PG 28Athanasius
Sermon on the Annunciation of the Theotokos
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:917ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Κηρυκτικὸν εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαν τῆς ἀκροάσεως δεῖ ἀποβλέπειν· ἀλλὰ πρὸς τὴν ἀπαιτουμένην δύναμιν, καὶ ὑπόθεσιν, καὶ αἰτίαν, ἣν ἐπιθεωροῦντας, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύγματος. Διὸ καὶ νῦν ἐπὶ τὸ κήρυγμα τοῦ θείου Εὐαγγελίου τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ ἥκοντας ἡμᾶς, καὶ τοῦτο μέλλοντας ἀνακηρύττειν πρὸς συνέλευσιν τῆς ἑορτῆς, ἀνάγκη, καθ’ ὑπόθεσιν καὶ αἰτίαν τῆς ἀσάρκου καὶ ὑπερθέου Τριάδος, τὴν σάρκωσιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος ἀνατιθέναι. Ἐὰν γὰρ μὴ προδιαστελῆται τὰ περὶ Τριάδος, τὰ περὶ τοῦ ἑνὸς σαρκωθέντος πῶς ἐξέλθωμεν; Οὐκοῦν δέον. ἐκεῖθεν ἐπαναγαγόντας τὸν λόγον, μετέρχεσθαι εἰς τὰ κατὰ τὴν σάρκωσιν, καὶ οὕτως τὰ κατὰ τὸν εὐαγγελισμὸν ἐπακούειν.
Καὶ πρότερον ἐπισημαινόμενοι, ὑπαναμιμνήσκομεν, ὅτι μία τῶν δεσποτικῶν πρώτη τε καὶ πάνσεπτος ἑορτὴ, κατὰ τὴν τῶν πραγμάτων τάξιν καὶ σύνταξιν τῶν ὑποκειμένων ἐν τοῖς κατὰ Χριστὸν κηρύγμασιν, ὑπάρχουσα, τοῦ θείου εὐαγγελισμοῦ κλητὴ ἁγία ἡμέρα, περὶ τῆς ἐξ οὐρανοῦ καταβάσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ κατασκευάζει τὸ κήρυγμα. Καὶ γὰρ κατελθόντα αὐτὸν ἐκ τῶν οὐρανῶν πιστεύομεν, καθὼς καὶ ἀνελθόντα διομολογοῦμεν. Δέον τοίνυν, ἐπειλημμένους τοῦ θείου κηρύγματος, ἐκεῖθεν ἄρξασθαι, ὅθεν καὶ διαστέλλεσθαι δυνήσεται τὰ λεγόμενα. Πιστεύομεν τοιγαροῦν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Τριάδα ὑποστάσεων, ἀδιάσπαστον ἐχόντων τὴν διαίρεσιν, καὶ τὴν ἕνωσιν ἀσύγχυτον. Οὐδὲ γὰρ κατὰ τοπικὴν διάστασιν τὴν διαίρεσιν τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων πρεσβεύομεν, οὐδὲ συγχυτικὴν τὴν ἕνωσιν· ἀλλ’ ἀδιάστατον τὴν διαίρεσιν, καὶ ἀσύγχυτον τὴν ἕνωσιν, ἓν ὄνομα τὸ, Θεὸς, ἔχοντα κατὰ μίαν μονάδα συστάσεως. Ἐπεὶ καὶ ἕνα Θεὸν ἐν Τριάδι προσώπων καθομολογοῦμεν, τὸ ἄναρχον καὶ ἄχρονον καθ’ ἑκάστην τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων τάττοντες, κατὰ τὴν χαρακτηριστικὴν αὐτῶν ἰδιότητα·
PG 28:918ἐν Πατρὶ τὸ ἀγέννητον, ἐν τῷ Υἱῷ τὸ γεννητὸν, ἐν τῷ Πνεύματι τὸ ἐκπορευτόν· ἄναρχον καὶ ἄχρονον τὸν Πατέρα δοξάζοντες, ἄναρχον καὶ ἄχρονον τὸν Υἱὸν καταγγέλλοντες, ἄναρχον καὶ ἄχρονον τὸ Πνεῦμα τὸ ἅγιον καθομολογοῦντες· οὐ πρότερον τὸν Πατέρα, καὶ ὕστερον τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα, ἀλλ’ ἅμα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, κατὰ μίαν ἄναρχον καὶ ἄχρονον ὑπερούσιον μονάδα ὑπάρξεως σέβοντες, ἕνα Θεὸν ἐν τρισὶν ἰδιότησι πιστεύοντες καὶ ἀληθῶς δοξάζοντες, οὐχ ὡς ἄλλον Θεὸν τὸν Πατέρα προϋπάρχοντα, καὶ ἄλλον Θεὸν τὸν Υἱὸν ὕστερον ἐπεισαχθέντα, καὶ ἄλλον Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐπινοηθέντα, κατὰ τοὺς αἱρετικοὺς βλασφημοῦντας· ἀλλ’ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦντες, μίαν ἔχοντα τὴν οὐσίαν, καὶ τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα. Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ, καὶ ἄθροισμα ἢ πλήρωμα, τὰ κατὰ θεολογίαν ἔχωμεν. Τί δὲ ταῦτά ἐστιν ἢ περὶ τί ταῦτα, καθεξῆς ἀκούσωμεν·
ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀί̈διον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸ ἄγνωστον, τὸ ἀνερμήνευτον, τὸ ἀσχημάτιστον, τὸ ἀνεξιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτὸν, τὸ Κύριον κυρίων, τὸ Βασιλέα βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύναμον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολογίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν· ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν κατὰ τὸ ἐπιμεριζόμενον ἐμάθομεν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν Γραφήν· οὐ κατὰ μίαν ὑπόστασιν μόνου ἀνάγοντα, ἀλλὰ καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ἐπίσης θεωρούμενα καὶ θεολογούμενα. Διὸ καὶ αὐτὸς ὁ μονογενὴς Θεός φησι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·» καὶ πρὸς τὸν Πατέρα λέγων· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ἐν ἅπασι γὰρ οἷς δοξάζεται ὁ Πατὴρ θεολογούμενος, ἐν αὐτοῖς δοξάζεται καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.
PG 28:919Καὶ ἐντεῦθεν τέλειος Θεὸς ὁ Πατὴρ λέγεται, καὶ τέλειος Θεὸς ὁ Υἱὸς, καὶ τέλειος Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπείπερ μηδὲν ἐλλείπει τοῦ περὶ τὴν θεότητα πληρώματος ἕκαστον· ἀλλ’ ἰσίαν ἔχει πάντων τῶν ἰδιωμάτων, ὧν ἐπίσης καὶ τὸ πλήρωμα τῆς θεότητος θεωρεῖται. Ἐκ παραγωγῆς γὰρ τοῦ ἴσου, ἰσία λέγεται θηλυκῇ ἐκφορᾷ ἡ τῆς ἰσότητος τῶν πολλῶν συστατικὴ περίληψις. Ὧν γὰρ ἴση τίς ἐστιν οὐσία, διαφερόντων ἰδιωμάτων, ἰσία λέγεται, ὥσπερ καὶ ὁσία καὶ μία. Καὶ ἐπείπερ ἰσία λέγεται κατ’ ἐτυμολογίαν, τροπῇ τοῦ ι εἰς ο, καὶ πλεονασμῷ τοῦ υ στοιχείου, οὐσία διερμηνεύεται, ὡς οὖσά τις συστατικὴ ὕπαρξις, τῶν ἐκ πλειόνων ἐπὶ μίαν μονάδα ἐχόντων τὸ ἄθροισμα. Καὶ οὕτως εἰς τὸν κατ’ εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον ἀποβλέποντες, κανονίζομεν, ὅτι ἡ σύστασις τῶν περὶ αὐτοῦ ἰδιωμάτων, κατὰ τὴν αὐτοῦ ὕπαρξιν, οὐσία προσαγορεύεται, ὡς οὖσα περίληψις καὶ περιοχὴ τῶν πλειόνων, ἐπὶ ἓν ἐχόντων τὸ ἑαυτῶν ἄθροισμα.
Καὶ γὰρ τὸ κτιστὸν εἶναι τὸν ἄνθρωπον, τὸ νοερὸν, τὸ λογικὸν, τὸ ἔμψυχον, τὸ σωματικὸν, τὸ παθητικὸν, τὸ ῥευστὸν, τὸ χρονικὸν, τὸ θνητὸν, τὸ γεννητὸν, τὸ φθαρτὸν, τὸ αὐξητικὸν, τὸ τρεπτὸν, τὸ ἀλλοιωτικὸν, τὸ λυπηρὸν, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ ἀναλογίαν καὶ ἐκλογισμὸν ἐπίσης ἐπὶ τὸν ἄνθρωπον λαμβανόμενα κατὰ τὸ ἴσον, ἰσία λέγεται, καὶ τροπῇ καὶ πλεονασμῷ τῶν στοιχείων, οὐσία προσαγορεύεται, κἀντεῦθεν πλήρωμα τῆς ἀνθρωπότητος ἑρμηνεύεται, τὸ συμπληροῦν αὐτῆς τὸ ἄθροισμα, κατὰ τὸ μοναδικὸν αὐτῆς σύστημα. Ἐν οἷς σημειούμεθα, ὅτι οὐδὲν τούτων καθ’ αὑτὸ οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτων ἀθροιζομένων. Οὐ μήν τι τούτων ὑπόστασις λέγεται· ἀλλὰ κοινῶς μὲν, οἷον ἀπολύτως ἐπὶ πάντων συναγόμενα, οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτων τὸ ἄθροισμα· ἰδίως δὲ καὶ ἐφ’ ἑνὸς ὑπόστασις. Ὅταν μὲν οὖν κοινῶς ἐπὶ πολλῶν ταῦτα θεωρῆται, οὐσία προσαγορεύεται· ὅταν δὲ καὶ ἐπὶ ἕνα ἰδίως συνάγηται, ὑπόστασις ἐξονομάζεται.
PG 28:921Καὶ ὥσπερ πάλιν εἰς τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενον ἄνθρωπον ἀποβλέποντες, ἅμα τοῦτον νοῦν καὶ λόγον καὶ πνεῦμα καθορῶμεν, καὶ οὐδὲν τούτων πρότερον οὔτε ὕστερον, ἀλλὰ κατὰ ταὐτὸ συνέστη, καὶ ἕνα μὲν λεγόμενον, τριάδα δὲ νοούμενον, ὡς οἷον καὶ τὸν νοῦ μὲν ἀγέννητον, γεννητὸν δὲ τὸν λόγον, καὶ τοῦτον κατὰ καιρὸν μελανούμενον, καὶ ἐγγραφόμενον, καὶ ἀποστελλόμενον· οὕτως καὶ ἐπὶ τοῦ πάντων Θεοῦ, τὸν μὲν Πατέρα ὡς νοῦν ἀγέννητον, τὸν δὲ Υἱὸν ὡς Λόγον γεννητὸν, καὶ τοῦτον ἀποστελλόμενον, κατὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος, οὐχ ὡς προφορικὸν κατὰ καιρὸν καὶ χρόνον πρὸς χρείαν ἀπογεννώμενον, ἀλλ’ ὡς ὑποστατικὸν, καὶ αὐτόχρημα τοῦτο ὄντα, καθὼς καὶ γεγένναται. Ἅπαξ γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς, ὑπόστασίς ἐστι, στάσιν ἀδιάλυτον ἔχων, ὑφ’ ὧν καὶ εἶναι πέφυκε. Τὸ γὰρ ὑπόστασις κατ’ ἐτυμολογίαν διερμηνεύεται ὑπό στασις. Καὶ γὰρ ὡς νοῦς ὁ Πατὴρ, κατ’ αἰτίαν τοῦ γεννητοῦ, ὡς γεννητὸν τὸν Υἱὸν ἐπ’ αὐτὸν ἔχει. Διὸ καὶ ὁ εὐαγγελιστὴς ἀντὶ τοῦ «ὑπὸ» τὸ «πρὸς» ἀναγέγραφε λέγων·
«Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύναμόν ἐστι, καὶ καθ’ ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προςκείμενα. Ὑπόστασις τοίνυν ἐστὶν ὁ Υἱὸς, ὡς ὑπό τι τὸν Πατέρα στάσιν ἔχων, καὶ οὐ χωρὶς τοῦ Πατρὸς ὢν, ἀλλὰ πρὸς τὸν Πατέρα ἀεὶ ὤν· καὶ οὔτε θέλημα ἄλλο παρὰ τοῦ Πατρὸς ἔχων, οὔτε μὴν δύναμιν ἑτέραν, οὔτε μὴν ἐνέργειαν, ὡς οὐδὲ ἄλλην οὐσίαν, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἔχων καὶ αὐτὸς ὁ Υἱὸς, ὁμοούσιός ἐστι τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Οὗτος κατὰ πατρικὴν βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, ὡς μεγάλης βουλῆς Πατρὸς ἄγγελος, θαυμαστὸς σύμβουλος, καὶ πάλαι, ὡς Λόγος τοῦ Πατρὸς, πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν σαρκωθεὶς καὶ ἐνανθρωπήσας, ὃς, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν· οὐ θεοῖς τισι τερατευομένοις ἐγχειρήσας τὴν αὑτοῦ πρόνοιαν, καθά φασιν Ἕλληνες, ἀλλ’ αὐτὸς ὁ Υἱὸς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν τῶν ὄντων πρόνοιαν ἀναδεδεγμένος.
PG 28:922Ἐπείπερ καὶ τὸ κοινὸν ἐνδεικνύμενος τῆς αὐτῆς καὶ μιᾶς προνοίας καὶ ἐνεργείας, φησίν· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Οὐδὲ γὰρ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ Υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν. «Ὃς ὢν» [ὡς καὶ πάλιν φησὶν ὁ κήρυξ] «ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» [δῆλον δὲ καὶ τῆς τοῦ Πατρὸς], φέρων τε «τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Ἀναστρέφων δὲ καὶ αὖθις ὁ λόγος, εἰς τὴν αὐτὴν ἔννοιαν ἐπισυνάγεται, περιβλέπων, ὅτι τὸ ἀπαύγασμα, ὡς ἀκτὶν πανήλιος, ὡς ἐκ δίσκου πανηλίου ἀδιάστατον ἔχει τὴν ἔλλαμψιν, καὶ χαρακτὴρ ἔνδειξίς τίς ἐστι τῆς ὑποστάσεως, δι’ ἧς καὶ χαρακτηρίζεται. Ὡς οἷον γὰρ κατὰ δακτυλίου χαρακτὴρ ἐντυπούμενος, τὸ αὐτὸ ἐκτύπωμα, ὃ καὶ ἐκσφράγισμα ἑρμηνεύεται, μηδὲν ἐν τοῖς κατ’ οὐσίαν ἐλλεῖπον ἔχει· οὕτως ὁ Υἱὸς τὸν αὐτὸν χαρακτῆρα τοῦ Πατρὸς φέρει.
Οὐδὲ γὰρ παραλλάσσει ὁ χαρακτὴρ ἐκτυπούμενος, ἀλλ’ ἀπαράλλακτος μένει, κατὰ τὸν αὐτὸν ἐν τῷ δακτυλίῳ χαρακτῆρα, ἔν τε κηρῷ καὶ χρυσῷ ἐκτυπούμενος κατὰ τὸ βασιλικὸν δηνάριον· καὶ οὕτως ὁ θεῖος χαρακτὴρ τοῦ Υἱοῦ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἀπαράλλακτος σφραγίς ἐστι, καὶ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατ’ αὐτὸν τὸν ἴδιον χαρακτῆρα, τὴν ὡς κηρίνην σάρκα εἰς ἑαυτὸν ἀνεδέξατο ἐντυπωσάμενος αὐτὴν ἐν ἑαυτῷ [οὐδὲ γὰρ ἀδύνατον τοῦτο, οὐδὲ μὴν ἄπιστον]· ἵνα κατὰ καιρὸν πατρικῆς εὐδοκίας, ὡς χαρακτὴρ [ἐπεὶ καὶ χαρακτὴρ] ἐντυπώσῃ ἐν ἑαυτῷ τὴν σάρκωσιν, ὡς κήρωσιν ταύτην φέρων, ἢ χρύσωσιν· ἐπεὶ καὶ τὸ ὅλον μυστήριον ὑπεμφαίνεται τῆς τοιαύτης ἀφράστου καὶ ἀνερμηνεύτου σαρκώσεως. Ἔτι γὰρ καὶ ἄφραστον καὶ ἀνερμήνευτον μένει διὰ τὸ αὐξητικόν· ἐπείπερ καὶ κατ’ αὔξησιν δογματίζομεν, καὶ οὐ κατὰ τὸ ἅμα τῆς σφραγῖδος. Ἐπὶ μὲν γὰρ τῆς σφραγῖδος, ἅμα τε πρὸ πολλῶν καὶ ἐν πολλοῖς κηροῖς δύναται ἀναφέρεσθαι τὸ ἐκτύπωμα· ἐπὶ δὲ τῆς θείας σαρκώσεως οὐχ ἅμα, ἀλλὰ κατ’ αὔξησιν τὸ τέλειον δογματίζεται.
PG 28:924Τοῦτο δ’ ἂν καὶ διανοεῖσθαι πάλιν δύνηται, ὡς εἴ τις ἔχοι λεπτότητα νοῦ, καὶ δύναται εἰσδῦναι κατὰ βάθους τοῦ ψυχικοῦ σπειρομένου σώματος, καὶ συνιδεῖν ἀφράστως καὶ ἀνεκλαλήτως, πῶς ἐκεῖ ἐμπίπτοντος τοῦ γονίμου σπέρματος, εὐθὺς μὲν ἐπί τι μόριον συντρέχει, κατὰ μικρὸν δὲ καὶ κατ’ ἐπίδοσιν τὴν αὔξησιν λαμβάνει. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐπὶ τῶν καθ’ ἡμᾶς λαλεῖται, πλὴν ὅτι φαντασίᾳ ὡς ὑπέμφασις γίνεται ἀλαλήτως καὶ ἀφράστως· ἀλλὰ κατ’ αὔξησιν μὲν οὖν ἡ θεία τοῦ Λόγου σάρκωσις γίνεται, οὐκ αὔξοντος τοῦ θείου χαρακτῆρος, οὐδὲ μὴν συναύξοντος· ἀλλ’ ἐπαυξούσης τῆς ἐμψύχου σαρκὸς καθ’ ὅλον τὸ πλήρωμα, καθ’ ὃ ἄνθρωπος ἐξιδιάζεται καὶ κυοφορεῖται. Διὰ τοῦτο ἐννεάμηνος νόμῳ ἀνθρωπίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματίζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χαρακτῆρα τὸ ἀνθρώπινον σχῆμα τὴν στάσιν ἑαυτοῦ ἀνεδέξατο, καθ’ ἕνωσιν μὲν ὡς πνεύματος πρὸς ψυχήν. Οὕτω γὰρ δύο τέ ἐστι καὶ οὐχ ἓν ὁ Χριστὸς, καὶ εἷς καὶ οὐχὶ δύο· καὶ δύο μὲν καὶ οὐχ ἕν ἐστι κατὰ τὰς δύο φύσεις, καὶ εἷς καὶ οὐχὶ δύο κατὰ τὴν μίαν ὑπόστασιν.
Διὸ καὶ δύο μὲν θελήματα λέγομεν, καὶ οὐχὶ δύο τοὺς θέλοντας, καὶ δύο ἐνεργείας καὶ οὐχὶ δύο τοὺς ἐνεργοῦντας. Ἀλλ’ ἕνα μὲν θέλοντα κατὰ τὴν μίαν ὑπόστασιν, δύο δὲ θελήματα καὶ δύο ἐνεργείας, κατὰ τὴν τῶν φύσεων ἰδιολογίαν Ἐν τούτοις οὖν διακηρύττοντες τὸ θεῖον τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως μυστήριον, ἀποβαλλόμεθα τὰς τῶν αἱρετικῶν βλασφημίας, καθ’ ἃς καὶ βεβυθισμένους αὐτοὺς καταλιμπάνοντες, μετερχόμεθα εἰς τὰ παρὰ τοῦ εὐαγγελιστοῦ καθιστορούμενα περὶ τοῦ εὐαγγελισμοῦ τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ· καὶ ὡς ἔχει συντάξεως, διεξοδικώτερον ἀκουσόμεθα. Σημειούμεθα δὴ οὖν, ὅτι κατὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος ἐπὶ συμπληρώσει τῶν ἑβδομήκοντα ἑβδομάδων Δανιὴλ τοῦ προφήτου, μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ, ἐν τῷ ἐπιστρέψαι τὴν αἰχμαλωσίαν Ἰούδα ἀπὸ Βαβυλῶνος, διὰ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἀρχιερέων τότε γενομένων κατὰ τὴν συμπλήρωσιν τῶν τετρακοσίων ἐνενήκοντα ἐτῶν, κατ’ ἐφημερίαν ἱεραρχίας αὐτοῦ, εἰσῆλθε Ζαχαρίας εἰς τὸν ναὸν τοῦ Θεοῦ θυμιάσαι·
PG 28:925καὶ ὤφθη αὐτῷ ἄγγελος Κυρίου ἐκ δεξιῶν τοῦ θυσιαστηρίου, καὶ εὐαγγελίζεται αὐτῷ περὶ Ἰωάννου τοῦ υἱοῦ αὐτοῦ, ὡς συλλήψεται Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ τέξεται τὸν Βαπτιστὴν καὶ πρόδρομον τοῦ Χριστοῦ. Καὶ δὴ τῆς συλλήψεως γενομένης, τῷ μηνὶ τῷ ἕκτῳ τῆς ἐν γαστρὶ κυοφορίας Ἐλισάβετ, ἐξαποστέλλεται ὁ ἀρχάγγελος Γαβριὴλ παρὰ Θεοῦ, εἰς Ναζαρὲτ πόλιν τῆς Γαλιλαίας πρὸς τὴν Παρθένον Μαριάμ. Καὶ εἰσελθὼν πρὸς αὐτὴν ὁ ἄγγελος, ἠσπάζετο ταύτην λέγων· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Κἀνταῦθα πάλιν θεωροῦμεν, ὅτι ἡ μὲν φωνὴ τοῦ ἀγγέλου, κατὰ προφορὰν πνεύματος ἀπηχήσεως αὐτοῦ διερμηνευομένη, οὐκ αὐτὴ δὲ ἦν ἡ τοῦ Υἱοῦ ὑπόστασις, οὐδὲ αὐτὴ γέγονε σάρξ· ἀλλὰ κατ’ αὐτὴν τὴν φωνὴν, ἑτέρα οὖσα κατὰ τὴν ὑπόστασιν ἰδιότης τοῦ Λόγου καὶ Θεοῦ ἅμα ἐπεφοίτησεν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου. Καὶ βλασφημοῦσιν οἱ λέγοντες, ὅτι αὐτὴ ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἦν ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου. Διὸ καὶ ἐσημειωσάμεθα τὸν τόπον, ἀποβαλλόμενοι τῆς βλασφημίας τὴν κατάκρισιν.
Ἑτέρα τοίνυν παρὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου οὖσα ἡ ὑπόστασις τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, ἅμα, ὡς προδιανοιχθείσης τῆς ἀκοῆς τῆς Παρθένου διὰ τῆς ἀρχαγγελικῆς φωνῆς, εἰσῆλθεν εἰς αὐτὴν ἡ θεία τοῦ Υἱοῦ ὑπόστασις. Ὡς αὐτὴ μὲν ἡ Παρθένος οὐκ οἶδεν· οἶδε δὲ ὁ εἰσελθὼν, ὅπως εἰσῆλθε. Διὸ καὶ, ὡς μὴ εἰδυῖα τοῦ μυστηρίου τὴν ἔκβασιν, ἅμα διεταράχθη ἐπὶ τῷ λόγῳ τοῦ ἀγγέλου εἰπόντος, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,» καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὅθεν καὶ ὑπολαβὼν ὁ ἀρχάγγελος, εἶπε πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀλλὰ γὰρ καὶ πρὸς ταῦτα ἔστη διαποροῦσα ἡ Παρθένος, καὶ ὡς πρὸς τὴν φύσιν ἀποβλέπουσα, καὶ κατὰ τὸν Ἰωσὴφ διαλογιζομένη, ἀνθ’ ὧν μεμνηστευμένη αὐτῷ ἦν, ἀνταποκρίνεται πρὸς τὸν ἄγγελον, καί φησι·
PG 28:927«Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Καὶ ἐπείπερ, φησὶν, ὦ ἄγγελε, ἄνδρα οὐ γινώσκω, σὺ δὲ διὰ τοῦ, ἰδοὺ, δεικτικοῦ προσρήματος, λέγεις, «Ἰδοὺ συλλήψῃ,» ὡς κατὰ χρόνον ἐνεστῶτα· πῶς ἔσται, οὐκ οἶδα. Ἀλλ’ εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκριθεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Οὗτος, φησὶν, ὁ τρόπος τῆς συλλήψεως, οὕτως συλλήψῃ ἐν γαστρὶ, Πνεύματος ἁγίου ἐπερχομένου σοι, καὶ δυνάμεως Ὑψίστου ἐπισκιαζούσης σοι. «Διὸ, φησὶ, καὶ τὸ γεννώμενον ἅγιον Υἱὸς Ὑψίστου κληθήσεται.» Ἡ δὲ καὶ ἔτι διαποροῦσα, πλὴν ἐπευχομένη ἑαυτῇ, φησί· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος. Ἐπισημαίνεται γὰρ τοῦτο ὁ εὐαγγελιστὴς, ὅτι ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος, ἵνα μὴ καταλείψῃ ἀφορμὴν τοῖς ἐθέλουσι λέγειν, ὅτι αὐτὸς ὁ ἄγγελος ἐνοικήσας ἐν τῇ Παρθένῳ ἐσαρκώθη, οὐδὲ ὅτι ὁ λόγος αὐτοῦ κατὰ προφορὰν ἀπηχήσεως ἐνήργησε τὴν ἐνανθρώπησιν· ἀλλ’ ὅτι ἀπελθόντος τοῦ ἀγγέλου ἐπῆλθεν ἐπὶ τὴν Παρθένον τὸ ἅγιον Πνεῦμα, καὶ ἐπεσκίασεν αὐτῇ ἡ δύναμις Ὑψίστου·
καὶ οὕτως ὕστερον ἐτελέσθη τὸ σωτήριον κύημα. Ὑπὲρ ὧν καὶ αὖθις χρὴ κατὰ τὸ ἀναγκαῖον ἐπιστῆσαι, καὶ ἐπισκέψασθαι, πῶς εἴρηται πρὸς τὴν Παρθένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἆρα γὰρ ὥσπερ καὶ πρὸς τοὺς ἀποστόλους ἔλεγε Χριστὸς, «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους,» ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς; ἐπίσης γὰρ ἡ ἐπαγγελία, καὶ ἐκ τοῦ ἴσου τρόπου λαμβάνεσθαι δύναται, ἐπείπερ καὶ ἐνταῦθα δύναμιν ἐξ Ὑψίστου ἐπελεύσεσθαι ἐπὶ τοὺς ἀποστόλους καὶ Πνεύματος ἁγίου παρουσίαν. Τί οὖν; ἆρα ὡς πρὸς τοὺς ἀποστόλους τὸ Πνεῦμα καὶ ἡ δύναμις τοῦ Ὑψίστου ἐπήγγελται, οὕτως καὶ πρὸς τὴν Παρθένον; Καὶ εἰ μὲν οὕτως ὥσπερ καὶ εἰς τοὺς ἀποστόλους, καὶ ἡ δύναμις τοῦ Ὑψίστου καὶ ἡ ἐπέλευσις τοῦ Πνεύματος γέγονε, καὶ ἐν τοῖς ἀποστόλοις οὐ παρηκολούθησε σάρκωσις· δῆλον, ὅτι οὔτε ἐν τῇ Παρθένῳ ἡ δύναμις ἐσαρκώθη, οὔτε τὸ Πνεῦμα ἐνηνθρώπησεν, εἰ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ κοινολογίαν θεολογίας λέγεται δύναμις Ὑψίστου.
PG 28:928Ἀλλ’ ὥσπερ ἐν τοῖς ἀποστόλοις ἡ δύναμις πρὸς τὸ δύνασθαι κατὰ πάσης ἀντικειμένης δυνάμεως ἐγένετο, καὶ ἡ ἐπέλευσις τοῦ Πνεύματος καθ’ ὅλα τὰ οὐσιωδῶς προσόντα αὐτῷ, ἐνεργοῦσα ἐν πᾶσι σημείοις, καὶ τέρασι, καὶ δυνάμεσι, πρὸς βεβαίωσιν καὶ πίστωσιν τῆς Χριστοῦ ἐπαγγελίας· οὕτω καὶ ἐπὶ τῇ Παρθένῳ ἡ ἐπέλευσις τοῦ Πνεύματος ἐγένετο, ἐν πᾶσι τοῖς οὐσιωδῶς προςοῦσιν αὐτῷ κατὰ τὴν θεαρχίαν, χάριν ἐμποιοῦν, πρὸς τὸ ἐν πᾶσι χαίρειν αὐτήν. Ἐπείπερ καὶ διὰ τοῦτο κεχαριτωμένη προσωνομάσθη, διὰ τὸ ἐν πάσαις χάρισι ταῖς διὰ τοῦ Πνεύματος ἐμπεπλῆσθαι αὐτήν· καὶ δύναμιν Ὑψίστου ἐπισκιάζειν αὐτῇ, καὶ ἔχειν ἐν παντὶ χρόνῳ τῷ κατὰ τὴν σύλληψιν, πεπίστευκα δὲ ὅτι καὶ μετὰ τὴν σύλληψιν. Οὐδὲ γὰρ πρὸς καιρὸν, ὡς πείθομαι, τοῦτο ἐγένετο ἐν τῇ Παρθένῳ, ἀλλ’ ἐν παντὶ καιρῷ, καὶ τότε, καὶ νῦν, καὶ εἰς τὸ διηνεκὲς ἐπισκιάζουσαν αὐτῇ ἔχουσα τὴν δύναμιν τοῦ Ὑψίστου ἡ Παρθένος, καὶ τὴν ἐπέλευσιν τοῦ ἁγίου Πνεύματος ἐπερχομένην αὐτῇ· ἵνα κεχαριτωμένη μένῃ. Οὕτω γὰρ διανοούμεθα περὶ τούτου· Ἦσαν αὐτῇ πάντα κεχαριτωμένα διὰ τοῦ Πνεύματος καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως·
καὶ οὐχ, ὡς οἱ αἱρετικοί φασιν, ὅτι ἐνέργειά τις παρὰ τοῦ Πνεύματος ἐγένετο ἐν τῇ Παρθένῳ, τοῦ τελεσθῆναι τὴν σάρκωσιν. Κἂν γὰρ ἄνευ σπορᾶς, οὐχ οὕτω φαμὲν, ὅτι κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος διαιροῦντος ἰδίᾳ, καθὼς βούλεται, διεπλάσθη σὰρξ, παρὰ τὴν ὑπόστασιν τὴν ἐξιδιάζουσαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μὴ γένοιτο τοῦτο γὰρ τὸ οὕτω φρονεῖν Παύλου τοῦ Σαμοσατέως ἐστὶ, καὶ τῶν λοιπῶν αἱρετικῶν· ἀλλ’ οὕτω λέγομεν κατὰ τὴν τῶν ὀρθοδόξων δογμάτων ὀρθότητα, ὅτι δυνάμεως καὶ Πνεύματος ἐπλήσθη ἡ Παρθένος. Πρὸς ἁγιασμὸν μέντοι τῆς σαρκὸς αὐτῆς, καὶ πρὸς τὸ δύνασθαι φέρειν τὸ σωτήριον κύημα, οὕτως ἀκολούθως αὐτῇ ἡ θεία τοῦ Λόγου ὑπόστασις, ἐνσκηνώσασα ἐν αὐτῇ, ἐσαρκώθη καὶ ἐνηνθρώπησεν· οὐ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ’ ὑποστάσει, καθ’ ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθρώπησε. Προαπεδείχθη γὰρ, ὅτι οὐχ ὑπόστασις, ἀλλ’ ὥσπερ ἡ οὐσία καὶ ἡ ἐξουσία, καὶ βασιλεία, καὶ τὰ ἄλλα πάντα, ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκαστον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ’ οὐσίαν ἰδίᾳ διερμηνευόμενα·
PG 28:930οὕτως καὶ ἡ ἐνέργεια καὶ ἡ δύναμις περὶ τὴν ὑπόστασιν οὐσιωδῶς ἀναφέρεται· καὶ κοινῶς μὲν ἐφ’ ἑκάστης τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων, ἰδίως δὲ καὶ ἐπ’ αὐτὴν τὴν μίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ σαρκωθεῖσαν καὶ ἐνανθρωπήσασαν. Ἐπῆλθε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὴν Παρθένον, καὶ ἡγίασεν αὐτὴν, ὡς καὶ ἐν Ψαλμοῖς φησι τὸ Πνεῦμα· «Ἡγιάσατο σκήνωμα αὐτοῦ ὁ Ὕψιστος,» καὶ ἐπεσκίασεν ἡ δύναμις τοῦ Ὑψίστου, δυναμώσασα αὐτὴν, καὶ σκιᾶς θείας ἐμφανείας ἐμποιήσασα, ἵνα ἔνθεν τυπουμένη ἰδεῖν δύνηται, καθ’ ὅσον δύναται ἰδεῖν, τὸν ἐν αὐτῇ κυοφορούμενον ἀνείδεον Θεόν. Μηδὲ γὰρ ὑποληπτέον, ὅτι καθ’ ἁπλῆν τῆς φύσεως ἰδιότητα ἰδεῖν ἠδύνατο τὸν ἐν αὐτῇ ἐνσκηνώσαντα Θεὸν ἡ Παρθένος [τοῦτο γὰρ οὔτε αὐτὴ ἡ ἔμψυχος, λογική τε καὶ νοερὰ σάρκωσις ἰδεῖν ἠδύνατο]· ἀλλὰ κατὰ τὸ δυνατὸν, ὡς ἐπισκιαζούσης αὐτῆς τῆς τοῦ Ὑψίστου δυνάμεως, καὶ οἷον σκιὰς ἐμποιούσης πρὸς τὸ ἰδεῖν τὸν ἐνσκηνοῦντα Θεόν. Καὶ ὥσπερ ἡμεῖς αὐτοὶ ψυχὴν ἐνσκηνοῦσαν ἐν τῇ σαρκὶ ἡμῶν ἔχοντες, οὐχ ὡς ἔστιν ἡ ψυχὴ ἰδεῖν αὐτὴν δυνάμεθα, ἀλλ’ οἷον σκιὰς αὐτῆς καὶ τύπους ἀπὸ τῶν δυνάμεων αὐτῆς καὶ τῶν ἐνεργειῶν·
τοιοῦτο ἥ τε Παρθένος, καὶ αὐτὴ ἡ λογικὴ καὶ νοερὰ ψυχὴ ἰδεῖν ἠδύνατο, καὶ νῦν δὲ δύναται ἐκ τῶν ἐνδιδομένων αὐτῇ δυνάμεων καὶ ἐνεργειῶν. Καὶ κατὰ τοῦτον μᾶλλον ἀναλογεῖ λόγον, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Κατ’ εἰκόνα γὰρ καὶ ὁμοίωσιν τῆς τοιαύτης σαρκώσεως καὶ ἐνανθρωπήσεως ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἵνα, ἐν αὑτῷ φέρων τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, μὴ ἀμφίβολον ἔχῃ τὰ ἐπὶ τῆς τοιαύτης σαρκώσεως καὶ ἐνανθρωπήσεως· σαρκώσεως γὰρ καὶ ἐνανθρωπήσεως· καί γε καὶ συνεκφράσει προσηγορίαν κηρύττομεν, καὶ οὐ μόνον σάρκωσιν καταγγέλλομεν, ἀλλὰ καὶ ἐνανθρώπησιν· ἵνα μὴ δοκῇ τοῖς ἀθέοις αἱρετικοῖς ἄψυχον καὶ ἄνουν καὶ ἄλογον σάρκωσιν δογματίζειν ἡμᾶς, ἀλλὰ διὰ τοῦ λέγειν σάρκωσιν καὶ ἐνανθρώπησιν, τήν τε σάρκα πιστεύειν ἡμᾶς, τήν τε ψυχὴν λογικήν τε καὶ νοερὰν διασημαίνοντας. Διὸ καὶ τοὺς λέγοντας μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, καὶ μὴ ἐπιφέροντας ἐψυχωμένην, λογικήν τε καὶ νοερὰν, οὐ πάνυ ἀποδεχόμεθα, πλὴν ἐπιλυομένους καὶ ἐν δόγμασιν ἀνατιθέντας τὴν ἑρμηνείαν τῆς ῥήσεως·
PG 28:932Τὸ γὰρ καὶ πρώην ἀπλάστως ἐῤῥήθη ὑπό τινων, ἀλλ’ ἐκακουργήθη ὕστερον, πονηρευομένων τῶν αἱρετικῶν κατὰ τὴν ῥῆσιν. Ἁγιασθεῖσα τοίνυν τῇ ἐπελεύσει τοῦ ἁγίου Πνεύματος ἡ Παρθένος, καὶ δυναμωθεῖσα ἐκ τῆς τοῦ Ὑψίστου δυνάμεως, κυοφορεῖ τὸν κατὰ τὴν ἐξιδιάζουσαν αὐτοῦ ὑπόστασιν Υἱὸν τοῦ Θεοῦ, κατὰ τὴν μίαν αὐτοῦ τῆς θεότητος φύσιν· καὶ τίκτει τοῦτον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα κατὰ τὴν τῶν δύο φύσεων ἰδιότητα· ἐκ δύο καὶ ἐν δύο δογματιζόμενον ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως· οὐ θεοφόρον ἄνθρωπον, ἀλλὰ σαρκοφόρον Θεόν. Μὴ γὰρ, ὡς πάλιν εἰπεῖν, οὕτω ταῦτα νοήσαντες οἱ αἱρετικοὶ, ἀλλ’ οἷον εἴρηται, κατ’ ἐνέργειαν Πνεύματος καὶ δυνάμεως Ὑψίστου γενομένην τὴν ἐν Παρθένῳ κυοφορίαν, θεοφόρον ἄνθρωπον τὸν ἐκ τῆς Παρθένου ἐδογμάτισαν· πεφορημένην θείαν δύναμιν καὶ ἐνέργειαν τοῦ Πνεύματος, ἐνεργήσαντα ἐναντίον Φαραὼ καὶ πάντων τῶν υἱῶν Ἰσραήλ. Ὅθεν καὶ προσλαμβάνουσι τὰς παρὰ τοῦ κορυφαίου φωνὰς, δημηγοροῦντος ἐν ταῖς Πράξεσι περὶ Χριστοῦ, καὶ αὐτοῦ μὲν ὀρθῶς λέγοντος, οὗτοι δὲ στρεβλῶς καὶ πονηρῶς ἐκλαμβάνοντες, ἀνθ’ ὧν καί φησιν·
«Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλασεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύναμιν Ὑψίστου, ὡς καὶ ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, γέγραπται. Καὶ τοῦτον Υἱὸν Ὑψίστου ἐκάλεσεν ἡ Γραφὴ, οἶον καὶ εἴρηται ἐν τοῖς Ψαλμοῖς, λέγοντος τοῦ Θεοῦ πρὸς πολλούς· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἅπερ τοιαῦτα τὸν τῶν αἱρετικῶν δογμάτων διελέγχοντες νοῦν, καὶ ἐπανορθοῦν προθυμούμενοι διὰ τοῦ παρόντος κηρύγματος, λέγομεν, ὅτι οὐ θεοφόρος ἄνθρωπός ἐστιν ὁ Χριστὸς, ἀλλὰ σαρκοφόρος Θεὸς, ἀνθ’ ὧν καὶ Θεὸς ὢν, ἄνθρωπον ἐφόρεσε καθ’ ὅλον τὸ πλήρωμα τῆς ἀνθρωπότητος· Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς ὢν κατὰ μίαν ὑπόστασιν, καὶ ἐκ δύο καὶ ἐν δύο ταῖς φύσεσι.
PG 28:933Τοῦτον γὰρ τὸν ἄνθρωπον, ὃν καὶ λέγομεν, ὅτι ἐφόρεσε, τοῦτον ὁ Θεὸς καὶ Πατὴρ εὐδοκίᾳ αὐτοῦ, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κατὰ τὴν μίαν αὐτουργίαν τοῦ Υἱοῦ, ἔχρισε Πνεύματι ἁγίῳ, πᾶσαν ἐνέργειαν παρασχὼν αὐτῷ, καὶ δύναμιν Ὑψίστου περιέζωσε, πρὸς τὸ δύνασθαι φέρειν πάσης ἀντικειμένης δυνάμεως προσβολὴν, καὶ ἐνεργεῖν πᾶσαν θεραπείαν ἐν τῷ λαῷ· ἐπείπερ καὶ πειράζεσθαι ὑπὸ τοῦ Σατανᾶ κατεδέξατο, καὶ πᾶσαν ταπείνωσιν καὶ πτωχείαν ὑπέμεινεν ἐν τῇ σαρκὶ αὐτοῦ· καθὼς καὶ περὶ τούτου ὁ μέγας ἱεροκήρυξ βοᾷ λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν σαρκὶ γενόμενος, αὐτὸς λέγεται ἐνανθρωπήσας, ὥσπερ καὶ ἐν ἄλλοις φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Κἀντεῦθεν σημειωτέον, ὅτι πρῶτον ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικὸς, οὐ πρῶτον γίνεται, καὶ ἐκ τότε πέμπεται·
ἀλλὰ πρῶτον πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικός. Καὶ τούτοις τοῖς ἀποστολικοῖς συμφωνοῦσιν οἱ προφῆται, ἀπεσταλμένον αὐτὸν Υἱὸν λέγοντες. Καὶ πρότερον ἐν Ἡσαί̈ᾳ αὐτοῦ τοῦ ἀπεσταλμένου λέγοντος ἄκουε· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·» καὶ ἐξερχόμενος τὰ κατὰ καιρὸν ἐνεργείας, συνάπτει λέγων· «Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» φανερῶς διὰ τούτων παραδείξας ἑαυτὸν, ὅτι αὐτὸς ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν λέγει· «Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ διὰ Ζαχαρίου λέγων· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐπιγνώσῃ, ὅτι Κύριος ἐξαπέσταλκέ με πρὸς σέ.» Ἐντεῦθεν καὶ αὐτὸς ὁ σαρκωθεὶς καὶ ἐνανθρωπήσας διομολογεῖ αὑτὸν λέγων· Ἀπεστάλην παρὰ τοῦ Πατρός· καὶ, Ἀπέσταλκέ με ὁ Πατὴρ, τὰ αὐτὰ ἐν πολλαῖς ῥήσεσιν ἐπιμαρτυρῶν.
PG 28:934Οὐκοῦν οὐχ ὡς ἄνθρωπος ἀπεστάλη, ἀλλ’ ὡς Θεὸς, καὶ Κύριος, Υἱὸς παρὰ Κυρίου τοῦ Πατρὸς, ὡς καὶ τὸ, «Ἔβρεξε Κύριος παρὰ Κυρίου,» παρὰ Κυρίου κεῖται· καὶ τὸ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου.» Λαμβάνει δὲ κἀν τούτοις τὸν θρόνον Δαβὶδ, τοῦ σωματικῶς γενεαλογουμένου πατρὸς αὐτοῦ· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Καὶ κατανόει λόγον καὶ δόγμα συνυφιστάμενον τῇ ἐξηγήσει ταύτῃ. Ζητοῦσι γὰρ παρασαλεύοντες πάντα οἱ αἱρετικοὶ, καὶ διερωτῶσιν ὑποκρινόμενοι· Εἰ τοῦτο παρηκολούθησε τῇ σαρκώσει Χριστοῦ· ἤτοι λαβόντος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσαντος ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας. Πρὸς οὓς ἀποκρινόμενοι, φαμὲν ὅτι μετ’ ἐπιτηρήσεως δεῖ προσέχειν, ὅτι, εἰπόντος τοῦ ἀγγέλου, «Καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ,» οὐκ ἐπεσημήνατο, ἐφ’ ᾧ στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ’ ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ’ ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρηται, ἐφ’ ᾧ μεταστῆσαι τοῦτον τὸν θρόνον, ὡς καὶ αὐτὸς ὁ Χριστὸς διερμηνεύων ἔλεγε πρὸς Ἰουδαίους·
«Διὰ τοῦτο ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν λαβὼν ὁ Χριστὸς τὸν θρόνον Δαβὶδ, μετέστησεν αὐτὸν καὶ ἔδωκε τοῖς ἁγίοις Χριστιανῶν βασιλεῦσι, ἐπαναστρέψαι τούτους ἐπὶ τὸν οἶκον Ἰακώβ· καὶ παραδοὺς αὐτὸν εἰς ὀνειδισμὸν καὶ εἰς διαρπαγὴν, βασιλεύει ἐν Χριστιανοῖς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· οὐδὲ γὰρ λαῷ ἑτέρῳ ὑπολειφθήσεται, κατὰ τὰς ὁράσεις Δανιὴλ τοῦ προφήτου· ἀλλ’ ἀνακηρύττουσιν αὐτὸν Χριστὸν βασιλέα εἶναι, αὐτὸν διαρκῆ μέχρι τῆς δευτέρας αὐτοῦ παρουσίας, καθ’ ἣν ἐλευσόμενος, μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἰ γὰρ γεννηθεὶς ἐκ τῆς Παρθένου, καὶ πάντα τελέσας τὰ κατὰ τὴν οἰκονομίαν τοῦ θανάτου καὶ τοῦ σταυροῦ, ἀναστάς φησιν· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» ἤδη ἐκεῖθεν ἐβασίλευσε, καὶ ἀνακηρύττεται Χριστιανῶν βασιλεύς· ὡς καὶ κατ’ ἀρχὰς τῶν εὐχῶν συγκαλούμενοι ἀλλήλους, ἀνακράζουσι λέγοντες· Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ ἡμῶν.
PG 28:936Καὶ ἐρχόμενος κατὰ τὴν μεγάλην καὶ ἐπιφανῆ αὐτοῦ δευτέραν παρουσίαν, αὐτὸς μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἐπεὶ αὐτὸς βασιλεύς ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, καὶ αὐτὸς Κύριος ὁ Θεός. Δι’ αὐτὸν καὶ ἡ τεκοῦσα αὐτὸν βασίλισσα, καὶ Κυρία καὶ Θεοτόκος, κυρίως καὶ ἀληθῶς δογματίζεται. Καὶ ἐφαρμόζεται κἀντεῦθεν λέγειν ὡς πρὸς αὐτὴν ἀφορῶντας ἡμᾶς, καὶ πρὸς αὐτὸν τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Υἱὸν αὐτῆς· Νῦν «παρέστη ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ γὰρ καθὰ γυνὴ ἐχρημάτισεν ἡ βασίλισσα, καὶ Κυρία, καὶ Μήτηρ τοῦ Θεοῦ, κατὰ τὸ γυναικεῖον αὐτῆς σχῆμα, καὶ νῦν ὡς βασίλισσα παρισταμένη ἐκ δεξιῶν τοῦ παμβασιλέως Υἱοῦ αὐτῆς, ἐν ἱματισμῷ διαχρύσῳ τῆς ἀφθαρσίας, περιβεβλημένη, πεποικιλμένη, ἱερολογεῖται· ἀνθ’ ὧν μηδὲ καθ’ ἁπλότητα πνευματικὴν, καὶ οἷον ἄσαρκον καὶ ἀσώματον παρίσταται, ἀλλὰ περιβεβλημένη μὲν κατὰ τὴν παναγεστάτην αὐτῆς σάρκα τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν, καὶ πεποικιλμένη κατὰ τὰ ἐπερείδοντα αὐτῆς τὴν σάρκα παναγιώτατα ὀστᾶ.
Καὶ γὰρ καὶ ἐκ τῶν σαρκῶν αὐτῆς καὶ ἐκ τῶν ὀστέων αὐτῆς, ὡς ἐκ τοῦ πάλαι Ἀδὰμ, ὁ νέος Ἀδὰμ, κατ’ ἀντιπρόσωπον πλάσας ἑαυτῷ τὴν ὡς πλευρὰν σάρκωσιν, φέρει αὐτὴν εἰς τὸ διηνεκές. Καὶ ἐντεῦθεν ἡ νέα Εὔα, Μήτηρ τῆς ζωῆς ὀνομαζομένη, μένει περιβεβλημένη, πεποικιλμένη, εἰς ἀπαρχὴν ζωῆς ἀθανάτου πάντων τῶν ζώντων. Εἴπωμεν τοίνυν καὶ αὖθις καὶ πάλιν καὶ ἀεὶ καὶ διὰ παντὸς, ὡς πρὸς αὐτὸν τὸν βασιλέα Κύριον καὶ Θεὸν, καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν Κυρίαν τε καὶ Θεοτόκον ἀποβλέποντες, κινήσει θεωρίας τοῦ κατὰ νοῦν ἡμῶν διορατικοῦ ὀφθαλμοῦ· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ δὴ ἄκουσον, θύγατερ Δαβὶδ καὶ Ἀβραὰμ, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν ἡμῶν, καὶ μὴ ἐπιλάθῃ τοῦ λαοῦ σου, μηδὲ ἡμῶν τοῦ οἴκου Πατρός σου.
PG 28:937Πατέρες γάρ σου ἐσμὲν κατὰ τὴν ἀναλογίαν, καὶ θυγάτηρ ἡμῶν κατὰ τὴν ἐξ ἡμῶν γέννησιν, καὶ πρέπον σοί ἐστιν ὡς Μητέρα τοῦ Θεοῦ γενομένην, βασίλισσαν τε καὶ Κυρίαν, καὶ δέσποιναν, δι’ αὐτὸν τὸν ἐκ σοῦ τεχθέντα βασιλέα καὶ Κύριον, καὶ Θεὸν, καὶ δεσπότην, μνημονεύειν, παρεστῶσαν ἐπὶ τοῦ ἡμῖν μὲν φοβεροῦ, σοὶ δὲ τερπνοῦ, καὶ πάσας παρέχοντος χάριτας· ἀνθ’ ὧν καὶ κεχαριτωμένη ὠνομάσθης, ὡς πάσης χαρᾶς ἀνάπλεως ἀναδειχθεῖσα, διὰ τῆς ἐπὶ σὲ τοῦ ἁγίου Πνεύματος ἐπελεύσεως. Διὸ καὶ τὸ πρόσωπόν σου λιτανεύοντες οἱ πλούσιοι τοῦ λαοῦ πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ ἀντίδος ἡμῖν ἀντὶ τῶν μικρῶν τούτων λογίων μεγάλας τὰς δωρεὰς ἀπὸ τοῦ πλούτου τῶν χαρισμάτων σου, κεχαριτωμένη· ὑπὲρ ὧν, καὶ ὡς ὑποκειμένων καὶ συστατικῶν διαφωνῶν, διαφερόντως σοι πρὸς ἐγκώμιον, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, προσάγεταί σοι παρ’ ἡμῶν καὶ πάσης τῆς κτίσεως ὕμνος, τῇ κεχαριτωμένῃ, τῇ Κυρίᾳ, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ κιβωτῷ τοῦ ἁγιάσματος.
Ἰδοὺ δὴ καὶ ἀπὸ τοῦ νῦν καὶ ἀρχῆς ἡμέρας ὡς ἀπαρχὴν ἐγκωμίου, προσεπλέξατό σοι κατ’ ἐπώνυμον ἐγκώμιον ὁ ἀρχάγγελος βοῶν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Μακαρίζουσί σε πᾶσαι αἱ γενεαὶ, καὶ πρότερον αἱ κατ’ οὐρανὸν πᾶσαι τῶν ἀγγέλων τετραρχίαι, καὶ τῶν ἐπὶ γῆς, ἱεραρχικὰς χεῖρας ἐπαίρουσαι, εὐλογοῦσί σε τὴν ἐν οὐρανοῖς εὐλογημένην, καὶ ἐπὶ γῆς μακαριζομένην. «Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Τοιαῦτα ἡ πρώτη τῶν θρόνων χερουβίμ τε καὶ σεραφὶμ ἱεραρχία ἐμπρηστῶν ἀνακαλουμένων, ἢ πλῆθος γνώσεως γενέσθαι τοῦ Θεοῦ καὶ βασιλέως, εὐλογοῦσαι λέγουσι· Μακαρία σὺ ἐν γυναιξὶ, καὶ μακαρία ἡ κοιλία σου Θεὸν βαστάσασα, καὶ μασθοὶ, οὓς αὐτὸς νηπιάσας ἐθήλασεν. Ἡ δευτέρα ἱεραρχία τῶν κυριοτήτων καὶ δυνάμεων, καὶ ἐξουσιῶν πρὸς σὲ ἀναβλέπουσαι βοῶσιν, ὡς μαθοῦσαι παρὰ τῆς ὑψηλοτέρας αὐτῶν καὶ προτελουμένης ἱεραρχίας· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένη ἡ κοιλία σου, ἡ Θεὸν χωρήσασα, καὶ μασθοὶ οἳ ἐξέθρεψαν Θεὸν παιδίον γενόμενον.
PG 28:939Τοιαῦτα καὶ ἡ τρίτη τῶν ἀρχῶν, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἱεραρχία, κεκελευσμένη καὶ ἐπιτετραμμένη παρὰ τοῦ ἀποστείλαντος Θεοῦ, ὡς δι’ ἑνὸς ἀρχαγγέλου τοῦ Γαβριὴλ ἐκβοᾷν τὸν ἐκφαντορικώτατον καὶ περιληπτικώτατον ὕμνον, ἀεὶ ἀνακράζει· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Ἀπὸ τούτων καὶ οἱ κατὰ τὴν ἐπὶ γῆς ἱεραρχίαν τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι φέροντες, μαθόντες ἢ δανειζόμενοι τὰς φωνὰς, ἀνυψοῦμεν μεγάλῃ καὶ διαπρυσίῳ τῇ φωνῇ λέγοντες· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Πρέσβευε, Κυρία, καὶ δέσποινα, βασίλισσά τε καὶ Μήτηρ Θεοῦ, ὑπὲρ ἡμῶν· ὅτι ἐξ ἡμῶν σύ τε καὶ ὁ ἐκ σοῦ τεχθεὶς σαρκοφόρος Θεὸς ἡμῶν· ᾧ πρέπει ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια, πᾶσά τε τιμὴ καὶ προςκύνησις καὶ εὐχαριστία, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ἁγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View