PG 28Athanasius
On the Nativity of the Forerunner
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:908ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Εἰς τὸ γενέθλιον τοῦ Προδρόμου, καὶ εἰς τὴν Ἐλισάβετ, καὶ εἰς τὴν Θεοτόκον. Χώραν μὲν ἀποχερσωθεῖσαν, καὶ ὀνάγρων καταπάτημα γενέσθαι καταλειφθεῖσαν, βοῦς ἀροτὴρ καμάτῳ ῥυμοτομῶν, ἐγείρει τοὺς αὔλακας· ὅσον γὰρ ἀκατέργαστος ἡ χώρα τῷ χρόνῳ μεμένηκε, τοσοῦτον ὁ πρὸς τὴν ἀροτρίασιν βοῦς παριστάμενος ἐπιπονωτέρῳ καμάτῳ συγκάμπτεται τὸν ζυγοφόρον ἐπεκτρίβων αὐχένα· γυναῖκα δὲ στειρωθεῖσαν καὶ μακροῖς χρόνοις παλαιωθεῖσαν, καὶ δυσὶ κακοῖς περιπεσοῦσαν, ἀγονίᾳ τε καὶ ἀτονίᾳ, ἀγονίᾳ φύσεως καὶ ἀτονίᾳ γηραλεότητος, λόγῳ, καὶ οὐ πόνῳ, ὁ τῆς φύσεως δημιουργὸς Θεὸς Λόγος καὶ τὴν τοῦ σώματος παλαιότητα ἀνακαινίζει, καὶ τὴν τῆς φύσεως στείρωσιν διορθοῦται. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ἡ γαμετὴ τοῦ ἱερέως Ζαχαρίου, Ἐλισάβετ, ἡ μὴ γελάσασα κατὰ τὴν Σάῤῥαν, ἀλλὰ πιστεύσασα κατὰ τὴν Ἄνναν, ἡ τοῖς κεχαλασμένοις μέλεσιν ὡς ἀετὸς ἀνακαινισθεῖσα· ἐπωλοτρόφησε γὰρ παῖδα γνώριμον, αἰδέσιμον, τῶν Ἰορδανείων ῥείθρων συνόμιλον. Ὄντως μεγάλη ἐν γυναιξὶν Ἐλισάβετ, ὡς συγγενὴς τῆς ἐνδόξου Παρθένου, καθὼς ἤκουες ἀρτίως τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον λέγοντος·
«Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου.» Ὢ εὐγένεια γένους ὢ ἄσκησις εὐλαβείας ὢ καθαρότης βίου ὢ ἁγνεία σώματος ὢ θεοφίλεια ψυχῆς ὢ μυροδόχον σκεῦος Τὴν Εὔαν ἐπτέρνισεν ὁ ὄφις· τῇ Ἐλισάβετ τὰ βέλτιστα ὁ ἄγγελος. Ὄντως μεγάλη ἐν γυναιξὶν Ἐλισάβετ, ἡ καὶ τὸν Βαπτιστὴν Ἰωάννην βαστάσασα, καὶ τὸν ἄπιστον Ζαχαρίαν ὀνειδίσασα. Καὶ ὅτι ἄπιστος Ζαχαρίας τὴν τοῦ σώματος ἀσθένειαν βεβαιοτέραν τῆς τοῦ Θεοῦ ἐπαγγελίας λογισάμενος, ἤκουες τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Σύμβουλος ἡ ὀπτασία τῆς θεωρίας. Ἐκ δεξιῶν ὁ ἄγγελος ἵστατο, ἐπειδὴ δεξιὸς ἤμελλε τόκος τίκτεσθαι, τὴν δεξιὰν ὁδὸν τῆς τῶν οὐρανῶν βασιλείας κηρύττων, κατὰ τὸ φάσκον ῥητόν· «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·» οὐ τὴν ὁδὸν διαλλάττων, ἀλλὰ τὸν τρόπον αἰνιττόμενος. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Ἀκουέτωσαν οἱ παρόντες, καὶ συνιέτωσαν, ὅτι ἄγγελοι τῷ θυσιαστηρίῳ παρίστανται· ὅπου δὲ ἀγγέλων παράστασις, ἐκεῖ Θεοῦ κατασκήνωσις.
Ζαχαρίας ὁ ἱερεὺς ἐξεφημερίαν ἐποίει, ἐξ ἡμερῶν εἰς ἡμέρας παριστάμενος τῇ λειτουργίᾳ· οὐχὶ δι’ ὅλου χωρῶν, ἀλλ’ ἐν τῇ ἐφημερίᾳ λειτουργῶν. Οἱ δὲ ἀποκληρωθέντες ἄγγελοι τοῦ Θεοῦ εἰς θυσιαστήριον ἐφημερίαν οὐ ποιοῦσιν, ἀλλὰ νύκτωρ καὶ μεθ’ ἡμέραν ἀδιασπάστως παρίστανται τῷ θυσιαστηρίῳ. Ἴσασι καὶ τὸν καταφρονοῦντα, καὶ τὸν μὴ καταφρονοῦντα· γνωρίζουσι καὶ τοὺς εὐλαβῶς προσιόντας, καὶ τοὺς οὐχ οὕτω προστρέχοντας· ἐπίστανται καὶ τοὺς εὐορκοῦντας, καὶ τοὺς ἐπιορκοῦντας· σφραγίζουσι καὶ τοὺς καρποφοροῦντας, καὶ τοὺς ναρκιῶντας. Μὴ ὅτι λίθοις κεκαλλώπισται τὸ θυσιαστήριον σκόπει· ὑπὸ γὰρ ἀγγέλων βαστάζεται, ὑπὸ ἀρχαγγέλων κυκλοῦται. Εἰ γὰρ πᾶν ὅριον ἐθνικὸν κατὰ ἀριθμὸν ἀγγέλων ὁροθετεῖται, κατὰ τὸ φάσκον ῥητόν· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·» πόσῳ μᾶλλον τὸ θυσιαστήριον ἀγγελοπλήρωτον, ὅπου ὁ μυστικὸς ἄνθραξ ἐπίκειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερχόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρτημάτων τῷ αἰτοῦντι χαρίζονται; Καὶ ὅτι ἐν τούτοις τὸ θυσιαστήριον, ἄκουε Ἡσαί̈ου τοῦ προφήτου βοῶντος·
PG 28:909«Ἐθεώρουν, καὶ ἰδοὺ ἀπεστάλη πρὸς, μὲ ἓν τῶν σεραφὶμ, καὶ εἶχεν ἄνθρακα ἐν τῇ χειρὶ αὐτοῦ, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἥψατο τῶν χειλέων μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τῶν χειλέων σου, καὶ ἀφαιρεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.» Εἶδες τίνες παρίστανται τῷ θυσιαστηρίῳ, καὶ οἵοις ὀφθαλμοῖς δεῖ ἐνατενίζειν ἔνδον, καθαροῖς, ἀδόλοις, εὐμεταδότοις, φιλοπτώχοις; Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; καλὸν γὰρ ἡμᾶς τῆς πάσης πραγματείας ἐπιλαβέσθαι· «Ὤφθη δὲ αὐτῷ, φησὶν, ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἰδὼν Ζαχαρίας, ἐταράχθη, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ παντὶ τῷ λαῷ σου.» Ταῦτα τοῦ ἀγγέλου διαγορεύοντος, ὁ Ζαχαρίας ἐν τούτῳ, δειλίᾳ καὶ φόβῳ Θεοῦ συλληφθεὶς, ἀνταπεκρίθη πρὸς τὸν ἄγγελον φάσκων· Ἔξω φόβου κελεύεις με ὑπουργεῖν, καὶ λέγεις μοι· Μὴ φοβοῦ, Ζαχαρία· καὶ πῶς οἷόν τε τοῦτο;
Ὃ οὐκ εἶδόν ποτε, νῦν ἐν πρώτοις τεθέαμαι, πῦρ φθεγγόμενον, ἀσώματον ἄνθρωπον, ζωγραφητὸν πρόσωπον, ἀσύνθετον ὄψιν, νεφελοσύστατον σχῆμα, ἀερόβατον δρομέα πτεροβόλον, θυσιοπάρεδρον λόγον ἐκβάλλεις, καὶ φόβον δεικνύεις· τὰ ῥήματά σου πύρινα, καὶ τὰ ἐπαγγέλματά σου δύσπιστα. Ἐλισάβετ κυοφορήσει, κἀγὼ πατὴρ ἀναδειχθήσομαι; Ὅτε θανάτου γειτονία, τότε παιδὸς φυτουργία; Ὅτε πάππος τὴν ἡλικίαν, τότε πατὴρ τὴν προσδοκίαν; λόγος πρὸς γόνον οὐδείς· ἐσβέσθη τὰ γεννητικὰ μόρια, ἐκαθεύδησε λοιπὸν ἡ φύσις, ἀδιύπνιστος πρὸς ὄρεξιν μένει, λήθην ἑαυτῆς εἰργάσατο. Κἀγὼ τῷ γήρατι τῇ γῇ προσνένευκα, καὶ Ἐλισάβετ πρὸς ἑτοιμασίαν βακτηρίαν μεμίσθωται. Ἅπαξ ἡ ξηρὰ ῥάβδος τοῦ Ἀαρὼν ἤνθησεν, οὐχὶ δὲ πολλάκις. Κατὰ τί γνώσομαι τοῦτο; Ὁ δὲ ἄγγελος πρὸς αὐτόν· Τί ἀδολεσχεῖς, Ζαχαρία; καὶ ἱερατεύεις, καὶ διστάζεις; Μὴ οὐκ ἦν Ἀβραὰμ ἑκατονταετὴς, καὶ Σάῤῥα πρὸς νέκρωσιν μήτρας ἀσχολουμένη; Μὴ ἔστειλεν ὁ τούτων καρπός; Εἰ μὴ εἶχες ὑποδείγματα, καλῶς ἐδίστασας· εἰ δὲ ἐξ ἐκείνων κατάγῃ, τί τὰ ἐκείνων οὐ διανοῇ, Ὁ ἐθνικὸς Ἀβραὰμ ἐπίστευσε, καὶ ὁ ἱερατικὸς ἀμφιβάλλεις;
ἐκεῖνος ἐκτὸς θυμιάματος ἐμυρίσθη, καὶ σὺ ἐν τῷ θυσιαστηρίῳ ἐκαπνίσθης; ἐκεῖνος τὸν κληρονόμον δεχόμενος ἠγαλλιᾶτο, καὶ σὺ τὸν πρόδρομον Ἰωάννην εἰς οὐδὲν λογίζῃ; Αὐτός σε τῆς καταδίκης ἐξελεῖται, αὐτός σε τῆς κατάρας ἐλυτρώσατο· αὐτός σου τὴν γλωττιαίαν κλεῖδα βαστάζει· αὐτὸς πρὸς Κύριον πολλοὺς ἐπιστρέψει· αὐτὸς ἐν δυνάμει Ἡλίου τοῦ προφήτου προπορεύσεται, οὐ πύρινον σκεῦος ἁρματηλατῶν, ἀλλὰ τὸ Ἰορδάνειον λουτρὸν εὐτρεπίζων διὰ τὸν πολὺν ῥύπον τῶν ἁμαρτιῶν. Διό σοι καὶ εἰπεῖν προσετάχθην· «Εἰσηκούσθη ἡ δέησίς σου·» ὅτι ἔφθασεν ὁ καιρὸς ὁ πάλαι προφητευθεὶς καὶ νῦν πληρωθείς· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Διὰ τοῦτο, Ζαχαρία, σὺ μὲν φιμώθητι, ἐν καιρῷ τῆς ἀντιλογίας τὸ πρόςτιμον τῆς τιμωρίας δεχόμενος· ἐγὼ δὲ τόπον ἐκ τόπου μετέρχομαι, καὶ πρὸς τὴν Παρθένον μέλλω πορεύεσθαι, ἀπὸ τῆς στρατιωτικῆς ὁμιλίας ἐπὶ τὴν ἀποστολικὴν διακονίαν χωρῶν. Ταῦτά μοι διὰ βραχέων, ὦ φίλε, εἰς τὴν παραληφθεῖσαν τῆς τοῦ Ζαχαρίου ἀπιστίας προωδοιπόρηται.
PG 28:911Τίνα δὲ καὶ τὰ ἀρτίως παραναγνωσθέντα, καιρὸς λοιπὸν ἐπιζητῆσαι. Ποῖα ταῦτα; Τὰ ὑπὸ τοῦ Γαβριὴλ μηνυθέντα, καὶ ὑπὸ τῆς Παρθένου πιστευθέντα, καὶ ὑπὸ τοῦ Πνεύματος προβιβασθέντα, καὶ ὑπὸ τοῦ Κυρίου θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.» Ὢ μνῆστρα ἄλλῳ μνηστευθέντα, καὶ ἄλλῳ κατεγγυηθέντα ὢ μνῆστρα χαρᾶς ἐμφανιστικὰ, καὶ ταραχῆς διαιρετικά Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Εἰσελθὼν δὲ εἰς τὸν οἶκον ὁ ἄγγελος, ἠσπάσατο τὴν Παρθένον καὶ εἶπε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.» Εἶδες τὴν χαρὰν τοῦ ἀγγέλου ταραχὴν ἐγείρουσαν; Οὐ μόνον δὲ ταραχὴν, ἀλλὰ καὶ διαλογισμοὺς, ἀλλὰ καὶ ἀμφιβολίαν, ἀλλὰ καὶ τὰ παραπλήσια τούτων.
Τὸ γὰρ ἄθροον τῆς ἀγγελικῆς εἰςόδου, καὶ τὸ ξένον τῆς ὄψεως, καὶ τὸ ἀσύνηθες τῆς συντυχίας, καὶ τὸ ὑπέρογκον τῆς ἐπαγγελίας, καὶ τὸ ἀπροσδόκητον τῆς ἀκοῆς, εἰς δειλίαν ἐνέβαλε τὴν Παρθένον, τῇ ἐπινοίᾳ τῆς σωφροσύνης πᾶσαν φαύλην ἐπίνοιαν ἐκποδὼν ποιησαμένην. Διὸ καὶ ἐταράχθη, καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινε. Τί ἐστι, Καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινεν; Ἄκουε συνετῶς. Ἡνίκα Γαβριὴλ ὁ ἄγγελος, ἀποστολικὴν διακονίαν πληρῶν, ἀψόφῳ ποδὶ ἐπὶ τὸν παρθενικὸν ἐχώρει κοιτῶνα· μόνη γὰρ παρῆν ἡ Παρθένος, ἐν τῷ οἴκῳ τοῦ μνηστευσαμένου διάγουσα· ἴστε πάντες σαφῶς καὶ πῶς ἐρυθριᾷ παρὰ τὰς ἀρχὰς τοῦ συναλλάγματος ἡ Παρθένος κάτω τὰς ὄψεις φέρουσα, ἠρέμα λαλοῦσα, μὴ ἀνανεύουσα, πάσης σωφροσύνης ἐπιμελουμένη. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ ἄγγελός φησι πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριὰμ,» εἰ καὶ ἠγωνίασας, καὶ ὥσπερ παρθένος τῆς σωφροσύνης ἐφρόντισας, μὴ καταδραμὼν ὁ μνηστήρ σου καταψηφίσηταί σου τῆς εὐλαβείας. Τοῦτο γίνωσκε, Παρθένε, ὡς οὐδεμία σοι κοινωνία ἔσται πρὸς τὸν μνηστῆρά σου Ἰωσήφ. Ἕτερόν σε πρᾶγμα περιμένει, θεῖον, δεσποτικὸν, ἄφραστον, ἀνερμήνευτον, λόγῳ παραστῆναι μὴ δυνάμενον.
Δεσποτικὸς εὑρεθήσῃ σηκὸς, ἀπειρόγαμος ἀναδειχθήσῃ μήτηρ, τὸν οὐρανοῦ καὶ γῆς δεσπότην μέλλεις ὑποδέχεσθαι, ἀδιάφθορον τόκον κυοφοροῦσα. «Μὴ φοβοῦ, Μαριὰμ,» στήριξόν σου τὸν λογισμὸν, νεύρωσόν σου τὴν ψυχὴν, ἕδρασόν σου τὴν καρδίαν. Μὴ μιμήσῃ τὸν Ζαχαρίαν, μὴ ἀμφιβάλῃς, ὡς ἐκεῖνος, σὺ τῶν γυναικῶν τὸ καύχημα· σὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸ ἀγαλλίαμα· σὺ τῶν ἐθνῶν τὸ ἐγκαλλώπισμα· σὺ τῆς χαρᾶς τὸ ῥίζωμα· σὺ τῆς εὐλογίας τὸ φυτούργημα. Σὺ εὗρες χάριν παρὰ τῷ Θεῷ παρὰ πάσας τὰς παρθένους. Καὶ, «ἰδοὺ συλλήψῃ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Τούτων σοι τῶν ἀγαθῶν ἥκω μηνυτὴς ὑπάρχων, εἰ καὶ ἔξω φύσεως τὰ λεγόμενα· ἀλλ’ ὅμως παρὰ τῷ φυσιουργῷ πάσης τῆς κτίσεως οὐδὲν σκολιὸν ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα εὐθέα καὶ πρὸς εὐχέρειαν βλέποντα. Ἐν ταύταις ταῖς ἐπαγγελίαις ἡ Παρθένος σαγηνευθεῖσα, καὶ πάσης φαύλης ἐπινοίας ἀπαλλαγεῖσα, οὐκέτι ὡς ἀπαῤῥησίαστος ἐσιώπα, λέγουσα πρὸς τὸν ἄγγελον· «Πῶς ἔσται μοι τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω;» Τί μου καὶ τὴν καρδίαν θροεῖς, καὶ τὴν ἀκοὴν ξενοφωνεῖς;
Τί τὸ μὴ ἀκουσθὲν ἀπὸ τοῦ αἰῶνος διαγγέλλεις; ἔγκυος εὑρεθήσομαι, καὶ ἀνδρὸς πεῖραν οὐ λήψομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μήτηρ ὀνομασθήσομαι, καὶ μητρικῶν ὠδίνων ἔξω γενήσομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μαζὸν ἐπιδώσω, καὶ σπάργανα συσφίγξω, καὶ παῖδα γαλακτοτροφήσω, καὶ τί τὸ ἐν ἐμοὶ οὐ γνώσομαι; «Πῶς ἔσται μοι τοῦτο;» λέγε μοι τὴν εὔλογον αἰτίαν, ἵνα γνώσω τὴν ἀμφίβολον κυοφορίαν. Ξένον τῆς Εὔας ἡ γέννησις, ἀλλ’ ὅμως ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· καὶ ἔσχε τὸ αἴτιον ὅθεν ἐγνωρίσθη τὸ φύραμα, ὅτι ἐξ αὐτοῦ ἡ αὐτῷ ληφθεῖσα, καὶ ὁ ἴδιος τῷ ἰδίῳ ἀνεπληρώθη τόπος Ξενοπρεπεστέρα δὲ τῆς Εὔας ἡ τοῦ Ἀδὰμ γέννησις· ἀλλ’ ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνωρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς, θεόμορφον ζῶον κατεσκεύασε τὸν πρωτόπλαστον. Ὡς ἐκεῖνα γνώριμα, καὶ τοῦτο σαφήνισον· ἐπειδὴ τὸ προλεχθέν μοι παρὰ σοῦ ὑπερηκόντισε τὰ λεχθέντα· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ὁ δὲ Γαβριὴλ πρὸς τὴν Παρθένον· Πῶς ἔσται σοι τοῦτο; Παρ’ ἐμοῦ τὸν τρόπον ζητεῖς, Παρθένε, μαθεῖν; Μὴ δύναται δοῦλος σκοπὸν εἰδέναι δεσπότου;
Πῶς ἔσται σοι τοῦτο; Μηνυτὴς ἀπεστάλην, οὐχ ἑρμηνευτής. «Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἃ ἀκούω λαλῶ, οὐδὲν ἴδιον πλάττω. Πῶς ἔσται σοι τοῦτο; Τὸ πῶς ἐπὶ Θεοῦ μὴ ζήτει. Πῶς ἔσται σοι τοῦτο; Ὡς Ἡσαί̈ας προηγόρευσε φάσκων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει·» τὸ ἕξειν σε προηγόρευσεν, ἐγὼ δὲ λέγω σοι, ὅτι «τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·» αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View