῦ πνεύματος ὀργῆς κυριεύοντος. Τέλος δὲ πάντων χρὴ τὸ ἄδηλον τοῦ θανάτου καθ’ ἑκάστην ἡμέραν πρὸ ὀφθαλμῶν ἔχοντας, φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς ὀργῆς, καὶ εἰδέναι, ὅτι οὔτε ἄσκησις, οὔτε σωφροσύνη, οὔτε ἀποταγὴ πάσης ὕλης, οὔτε τῶν νηστειῶν καὶ ἀγρυπνιῶν ὄφελος ἡμῖν ἔσται, ἐὰν, ὑπὸ ὀργῆς καὶ μίσους κατεχόμενοι, ἔνοχοι εὑρεθῶμεν τῇ κρίσει. Ἧς ῥυσθείημεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Πέμπτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ, οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν, πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς εἶναι οὐ συγχωρεῖ, καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα, καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἁπλῶς τὰ σωτηριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα καὶ τὴν εὐτονίαν αὐτῆς, καὶ καρτερίαν παραλύσασα, ὡς ἄφρονα αὐτὴν, καὶ παραπλῆγα ἀπεργάζεται, τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνδήσασα λογισμῷ. Διὰ τοῦτο εἶς σκοπὸς ἡμῖν ἔστω ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονηρίας, καὶ πάσῃ φυλακῇ τηρῆσαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης.
PG 28:897Ὥσπερ γὰρ σὴς ἱμάτιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν, καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα, πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους, ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγνῶναι, ὅτι οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν ἔχει τὴν νόσον ἀποκειμένην, ἥτις τότε φανεροῦται, ὅταν οἱ πειρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανὲς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλαβήσεται ἄνθρωπος, εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον, ἤτοι τὰς τῶν παθῶν αἰτίας, καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεὸς, καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς, οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλλει καταλιμπάνειν, ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας, γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορθοῦσθαι, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ.
Ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν, οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν, ἀλλὰ μόνον ἐνηλλάξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἔνδον νόσου, καὶ διετο... πραγμάτων ταύτας ἀνακινούσης. Διὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἅπας ἡμῖν ἔστω ὁ πόλεμος. Τούτων γὰρ διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἐκβληθέντων, οὐ λέγω μετὰ ἀνθρώπων, ἀλλὰ καὶ μετὰ θηρίων εὐκόλως συνδιατρίψομεν, κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον· «Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι.» Προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν, ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας. Τοῦτο γὰρ τὸν Κάϊν οὐ συνεχώρησε μετὰ τὴν ἀδελφοκτονίαν μετανοῆσαι, οὔτε τὸν Ἰούδαν μετὰ τὴν τοῦ Δεσπότου προδοσίαν. Ἐκείνην μόνην τὴν λύπην ἀσκήσωμεν, τὴν ἐπὶ τῇ μετανοίᾳ τῶν ἡμαρτημένων μετὰ ἐλπίδος ἀγαθῆς γινομένην, καὶ τῇ ἐπικτήσει τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτηδευομένην. Περὶ ἧς καὶ ὁ Ἀπόστολος εἶπεν, ὅτι «Ἡ κατὰ Θεὸν λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει·
PG 28:898ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρασκευάζει τὸν ἄνθρωπον εὐπρόσιτον, ταπεινὸν [ Λείπει φύλλον ἓν, τουτέστι τὸ λεῖπον κατὰ τοῦ πνεύματος τῆς λύπης, καὶ ἡ ἀρχὴ τοῦ κατὰ τῆς ἀκηδίας πνεύματος. ] ... Ἄρτον ἐσθίωσιν. Ἀκούσωμεν πῶς σοφῶς ἡμῖν ὑποδείκνυσι τὰς αἰτίας τῆς ἀκηδίας ὁ Ἀπόστολος «Ἀτάκτους» γὰρ καλεῖ τοὺς μὴ ἐργαζομένους ἑνὶ τούτῳ ῥήματι πολλὴν κακίαν ἐμφαίνων. Ὁ γὰρ ἀργὸς καὶ προπετὴς ἐν λόγοις τυγχάνει, καὶ πρὸς λοιδορίαν πρόχειρος, καὶ λοιπὸν εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκηδίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ’ αὐτοῦ, τουτέστιν ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. Εἶτα τί φησι· «Καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ’ ἡμῶν,» διὰ τῆς λέξεως ταύτης ὑπερηφάνους αὐτοὺς εἶναι, καταφρονήσαντας ἐμφαίνων, καὶ τῶν ἀποστολικῶν παραδόσεων καταλυτάς· καὶ πάλιν·
«Δωρεὰν, φησὶν, ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κήρυξ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ λέγων τὸν Κύριον προστεταχέναι τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἐν κόπῳ καὶ νυκτὸς καὶ ἡμέρας εἰργάζετο πρὸς τὸ μὴ ἐπιβαρῆσαι. Τί οὖν ποιήσομεν ἡμεῖς ἀκηδιῶντες ἀπὸ τοῦ ἔργου, καὶ τὴν σωματικὴν ἀνάπαυσιν μεταδιώκοντες· οἷς οὔτε κήρυγμα Εὐαγγελίου ἐνεχειρίσθη, οὔτε τῶν Ἐκκλησιῶν ἡ μέριμνα, ἀλλὰ τῆς ἰδίας μόνης ψυχῆς ἡ φροντίς; Εἶτα, σαφέστερον δεικνύων τὴν τικτομένην βλάβην ἐκ τῆς ἀργίας, ἐπιφέρει· «Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους·» ἀπὸ ἀργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας πᾶσα κακία. Κατασκευάζων δὲ πάλιν τὴν θεραπείαν αὐτῆς ἐπιφέρει· «Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν ἐν ἡσυχίᾳ ἐργαζομένους τὸν ἑαυτῶν ἄρτον ἐσθίειν·» καὶ ἐπιπληκτικώτερον ἐπάγει λέγων·
PG 28:899«Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Τούτοις τοῖς ἀποστολικοῖς παραγγέλμασιν οἱ κατὰ τὴν Αἴγυπτον ἅγιοι Πατέρες, παιδευόμενοι, οὐδένα καιρὸν ἀργοὺς εἶναι τοὺς μοναχοὺς ἐπιτρέπουσι, καὶ μάλιστα τοὺς νεωτέρους, εἰδότες, ὅτι διὰ τῆς ὑπομονῆς τοῦ ἔργου ἀκηδίαν ἀπελαύνουσι, καὶ τὴν ἑαυτῶν τροφὴν προσπορίζουσι, καὶ τοῖς δεομένοις βοηθοῦσιν. Οὐ μόνον γὰρ τῆς ἑαυτῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ δὲ ξένοις καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς, καὶ πᾶσι τοῖς δεομένοις, ἐκ τοῦ ἰδίου ἔργου ἐπιχορηγοῦσι, πιστεύοντες τὴν ἑαυτῶν εὐποιίαν, θυσίαν εὐάρεστον τῷ Θεῷ γίνεσθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι πολεμεῖ, καὶ πολλάκις ὑπ’ αὐτοῦ θλίβεται· ὁ δὲ ἀργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. Καλὸν δὲ πρὸς τούτοις καὶ λόγον ἐπιμνησθῆναι τοῦ ἀββᾶ Μωϋσέως τοῦ δοκιμωτάτου ἐν τοῖς Πατράσιν, ὃν πρὸς μὲ ἀπεφθέγξατο.
Καθεσθέντος γάρ μου ὀλίγον χρόνον ἐν τῇ ἐρήμῳ, ὠχλήθην ὑπὸ ἀκηδίας, καὶ παραβαλὼν αὐτῷ, λέγω πρὸς αὐτὸν, ὅτι «Δεινῶς ὀχληθεὶς ὑπὸ τῆς ἀκηδίας, καὶ ἐξασθενήσας σφόδρα, οὐ πρότερον ἀπηλλάγην αὐτῆς, εἰ μὴ ἀπῆλθον, καὶ παρέβαλον τῷ ἀββᾷ Παύλῳ.» Ἀπεκρίνατο δέ μοι πρὸς ταῦτα ὁ ἀββᾶς Μωϋσῆς λέγων· «Θάρσει, οὐχ ἑαυτὸν ἀπὸ ταύτης ἠλευθέρωσας, ἀλλὰ μᾶλλον ἔκδοτον καὶ δοῦλον ταύτῃ παρέδωκας. Γίνωσκε τοίνυν, ὅτι βαρυτέρως σε ὡς λειποτάκτην καταπολεμήσει· εἰ μὴ τοῦ λοιποῦ δι’ ὑπομονῆς καὶ προσευχῆς καὶ τοῦ ἔργου τῶν χειρῶν, ταύτην καταπαλαῖσαι σπουδάσῃς.» Ἕβδομος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς κενοδοξίας, πολύμορφον τοῦτο καὶ λεπτότατον πάθος, καὶ οὐδὲ ὑπ’ αὐτοῦ τοῦ πειραζομένου καταλαμβανόμενον. Καὶ γὰρ τῶν ἄλλων παθῶν αἱ προσβολαὶ φανερώτεραι τυγχάνουσι, καὶ εὐκολώτερόν πως τὴν πρὸς ταῦτα μάχην κέκτηνται, καὶ τῆς ψυχῆς τὸν πόλεμον ἐπιγινωσκομένης διὰ τῆς ἀντιῤῥήσεως καὶ προσευχῆς τοῦτον ἀνατρεπούσης. Ἡ δὲ τῆς κενοδοξίας κακία, πολύμορφος οὖσα, καθὼς εἴρηται, δυσκαταγώνιστος τυγχάνει.
Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίσταται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νηστείαις, καὶ ἐν προσευχῇ, καὶ ἐν ἀναγνώσει, καὶ ἐν ἡσυχίᾳ, καὶ ἐν μακροθυμίᾳ. Διὰ πάντων γὰρ τούτων ἐπιχειρεῖ τὸν στρατιώτην τοῦ Χριστοῦ κατατοξεύειν. Καὶ γὰρ ὅντινα μὴ δυνηθῇ διὰ πολυτελείας ἐνδυμάτων πρὸς κενοδοξίαν ἀπατῆσαι, τοῦτον δι’ εὐτελοῦς ἐσθῆτος ἐπιχειρεῖ πειράζειν. Καὶ ὃν οὐκ ἠδυνήθη διὰ τιμῆς ἐπᾶραι, τοῦτον διὰ τοῦ φέρειν δῆθεν ἀτιμίαν εἰς ἀπόνοιαν αἴρει· καὶ ὃν οὐκ ἠδυνήθη διὰ τῆς ἐπιστήμης τοῦ λόγου πεῖσαι κενοδοξεῖν, τοῦτον τῇ σιωπῇ ὡς ἥσυχον δελεάζει· καὶ ὃν οὐκ ἠδυνήθη πολυτελείᾳ βρωμάτων χαυνῶσαι, τοῦτον διὰ νηστείας εἰς ἔπαινον ἐκλύει. Καὶ ἁπλῶς πᾶν ἔργον, πᾶν ἐπιτήδευμα, πρόφασιν πολέμου παρέχει τούτῳ τῷ δαίμονι. Ἔτι δὲ πρὸς τούτοις καὶ κλῆρον φαντάζεται ὁ πολεμούμενος ὑπ’ αὐτοῦ. Μέμνημαι γάρ τινος γέροντος, ἡνίκα ἐν Σκήτῃ διέτριβον, ἀπελθόντος εἰς κελλίον τινὸς ἀδελφοῦ ἐπισκέψεως χάριν, καὶ ὡς ἐπλησίασε τῇ θύρᾳ τῆς κέλλης, ἀκούει αὐτοῦ λαλοῦντος ἔνδον·
PG 28:901καὶ νομίσας ὁ γέρων ἀπὸ Γραφῆς αὐτὸν μελετᾷν, ἔστη ἀκροώμενος, καὶ αἰσθάνεται αὐτοῦ ὑπὸ κενοδοξίας παραφρονοῦντος, καὶ ἑαυτὸν χειροτονοῦντος διάκονον, καὶ τοῖς κατηχουμένοις ἀπόλυσιν παρέχοντα. Ὡς οὖν ἤκουσε τοῦτο ὁ γέρων, τέλος ὠθήσας τὴν θύραν εἰσῆλθε, καὶ ἀπαντήσας αὐτῷ ὁ ἀδελφὸς προσεκύνησε κατὰ τὸ ἔθος. καὶ ἠξίου μαθεῖν παρ’ αὐτοῦ, εἰ πολλὴν ὥραν ἔχει πρὸς τῇ θύρᾳ. Ὁ δὲ γέρων χαριέντως ἀπεκρίθη πρὸς αὐτόν· Ἄρτι, φησὶν, ἦλθον, ὅτε σὺ τὴν ἀπόλυσιν τοῖς κατηχουμένοις ἐπετέλεις. Τότε ὁ ἀδελφὸς, ἀκούσας ταῦτα, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, καὶ παρακαλεῖ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ, ἵνα ῥυσθῇ τῆς τοιαύτης πλάνης. Τούτου δὲ ἐμνήσθην δεῖξαι βουλόμενος εἰς ὅσην ἀναισθησίαν φέρει τὸν ἄνθρωπον οὗτος ὁ δαίμων. Ὁ τοίνυν βουλόμενος τελείως ἀθλῆσαι, καὶ τὸν τῆς δικαιοσύνης στέφανον ἀναδήσασθαι, πᾶσι τρόποις σπουδάσῃ τὸ πολύμορφον τοῦτο θηρίον νικῆσαι, πρὸ ὀφθαλμῶν ἔχων πάντοτε τὸ ὑπὸ τοῦ ἁγίου Δαυὶ̈δ εἰρημένον·
PG 28:904«Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·» καὶ μηδὲν ποιείτω περιβλεπόμενος τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν παρὰ Θεοῦ μισθὸν ἐπιζητείτω, καὶ ἀποῤῥίπτων ἀεὶ τοὺς ἐπερχομένους ἐν τῇ καρδίᾳ αὐτοῦ λογισμοὺς καὶ ἐπαινοῦντας αὐτὸν, ἐξουθενείτω ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ. Οὕτως γὰρ δυνήσεται σὺν Θεῷ ἀπαλλαγῆναι τοῦ δαίμονος τῆς κενοδοξίας χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὄγδοος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὑπερηφανίας· χαλεπώτατος οὗτος καὶ πάντων τῶν προτέρων ἀγριώτερος, τοὺς τελείους μάλιστα πολεμῶν, καὶ σχεδὸν τοὺς τὸ ὕψος τῶν ἀρετῶν ἀναβεβηκότας ἐπιχειρεῖ καταστρέφειν· καὶ καθάπερ νόσος λοιμικὴ φθοροποιὸς οὐχὶ μέρος τοῦ σώματος, ἀλλ’ ὅλον διαφθείρει. Καὶ τῶν μὲν ἄλλων παθῶν ἕκαστον, εἰ καὶ ταράσσει τὴν ψυχὴν, ἀλλὰ πρὸς μίαν τὴν ἀντικειμένην αὐτῷ ἀρετὴν πολεμοῦν, καὶ ταύτην νικῆσαι φιλονεικοῦν, ἐκ μέρους ἐπισκοτεῖ τὴν ψυχὴν, καὶ ταράσσει αὐτήν· τὸ δὲ τῆς ὑπερηφανίας πᾶσαν αὐτὴν ἐπισκοτεῖ, καὶ εἰς πτῶσιν ἄγει ἐσχάτην. Καὶ ἵνα σαφέστερον νοήσωμεν τὸ εἰρημένον, σκοπήσωμεν οὕτως.
Ἡ γαστριμαργία τὴν ἐγκράτειαν σπουδάζει διαφθεῖραι, ἡ πορνεία τὴν σωφροσύνην, ἡ φιλαργυρία τὴν ἀκτημοσύνην· ὁ θυμὸς τὴν πραότητα, καὶ τὰ λοιπὰ τῆς κακίας εἴδη τὰς ἐναντίας αὐτῶν ἀρετάς· ἡ δὲ τῆς ὑπερηφανίας κακία, ὅταν κυριεύσῃ τῆς ἀθλίας ψυχῆς, ὥσπερ τις χαλεπώτατος τύραννος μεγάλην πόλιν καὶ ὑψηλὴν παραλαβὼν, ὅλην αὐτὴν καταστρέφει, καὶ ἕως θεμελίων κατασκάπτει. Καὶ μάρτυς τούτου ὁ ἄγγελος ὁ ἐκ τοῦ οὐρανοῦ πεσὼν διὰ τὴν ὑπερηφανίαν· ὃς, ἐκ τοῦ Θεοῦ κτισθεὶς, καὶ πάσῃ ἀρετῇ καὶ σοφίᾳ κοσμηθεὶς, οὐ τῇ τοῦ Δεσπότου χάριτι ἐβουλήθη ταῦτα ἐπιγράφειν, ἀλλὰ τῇ ἰδίᾳ φύσει· ὅθεν καὶ ἴσον ἑαυτὸν ὑπέλαβεν εἶναι Θεοῦ. Καὶ ταύτην αὐτοῦ τὴν ἐνθύμησιν ἐλέγχων ὁ προφήτης φησίν· «Εἶπας ἐν τῇ καρδίᾳ σου· Καθιῶ ἐν ὄρει ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός;» καὶ μετ’ ὀλίγα· «Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαί σε, καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.
Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται, καὶ ἐπ’ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.» Ταῦτα τοίνυν γινώσκοντες, φοβηθῶμεν, καὶ πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ θανατηφόρου πνεύματος τῆς ὑπερηφανίας, ἐπιλέγοντες ἑαυτοῖς τὸ τοῦ Ἀποστόλου, ὅταν ἀρετήν τινα κατορθώσωμεν· «Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί·» καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·» καὶ τὸ ὑπὸ τοῦ Προφήτου· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες·» καὶ πάλιν· «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.» Καὶ γὰρ εἰ καὶ τὰ μάλιστα ἔσεταί τις ζέων τῇ προθυμίᾳ, καὶ σπουδαῖος τῇ προαιρέσει, ἀλλὰ σαρκὶ συνδεδεμένος καὶ αἵματι, οὐ δυνήσεται πρὸς τελειότητα φθάσαι, εἰ μὴ πρὸς τούτοις πᾶσιν ἐπὶ τῷ ἐλέει Χριστοῦ ἐλπίζει καὶ τῇ χάριτι αὐτοῦ. Κατὰ γὰρ τὸν θεῖον Ἰάκωβον, «πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων.» Καὶ ὁ Παῦλός φησι· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;
PG 28:905Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» ἀλλ’ ὡς ἐπ’ ἰδίοις τοῖς ἀλλοτρίοις χαρίσμασιν ἐπαιρόμενος. Ὅτι δὲ χάριτι καὶ ἐλέει Θεοῦ ἡ σωτηρία ἡμῖν προσγίνεται, μάρτυς ὁ λῃστὴς ἐκεῖνος, ὃς οὐκ ἀρετῆς ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν ἐκομίσατο, ἀλλὰ χάριτι Θεοῦ καὶ ἐλέει. Ταῦτα καὶ οἱ Πατέρες ἡμῶν ἐπιστάμενοι, πάντες μιᾷ γνώμῃ παραδεδώκασι μὴ ἄλλως δύνασθαι ἡμᾶς θεμέλιον ἀσφαλῆ πρὸς τελείωσιν ἀρετῆς καταβάλλεσθαι, εἰ μὴ διὰ ταπεινώσεως, ἥτις ἀπὸ πίστεως καὶ πραότητος, καὶ τελείας ἀκτημοσύνης προσγίνεσθαι πέφυκε, δι’ ὧν ἡ τελεία ἀγάπη κατορθοῦται χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Page scan enlarged

Notebook

Full View