PG 28Athanasius
Homily on the Holy Passover
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:1073ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ. Εἰ ταῖς τῶν ἀγγέλων ἐνῆν πρὸς τὸ παρὸν χρήσασθαι γλώτταις, εἰ φωνὰς ἀθανάτους ἡ τῶν θνητῶν ἐκτήσατο φύσις· ἐτόλμησε μόλις ἂν τὰς τῆς ἑορτῆς ὑμνῆσαι δωρεάς. Νυνὶ δὲ γλῶττα θνητὴ καὶ πήλινον ὄργανον τί μὲν ἂν εἴποι, τί δὲ καὶ φθέγξοιτο, ἅπερ ἡ σύμπασα κτίσις ὁμοφωνοῦσα πρὸς ἀξίαν ὑμνεῖν οὐκ ἰσχύει; Ὑπερβαίνει γὰρ ἀληθῶς κτίσεως μέτρα τὰ δῶρα τῆς χάριτος. Θάνατος ἐξ ἀνθρώπων ἐλαύνεται, καὶ ᾅδης τὴν πολυετῆ δυναστείαν ἀποτίθεται· καὶ γένος ἀνθρώπων ἁμαρτίας νόμῳ κατάδικον τῇ τῆς χάριτος δωρεᾷ βασιλεύειν διδάσκεται. Τῆς τοίνυν Δεσποτικῆς ἑορτῆς ὁ πρωτοστάτης μὲν τῆς ἀπολαύσεως ἄνθρωπος, κοινωνὸς δὲ τῆς χάριτος ἡ λοιπὴ γίνεται κτίσις. Ἐν ἀνθρώπου γὰρ μορφῇ σήμερον ὁ τῆς φύσεως ἀνεπλάττετο δῆμος. Οὕτω γὰρ Παῦλος ὁ τῆς χάριτος μαθητὴς περιήγγειλεν· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Μιᾷ φωνῇ ἑλκύσας τὰ σύμπαντα πρὸς ἀνάκτισιν, ὁ τῆς κτίσεως δημιουργὸς ἀνέστη. Ἡ γὰρ τοῦ Σωτῆρος ἀνάστασις κοινὴ τῶν πάντων ὑπάρχει ἀνάκτισις.
PG 28:1076Καὶ τοῦτο Παῦλος ἡμῖν εὐαγγελίζεται, λέγων, ὅτι «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἐκ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τοῦ Θεοῦ·» τουτέστι τὴν φθορὰν ἀποτίθεται, τὴν δουλείαν ἀποδύσεται, τὴν ἀθανασίαν ἀπολήψεται, πρὸς ἀμείνονα μεταστήσεται λῆξιν. Τῷ γὰρ ἀνθρώπῳ πρὸς ἀφθαρσίαν καινουργουμένῳ καὶ ἡ δι’ αὐτὸν παραχθεῖσα ἀνακαινισθήσεται κτίσις. Ἔκτισε μὲν γὰρ ὁ Θεὸς τὴν μεγάλην ταύτην τῆς κτίσεως πόλιν· φωνῇ μόνῃ τὴν τῶν πολλῶν παραγωγὴν ποιησάμενος, φωνῇ μόνῃ τὴν τῶν ὅλων οὐσίαν ἑλκύσας, τῆς δημιουργικῆς αὐτοῦ σοφίας τὴν δύναμιν ἔδειξεν· ὡς ἐν ναῷ δὲ περιφανεῖ, τῇ κτίσει, τὴν ἰδίαν εἰκόνα τὸν ἄνθρωπον δημιουργήσας ἀνέστησεν. Ἔδει τοιγαροῦν καὶ νῦν, τῆς ἰδίας εἰκόνος καινουργουμένης, καὶ αὐτὸν τὸν τῆς εἰκόνος οἶκον συνανακτίζεσθαι. Τούτων ἡμῖν ἐγγυητὴς σήμερον ἡ παροῦσα πανήγυρις. Διὰ ταύτην ὁ μακάριος ἔκραζε Παῦλος· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Ἀρνήσεται γὰρ θανάτου νόμον τὸ σῶμα, τοῖς τῆς ἀθανασίας στεφανούμενον ἄνθεσι· καὶ χώραν οὐχ ὑφέξει φθορὰ, τῆς ἀφθαρσίας ἐπιλαμπούσης.
Ὢ τῆς μεγάλης τῶν πραγμάτων μεταβολῆς ὢ τῆς ὑπὲρ ἐλπίδας ἐναλλαγῆς ὢ μεγάλου πένθους εἰς εὐθυμίαν καταλήξαντος ὢ χαρᾶς διαδεξαμένης τὴν συμφοράν Αὔξει γὰρ, αὔξει τῆς ἑορτῆς τὴν δοξολογίαν ἡ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ὑπόμνησις. Ἦμεν γὰρ ἐν παραδείσῳ τὸ πρότερον, ἀγεωργήτου τρυφῆς κλῆρον ἐκ φιλανθρωπίας δεξάμενοι. Ἐπῆλθεν ὁ ὄφις τοιχωρύχος, τῆς ἀπολαύσεως λῃστεύσας τὴν τρυφὴν, καὶ κατάκριτον τὸ λῃστευθὲν κατέστησε γένος, ὁδὸν εὑρὼν τοῦ θανάτου, τῆς ἐντολῆς τὴν παράβασιν. Ἐντεῦθεν ᾅδης, πύλας ἀνοίξας, τὸ τῶν ἀνθρώπων ὑπεδέχετο γένος· καὶ τίκτουσα φύσις φοβερὸν εἶχε τῶν τικτομένων τὸν θάνατον· καὶ τῶν ὠδίνων οἱ πόνοι πρόσοδος ἐγίνετο τάφων. Καὶ ἦν κληρονόμος ἐκ παρανομίας θάνατος, ἑκάστην τῶν ἡλικιῶν ἀκωλύτως ἀγρεύων· οὐκ ἐμβρύου φειδόμενος, οὐ τὸ τεχθὲν προορῶν, οὐ τὸν ἔφηβον ἐλεῶν, οὐ καταλιμπάνων νεάζοντας, οὐ πρεσβύτας αἰδούμενος, οὐχ ἁμαρτωλοῖς συγγινώσκων, οὐ δικαίων κατάλογον αἰσχυνόμενος, οὐ προφήτας παραιτούμενος, οὐχ ἱερέα παραπεμπόμενος· ἀλλ’ ἥπλωτο κατὰ πάντων ἡ τοῦ θανάτου σαγήνη, τὸ προσπίπτον ἁρπάζουσα. Οὐκ ἦν ἰατρὸς τοῦ κακοῦ·
οὐκ ἦν ἐπαγόμενον φάρμακον, καὶ τοσαῦται γενεαὶ τὴν ζωὴν παροδεύσασαι, τὴν ἀκόρεστον οὐκ ἐπλήρωσαν τοῦ θανάτου γαστέρα. Καὶ ἦν τὸ δεινὸν τοῖς πενθοῦσιν ἀπαραμύθητον, καὶ πρὸς ἴασιν ἄπορον, εἰ μὴ Χριστὸς σταυρωθεὶς τοῦ θανάτου τὴν τυραννίδα κατήνεγκε, νυκτοτριημέρῳ ταφῇ τὰ πολυχρόνια τοῦ ᾅδου καταστρέψας βασίλεια· οὐ νῦν πρώτως πρὸς φιλανθρωπίαν δραμὼν, οὐδ’ αὐτὸς ἑαυτοῦ πρὸς τὸ παρὸν γεγονὼς συμπαθέστερος, εἰ καὶ νῦν ἔργῳ τὴν ἀνάστασιν ἔδειξεν· ἀλλὰ καὶ πάλαι κρατοῦντα τὸν θάνατον ταῖς τῆς ἀναστάσεως ἐφόβει σκιαῖς· καὶ τοῦ ᾅδου τὴν βασιλείαν ἐτάραττεν, ἐλπίδας ἀθανασίας ἀμυδρῶς τῷ γένει δωρούμενος· ἰσοχρόνους καὶ τῆς τοῦ ᾅδου τυραννίδος τὰς τῆς καταλύσεως ἀνυφαίνων ἐννοίας. Καὶ σκόπει τὴν ἀπόῤῥητον τῶν πραγμάτων οἰκονομίαν. Ἄβελ πρῶτος ὑπὸ τοῦ θανάτου κατέχεται. Ὁ δεδωκὼς τῷ θανάτῳ τῆς ἁμαρτίας τὴν πρόφασιν, δίδωσι τῇ φύσει κατὰ τοῦ θανάτου δικαιολογίας ὑπόθεσιν. Εἰ γὰρ ἀδίκως κατέχεται, δικαίως ἀνίσταται· ἁμαρτωλοῦ γὰρ ἀποθανόντος, ἰσχυρότερος δικαζόμενος ὁ θάνατος. Σαθρὰ δὲ κατὰ δικαίων τῷ ᾅδῃ ἡ ἐγχείρησις·
PG 28:1078ἀσθενὴς ὁ τοῦ θανάτου δεσμὸς, δίκαιον ἔχων ἀδίκως κρατούμενον. Εἰ γὰρ ἡ ἁμαρτία τῆς τοῦ θανάτου βασιλείας ἰσχὺς, ὁ μήπω πταίσας ἀνεύθυνος. Διὰ τοῦτο δυνάμενος ὁ Θεὸς ἐξαρπάσαι τοῦ φόνου τὸν Ἄβελ, τοῦτο μὲν οὐ πεποίηκε, συνεχώρησε δὲ τὴν ἀναίρεσιν, ἵνα ἄῤῥιζος γένηται θάνατος δικαίου φυτουργούμενος αἵματι. Διὰ τοῦτο Χριστὸς, ὑπὲρ τοῦ κόσμου δικαζόμενος, ἔλεγε· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Ἄνωθεν οὖν ἡ τοῦ Ἄβελ διὰ Χριστοῦ προκεκήρυκται δίκη καὶ νίκη. Λάβε μοι Παῦλον συνηγοροῦντα· «Καὶ ἀποθανὼν, φησὶν, Ἄβελ, ἔτι λαλεῖ· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,» παραβολὴν τὴν ὁμοιότητα λέγων. Φέρει γὰρ μίμησιν τῆς τοῦ Χριστοῦ δίκης ἡ τοῦ Ἄβελ ἀναίρεσις. Διὰ τοῦτο καὶ μετὰ θάνατον φθέγγεται, καὶ κατηγορεῖ τοῦ φονεύσαντος. Ἡ γὰρ τοῦ βίου παρουσία, τοῦ θανάτου τὴν βίαν ἐνίκησεν. Οὐκ ἔστησεν αὐτοῦ βοῶσαν τὴν γλῶσσαν ὁ φόνος, οὐδὲ τὰς τοῦ αἵματος δικαιολογίας ἐνέκοψεν· ἀλλ’ ἀθάνατα φθέγγεται γλῶττα κρατουμένη θανάτῳ. Οὐκ ἂν ἦν εὔπορος εἰς ἀπολογίαν ἡ φύσις, εἰ ὁ Ἀδὰμ προανήρπαστο·
ἡ γὰρ τῆς παραβάσεως αἰσχύνη τὴν γλῶτταν ἀνέφραττεν. Ἄβελ πρῶτος πεσὼν ἤγειρε τὰς ἐλπίδας τῆς φύσεως. Ἔφθασεν ἐπὶ τούτοις Ἐνὼχ, καὶ τόπου μεταστάσει τὸν ᾅδην ἀπέφυγεν, εὐδοκιμήσει βίου δραπετεύων τὸν θάνατον. Μετὰ τοῦτον Ἡλίας ὁ μέγας, οὐδὲ αὐτὸς εἴξας τῷ θανάτῳ, τὸ τῆς ξενοδόχου παιδίον τελευτῆσαν ἐξήρπασεν, εὐχῆς δυναστείᾳ τοῦ θανάτου τὴν βίαν νικήσας, καὶ τὴν ἐξ ᾅδου πρὸς ζωὴν ὑποστροφὴν καινουργήσας. Ἐλισσαῖος ἐπὶ τούτοις ἀνέτειλε, διπλῆν ἐξ ἁπλῆς τὴν χάριν δεξάμενος, ὃς τὸ τῆς Σωμανίτιδος παιδίον ἐξ ᾅδου πρὸς βίον δι’ εὐχῆς μετεπέμπετο. Ἐπεὶ δὲ καὶ αὐτὸς τοῖς τοῦ θανάτου περιεβλήθη δικτύοις, καὶ νεκρὸς ὢν, ὅμως τὸν ᾅδην ἐσύλησε, τῇ τοῦ σώματος ἁφῇ τὸν νεκρὸν φυγαδεύσας, καὶ διὰ νεκροῦ νεκρὸς πρὸς βίον ἐκλέπτετο. Καὶ ἦν ὁ προφήτης τῷ θανάτῳ νεκρὸς ἐπιζήμιος. Τοῦ γὰρ Ἑλισσαίου θανόντος, προσθήκην ὁ τῶν νεκρῶν ἀριθμὸς οὐκ ἐλάμβανεν. Ἀλλ’ ἀκερδὲς τῷ ᾅδῃ κατὰ τοῦ δικαίου τὸ θήραμα. Ἐν τούτοις οἱ τύποι τῆς ἀναστάσεως ὠχύρουν φθειρομένην τὴν φύσιν· βοηθῆσαι δ’ ὅμως τοῖς ἁλοῦσιν οὐκ ἴσχυον·
PG 28:1080«Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως,» τοῦ νόμου τὸν χρόνον ὅρους τοῦ κράτους ποιούμενος. Ἐπειδὴ δὲ Χριστὸς ἐξ οὐρανῶν ἀνεφάνη, ἔτρεχον μὲν εἰς ἔργον αἱ τοῦ γένους ἐλπίδες· καὶ φωνῇ Δεσποτικῇ τὰ ᾅδου διηνοίγετο κλεῖθρα, καὶ δεσμώτας νεκροὺς ἀπεδίδουν οἱ τάφοι· καὶ κλῆσις ἐγίνετο, καὶ τάφος ἠνοίγετο· καὶ φύσις ἀνθρωπίνη Θεῷ ἡνωμένη τὸν ᾅδην κατέπληττεν. Ἐντεῦθεν ὁ ᾅδης πρὸς τὸν τοὺς νεκροὺς ἀφαιρούμενον ἐβόα· Τί τὴν ἐν παραδείσῳ συγγραφὴν ἀνατρέπεις; τί τὸ κατὰ τῆς φύσεως κατασχίζεις χειρόγραφον; Ἐγγράφοις δικαίοις κατὰ τῶν ἀνθρώπων ὠχύρωμαι. Ἔχω τὸ, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» τοῦ γένους τὸ πρόστιμον. Ὠδύρετο μὲν δὴ καθ’ ἕνα τῶν νεκρῶν ἀφαιρούμενος· ἠγνόει δὲ ἄρα, ὡς Χριστὸς, καταβὰς, πάνδημον ἀφαίρεσιν τοῖς θνήσκουσι χαρίσεται. Ἵνα γὰρ μηδεὶς ἔτι τῷ ᾅδῃ περιλειφθείη δεσμώτης, κάτεισιν αὐτὸς εἰς ᾅδου Χριστός· τῇ μὲν φορουμένῃ σαρκὶ δελεάζων τὸν ᾅδην, θεότητος δὲ δυνάμει καθαιρῶν αὐτοῦ τὰ βασίλεια, βραχεῖ χρόνῳ τὰ παλαιὰ τοῦ νόμου διατεμὼν χειρόγραφα, ἵνα ἀνθρώπους εἰς οὐρανοὺς ἀναγάγῃ·
οὐρανοὺς, τὸ ἐλεύθερον τοῦ θανάτου χωρίον, ἀφθαρσίας καταγώγιον, δικαιοσύνης ἐργαστήριον. Ἐν τούτοις ἐβαπτίσθης τοῖς ἀγαθοῖς, νεοφώτιστε· ἀῤῥαβών σοι γέγονεν ἀναστάσεως, νεοφώτιστε, ἡ τῆς χάριτος μύησις· ἐνέχυρον τῆς ἐν οὐρανῷ διαίτης ἔχεις τὸ βάπτισμα. Ἐμιμήσω τῇ καταδύσει τοῦ Δεσπότου τὸν τάφον· ἀλλὰ ἀνέδυς πάλιν ἐκεῖθεν, τὰ τῆς ἀναστάσεως ἔργα πρὸ τῶν ἔργων θεώμενος. Ὧν εἶδες τὰ σύμβολα, τούτων ἀποδέχου τὰ πράγματα. Δέχου μάρτυρα τῶν λεγομένων τὸν Παῦλον λέγοντα· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καλῶς τὸ, σύμφυτοι· φυτεία γὰρ πρὸς ἀθανασίαν τὸ βάπτισμα, ἐν κολυμβήθρᾳ φυτευομένη, καὶ οὐρανῷ καρποφοροῦσα. Ἐκεῖ τοῦ Πνεύματος ἡ χάρις ἀποῤῥήτως ἐργάζεται· καὶ μὴ τῷ τῆς φύσεως συγγενεῖ ἀγνοήσῃς τὸ θαῦμα. Ὑπηρετεῖ πρὸς τὴν χρείαν τὸ ὕδωρ· δημιουργεῖ δὲ τὴν ἀναγέννησιν ἡ χάρις, ὡς ἐν μήτρᾳ τῇ κολυμβήθρᾳ τὸ ἐμβαλλόμενον ἀναπλάττει. Ὡς ἐν χωνευτηρίῳ τῷ ὕδατι τὸν κατιόντα ἀναχαλκεύει. Δίδωσιν αὐτῷ τῆς ἀθανασίας μυστήρια· ἀναστάσεως σφραγῖδα χαρίζεται. Τούτων σοι τῶν θαυμάτων, ὦ νεοφώτιστε, καὶ ἡ ἀμφίεσις φέρει τὰ σύμβολα.
PG 28:1081Ἀπόβλεψον εἰς ἑαυτὸν τὰς τῶν ἀγαθῶν εἰκόνας φοροῦντα. Λαμπρὰ μὲν γὰρ καὶ διαυγὴς ἡ ἐσθής σου, τῆς ἀφθαρσίας ζωγραφοῦσα τὰ σύμβολα. Ὀθόνη σοι λευκὴ καθάπερ διάδημα τὴν κεφαλὴν διασφίγγει, τὴν ἐλευθερίαν κηρύττουσα. Ἡ χεὶρ τῆς κατὰ τοῦ διαβόλου νίκης περιφέρει τὰ μηνύματα. Ἔδειξε γάρ σε Χριστὸς ἐγειρόμενον· νῦν μὲν συμβόλοις, δείξει δὲ κατὰ μικρὸν ἐν τοῖς πράγμασιν, ἐὰν τὸν χιτῶνα τῆς πίστεως μὴ ταῖς ἁμαρτίαις ῥυπώσωμεν· ἐὰν τὴν λαμπάδα τῆς χάριτος ἀτόποις μὴ κατασβέσωμεν πράξεσιν· ἐὰν τὸν τοῦ Πνεύματος διαφυλάξωμεν στέφανον. Τότε σαφῶς ὁ Δεσπότης ἐξ οὐρανῶν μετὰ φοβερᾶς καὶ φιλανθρώπου βοῆς ἀναβοήσειε· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View