PG 28Athanasius
Homily for Thursday and the Betrayal of Judas
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:1048ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΜΠΤΗΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ ΛΟΓΟΣ. Τοῦ Σωτῆρος τὰ πάθη, πένθος μὲν Ἰουδαίων, εὐφροσύνη δὲ τῆς Ἐκκλησίας· ἐκείνοις μὲν γὰρ συμφορὰν, ἡμῖν δὲ χαρὰν ἀπεγέννησεν· ἐκείνους θανάτῳ κατέκρινεν, ἡμῖν δὲ ἑορτὰς προεξένησε. Σήμερον τῆς Ἰουδαϊκῆς πονηρίας τὸ πέρας ἠλέγχθη, καὶ τῆς δεσποτικῆς εὐεργεσίας αἱ λαμπάδες ἀνήφθησαν. Σήμερον ἐν γωνίᾳ δεῖπνον σκευάζεται, καὶ τῇ οἰκουμένῃ γίνεται τράπεζα· σήμερον τῆς οὐρανίου τροφῆς ἄσταχυν ἐβλάστησε· σήμερον τοῦ ξύλου τῆς τρυφῆς ἀκινδύνως ἄνθρωπος ἅπτεται· σήμερον τῶν μυστηρίων ἀνοίγεται θησαυρός· σήμερον βρῶσις ἀποστόλοις εὐτρεπίζεται, μακαριότητος ἄρτος· σήμερον τῆς πνευματικῆς εὐωχίας ἀπόλαυσις ἄρχεται· σήμερον τὸ «Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ σῶμα.» Προλαμβάνω τὸν σταυρὸν, διαμερίζω τὰ μέλη, προφθάνω σου τὴν πρᾶσιν, Ἰούδα, τῇ ἐκχύσει τοῦ αἵματος, ὃ πιπράσκειν βούλῃ· προλαμβάνων χαρίζομαι· ἐμὸν γάρ ἐστιν, Ἰούδα, τὸ σῶμα· σοῦ δὲ τὸ πωλῆσαι φιλήματι· ἐμοῦ ἔργον ἡ διὰ αἵματος σωτηρία· σὸν δὲ ἔργον ἡ τοῦ αἵματος ἐμπορία.
Ἔνιψά σου τοὺς πόδας, εἰς τὸν κατ’ ἐμοῦ δρόμον ὁρμῶντας. Ἐδίδαξα χεῖρας θαυματουργεῖν, τῷ τῆς ἐμῆς πράσεως κοιλαινομένας τιμήματι. Λάβετε, φάγετε· προλαμβάνετε τὴν τοῦ προδότου ταχύτητα· νικήσατε τὴν πρᾶσιν τῇ βρώσει. Οὐ χρονοτριβῶ τὸ δῶρον, ἀναμένων τὸ πάθος· οὐκ ἀναβάλλομαι τὴν δόσιν· ἐγγὺς γὰρ ἡ πρᾶσις. Ἀπαθές ἐστι τὸ σῶμα· χαρίζομαι τῆς τῶν ἐσθιόντων ἀπαθείας μαρτύριον. Προλαμβάνω τοῖς ὀδοῦσι τῶν Ἰουδαίων τὴν φάλαγγα· ἕως τὸν σταυρὸν ὑπερτίθεμαι, φάγετε καὶ ὑμεῖς, φάγετε. «Οὐκ ἔστι» γὰρ «λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυσὶν» Ἰουδαίοις. Ἕως ἐκεῖνος τοὺς συναλλακτὰς ζητεῖ, τὸν πωλούμενον μαργαρίτην ἁρπάσατε. «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν προδώσω;» Τί πωλεῖς ἄρτον, Ἰούδα, τὸν ἤδη τῇ βρώσει παραδοθέντα; Ποῦ σου τῆς φιλοπτωχίας οἱ λόγοι· «Ἐδύνατο τοῦτο πραθῆναι πολλοῦ,» λέγων, «καὶ δοθῆναι πτωχοῖς;» Ὅτε γυναῖκα μύροις ἀλείφουσαν, καὶ προλαμβάνουσαν τῇ χρίσει τὸν τάφον, καὶ ζῶντα τιμῶσαν, ἐπειδὴ νεκρὸν οὐκ ἠδύνατο· ταύτην ἐξυβρίζεις, τοὺς τῆς φιλοπτωχίας προβαλλόμενος νόμους·
PG 28:1049«Ἠδύνατο, λέγων, τοῦτο πραθῆναι·» τουτέστιν, ἠδύνατο καὶ τοῦτο μετὰ τούτου πραθῆναι. Ἔστω· φονεύεις, οὐδὲ θάπτεσθαι κελεύεις; Ἔστω· αἷμα πωλεῖς, τί καὶ τὸ ἄλειμμα πιπράσκεις; Ὢ φιλαργυρίας φιλοπτωχίας ἐνδυομένης προσωπεῖον Ὢ τῆς μισανθρώπου φιλανθρωπίας ἠδύνατο τοῦτο πραθῆναι, καὶ δοθῆναι πτωχοῖς. Κάπηλος φιλοπτωχίας Ἰούδας, καὶ αὐτὸ τῆς φιλοπτωχίας τὸ σχῆμα πραγματευόμενος. Ἀλλ’ οὐκ ἠτόνησεν ἡ τοῦ Σωτῆρος μακροθυμία ἐκτείνειν μετὰ τοῦ σφαγέως τὴν χεῖρα. Συνεσθίει τῷ προδότῃ, δυσωπῶν τὴν προαίρεσιν. Ἐπιδίδωσιν ἄρτον, καὶ τρέφει τὸν ἀναιρέτην· καὶ τὴν Νέαν Διαθήκην ἐπὶ τραπέζης ἀναγράφων, οὐκ ἀποστερεῖ τῆς κληρονομίας τὸν προδόντα, καὶ διαθέμενος οὐκ ἀποστερεῖ τοῦ μέρους τὸν μετὰ βραχὺ παραδιδόντα. Ἀλλ’ οὐκ ὤφειλεν ὁ κλῆρος τὸν τρόπον· ἡ τιμὴ τὴν γνώμην οὐ μετέβαλεν· ὡς γὰρ ἔλαβε τὸ ψωμίον, εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτόν. Ἡ τοῦ Ἰούδα προαίρεσις τοῦ διαβόλου κλῆσις· οὐ γὰρ ἁπλῶς εἰςῆλθεν, ἀλλ’ εὗρε τὸ τῆς ψυχῆς καταγώγιον· εὗρε γνώμην ἐπιτηδείαν πρὸς οἰκείωσιν· εὗρε σεσαρωμένον· εὗρε ποθούμενον πάθος, καὶ τὸν οἶκον οὐκ ἔφυγεν· εὗρεν ὅπλον, ᾧ χρησάμενος παρατάξηται.
«Τί μοι θέλετε δοῦναι;» Πειράζων μὲν ὁ διάβολος τὸν Κύριον εἶπε· «Ταῦτα πάντα σοι δώσω.» Νῦν δὲ ὁ Ἰούδας βοᾷ· Τί θέλετε δοῦναι Ὢ ῥημάτων καὶ τρόπων συγγένεια; ὢ συμφωνία διαβόλου πάλαι μελετηθεῖσα Οὐ λέγει, τί μοι δύνασθε δοῦναι; Ὡς εὔωνον κτίσμα τὸν δεσπότην προτίθησιν· ὡς ἄτιμον συμφωνεῖ τὸν ἀτίμητον. Τί τοιοῦτο οὐ λαμβάνεις, οἷον δίδως, Ἰούδα; Ὑπόμνησον σεαυτὸν τῶν τοῦ πιπρασκομένου θαυμάτων, καὶ τότε ἀναλόγως τὸν θαυματουργὸν καπήλευε. Βάδιζε πρὸς τὸν λεπρόν· παρ’ ἐκείνου διδάσκου τὴν τῆς ἰατρείας ποσότητα. Ἐρώτα τυφλοὺς, τίνος ἀξίαν ἡγοῦνται τὴν ἴασιν. Ἐρώτα τὸν Λάζαρον, πόσου τιμᾶται τὴν τοῦ θανάτου φυγήν. Ἐξέταζε τὸν παράλυτον τὸν τοῦ χρόνου καὶ τῆς κλίνης διὰ τὸ πάθος δεσμώτην. Ζυγοστάτησον τὰς αὐτοσχεδίους ἐν ἐρήμῳ τραπέζας. Διατίμησον τὸν ἐπὶ τῶν κυμάτων περίπατον, τὰς τῆς θαλάσσης καὶ τῶν ἀνέμων ἐπιτιμήσεις· τὰς τῶν δαιμονιώντων θεραπείας ἐπίσκεψαι. Τούτων ἁπάντων ἐπιλήσμων γενόμενος, ὃν πωλεῖς οὐκ ἐννοεῖς.
PG 28:1050«Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.» Ὢ πράσεως δεσποτείαν τῷ πιπρασκομένῳ κατὰ τῶν ὠνουμένων ἐγγυομένης Πιπρασκόμενος γὰρ ὁ δεσπότης κτήτωρ τῶν ἀγοραζόντων ἐγίνετο. Εἰκότως οὖν ὁ Χριστὸς ἀνεβόα· «Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν·» εἴ τι λείπει τοῖς προγονικοῖς ὑμῶν, ὦ Ἰουδαῖοι, τολμήμασιν. Ἐκεῖνοι προφήτας ἀνήρουν, ὑμεῖς δὲ τὸν προφητευθέντα φονεύετε. Ἐκεῖνοι τοὺς πεμφθέντας κατέσφαττον, ὑμεῖς δὲ τὸν τοὺς προφήτας ἀπεσταλκότα. Ἐκεῖνοι τοὺς δούλους, ὑμεῖς τὸν Δεσπότην ἀποκτείνετε. Ἐκεῖνοι τοὺς ἱερεῖς ἀνήρουν, ὑμεῖς τὸν ναὸν κατελύσατε. Μείζονα τῶν προλαβόντων τὰ δεύτερα. Θάλασσαν πλεύσας [ἴς. περάσας], ἠλέγχθης ἀχάριστος· μάννα τρεφόμενος, τὸν ἐν Αἰγύπτῳ μόσχον ἐθρήσκευσας· νόμον δεχόμενος, τὸν νομοδότην παρανομίαις καθυβρίζεις. Ἦξεν ἡ πέτρα τῇ ῥάβδῳ Μωσέως, ὁ δὲ σὸς τρόπος ἀκαμπὴς πρὸς εὐσέβειαν. Ἐνίκας μαχόμενος, καὶ τὸν ἐξ οὐρανοῦ στρατηγὸν οὐκ ἐγνώριζες. Ἐδεσμεύετο δρόμος ἡλίου, σοὶ προθεσμία νίκης γινόμενος, σὺ δὲ τὰς τῶν τέκνων σφαγὰς θυσίας εὐχαριστηρίους τοῖς εἰδώλοις προςέφερες. Ἀεὶ σύντροφος Ἰουδαῖος αἱμάτων τὰς προφητῶν σφαγὰς ὑπολαμβάνει· τούτοις [ἴς.
τούτων] τοῖς αἵμασι κατὰ μικρὸν ἀρδευόμενος εἰς αὐτὴν σήμερον τῆς παρανομίας τὴν κορυφὴν ἀπωλίσθησε; Τίς οὖν αὐτοῖς ὁ τῆς παρανομίας καρπός; «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ἔκδοτον εἰς τὴν κόλασιν τὸ ἔθνος· ἕως γὰρ θεραπείας ἐλπίδα ὑπεμφαίνει τὸ πάθος, πράοις φαρμάκοις ὁ ἰατρὸς ἀνακτᾶται τὸ νόσημα· ἀπογνοὺς δὲ τὴν θεραπείαν τοῦ πάθους, ἀποτέμνεται μέλος. Μικρὸς ἐν μέσῳ καιρὸς, καὶ παρῆν Ἰούδας μετὰ τὴν πρᾶσιν φαιδρὸς, καθάπερ τις ἔμπορος τοῦ φορτίου τὸ ἄχθος ἀπωσάμενος· παρῆν ὡπλισμένος φιλήματι, παρῆν δεικνὺς, ὃν ἐπώλησε. Τί οὖν ὁ Κύριος πρὸς τὸν Ἰούδαν; Ὡς μέθῃ βεβαπτισμένον φιλαργυρίᾳ διύπνιζε, λέγων· «Φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» Οὕτω φιλεῖν ἐδιδάχθης; Εἰπέ μοι, οὗτος παρ’ ἐμοί σοι τῆς ἀγάπης ὁ νόμος; Ὢ φιλήματος αἵματος πεπληρωμένου Ὢ πολέμου κεχρωσμένου φιλήματι Ὢ φίλημα δῆγμα θανάτου γενόμενον Ὢ φίλημα ἀσπίδων ἰὸν ἐρευγόμενον. Ὃ πρὸς ἀγάπην ἐδιδάχθης, τούτῳ πρὸς ἀπάτην ἐχρήσω. Ὁρῶ σου τοὺς ἐπὶ τοῦ στόματος ἥλους· τί κρύπτεις, ἃ πράττεις; Τὸν σταυρὸν ἀναμένω. Ὁ μὲν Ἰούδας τούτοις· Πέτρος δὲ περὶ φίλτρου διωμνύετο·
PG 28:1051«Ἐὰν δέη με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι.» Μεθύων τῷ πόθῳ κατὰ θανάτου θρασύνεται· οὐ μετρεῖ τοὺς λόγους τῇ ἀσθενείᾳ τῆς φύσεως· οὐκ ἐννοεῖ τὸν ἀληθεύοντα, καὶ ἀντιλέγων σεμνύνεται. Τί οὖν ὁ Κύριος; Οὐ χρεία μου λόγων πρὸς νίκην. Ἀλεκτρυών σου τὴν μεγαλαυχίαν ἐλέγξει· ἐκεῖνος τῶν τοῦ δεσπότου λόγων συνήγορος ἔσται· ἐκεῖνός σοι τοῖς τῶν ῥημάτων κόμποις βοῶν ἀντιστήσεται. Ἠκολούθη τοῖς λόγοις τὰ πράγματα. Παιδίσκη φθέγγεται, καὶ ἡ κορυφὴ τῶν ἀποστόλων ταράττεται, καὶ Πέτρος ἐλέγχεται. Κόρη λαλεῖ, καὶ ἡ πέτρα χειμάζεται· κόρη ψιθυρίζει, καὶ Πέτρος ἀρνεῖται. Ἤλπιζε πείθειν τὴν κόρην ὁ Πέτρος ὀμνύων· ἀλλ’ ὄρνις τοὺς ὅρκους οὐ δέχεται· ἐπιστομίζει ταῖς φωναῖς τὸν ἀρνούμενον. Ἀξίαν ἀποστολικὴν οὐκ αἰσχύνεται· τιμᾷ γὰρ τοῦ Δεσπότου τὴν πρόῤῥησιν· «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Εἴληφα, Πέτρε, τῆς κατηγορίας τὸ σύνθημα. Κἂν σιωπῆσαι μὴ θέλω, βοᾷν οὐκ ἰσχύω. Ὢ ῥημάτων κυμάτων τῷ Πέτρῳ φανέντων Ὃν ᾐδέσθη τὰ κύματα, τοῦτον ἀλεκτρυὼν ἐστηλίτευσεν. Ὅπου γὰρ ὁ Δεσπότης προστάττων ἐστὶν, ὑπηρετεῖ τοῖς ὁμοδούλοις ἡ θάλαττα.
Ὅπου ὁ Δεσπότης ἀντιπράττει, καὶ ἀλεκτρυόνες ὁπλίζονται. Πάντα γὰρ τοῖς τοῦ πεποιηκότος ἕπεται νεύμασιν. «Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι·» καὶ πάλιν· «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Βλέπε φόβου καὶ πόθου συμπεπλεγμένας φωνάς. Ἠγνόησας, ὦ Πέτρε, τὸν Κύριον; Οὐκοῦν καὶ ὁ Κύριος τὸν Πέτρον ἠγνόησεν; Ὢ φόβου πόθον νικήσαντος Θεώρησον τὴν τοῦ Πέτρου δειλίαν, ἵνα μάθῃς, τίς ὁ τὴν παῤῥησίαν δωρούμενος. Ἐλεγχέσθω φύσις, ἵνα φανῇ ἡ χάρις· δεικνύσθω τὸ πάθος, ἵνα φανῇ τῆς δυνάμεως ὁ χορηγός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View