PG 28Athanasius
Homily on the Passion of the Lord
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:1053ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΚΥΡΙΟΥ ΤΗ ΑΓΙΑ ΠΑΡΑΣΚΕΥΗ. Μέγα μὲν οὐρανὸς δημιούργημα, καὶ τῆς ὁρωμένης κτίσεως πρῶτον ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι καλούμενον· μέγα δέ τι καὶ θαυμαστὸν τῶν ἀγγέλων ἡ φύσις, ἀοράτοις στεφανουμένη τοῖς κάλλεσιν. Ἁμιλλᾶται τοῖς εἰρημένοις καὶ ἥλιος, τὰς ἡμερινὰς τοῦ φωτὸς λαμπάδας περιβαλλόμενος, καὶ τὸν οὐράνιον δρόμον ἐλαύνων. Ἐκπλήττει τὴν διάνοιαν ἡ γῆ, κρεμαμένη προστάγματι, καὶ τὸ βαρὺ στοιχεῖον τοῖς ὕδασιν ἐποχούμενον. Τί δ’ ἄν τις εἴποι, θάλατταν ἡπλωμένην ὁρῶν, καὶ ψάμμῳ μὲν δεδεμένην, πνεύμασι δὲ κυβερνωμένην; Ἀλλὰ πάντα μὲν καλὰ καὶ λίαν καλὰ, καὶ τῆς τοῦ δημιουργοῦ σοφίας τεχνάσματα· ᾔσχυνε δὲ τούτων τὸ κάλλος ὁ ἄνθρωπος τῇ τῆς τιμῆς ὑπερβολῇ, τοῖς τιμωμένοις τὴν ὕβριν γεννήσας. Θαῦμα γὰρ τῇ κτίσει προσενέγκας ὑπερβαῖνον τὰ μέτρα τῆς κτίσεως, ἀδοξίαν τοῖς τιμωμένοις κατέχεεν. Οὕτω πλάνης μήτηρ ἡ κτίσις ἄκουσα γέγονεν. Ἀλλ’ ᾤκτειρε τὴν πλανωμένην ὁ Θεὸς, καὶ φέρει σταυρὸν ἐν μέσῳ, θεογνωσίας ἀνθρώποις ὄργανον, τῆς κτίσεως δυνατώτερον. Ἄπρακτος γοῦν ὁ οὐρανὸς πρὸς ἀσεβείας γέγονε διόρθωσιν.
PG 28:1056Καὶ ἥλιος μὲν ᾐσχύνετο προσκυνούμενος, κωλύειν δὲ τοὺς προσκυνοῦντας οὐκ ἴσχυσε. Γῆ, τὰ τοῦ σώματος φάρμακα βρύουσα, τῇ ψυχῇ νοσούσῃ βοηθεῖν οὐκ ἠδύνατο. Θάλασσα περιττὴ πρὸς τὸ πάθος ἠλέγχετο. Καὶ ἄνθρωπος τυφλώττων περιῆγε τὴν κτίσιν, καὶ τὸ προσπίπτον ψηλαφῶν προσεκύνει, Θεὸν εὑρεῖν οὐ δυνάμενος· ὃν ὁ τῆς κτίσεως ὅλης δῆμος κηρύττων πρὸς τὴν ἑνὸς Θεοῦ διδασκαλίαν προσάγειν οὐκ ἐξήρκεσεν. Ἀλλ’ ὃ μὴ πεποίηκεν ὁ οὐρανὸς, τοῦτο ἴσχυσεν ὁ σταυρός· καὶ ὃν ἥλιος οὐκ ἐδίδαξε, σταυρὸς ἀναλάμψας ἐφωταγώγησε· καὶ ξύλον εὐτελὲς φυτευθὲν οἰκουμένην ἀσεβοῦσαν πρὸς εὐσέβειαν ἐγεώργησε. Ξύλον καταδίκης ὄργανον τοῖς καταδίκοις ἐλευθερίαν ἐκαρποφόρησεν. Ἠτόνησε πρὸς σωτηρίαν ἀνθρώπων ἡ κτίσις, καὶ σταυρὸς εἰσελθὼν ἰατρὸς ἀνεδείχθη. Ἐπειδὴ γὰρ ὁ θάνατος, ξύλῳ τὸ πάλαι βακτηρίᾳ χρησάμενος, τὴν τῶν ἀνθρώπων ῥίζαν ἐπολιόρκησεν, ὁδὸν εὑρὼν εἰς παρείσδυσιν τὴν ἐν βρώσει παράβασιν· τότε, παρανοιχθείσης οὕτω τῆς ὁδοῦ τῷ θανάτῳ τὰ γένη συνήπτετο, καὶ οἱ κοινωνοὶ τῆς φύσεως ἐγίνοντο κληρονόμοι κολάσεως.
Οἰκτείρας τοὺς πλασθέντας ὁ πλάστης, ξύλον ἀντιφάρμακον ξύλου τῇ φύσει χαρίζεται, καὶ πάθος οἰκονομίας εἰσήνεγκε πάθους ἀλεξιφάρμακον καὶ θανάτῳ κρατοῦντι θάνατον ἀνθοπλίσας κατηγωνίσατο· καὶ πάλιν ἐλεύθερος ὁ ἄνθρωπος, οἷς ἐδέθη πρὸς θάνατον, τούτοις τὴν ἀθανασίαν εὑράμενος· δι’ ὧν γὰρ κατεκρίνετο, διὰ τούτων ἐλύετο. Ὢ θείας ἀληθῶς σοφίας, καὶ μηχανῆς οὐρανίου Σταυρὸς ἐπήγνυτο, καὶ εἰδωλολατρεία κατεστρέφετο· σταυρὸς ἐγείρετο, καὶ διαβολικὴ δυναστεία κατεδικάζετο· σταυρὸς ἐπήγνυτο, καὶ Ἰουδαίων ὁ τύφος πρὸς πτῶσιν μεθίστατο· ἵνα μάθῃς, ὅτι μὴ ξύλον ἁπλῶς τῶν τοσούτων θαυμάτων παραίτιον, ἀλλ’ ὁ τῷ ξύλῳ πρὸς τὴν νίκην χρησάμενος. Οὐ γὰρ καθ’ ἑαυτὸ τὸ πάθος σωτήριον, ἀλλ’ ὁ διὰ πάθους οἰκονομεῖν τὴν σωτηρίαν βουλόμενος. Σοὶ μὲν γὰρ γίνεται θανάτου λύσις ὁ θάνατος, ἀλλ’ ἤμειψε τῶν πραγμάτων τὴν φύσιν ὁ τῇ φύσει τοὺς ὅρους πηξάμενος. Σταυρὸς, καὶ πάθος, καὶ λόγχη, καὶ ἧλοι, καὶ θάνατος, ταῦτα ζωῆς ἀθανάτου γίνεται σπάργανα· τούτοις ὁ δεύτερος ἄνθρωπος εἰς ζωὴν ἀπετέχθη. Οἷς ὁ πρῶτος Ἀδὰμ κατεκρίθη, τούτοις ὁ δεύτερος Ἀδὰμ ἠλευθερώθη·
PG 28:1057ὑφ’ ὧν ἡ ἀρχὴ τῶν ἀνθρώπων κατέπεσεν, ὑπὸ τούτων ἡ ἀπαρχὴ τῶν ἀνθρώπων ἀνυψοῦται. Σήμερον ὁ δεσπότης καὶ Κύριος κατάκριτος ἄγεται, καὶ ἐκ δικαστηρίου πρὸς δικαστήριον παραπέμπεται· καὶ Καϊάφας ἀποφαίνεται, καὶ Πιλᾶτος τὴν ψῆφον διαδέχεται. Καὶ οὐ παραιτεῖται τὴν κρίσιν ὁ Χριστὸς, ἵνα λύσῃ τὴν τοῦ κόσμου κατάκρισιν. Ὢ παραδόξων θαυμάτων δέχεται τὴν τοῦ θανάτου ψῆφον ὁ Χριστὸς, καὶ εὐθὺς ὁ Βαραββᾶς ἀπολύεται. Ἐκ προοιμίων ὁ σταυρὸς τοῖς καταδίκοις ἐλευθερίαν χαρίζεται. Μὴ γάρ μοι πρὸς τὴν τῶν Ἰουδαίων πονηρίαν ἀπίδῃς, μήθ’ ὅτι τὸν εὐεργέτην καταδικάζοντες προτιμῶσι τὸν μιαιφόνον· ἀλλ’ ὅτι ἡ τῆς καταδίκης ἀρχὴ, τῆς τῶν καταδίκων ἐλευθερίας ὑπῆρχεν ἀρχή· ὅτι ὁ τὴν τῶν καταδίκων δίκην δεξάμενος δικαίως ζώντων ὁμοῦ καὶ νεκρῶν κριτὴς ἀναφαίνεται· «Καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν ὁ Θεὸς τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν ὁ Θεὸς, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.» Οἱ μὲν οὖν Ἰουδαῖοι, τοὺς ἄλλους τοῦ θανάτου τρόπους παρέντες, ἐπὶ τὸν σταυρὸν ὥρμησαν, τιμωρίας ὁμοῦ καὶ ἀτιμίας ἐπινοήσαντες ὄργανον·
καὶ τὴν τοῦ νόμου κατάραν τῷ διὰ ξύλου θανάτῳ προσάπτουσιν, ἐπιφορτίζειν ἡγούμενοι τοῦ θανάτου τὸ βάρος. Ἠγνόουν δὲ ἄρα τὸν σταυρὸν νίκης ἐντίμου κατασκευάζοντες σύμβολον. Καὶ οὐδὲ μέχρι τούτων ἀρκούμενοι, κοινωνοὺς τοῦ θανάτου καὶ λῃστὰς γενέσθαι βιάζονται, ἵνα ἡ τοῦ θανάτου κοινωνία τῆς τελευτῆς γένηται ἀδοξία. Ἠγνόουν δὲ ἄρα λῃστὴν τῷ Χριστῷ συσταυρώσαντες, κήρυκα τῆς τοῦ ἐσταυρωμένου βασιλείας χειροτονοῦντες. «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Ὡς λῃστὴς ἐσταυρώθης, καὶ εὐαγγελιστὴς ἀνεδείχθης; Ὡς βασιλέα τιμᾷς ὃν ἀτιμάζειν ἐτάχθης; «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Τί ἔφης, ὦ λῃστὰ, ἀγνοεῖς ἃ πάσχεις; Ἐπελάθου τῶν ἥλων; οὐκ ᾐσθάνου τῶν ὀδυνῶν; Ὡς ἐν ἱερῷ προσευχόμενος, οὐχ ὡς ἐν ξύλῳ κρεμάμενος, οὕτως ἱκετεύεις; Εἶδον, φησὶ, Θεὸν ἀληθινὸν, καὶ ἱκετεύειν τοῦτον ἐπόθησα. Ἔγνων ἐκ τῆς ἐπιγραφῆς τὴν ἀξίαν. Εἶδον καταδίκην τὴν βασιλείαν κηρύττουσαν. Εἶδον ἐν τῇ κατηγορίᾳ διαδήματος χάριν ἀστράπτουσαν. Εἰ γὰρ σταυρούμενος βασιλεύει, τίς ἂν εἴη στεφόμενος; Γνωρίζει τὴν βασιλείαν ἡ κτίσις. Ἥλιος σταυρούμενον ὁρᾷ, καὶ φαίνειν οὐ τολμᾷ·
PG 28:1060ἁρπάζει τῶν σταυρούντων τὸ φῶς, ὑπὲρ Δεσπότου μαχόμενος· νυκτὶ παραλόγῳ καταδικάζει Ἰουδαίων παρανομίαν. Ἡ γῆ σαλευομένη ταράττεται, καὶ κρεμνᾷ σεισμῷ τοὺς ἐπὶ σταυροῦ τὸν Δεσπότην κρεμάσαντας. Πῶς μὴ πεισθῶ; Βασιλέα τὸν ὑβριζόμενον ὁ τίτλος βοᾷ. Ἡ κτίσις μαρτύρεται. Ἅπερ ἀναγινώσκω τοῖς γράμμασιν, ἐπιγινώσκω τοῖς πράγμασι. «Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Ὦ λῃστὰ πικρὲ τῶν Ἰουδαίων κατήγορε Ὦ λῃστὰ δικαιοσύνης συνήγορε Ὦ λῃστὰ βασιλείας ἔμπορε Ὦ λῃστὰ παραδείσου φύλαξ Ὦ λῃστὰ τοῦ Ἀδὰμ περὶ τὴν κτίσιν βεβαιότερε Ὦ λῃστὰ τοῦ προγόνου περὶ τὸν παράδεισον ἀσφαλέστερε Ἐκεῖνος, ἀκαίρως ἐκτείνας τὴν χεῖρα ἐπὶ τὸ ξύλον, θάνατον εἰς τὸν κόσμον εἰσήγαγε· σὺ δὲ, εὐκαίρως ἐπὶ τὸν σταυρὸν τὰς χεῖρας ἁπλώσας, τὸν ἀπολόμενον ἀνεκτήσω παράδεισον.
Ὦ λῃστὰ τὸν προγονικὸν κλῆρον ἀπολόμενον διὰ μιᾶς εὐτυχίας ἀνακτησάμενε Ὦ λῃστὰ πρῶτος βασιλείας ὁμολογίαν καρπωσάμενε Ὦ λῃστὰ βασιλείας ὁμολογητὰ, καὶ κληρονόμε, μαρτύρων ζηλωτά Ὦ λῃστὰ ῥήματι μικρῷ τὸν οὐρανὸν ὑπανοίξας Ὦ λῃστὰ ξένην ἐπῳδὴν πρὸς ξένον θησαυρὸν μηχανησάμενε Ὦ λῃστὰ πάρεργον σταυροῦ τὸν οὐρανὸν ποιησάμενε Ὦ λῃστὰ νομίμου λῃστείας τοῖς ἀνθρώποις διδάσκαλε Ὦ λῃστὰ λῃστείαν ἐπαινουμένην διδάξας Ὦ λῃστὰ διδάξας ἀνθρώπους, πῶς βασιλεία λῃστεύεται Ὦ λῃστὰ ποθουμένην τῷ κλεπτομένῳ κλοπὴν ὑφηγούμενε Ὦ λῃστὰ μεγάλους λῃστείας μισθοὺς συγγραψάμενε Ὦ λῃστὰ μέγα δείξας τὸ τῆς ὁμολογίας γεώργιον Ὦ λῃστὰ βραδέως πιστεύσας, καὶ ταχέως ὁμολογήσας, ἔσχατος ἐλθὼν, καὶ πρῶτος στεφθείς Ὦ λῃστὰ δείξας πίστεως ὀξυτάτην ἐνέργειαν Ὦ λῃστὰ δείξας πίστεως ὠδῖνας, χρόνου εἰς τόκον μὴ δεομένας Ὦ λῃστὰ πικρὲ τοῦ Ἰούδα κατήγορε Ὦ λῃστὰ τῷ προδότῃ τῆς ἀγχόνης φανεὶς βαρύτερος Ὦ λῃστὰ ὁ τὴν τοῦ Ἰούδα προδοσίαν κατὰ τοῦ διαβόλου μιμησάμενε Ὦ λῃστὰ τῇ ἐκείνου τέχνῃ θαυμαστῶς κατ’ ἐκείνου χρησάμενε Ὦ λῃστὰ δικαίως τὸν Χριστὸν ἀγοράσας, καὶ μάρτυρα τῆς κτήσεως τὸν σταυρὸν ἐπαγόμενε Ὦ Πέτρου συστρατιῶτα καὶ τῶν ἀποστόλων συμμύστα Διεδέξατο δὲ τὸν σταυρὸν ὁ τάφος, νεκροῦ πεῖραν οὐκ ἔχων.
Ὦ τάφος ἀθανασίας χωρίον Ὦ τάφος ἀναστάσεως ἐργαστήριον Ὦ τάφος τῶν τάφων κατάλυσις Ὦ τάφος ἐν ᾧ θάνατος τοῦ εἶναι θάνατος παύεται Ὦ τάφος ἐν ᾧ ζωὴ φύεται πέρας οὐκ ἔχουσα Καλῶς ὁ τάφος καινός Τοῦτο τῆς χάριτος βούλημα. Ἵνα γὰρ μὴ τῶν νεκρῶν τὸ πλῆθος ἀμφίβολον δείξῃ τὸν ἀναστάντα, καὶ πάλιν ὁ Ἰουδαῖος λάβῃ τῆς συκοφαντίας τὰς ὕλας, γυμνὸς ὁρᾶται τῶν κειμένων ὁ τάφος, γλῶτταν Ἰουδαϊκὴν ἀφοπλίζων, μονονουχὶ τοιαῦτα πρὸς τὸν Ἰουδαῖον ἀποφθεγγόμενος. Τί λέγεις, ὦ συκοφάντα; Νεκρὸν ἕτερον οὐχ ὁρᾷς· οὐκοῦν τῷ ἀνισταμένῳ προσκύνησον θέασαι αὐτὸν ἐγηγερμένον, καὶ τὴν δεσποτείαν ἐπίγνωθι· ὃν νεκρόν μοι παρέδωκας, ἀθάνατον ἀντιδίδωμι. Ἀλλ’ οὐκ ἠρκεῖτο τούτοις ὁ Ἰουδαῖος· ἐπισυνάπτει δὲ τῷ τάφῳ τὰς σφραγῖδας. Ἄθλιε καὶ πανάθλιε, ὁ τοῦ θανάτου τὰς ὀδύνας λύων, τὰς σφραγῖδας οὐ λύει; Ὁ σκυλεύων τὸν ᾅδην, τὰ σήμαντρα φοβεῖται· Σφράγιζε τὸν τάφον, ἐπισημαίνου τὸν λίθον, στρατιώτας ἐπίστησον, πολιόρκει τὸ μνῆμα. Μειζόν μου ποιεῖς τὸ κατόρθωμα, θεατὰς τῆς ἀναστάσεως εὐτρεπίζεις, μάρτυρας τῆς ἐγέρσεως φέρεις, κήρυκας τῶν ἐμῶν θαυμάτων τοὺς σοὺς ὑπηρέτας κατασκευάζεις.
PG 28:1061Δεῦρο οὖν, ἀδελφοὶ μείνωμεν τὰς, ὠδῖνας τοῦ τάφου. Ἴδωμεν τέως δωροφοροῦντα τὸν Ἰωσὴφ, καὶ τὸν Νικόδημον συντρέχοντα, σινδόνι καθαρᾷ, καὶ ὀθονίοις, καὶ σουδαρίῳ περιειλίσσοντας τὸν τοῦ παντὸς Κύριον, σμύρναν τε καὶ ἀλόην, τὰ τῆς ἀφθαρσίας σύμβολα, προσκομίζοντας. Ἴδωμεν κυοφορουμένην τὴν ἀνάστασιν. Ἴδωμεν γαστέρα τάφου τῆς ἀναστάσεως μητέρα. Μείνωμεν ἰδεῖν τὸν Χριστὸν τροπαιοῦχον ἐκ τάφου συνεγειρόμενον· καὶ τὴν κατὰ θανάτου καὶ τυράννου νίκην ἀναδησάμενον. Τοίνυν φαιδροὶ φαιδρῷ τῷ ἀνισταμένῳ Χριστῷ προςέλθωμεν. Αὐτῷ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View