PG 23Eusebius of Caesarea
Commentary on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 23:415Ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ’ ἡμῶν κηρυττόμενος Κύριος· ἀλλ’ αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗτος. Οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦτον ὁ δι’ ἡμῶν ἰσχύει λόγος, ὡς τὴν σύμπασαν οἰκουμένην πληρῶσαι. Πόθεν οὖν ἡ τοσαύτη δύναμις, ἡ ὑποτάξασα ἡμῖν λαοὺς καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ· τὰ δὲ ἔθνη τοὺς ἔτι ἐν ἀπιστίᾳ μείναντας· οὓς ἐπαναστάντας πολλάκις, καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ’ ἡμῶν κηρυττόμενον λόγον, ὁ μέγας Βασιλεὺς ὑπέταξε τοῖς ἡμετέροις ποσὶν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπιβῆναι αὐτοῖς; Αὐτίκα δ’ οὖν καὶ μὴ βουλομένων αὐτῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ Θεῷ συνεστησάμεθα Ἐκκλησίας. Ἐξελέξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγείλατο τῷ ἑαυτοῦ Ἀγαπητῷ εἰπών· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. Ἐκλεκτὴ γάρ ἐστιν αὕτη, κατ’ ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. Ἀντὶ δὲ τοῦ, κληρονομίαν ἑαυτοῦ, οἱ λοιποὶ, τὴν κληρονομίαν ἡμῶν, ἢ, τὴν κληρουχίαν ἡμῶν, ἐκδεδώκασιν. Ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ, τοὺς πρὶν οἰκήτορας ἐκβάλλοντες, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς τοῦ Θεοῦ βασιλείας κήρυκες, τὴν σύμπασαν οἰκουμένην διελθόντες, κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς, τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. Ταύτην τὴν κληρονομίαν τὴν καλλονὴν Ἰακὼβ εἶναί φησιν· ἢ κατὰ τὸν Ἀκύλαν, τὸ ὑπερφερὲς Ἰακώβ· κατὰ δὲ τὸν Σύμμαχον, τὸν ἐνδοξασμὸν Ἰακώβ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, τὸ καύχημα Ἰακώβ. Ἡ γὰρ Ἐκκλησία Χριστοῦ καύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέγονε διὰ τὰς αὐτοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προαναφωνήσεις· ἀδοξία γὰρ ἦν αὐτῷ τὸ μὴ ἐπαληθεῦσαι αὐτοῦ τοὺς λόγους· τὸ δὲ εἰς ἔργα κεχωρηκέναι δόξα καὶ καύχημα αὐτοῦ.
PG 23:417Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Μετὰ τῶν ἄλλων τῶν προλεχθέντων, καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν Ἐκκλησίαν, γενόμενοι λαὸς τοῦ Θεοῦ Ἀβραάμ· οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος εἰπών· Ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι, καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδομένοι, οὗτοι λαοὶ γεγόνασι τοῦ Θεοῦ Ἀβραὰμ, τὸν Θεὸν Ἀβραὰμ ἐπιγνόντες, καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι, καὶ μετ’ αὐτοῦ ποιούμενοι τὴν σύνοδον. Καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρμηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἡρμήνευσεν εἰπών· Ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Διὰ τί δὲ οἱ Ἑβδομήκοντα, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, εἰρήκασι; Ἐπειδὴ ἡ Ἑβραϊκὴ φωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ, μετὰ, καὶ τὸ, λαός. Εἴρηται γὰρ, ἀμ’ Ἐλοί̈μ· ὃ δύναται καὶ, μετὰ τοῦ Θεοῦ, λέγεσθαι, καὶ, λαὸς τοῦ Θεοῦ.

Ode of a Psalm for the Sons of Korah 47ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ·
ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμφορᾶς καὶ λύπης περιεῖχον λόγους· ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου· διὸ ᾠδὴ ἐτύγχανεν ὑπὲρ τοῦ Ἀγαπητοῦ· ὡσαύτως καὶ ὁ πέμπτος, ὑπὲρ τῶν κρυφίων ἦν· ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸς ἦν. Ὁ δὲ μετὰ χεῖρας, μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων, εἰκότως Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ ἐπιγέγραπται· κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν Θεὸν, οἱ δὲ δι’ ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν, τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. Ὕμνον δὲ ὑπὲρ τῆς Ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ, καὶ τὴν Ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσαμένῳ. Ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη. Ἔδει δὲ τοὺς κεκελευσμένους ταῦτα πράττειν, καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ, καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν·
διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. Παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδασκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν Κύριον καὶ λέγειν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· ἢ, καὶ ὑμνητὸς σφόδρα, κατὰ τοὺς λοιπούς. Νοήσεις δὲ ὅπως μέγας εἴρηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον, κατὰ τὸν Ἡσαί̈αν φήσαντα· Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· οὐ σωματικῷ μεγέθει, δυνάμει δὲ ἀκαταλήπτῳ ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται. Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν πεποιημένους ὁ τὴν ἑαυτοῦ βασιλείαν ἐπὶ γῆν συστησάμενος, καὶ τὰ καθ’ ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ.
PG 23:419Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ’ ἐπαξίως θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι’ ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ’ ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ’ ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς.
Ποῖον δ’ ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος οὖν καὶ ὄρος καὶ πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας, αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα·
PG 23:421Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Διόπερ καὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ἐπέχειν λέγεται. Παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· Ἀπὸ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἐπεὶ δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς συστᾶσα, ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βοῤῥᾶ πάλαι κρατοῦντας, καὶ τὸν ἐν αὐτοῖς λέβητα τὸν ὑποκείμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βοῤῥᾶν πληρούντων· εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέγεται ἐπὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξεχύθη χάρις· δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης· τοῦ δ’ ἑτέρου κατὰ τὸ βόῤῥειον, ὃ οἰκοῦμεν ἡμεῖς· εἰκότως ὁ παρὼν λόγος τὴν καθ’ ἡμᾶς οἰκουμένην σημαίνων τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ὠνόμασεν. Ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως·
ἐπειδήπερ ἡ Ἐκκλησία τοῦ Θεοῦ, πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βοῤῥᾶ καὶ πᾶσαν τὴν βόῤῥειον οἰκουμένην, ὀφθαλμοῖς ὁρᾶται· διὰ λέλεκται· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ Θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ προλεχθείσῃ δίδωσιν. Ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ̈ πρωί̈. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ· τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ Θεοῦ ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων· Ὁ Θεὸς ἐν βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἀντὶ δὲ τοῦ, Ἐν ταῖς βάρεσιν αὐτῆς, ὁ Σύμμαχος· Ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται, εἴρηκεν. Ἀφανοῦς γὰρ ὄντος τοῦ Θεοῦ καὶ ἀοράτου, τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται, ὅταν, πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει, τὴν ἀντίληψιν αὐτῇ παρέχει. Βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας;
Τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται πόλις τοῦ βασιλέως· αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγχάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς Θεός· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε γινώσκεται, ἐπειδὰν, πολεμίων ἐπιθεμένων, ἀντιλαμβάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς. Ἑξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἔφοδος· εἴρηται· Ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ, φησὶν, οἱ βασιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. Ποῖοι δὲ βασιλεῖς ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ; Πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου Θεοῦ τότε δείκνυται, ἐπειδὰν οἱ βασιλεῖς, συναχθέντες, πόλεμον ἄρωνται κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες, καὶ μυρίας ἐπιβουλὰς κατ’ αὐτῆς βουλευόμενοι, μηδὲν ἰσχύωσι. Διὸ ἐπιλέγει· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν·
PG 23:423ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες, οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ θαυμάσαντες. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ πολέμιοι καταστάντες· Ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγος, τοῦ ὑπ’ αὐτῶν πολεμουμένου. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγησαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτούσης. Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα δι’ ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρειλήφαμεν· ἃ καὶ εἰκὸς τοῖς μεθ’ ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. Πάντες γοῦν οἱ καθ’ ἡμᾶς τῆς Ἐκκλησίας τοῦ Θεοῦ πολέμιοι καταστάντες, ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες· οἱ μὲν σήψεις τοῦ σώματος ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ’ ἀφορήτου δυσωδίας βρύειν·
οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλινῳδίαν τε ᾆσαι καὶ τὸν τῆς Ἐκκλησίας Θεὸν μέγαν εἶναι καὶ ἀληθῆ καὶ μόνον Κύριον ὁμολογῆσαι· προςτάξαι δὲ σὺν πολλῇ σπουδῆ ἀνανεοῦσθαι καὶ οἰκοδομεῖν τὴν πάλαι πρὸς αὐτῶν πολεμηθεῖσαν τοῦ Θεοῦ πόλιν. Τὸ δ’ ἑξῆς εἰρημένον· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς· ἢ κατὰ τὸν Ἀκύλαν· Ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρσεῖς· ἢ κατὰ τὸν Σύμμαχον· Δι’ ἀνέμου βιαίου κατάξεις ναῦς Θαρσεῖς· νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς Βασιλείαις κειμένην. Οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν τε καὶ κατὰ βυθῶν χωρήσειν, παντελῶς τε ἀφανισθήσεσθαι, ὁ λόγος ᾐνίξατο διὰ τῶν νηῶν Θαρσεῖς τῶν συντριβομένων. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Οἱ πάλαι μὲν ἤκουον αὐτὸ μόνον τῶν προφητικῶν φωνῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων·
PG 23:425νυνὶ δὲ αὐτοῖς πράγμασι τὰ ἀποτελέσματα τῶν προῤῥήσεων ὀφθαλμοῖς ὁρῶντες φασί· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. Διὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ, Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Ἁρμόζοι δ’ ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ, τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμετέρους χρόνους· ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθείσῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Θεὸς ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Μάλιστα γὰρ τότε αὐτῆς φαίνεται ὁ θεμέλιος αἰώνιος, ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀνθρώπων ἱδρυμένη, ἀλλ’ ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὰν, τοσούτων πολεμίων πολιορκούντων, ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐεργετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρωται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωποληψία παρ’ αὐτῷ· εἰκότως τὸ Εὐαγγέλιον πᾶσιν ἐκηρύττετο τοῖς ἔθνεσι. Διό φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.
Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τούτοις ἀκολούθως ἐπιλέγεται ἑξῆς· Εὐφρανθήτω ὄρος Σιών· τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ’ ᾧ τεθεμελίωτο ἡ Ἐκκλησία. Ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. Χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πληροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ’ αὐτῷ οἰκοδομῇ, καὶ τῇ ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς Κύριος· ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ. Τίνες δ’ ἂν εἶεν αὗται ἀλλ’ ἢ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; Ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ἐπείπερ δι’ αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον Εὐαγγέλιον. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατωρθωκότος· τὰ δὲ προκείμενα προςφωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖσαν πόλιν τοῦ Θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν, καὶ ταῖς χερσὶ περιλαβόντες· ὡς ἂν, πανταχόθεν αὐτὴν περιστοιχισάμενοι, φυλάττοιεν. Τίσι δὲ ἆρα προςτάττεται ταῦτα ποιεῖν; Οἶμαι, ὅτι ταῖς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις. Τούτοις οὖν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν· ἤγουν, περιτειχίσατε, κατὰ τὸν Σύμμαχον. Ἀντὶ δὲ τοῦ· Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος· Ἀριθμήσατε. Μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρώτατα τῆς πόλεως, ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, δέδοται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν.
PG 23:427Νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι’ ἧς τοῖς αὐτοῖς μαθηταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς λοιπῆς οἰκοδομῆς, ἔλεγεν· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας, καὶ πύργους τῆς Ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. Ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ Σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· Μήποτε ἄγγελος αὐτοῦ ἐστι; Διδάσκει δ’ οὖν καὶ περὶ τῶν μικρῶν ἐν τῇ Ἐκκλησίᾳ ὁ Σωτὴρ λέγων· Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως οὖν προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· Ἀριθμήσατε τοὺς πύργους αὐτῆς· εἶθ’ ἑξῆς τό· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· κατὰ δὲ τὸν Σύμμαχον· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν περίβολον αὐτῆς· διαμετρήσατε τὰ βασίλεια αὐτῆς.
Πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς Ἐκκλησίας Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ποίας δὲ βάρεις φησὶν, ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγετο· Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; Ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας. Αὐτὸς οὖν ταύτας τὰς κατὰ μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. Βούλεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλησιῶν τινων φρουρὸν ἐπιστῆσαι. Εἶτ’ ἐπιλέγει τούτοις· Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἀγγέλων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς ἀρετὰς τοῦ Θεοῦ διηγήσασθαι. Καὶ ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὑμεῖς μὲν γὰρ φρουροὶ ἂν εἴητε καὶ ὥςπερ ποίμνης φύλακες· ὁ δὲ τῶν θρεμμάτων ποιμὴν ἄλλος ἂν εἴη. Τίς δὲ οὗτος ἢ ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός;

On the 11ΕΙΣ ΤΟ 11

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:429ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ ΜΗ.
Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ, τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους, καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας, τὰ περὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρεσθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ πάντες παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ’ ἀγαθὸν, εἴτε φαῦλον. Ἀναγκαίως τοίνυν πάντα καλεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν. Ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρεκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολιτικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται, καὶ μετὰ τὴν κοινὴν κλῆσιν τῶν ἐθνῶν, ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην·
διό φησιν· Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, οἱ κατοικοῦντες τὴν κατάδυσιν· οὕτω δὲ καλεῖ τὰς πόλεις καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. Εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων· ἐπεὶ μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς ἀγροικώτερον μετερχομένους βίον, καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου· ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, τοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους. Ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἥ τε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός· ἵν’ ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δηλούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύναται λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους.
Καὶ γὰρ ὁ Κύριος, παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ’ οἶκον ταύτας διέλυε. Τούτῳ νῦν ὁ χορὸς τὴν τοῦ Θεοῦ σοφίαν τὸν Χριστὸν ἐπὶ στόματος φέρων· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἐλέγετο· Τὸ στόμα μου λαλήσει σοφίαν. Τοῦτον γὰρ πᾶσιν ἀνθρώποις ἐκήρυττον. Ἠκονημένοι δὲ τὸν νοῦν, πάσας τοῦ Χριστοῦ συνίεσαν τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν Σωτὴρ ἔλεγε· Συνήκατε ταῦτα πάντα; Οἱ δὲ λέγουσιν αὐτῷ, ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις, ἃς ἤνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις, τοῦ σωματικοῦ ὀργάνου τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Εἰ δὲ πρόσωπον Κυρίου τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν· σῶμα γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκαστος τὴν τοῦ Ἀδὰμ παρακοήν.
PG 23:431Ταύτην γὰρ ὑπῃνιξάμεθα πτέρναν ἀνομίας εἶναι. Οὐδεὶς γὰρ δι’ ἄλλου κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν παρακοὴν εἶπον Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Νοήσεις δὲ καὶ οὕτως· οὐκ ἀδελφὸς ἀδελφὸν, οὐ φίλος φίλον λυτρώσεται· ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ οὐ δώσει τις ἐξίλασμα τῷ Θεῷ ὑπὲρ ἑαυτοῦ κατ’ ἐκείνην τὴν ἡμέραν· οὐδὲ τιμὴν καταθήσεται καθάπερ ἑαυτὸν ἐξωνούμενος. Μάταιος ἄρα τοῖς κεκτημένοις ὁ πλοῦτος· πλὴν εἰ μή τις κατὰ τὸν παρόντα βίον εὑρεθῇ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις. Οὗτος γὰρ, ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρυγήσει τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος. Οἱ δὲ μήτε πλούτῳ μήτε δυνάμει σώματος ἀλαζονευόμενοι, ἐπίπονον δὲ τὸν παρόντα κτησάμενοι βίον, καταξιωθήσονται τῆς ἐν ἐπαγγελίᾳ ζωῆς. Ἀντὶ δὲ τοῦ·
Ἐκοπίασεν εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι, ζῶν εἰς αἰῶνα διατελέσει ὁ τοιοῦτος. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἕτερος ἔφη· Καταλείψουσιν ἑτέροις τὸν αἰσθητόν τε πλοῦτον αὐτῶν καὶ τὸν ἐν συγγράμμασιν. Οὐδὲν γὰρ ἐξ αὐτῶν αἱρήσουσι κέρδος κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Ἀπαχθήσεται γὰρ ἡ τούτων ψυχὴ, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη· δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. Καὶ ἄλλως δὲ οὐδὲν πλέον ἕξει τις ἐκ τῶν γηί̈νων κτημάτων, ἢ τοῦ τάφου τὸν τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφθαρμένος. Τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶντες κατῴκουν, εἰς ἑτέρους ἀλλοτρίους ἥξει, καὶ διαδοθήσεται εἰς γενεὰν καὶ γενεάν. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. Εἰπὼν τῶν ἀσεβῶν τὰ πρὸ τοῦ θανάτου, νῦν οἷα πείσονται λέγει ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι. Θρέμματα γὰρ ἔσονται θανάτου ὑπὸ αὐτοῦ ποιμαινομένοι· κατὰ δὲ Σύμμαχον, ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς.
PG 23:433Οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι τετάχθαι καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀντὶ δὲ τοῦ· Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν, ὁ μὲν Ἀκύλας, Καὶ χαρακτὴρ αὐτῶν κατατρίψαι ᾅδην ἐκ κατοικητηρίου αὐτῶν. Ὁ γὰρ χαρακτὴρ αὐτῶν ὃν ἑαυτοῖς ἐξετύπωσαν, τὸ μὲν κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐξ αὐτῶν ἀφανίσαντες, εἴδη δὲ καὶ μορφὰς ἀλόγων ζώων καὶ ἑρπετῶν διὰ τρόπων μοχθηρίας τῇ ψυχῇ περιθέμενοι, κατατριβήσεται ἐν τῷ κατοικητηρίῳ τοῦ ᾅδου. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ κρατερὸν αὐτῶν παλαιώσει ᾅδης ἀπὸ τῆς οἰκήσεως τῆς ἐντίμου αὐτοῦ. Ὃ γὰρ ἔδοξαν περιποιεῖν ἑαυτοῖς κραταιὸν διὰ τῆς ἐμφυείσης ἐν αὐτοῖς κακίας, τοῦτο παλαιώσει ὁ ᾅδης ἐν ταῖς οἰκήσεσι ταῖς παρ’ αὐτῷ. Καὶ τοῦτο μὲν τῶν ἀσεβῶν τὸ τέλος. Οἱ δὲ εὐσεβεῖς κατ’ ἐκεῖνο καιροῦ πρωί̈ας ἀξιωθέντες καὶ νέου φωτὸς, ἀνατολῆς τῆς τῶν ἀσεβῶν κατακυριεύσουσι· ἢ κατὰ τὸν Ἀκύλαν· ἑνὶ κρατήσουσιν, ἢ κατὰ τὸν Σύμμαχον· ὑποτάξουσιν αὐτοῖς.
Τῶν γὰρ ἐνταῦθα ταπεινωσάντων τοὺς εὐθεῖς ἀσεβῶν, ἐκεῖ ῥύσεται τὴν ψυχὴν πρὸς τὸ μὴ συναπαχθῆναι τοῖς ἀσεβέσιν, ἀλλ’ ἐν ἑτέροις εἶναι χωρίοις τε καὶ ποιμνίοις. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τοτηνικαῦτα ἐξομολογούμενος, εὐλογεῖ τὸν Θεὸν ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ ἀποβῇ.

Psalm of Asaph 49ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ ΜΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ ΜΘ. Οἱ ἐπιγεγραμμένοι τοῦ Ἀσάφ εἰσι μὲν οἱ πάντες τὸν ἀριθμὸν ιβ· ἐφεξῆς δὲ οἱ ια ἀρχόμενοι ἀπὸ τοῦ οβ· ἐξ ὧν ὁ παρὼν ἀπεσπάσθη ψαλμὸς, οὐχ ἁπλῶς· ἀλλ’ ἐπείπερ ὁ πρὸ τούτου ψαλμὸς περὶ κρίσεως τοῦ Θεοῦ διεστέλλετο, τοιοῦτος δὲ καὶ ὁ παρὼν, εἰκότως κατὰ τοῦτο ἀκολουθίαν ἐδέξατο. Ἀλλὰ καὶ τὴν διὰ Μωϋσέως ἀνατρέπων νομοθεσίαν, παραδίδωσι τῆς καινῆς Διαθήκης τὸν δοθέντα τοῖς ἔθνεσι τρόπον. Καὶ τοῦτο δὲ ἦν ἐν τοῖς τῶν υἱῶν Κορὲ ψαλμοῖς· οἵτινες καὶ αὐτοὶ τυγχάνουσι μὲν ιβ. Ἀλλ’ η οἱ προλαβόντες ἐφεξῆς κατετάγησαν, ὧν ἀποσπασθέντες οἱ λείποντες τέσσαρες, μετὰ τοὺς τοῦ Ἀσὰφ ψαλμοὺς κατετάγησαν·
ἴσως ἐπεὶ οἱ τοῦ Ἀσὰφ πάντες, ὡς εἰπεῖν, τοῦ Ἰσραὴλ ἐθέσπιζον τὴν ἀποβολὴν, καὶ τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, μεθ’ ἣν ἡ χάρις τοῦ Θεοῦ τὰ ἔθνη πάντα μετῆλθεν· ὅθεν οἱ λοιποὶ τῶν υἱῶν Κορὲ ψαλμοὶ διεδέξαντο, τὴν τῶν ἐθνῶν ἁπάντων προαγορεύοντες κλῆσιν. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Οἱ λοιποὶ δὲ τρεῖς ἡρμήνευσαν· Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ἐκάλεσαν τούς τε ἄρχοντας καὶ κριτὰς, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοιγαροῦν ἐν πα ψαλμῷ προφήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, ἐπήγαγεν· Ἕως πότε κρίνετε ἀδικίαν; Οὕτω καὶ ὁ νόμος διαγορεύει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εὐλόγως δ’ ἂν κληθεῖεν οἱ τὸ κατ’ εἰκόνα φυλάξαντες· ὁ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον· αὐτὸς ὢν ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐλάλησε διὰ τοῦ Εὐαγγελίου, καὶ πάντας μὲν καλεῖ, οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ. Ἀλλ’ οἱ μὲν ὑπακούσαντες τῶν ἐπηγγελμένων τυγχάνουσι·
PG 23:435τοῖς δὲ τὴν χάριν ἀθετοῦσι, τὸ πῦρ ἀπειλεῖ κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, ἥξων ἐκ τῆς ἐπουρανίου Σιὼν, περὶ ἧς ὁ Παῦλος φησίν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Εὐπρέπεια δὲ ὡραιότητος ἡ ἔνδοξος αὐτοῦ θεοφάνεια· ταύτην καὶ τὸ, Ὁ Θεὸς ἐμφανῶς ἥξει, δηλοῖ. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν ὑπὸ ἀνθρώπων κρινόμενος ἐσιώπα· οὐδὲ τοσαῦτα πάσχων ἠμύνατο, οὐδὲ πᾶσιν ἐδείκνυ τὴν ἰδίαν θεότητα· Τότε δὲ, φησὶν, ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Προλαμβάνον δὲ τὸ πῦρ τὴν αὐτοῦ βασιλείαν καθαίρει, πᾶσαν ὕλην καυστὴν ἀναλίσκον, πρὸς τὸ μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην πρὸ προσώπου αὐτοῦ φαίνεσθαι. Ἐλέγξει δὲ ἢ ἀποδέξεται, τοῖς μὲν λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τοῖς δὲ, Πορεύεσθε ἀπ’ ἐμοῦ. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ Θεοῦ Λόγου λέγει· ὅτι περ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς. Διὰ γὰρ τοῦτο, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσι εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται·
ἀλλὰ καὶ θλίψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ἁγίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἄλλως, τοῦ προτέρου λαοῦ τὴν κρίσιν ἰδιάζουσαν δείκνυσι, τὸν οὐρανὸν προσκαλούμενος καὶ τὴν γῆν· ἐπειδὴ τὸν νόμον διὰ Μωϋσέως παραδιδοὺς ἔλεγε· Μαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν ἐν μεγάλῃ ᾠδῇ· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Διὸ καὶ Ἡσαί̈ας, Ἄκουε, φησὶν, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὁ Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ νῦν τοίνυν τοὺς αὐτοὺς ἐπικαλέσεται μάρτυρας· καὶ ὥσπερ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τὸ ποίμνιον αὐτοῦ διακρίνει, δηλαδὴ τοὺς τῆς Ἐκκλησίας, τὰ πρόβατα μὲν ἱστῶν ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς Κύριος καὶ νῦν διακρίνει τὸν λαὸν αὐτοῦ. Τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ, Συναγάγετέ μοι, φασίν· ὡς γὰρ ἐν Εὐαγγελίοις εἴρηται· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη· οὕτω καὶ νῦν τοῖς αὐτοῖς ἐπιτάττει.
PG 23:437Πρώτους δὲ βούλεται ἀφορισθῆναι πρὸ τῶν ἀσεβῶν τοὺς ὁσίους αὐτοῦ, τυχεῖν τῶν ἐπηγγελμένων ὀφείλοντας. Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Τροφὴ δὲ Θεοῦ περὶ ἧς εἶπεν· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ὑφ’ ὧν τρεφόμενος λέξω· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἔστι δὲ θῦσαι λογικῶς καὶ διὰ θεολογίας καὶ εὐχαριστίας· καὶ ἐπεὶ δ’ ἄν τις τῷ Θεῷ πρέπον ὑποσχόμενος ἔργοις ἐπιτελέσειεν. Εὐχὰς γὰρ ἡ Γραφὴ τὰς ἐπαγγελίας φησὶν, ὡς ἐν τῷ· Ἐὰν εὔξῃ εὐχὴν, μὴ βραδύνῃς ἀποδοῦναι. Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Οὕτως οὖν σπείρας εἰς δικαιοσύνην, ἔλπιζε τρυγήσειν καρπὸν ζωῆς. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀντιλαμβάνεις τὴν Διαθήκην μου διὰ τοῦ στόματός σου; Μετάβασιν ὁ λόγος ἔχει ἀπὸ τοῦ τῶν δικαίων τάγματος ἐπὶ τὸ τάγμα τῶν πονηρῶν. Ἐκεῖνο γάρ τι πλέον ἔσχε, τῆς καινῆς Διαθήκης τὴν ἐπιστήμην. Ἁμαρτωλὸν δὲ οὐ τὸν ἀλλότριον τῶν Γραφῶν, ἀλλὰ τὸν παραβάτην καλεῖ.
Ἐλέγχει δὲ αὐτὸν οὐκ ἐπὶ παραβάσει σαββάτων ἢ θυσιῶν, ἢ τοιῶνδε βρωμάτων, ἀλλὰ τῶν φυσικῶν νόμων, ἐφ’ οἷς ἀνόητα ἦν αὐτῷ τοῦ Θεοῦ τὰ μαθήματα· ταῦτα γὰρ ἁμαρτάνων ἀπέῤῥιπτε. Φυσικὸς γὰρ ὁ νόμος τὸ μὴ δεῖν ποιεῖν, ἃ δὴ παθεῖν οὐ βουλόμεθα. Μοιχοὶ δὲ καὶ οἱ ἄθεοι εἰδωλολάτραι· κλέπται δὲ καὶ οἱ κλέπτοντες τὴν ἀλήθειαν. Ποτὲ μὲν οὖν, Ἐπαῤῥησιάζου, φησὶ, τῇ κακίᾳ, ποτὲ δὲ, Δολίως ἐπεβούλευες, προσεποιοῦ δὲ γνησίως καὶ ὡς ἀδελφοῖς ὁμιλεῖν, λάθρα τούτων καταλαλῶν· ἐνήδρευες δὲ καὶ τοὺς ἐκ τῆς αὐτῆς σοι μητρὸς, ἤτοι συναγωγῆς, ἢ καὶ ἐκκλησίας· ἐφ’ οἷς ἐμοῦ σιωπῶντος ἡνίκα ἐνηνθρώπησα· ἢ καὶ ἄλλως· Ἐπὶ τὸ χεῖρον ἐβάδιζες καταφρονῶν τῆς ἐμῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας· διὸ λοιπὸν οὐκ ἀνέξομαι. Καὶ γὰρ διέκεισό με τὰς σὰς ἀποδέχεσθαι πράξεις, ἢ καὶ μηδένα τούτων μεμνῆσθαι. Ἀλλ’ ἐγώ σε διελέγχων πρὸ τῶν σῶν ὀφθαλμῶν ἅπαντα θήσω, ὅπως ὁρῶν αἰσχυνθῇς.

On the 12ΕΙΣ ΤΟ 12

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ν. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλῳ δὲ ψυχῆς τραύματι μεγάλου δεῖσθαι ἐλέου ὁμολογεῖ.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅρα δὲ πρὸς τὸ Χριστοῦ πάλιν μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν. Ἐκείνη γὰρ πρὸς τῆς ψυχῆς προσελαμβάνετο καθαρότητα. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Οὐ τοῦτό φησιν, ὅτι τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἀλλ’ ὅτι τὴν μεγίστην παρανομίαν εἰς αὐτὸν τετόλμηκε τὸν Θεὸν, ἀπὸ προβατέως μὲν γενόμενος βασιλεὺς, κρατήσας δὲ τῶν ἐχθρῶν, παντοδαποῖς δὲ κοσμηθεὶς ἀγαθοῖς, καὶ τοιούτοις τὸν εὐεργέτην ἀμειψάμενος. Τὸ δὲ, ἐνώπιόν σου, καὶ ἐν τῇ ἱστορίᾳ δεδήλωται· Ὤφθη, γὰρ φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ἢ οὕτως· Ἐδόκουν τις εἶναι πάλαι σκεπόμενος ὑπὸ σοῦ. Νενόμικα δὲ λοιπὸν ἀσάλευτος εἶναι, λέγων ἐν τῇ εὐθηνίᾳ μου. Οὐ μὴ σαλευθῶ· διὸ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ἐγενήθην τεταραγμένος· διδαχθεὶς ἐλέῳ τῷ σῷ· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
PG 23:439Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὅμοια δ’ ἂν εἴη καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν. Διὰ τί γὰρ ἦν ἐπικατάρατος, ἀλλ’ ὅτι ἐν ἀνομίαις συνελήφθη; Ἀκόλουθον γὰρ ἦν κατάραν ἕπεσθαι ἁμαρτίᾳ. Τοῖς αὐτοῖς Ἱερεμίας ἐχρήσατο φήσας· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ, καὶ ἡ νὺξ ἐν ᾗ συνέλαβέ με μήτηρ μου. Μακάριον γὰρ ἦν τὸ μηδὲ τὴν πρώτην γυναῖκα παραβᾶσαν τῇ φθαρτῇ γενέσει διακονήσασθαι, μένειν δὲ ἐν παραδείσῳ θείοις ὁμοιωθεῖσαν ἀγγέλοις· ἀλλὰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Θανάτῳ δὲ ἡ δι’ αἱμάτων καὶ σαρκὸς ὑπηρετεῖτο γένεσις εἰς τοῦ θνητοῦ γένους διαμονήν. Διὸ καὶ ἡ σύλληψις, ὡσανεὶ θανάτῳ ὑποκειμένη, τοῖς μακαρίοις διεβάλλετο. Ὁ δὲ Σύμμαχος· Εἰς ἀδικίαν ὠδυνήθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέ με ἡ μήτηρ μου. Ὠδυνήθην γὰρ καὶ ἐκυήθην, φησὶν, ἵνα παρέλθω εἰς ἀδικίαν, καὶ ἵνα, ἐν ἁμαρτίαις γενόμενος, ἐλεγχθῶ κατὰ ταύτην τὴν ἔννοιαν· Οὐκ ἐν ἀνομίαις, φησὶ, τῆς ἐμῆς συνελήφθην μητρὸς, οὐδὲ ταῖς ἑαυτῆς ἀνομίαις ἐκίςσησέ με·
ἀλλ’ ἐγὼ εἰς ἀδικίαν ἐγεννήθην, θνητὴν, περιβαλλόμενος σάρκα καὶ ταῦτά φημι, ἐπείπερ ἀλήθειαν ἠγάπησας. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Τὸ ὕσσωπόν ἐστι σύμβολον ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει· καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Ἄλλως, ὁ μὲν τὴν ψυχὴν κεκαθαρμένος ἀπὸ συνειδήσεως πονηρᾶς εἴποι ἂν τῷ Θεῷ· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόςωπόν σου ἀπ’ ἐμοῦ· ὁ δὲ τὸ αἰσχρὸν τῶν τῆς ψυχῆς τραυμάτων ὁρῶν ἐκκαλυπτόμενος εἰκότως λέγει τῷ μεγάλῳ κριτῇ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, ἀλλὰ μὴ ἐξ ἐμοῦ αὐτοῦ· ἀλλ’ ὡς νοσοῦντα θεράπευσον. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Πλείστης δὲ παρ’ Ἑβραίοις τῆς κοινότερον σωτηρίας σου λεγομένης καὶ τοῦ σωτηρίου σου δηλοῦται διαφορά. Γράφεται γὰρ τὸ μὲν σωτήριόν σου παρ’ αὐτοῖς, Ἰησουὰχ, σαφῶς δηλοῦν τοὔνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ· συμφώνως γὰρ οὕτως ἑρμηνεύουσιν ἅπαντες· τὸ δὲ, σωτηρία σου, Οἰσουάθ.
PG 23:441Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἄλλος εἶπεν· Ὑγιέσι μὲν ἁρμόττει τῆς αἰνέσεως ἡ θυσία· νοσοῦσι δὲ ἡ διὰ τῆς τεταπεινωμένης καὶ συντετριμμένης καρδίας. Καὶ ἐπειδὴ κατεαγυῖα γέγονεν ἡ καρδία μου, κατὰ Σύμμαχον, εἰκότως εὐξάμην καρδίαν καθαρὰν ἐν ἐμοὶ ὁ Θεὸς ἀντὶ τῆς κατεαγυίας· καὶ ἀντὶ τοῦ συντετριμμένου πνεύματος, κατὰ Σύμμαχον, ἔλεγον· Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Συντετριμμένον δὲ πνεῦμα τὸ δι’ ἐξομολογήσεως ἑαυτὸ συντρίβον τυγχάνει· τοιαύτη καὶ ἡ διὰ τῆς μετανοίας ἑαυτὴν ταπεινοῦσα καρδία. Τοιαύτην γὰρ αὐτὴν γενομένην μετὰ τὸ τῆς ἁμαρτίας οἴδημα ἀντὶ θυσίας προςδέξεται ὁ Θεός. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Ἀλλὰ πρὸς ταῦτα φήσειεν ἄν τις, πῶς ἀρτίως εἰπών, Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, νῦν ὡς μέλλοντος θυσίαν δέχεσθαι τοῦ Θεοῦ μετὰ τὸ τὴν πόλιν ἀνακτισθῆναι, φησὶ, Τότε εὐδοκήσεις θυσίαν; Ἀλλ’ οὐχ ἁπλῶς ἔφη θυσίαν, ἀλλὰ δικαιοσύνης. Ὅτε γὰρ εὐδοκήσεις τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τοιαύτη σοι θυσία προσενεχθήσεται.
Τὸ γὰρ θεοσεβὲς πολίτευμα εἰκόνα φέροι ἂν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ· διὸ καὶ ταύτης ὁμώνυμος ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἧς τείχη λέγει τοὺς περιφράττοντας ταύτην ἀγγέλους ἢ καὶ τοὺς ἱερωμένους καὶ προμαχοῦντας αὐτῆς, Προσδέξῃ δὲ, εἶπεν, ἀντὶ τοῦ, εὐδοκήσεις, ὁ Σύμμαχος. Καὶ τὴν ἀναφορὰν δὲ, καὶ τὰ ὁλοκαυτώματα, δικαιοσύνης νοητέον, καὶ προσέτι τοὺς μόσχους. Πάντα γὰρ δικαιοσύνης ἐκτελεῖται, κατὰ τὰς ἀναίμους καὶ πνευματικὰς θυσίας, τὰς ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθ’ ὅλης τῆς οἰκουμένης προσφερομένας. Καὶ ἐν ἄλλῳ γὰρ εἴρηται πρὸς Ἰουδαίους προφήτῃ· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. Διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Αὐτὴ νῦν λέγεται θυσία δικαιοσύνης· ἔστι δὲ καὶ αἰνέσεως, καθὰ πρόςθεν ἔλεγε· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.

On the 13ΕΙΣ ΤΟ 13

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΣΥΡΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΑ. Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυὶ̈δ εἰς τὸν οἶκον Ἀχιμέλεχ.
Ὁ μὲν λγ ψαλμὸς εἴρηται τῷ Δαυὶ̈δ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὗτος δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βασιλειῶν, Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἐπισημαίνεται δὲ τὸν καιρὸν ἐν ᾧ ἦλθε Δαυὶ̈δ εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε λαβὼν παρὰ τοῦ ἀρχιερέως. Κατ’ αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ φθάσας Δωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαοὺλ, καὶ ἐλθὼν πρὸς Σαοὺλ εἶπεν· Ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νοβὰν πρὸς Ἀβιμέλεχ τὸν υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ· καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν Νοβὰν, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα·
PG 23:443Ὅτε κελεύσαντος τοῦ Σαοὺλ, αὐτὸς ἐκεῖνος ὁ Δωὴκ, ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τ καὶ ε ἄνδρας φέροντας ἐφοὺδ, καὶ τὴν Νοβὰν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. Ταῦτ’ οὖν μαθὼν Δαυὶ̈δ τοῦτον πεπραγμένα τὸν τρόπον, τοὺς προκειμένους προσφέρεται λόγους, οὔτε ᾠδὴν περιέχοντας, οὔτε ὕμνον, οὔτε ἄλλο τοιοῦτον. Πῶς γὰρ καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοσούτων ἱερέων, ᾠδὰς αὐτῶν καὶ ψαλμοὺς ᾄδειν; διὸ οὐδὲν τοιοῦτον ἐπιγέγραπται· μόνον δὲ εἰς τὸ τέλος εἴρηται καὶ συνέσεως· ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικὰ ἐν οἷς φησιν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, καὶ τὰ ἑξῆς. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια. Ὅτε μὲν οὖν παρὰ τῷ Ἀβιμέλεχ γενόμενος, τῆς ἱερατικῆς ἀπεγεύσατο τροφῆς, ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ ἢ τὸν τρόπον αὐτοῦ κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν· εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπεν τῷ Θεῷ λέγων· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, καὶ τὰ ἑξῆς.
Νυνὶ δὲ, ὅτε τοῦ διαβόλου Δωὴκ τὴν πρᾶξιν ἔγνω, καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς, ἔργῳ διαβολικῷ χρησάμενος, ὡς πρὸς αὐτὸν συντάττει τοὺς προκειμένους λόγους φάσκων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἀνομίαν ὅλην τὴν ἡμέραν, καὶ ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ λέλεκται μὲν τὰ μετὰ χεῖρας πολὺ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ ν ψαλμοῦ. Ἔτι γὰρ ζῶντος τοῦ Σαοὺλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυὶ̈δ, καὶ πέπρακτο καὶ εἴρητο. Μακροῖς δὲ ὕστερον χρόνοις, μετὰ τὸν θάνατον Σαοὺλ, καὶ πρὸς τοῖς τελευταίοις τῆς αὐτοῦ βασιλείας, ὁ Δαυὶ̈δ τὴν ἐν τῷ ν ποιεῖται ἐξομολόγησιν, ἣν προὔταξε διὰ τὴν πρὸς τὸν μθ ψαλμὸν ἀκολουθίαν, ὥσπερ οὖν καὶ ἀποδέδεικται. Οἱ δ’ ἀπὸ τοῦ α καὶ ν τὸν ἀριθμὸν εἴκοσι, τοῦ Δαυὶ̈δ ἐπιγεγραμμένοι, μέχρι τοῦ ο ἐξ ἑτέρας ἀρχῆς τὴν ὑπόθεσιν εἰλήφασιν· ἐοίκασι γοῦν ἔτι ζῶντος Σαοὺλ εἰρῆσθαι, πρὶν ἢ βασιλεῦσαι τὸν Δαυί̈δ. Ὅ τε γὰρ μετὰ χεῖρας ἔτι ζῶντος Σαοὺλ ἐλέχθη, Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, ὅτι ἦλθε Δαυὶ̈δ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Ἀλλὰ καὶ ὁ νγ· Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Οὐχὶ ἰδοὺ Δαυὶ̈δ κέκρυπται παρ’ ἡμῖν;
PG 23:445εἴρητο. Καὶ ὁ ε δὲ καὶ ν· Ὅτε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γὲθ, ἐπιγέγραπται· ἦν δὲ καὶ οὗτος ὁ χρόνος ὁ πρὸ τῆς βασιλείας τοῦ Δαυὶ̈δ, ἔτι τοῦ Σαοὺλ περιόντος τῷ βίῳ, καὶ ὁ νϛ ἐπιγράφει· Τῷ Δαυὶ̈δ, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προςώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Ὡσαύτως καὶ ὁ νη· Ὁπότε, φησὶν, ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Ὅ γε μὴν νθ, εἰ καὶ μετὰ τὸν θάνατον Σαοὺλ εἴρητο, ἤδη βασιλεύοντος τοῦ Δαυὶ̈δ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας. Ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ ν ψαλμῷ ἐξομολόγησιν. Ἔτι μὴν καὶ ὁ ξβ ψαλμὸς ἐλέχθη τῷ Δαυὶ̈δ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας, ζῶντος ἔτι τοῦ Σαούλ. Καὶ θέα ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν ψαλμῶν τοῦ Δαυὶ̈δ, παρεκτὸς τοῦ ν, τοὺς πρόπαλαι εἰρημένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι.
Τό γε μὴν πρῶτον μέρος τῆς αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μ τὴν ἐναντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ ν ἐκεῖνο περιεῖχε τὸ μέρος. Ὁ γοῦν τρίτος ψαλμὸς λέλεκτο τῷ Δαυὶ̈δ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἔφευγε δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. Ἀλλὰ καὶ ἐν τῷ ϛ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλάετο λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζ δέ· Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεὶ λελεγμένος, τῶν αὐτῶν εἴη ἂν χρόνων. Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ Δαυὶ̈δ, τῷ Ἀβεσσαλὼμ συνεγένετο. Ἔτι μὴν καὶ ὁ ιζ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς Δαυὶ̈δ λελεγμένος. Ἀλλὰ καὶ ὁ λζ, ἐπιγεγραμμένος εἰς ἀνάμνησιν, τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ϛ, ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ ν φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι’ ὧν φησιν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆσαν τὴν κεφαλήν μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
Καὶ σὺ δ’ ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν ψαλμῶν μετὰ τοὺς χρόνους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὸν ν τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐρίαν πρᾶξιν. Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγησαν· ἀλλ’ οἱ τὴν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ ἐν τῷ δευτέρῳ μέρει τῶν ψαλμῶν· ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὲ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ, εἰς τὸ τέλος μὴ διαφθείρῃς, καὶ ἐπὶ τῆς τῶν ψαλμῶν τάξεως πεφυλάχθαι ἔοικεν. Διὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθειται· ἵνα δεύτερα τὰ χρηστότερα φυλαχθῇ, καλυπτομένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων, διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. Εἰκὸς δὲ τὸν Δαυὶ̈δ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ κατορθωμάτων ἐθέλειν καλύπτειν. Εἴποι δ’ ἄν τις, ὅτι καθ’ ὑπερβολὴν εὐλαβείας πρώτας ἔταττε τὰς ἐξομολογήσεις ἑαυτοῦ· Ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.
PG 23:447Ἀλλὰ τοσούτων ἡμῖν εἰς τὴν ἀποδοθεῖσαν τάξιν γεγυμνασμένων, καιρὸς ἤδη καὶ ἐπὶ τὰς προκειμένας φωνὰς τοῦ να παρελθεῖν. Γράφει τοίνυν τοὺς προκειμένους λόγους, μαθὼν ὁποῖα διεπράξατο Δωὴκ ὁ Σύρος ἐν ταῖς κατ’ αὐτοῦ διαβολαῖς. Διὸ ὡς πρὸς αὐτὸν ἀποτείνεται λέγων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἢ ὡς πρὸς τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον. Οὐ γὰρ ἠγνόει τὸν πάντοτε αὐτῷ ἀντικείμενον, καὶ διὰ παντὸς αὐτὸν πολεμοῦντα, ποτὲ μὲν διὰ τοῦ Σαοὺλ, νυνὶ δὲ διὰ τοῦ Δωὴκ, καὶ ἄλλοτε ἄλλως δι’ ἑτέρων. Ὁ μὲν οὖν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος ἐν αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἂν ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψεται ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἂν, καὶ τῆς ἑαυτοῦ κακίας περινοήσειεν ἑαυτῷ φάρμακον δι’ ἐξομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ’ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Καί μοι δοκεῖ τὸν ἐναντίον τρόπον διαγράφειν ὁ παρὼν λόγος τῷ προεξομολογησαμένῳ ἐν τῷ ν ψαλμῷ.
Ἐν ἐκείνῳ μὲ γὰρ ὀλισθήσας ἐν κακίᾳ ἅπαξ, ποτὲ μετεγίνωσκε καὶ ἑαυτὸν ἔκοπτεν ἐξομολογούμενος, καὶ τὰ ἑαυτοῖ κακὰ ἀποκλαόμενος· ὁ δὲ παρὼν ἐν κακίᾳ ὤν φησι· Καὶ ἀποξύσει σε ἀπὸ τῆς σκηνῆς, καὶ ἐκ ῥιζώσει σε ἐκ γῆς ζώντων εἰσαεί· ἵνα δίκαιοι βλέποντες ἀεὶ φοβῶνται, καὶ καταγελῶσιν αὐτοῦ λέγοντες· Ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέθετο τὸν Θεὸν ἰσχὺν αὐτοῦ· ἀλλ’ ἐπεποίθησε τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνισχυρεύσατο τῇ συμφορᾷ ἑαυτοῦ. Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν Δωὴκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστρεφόμενον δὲ ἐν μέσῳ τοῦ Ἰσραήλ· καί που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλήθους εἰς τὴν σκηνὴν τοῦ Θεοῦ, θεοσεβεῖν τε προςποιούμενον.
Λέλεκται δὲ καὶ πρὸς πάντα τὸν ἐν κακίᾳ δυνατὸν, τῇ γλώσσῃ χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν ἀπωλείᾳ, ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ῥίζαν, ὁ τῶν ψυχῶν γεωργὸς ἐκτῖλαι, κἂν δοκῇ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ Θεοῦ καὶ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ πεφυτεῦσθαι, Ἐκταλεὶς δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀποῤῥιφεὶς τοῦ τῶν ἁγίων σκηνώματος, θέαμα κείσεται οἰκτρὸν ἐπ’ ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἳ, τὴν ἀπότομον τοῦ Θεοῦ κατὰ τοῦ τοιούτου κρίσιν ὀφθαλμοῖς παραλαβόντες, ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέραν τοῦ δυνατοῦ ἐν κακίᾳ μεγαλαυχίαν, τό τε ὕψος καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶντες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσίν τε καὶ ἀπώλειαν, καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε θεώμενοι· ἀποδέξονται δὲ τοῦ Θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες. Εἶτα καὶ τὰς αἰτίας διελεύσονται, δι’ ἃς ταῦτα πέπονθεν ὁ ἀσεβὴς, δικαιοῦντες τὴν τοῦ Θεοῦ κρίσιν.
PG 23:449Δέον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν, μηδ’ ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου ἐπαίρεσθαι, μόνον δὲ τὸν Θεὸν ἐλπίδα καὶ βοηθὸν αὑτοῦ τίθεσθαι, καὶ ἐπὶ ταύτῃ μὴ σαλεύειν τῇ ἐλπίδι· ὁ δὲ τὴν μὲν ἀγαθὴν ἄγκυραν τῆς ἑαυτοῦ ψυχῆς καταλέλοιπεν, ἐπὶ ματαίῳ δὲ πλούτῳ τὰς ἐλπίδας ἀναρτήσας, ἑαυτὸν ἔπαιξε, πλέον οὐδὲν ἢ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὑτοῦ ματαίᾳ καὶ ἄφρονι μεγαλαυχίᾳ. Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἐν κακίᾳ δυνατὸς ὁποίου τέλους τεύξεται, διὰ τῶν εἰρημένων μεμαθήκαμεν. Ἐγὼ δὲ, φησὶν ὁ Δαυὶ̈δ, ταῦτα παιδευθεὶς πρὸς τοῦ ἁγίου Πνεύματος, οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρθείην ποτὲ, οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου· Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ, τὴν ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώλειαν ἑτέρων ἀκονήσαιμι, ἀλλ’ ἐπ’ ὠφελείᾳ ψυχῶν, καὶ εἰς διακονίαν σωτηρίων λόγων.
Καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ εὔκαρπος, ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεῖ καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ. Διό φημι· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἢ κατὰ τὸν Σύμμαχον· Ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἀπένευον τοῦ οἴκου τοῦ Θεοῦ· ἀλλ’ ἔνδον ἐν αὐτῷ ὥσπερ ἐν γεωργίῳ Θεοῦ πεφυτευμένος, καὶ τῶν ναμάτων τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγινόμην καὶ ἀειθαλὴς, κατὰ τὸ παράδειγμα τοῦ τῆς ἐλαίας φυτοῦ, ὅπερ ἐν τοῖς ἀειθαλέσι παρείληπται. Τήρει δὲ, ὅτι ταῦτα λέγων ὁ Δαυὶ̈δ, οὔτε ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, ἣν ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ Θεοῦ· οὔτε γὰρ ᾠκοδόμητο· ἀλλ’ οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωϋσέως κατεσκευασμένῃ, εἰσέτι τότε παρὰ Ἰουδαίοις οὔσῃ. Φεύγων γὰρ τὸν Σαοὺλ παρ’ ἑτέροις τὰς διατριβὰς ἐποιεῖτο· ὅμως δ’ οὖν οὐκ ἠγνόει ἑαυτὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένον· οἶκον Θεοῦ νοῶν τὸ θεοσεβὲς πολίτευμα.
Καὶ ἐπειδήπερ κατάκαρπος, οὐδὲ πικροὺς φέρων καρποὺς, γλυκεῖς δὲ καὶ πολλῆς γέμοντας φιλανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρπῳ παρεβάλλετο, τὸν εἰς τοὺς πέλας ἔλεον σημαίνοντος, καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. Ὡς οὖν τοσούτοις βρίθων ἀγαθοῖς, ἀκολούθως ἐπιλέγει· Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ μὲν γὰρ ἐν κακίᾳ δυνατοῦ τὸ τέλος ἐκρίζωσιν αὐτῷ καὶ ἀφανισμὸν ἐδήλου. Ἐχρῆν γὰρ τὴν τῶν πικρῶν οἰστικὴν ῥίζαν καρπῶν πρὸς τοῦ τῶν ὅλων σοφοῦ γεωργοῦ ἀποκταλῆναι. Ὁ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς ἀγαθῆς ἐλπίδος, ἧς οὔποτε ἐκπεσεῖται· Ἡ γὰρ ἐλπὶς, κατὰ τὸν Ἀπόστολον, οὐ καταισχύνει. Εἶθ’ ὡς ἐπ’ ἀγαθοῖς καρποῖς, ἀγαθὰς ἐλπίδας ἑαυτῷ ὑποτυπωσάμενος, τὴν αἰτίαν ἐξάπτει τῷ πάντων τῶν ἀγαθῶν χορηγῷ λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγὼ, φησὶν, ἐποίησα ἐμαυτὸν ὡσεὶ ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ ἐποίησας· παρὰ σοῦ γὰρ ἡ χάρις·
PG 23:451διὸ οὐδέποτε παύσομαί σοι τὴν χάριν εἰδὼς, καί σοι ἐξομολογούμενος· ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, ὑπομενῶ τὸ ὄνομα αὐτοῦ. Τῆς γὰρ ἀγαθῆς ἐλπίδος ὑποκειμένης, ὑπομονῆς ἡμῖν χρεία. Διὸ ὑπομενῶ τὸ ὄνομά σου, φησὶν, ὅτι χρηστόν ἐστιν ἐναντίον τῶν ὁσίων σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀγαθὸν τὸ ὄνομά σου ἄντικρυς τῶν ὁσίων σου. Εἰδὼς οὖν, ὅτι ἀγαθόν ἐστι, καὶ ἀγαθῶν ποιητικὸν, οὐ τοῖς δυνατοῖς ἐν κακίᾳ, οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς ὁσίοις, εἰκότως ὑπομενῶ τὸ ὄνομά σου, εὔελπις ὢν μήποτε ἐκπεσεῖν τοῦ σοῦ ἐλέους. Οὕτω γοῦν ἤλπισα ἐπ’ αὐτῷ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

On the 14ΕΙΣ ΤΟ 14

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΒ Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ μὲν ν ἐξομολόγησιν τρόπου μεταγινώσκοντος ἐφ’ οἷς ἥμαρτεν, περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ, ἀπόνοιαν τοῦ ἐν κακίᾳ δυνατοῦ καὶ ἀθέου τρόπου· ὁποῖόν τε τοῦτον διεδέχετο τὸ τέλος, καὶ ὁποῖον τὸν πρότερον. Τῷ μὲν γὰρ καυχησαμένῳ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς ἐλέγετο·
Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματος· ἐκ προσώπου δὲ τοῦ ἐξομολογησαμένου ἐπήγετο ἑξῆς τὸ, Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ εἰς τὸν αἰῶνα. Ὁ δὲ παρὼν οὐκ ὢν ψαλμὸς, οὐ γὰρ οὕτως ἐπιγέγραπται, ἀλλ’ οὐδὲ ᾠδὴ, οὐδέ τι τῶν τοιούτων, προφητείαν περιέχει τῆς σωτηρίου θεοφανείας, ἣν πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Ὥσπερ οὖν καὶ ὁ μετὰ χεῖρας ἐπὶ τῇ πάντων ἀνθρώπων διαπτώσει, καὶ ὥσπερ ἐπὶ κοινῷ ναυαγίῳ εὐχόμενος καὶ λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ· ὅτε γὰρ, ἐξομολογούμενος καὶ ἐξαγορεύων τὰ ἑαυτοῦ ἁμαρτήματα διὰ τῆς σωτηρίου θεοφανείας, καθάρσεως ἔμελλε τεύξεσθαι· ὅτε ἄθεος ἐν ἀνθρώποις καὶ ἐν κακίᾳ δυνατὸς τρόπος οὐδ’ ἄλλως οἷός τε ἦν ἢ διὰ μόνου τοῦ Σωτῆρος θεραπείας τυχεῖν, τοῦ καὶ τὰ ἀνίατα τῆς ψυχῆς πάθη ἰάσασθαι δυναμένου. Καὶ ταῦτα μὲν εἰς τὴν ἀκολουθίαν εἰρήσθω. Σημειώσῃ δὲ, ὅτι δεύτερον ἤδη ἡ προκειμένη προφητεία ἔγκειται τῇ βίβλῳ τῶν Ψαλμῶν·
PG 23:453ἐν μὲν τῷ πρώτῳ μέρει κατὰ τὸν ιγ, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὰ προκείμενα. Σχεδὸν γὰρ αὐτοῖς ῥήμασιν ἀπ’ ἀρχῆς μέχρι τέλους καὶ ὁ ιγ ὁμοίως ἔχει τῷ παρόντι· ἀρχόμενος μὲν ἀπὸ τοῦ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· τελευτῶν δὲ εἰς τό· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται. Ἐν μὲν γὰρ τῇ προγραφῇ ὁ μὲν ιγ εἰς τὸ τέλος τῷ Δαυὶ̈δ ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν τὴν αὐτὴν ῥῆσιν, πλεονάζει δὲ ἐν τῷ λέγειν, ὑπὲρ Μαελὲθ, συνέσεως. Ὁ μὲν Ἀκύλας, ἐπὶ χορείᾳ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Θεοδοτίων, ὑπὲρ τῆς χορείας, καὶ ἡ πεμπτὴ ἔκδοσις ὡσαύτως. Ἀναγκαίως δὲ πρόκειται τὸ, συνέσεως· ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τίς ἐστιν ἡ χορεία ἡ διὰ τῆς προγραφῆς δηλουμένη, καὶ τίς ὁ λόγος, καθ’ ὃν ἅπαξ προλεχθείσης τῆς προφητείας κατὰ τὸν ιγ δεύτερον ἐνταῦθα παρείληπται. Τὸ δὲ, εἰς τέλος, ἐν ἀμφοτέροις κείμενον, σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ’ ὃν ἤμελλεν ἀποτελεῖσθαι τὰ προφητευόμενα.
Ἐπειδὴ γὰρ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, τὸ Σωτήριον τοῦ Θεοῦ, ἐπιφανὲν τοῖς ἐπὶ γῆς ἀνθρώποις, χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκροτουμένην, εἰς ὕμνους καὶ δοξολογίας τοῦ αὐτοῦ Πατρός· εἰκότως ἐπὶ σύνεσιν ἡμᾶς ταύτης τῆς χορείας ὁ λόγος παρορμᾷ. Καὶ ὅρα τὸ παράδοξον· προγράφει μὲν γὰρ ὑπὲρ τῆς χορείας, ἢ ὑπὲρ τοῦ χοροῦ, εἰσάγει δὲ οὐδένα ἐπὶ γῆς ἄνθρωπον ἀγαθὸν, οὐδὲ ποιοῦντα χρηστότητα ἕως ἑνὸς, λέγων ἑξῆς· Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν καὶ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Εἰ δὲ οὖν τοιαῦτα ἦν τὰ ἐν ἀνθρώποις, ὡς μηδένα ἀγαθὸν εὑρίσκεσθαι ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, πῶς ὑπὲρ τῆς χορείας τὰ τῆς προγραφῆς λέγεσθαι σημαίνει; Ἀλλ’ ἐρεῖς, ὅτι, ἐπειδὴ πάντες ἐξέκλιναν ἕως ἑνὸς, διεφθάρησάν τε οἱ ἐπὶ γῆς καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, εἰκότως ὁ προφήτης ἐπηύξατο ἐν τοῖς μετὰ ταῦτα εἰπών· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.
Συνεῖδε γὰρ τῇ προγνώσει τοῦ πνεύματος τοῦ προφητικοῦ, ὡς ἄρα διὰ τοῦ Σωτηρίου ἤμελλεν ἡ αἰχμαλωσία τοῦ λαοῦ ἐπιστρέφειν καὶ ἐλευθεροῦσθαι τῆς τῶν πολεμίων δυναστείας· ὧν ἐπιτελουμένων, ἡ τοῦ Θεοῦ χορεία συνίστατο ἐξ αὐτῶν ἐκείνων τῶν ἐλευθερουμένων τῆς αἰχμαλωσίας. Εἰκότως οὖν εἰς τὸ τέλος ἀναπέμπεται τὰ λεγόμενα, καὶ ὑπὲρ Μαελὲθ, τουτέστιν ὑπὲρ τῆς χορείας, λέλεκται· ὡσεὶ σαφέστερον ἡρμήνευτο, ὑπὲρ τῶν ἐλευθερωθησομένων τῆς αἰχμαλωσίας· διόπερ καὶ εἰς σύνεσιν ἡμᾶς ἀναπέμπει. Εἴρηται δὲ, τῷ Δαυὶ̈δ, ἡ προφητεία, ὑπ’ αὐτοῦ λεχθεῖσα. Διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τοῦ Δαυὶ̈δ, ἐπιγέγραπται. Καὶ ἔστιν εἰπεῖν ὡς ἄρα αὐτὸς ὁ Δαυὶ̈δ, προφήσας τό· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὐκ ἄλλως τεύξεσθαι τοῦ ἐλέους ἠπίστατο ἢ διὰ τοῦ προφητευομένου σωτηρίου. Διὸ ἐν μὲν τῷ ν ἔλεγεν· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου σου· ἐν δὲ τῷ προκειμένῳ Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ηὔχετο γὰρ καὶ αὐτῷ δοθῆναι τὸ κοινὸν ἀγαθόν. Καὶ ὁ ιγ δὲ πρὸς τὸν πρὸ αὐτοῦ, λέγω δὲ τὸν ιβ, πολλὴν εἶχεν ἀκολουθίαν.
PG 23:455Εὐξάμενος γὰρ ἐν τῷ ιβ, ὁ αὐτὸς καὶ εἰπών· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; καὶ τὰ τούτοις ἑξῆς συνάψας, ἐπιλέγει· Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ Σωτηρίῳ σου. Καὶ ἐπειδήπερ ἐμνημόνευσε τοῦ Σωτηρίου ἐν τῷ ιβ, ἐν τῷ ιγ ἀκολούθως φησί· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ἡ μὲν οὖν προγραφὴ, πολλῆς συνέσεως δεομένη, ὑπὲρ τῆς χορείας ἐλέγετο, τῆς μελλούσης διὰ τοῦ Σωτηρίου συνίστασθαι ἐν ἀνθρώποις· ἥτις ἔργῳ ἐπετελέσθη μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ οὗ καθ’ ὅλης τῆς οἰκουμένης μία συνέστη τῷ Θεῷ χορεία, οἵα οὐδεπώποτε, ἡ καθολικὴ τοῦ Θεοῦ Ἐκκλησία ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἄσειστον πέτραν τοῦ σωτηρίου λόγου τεθεμελιωμένη. Τὰ δὲ ἐν ἀρχῇ τῆς προφητείας λεγόμενα ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ὥσπερ τι ναυάγιον εἰσάγει. Εἶπε γάρ· Φησὶν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· οὐκ ἔστι ποιῶν ἀγαθόν. Τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ιγ ἐδηλοῦτο, μάλιστα κατὰ τὴν Ἑβραϊκὴν γλῶσσαν, ἐν ᾗ αἱ αὐταὶ λέξεις ἐμφέρονται καὶ τὰ αὐτὰ στοιχεῖα ἐν ἀμφοτέροις·
εἰ καὶ μάλιστα τῆς παρ’ ἡμῖν ἑρμηνείας, λέξεις τινὰς ἐνηλλαγμένας περιέχειν δοκεῖ. Ἀντὶ γὰρ τοῦ, Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, ὁ ιγ, Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι· καὶ πάλιν ἀντὶ τοῦ, Οὐκ ἔστι ποιῶν ἀγαθὸν, Οὐκ ἔστι ποιῶν χρηστότητα, περιέχει· παρὰ γὰρ τοὺς ἑρμηνεύσαντας ἡ ἐναλλαγὴ φέρεται. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὴν ἔκπτωσιν τῶν κοινῶν περὶ Θεοῦ ἐννοιῶν, καὶ τὸν δυσσεβῆ καὶ ἄθεον λογισμὸν τῆς ἀνθρωπότητος ἁπάσης πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας ἐπικρατήσαντα. Τοῦ γὰρ Θεοῦ ταῖς κοιναῖς ἐννοίαις ἀγαθὰ σπέρματα τῆς περὶ αὐτοῦ γνώσεως καταβαλλομένου, τοσαύτη τις κατέσχεν διαστροφὴ πάντα τὸν ἐν ἀνθρώποις ἄφρονα, ὡς δόξαν ἄθεον ἐν τῷ ἑαυτοῦ λογισμῷ κτήσασθαι, καὶ ὅτι μηδείς ἐστι μηδὲ ὑφέστηκεν ἐν τῷ παντὶ ὁ Θεὸς διανοηθῆναι. Οὗτος μὲν οὖν ἀληθῶς ἄθεός τις ἦν καὶ παντελῶς ἄφρων, οὔτε πρόνοιαν τὰ πάντα ἐφορῶσαν, οὔτε νοῦν τὸν καθόλου, οὔτε τὴν ἐπέκεινα τῶν ὅλων οὐσίαν τὴν ἁπάντων ποιητικὴν, ὑφεστάναι ὁριζόμενος· οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων, πολυθέῳ πλάνῃ τῇ κατὰ τὴν εἰδωλολατρείαν ἑαυτοὺς ἐκδόντες, ἑτέρῳ ἀφροσύνης τρόπῳ εἰς ἀθεότητα πεπτώκασιν·
PG 23:457οἳ καὶ αὐτοὶ διέφθειραν τὰ σπαρέντα ἐν αὐτοῖς ὑγιῆ περὶ Θεοῦ σπέρματα, καὶ τῇ τῶν νεκρῶν εἰδώλων βδελυρίᾳ ἑαυτοὺς παραδεδώκασιν, ἄτιμα καὶ ἀληθῶς βδελύγματα σεβασθέντες. Διὸ εἴρηται· Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διεφθάρησαν καὶ βδελυρίαν ἐπετήδευσαν μετὰ ἀδικίας. Ἐπετήδευσαν γὰρ τὴν βδελυρίαν, τὰ μὴ ὄντα ὡς ὄντα ἂν εἰδωλοποιήσαντες μετὰ τῆς ἀνωτάτω ἀδικίας. Τίς γὰρ ἂν γένοιτο ταύτης ἑτέρα χείρων ἀδικία, καθ’ ἣν φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, κατὰ τὸν ἱερὸν Ἀπόστολον; Εἶτ’ ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρόφοις ἑαυτῶν ἐπιτηδεύμασιν, εἰς πᾶν εἶδος βίου μοχθηρίας περιπεπτώκασι. Διὸ ἐπιλέγεται ἑξῆς· Οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν, λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι Θεόν·
καὶ οἱ λοιποὶ δὲ πάντες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες. Ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον οὐχ ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾷν καὶ ἐπισκέπτεσθαι, οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος, καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώπων, διδάσκει. Εἶτ’ ἐπειδήπερ πρόνοιαν ποιούμενος τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑποβαίνων, καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ, καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν εἴ πού τίς ἐστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν συνιὼν, καὶ εἴ πού τις, πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης, τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείληφε. Καὶ ἐπειδὴ, ζητῶν, οὐδένα τοιοῦτον εὗρεν, τῷ πάντας ἐκκλῖναι, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ἀχρειωθῆναι, ὡς μὴ ποιοῦντα ἀγαθὸν ἕως ἑνὸς εὑρεῖν· εἰκότως ἐπαπειλεῖ τοῖς διαφθείρασιν αὑτοὺς, τὰ ἑξῆς λέγων· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο· ἐκεῖ φοβηθήσονται φόβῳ οὗ οὐκ ἦν φόβος.
Ἐπειδὴ, διακύψας ἐκ τοῦ ἰδίου κατοικητηρίου ὁ Θεὸς, τουτέστιν ἐκ τοῦ οὐρανοῦ, ἔνθα κατοικεῖν λέγεται διὰ τοὺς αὐτόθι χωροῦντας αὐτοῦ τὴν βασιλείαν, πάντας εἶδε τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀχρειωθέντας καὶ τῆς εὐθείας καὶ ὀρθῆς ἀποκλίναντας ὁδοῦ· εἰκότως οἷά τις ποιμὴν ἀγαθὸς κηδόμενος τῆς ἐν ἀνθρώποις αὐτοῦ ἀγέλης, ἐπαπειλεῖ τοῖς αἰτίοις τῆς διαστροφῆς, λέγων· Οὐχὶ γνώσονται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ ταῦτα περὶ δυνάμεων ἀντικειμένων λέγεσθαι τῶν ἀοράτων ἐχθρῶν καὶ πολεμίων τοῦ γένους τοῦ ἀνθρωπείου. Οὗτοι γὰρ τὸ τῶν ἀνθρώπων γένος κατάβρωμα ἑαυτοῖς ἐποιήσαντο, οἷα δεινοὶ θῆρες τὰς ψυχὰς αὐτῶν κατεσθίοντες, κατὰ τὸ εἰρημένον ἐν προφητείαις· Οἱ κατεσθίοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οὗτοι οὖν αὐτοὶ νῦν μὲν, φησὶν, ὡς οὐκ ἂν τὸν Θεὸν πρὸ ὀφθαλμῶν θέμενοι, ταῦτα κατὰ τοῦ λαοῦ καὶ κατὰ τῆς ἐμῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης διεπράξαντο. Μήτι οὖν καὶ εἰς τὸ παντελὲς ταῦτα πράττοντες διατελέσουσιν;
PG 23:459Ἔστω δὲ νῦν, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, τἀναντία τῷ Θεῷ καὶ τὰ ἐχθρὰ αὐτῷ ἐνεργοῦντες, μὴ οὐχὶ γνώσονται καιρῷ τινι τὴν ἐπελευσομένην αὐτοῖς δίκην; Καὶ μὴν ἔσται καιρὸς, ἐν ᾧ φοβηθήσονται φόβον. Ποῖος δ’ ἂν εἴη οὗτος ἢ ἐκεῖνος καθ’ ὃν ἐπιλάμψαντος τοῦ Σωτηρίου, οὐκέτι τοῖς ἐμοῖς θρέμμασι φόβος ἐπιστήσεται· αὐτοὺς δὲ τοὺς δεινοὺς θῆρας καὶ τοὺς ἀφανεῖς καὶ ἀοράτους δαίμονας φόβος λήψεται ἐκεῖ οὗ οὐκ ἔσται φόβος; Τότε γὰρ τοῖς μὲν τῶν ἀγαθῶν ἀξίοις οὐκ ἔσται φόβος, τοῖς δὲ νῦν ἐπαιρομένοις κατὰ τοῦ λαοῦ μου ἐπιπεσεῖται φόβος ὁ τῆς μετελευσομένης αὐτοὺς ὀργῆς, ἥτις ἐπιστᾶσα διασκορπίσει ὀστᾶ ἀνθρωπαρέσκων· ἐν ᾗ καὶ καταισχυνθήσονται, ἐπειδὴ τότε αὐτοὺς ὁ τῶν ἁπάντων ἐξουδενώσει κριτής. Ἀντὶ δὲ τοῦ· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὁ γὰρ Θεὸς διασκορπίσει ὀστᾶ τῶν παρεμβαλλόντων περὶ σέ· καταισχυνθήσῃ, ὅτι ὁ Θεὸς ἀπεδοκίμασεν αὐτούς. Καὶ ὁ Ἀκύλας δὲ τῆς αὐτῆς ἔχεται διανοίας λέγων· Ὅτι ὁ Θεὸς ἐσκόρπισεν ὀστᾶ παρεμβεβληκότων σου· ᾔσχυνας, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν αὐτούς.
Ἡ δὲ τοῦ λόγου διάνοια παρίστησι τῶν προλεχθέντων ἐπιβούλων τοῦ λαοῦ, δηλαδὴ τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ἀφανῶν πολεμίων, τὰς δυνάμεις καθαιρεθήσεσθαι. Ὀστᾶ γὰρ διασκορπιζόμενα τῶν ἐχθρῶν εἶεν ἂν αἱ τῆς κακίας αὐτῶν δυνάμεις, ἃς διασκορπίζειν κατὰ τὸν σημαινόμενον καιρὸν ὁ λόγος ἀπειλεῖ. Τότε δὲ καὶ καταισχυνθήσονται, ἐπειδὰν ἀποδοκιμάσῃ αὐτοὺς ὁ Θεὸς ἢ ἐξουθενήσῃ, τὸ μηθὲν αὐτοὺς εἶναι ἀποδείξας. Ταῦτα εἰκότως ἠπείλησεν ὁ τῶν ἀνθρώπων κηδεμὼν τοῦ Θεοῦ λόγος· ἐπειδὴ διακύψας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ζητήσας τε ἐν αὐτοῖς εἰ ἔστι συνιὼν ἢ ζητῶν τὸν Θεὸν, οὐδένα εὗρε· κατέλαβε δὲ τοὺς πάντας ἐξ ἐπιβουλῆς ἐχθρῶν ἐκκλίνοντας καὶ ἀχρειωθέντας, ὡς μηδὲ ἕως ἑνὸς περιλείπεσθαι ἀγαθῶν ἔργων ποιητήν. Τὰ μὲν οὖν πρῶτα ὁμοίως καὶ ὁ ιγ περιέχει· παρήλλακται δὲ τὰ ἑξῆς. Ἐν μὲν γὰρ τῷ ιγ συνῆπται τούτοις τὸ, Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ, βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν· ἐνταῦθα δὲ, Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἀλλὰ μὲν εἰς τὸν ιγ οἰκείας ἔτυχεν ἑρμηνείας κατὰ τοὺς οἰκείους τόπους·
PG 23:461τὰ δὲ προκείμενα, ὅπως ἡμῖν παρέστη, πρόκειται τοῖς ἐντυγχάνουσιν. Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Μεγάλα φαντασθεὶς ὁ Προφήτης ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἀποκαλύψεως περὶ τῆς ἀπωλείας τῶν ἐχθρῶν τοῦ τῶν ἀνθρώπων γένους, ἑξῆς ἐπήγαγε τὸ, Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον; ὡσεὶ ἔλεγε· Τίς δώσει ἤδη ποτὲ ταῦτα δι’ ἔργων χωρῆσαι; Οὐ γὰρ ἄλλως σεσῶσθαι κακῶν ἐλευθερίαν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἢ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Σωτηρίου τοῦ Θεοῦ, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν φέρεται τῶν Γραφῶν. Ἐπεύχεται τοίνυν λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Πολλάκις δὲ ἡμῖν εἴρηται, ὡς ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῦτον ἐν ταῖς προφητείαις προαγορεύεται τὸν τρόπον· Σωτήριον γὰρ αὐτὸν καλεῖν εἰώθασιν· ὃ καὶ πᾶσι τοῖς ἔθνεσι γνωσθήσεσθαι προεκήρυττον ἔντε τοῖς ἄλλοις καὶ ἐν οἷς εἴρηται· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ Σωτήριον αὐτοῦ.
Ἀναγγείλατε τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· καὶ πάλιν· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ· καὶ ὁ Ἡσαί̈ας, Ἀποκαλύψει, φησὶ, Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ τὰ ἑξῆς. Ἤδη δὲ πολλάκις παρατεθείμεθα τῶν λόγων τὸ ἀποτέλεσμα, μαρτυρούμενον ὑπὸ τοῦ Συμεῶν, ὃς, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔτι νήπιον ὄντα, ταῖς ἀγκάλαις λαβὼν, ἀνεφώνησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ὄνομά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν. Ἀλλὰ ταῦτα μὲν ἐν Εὐαγγελίοις ἐπληροῦτο. Οἵ γε μὴν παλαιοὶ προφῆται, τὸ μέλλον τῷ Πνεύματι προθεωροῦντες, καὶ τῶν ἀγαθῶν εἰς ἔρωτα καὶ πόθον ἐρχόμενοι, ἐπεβόων ἐν εὐχαῖς, τοτὲ μὲν φάσκοντες· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτήριόν σου δῴης ἡμῖν· τοτὲ δὲ ἐν εὐχῇ λέγοντες· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Τί γὰρ καὶ ἔμελλε γίγνεσθαι ἐπιφανέντος τοῦ Σωτηρίου, ἑξῆς ὁ λόγος παρίστησι φάσκων·
Ἐν τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Ὁρᾷς, ὡς, ἐπιφανέντος τοῦ Σωτηρίου, ἐπιστροφὴν γενήσεσθαι τῆς αἰχμαλωσίας θεσπίζει κατὰ τὴν σωτήριον φωνὴν τὴν ἐμφερομένην ἐν τῷ λέγοντι ἐξ αὐτοῦ προσώπου προφήτῃ· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν; ἢν μετὰ χεῖρας αὐτὸς ὁ Σωτὴρ ἐπὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων λαβὼν, καὶ τὸν τόπον διελθὼν ἐπεσφραγίσατο φήσας· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν. Τῆς οὖν αἰχμαλωσίας ἀνεθείσης, χορεῖαι λοιπὸν ἐξ αὐτῆς συνίστανται, τοὺς ὕμνους ἀναπέμπουσαι τῷ ἐλευθερωτῇ βασιλεῖ. Τότε δὲ καὶ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τότε δὲ, πότε, ἢ κατὰ τὸν καιρὸν τῆς δηλουμένης ἐλευθερίας τοῦ λαοῦ τοῦ Θεοῦ, ὡς νοεῖν σε ἕτερον μὲν εἶναι τὸν ἐλευθερούμενον λαὸν, καὶ ἑτέρους τοὺς ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ εὐφραινομένους; Τοῦτο γὰρ ἡ διάνοια ὑποβάλλει φάσκοντος τοῦ λόγου· Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς.
PG 23:463Οὗτοι γὰρ εὐφρανθήσονται ἐν τῷ ἐπιστρέφειν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Δύο τοίνυν διὰ τούτων παρίσταται τάγματα, τὸ μὲν τῶν μὴ ὑποπεπτωκότων τῇ αἰχμαλωσίᾳ, τὸ δὲ τῶν ὑποπεπτωκότων μὲν, ἐλευθερίας δὲ τετυχηκότων διὰ τοῦ Σωτηρίου. Ἐρεῖς οὖν τοὺς μὲν πάλαι προφήτας καὶ δικαίους, καὶ πατριάρχας, καὶ πάντας τοὺς καθαροὺς τῆς εἰδωλολάτρου πλάνης γενομένους, αὐτοὺς εἶναι τοὺς μὴ ὑποπεπτωκότας τῇ τῶν νοητῶν πολεμίων ἁλώσει· τοὺς δὲ ἐξ ἐθνῶν εἰς ἀθεότητα περιτραπέντας, τούς τε τῇ πολυθέῳ πλάνῃ καταδουλωθέντας, ἢ καὶ τοὺς ἐκ περιτομῆς τοὺς ταῖς ἑαυτῶν ἁμαρτίαις πραθέντας, καὶ ἁπαξαπλῶς ἅπαντας, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεὸς, διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, τούτους τυγχάνειν τοὺς τὴν αἰχμαλωσίαν πεπονθότας. Ὧν ἐλευθερουμένων διὰ τῆς τοῦ Σωτηρίου ἐπιλάμψεως, ὁ πάλαι παρὰ Θεῷ ἤδη ἀναπεπαυμένος προφητικὸς χορὸς, Ἰακὼβ καὶ Ἰσραὴλ κυρίως ὀνομαζόμενος διὰ τὰ ἐκ τῶν ὀνομάτων σημαινόμενα πράγματα, ἀγαλλιάσεται καὶ εὐφρανθήσεται, συγχαίρων ὡς οἰκείοις μέλεσι τοῖς διὰ τοῦ Σωτηρίου ἐλευθερουμένοις.

To the End, OnΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ, ΕΝ ΤΩ ΕΛΘΕΙΝ ΤΟΥΣ ΖΙΦΑΙΟΥΣ ΚΑΙ ΕΙΠΕΙΝ ΤΩ ΣΑΟΥΛ· ΟΥΚ ΙΔΟΥ ΔΑΥΙΔ ΚΕ- ΚΡΥΠΤΑΙ ΠΑΡ’ ΗΜΙΝ; ΝΓ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυναστείᾳ σου κρῖνόν με. Ὥσπερ ἀπεδείκνυντο οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν μετὰ τὸ πταῖσμα τὸ εἰς τὴν τοῦ Οὐρίου γεγονὸς λελεγμένοι ἐκ τῆς ἐφ’ ἑκάστῳ κειμένης προγραφῆς· οὕτω καὶ νῦν αἱ καθ’ ἕκαστον ψαλμὸν προγραφαὶ δηλωτικαὶ τυγχάνουσι τοῦ χρόνου καθ’ ὃν ἐλέχθησαν. Αὐτίκα γοῦν καὶ ὁ προκείμενος ἀνέπεμψεν ἐπὶ τὴν πρώτην βίβλον τῶν Βασιλειῶν· ὡς ἂν ἐκεῖθεν μάθοιμεν, ἐφ’ οἵοις πράγμασι τὸν προκείμενον ὕμνον ὁ Δαυὶ̈δ ἀνέπεμψεν. Ἔχει δὲ ἡ ἱστορία τοῦτον τὸν τρόπον· Καὶ ἐκάθισε Δαυὶ̈δ ἐν τῇ ἐρήμῳ Μασεδὲκ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Εἶθ’ ὡς ἦλθεν Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. Καὶ συνέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου, καὶ Δαυὶ̈δ ἐκάθητο, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ·
οἷς ἑξῆς ἐπιλέγει· Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες· Οὐκ ἰδοὺ Δαυὶ̈δ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσαρᾶ ἐν τοῖς στενοῖς, ἐν τῇ καινῇ; Ὃ δὴ μαθὼν Σαοὺλ ἐπὶ δίωξιν ἐτράπη τοῦ Δαυί̈δ. Ἤδη τε λοιπὸν ἐγγὺς ἦν τοῦ λαβεῖν αὐτὸν ὑποχείριον· γέγραπται γάρ· Καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶ̈δ εἰς τὴν ἔρημον Μαών. Καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἐγένετο Δαυὶ̈δ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλλον ἐπὶ Δαυὶ̈δ καὶ τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς. Καὶ ἄγγελος ἦλθε πρὸς Σαοὺλ λέγων· Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο ἀλλόφυλοι ἐπὶ τὴν γῆν. Καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶ̈δ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων. Ταῦτα μὲν τὰ ἀπὸ τῆς ἱστορίας. Ἐφ’ οἷς τὸν προκείμενον ὕμνον διασωθεὶς ἐκ χειρὸς Σαοὺλ ὁ Δαυὶ̈δ γραφῇ παραδίδωσιν, ἐπισημηνάμενος τὸν καιρὸν καὶ τὸ πρᾶγμα δηλώσας διὰ τῆς προγραφῆς. Διὸ καὶ ἐπὶ σύνεσιν ἡμᾶς παρορμᾷ τῶν ἐμφερομένων, λέγων· Εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυί̈δ. Κατὰ δὲ τὸν Ἀκύλαν·
PG 23:465Τῷ νικοποιῷ ἐν ψαλμοῖς ἐπιστήμονος τοῦ Δαυί̈δ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον διὰ ψαλτηρίων περὶ συνέσεως τοῦ Δαυί̈δ. Ἐπειδὴ καὶ φεύγων καὶ τὴν ἔρημον μεταδιώκων, ἀντὶ φυλακτηρίου ἐπήγετο τὸ τοῦ ψαλτηρίου ὄργανον, αὐτῷ χρώμενος καὶ τοῖς δι’ αὐτοῦ εἰς Θεὸν ἀναπεμπομένοις ὕμνοις· καὶ ᾠδαῖς μὲν καὶ ψαλμοῖς πνευματικοῖς ἀντὶ θυσίας χρώμενος, ἀντὶ δὲ εὐώδους θυμιάματος δι’ εὐχῶν τὴν πνευματικὴν ἀποτελῶν λειτουργίαν. Ἐν τῷ ἐλθεῖν τοίνυν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυὶ̈δ κέκρυπται παρ’ ἡμῖν; Τοῦτο μαθὼν ὁ Δαυὶ̈δ ἤτοι ἐξ ἀποκαλύψεως τοῦ πνεύματος τοῦ προφητικοῦ ἢ ἔκ τινος τῶν τὰς τοιαύτας ἀπαγγελίας διακονεῖν εἰωθότων, τὸ ψαλτήριον μετὰ χεῖρας παραχρῆμα λαβὼν, δι’ αὐτοῦ τῷ Θεῷ τὴν λογικὴν ἀναφέρει θυσίαν λέγων τὰ προκείμενα, δι’ ὧν ἀξιοῖ σωθῆναι ὑπὸ τοῦ Θεοῦ, οὐκ ἄλλως ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ· διό φησιν· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με· ᾔδει γὰρ εἶναί τι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὥσπερ γάρ ἐστί τινα ἐν ταῖς ἐπῳδαῖς κατὰ τῶν ἰοβόλων ἑρπετῶν ῥήματα καὶ ὀνόματα, τοσαύτην ἐμφαίνοντα δυνάμεως ἰσχὺν, ὡς κατακοιμίζειν ἢ καὶ νεκροῦν τὰ φοβερώτατα τῶν ἑρπετῶν·
τὸν αὐτὸν τρόπον καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἠπίστατο σωτήριον μὲν τυγχάνειν τῶν σωτηρίας ἀξίων, τῶν δὲ ἐχθρῶν καὶ ἐναντίων δυνάμεων ἀπελατικόν. Ἐβούλετο τοίνυν σωθῆναι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, καὶ οὐκ ἀκρίτως τε ἐβούλετο· ἀλλ’ εἰ ἄξιος εὑρίσκοιτο τῆς σωτηρίας. Διὸ ἐπιλέγει· Καὶ ἐν τῇ δυναστείᾳ σου κρινεῖς μοι· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, δικάσεις μοι. Πρότερον γὰρ ἀξιοῖ κρίνεσθαι καὶ δικάζεσθαι πρὸς τοὺς ἐλαύνοντας ἢ καὶ διαβεβληκότας αὐτόν· εἶθ’ οὕτως εἰ φάνειε ἀδικούμενος ἐκδικήσεως τυχεῖν τῆς παρὰ τοῦ κριτοῦ, μετερχομένου τοὺς ἀδικοῦντας. Ταῦτ’ εἰπὼν, προστίθησι λέγων· Ὁ Θεὸς, εἰσάκουσον τῆς προςευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου· ὥσπερ δικαιολογίαν ποιούμενος ἐνώπιον τοῦ κρίνοντος αὐτῷ τε καὶ τοῖς ἀδικοῦσιν αὐτόν. Καὶ ἵνα γε τὰ τῆς δικαιολογίας παραδεχθῇ, τὴν εὐχὴν ἀναπέμπει, ἣν καὶ εἰσακουσθῆναι ἀξιοῖ λέγων· Ὁ Θεὸς, εἰσάκουσον, καὶ τὰ ἑξῆς. Τί δ’ ἂν ἐβούλετο ἡ προςευχὴ, καὶ ποίαν δικαιολογίαν εἶχε, ἑξῆς παρίστησι λέγων· Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν.
PG 23:467Ταῦτ’ ἦν τὰ τῆς δικαιολογίας. Καὶ ὅρα πῶς οὐ διὰ μακρῶν ἐκτείνει τοὺς λόγους, ἀλλ’ ἅτε Θεῷ τῷ πάντα εἰδότι διαλεγόμενος, αὐτῷ μόνον ὑπόμνησιν ποιεῖται, τὴν μακρὰν τῶν πραγμάτων ἀποσιωπῶν διδασκαλίαν. Μήποτε δὲ τοὺς μὲν ἀλλοτρίους ᾐνίσσετο τοὺς Ζιφαίους τοὺς πρὸς τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν; τοὺς δὲ κραταιοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ, μὴ προθέμενοι τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἑαυτοὺς ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ Θεοῦ δυνήσονταί τι κατ’ αὐτοῦ; Τοῦτο δ’ ἦν ἀνδρῶν μὴ προθεμένων τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ἐγράφη δὲ ταῦτα, φησὶν ὁ Ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴποτε τοῖς ὁμοίοις περιπίπτοιμεν. Οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν οὐχὶ διώκονται, καὶ μὴ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱρουμένων βίον. Καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα εἰς διδασκαλίαν· ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυτοῖς ἐπᾴδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ Θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ’ αὐτῶν, καὶ διαβαλλοίμεθα, καὶ κινδυνεύοιμεν·
πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προςευχῆς, τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις. Αὐτίκα γοῦν εὐξάμενος ταῦτα ὁ Δαυὶ̈δ, παραχρῆμα ἐπηκόου ἔτυχε τοῦ Θεοῦ, καὶ ἀξιοῦται τῆς παρ’ αὐτοῦ βοηθείας. Ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ Θεοῦ σώζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ’ ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. Διὸ ἑξῆς φησιν· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Διάψαλμα. Τὸ διάψαλμα μεταβολὴν εἰργάσατο τῆς διανοίας. Τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ Θεῷ· τὰ δὲ προφητικῶς ἐπιλέγει, τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ, πτῶσιν δὲ τοῖς ἐχθροῖς, ἀφ’ ὧν ῥυσθῆναι ηὔξατο. Ταῦτ’ οὖν ἐξ ἁγίου Πνεύματος προφητεύει, τὰ μὲν περὶ αὐτὸν σημαίνων ἐν τούτοις· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου·
τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων αὐτὸν πρὸς τὸν Σαοὺλ, ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ, καὶ διὰ τοῦτο συσκευαζομένων αὐτὸν, ἐν τῷ, Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀνταποδώσει, φησὶ, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καὶ ὅρα εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστορίᾳ. Ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτεσθαι παρ’ αὐτοῖς, ὥσπερ ἀπογυμνοῦντες καὶ ἀποτειχίζοντες, διέβαλλον πρὸς τὸν Σαοὺλ, λόγοις διαβολικοῖς κατ’ αὐτοῦ χρώμενοι· διόπερ αὐτοὺς, ὡς εἰκὸς, αἰνιττόμενος ἔλεγεν· Ἀνταποδώσει κακὰ τοῖς ἀποτειχίζουσί με, καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καλὴ γὰρ αὐτοῖς ἡ σιωπὴ, ἵνα μὴ τοιαύταις χρῶνται κατ’ ἐμοῦ διαβολαῖς. Σφόδρα δὲ καταλλήλως τὸν Θεὸν ἀντιλήπτορα, ἢ ὑπέρεισμα, κατὰ τὸν Σύμμαχον, ὠνόμασε τῆς ἑαυτοῦ ψυχῆς. Ἐπειδὴ γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ, οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προῃρημένοι, ὡς τῇ ψυχῇ·
PG 23:469εἰκότως καὶ αὐτὸς τὸν Κύριον ἀντιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν. Ἔμελε γὰρ αὐτῷ οὐδὲν τοῦ σώματος, οὐδὲ τῶν ἐκτὸς ὑπαρχόντων, οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. Διὰ τῶν πρώτων δέησιν καὶ ἱκετηρίαν ἀναπέμψας τῷ Θεῷ, καὶ τὴν δικαιολογίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις, πληρωθεὶς τοῦ πνεύματος, θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι, τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα· εἶθ’ ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ Θεῷ ἐφ’ οἷς εὖ πέπονθεν. Ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος, οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν, θύειν καὶ ἐξομολογήσασθαι τῷ ὀνόματι τοῦ Κυρίου ὑπισχνεῖται· καὶ ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· Ἰδοὺ Δαυὶ̈δ κέκρυπται παρ’ ἡμῖν·
ἀρχὴν ἔτ’ ἐχούσης τῆς κατ’ αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτὸν, τότε δὴ τὰ τέλη τῶν πραγμάτων αὐτὸς θεσπίζει, τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα. Διό φησιν· Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν· ὅμως δὲ προγνώσει τοῦ ἁγίου Πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγγέλλει, καὶ ἐπ’ αὐτοῖς εὐχαριστεῖ, καὶ θύσειν ἐπαγγέλλεται, καὶ ἐξομολογήσεσθαι τῷ Κυρίῳ, λέγων· Ἑκουσίως θύσω σοι. Ὁ δὲ Ἀκύλας, Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἐπειδὴ γὰρ ἄοικος καὶ ἄπολις καὶ ἀνέστιος ὢν, ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβὰς, καινὸν ἐξεῦρε τρόπον θυσίας. Τίς δ’ ἦν οὗτος; Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι’ ἧς ἀναπέμψω σοι τὴν θυσίαν. Οὐ γὰρ ἠγνόει τὸν Θεὸν παραιτούμενον μὲν τὰς δι’ αἱμάτων καὶ ζώων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν τὴν δι’ αἰνέσεως ἀσπαζόμενον, ἅτε προμεμαθηκὼς τὸ, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου.
Ταύτην οὖν, φησὶν, ἑκουσίως θύσω σοι τὴν θυσίαν, αὐτὸ τὸ ἐπ’ ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι, τήν τε εὐχαριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. Διὸ συνάπτει ἑξῆς λέγων· Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· σαφέστατα ἐπὶ τοῦ παρόντος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμβανομένης. Ἐφ’ οἷς γὰρ ἐκ πάσης θλίψεως ἐῤῥύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπεῖδεν ὁ ὀφθαλμὸς αὐτοῦ, ἐπὶ τούτοις εὐχαριστίας ἀναπέμπει, καὶ τὰς τοῦ ἑκουσιασμοῦ θυσίας ἐπαγγέλλεται ἀποδώσειν τῷ Θεῷ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ, ΤΩ ΔΑΥΙΔ ΝΔ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ὡς μὲν πρὸς τὴν ἱστορίαν, δόξειεν ἂν τὰ προκείμενα εἰρῆσθαι τῷ Δαυὶ̈δ καθ’ οὓς ἀπεδίδρασκε χρόνους, φεύγων ἀπὸ προσώπου Σαοὺλ, ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος. Λέγει δ’ οὖν ἑξῆς προϊών· Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.
PG 23:471Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμπράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τὸ, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ Δαυὶ̈δ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός· κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς. Ποίαν γὰρ πόλιν βούλεται σημαίνειν, ἐφ’ ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρακέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. Τίς δὲ οὗτος ἦν ᾧ προσεφώνει λέγων· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα; Εἰ μὲν γὰρ ὑπ’ ἐχθροῦ ταῦτ’ ἔπασχον, φησὶν, ἢ εἰ μῖσος ὁμολογῶν τις ἔχειν πρός με ταῦτ’ ἐποίει, οὐδὲν ἦν θαυμαστόν·
νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρὸς, συνήθης δὲ ὢν καὶ φίλος, ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ’ ἐμοῦ καθεσταμένος, κοινῆς τε τραπέζης ἀξίωμα ἔχων, ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσόδου μοι καὶ εὐχῆς κεκοινωνηκὼς, τοιαῦτα εἰς ἐμὲ τετόλμηκας; Ταῦτα δὲ τὸν Δαυὶ̈δ λέγειν ἐξ οἰκείου προσώπου, οὐκ οἶδ’ εἴ τινα ἔχοι λόγον. Οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐτοῦ ἢ φίλος, ἢ, κατὰ τὸν Σύμμαχον, ὁμότροπος ἦν. Ποία γὰρ ὁμοιοτροπία γένοιτ’ ἂν ἐν τοῖς ἑκατέρων βίοις πάμπολυ διαλλάττουσιν; Ἀλλ’ οὐδὲ ἰσόψυχος πώποτε γέγονε τῷ Δαυὶ̈δ ὁ Σαοὺλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμονοίᾳ. Προφανῶς δ’ ἐχθρὸς ὁ Σαοὺλ τοῦ Δαυὶ̈δ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ’ οὖν αὐτὸν εἰκότως, καὶ ἐκρύπτετο, ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος. Ἀλλ’ οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν Δαυὶ̈δ ἱστορίᾳ. Ἐν ποίᾳ γὰρ εἶδε πόλει ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς, κόπον τε καὶ πόνον, ἀδικίαν τε καὶ τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα;
Ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμὰ, τὸ δ’ οἰκητήριον αὐτοῦ ἡ Γαβεὲ, οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης, ἀλλ’ ἔτι ἀλλοφύλων οὔσης. Τὸ δ’ ἐπαρᾶσθαι δοκεῖν τὸν Δαυὶ̈δ, καὶ λέγειν· Ἐλθέτω θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι συμφωνίαν πρὸς τὸ σεμνολόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ’ ἧς λέγων ἀναγέγραπται· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπεσείην ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχθρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου Δαυὶ̈δ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαοὺλ, ὡς μηδὲ τολμᾷν ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐτὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ Δαυὶ̈δ πεποιηκότα; Ἐξ ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ Δαυὶ̈δ πρόσωπον·
PG 23:473προφητικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ, καὶ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συνίστασθαι πεπληρωμένα, ὅτε, κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλὴμ, συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίσαντο· ἕτεροι δὲ ἀντέλεγον, ὡς ὁ Νικόδημος λέγων· Μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ παρ’ αὐτοῦ; Ταῦτ’ οὖν προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός. Σαφῶς δὲ καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ, ἐπὶ τὸν προδότην Ἰούδαν ἐκλαβοῦσα τὸ, Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, καὶ τὰ ἑξῆς. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ διὰ τῶν εἰς τὸν Σωτῆρα πεπραγμένων, ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀναφέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος·
ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ Σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν, δεῖξαί τε ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα. Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ παραπέμπει, διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι’ ἔργων αὐτὰ πεπληρῶσθαι. Εἴρηται δὲ καὶ ἐν ὕμνοις· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν ψαλμοῖς· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ ψαλτηρίων· ἐπειδὴ τὸ τέλος τοῦ πάθους τοῦ Σωτηρίου ὕμνων καὶ ψαλτηρίων, καὶ ᾠδῶν μετεῖχε τῆς τε ἀναστάσεως αὐτοῦ ἕνεκα καὶ τῆς σωτηρίας τῶν δι’ αὐτῆς λελυτρωμένων. Καὶ τοιαῦτα μὲν τὰ τῆς προγραφῆς. Τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τοῦ λέγοντος, καὶ τοῦτ’ αὐτῷ πρῶτον παρασχεῖν· εἶτα δεύτερον, γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν, μὴ ὑπεριδεῖν τε αὐτήν· καὶ τρίτον, τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος, καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι καὶ εἰσάκουσόν μου.
PG 23:475Ὥσπερ γὰρ δυσωπεῖ τὸν Θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων, καὶ λέγων τῷ Θεῷ· Πρόσχες μοι· τὴν δὲ ἑαυτοῦ κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Τὴν γὰρ λύπην ἑαυτοῦ δείκνυσι τῷ Θεῷ καὶ τὴν ταραχὴν, καὶ ἥν φησιν ἀδολεσχίαν, καὶ ὡς ἄξια τῆς ἑαυτοῦ θεωρίας. Διὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ’ οἷς συγχεόμενος καὶ ταραττόμενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι’ ἔργων κεχωρηκότα, προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι.
Διὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι’ ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά. Εὔλογα τοίνυν αἰτῶν, διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι· ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς, καὶ ἀδολεσχίας, φάσκων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφητικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. Εἶτ’ ἐπιλέγει ἑξῆς· Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ Σωτῆρος τετολμημένα. Καὶ ἐκ προσώπου δὲ τοῦ Σωτῆρος δύναται λέγεσθαι τά τε ἄλλα καὶ τό· Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι· ἢ κατὰ τὸν Σύμμαχον· Ὅτι ἐπέγραψαν κατ’ ἐμοῦ ἀσέβειαν, καὶ μετ’ ὀργῆς ἠναντιώθησάν μοι.
Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμὲ, καὶ τὰ λοιπά. Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ, διὰ τὸ προεωρακέναι τῷ πνεύματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν ἀνομίας πληρουμένην καὶ ἀντιλογίας, καὶ κόπου, καὶ πόνου, καὶ ἀδικίας· καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ Σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων διατιθέντα. Ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ Θεῷ, καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν· περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· καὶ νῦν πάλιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν, Ἡ καρδία μου, φησὶν, ὠδίνησεν ἐν ἐγκάτῳ μου· κατὰ δὲ τὸν Σύμμαχον· Ἡ καρδία μου διεστρωφᾶτο ἔνδον μου. Ἀλλὰ καὶ δειλία θανάτου εἰςέπεσεν ἐπ’ αὐτόν· ἤτοι τοῦ Σωτηρίου θανάτου, ἐφ’ ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο, ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ καὶ φόβος καὶ τρόμος δι’ ὑπερβολὴν εὐλαβείας ἐπέπιπτε τῷ προφήτῃ, ὁρῶντι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα.
PG 23:477Ἐκάλυπτέ τε αὐτὸν σκότος, ἢ, κατὰ τὸν Ἀκύλαν, εἱλίνδησις· ἢ, κατὰ τὸν Σύμμαχον, φρίκη· ὡσανεὶ φρικτὰ καὶ σκότους ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα θεωροῦντα. Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες, κἄπειτά τινα ὁρῶντες φοβερὰ, ἢ θῆρας διώκοντας, ἢ ἑρπετὰ, ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα, τρόμου καὶ ἀγωνίας, καὶ ἱδρῶτος ἐμπιπλάμενοι. Κατὰ τὸν αὐτὸν γὰρ, οἶμαι, τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ γίγνεσθαι πραγμάτων, τὴν θεωρίαν φωτὶ τοῦ προφητικοῦ πνεύματος τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐντυπουμένην ὁρῶντα τεταράχθαι, καὶ φόβου καὶ δειλίας, καὶ τρόμου πεπληρῶσθαι διὰ τὴν τῶν θεωρουμένων κακῶν ὑπερβολήν. Εἶθ’ ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων, μηδεμίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρθῆναι, πτηνός τε δι’ ἀέρος ἐκφυγεῖν. Διὸ ἐπιλέγει· Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω;
Περιστερᾶς γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφεῦξαι καὶ πετασθῆναι, ὡς ἂν φύγοι τὰ κακὰ, ἠξίου. Οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγε τὸ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως, καὶ οὐδὲ ἄλλως, πόῤῥω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν. Κατὰ δὲ τὸν Σύμμαχον· Καὶ εἶπον· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, πετασθῆναι, καὶ ἑδρασθῆναι; Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. Ἐξαίφνης ἂν ἐποίησα τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος· πόῤῥω γὰρ ἂν ἐποίησα, φησὶ, τὴν ἀναχώρησίν μου, εἰ ἔτυχον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶντας, καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων. Οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς, προςεδεχόμην ἂν τὸν σώζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας, καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, καὶ τὰ ἑξῆς. Τὴν αἰτίαν δι’ ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι, ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων·
Ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν πληθύν. Πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησάντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν. Πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαντες τὰς γλώττας κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ· διὸ, μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμφωνίαν, εὔχομαι λέγων· Ὦ Κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Ἢ, κατὰ τὸν Σύμμαχον· Καταποντισθῆναι ποίησον, Δέσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν. Τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ’ ἂν ἡ ἀσυμφωνία, ἀτονωτέραν καὶ ἀσθενεστέραν κακίαν ἀπεργαζομένη. Τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐτῶν κακόν. Οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, καὶ λοιποὶ ἄρχοντες τοῦ λαοῦ, δολίως αὐτῷ προσιόντες, πειράζειν αὐτὸν ἐτόλμων, λαβὰς θηρώμενοι, καὶ ἐπιβουλὰς κατ’ αὐτοῦ συσκευαζόμενοι. Ὃ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· Περιεκύκλωσάν με ταῦροι πολλοὶ, μόσχοι πίονες περιέσχον με.
PG 23:479Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Κἀκεῖ γὰρ τοὺς ἄρχοντας ᾐνίττετο τοῦ λαοῦ· διὸ πάλιν τοῦ στόματος αὐτῶν ἐμνημόνευε διὰ τὰς κατ’ αὐτοῦ ἐπιβουλάς τε καὶ σκέψεις. Καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαὸς ὁποίας ἐπὶ τοῦ Ποντίου Πιλάτου κατ’ αὐτοῦ προσήκατο φωνὰς, ἱστορεῖ τὰ Εὐαγγέλια. Ὃ δὴ καὶ αὐτὸ παρίστη ἐν κα ψαλμῷ ὁ εἰπών· Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ’ ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν, καὶ τὰ ἑξῆς· ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ ἀδικασίαν ἐν τῇ πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτῆς τὰ τείχη, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπηρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ Σωτῆρος τολμώμενα, καὶ βίαιος ὡς ἀληθῶς ἀδικία. Ἀντὶ γὰρ τοῦ ἀγαπᾷν, φησὶν, ἐνδιέβαλλόν με·
καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ ἀδικασία, πολλῶν μαρτύρων παριόντων κατ’ αὐτοῦ, καὶ μηδὲν ἀληθὲς σύμφωνον λεγόντων. Καὶ ταῦτα ἐπράττετο οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός. Οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται, ὅτε Ἰούδας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει. Ἀλλὰ καὶ νὺξ ἦν ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες. Πρωί̈ας τε γενομένης, δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ, τά τε κατὰ τὸ πάθος ἐνήργουν. Ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης, ἀνεφώνει λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν, κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει· περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος, ἢ, κατὰ τὸν Σύμμαχον, ὀδύνη καὶ ταλαιπωρία. Σημαίνει δὲ τὰ ἐκτὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα κατεξαγαγόντες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά. Καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν, μεστὰ ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησὶ καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά·
PG 23:481ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, ὄφλημα καὶ ἐπίθεσιν, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ζημίαν καὶ ἐπίθεσιν. Πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασάμενοι. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Εἰς ἑαυτοῦ πρόσωπον ἀναλαβὼν ὁ Προφήτης τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας θανάτου πεπληρῶσθαι. Μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησὶν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ’ ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάντων αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανον καὶ ἐπιθέσεως μεσταί. Τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς, τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ, τοιαῦτα κατ’ ἐμοῦ πεπαρῴνηκεν, ὡς ἀφόρητα εἶναι, καὶ οὐκ οἰστά.
Τὰ μὲν γὰρ ὑπ’ ἐχθρῶν καὶ ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφανοῦς, οἰστὰ ἂν γένοιντό ποτε· ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ’ αὐτῶν δυνατὸν, καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ’ ἐμοὶ τιμῆς τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μαθητὴς, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ Θεοῦ οἶκον, συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπολαύσας τροφῆς, λόγων τε ἀποῤῥήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχὼν, τοιαῦτα κατ’ ἐμοῦ ὁρῶν, οὐκέτ’ ἂν γένοιτο ἀνεκτά. Ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμημένων, ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο. Ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἐχθρὸς προεπηλάκισέ με, ἵνα βαστάξω· οὐδὲ διὰ μίσους μοι ἐπ’ ἐμὲ ἐμεγάλυνε πτερνισμὸν, ἵνα κρύβωμαι αὐτόν. Ἀλλὰ σὺ, ἄνθρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι, οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀναστρεφόμεθα συνδιαιτώμενοι. Ἐλθέτω θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες·
ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προῤῥητικὰ προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ Γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ, Ἐλεύσεται θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα. Θεσπίζει δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα τοῖς τὰ προλεχθέντα τετολμηκόσιν. Ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· Ἐπάξει θάνατον ἐπ’ αὐτούς. Τίς δὲ θάνατον ἐπάξει ἐπ’ αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν; Αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου, ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν. Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας μετῆλθεν· οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ Θεῷ· ὥσπερ οὖν ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἐζεκιὴλ δεδήλωται φάσκοντι· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Ἐπεὶ τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν, ἦν δὲ ὁ Σωτὴρ ἡμῶν ἡ ζωή·
PG 23:483Ὃ γέγονε γὰρ ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἰκότως, ἀποτμηθέντες αὐτοῦ, τῷ τῆς ψυχῆς θανάτῳ παρεδόθησαν· οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆναι εἰς τὸ μὴ ὂν χωρήσασαν, ἀλλ’ ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. Διὸ λέλεκται· Καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Οὐ τὸν ἀφανισμὸν ψυχῶν ἐδήλου λέγων· Ἐλθέτω θάνατος ἐπ’ αὐτοὺς, ἀλλὰ τὸν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν. Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν, ἐν γνώσει ἁμαρτάνοντες, καὶ εἰδότες μὲν τὸν Σωτῆρα ὡς αὐτὸς εἶ ὁ Χριστὸς τοῦ Θεοῦ, προςποιούμενοι δὲ μὴ εἶναι; Διὸ καὶ ὁμοίως τοῖς περὶ Δαθὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς, εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ, Πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν· τῶν γὰρ κατὰ τοῦ Σωτῆρος γενομένων αἱ συστάσεις καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γεγόνασι, διὸ καὶ ὁ Ἀκύλας φησίν· Ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο, συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν ὁποῖον αὐτοὺς διαλήψεται τέλος.
Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ’ οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ’, ὅτι, βοήσας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφήτης, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα.
Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆσαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν. Καὶ ταῦτα δὲ ἰδὼν, ἐσώθην· διό φημι· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ Κύριος ἔσωσέ με. Σωθεὶς δὲ οὐκέτι ἠρεμῶ, οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι· ἀλλὰ κηρύττω καὶ πάντας ἀνθρώπους εὐαγγελίζομαι, διηγούμενος ἐφ’ ἑκάστης ἡμέρας καὶ ὥρας, ἀπαγγέλλων τε εἰς πάντας ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι θαυμαστὰ καὶ παράδοξα. Διό φημι· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας, ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς μεσημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος, εἰσακούσεται τῆς φωνῆς μου ὁ ταύτης τῆς γνώσεως καταξιώσας· καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου, οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπικεῖσθαί μοι. Ταῦτα δὲ πάντα παραγαγὼν, καὶ διασκεδάσας τῆς ἐμῆς ψυχῆς, λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. Διό φημι· Λυτρώσεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόντων μοι·
PG 23:485ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ’ οὗ ἐξέδωκεν ὁ Σύμμαχος· Πολλοστοὶ γὰρ ἐγένοντο πρὸς ἐμέ. Οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου βραχεῖς τινες ἦσαν, οὓς ὁ Θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει, τῆς ἐμῆς κραυγῆς ἐπακούσας. Ταῦτα μὲν οὖν ὡς τοῦ Προφήτου ἐξ οἰκείου προςώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δὲ ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφητικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τὸ, Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ Σωτήρ· Ὅτι ὁ μὲν οὐκ ἐχθρὸς, ἀλλὰ φίλος· καὶ οὐχ ὁ μισῶν, ἀλλ’ ὁ μικρῷ πρόσθεν ἀγαπῶν, τοιαῦτα κατ’ ἐμοῦ τετόλμηκεν. Ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ’ ἐβόων πρὸς τὸν Θεόν· εἶχόν τε αὐτὸν οἷα Πατέρα ἐπήκοον. Ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοὶ, ὁ δὲ ἔσωζέ με· διὸ οὐ παύσομαι ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας τὰς τοῦ Πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας, εἰσακουστόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον Εὐαγγέλιον· καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ Πατὴρ, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόῤῥωθέν με πολεμούντων·
οἵτινες ἦσαν πολλοστοί· οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός. Οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαιρία, καθ’ ἣν ἐμεγαλαύχησαν, καὶ ἐπλήρωσαν τὴν ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω ταπεινωθήσονται, τῆς ἐκ Θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν, ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυθῆναι. Οὕτως οὖν, τῆς ἐμῆς ἐπακούσας ὁ Θεὸς βοῆς, ταπεινώσει αὐτούς. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, καὶ τὰ ἑξῆς. Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός· ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι· ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐτῶν διδοὺς ἀντάλλαγμα. Ἅπαξ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρτωλῶν, τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασε, πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευθέρωσεν· τοὺς δὲ εἴασε ταπεινοὺς, ἐπεὶ μὴ προςήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν, μηδὲ ἐπίστευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων Λυτρωτοῦ καὶ Σωτῆρος.
PG 23:487Διό φησι περὶ αὐτῶν ὁ λόγος· Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Διὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν Θεόν. Ὁ μὲν γὰρ, ἅτε ἀγαθὸς, πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοὺς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν· οἱ δὲ οὐκ ἐδέξαντο παρὰ τῆς δεξιᾶς τοῦ Θεοῦ προτεινόμενα, ἀλλ’ ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρακρουσάμενοι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην· καὶ κατὰ τὸν Ἀκύλαν· Ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε πρὸς ἐλθόντας παραδέχεσθαι τὴν παρ’ αὐτοῦ εἰρήνην· οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ, μὴ καταδεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. Διὸ, πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης, διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπεὶ γὰρ μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως, ὀργῇ παραδοθέντες, μακρὰν διεσκορπίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν.
Ἀντὶ δὲ τοῦ, Καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Ὅρα δὲ τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἒν μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτὸ, περὶ ὧν πληθυντικῶς φησι· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἕτερον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπιλέγει· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Καὶ ταῦτ’ ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα, τό τε τῶν τὴν πόλιν οἰκούντων, περὶ ὧν ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ τὸ περὶ τοῦ προδότου, περὶ οὗ ἔφασκεν ὁ λόγος· Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ Σωτῆρι μεθ’ ὑποκρίσεως καὶ κολακείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· Οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις·
PG 23:489καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰκότως περὶ αὐτῶν φησιν ἐνταῦθα ὁ λόγος· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ἐπειδὴ καὶ Ῥαββεὶν αὐτὸν καὶ διδάσκαλον ἀποκαλεῖ, σύμβολά τε διαθέσεως καὶ φιλίας παρεῖχε, τὴν προδοσίαν ποιούμενος, εἰκότως περὶ αὐτοῦ λέλεκται· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί· ἢ κατὰ τοὺς Ἑβδομήκοντα· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Οἱ μὲν σὺν ἀπάτῃ καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ’ αὐτὸν, οἷα Καινῇ Διαθήκῃ μαθητευθεὶς, δι’ ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων·
Μὴ μεριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτ’ οὖν φυλάξας, ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον· οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν. Διὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. Διὸ λέλεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ’ εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατενέγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ·
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ’ ὁ μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον. Λάκκον δὲ ταλαιπωρίας καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν.
PG 23:491Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας, ὡς παραχρῆμα καὶ μετ’ οὐ πολὺν χρόνον τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορκίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. Καὶ τέως μὲν κατὰ τὸν παρόντα καιρὸν, καὶ τὸν θνητὸν ἐν ἀνθρώποις βίον, μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοιαύτῃ παρεδόθησαν ἀπωλείᾳ οἱ ἄνδρες αἱμάτων καὶ δολιότητος· μετὰ δὲ τὴν ἐνταῦθα τελευτὴν, ὁποῖα αὐτοὺς διαδέξεται, προδεδήλωται διὰ τοῦ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ταῦτα μὲν οὖν ἐκεῖνοι πείσονται· Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ· ἤτοι ὁ ταῦτα θεσπίζων προφήτης, ἢ καὶ αὐτὸς ὁ προφητευόμενος.

To the End, ConcerningΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ ΛΑΟΥ, ΤΟΥ ΑΠΟ ΤΩΝ ΑΓΙΩΝ ΜΕΜΑΚΡΥΜΜΕΝΟΥ, ΤΟΥ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΕΚΡΑΤΗΣΑΝ ΑΥΤΟΝ ΟΙ ΑΛΛΟΦΥΛΟΙ ΕΝ ΓΕΘ. ΝΕ. Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῆς ἱστορίας, ἔοικεν εἶναι ὁ σὺν τῷ Δαυὶ̈δ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξακόσιοι, ὡς ἡ Γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν.
Ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις· ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν, μανίαν προςεποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πόλεως, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ἄλλοτε δὲ, ὅτε σὺν ἀνδράσιν χ προσέφυγε τῷ βασιλεῖ τῆς Γὲθ, ἀφώρισέ τε αὐτῷ οἰκητήριον τὴν Σίκελα. Ταῦτ’ ἔοικεν ἡ προκειμένη στηλογραφία εἰρῆσθαι τῷ Δαυὶ̈δ, καθ’ ὃν καιρὸν ἅμα τοῖς χ τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό τε αὐτὸν καὶ κατέσχον παρ’ ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ Γέθ. Διὸ τὰ τῆς προγραφῆς περιέχει· Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυὶ̈δ, στηλογραφία, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τῷ νικοποιῷ ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ Δαυὶ̈δ ταπεινοῦ, τελείου, ἐν τῷ κρατῆσαι αὐτὸν Φυλισταίους ἐν Γέθ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπωσμένου τοῦ Δαυὶ̈δ, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ· ἡ δὲ πέμπτη ἔκδοσις·
Τῷ νικοποιῷ ὑπὲρ τῆς περιστερᾶς τῆς μογιλάλου, κεκρυμμένων τῷ Δαυὶ̈δ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ, Ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς, ὁμοίως τοῖς λοιποῖς ἐξέδωκε. Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογιλάλον εἰρηκότες αὐτὸν τὸν Δαυὶ̈δ παρὰ τοῖς ἀλλοφύλοις ὄντα, καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ Πνεύματι προφητείας, μηδὲ σὺν παῤῥησίᾳ τοὺς ὕμνους προσφέρεσθαι. Διὸ μογιλάλον περιστερὰν ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. Καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι ἢ καὶ ἑδρασθήσομαι. Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν Σύμμαχον. Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ Προφήτῃ ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Σωτῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον, ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ Δαυὶ̈δ, ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ’ ἐῴκει περιστερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων·
PG 23:493τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὑπὲρ τῆς περιστερᾶς, εἴρηται. Ἀντὶ δὲ τοῦ, εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ἡρμήνευσεν, τὸν τρόπον δηλοῦντες δι’ ὃν ὥσπερ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ Θεῷ ἡ τοῦ Προφήτου ἀρετή. Τὸ γὰρ μέγιστον τοῦ Δαυὶ̈δ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφροσύνη, καθ’ ἣν τελείαν ἐπεδείκνυτο ἀρετὴν, οὐδένα μῶμον ἐπαγομένην. Διὸ τοὺς προκειμένους λόγους, ὑπερβαλλούσης καὶ τελείας ταπεινοφροσύνης δείγματα περιέχοντας, ἀνέπεμπε τῷ Θεῷ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων, ἐπαναβάντα αὐτῷ, καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ πολλὰς ἐπιθέμενον τῷ κατ’ αὐτοῦ πολέμῳ· διὸ ἐπιλέγει· Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Εἶτ’ ἐπειδήπερ τῷ θείῳ Πνεύματι συνεώρα οὐχ οὕτως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ’ αὐτοῦ σπουδῆς, ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ, τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ’ αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν·
ἢ κατὰ τὸν Σύμμαχον· Ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶσαν ἡμέραν. Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐτὸν, οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὑφ’ ὧν ὁ Σαοὺλ ἀκονώμενος, τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. Εἶθ’ ἑξῆς φησιν· Ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ὃ δὴ διεσάφησεν ὁ Σύμμαχος εἰπών· Ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι, πολὺς γενόμενος κατ’ ἐμοῦ ὁ Σαοὺλ, ἀλλ’ οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν, ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσι. Τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρόμαχον καὶ ὑπερασπιστήν. Σοὶ γὰρ πεποιθὼς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον, σοὶ τῷ ὑπερασπιστῇ μου θαῤῥῶν. Ἐν τῷ Κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.
PG 23:495Ἀντὶ τοῦ, ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὁ μὲν Σύμμαχος, διὰ τοῦ Θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ· ὁ δὲ Ἀκύλας· ἐν τῷ Θεῷ ὑμνήσω ῥήματα αὐτοῦ· καὶ ἡ πέμπτη ἔκδοσις· ἐν τῷ Θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκασιν. Εἴ ποτε, φησὶ, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέ μοι, διεκρουόμην αὐτὸν ἐλπίζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων, ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθούμην, ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕτως ἐπὶ τῷ Θεῷ ἐλπίζων, καὶ τοὺς λόγους αὐτοῦ φέρων ἐν τῷ στόματί μου, πάσης τῆς ἐξ ἀνθρώπων ἐπιβουλῆς κατεφρόνουν, οὐ φοβούμενος τί ποιήσει μοι σάρξ. Τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς Θεὸν βοηθόν; Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; φησὶν ὁ Ἀπόστολος. Σὰρξ δὲ ἦν ὁ Σαοὺλ, τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος γράφων Κορινθίοις· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὁ δὲ καὶ τὸν Σαοὺλ ζήλου πεπληρωμένον καὶ ἔριδος, καὶ διὰ ταῦτα τὸν Δαυὶ̈δ ἐλαύνοντα, σάρκα ὠνόμασεν εἰπών· Οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Εἶτά φησιν·
Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἐφρόντιζον· κατ’ ἐμοῦ πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν. Ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν, μηδὲ περὶ ἑτέρων λόγους κινεῖν, τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λόγοις καὶ τοῖς κατ’ ἐμοῦ λογισμοῖς ἀνετίθεσαν, οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι. Ἀλλ’ εἰς κακὸν καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Καθάπερ ὑπέμειναν τὴν ψυχήν μου, ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐτούς· ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ Θεός. Καὶ ταῦτα ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα, λευκότερον διηρμήνευσεν ὁ Σύμμαχος, εἰπών· Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶντες τὴν ψυχήν μου διὰ τὴν ἀδικίαν. Ῥῦσαι ἀπ’ αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ Θεός. Οὕτως γὰρ, φησὶ, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον, τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐτῶν κατ’ ἐμοῦ ἐγίγνετο· ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ συσκευάς·
καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν’ ὅπως ἐπιλάβοιντό μου. Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ’ ἐμοῦ ἔπραττον. Σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ, κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφροσύνης· τοῦτο γὰρ αὐτοῖς συνοίσει. Ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι, ἐπ’ ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ’ ἔπραττον· ὁ γὰρ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· διὸ, ἱκετεύω, πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε· ἢ, κατὰ τὸν Ἀκύλαν, καταβίβασον· ὡς ἂν, μέτριον φρόνημα λαβόντες καὶ ταπεινὰ φρονοῦντες, τὰ μεγάλα ὠφεληθεῖεν. Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου· ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· Τὰ ἔνδον μου ἐξηρίθμησας· σὺ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου.
PG 23:497Μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε; Οἱ μὲν ἐχθροί μου, φησὶ, διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς, ὡς καρδιογνώστης Θεὸς, οἶδας. Τὰ γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα, καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, καὶ οὐκ ἀπεστράφης αὐτά· ἀλλ’ ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα δὲ ἑρμηνείαν, Τὴν ζωήν μου, φησὶν, ἐξήγγειλά σοι, ὡς ἂν παῤῥησίαν ἄγων καὶ μὴ ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ. Σύ τε ἀποδεχόμενός μου τὴν ζωὴν, τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὰς σὰς ἐπαγγελίας. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω·
κατὰ δὲ τὸν Σύμμαχον· Μὴ οὐχὶ ὅταν, φησὶν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω; Ἐπειδὰν φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς σεαυτοῦ ἀξίους, καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ δεξιὰ ἵστασθαι, καὶ τῶν εἰς ἀριστερὰ χωρούντων, τότε, ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖσθαι, ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Ἰδοὺ ἔγνων, ὅτι Θεός μοί ἐστιν. Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· Οἶδα, ὅτι ἔστι Θεός μοι. Τὸν Θεὸν ὑμνολογήσω, διὰ τοῦ Θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ Θεῷ πέποιθα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀληθῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου, οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἢ, κατὰ τὸν Ἀκύλαν· Ἐν Θεῷ καυχήσομαι ῥῆμα· κατὰ δὲ τὸν Σύμμαχον· Τὸν Θεὸν ὑμνολογήσω· ἀλλὰ καὶ ἐπὶ τὸν Κύριον αἰνέσω λόγον· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν Κυρίῳ ὑμνήσω λόγον·
PG 23:499ἢ, κατὰ τὸν Σύμμαχον, διὰ τοῦ Κυρίου ὑμνοποιήσομαι λόγον· καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρηται· Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ· καὶ νῦν φημι, Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταυτόν ἐστιν, ἐπειδὴ λέλεκται· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· καὶ, Ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι. Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. Ἀντὶ τοῦ, Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἀναδέχομαι, Θεὲ, ἃ ηὐξάμην· ἀποδώσω αἰνέσεις σοι. Οὐ γὰρ ἐπιλέλησμαι, φησὶ, ὧν ηὐξάμην· ἀλλ’ ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω, θυσίας ἀναφέρων τὰς δι’ αἰνέσεως, καὶ κατὰ τὸ φάσκον λόγιον· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ἀποδώσω τοίνυν αἰνέσεώς σοι·
ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. Αὐτὴν γοῦν τὴν ψυχήν μου ἐῤῥύσω ἐκ θανάτου. Οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ’ αὐτοῖς ἤλαυνον αὐτὴν, καὶ ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν. Ἐλαύνοντές με γὰρ, καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰκεῖν καταναγκάζοντες, τὸ ἐπ’ αὐτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἥγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλλοφύλων εἰδωλολατρείᾳ, μέσος αὐτῶν οἰκῶν, καθ’ οὓς χρόνους παρὰ τῷ Ἀχοῦς καὶ ἐν τῇ Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβὰς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών· ἀλλ’ ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συνεχώρησε τοῦτο γενέσθαι· ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύλοις με ὄντα περιέφραττες, ὡς μηδὲν καταβλάπτεσθαι ἐκ τῆς τούτων συνουσίας. Διό φημι· Ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· ἀλλὰ καὶ τοὺς πόδας μου ἐῤῥύσω ἐξ ὀλισθήματος. Τίς γὰρ οὐκ ἂν διετράπη, ὥσπερ εἰς πηλὸν ἐμβὰς, καὶ ὀλισθηροῖς περιπεσὼν χωρίοις, μέσος τοσούτων ἀπολειφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; Ἀλλ’ ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος, καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα·
ἐπεὶ μηδ’ οὕτως ἤμην στεῤῥὸς τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν, ἐν τῷ μεταξὺ τοσούτων εἱλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. Διὸ ἐξομολογούμενος εὐχαριστῶ, ὅτι ἐῤῥύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. Καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζώντων· ἢ, κατὰ τὸν Σύμμαχον, ὡς τὸ ὁδεύειν ἔμπροσθεν τοῦ Θεοῦ διὰ φωτὸς τῆς ζωῆς. Διατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις, τῆς ὀρθῆς καὶ βασιλικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος, φωτός τε μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νεκροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου. Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ Δαυὶ̈δ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέγοντι· Ὃ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ Λόγῳ τοῦ Θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Οὐκοῦν ἦν ἐν τῷ κόσμῳ· κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ Θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο. Ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέξαντο αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν ζώντων, ὡς τέκνα Θεοῦ ἀπεργάζεσθαι τοὺς καταδεχομένους αὐτό· ὅπερ εἰδὼς ὁ Δαυὶ̈δ δι’ εὐχῆς εἶχε τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων.

On the 15ΕΙΣ ΤΟ 15

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:501ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ ΕΝ ΤΩ ΑΥΤΟΝ ΑΠΟΔΙΔΡΑΣ- ΚΕΙΝ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΣΑΟΥΛ ΕΙΣ ΤΟ ΣΤΗ- ΛΑΙΟΝ. Νϛ. Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ Δαυὶ̈δ παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, παρ’ οἷς διατρίβων τὸν νε ἀναγέγραπται ψαλμὸν εἰρηκώς· οὕτω δὶς φαίνεται ἐν τῷ σπηλαίῳ ἐληλυθώς· ἅπαξ μὲν, ὅτε, μανίαν προσποιηθεὶς, τὰς χεῖρας τοῦ Ἀγχοῦς καὶ τῶν ἐν Γὲθ ἀλλοφύλων διαφεύγει· κἀκεῖθεν διασώζεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλὰμ, ἔνθα πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν.
Συνήγοντό τε παρ’ αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατώδυνος ψυχή· καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος. Ἦσαν δὲ ὡς τετρακόσιοι ἄνδρες· δεύτερον δὲ, ὅτε ἀνέστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι Ἰδοὺ Δαυὶ̈δ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί· καὶ ἔλαβε μεθ’ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ, καὶ ἐπορεύθη ζητῶν τὸν Δαυὶ̈δ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν. Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ γῆς ὁδοῦ. Καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· καὶ Δαυὶ̈δ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπηλαίου ἐκάθηντο. Καὶ εἶπαν οἱ ἄνδρες Δαυὶ̈δ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυὶ̈δ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοί̈δος Σαοὺλ λαθραίως. Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυὶ̈δ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοί̈δος αὐτοῦ. Καὶ εἶπε Δαυὶ̈δ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενεγκεῖν χεῖρά μου ἐπ’ αὐτόν·
PG 23:503ὅτι Χριστὸς Κυρίου ἐστὶν οὗτος. Καὶ ἔπεισε Δαυὶ̈δ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Ζητητέον οὖν κατὰ ποίους χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ Δαυὶ̈δ ἀνέγραψε, καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων· πότερον ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. Ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμα ἐπιγεγραμμένος, Συνέσεως τῷ Δαυὶ̈δ ἐν τῷ σπηλαίῳ προσευχή· ζητήσαι ἄν τις εὐλόγως εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν. Δοκεῖ τοίνυν ἐμοὶ, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φερομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμα, προσευχὴ, ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ, ὅτε, τοῦ Σαοὺλ παρασκευαζομένου, ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμενος εὕρηται. Οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ’ ἑκατέρῳ φερομένων λόγων. Ὁ μὲν ρμα φαίνεται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ Δαυί̈δ· φησὶ γοῦν ἐν αὐτῷ· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

When my spirit was overwhelmed within meἘν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἐγίνωσκες τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Διὰ τούτων γὰρ τὴν συνοχὴν ἐν ᾗ ἐξητάζετο παρίστησι· καὶ ἔτι μᾶλλον δι’ ὧν ἐπάγει λέγων ἑξῆς· Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ· πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ, ἔνδον κρυπτόμενος, ἀπεγνώκει τὴν ἑαυτοῦ φυγήν. Πλὴν τὴν φυγὴν ἀπογνοὺς, ἐπὶ τὸν σωτήριον λιμένα καταφεύγει· διὸ ἐπιλέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἐλπίς μου· καὶ προστίθησι λέγων· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; Εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. Λέγει γοῦν·

Instruction of David, when he was inΣυνέσεως τῷ Δαυὶ̈δ, ἐν τῷ εἶναι αὐτὸν ἐν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Συνέσεως τῷ Δαυὶ̈δ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον·
ἡ δὲ μετὰ χεῖρας στηλογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, πάντας τε ὑποδεχομένῳ τούς τε ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας, τάχα που δι’ αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ· ἀλλὰ καὶ πᾶς κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ Δαυὶ̈δ φυγῆς. Δίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ Θεῷ τετιμημένον, ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες, τὰ ἑαυτῶν παρεμυθοῦντο κακά. Εἶτα καὶ αὐτοὶ τοὺς ἀδικοῦντας αὐτοὺς φεύγοντές τε, τὸν Δαυὶ̈δ ἐζήλουν, ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶντες ἐλαύνεσθαι σὺν αὐτῷ, ἢ τῷ ἐλαύνοντι συνεῖναι. Ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ τὴν παροῦσαν ἔγραφε στηλογραφίαν. Παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι’ ὧν φησιν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· καὶ πάλιν· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Ὁρᾷς, ὡς τοὺς ἐν Γὲθ ἀλλοφύλους διαφυγὼν, ἅτε δὴ ἐν ἀσφαλείᾳ τυγχάνων, καὶ ἐν ἀνέσει ὢν, τοιαύτας ἠφίει φωνὰς, καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας δι’ ὧν εἴρηται·
PG 23:505Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ταῦτα γὰρ πολλῆς σχολῆς ἐμφατικὰ τυγχάνει, ἀλλὰ καὶ θυμηδίας. Λέγει γοῦν ὁ ἱερὸς ἀπόστολος· Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλάτω. Ἀλλ’ οὐδὲ οἷός τε ἦν ταῦτα λέγειν ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ συνεχόμενος ὑπὸ τοῦ Σαοὺλ πρὸ τῆς εἰσόδου καθεζομένου. Ποία γὰρ ἦν εὐκαιρία τότε, ὡς ψαλτήριον ἀναλαμβάνειν καὶ κιθάραν, κρυπταζόμενον ἐνδοτάτω τοῦ σπηλαίου; ὡς αὖ πάλιν οὐκ εἶχε λόγον, ἐν σχολῇ καὶ ἀνέσει διάγοντα αὐτὸν ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ μετὰ τετρακοσίων ἀνδρῶν τῶν συνόντων αὐτῷ, λέγειν· Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτα μὲν οὖν εἰρήσθω εἰς τὴν διαφορὰν τῶν προκειμένων. Ἴωμεν δὲ ἐπὶ τὴν τοῦ μετὰ χεῖρας ἐξήγησιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶ̈δ εἰς στηλογραφίαν, καὶ τὰ ἑξῆς. Ἤλαυνε μὲν ὁ Σαοὺλ τὸν Δαυί̈δ·
ὁ δ’ ἔργοις ἐπιτελῶν τὸ, Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν, ἀπεδίδρασκεν, ὡς ἂν μὴ παρὼν ἐρεθίζοι τὸν ἐχθρὸν, αἴτιός τε αὐτῷ γίγνοιτο μιαιφονίας. Τὸ γὰρ, Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, πάντων μᾶλλον Δαυὶ̈δ ἠπίστατο· διὸ ὑπεχώρει καὶ παρεχώρει, καίπερ ἀγαπώμενος ὑπὸ παντὸς τοῦ ἔθνους, πλείστους τε ἔχων τοὺς συμπάσχοντας καὶ συναλγοῦντας, δυναμένους τε αὐτὸν οἴκοι παρ’ ἑαυτοῖς ὑποδέχεσθαι καὶ κρύπτειν. Ἀλλὰ ἵνα μὴ καὶ ἑτέροις αἴτιος γίγνοιτο κινδύνων, ἔφυγεν ἐπὶ τὰς ἐρήμους χώρας, καὶ τὰς ἐν τοῖς σπηλαίοις ἠσπάζετο διατριβάς. Καί μοι δοκεῖ καὶ αὐτοῦ τὴν μνήμην αἰνίττεσθαι λέγων ὁ ἱερὸς Ἀπόστολος· Ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὥσπερ δὲ ὁ προτεταγμένος τοῦ παρόντος, ψαλμὸς οὐκ ἦν, ἀλλὰ στηλογραφία, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου· οὕτως καὶ ὁ παρὼν λόγος, τὴν εἰς ἄκρον πραότητος καὶ ἀνεξικακίας τοῦ Δαυὶ̈δ ἀρετὴν, ταπεινοῦ τελείου, ταπεινόφρονος καὶ ἀμώμου· εἶθ’ ὥσπερ αἰωνίου μνήμης τὴν ταπεινοφροσύνην ἀξίαν ἀνατίθησι στηλογραφία.
Ἐπὶ ταύτῃ δὲ τῇ ἀρετῇ καὶ Μωϋσῆς ἐμαρτυρεῖτο, καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ἐπὶ ταύτην παρεκάλει λέγων· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπεὶ δὲ ἐδεῖτο παραμονῆς καὶ τῆς ἐπὶ μήκιστον φυλακῆς ἡ τοιαύτη ἀρετὴ [ϟ ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ]ϟ διὰ τοῦτο ἐπιγέγραπται, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Πολλοὶ γὰρ, καλῶς ἀρξάμενοι, οὐ διήρκεσαν εἰς τέλος. Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Δαυὶ̈δ τὴν φυγὴν καὶ τὴν ἐν ἐρημίαις διατριβὴν, τήν τε ἐν σπηλαίοις καρτερικωτάτην οἴκησιν ἀποδεχόμενον, φησὶν αὐτῷ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, μένε δὲ δι’ ὅλου τοιοῦτος, ὡς ἂν τύχοις στηλογραφίας καὶ μνήμης αἰωνίου. Ὁ δὲ ἐπὶ τούτοις, οὐ κατὰ Κυνικοὺς τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου μετερχομένων τυφούμενος, οὐδὲ μέγα φρονῶν καὶ βρενθυόμενος ἐπὶ τῇ τοῦ βίου καρτερίᾳ, οὐδ’ ὅτι πλείους τοὺς παρ’ αὐτῷ συνηγμένους μιμητὰς καὶ μαθητὰς τοῦ οἰκείου τρόπου ἐκέκτητο χαυνούμενος· οὐδὲ ὡς ἐπὶ δορυφόροις καὶ συμμάχοις θαρσῶν· τὸν δὲ πρᾶον καὶ ταπεινὸν, τέλεόν τε καὶ ὡς ἀληθῶς ταπεινόφρονα καὶ ἄμωμον ἔργῳ παριστὰς, ἐβόα πρὸς τὸν Θεὸν λέγων·
PG 23:507Ἐλέησόν με, ὁ Θεὸς, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Οἶδα μὲν γὰρ τὰς σὰς πτέρυγας καὶ τὴν σὴν σκέπην τελείαις ψυχαῖς ἀφωρισμένας· ἐγὼ δὲ, μικρὸς ὢν καὶ ταπεινὸς, οὐκ ἐπὶ ταῖς σαῖς πτέρυξιν, ἀλλ’ ἐπὶ τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως ἂν παρέλθῃ ἡ ἀνομία· ἢ, κατὰ τὸν Ἀκύλαν, ἕως ἂν παρέλθῃ ἡ ἐπιβουλή· κατὰ δὲ τὸν Σύμμαχον, ἕως ἂν παρέλθῃ ἐπηρεαστής. Ἐπειδὰν δὲ παρέλθῃ ἡ ἀνομία, καὶ ἡ κατ’ ἐμοῦ ἐπιβουλὴ, καὶ ὁ ὠνομασμένος ἐπηρεαστὴς, οὐκέτι ἐν τῇ σκιᾷ, ἀλλ’ ἐν αὐταῖς ταῖς σαῖς πτέρυξιν, ὡς ἂν προκόψας καὶ ἠλευθερωμένος πάσης ἀνόμου πράξεώς τε καὶ ἁμαρτίας, ἐλπιῶ. Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Διάψαλμα. Κραυγὰς καὶ βοὰς εἰώθασιν οἱ δίκαιοι τῷ Θεῷ πέμπειν, οὐ γεγωνῷ τῇ φωνῇ, δυνάμει δὲ ψυχῆς ὑπερβαλλούσῃ. Διὸ καὶ σιωπῶντες πολλάκις τῷ πνεύματι ἐβόων· αὐτὸ γὰρ τὸ Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ Θεῷ, κατὰ τὸν Ἀπόστολον. Οὕτως οὖν καὶ ὁ Δαυὶ̈δ ἐκεκράγει πρὸς τὸν Θεόν.
Εἶθ’ ὡσανεὶ πολλάκις πεῖραν εἰληφὼς τοῦ ἑαυτοῦ Σωτῆρος, εὐγνωμόνως ἐπάγει λέγων, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Εἰπὼν δὲ, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἐμφαίνει ἀπεστάλθαι τινὰ Σωτῆρα ἐκ τοῦ Θεοῦ. Τίνα δὲ τοῦτον νῦν μὲν οὐ παρέστησεν, ἐν ἑτέρῳ δὲ διδάσκει, ἔνθα φησίν· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Οὐκοῦν λόγος ἦν Θεοῦ, ὁ καὶ πάλαι ἀποστελλόμενος, καὶ τῶν ἀξίων τῆς αὐτοῦ σωτηρίας Σωτὴρ γιγνόμενος, ὃν καὶ ὁ Δαυὶ̈δ ἀκριβῶς εἰδὼς ἔλεγεν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τὸν μὲν οὖν σωτηρίας ἄξιον ἔσωζε διὰ τοῦ Σωτῆρος ὁ Ὕψιστος· ὁ δὲ αὐτὸς, δίκαια κρίνων, τοὺς ἐπανισταμένους καὶ καταπατοῦντας τὸν δίκαιον ἐδίδου εἰς ὄνειδος, ὤφελον καὶ βελτίους ἀπεργαζόμενος, διὰ τοῦ ὀνειδίζειν καὶ ἐπιστρέφειν εἰς ἑαυτόν. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, καὶ τὰ ἑξῆς. Τὴν ἀνωτέρω λείπουσαν διάνοιαν διὰ τῶν προκειμένων ἀποδέδωκε. Ζητουμένου γὰρ τίνα ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἔσωσε τὸν Δαυὶ̈δ, παρέστησεν ἐνταῦθα εἰπών·
PG 23:509Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος δὲ καὶ ἀλήθεια ἐξαποστελλομένη τίς ἂν εἴη ἢ ὁ τοῦ Θεοῦ λόγος, περὶ οὗ ἐλέγετο, Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν; Ὁ δ’ αὐτὸς ὁμοίως καὶ φῶς ἀποστελλόμενον εἴρηται ἐν τῷ φάσκοντι ψαλμῷ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσει. Φῶς δὲ καὶ ἀλήθεια καὶ λόγος ἀποστελλόμενα παρὰ τοῦ ὑψίστου Θεοῦ, οὐκ ἀνούσια, οὐδὲ ἀνυπόστατα· οὐ γὰρ οἷόν τε ἦν πρᾶγμα ἀνυπόστατον ἀποστέλλεσθαι. Ὥσπερ δὲ Λόγος νοεῖται ἰάσεως καὶ σωτηρίας ποιητικὸς, οὕτως ἐπὶ τοῦ παρόντος ὁ αὐτὸς ἔλεος ὠνόμασται, ὡς ἂν ὑπηρετικὸς ὢν τῆς τοῦ Πατρὸς φιλανθρωπίας· ὁμοίως δὲ καὶ ἀλήθεια, ὡς ἂν ἀληθῶς ὑφεστὼς καὶ κατ’ ἐνέργειαν οὐσιωμένος. Ὁ γοῦν ἡμέτερος λόγος ὢν, συλλαβαῖς καὶ ῥήμασι καὶ ὀνόμασι τὴν ὑπόστασιν ἔχων, καὶ διὰ γλώττης καὶ φωνῆς ἐξηχούμενος, οὐκ ἂν λεχθείη κυρίως καὶ ἀληθῶς λόγος. Ἔχει γοῦν ἕτερον τὸν γεννῶντα αὐτὸν, ὃν καὶ κυρίως ἄν τις εἴποι ἀληθῆ λόγον· τοῦτον δ’ εἶναί φασι τὸν ἐνδιάθετον.
Ὥσπερ οὖν ὁ ἐν ἡμῖν ἐνδιάθετος λόγος, ὁ καὶ κυρίως ἂν ῥηθεὶς ἀληθῶς λόγος, ὑπόστατος τυγχάνει, κατ’ οὐσίαν ὑφεστὼς, ἕτερός τε ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτόν· διὸ ἀνωτέρω μὲν ἐλέγετο, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τίνα δὲ ἐξαπέστειλε, ἐπὶ τοῦ παρόντος διδάσκει φάσκων· Ἐξαπέστειλε τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· ὧν μέσος γενόμενος ἐκοιμήθην, φησὶ, τεταραγμένος. Μέσος γὰρ ἀποληφθεὶς σκύμνων τῶν ἐν Γὲθ ἀλλοφύλων, ἢ τῶν ἄλλως πολεμούντων με ἐχθρῶν, τὸ ὅσον ἐπ’ ἐμοὶ καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἐκοιμήθην τεταραγμένος. Ὁ δὲ ὕψιστος Θεὸς, τὸν προλεχθέντα λόγον αὐτοῦ καὶ τὴν ἀλήθειαν καὶ τὸν ἔλεον ἐξαποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν παθεῖν ἐκ τῆς ταραχῆς τῶν σκύμνων. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Οὐ τεταραγμένος, φησὶν, ἐκάθευδον μέσος ἀποληφθεὶς λεόντων, ἀλλ’ ἀπτόητος ἤμην καὶ εὐθαρσής. Λέγει γοῦν ὁ Ἀκύλας· Ἐν μέσῳ λεαινῶν κοιμηθήσομαι λάβρων· ὁ δὲ Σύμμαχος· Ἐν μέσῳ λεόντων εὐθαρσῶν ἐκοιμήθην. Τίνες δὲ ἦσαν οἱ λέοντες, ἢ οἱ σκύμνοι καὶ αἱ λέαιναι, διασαφεῖ ἑξῆς λέγων·
Υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Παντὸς γὰρ θηρὸς ἀγρίου ἰοβόλου τε ἑρπετοῦ, χείρων ἂν γένοιτο φαῦλος καὶ πονηρὸς ἄνθρωπος, μάλιστα ὁ διαβολαῖς καὶ καταλαλιαῖς σχολάζων, καὶ ταῖς τῶν θεοφιλῶν ψυχαῖς ἐπιβουλεύων, οὐχ ὅπλοις δὲ καὶ δόρασι, κεκρυμμένοις δὲ καὶ λανθάνουσι τοῖς διὰ λόγων ἀναιρετικοῖς ὀργάνοις. Κέχρηνται γοῦν οἱ τοιοῦτοι τῇ μὲν τῶν ὀδόντων περιβολῇ ὥσπερ τινὶ ὅπλῳ περιφράττοντι, καὶ περικλείοντι τοὺς εἴσω τῶν ὀδόντων κρυπτομένους λόγους· τῇ δὲ γλώττῃ καὶ ταῖς ἐκ ταύτης διαπεμπομέναις διαβολαῖς, ὥσπερ τισὶ βέλεσιν ἀκοντιζομένοις. Ἡ δ’ αὐτὴ τῶν τοιούτων γλῶττα μαχαίρας ὀξυτάτης οὐδὲν ἂν διαφέροι κεντούσης, καὶ τὰ πρὸς θάνατον ἐνεργούσης. Ἀλλ’ οἱ μὲν ἀνθρώπινοι λέοντες καὶ ὠνομασμένοι σκύμνοι τοιοῦτοι. Ἐγὼ δὲ αὐτῶν διέφερον τὴν ἐπιβουλὴν, διὰ τὸν ἐκ τοῦ Θεοῦ ἀπεσταλμένον μοι Σωτῆρα, τὸν ῥυσάμενον τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Εἴτε δὲ ταῦτα περὶ τοῦ Σαοὺλ ἐλέγετο, εἴτε περὶ τῶν διαβαλλόντων τὸν Δαυὶ̈δ παρὰ τὸν Σαοὺλ, εἴτε περὶ τῶν ἐν Γὲθ ἀλλοφύλων, εἴτε περὶ ἀοράτων ἐχθρῶν, καὶ αὐτὸς ἐπιστήσεις.
PG 23:511Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Τῷ ἐξαποσταλέντι ὑπὸ τοῦ Ὑψίστου βοηθῷ ἑαυτοῦ καὶ Σωτῆρι, ὡς ἂν ἑαυτὸν ταπεινώσαντα διὰ τῆς μέχρις ἀνθρώπων καθόδου, ῥυσαμένῳ τε τὴν ψυχὴν αὐτοῦ ἐκ μέσου σκύμνων, ἐπιφωνεῖ λέγων ὁ Προφήτης· Ἐπειδὴ, τοῦ οἰκείου μεγέθους ὑποκαταβὰς, καὶ σεαυτὸν σμικρύνας, τῆς ἐμῆς ταπεινότητος ἐφρόντισας, ἐῤῥύσω τε τὴν ψυχήν μου ἐκ μέσου τῶν προλεχθέντων, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον καὶ τὴν πρέπουσάν σοι ἐν οὐρανῷ βασιλείαν. Οὐδὲ οὕτως γὰρ ἀποστερηθήσεται ἡ γῆ τῆς σῆς δόξης, κἂν ἐν οὐρανῷ διατρίβῃς. Ὥσπερ γὰρ ἥλιος, τὸν οἰκεῖον ἀποτελῶν δρόμον, οὐκ ἀποστερεῖ τοὺς ἐπὶ γῆς τῆς ἑαυτοῦ λαμπηδόνος· τὸν αὐτὸν τρόπον καὶ σὺ, ὦ Κύριε, εἰ καὶ τὰ μάλιστα δι’ ὑπερβολὴν φιλανθρωπίας τοῦ καταπέμψαντός σε Πατρὸς μέχρι τῆς ἐμῆς σμικρότητος ἐξητάσθης, ἀλλ’ ὑψώθητι λοιπὸν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τοῖς κόλποις τῆς Πατρικῆς θεότητος ἐνοικῶν, πλήρου τῆς σαυτοῦ δόξης πᾶσαν τὴν γῆν. Λέγω δὲ ταῦτα εἰκότως, ἐν ἀμεριμνίᾳ παντὸς κακοῦ γεγονὼς, καὶ τῶν προλεχθέντων σκύμνων καὶ λεόντων διὰ τῆς σῆς ἐπισκοπῆς ῥυσθείς·
οἵτινες παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ, τὸ ὅσον ἐπ’ αὐτοῖς, κατέκαμψαν τὴν ψυχήν μου· ἀλλὰ καὶ ὤρυξαν πρὸ προσώπου μου βόθρον. Ταῦτα δὲ καθ’ ἑαυτῶν, ἀλλ’ οὐ κατ’ ἐμοῦ διὰ τὴν σὴν σκέπην εἰργάσαντο. Ἔφθασαν γὰρ αὐτοὶ μᾶλλον εἰς τὸν ἑαυτῶν καταπεσόντες βόθρον. Διόπερ ἐπειδὴ ταῦτα εἰργάσω σὺ ὁ ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὰς οὐρανίους, ὡς οἰκείας καὶ συνήθεις τῇ σῇ θεότητι διατριβάς. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ, καὶ τὰ ἑξῆς. Ὁ Σωτὴρ ἐν ταῖς πρὸς τοὺς μαθητὰς διδασκαλίαις ταῦτ’ εἰρηκὼς περὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἀγαπᾶτε ἐμὲ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ πάλιν· Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει· καὶ αὖθις· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι.
PG 23:513Ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψει, καὶ ἀναγγελεῖ ὑμῖν. Δι’ ὧν παρίστησι μείζονα μὲν εἶναι τὰ παρ’ αὐτοῦ καὶ μὴ χωρούμενα ὑπὸ τῶν ἀποστόλων· Οὐ γὰρ δύνασθε, φησὶ, βαστάζειν· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας τὸ ἐξ αὐτοῦ χορηγούμενον καὶ τοῖς ἀποστόλοις ὑπ’ αὐτοῦ πεμπόμενον ἀναγγέλλειν αὐτοῖς πᾶσαν τὴν ἀλήθειαν. Εἰ δὴ οὖν ταῦτα νενόηται, εἰκότως καὶ ὁ Δαυὶ̈δ τῷ ἀπεσταλμένῳ Θεῷ εἰς τὴν αὐτοῦ βοήθειαν προφήσας, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἱκετεύει ἑξῆς τὸν αὐτὸν καταπέμψαι αὐτῷ τὸ Πνεῦμα τὸν Παράκλητον, τὸ προφητικὸν, ἕτοιμον εἶναι ἑαυτὸν φάσκων εἰς ὑποδοχὴν αὐτοῦ· κεκαθάρθαι γὰρ τὸν ἐν αὐτῷ ναὸν καὶ τὸ δοχεῖον τῆς αὐτοῦ ψυχῆς· δηλαδὴ τὴν αὐτὴν διάνοιαν, ἣν τροπικῶς καρδίαν εἴωθεν ὀνομάζειν ὁ λόγος· ὃ δὴ παρίστησι λέγων· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Ἡ μὲν οὖν ἐμὴ καρδία καὶ τὸ διανοητικὸν ἕτοιμον τυγχάνει, φησί. Σὺ δὲ λοιπὸν κατάπεμπέ σου τὸ Πνεῦμα.
Ἐπιστάντος γὰρ αὐτοῦ καὶ ἐποχουμένου τῇ ἐμῇ ψυχῇ, συνήθως ᾄσομαι καὶ ψαλῶ, τὴν ἐμαυτοῦ διακονίαν καὶ ὑπηρεσίαν παρέχων τῇ δυνάμει τοῦ προφητικοῦ Πνεύματος. Καὶ ταῦτ’ εἰπὼν, παραχρῆμά τε εἰσακουσθεὶς κατὰ τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, συνήσθετο τῆς τοῦ ἁγίου Πνεύματος παρουσίας. Εἶθ’ ὥσπερ ἐπὶ θύραις ἑστῶτος, ἐπιστρέφεται ὁ Προφήτης, καὶ διεγείρει αὐτὸς ἑαυτὸν ἐπὶ τὴν διακονίαν τῆς προφητείας· διὸ ἐπιφέρει· Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξα μου ἐστὶ τὸ προφητεύειν. Εἶτ’ ἐπιλέγει· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· τὴν μὲν ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὴν δὲ κιθάραν διὰ τοῦ σώματος αἰνιττόμενος· ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ταῖς χερσὶν ἀναλαμβάνων, ἐπὶ τῷ ἀνακρούσασθαι τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα. Καὶ τούτοις προστίθησι λέγων· Ἐξεγερθήσομαι ὄρθρου. Ἄρτι γὰρ φωτισθεὶς διὰ τῆς τοῦ Πνεύματος παρουσίας, ἐν ἡμέρᾳ τε θείου φωτὸς γενόμενος, ἕτοιμός εἰμι προφητεύειν. Καὶ ταῦτ’ εἰπὼν, ἀνατίθησιν ὅλον ἑαυτὸν τῷ Πνεύματι· τὸ δὲ ὡς δι’ ὀργάνου διὰ τοῦ προφήτου ἀγαθῶν ἀπαγγέλλει, ἀνὰ πᾶσιν εὐαγγελίζεται τοῖς ἔθνεσι φάσκον· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν.
Ἐπειδὴ γὰρ ἐπὶ τοῦ παρόντος τὸ Ἰουδαίων ἔθνος καὶ ὁ τούτων λαὸς τοὺς σοὺς ἐλαύνει προφήτας, ὡς μηδενὸς τόπου παραχωρεῖν αὐτοῖς· ἔσται δὲ καιρὸς καθ’ ὃν πάντα τὰ ἐπὶ γῆς ἔθνη καὶ πάντες οἱ ἐν ἀνθρώποις λαοὶ τοῦ σοῦ ἐλέου μεθέξουσιν, ὡς ἐμὲ τὸ προφητικὸν Πνεῦμα πάντας ἀθρόως λαοὺς πληρῶσαι καιρῷ τῷ θεσπιζομένῳ, γενόμενον ἐν αὐτοῖς, καὶ ἐξομολογήσασθαί σοι καὶ εὐχαριστῆσαι, ὅτε καὶ ψαλῶ σοι, οὐκ ἐν τῷ Ἰουδαίων λαῷ, ἀλλ’ ἐν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι· τούτου χάριν φημί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὸ δὲ τούτου αἴτιον, λέγω δὲ τὸ ἐν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης λαοῖς καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τὸ προφητικὸν πνεῦμα. Καὶ τοὺς πάλαι ἀναφωνηθέντας προφητικοὺς λόγους εἰς ἔργα χωρήσειν ἑξῆς διασαφεῖ φάσκον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὸ γὰρ παράδοξον τοῦτ’ ἦν, ὅτι τὰ μὲν οὐράνια ἐλέους φημὶ ἀξιοῦσθαι, τὰ δὲ ἐπίγεια τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ τὰ ἐν οὐρανοῖς κεκαθαρμένα τυγχάνειν, καὶ πάντα τέλεια καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακότα·
PG 23:515ὅμως δ’ οὖν καὶ αὐτὰ διὰ τὸν σὸν ἔλεον τοιαῦτα ὄντα καθέστηκεν. Οὐ γὰρ ἐξ αὐτῶν, οὐδὲ παρ’ ἑαυτῶν τῆς τοιαύτης μετέχει μακαριότητος, ἀλλὰ παρὰ σοῦ τοῦ πάντων ἀγαθῶν χορηγοῦ. Ἢ ἄλλως, Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, τὸ χυθὲν εἰς πάντας ἀνθρώπους, Ὃ δὴ καὶ ἀνωτέρω ἀπεστάλθαι ἐλέγετο ἐν τῷ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ. Τοιαῦτα γὰρ ἐν ἀνθρώποις κατώρθωσε τὸ ἀποσταλὲν ἔλεος, ὡς ἐν πᾶσι τοῖς λαοῖς ἐμὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξομολογήσασθαί σοι, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψάλαι σοι· ὅθεν ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν· ἐπεὶ μέχρι τῶν οὐρανῶν τοὺς ἐν ἀνθρώποις προκόψαντας εἵλκυσεν, ὡς καὶ ἐπαγγελίαν αὐτοῖς δεδόσθαι βασιλείας οὐρανῶν. Ἀλλὰ καὶ ἕως τῶν νεφελῶν, φησὶν, ἡ ἀλήθειά σου. Νεφέλαι δὲ ὑπηρετικαὶ τυγχάνουσιν ὑετῷ, τῷ τῆς θείας Προνοίας βουλήματι διακονούμεναι. Οὕτω δὲ παρίστησιν ὁ λόγος προνοεῖν ἀνθρώπων τὸν Θεὸν, ἐκ τοῦ μέχρι τῶν νεφελῶν ἐκτείνεσθαι αὐτοῦ τὴν διοίκησιν, καὶ τὴν ἀλήθειαν τῆς ἐπισκοπῆς αὐτοῦ μέχρι τῆς τῶν νεφελῶν ὑπηρεσίας φθάνειν.
Καὶ ἄλλως δὲ τὰς ἐν ἀνθρώποις τελείας ψυχὰς, τὰς προφητικὰς ὥσπερ ὑετοὺς τὰς ἐκ Θεοῦ διδασκαλίας χορηγούσας ταῖς τούτων δεομένων ψυχαῖς, νεφέλας εἴωθεν ὀνομάζειν ἡ Γραφή. Ὅτε γοῦν ἠπείλει τῷ Ἰουδαίων ἔθνει ἐρημίαν ὁ προφήτης Ἠσαί̈ας, τὸν Θεὸν εἰσῆγε λέγοντα· Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν. Ἄντικρυς διὰ τούτων τῶν θείων προφητῶν, νεφελῶν ὠνομασμένων, οἱ πνεύματος οὐρανίου πληρούμενοι λογικοὺς ὑετοὺς ταῖς τῶν ἀνθρώπων ἐχορήγουν ψυχαῖς. Ἐπειδὴ τοίνυν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, περὶ ὧν μικρὸν πρόσθεν ἔλεγεν, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· πάλαι μὲν τὴν ψυχὴν ἐῤῥύσατο τοῦ Δαυὶ̈δ, ἤμελλε δὲ καὶ μετὰ ταῦτα καὶ πάντα ἐπισκοπεῖν τὰ ἔθνη·
εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον, ταῦτα εὐαγγελιζόμενον, καὶ ὅτι ἐν λαοῖς ἐξομολογήσεται, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψαλεῖ τῷ Θεῷ, τὴν αἰτίαν προστίθησι λέγον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ τὰ ἑξῆς. Εἶτα τούτοις ἅπασι τὸ ἐπισφράγισμα ἐπάγει λέγον· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, δεύτερον ἐπαναλαβὼν τὴν αὐτὴν θεολογίαν. Σοὶ γὰρ, φησὶ, πρέπει ὑψοῦσθαι, εἰ καὶ τὰ μάλιστα δι’ ἀνθρώπους συγκαταβαίνεις τῇ ἡμετέρᾳ ταπεινώσει, λαοὺς καὶ ἔθνη προσκαλούμενος τῇ σαυτοῦ χάριτι. Ἀλλ’ ὑψώθητι, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον. Καὶ οὕτως γὰρ ἐν οὐρανοῖς τὰς διατριβὰς ποιούμενος, καὶ ἐν τῇ σαυτοῦ τυγχάνων θεότητί τε καὶ βασιλείᾳ, πᾶσαν τὴν γῆν πληροῦν δυνήσῃ τῆς σαυτοῦ δόξης. Ὃ δὴ καὶ Μωσῆς ἀναγράφει τὸν Θεὸν εἰσάγων περὶ μὲν Ἰουδαίων λέγοντα δι’ ἣν εἰργάσαντο μοσχοποιίαν· Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτούς· περὶ δὲ τῆς τῶν ἐθνῶν κλήσεως ἐπάγοντα τὸ, Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ. Καὶ παρὰ τῷ Ἠσαί̈ᾳ δὲ τὰ σεραφὶμ, κυκλοῦντα τὸν Κύριον Σαβαὼθ, ἐβόα·
PG 23:517Ἅγιος, ἅγιος, ἅγιος Κύριος Θεὸς Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Οἷς συμφώνως καὶ ἐν οα ψαλμῷ τὰ περὶ τοῦ Χριστοῦ σαφῶς διαγορεύοντι λέλεκται· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Ταῦτ’ οὖν καὶ ἡ παροῦσα προφητεία ἐπισφραγίζεται λέγουσα· Ὑψώθητι ἐπὶ τοὺς οὐραγοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ. ΝΖ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰς τὸ τέλος μὴ διαφθείρειν, φυλάττειν δὲ ἕκαστον τὰ ἑαυτοῦ τέλη, καὶ ὁ παρὼν παραινεῖ λόγος. Ἄμφω δὲ, ὅ τε μετὰ χεῖρας καὶ ὁ πρὸ αὐτοῦ τὴν ἴσην ἔχουσι προγραφὴν, ὁμοίως τὸ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τῷ Δαυὶ̈δ, καὶ τὸ, εἰς στηλογραφίαν, περιέχοντες. Ὅ γε μὴν χρόνος, εἰ καὶ μὴ ἐν τῷ παρόντι, ἀλλ’ ἐν τῷ πρὸ τούτου δεδήλωται κατὰ τὴν προσθήκην ᾗ φησιν, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κατὰ τὸν αὐτὸν οὖν εἰρῆσθαι χρόνον καὶ ὁ προκείμενος, οὐ μόνον ἐκ τῶν εἰρημένων δοκεῖ μοι, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς ἐπιφερομένων.
Ἐπειδὴ γὰρ ἡ πρὸ τούτου στηλογραφία περὶ τῶν υἱῶν τῶν ἀνθρώπων ἔλεγεν, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη· εἰκότως καὶ ἡ μετὰ χεῖρας τοῖς αὐτοῖς υἱοῖς τῶν ἀνθρώπων εὐθὺς ἐν ἀρχῇ προσφωνεῖ λέγουσα· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ ἐπειδήπερ ἐν τῷ πρὸ τούτου ἐλέγετο· Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων, κατὰ τοὺς λοιποὺς, εἰκότως ἐν τῷ μετὰ χεῖρας ἐπιφέρεται, Τὰς μύλας τῶν λεόντων συνέθλασε Κύριος. Ἔδει γὰρ ἡμᾶς μαθεῖν ὅπως ἐῤῥύσατο τὴν ψυχὴν τοῦ Δαυὶ̈δ ἐκ μέσου σκύμνων. Καὶ πάλιν περὶ τῶν ὀδόντων τῶν ἐνδιαβαλλόντων αὐτὸν ἐν μὲν τῷ πρὸ τούτου, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, ἐλέγετο, ἐν δὲ τῷ μετὰ χεῖρας· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ἀφ’ ὧν δείκνυται ἡ ἐν ἀμφοτέραις ταῖς στηλογραφίαις συμφωνία.
Καὶ ἄλλως δ’ οὖν τις εἴποι, ἐπειδὴ ἡ πρὸ τούτου περιέχει τὴν κλῆσιν τῶν ἐθνῶν, εἰκότως τῇ τοιαύτῃ προφητείᾳ ἡ παροῦσα στηλογραφία συνῆπται, διαγορεύουσα τοῖς υἱοῖς τῶν ἀνθρώπων τὸν περὶ τῆς δικαιοκρισίας τοῦ Θεοῦ λόγον, διαστελλομένη τε πᾶσι τοῖς λαοῖς σὺν ἀληθινῇ προαιρέσει καὶ συνειδήσει καθαρᾷ τῇ τοῦ λόγου προσιέναι διδασκαλίᾳ, καὶ μὴ καθυποκρίνεσθαι τὴν θεοσέβειαν. Διὸ πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνομασμένους καὶ πρὸς πάντα τὰ ἔθνη, περὶ ὧν ἐλέγετο, Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, τὴν προςφώνησιν ποιούμενος ὁ παρὼν λόγος διαμαρτύρεται λέγων· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδ’ ἄλλοθεν δειχθήσεται, ἢ ἀπὸ τοῦ κρίνειν εὐθέα. Κρίνει δὲ εὐθέα ὁ κρίνας παρ’ ἑαυτῷ τὴν κατὰ τὸν ὀρθὸν λόγον, καὶ μηδὲ σκολιὸν μηδὲ διάστροφον πράττειν. Εἶθ’ ὡς τῶν υἱῶν τῶν ἀνθρώπων ὀρθὰ μὲν λαλούντων τοῖς χείλεσι, καὶ τῷ στόματι δικαιοσύνην ἐπαγγελλομένων, ἐλεγχομένων δὲ ἀπὸ τῶν ἔργων, ὅτι τἀναντία κατὰ διάνοιαν λογίζονται, ἐπιλέγει· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ·
PG 23:519τούτου δὲ, φησὶν, ἔλεγχος αἱ ὑμέτεραι πράξεις· Ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσι. Κρίνατε οὖν εὐθέα, υἱοὶ τῶν ἀνθρώπων, καὶ λογίσασθε παρ’ ἑαυτοῖς, εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα. Εἰ γὰρ δικαιοσύνην λαλεῖτε, πῶς αἱ χεῖρες ὑμῶν ἀδικίαν συμπλέκουσιν; Ἀφ’ οὗ δείκνυσθε ἀνομίας ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες. Εἰ δὴ οὖν ἀληθῶς δικαιοσύνην λαλεῖτε, κρίνατε τὰ εὐθέα, ὦ οὗτοι, καὶ ἅπερ λαλεῖτε, ταῦτα καὶ πράττετε, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε, μηδὲ αἱ χεῖρες ὑμῶν ἀνομίαν συμπλεκέτωσαν. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ. Καὶ ταῦτα πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀποτείνεται τοὺς ἐπαγγελλομένους θεοσεβεῖν, καὶ τοὺς τῆς δικαιοσύνης μετέρχεσθαι νόμους, μὴ κρίνοντας δὲ ὀρθῶς. Φησὶν οὖν πρὸς αὐτούς· Ἀκούσατε, ὦ οὗτοι, οἱ λαλοῦντες μὲν δικαιοσύνην τῷ στόματι, ἐργαζόμενοι δὲ ταῖς χερσὶν ἀδικίαν, καὶ πολλὰς κατὰ τὸ αὐτὸ συμπλέκοντες ἁμαρτίας· τὸν μέγαν κριτὴν οὐδὲν λανθάνει τῶν κατὰ διάνοιαν ἑκάστῳ λογιζομένων.
Κἂν γὰρ δοκῇ τις ἀνθρώπων ὀφθαλμοὺς κρύπτειν, ἀλλ’ ἴστω, ὅτι δεινὴν πλάνην πεπλάνηται ἑαυτὸν ἀπατῶν. Οὐ γὰρ τὸν μέγαν τῶν ὅλων κριτὴν λήσεται, οὗ πάντες πρὸ τοῦ βήματος παραστησόμεθα. Πῶς δ’ ἂν καὶ λάθοιεν τὸν Θεὸν οὗτοι, ὁπότε καὶ πρὶν εἰς φῶς προελθεῖν αὐτοὺς, πάντα εἰδότι πρὸ γενέσεως αὐτῶν ἐγνωρίζοντο; Διὸ πρὶν γεννηθῆναι αὐτοὺς, ὡς ἤδη ὑφεστῶτας, καὶ τοιούτους ὄντας οἷοι νῦν εἰσι προεώρα· ἤδη τε ἐξ ἐκείνου ἀπόβλητοι ἦσαν παρ’ αὐτῷ. Ἀπηλλοτριώθησαν γοῦν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Καὶ εἰ καὶ τὰ μάλιστα σήμερον δικαιοσύνην λαλεῖν προσποιοῦνται, τοῖς ἔργοις τὰ ἐναντία μετερχόμενοι, ἀλλ’ οὐ καὶ παρὰ Θεῷ νῦν ἐφάνησαν τοιοῦτοι· πρὶν δὲ ἀπὸ γαστρὸς προελθεῖν αὐτοὺς, μᾶλλον δὲ καὶ πρὸ τοῦ συλληφθῆναι ἐν τῷ τῆς μήτρας δοχείῳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ’ αὐτῷ, καὶ μέλλοντες ἔσεσθαι τοιοῦτοι οὐκ ἠγνοοῦντο. Ἤδη δὲ ἐξ ἐκείνου ὡς ἂν μέλλοντες τὰ ψευδῆ λαλεῖν ἐγινώσκοντο, καὶ ὡς θυμὸς αὐτοῖς ἐστι κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμὸν δὲ καὶ τὴν ψυχὴν καὶ παῖδες Ἑλλήνων καλεῖν εἰώθασιν.
Ἐπεὶ τοίνυν καὶ ὁ παλαιὸς ὄφις, τὴν Εὔαν ἀπατήσας, προσεποιεῖτο μὲν γλυκείᾳ καὶ φιλικῇ κεχρῆσθαι ὁμιλίᾳ, μνήμην τε Θεοῦ ποιεῖσθαι, καί τινα ἐπιδείκνυσθαι εὐλάβειαν, λέγων τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; καὶ πάλιν· Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· καὶ τοιαῦτα μὲν ὑποκρινόμενος, καὶ τὸν Θεὸν εἰδέναι προσποιούμενος, ὡμίλει τῇ γυναικὶ, ἐν καρδίᾳ δὲ ἀνομίας εἰργάζετο, καὶ τοῖς ἔργοις ἀδικίαν συνέπλεκεν· εἰκότως καὶ οἵδε λέγονται θυμὸν ἔχειν καὶ ψυχὴν ὁμοίαν τῷ προλεχθέντι ὄφει· ὃ δὴ καὶ αὐτὸ προείληφεν ὁ Θεὸς τῇ προγνώσει. Τῶν γὰρ θείων εἰσακούοντες λόγων καὶ τοῖς ἱεροῖς μαθητευόμενοι ῥήμασι, οὐδὲν τικτήσονται πρὸς ὠφελείας, διὰ τὸ βύειν τὰ ὦτα, καὶ μὴ καταδέχεσθαι τῶν θείων ἐπῳδῶν τὰς δυνάμεις, ἀφομοιοῦσθαι δὲ ἀσπίδι κωφῇ καὶ βυούσῃ τὰ ὦτα αὐτῆς, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένου παρὰ σοφοῦ.
PG 23:521Τῷ μὲν οὖν ὄφει ὡμοιώθησαν διὰ τὴν ὑπόκρισιν καὶ τὴν ἐπίπλαστον περὶ Θεοῦ ὁμιλίαν, τῇ δὲ ἀσπίδι διὰ τὸ κρύπτειν ἐν αὐτοῖς τὸν θανατηφόρον ἰόν. Ἀλλ’ εἰ μὲν ἁπλῶς ἀσπίδι παρεβλήθησαν, ἐλπὶς ἂν ἦν ποτε ὠφεληθήσεσθαι· ἐπεὶ καὶ τὸ δεινὸν ἑρπετὸν ἐκεῖνό ἐστιν ὅτε ἐξ ἐπῳδῆς καὶ κατασκευῆς ἑτέρων τινῶν ἀποῤῥίπτει τὸν ἰὸν, καὶ τὸν θυμὸν ἀποτίθεται, καὶ ὥσπερ ἀπονεκροῦται τὴν κακίαν· εἰ δὲ ἡ τοιαύτη τῆς ἀσπίδος πικρία δυνάμει λόγων τινῶν ἐξασθενεῖ καὶ ἀπομαραίνεται, τὸν ἰόν τε ἀποῤῥίπτει, τί χρὴ λέγειν περὶ ἀνθρώπου ψυχῆς, τῆς κατ’ εἰκόνα Θεοῦ γεγενημένης, ἀλλ’ ὅτι καὶ αὐτὴ πολὺ μᾶλλον ἢ τὸ ἑρπυστικὸν ἐκεῖνο γένος μετέβαλεν ἂν ἐπὶ τὸ κρεῖττον, τῆς κακίας ἰὸν ἀποθεμένη, εἰ παρεῖχεν ἑαυτὴν τῇ ἐκ τῶν θείων μαθημάτων ὠφελείᾳ, καὶ ταῖς ἀληθῶς θεοπνεύστοις ἐπῳδαῖς; Διὸ δὴ ἀκριβῶς ὁ λόγος οὐχ ἁπλῶς ἀσπίδι τὴν τοιαύτην παρέβαλεν, ἀλλ’ ἀσπίδι κωφῇ, οὐκ ἐκ φύσεως οὔσῃ τοιαύτῃ, ἀλλ’ ἐκ προαιρέσεως ἑαυτὴν ἀποκωφούσῃ. Διὸ εἴρηται, Ὡς ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς.
Οὕτω γάρ ποτε καὶ ἄνθρωπος τῶν θείων ἀνήκοος λόγων, οὐ παρὰ τὸ κεκωφῶσθαι τὴν ψυχὴν, ἐστέρηται τῆς ἀκοῆς, παρὰ δὲ τὴν οἰκείαν βούλησιν· ἑκὼν γὰρ ἑαυτὸν ἀποκωφοῖ βιαζόμενος τὴν ἑαυτοῦ φύσιν. Θεὸς γὰρ κωφὴν ψυχὴν οὐκ εἰργάσατο, ὡς οὐδὲ τυφλὴν, οὐδὲ ἀνάπηρον, οὐδὲ ὅλως λελωβημένην· ἐῤῥωμένην δὲ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις· ἐπεὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὴν αὐτοῦ τὸν ἄνθρωπον ὑπεστήσατο. Ἕκαστος δὲ ἑαυτὸν ἀποκωφοῖ καὶ τυφλοῖ, καὶ τὴν οὐσίαν τῆς ἑαυτοῦ ψυχῆς λωβᾶται. Τοῦτο δὲ διὰ Ἠσαί̈ου τοῦ προφήτου ὁ ἐκ περιτομῆς ἀπελέγχεται πράττων λαός. Διὸ λέλεκται πρὸς αὐτούς· Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Οὕτως οὖν ἀσπίδι κωφῇ ἑαυτὴν ἀποκωφούσῃ ὁ τῶν θείων ἀνήκοος λόγων παρωμοίωται. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ὡς ἀσπίδι κωφῇ, βυούσῃ ὠτίον αὐτῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ψιθυριζόντων, ἑκάστου ἐπῳδὰς σεσοφισμένου.
PG 23:523Ἀλλ’ ὁ μὲν νῦν ὑφεστὼς ἅνθρωπος, καὶ τοιοῦτον ἑαυτὸν κατασκευάσας, ὅτε ταῦτα πράττει, τοῖς πολλοῖς γινώσκεται· τῷ δὲ Θεῷ καὶ πρὸ γενέσεως, καὶ πολὺ πρότερον πρὸ τῆς κατὰ γαστρὸς συλλήψεως, τοιοῦτος ἐσόμενος ἐγνωρίζετο. Μάτην ἄρα ἑαυτὸν ἀπατᾷ ὁ λαλεῖν μὲν δικαιοσύνην ἐπαγγελλόμενος, ταῖς δὲ χερσὶν αὑτοῦ συμπλέκων ἀδικίαν· ἔπειτα κρύπτων ἐν τῇ καρδίᾳ ἑαυτοῦ τὴν ἀνομίαν, ὡς καὶ τὸν Θεὸν λησόμενος ἐν τῷ θείῳ δικαιωτηρίῳ. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα μαθόντες περὶ τῶν ἁμαρτωλῶν οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ὡς, προγνωσθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ πρὶν εἰς ἀνθρώπους παρελθεῖν, ἐγνωρίζοντο αὐτῷ ἐσόμενοι τοιοῦτοι, ἀκούετε ὁποῖον τέλος αὐτοὺς διαλήψεται. Ἐπειδὴ γὰρ, φύσεως ἐλευθέρας καὶ αὐτεξουσίου γενόμενοι, διακριτικοί τε τοῦ καλοῦ καὶ τοῦ ἐναντίου, τήν τε εἰς ἑκάτερα ῥοπὴν τὴν ἐν ἑαυτοῖς κεκτημένοι, οὐκ ὀρθῶς ἐχρήσαντο τῷ κριτηρίῳ, οὐδὲ ἠγάπησαν τὴν εὐθεῖαν, καίπερ εἰδότης αὐτὴν, οὐδ’ ἔργοις μετῆλθον τὴν δικαιοσύνην, ἣν λόγῳ μόνῳ καὶ χείλεσιν ἐπηγγέλλοντο, τῷ παλαιῷ δὲ ὄφει ὁμοιωθέντες, ἀσπίδος κωφῆς χείρους ἐγένοντο·
τούτου χάριν ἐπακούσατε τίνα καὶ αὐτοὺς περιμένει, μαθόντες, ὡς ὁ τῶν ὅλων κριτὴς Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν κατ’ οὐδὲν διαφερόντων λεόντων, καὶ ὡς μετὰ πάντα διαλυθήσονται δίκην ὕδατος ἐκρέοντος. Ἀντὶ γὰρ τοῦ, Ἐξουδενωθήσονται ὡς ὕδωρ παραπορευόμενον, ὁ Σύμμαχος ἡρμήνευσε, Διαλυθήτωσαν ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Ἐπειδὴ γὰρ τῷ στόματι καθυποκρίνονται τὴν δικαιοσύνην, εἰκότως τοὺς ὀδόντας αὐτῶν ὁ Θεὸς ἐν τῷ στόματι αὐτῶν συντρίψει. Καὶ ἐπεὶ μὴ ἀπήρκεσεν αὐτοῖς ὁμοιωθῆναι τῷ ὄφει καὶ τῇ προλεχθείσῃ ἀσπίδι κωφῇ, ἤδη δὲ καὶ ἑτέρους λυμαινόμενοι, λέουσι παρεβλήθησαν καὶ σκύμνοις, ἀφ’ ὧν τὴν ἑαυτοῦ ψυχὴν ἐῤῥῦσθαι εὔχεται ὁ Δαυὶ̈δ λέγων ἐν τῷ πρὸ τούτου· Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων τὰς μύλας αὐτῶν συνθλάσειν λέγεται ὁ Θεὸς, δηλαδὴ τὰς τῆς κακίας αὐτῶν δυνάμεις, αἷς ἐπ’ ὀλέθρῳ πολλῶν ἐχρήσαντο. Ἐπειδὰν δὲ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας συντρίψῃ ὁ Θεὸς, τότε λοιπὸν ἐξουδενωθήσονται ὡς ἂν νεκρωθέντες, καὶ διαλυθήσονται ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Καὶ τοιοῦτον μὲν ἔσται τῶν ἀσεβῶν πάντων τὸ τέλος.
Ὃ δὴ ἀναγκαῖον ὑμᾶς γνῶναι, ὦ υἱοὶ τῶν ἀνθρώπων, ἵν’, εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνητε, καὶ μὴ μετέρχησθε τὴν τῶν εἰρημένων ἀνδρῶν ὁδὸν, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζησθε, μηδὲ ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκωσι, μηδὲ ἑαυτοὺς κατασκευάζητε ὁμοίους τῷ ὄφει, μηδὲ γένησθε ὡς ἀσπὶς κωφὴ βύουσα τὰ ὦτα αὐτῆς, μηδὲ τοῖς προλεχθεῖσιν ἀσεβέσι καὶ ἁμαρτωλοῖς συναπάγοισθε· οὓς προλαβὼν ὁ Θεὸς τῇ προγνώσει, πρὶν εἰς φῶς προελθεῖν, ἔγνω μὲν τοιούτους ἐσομένους, ὅμως δ’ οὖν συνεχώρησε γεννηθῆναι καὶ εἰς φῶς προελθεῖν, τὴν παρ’ αὐτοῦ χάριν καὶ αὐτοῖς δωρησάμενος, εἰς τὸ φανεροὺς γενέσθαι τὴν προαίρεσιν. Ἐπεὶ καὶ τὸ τῶν δικαίων τάγμα, ἐξ οἰκείας προαιρέσεως τὴν ὀρθὴν καὶ ἀδιάστροφον μέλλον ὁδεύειν, προλαβὼν ὁ Θεὸς ἔγνω. Εἶτ’ ἀμφοτέρων τῶν ταγμάτων τὴν αὐτεξούσιον ὁρμὴν ἐλευθέραν ἀνῆκεν, ὡς ἐν σταδίῳ ποιεῖσθαι τὸν δρόμον ἐπιτρέψας αὐτοῖς. Καὶ αὐτὸς μὲν ὁμοίους τὴν φύσιν τοὺς πάντας ὑποστησάμενος, προαιρέσει οἰκείᾳ χρῆσθαι πρὸς τὴν τῶν κρειττόνων αἵρεσιν τοῖς πᾶσιν ὁμοίως συγκεχώρηκεν·
PG 23:525οἱ δὲ, ἅτε κύριοι ἑαυτῶν καθεστῶτες, ἄφετοί τε καὶ ἐλεύθεροι τὴν ὁρμὴν, αὐτοπροαιρέτῳ γνώμῃ διέστησαν, οἱ μὲν τὴν εὐθεῖαν ὁδεύειν, οἱ δὲ τὴν διάστροφον ἑλόμενοι. τούτου χάριν ὁ δίκαιος κριτὴς, ἀγωνοθετῶν ἑκατέρῳ τάγματι, τῷ καταλλήλῳ καὶ προσήκοντι τέλει τοὺς ἀξίους παραδίδωσιν· οὐ καθάπερ ἄνθρωποι μαθὼν ἐκ τῆς τῶν πραγμάτων ἀποβάσεως τὸν ἑκάστου τρόπον, οἷα δὲ Θεὸς καὶ πρὸ γενέσεως εἰδὼς ἅπαντα. Διὸ οἱ μὲν ἀπηλλοτριώθησαν παρ’ αὐτῷ καὶ πρὶν ἢ τοῖς λοιποῖς γνωσθῆναι· οἱ δὲ ἅγιοι ἐκλογῆς ἠξιώθησαν ὁμοίως Ἱερεμίᾳ τῷ προφήτῃ, ᾧ φησιν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Καὶ ὁ Ἀπόστολος τοῦτο ἐδήλου φάσκων· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόγνωσιν τοῦ τὰ πάντα ἐνεργοῦντος καὶ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ.
Ὁρᾷς ὅπως πρὸ καταβολῆς κόσμου ἐξειλέχθαι καὶ προωρίσθαι εἰς υἱοθεσίαν, κατὰ πρόθεσιν τοῦ πάντα ἐνεργοῦντός φησι; τὴν αὐτὴν δὲ παρίστησι διάνοιαν ὁ αὐτὸς λέγων· Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτοτόκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τὰ ὅμοια δὲ καὶ περὶ ἑαυτοῦ διδάσκει ἐν οἷς φησίν· Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί. Ὥσπερ οὖν τούτους προγνοὺς μέλλοντας ἀγαπᾷν αὐτὸν προώρισεν, οὕτω καὶ τοὺς ἀσεβεῖς, ἐπειδὴ προέγνω μέλλοντας λαλεῖν δικαιοσύνην διὰ τὸ γινώσκειν αὐτὴν, οὐ μὴν καὶ τοῖς ἔργοις αὐτὴν μετελευσομένους, διὰ τὸ ταῖς χερσὶν ἀδικίαν συμπλέκειν, τούτου χάριν ἀπηλλοτρίωσεν ἀπὸ μήτρας, καὶ ἐν πλανωμένοις καὶ λαλοῦσι ψευδῆ παρ’ ἑαυτῷ κατηρίθμησε πρὶν γενέσθαι·
συνεχώρησέ τε εἰδὼς αὐτοὺς τοιούτους ἐσομένους εἰς φανερὸν ἐλθεῖν, ὡς ἂν τὸ διάφορον τῶν δικαίων καὶ θεοσεβῶν ἀνδρῶν ἐκ τῆς τῶν χειρόνων παραθέσεως διαλάμψειε. Μιᾶς γὰρ ὄντες φύσεως οἱ πάντες, οἱ μὲν ἑκόντες εἵλαντο τὰ κρείττω, οἱ δὲ τὴν ἐναντίαν ὥδευσαν, αὐτεξουσίῳ προαιρέσει χρησάμενοι. Ὑψηλὸς δὲ ὁ μέγας τῶν ὅλων κριτὴς, προκαθεζόμενος ἑκατέρῳ τάγματι, βραβεύει τὰ πρέποντα. Διὸ τοὺς μὲν ἀγαπήσαντας αὐτὸν ἐδόξασε, συμμόρφους ἀποδείξας τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, ὡς ἂν ἔργῳ τὴν εἰς αὐτὸν ἐνδειξαμένους ἀγάπην· τοὺς δὲ ἐναντίους, ὡς ἂν ἑαυτοὺς ἀπαλλοτριώσαντας τῆς αὐτοῦ χάριτος, καταβάλλει συντρίβων αὐτῶν τοὺς ὀδόντας, οἷς οὐ δεόντως ἐχρήσαντο, καὶ συνθλῶν τὰς μύλας αὐτῶν, δι’ ὧν πολλοῖς ἐλυμήναντο· καὶ τέλος εἰς ἐξουδένωσιν αὐτοὺς παραδιδοὺς καὶ χλεύην καὶ ὄνειδος· ὅτε καὶ δίκην τῶν ῥευστῶν καὶ οὐχ ἑστώτων ὑδάτων ἀποῤῥέουσιν, αὐτοὶ ἑαυτοῖς τὸ τοιοῦτον προξενήσαντες τέλος. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ’ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον.
PG 23:527Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. Ἀσαφῶς τούτων παρὰ τοῖς Ἑβδομήκοντα φερομένων, μετρίως πως τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ὁ Σύμμαχος, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· Ὁ τείνων τὸ τόξον αὑτοῦ θορυβηθήτω ὡς τὰ θρυπτόμενα, ὡς περιχωρίον διαλυθὲν, διαφωνείη ἔκτρωμα γυναικὸς, ἵνα μὴ ἴδωσιν ἥλιον. Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνος, ἔτι ζῶντα ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Εἴη δ’ ἂν ὁ νοῦς τῶν προκειμένων τοιοῦτος. Ἐπειδὴ τὰ τέλη τῶν ἁμαρτωλῶν ὁποῖα ἔσται διαγράφειν πρόκειται, καὶ ταῦτα πρὸς τοῖς προλεχθεῖσι περιμένειν αὐτοὺς, ὦ υἱοὶ τῶν ἀνθρώπων, μανθάνετε. Ἐλέγετο δὴ πρὸ τούτου, ὅτι Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλάσει Κύριος, καὶ, ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον. Πρὸς τούτοις οὖν καὶ τάδε πείσονται· ὁ πάλαι πρότερον τὸ ἑαυτοῦ τόξον ἐντείνων, βάλλων τε καὶ ἀναιρῶν ἑτέρους ὥσπερ βέλεσι τοῖς ἑαυτοῦ λόγοις, οὗτος ἐν τῷ τῆς κρίσεως καιρῷ θορυβηθήσεται, καὶ τὰ βέλη αὐτοῦ δι’ ὧν ἠκόντιζε καὶ ἀνῄρει πολλοὺς, θρυπτόμενα ἀφανισθήσεται.
Εἶθ’ ὥσπερ χωρίον προχωρῆσαν ἀπὸ γυναικὸς, οὐδεμιᾶς μετέχει ζωῆς, διαλυθὲν δὲ διαφωνεῖ· ἢ ὥσπερ τὸ ἐν τῷ χωρίῳ ἐναποθανὸν ἔκτρωμα, προελθὸν τῆς κατὰ γαστρὸς αὐτὸ φερούσης, οὐδεμιᾶς μετέχει αἰσθήσεως εἰς τὸ ἀπολαῦσαι φωτὸς καὶ ἡλίου· οὕτως οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ οἱ διὰ τῶν προλεχθέντων δηλωθέντες ἔσονται. Τὸ μὲν γὰρ σῶμα αὐτοῖς διαλυθὲν ὁμοίως χωρίῳ, φθορᾷ παραδοθήσεται, ἐλπίδα τῆς μετὰ τῶν ἁγίων ἀναστάσεως οὐχ ἕξον· ἡ δὲ ἐν τῷ σώματι ὥσπερ ἐν χωρίῳ συνειλημένη αὐτῶν ψυχὴ ἐκτρώματι γυναικὸς ὁμοιωθήσεται, μήτε ζωῆς, μήτε φωτὸς, μήτε ἡλίου αὐγῶν ἀπολαύουσα, ἀπὸ σκότους δὲ ἐπὶ σκότος χωρήσει· καὶ οὔτε ἐν χώρᾳ ζώντων ἀναληφθήσεται, οὔτε εὐαρεστήσει τῷ Κυρίῳ ἐν φωτὶ ζώντων· οὐδὲ μὴν ἐρεῖ· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· στερηθεῖσα δὲ τούτων ἁπάντων, σκότῳ παραδοθήσεται. Οὗ μνημονεύσας ὁ Σωτὴρ, ἔλεγε· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ τοῦτο μὲν ἔσται τῶν ἀσεβῶν τὸ τέλος.
PG 23:529Τὸν δὲ καρπὸν αὐτῶν καὶ τὰς πράξεις, ἀκανθῶν οὐδὲν διαφέροντας, πρὶν τελεσφορῆσαι καὶ εἰς τελείωσιν κακίας ἐλθεῖν, ἔτι ἐν ἀρχαῖς οὔσας ξηρανεῖ ἡ καταληψομένη αὐτοὺς ἐκ Θεοῦ ὀργή. Ὃ δὴ σημαίνει ὁ λόγος φάσκων· Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντα, ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Ἐπειδὴ τοίνυν τῆς τοῦ Συμμάχου ἑρμηνείας μετρίως πως τὸν νοῦν κατειλήφαμεν, ὥρα καὶ ἐπὶ τὴν τῶν Ἑβδομήκοντα παρελθεῖν, ἔκ τε τῆς λεχθείσης παραθέσεως καὶ τὴν παρ’ αὐτοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως ἀσθενήσουσιν. Ὁ δὴ μέλλων συντρίβειν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷν Κύριος, αὐτὸς τὸ ἑαυτοῦ τόξον ἐπὶ τοσοῦτον κατ’ αὐτῶν ἐντενεῖ βάλλων αὐτοὺς καὶ τιμωρούμενος, ἕως ἀσθενήσωσιν. Οἱ δὲ βαλλόμενοι τῷ πεπυρωμένῳ βέλει, κηροῦ δίκην ὑπὸ πυρὸς τηκομένου διαλυθήσονται· Διὸ λέλεκται· Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ.
Ὥσπερ γὰρ πεσόντος πυρὸς διαλυθεὶς κηρὸς ἀφανίζεται, τὸν αὐτὸν τρόπον καὶ οἱ δηλωθέντες ὑπὸ τῆς καταληψομένης αὐτοὺς ὀργῆς ἀνταναιρεθήσονται, ὡς μὴ καταξιωθῆναι αὐτοὺς τὸν τῆς δικαιοσύνης ἥλιον ὀφθαλμοῖς ψυχῆς θεάσασθαι· ἀλλὰ καὶ πρὸ τοῦ αὐξῆσαι τὰς ἀκάνθας αὐτῶν καὶ εἰς ῥάμνον χωρῆσαι, ἔτι νεαρὰς οὔσας αὐτῶν τὰς ἀκανθώδεις πράξεις ἡ ὀργὴ καταλήψεται καὶ καταπίεται. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν, τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Σύμμαχος· Χαρήσεται δίκαιος ἰδὼν ἐκδίκησιν, τοὺς πόδας αὑτοῦ νίψεται αἵματι ἀσεβοῦς. Ὥσπερ οἱ ψευδῶς δικαιοσύνην λαλοῦντες, ἔργοις δὲ ἀδικίαν συμπλέκοντες, προεγράφησαν ὁποῖον ἕξουσι τέλος· οὕτως ἐχρῆν ἐκ παραλλήλου τοῦ ἀληθινοῦ δικαίου, τοῦ δι’ ἔργων ἐνδεικνυμένου τὴν δικαιοσύνην, τὸ χρηστὸν τέλος διδαχθῆναι. Τί συνέσται ἀγαθὸν τῷ τοιούτῳ; Νῦν μὲν, φησὶ, κατὰ τὸν παρόντα καιρὸν, οὐχ’ ὁρῶν τὴν κατὰ τῶν ἀσεβῶν ἐκδίκησιν, πολλάκις σχετλιάζει, ἀποκλαιόμενος καὶ λέγων· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ·
ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ παιδία αὐτῶν εὐφραίνεται ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν; Καὶ νῦν ὁ αὐτὸς ταπεινούμενός φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλοῦ θεωρῶν. Ἐπειδὰν δὲ ἴδῃ τὸ τέλος τῶν ἀσεβῶν καὶ τὴν κατ’ αὐτῶν ἐκδίκησιν, τηνικαῦτα χαρήσεται καὶ εὐφρανθήσεται, οὐ τῇ τῶν ἀσεβῶν ἀπωλείᾳ ἐπιχαίρων, ἀλλ’ ἐπὶ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ εὐφραινόμενος. Καὶ τοὺς πόδας δὲ αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἀσεβοῦς· οὐχ αἱμοπότης τις ὢν καὶ φιλοπόλεμος, ἀλλὰ καθαιρόμενος διὰ τῆς ἐκείνων τιμωρίας, καὶ βελτιούμενος διὰ τῆς ἑτέρων ἐπιστροφῆς. Ἢ ἄλλως· Νίψεται τὰς χεῖρας ἐπὶ τῷ αἵματι τοῦ ἁμαρτωλοῦ, ἀθῶον καὶ ἀναίτιον, καὶ καθαρὸν ἑαυτὸν δεικνὺς τῆς ἀπωλείας αὐτοῦ. Ἐπειδὰν οὖν οἱ μὲν ἀσεβεῖς δίκας δῶσι τὰς προσηκούσας· ὁ δὲ δίκαιος ἐκδικηθεὶς, εὐφροσύνης καὶ χαρᾶς ἐμπλησθῇ, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίψηται, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν·
εὐλόγως τότε πᾶς ἄνθρωπος, καὶ πᾶσα φωνὴ καὶ γλῶσσα ἀποφανεῖται, ὅτι, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς ὁ κρίνων αὐτοὺς ἐν τῇ γῇ. Εἰ γάρ ἐστι καρπὸς τῷ δικαίῳ, περὶ οὗ καρποῦ εἴρηται ἐν πρώτῳ ψαλμῷ· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Εἰ οὖν ἔσται μισθὸς καὶ καρπὸς ἀγαθὸς τῷ τὴν δικαιοσύνην ἐργασαμένῳ, ὃν ἀπολήψεται κατὰ τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ καιρόν, ἀκόλουθόν ἐστι νοεῖν, ὅτι καὶ πρὸ τῆς κρίσεως τοὺς ἐπὶ τῆς γῆς τὸν θνητὸν ἔτι διεξανύοντας βίον ἔστι Θεὸς ἐφορῶν καὶ διακρίνων. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐχ ὁρῶνται αὐτοῦ αἱ κρίσεις ἐπὶ τοῦ παρόντος, ἀλλ’ ὅμως οὐκ ἄκριτα, οὐδὲ ἀνεξέταστα τυγχάνει παρ’ αὐτῷ τὰ ἐν ἀνθρώποις. Εἰ μὲν γὰρ ἔμελλον οἱ δίκαιοι τοῖς ἀδίκοις συναπολέσθαι, καὶ μηδεὶς ἦν καρπὸς τῷ δικαίῳ, ἦν ἂν εἰπεῖν μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα τὸν Θεόν·
PG 23:531ἐπεὶ δὲ ἔσται τις καιρὸς ἐν ᾧ ὁ μὲν δίκαιος χαρήσεται, οἱ δὲ ἁμαρτωλοὶ τὸ προλεχθὲν περὶ αὐτῶν τέλος ἕξουσιν, εἰκότως οὐδὲ ἀμφιβάλλειν προσήκει, ὁμολογεῖν δὲ πάντα ἄνθρωπον καὶ ἀποφαίνεσθαι, ὅτι ἔστι Θεὸς ἔφορος καὶ ἐπίσκοπος τῶν ἐν ἀνθρώποις πραττομένων, κρίνων ἅπαντας τοὺς ἐν τῇ γῇ πολιτευσαμένους. Ταῦτα μὲν οὖν ταύτῃ. Ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς πρὸ αὐτῆς, τὰ τέλη διαγράφει τῶν τὰς περὶ Χριστοῦ προφητείας μελετώντων καὶ δικαιοσύνην τῷ στόματι λαλούντων καὶ παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς, καὶ λέγοντος· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἵτινες ὡμοίωσαν ἑαυτοὺς τῷ ὄφει, καὶ τὰ ὦτα αὑτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὑτῆς. Οἱ δὲ αὐτοὶ καὶ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας διὰ τῶν κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημιῶν ἠκόνησαν. Εἰκότως οὖν περὶ αὐτῶν λεχθείη ἄν· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος.
Δύναται δὲ ταῦτα καὶ περὶ πάντων τῶν τὰ ἄθεα δόγματα καὶ τὰς ἀσεβεῖς ψευδοδοξίας ἐν ταῖς ἀθέοις αἱρέσεσι συστησαμένων λέγεσθαι, καὶ περὶ τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἐπαγγελλομένων, οἳ τὰς γλώσσας αὐτῶν ἠκόνησαν κατὰ τῆς σωτηρίου διδασκαλίας· οὐ παραιτητέον δὲ καὶ τοὺς ἐν τῇ Ἐκκλησίᾳ διαβολαῖς καὶ καταλαλιαῖς ἐπ’ ὀλέθρῳ τῶν πλησίον σχολάζοντας τούτοις συμπαραλαμβάνειν· πρὸς οὓς ἅπαντας λέγοιτ’ ἂν τὸ, Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων· εἰδότες, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν· καὶ, δεῖ τοὺς πάντας παραστῆναι τῷ βήματι τοῦ Θεοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΑΠΕΣΤΕΙΛΕ ΣΑΟΥΛ, ΚΑΙ ΕΦΥΛΑΞΕ ΤΟΝ ΟΙΚΟΝ ΑΥΤΟΥ, ΤΟΥ ΘΑΝΑΤΩΣΑΙ ΑΥΤΟΝ. ΝΗ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με. Τετηρήκαμεν ἤδη πρότερον, ὅτι οἱ ἀπὸ τοῦ α καὶ ν πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυὶ̈δ, ἔτι ζῶντος τοῦ Σαοὺλ, εἴρηντο·
PG 23:533ὥσπερ οὖν οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου σχέδον πάντες, παρεκτὸς ὀλίγων, μετὰ τὸ πλημμεληθὲν αὐτῷ σφάλμα, καὶ ὅτι καθ’ ὑπερβολὴν εὐλαβείας πρώτους ἔταξεν ἐν τῇ βίβλῳ τοὺς ἐξομολόγησιν περιέχοντας, δευτέρους ὄντας τῷ χρόνῳ· τοὺς δὲ τῷ χρόνῳ πρώτους, δευτέρους συνῆψε, ὡς ἂν καλύπτοιτο τὰ τῆς ἐξομολογήσεως διὰ τῆς τῶν κατορθωμάτων μνήμης. Τοῦτο τοίνυν καὶ ὁ παρὼν συνίστησι ψαλμός· συνήθως δὲ εἰρήσθω, ἐπείπερ καὶ αὐτὸς στηλογραφία τυγχάνει, ἐπισημαινόμενος καθ’ ὃν ἐλέχθη καιρόν· ἦν δὲ οὗτος, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Πλατύτερον δὲ τὴν ἱστορίαν ἡ πρώτη τῶν Βασιλειῶν παρίστησι, τοῦτον ἔχουσα τὸν τρόπον· Καὶ προσέθετο πόλεμος γενέσθαι· καὶ κατίσχυσε Δαυὶ̈δ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προςώπου αὐτοῦ. Καὶ ἐγένετο πνεῦμα πονηρὸν ἐπὶ Σαούλ· καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἰδοὺ Δαυὶ̈δ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυί̈δ· καὶ ἀπέστη Δαυὶ̈δ ἐκ προσώπου Σαοὺλ, καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον.
Καὶ Δαυὶ̈δ ἀνεχώρησε καὶ διεσώθη. Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλεν ἀγγέλους εἰς οἶκον Δαυὶ̈δ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωί̈. Καὶ ἀνήγγειλε τῷ Δαυὶ̈δ Μελχὸλ, ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σωθῇς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶ̈δ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε, καὶ σώζεται· ὅτε καὶ τὴν προκειμένην στηλογραφίαν συντάττει· διὸ προγέγραπται· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶ̈δ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ μὲν οὖν, εἰς τὸ τέλος τῷ Δαυὶ̈δ, καὶ τὸ, μὴ διαφθείρῃς, καὶ ἡ στηλογραφία, τρίτον ἤδη εἴρηται ἐφεξῆς· ἀλλὰ τὸ μὲν πρῶτον, ἕτερον ἐσήμανε καιρὸν, ὃν ἐδήλου ἡ προγραφὴ λέγουσα· Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τὸ δὲ δεύτερον, Ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ἐνταῦθα δὲ, Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ δὲ αἴτιον τῆς τοῦ Σαοὺλ κατὰ τοῦ Δαυὶ̈δ ἐπιβουλῆς φθόνος ἦν.
Ἐπειδὴ γὰρ τὴν κατὰ τοῦ ἀλλοφύλου Γολιὰθ ἤρατο νίκην, ὑμνεῖτό τε ἐπὶ τοῦτο παρὰ τοῖς πᾶσι, τούτου χάριν ὡρμᾶτο θανατῶσαι αὐτόν· καὶ μάλιστα ὅτε εἶδεν, ὡς Κύριος ἦν μετὰ τοῦ Δαυὶ̈δ, καὶ αὐτὸς συνῆκε σφόδρα, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδα ἠγάπα τὸν Δαυί̈δ. Ἔτι τε μᾶλλον ἐξήφθη τὰ τῆς ζηλοτυπίας, ὡς ἑώρα αὐτὸν κρατοῦντα ἐν πολέμοις συνεργείᾳ καὶ βοηθείᾳ Θεοῦ. Λέγει δ’ οὖν ἡ Γραφή· Καὶ εἶδε Σαοὺλ, ὅτι Κύριος μετὰ Δαυὶ̈δ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶ̈δ ἔτι. Καὶ ἐγένετο Δαυὶ̈δ ἐχθρὸς τοῦ Σαοὺλ πάσας τὰς ἡμέρας. Ἐπεὶ δὲ καὶ αὖθις προσέθετο πόλεμος γενέσθαι, καὶ κατίσχυσε Δαυὶ̈δ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ· πάλιν τὸ πνεῦμα τοῦ φθόνου τὸν Σαοὺλ ἔπνιγεν, ὡς ἤδη καὶ αὐτόχειρα ἐθέλειν γενέσθαι τοῦ ἀνδρός. Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ’ αὐτοῦ· ὡς δ’ ἠστόχησε τῆς πληγῆς, οὐκέτ’ ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀποστείλας εἰς τὸν οἶκον τοῦ Δαυὶ̈δ, θανατῶσαι αὐτὸν ὡρμήθη. Ὁ δ’ ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων·
PG 23:535Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ’ ὑποχείριον αὐτοῖς γενέσθαι· ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι, μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ’ οὗ κινούμενος ἐξεκαίετο ἐπὶ τὸν κατὰ τοῦ Δαυὶ̈δ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολεμίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. Δεινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ’ ἐμὲ κραταιοί.
Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαίνεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ’ ἦν μάλιστα τὸ αἴτιον τῆς κατ’ αὐτοῦ βασκανίας. Εἰ τοίνυν πάντες ἠγάπων τὸν Δαυὶ̈δ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πληθυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ’ ἐμὲ κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ Δαυί̈δ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπεξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀοράτους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι.
PG 23:537Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ’ αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αὐτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρτίας, ἐπιτρέχουσιν, ἵνα ἑλκύσωσί με. Μηδεμιᾶς γὰρ προφάσεως ὑποκειμένης, τοσαῦτα κατ’ αὐτοῦ ἐνεχείρουν οἱ δηλωθέντες. Καὶ θέα τίνα τρόπον ἐπὶ μὲν τοῖς προκειμένοις παῤῥησίαν ἄγων ὁ Δαυὶ̈δ φαίνεται· ἐν δὲ τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προςώπου τῆς ἀφροσύνης μου. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐξωμολογεῖτο διὰ τῶν ἔμπροσθεν· ἐπὶ δὲ τοῦ παρόντος φησίν· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Νοήσεις δὲ τὸν δρόμον, ὃν ἔτρεχε Δαυὶ̈δ, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν δι’ ἧς ἔλεγε· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.
Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ὡς ἀγαθὸς δρομεὺς καὶ ἀγωνιστὴς ἄριστος τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, ἐφ’ οἷς ἐπαῤῥησιάσατο εἰπών· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· διεγείρει τὸν ἀγωνοθέτην ἐπὶ τὴν θέαν τῆς οἰκείας ἀρετῆς, καὶ ἰδεῖν ἀξιοῖ ὅπως τοῖς εἰρημένοις λόγοις σύμφωνα ᾖ αὐτῷ τὰ ἔργα, Δείκνυται δὲ τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας, ἐν ᾗ μυρία μὲν πεπονηκὼς ὑπὸ τοῦ Σαοὺλ φαίνεται, οὐδὲν δὲ αὐτὸς κατ’ αὐτοῦ λυπηρὸν δράσας, ἐκ δὲ τοῦ ἐναντίου πολλάκις ἁλόντα αὐτὸν διασώσας αὐτίκα. Καὶ ὅτε τὸ πονηρὸν πνεῦμα ἔπνιγεν αὐτὸν, σωτὴρ αὐτῷ παρεφαίνετο Δαυὶ̈δ, ἀνακρουόμενος μὲν τῷ ὀργάνῳ, δυνάμει δὲ τοῦ ἐν αὐτῷ θείου Πνεύματος τὴν ἐν τῷ Σαοὺλ ἐναντίαν δύναμιν ἐλαύνων. Τὸ ἀνεξίκακον τοίνυν ἑαυτοῦ καὶ τὸ πρᾶον, καὶ τὸ ὑπομονητικὸν δεικνὺς τῷ Θεῷ ἔλεγεν· Οὔτε ἡ ἀνομία μου, καὶ τὰ ἑξῆς. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε.
Εἶθ’ ἑξῆς τοσαύτῃ χρησάμενος παῤῥησίᾳ, φωτίζεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, καὶ διδάσκεται, ὡς ἄρα ἔσται τις καιρὸς ἐν ᾧ καὶ ὁ Χριστὸς τοῦ Θεοῦ διωχθήσεται, καὶ ἐπιβουλευθήσεται ὑπὸ τοῦ Ἰουδαίων ἔθνους, σωτήρ τε καὶ ἐπίσκοπος τῶν ἐθνῶν ἁπάντων γενήσεται· ἐν ᾧ καιρῷ καὶ αὐτοῦ τοῦ Δαυὶ̈δ τὰ κατορθώματα καὶ αἱ ἀρεταὶ ᾀσθήσονται καὶ βοηθήσονται ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ τοῦτο γνοὺς καθ’ ὑποβολὴν τοῦ ἁγίου Πνεύματος, ἐπιστῆναί ποτε τοῦτον εὔχεται τὸν καιρόν. Διὸ ἑξῆς φησι· Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ Ἰσραὴλ, ὁ σὸς χρηματίσας πρότερος λαὸς, πολλῶν εὐεργεσιῶν τετυχηκὼς, καὶ πολλῶν ἀγαθῶν ἀξιωθεὶς, οὐδένα σου ἄξιον ἐπεδείξατο καρπόν· ἀεὶ δὲ καὶ πάντοτε παντοίαις ὑποπέπτωκεν ἀσεβείαις, τοτὲ μὲν εἰδωλολατρῶν, τοτὲ δὲ τοὺς σοὺς προφήτας ἀναιρῶν· τέλος δὲ καὶ αὐτῷ τῷ Χριστῷ σου χεῖρας ἐπιβαλών. Θαυμαστὰ δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος προμαθὼν περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, εἰκότως ἐπιστῆναι τὸν καιρὸν ἐκεῖνον εὔχομαι, εἰδὼς, ὅτι οὐκ ἔστι παρὰ σοὶ προςωποληψία.
PG 23:539Δικαιοσύνῃ δὲ τὰ πάντα διέπων, οἶδας καὶ ἔθνη ἀλλόφυλα καὶ ἀλλογενῆ τῆς πλάνης ἐπιστρέφοντα σώζειν· οἶδας καὶ τοὺς νομιζομένους τῆς σῆς εἶναι μερίδος, εἰ ἀνάξιοι εὑρίσκοιντο, τῆς τοιαύτης κλήσεως μετέρχεσθαι. Διὸ περὶ μὲν τῶν ἐθνῶν εὔχομαι λέγων· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· περὶ δὲ τοῦ ἑτέρου μέρους φημί· Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Λέγων δὲ ἀδιορίστως, πάντας, καὶ τὸν Ἰσραὴλ συμπαραλαμβάνει, καὶ τοὺς ἐν αὐτῷ πάλαι γενομένους τοιούτους. Τί γὰρ καὶ πλέον γέγονε, φησὶ, τῷ Σαοὺλ, τὸ μὲν γένος ἀπὸ τοῦ Ἰσραὴλ ὁρμωμένῳ, καὶ φυλῆς Βενιαμὶν, βασιλεῖ δὲ τοῦ τοσούτου ἔθνους καθισταμένῳ, τοσαῦτα δὲ εἰκῆ καὶ μάτην κατὰ τοῦ μηδὲν ἠδικηκότος ἐπιχειροῦντι; Εἰ δὲ οὖν τὰ ἀδελφὰ τῷ Σαοὺλ φρονοῦντές τε καὶ πράττοντες γένοιντό ποτε ἕτεροι, οὐ παρὰ τοῦτο σώζεσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ νομίζεσθαι τῆς σῆς μερίδος εἶναι· ὡς ἔμπαλιν ἐν τοῖς ἀλλοφύλοις ἔθνεσιν, εἰ εὑρίσκοιντό τινες ἐπιτηδείως ἔχοντες πρὸς σωτηρίαν, οὐδὲν ἂν κωλύοι τῆς σῆς ἐπισκοπῆς αὐτοὺς τυχεῖν κατὰ τὸν τοῦ δικαίου λόγον. Διό φημι· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη·
τοὺς δὲ ἐργαζομένους τὴν ἀνομίαν, ὅθεν δήποτε εἶεν, μὴ οἰκτειρήσῃς. Μέμνηται δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἀνωτέρω λέγων· Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Οὕτω δὲ ἐκάλει τοὺς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀθέους ἐπενέγκαντας χεῖρας. Τοὺς αὐτοὺς δὲ ᾐνίττετο καὶ ἐν νδ ψαλμῷ λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν· καὶ πάλιν· Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, διεμερίσθησαν ἀπ’ ὀργῆς τοῦ προσώπου αὐτοῦ· καὶ αὖθις· Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐπὶ σὲ ἐλπιῶ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Σφόδρα ἀκολούθως ἐπισκοπὴν τῶν ἐθνῶν ἱκετεύσας γενέσθαι, τῶν τε ἐργαζομένων τὴν ἀνομίαν ἐκδίκησιν, ἑξῆς θεσπίζει φάσκων· Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τίνες δὲ οὗτοι ἀλλ’ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων; Διὰ τί δὲ εἰς ἑσπέραν; ἐπειδὴ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἤμελλε ταῦτα γίγνεσθαι. Ἀντὶ δὲ τοῦ, Καὶ λιμώξουσιν ὡς κύων, ὁ μὲν Ἀκύλας, Καὶ ὀχλασάτωσαν ὡς κύων, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ συνηχήσουσιν ὡς κύνες·
ὁ δὲ Θεοδοτίων, Καὶ ἠχήσουσιν ὡς κύων· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως, Καὶ ἠχήσουσιν ὡς κύνες. Ἄντικρυς δὲ διὰ τούτων τοὺς ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἀφίξεως ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλοντας καὶ αὐτοὺς τὸν Χριστὸν τοῦ Θεοῦ πολεμεῖν, κύνας ὠνόμασεν. Ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἠσαί̈ου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν διδάσκει λέγον· Πάντες κύνες ἐνεοὶ οὐκ εἰδότες ὑλακτεῖν· καὶ ἐν κα ψαλμῷ, τὰ πάθη τοῦ Σωτῆρος ἡμῶν διαγράφοντι, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ Σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Οἱ οὖν ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων, εἰ καὶ τὰ μάλιστα νῦν πολλὰ δύνασθαι δοκοῦσι, καὶ τῆς βασιλείας κρατεῖν ὥσπερ Σαοὺλ τέως ἐπὶ τοῦ παρόντος, ἀλλὰ πάντες γε οἱ τὰ ἀδελφὰ τούτῳ πράξαντες ἐπιστρέψουσιν ὀψέ ποτε, καὶ εἰς ἑσπέραν ὀχλάσουσί τε καὶ συνηχήσουσιν, οὐδὲν μὲν ἔναρθρον φθεγγόμενοι, οὐδὲ ἐκ λογικῆς διανοίας λόγους ἀξίους μνήμης προσφέροντες, κυσὶ δὲ παραπλησίως ὑλαγμοὺς ἀφιέντες, φωνάς τε ὑβριστικὰς καὶ ἀναιδεῖς. Διὸ καὶ λιμώξουσιν τοῦ τῆς ζωῆς ἄρτου στερηθέντες·
PG 23:541ἐπεὶ μὴ παρεδέξαντο τὴν σωτήριον καὶ οὐράνιον τροφὴν, αὐτὸν τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τοῖς ἀνθρώποις. Ὅθεν καὶ ἕτερος προφήτης τὸν λιμὸν τοῦτον αἰνιττόμενος ἐβόα λέγων· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Στερηθέντες δὲ τῆς αἰωνίου τροφῆς καὶ τὸν ἄρτον τῆς ζωῆς παραιτησάμενοι, οὐκέθ’ ὡς πρόβατα γενήσονται τοῦ καλοῦ ποιμένος· παραβληθήσονται δὲ κυσίν. Εἶτα δὲ καὶ τῆς ἑαυτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελασθήσονται· ἀποκλεισθήσονταί τε αὐτῆς, ὡς μηκέτ’ αὐτῆς ἐπιβαίνειν τολμᾷν· ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ ἐν τῷ προδηλωθέντι ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἀλλ’ ἐκεῖ μὲν τὰ τολμηθέντα τῷ Ἰσραὴλ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τοῦ Σωτῆρος ἐδηλοῦτο· ἐνταῦθα δὲ τὸ συμβεβηκὸς αὐτοῖς μετὰ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος προγνώσει ἡ Γραφὴ στηλιτεύει· διὸ καὶ στηλογραφία κέκληται. Τοῦ δὲ λόγου τὸ ἀποτέλεσμα παρίστησιν ἡ τῶν πραγμάτων ἔκβασις.
Μετὰ γοῦν τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, ἐπιστάντες Ῥωμαῖοι τέλος ἐπῆγον τοῖς προφητικοῖς λόγοις. Νόμοις γοῦν τῶν κρατούντων ἐξ ἐκείνου τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπηγόρευται τοῖς τόποις ἐπιβαίνειν, ἀπαραιτήτου τιμωρίας ἐπαιωρουμένης τοῖς τοῦ νόμου παραβάταις. Διὸ εἰσέτι καὶ σήμερον ἀμφὶ μὲν τοὺς ὅρους καὶ κύκλῳ παριόντες πόῤῥωθεν ἵστανται· μηδ’ ἐξ ἀπόπτου τὸ πάλαι νενομισμένον αὐτοῖς ἱερὸν ἔδαφος θεάσασθαι καταξιούμενοι· ἔξωθεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ Γραφῇ· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τούτοις ἑξῆς ἐπιλέγεται ἡ αἰτία δι’ ἣν ταῦτα πείσονται· Ἰδοὺ γὰρ, φησὶν, ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; ταῦτα γὰρ ἅπαντα πεπόνθασι διὰ τὰς ἀθέους αὐτῶν καὶ δυσσεβεῖς φωνὰς, ἃς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἠφίεσαν, ἐπὶ τοῦ Πιλάτου βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος· Ἰδοὺ ἀποφθέγξονται ἐν στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Ἀντὶ δὲ τοῦ, Ὅτι τίς ἤκουσε;
σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ὡς οὐδενὸς ἀκούοντος ἐβόων. Τοιαῦτα γὰρ κατὰ τοῦ Σωτῆρος ὑλάκτουν, ὡς μηδενὸς ὑφορῶντος, καὶ ὡς μὴ τῆς φωνῆς αὐτῶν ἐπακροωμένου τοῦ Θεοῦ. Ἀλλ’ ἐκεῖνοι μὲν ὡς μηδενὸς ἀκούοντος ἐβόων· σὺ δὲ αὐτὸς ὁ πάντων ἔφορος κριτὴς οὐ μόνον ἤκουες τὰ τοιαῦτα ὑλακτούντων, ἀλλὰ καὶ καταγελάστους ἐποίεις. Καὶ πῶς γὰρ οὐκ ἦσαν, καταγέλαστοι οἱ νομίζοντες δύνασθαι τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν τῇ ἑαυτῶν νικήσειν κακίᾳ; Καὶ ἐν τῷ β δὲ εἴρηται ψαλμῷ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ἀντὶ δὲ τοῦ, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, ὁ Σύμμαχος, Ἐπιφράξει πᾶσι τοῖς ἔθνεσιν, ἡρμήνευσε. Δηλοῖ δὲ ὁ λόγος ἐπιτίμησίν τινα τοῦ Θεοῦ πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ γὰρ ἀνωτέρω ἐλέγετο· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἀκολούθως διδάσκει, ὡς ἐπισκοπῶν ὁ Θεὸς ἐπιτιμήσει πρότερον πᾶσι τοῖς ἔθνεσιν, εἶτ’ ἐπιστρέψει αὐτὰ τῆς πολυθέου καὶ εἰδωλολάτρου πλάνης.
PG 23:543Γνῶναι δέ ἐστι τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσαντα, ὡς μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, τὰ μάλιστα περὶ τὴν πολύθεον πλάνην ἐπτοημένα ἔθνη, κατ’ ἀρχὰς τοῦ κηρύγματος ἐναντιωθέντα τῇ τοῦ λόγου παραδοχῇ, πολιορκίαις καί τισιν ἄλλαις ἐπιστρεπτικαῖς περιστάσεσιν ἐσωφρονίσθη, τοῦ Θεοῦ τοῦτον τὸν τρόπον ἐπιφθεγγομένου καὶ ἐπιτιμῶντος αὐτοῖς· οὕτω γοῦν, μετὰ ταῦτα σωφρονισθέντες, καθυπετάγησαν τῷ σωτηρίῳ λόγῳ, Διὸ ἐπιλέγεται ἑξῆς ἐκ προσώπου τοῦ Σωτῆρος· Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου, ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπιδεῖν ποιήσει με τοῖς ἀποτειχίζουσί με. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις, εἰσακούσεται τὸ οὖς μου. Ἀλλὰ καὶ ὁ Δαυὶ̈δ τοῦ Σαοὺλ τὴν πτῶσιν καὶ τὴν τελευτὴν εἶδεν, ἐπεῖδέ τε αὐτοῦ τῇ καταστροφῇ τοῦ θανάτου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Πάλιν πληθυντικῶς, Μὴ ἀποκτείνῃς αὐτοὺς, φησὶ, καὶ διασκόρπισον αὐτοὺς, καὶ κατάγαγε αὐτούς·
οὐδενὸς ἐχθροῦ τῷ Δαυὶ̈δ καθ’ ὃν καιρὸν ταῦτα ἐλέγετο δεικνυμένου ἐκ τῆς ἱστορίας ἢ μόνου τοῦ Σαούλ. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνέστησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τούτους οὖν τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διασκόρπισον καὶ κατάγαγε. Εὔχεται δὲ αὐτοὺς καθαιρεθῆναι τοῦ ἀξιώματος· ὃ δὲ καὶ γέγονεν. Οὐκέτι γοῦν βασιλεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ’ οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι, καὶ Σαδδουκαῖοι παρ’ αὐτοῖς εἰσιν. Οὐ μὴν καὶ ἀποκτανθῆναι αὐτούς φησι. Διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παίδων ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδὲ ἐξ ἀνθρώπων ἀπεσβέσθησαν· ἀλλ’ εἰσὶ μὲν καὶ ὑφεστήκασιν· οὕτω δὲ ὡς καταβεβλημένοι καὶ κατενηνεγμένοι ἧς πάλαι ἠξίωντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ἢ κατὰ τὸν Σύμμαχον·
PG 23:545Ἀναστάτωσον αὐτοὺς τῇ δυνάμει σου. Ὃ δὴ καὶ αὐτὸ τὸ πρᾶγμα ἐναργέστερον παντὸς λόγου παρίστησιν, ἁπανταχοῦ γῆς τοῦ Ἰουδαίων ἔθνους διεσκορπισμένου, καὶ ἀναστάτου τυγχάνοντος· ὥστ’ εἰ μέγα φρονοῖεν ἐπὶ τούτῳ Ἰουδαῖοι, ὡς πάντα πληροῦντες τὰ ἔθνη παρά τε βαρβάροις καὶ ἐν μέσοις Ἕλλησιν οἰκοῦντες· ἀλλ’ ἴστωσαν, ὅτι ἐν κατάρας λόγῳ ταῦτα περὶ αὐτῶν ἐθεσπίζετο. Ἡ γοῦν παροῦσα προφητεία φησὶν περὶ αὐτῶν· Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Ἀλλὰ καὶ τὸ μὴ πάμπαν αὐτοὺς ἐξ ἀνθρώπων ἠφανίσθαι σημαίνει λέγουσα· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, καὶ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ’ ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν Ἐκκλησίαν· ἀλλ’ ἵνα βλέπωσιν αὐτὴν καὶ τὸν ἐμὸν θεωρῶσι λαὸν, μὴ ἀποκτείνῃς μὲν αὐτοὺς, διασκόρπισον δὲ αὐτοὺς ἁπανταχοῦ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐμὴ Ἐκκλησία συνίστασθαι·
ὅπως, βλέποντες τὸν ἐμὸν λαὸν καὶ τὴν καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ ἐμοῦ θεμελιωθεῖσαν Ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας, καὶ τῷ παραδείγματι τοῦ ἐξ ἐθνῶν ἐπιστρέφοντος λαοῦ καὶ αὐτοὶ παύσοιντό ποτε τοῦ ἀνιάτου παρ’ αὐτοῖς καὶ ἀθεραπεύτου κακοῦ τῆς εἰδωλολατρείας. Οὐκοῦν καὶ ταῦτα ὑπὲρ αὐτῶν ὁ Σωτὴρ ηὖκται, δεηθεὶς τοῦ Πατρὸς μὴ ἀναιρεθῆναι μὲν αὐτοὺς, μένειν δὲ ἐν τῷ βίῳ καὶ φυλάττεσθαι ἐπὶ τῷ θεωρεῖν τὸν αὐτοῦ λαὸν καὶ μεγάλα ἐξ αὐτοῦ ὠφελεῖσθαι. Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι τῶν προλεχθέντων. Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου, ἀναγκαίως διδάσκει λέγων· Δι’ ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν. Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως. Ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι, κατὰ τὸν τοῦ Σωτῆρος ἡμῶν καιρὸν τὸν θάνατον αὐτῷ εἰργάσαντο, Ῥωμαϊκῇ δὲ χειρὶ τοῦτ’ ἐπράττετο, δικάζοντος μὲν Πιλάτου, διαλαβόντων δὲ στρατιωτῶν καὶ ἀπαγαγόντων αὐτὸν, Ἰουδαίων δὲ τούτων μηδ’ ὁτιοῦν πεποιηκότων·
εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησι, ἀλλὰ τὴν αἰτίαν. Οἵ τε γὰρ ἄρχοντες τῶν Ἰουδαίων, συνέδριον ποιησάμενοι, πᾶσαν ἐκίνησαν μηχανὴν, ὅπως αὐτὸν ἀπολέσωσιν· οἵ τε τούτοις χαριζόμενοι ψευδομάρτυρες καὶ συκοφάνται εἰς πρόσωπον ἔστησαν τοῦ Σωτῆρος· ὅ τε πᾶς λαὸς φωναῖς καὶ χείλεσιν οἰκείοις τὸ αἷμα αὐτοῦ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων παίδων ἐζητήσαντο. Εἰκότως οὖν ὁ παρὼν λόγος οὐ τῆς τοῦ θανάτου πράξεως, ἣν ὥρισε μὲν Πιλάτος, διεπράξαντο δὲ οἱ ὑπ’ αὐτῷ στρατιῶται, μνημονεύει, ἀλλὰ τῆς τῶν ἀρχιερέων συσκευῆς, καὶ τῆς τῶν συκοφαντῶν μαρτυρίας, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ’ αὐτοῦ. Διό φησιν· Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· ὡσεὶ ἔλεγε σαφέστερον· Δι’ ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ λόγον χειλέων αὐτῶν. Διὰ γὰρ ταῦτα διασκόρπισον αὐτοὺς τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Κατὰ δὲ τὸν Σύμμαχον, Ἁμαρτίᾳ, φησὶ, τοῦ στόματος αὐτῶν, καὶ τῷ λόγῳ τῶν χειλέων αὐτῶν τὰ προλεχθέντα αὐτοῖς ἐπαχθήσεσθαι. Καὶ ἐπιλέγει· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·
PG 23:547ἢ, κατὰ τὸν Σύμμαχον, Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γάρ τινες ὄντες καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν. Διὸ μετὰ πολλῆς ὑπερηφανίας προσελθόντες ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἡμῶν γὰρ κρατούντων τοῦ ἱεροῦ καὶ τοῦ παντὸς ἔθνους ἀρχόντων, σὺ τίς ὢν καὶ πόθεν τὰ τοιαῦτα τολμᾷς; Τούτων οὖν ἕνεκα τῶν λόγων ἐνταῦθα εἴρηται· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται· ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Εἶθ’ ἑξῆς ἐπιλέγει· Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν. Ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος λευκότερον ἀπέδωκε φήσας· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον ἵνα μὴ ὦσι. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ προφητικὸν οὐκ ἐπαρώμενον τοῖς ταῦτα μέλλουσι πείσεσθαι προαναφωνεῖ, τὰ δὲ συμβησόμενα προαγορεῦον, τῆς διανοίας τοιοῦτον παριστώσης νοῦν. Διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν συλληφθήσονται ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, καὶ συλληφθήσονται ἀρὰν καὶ ψεῦδος λαλοῦντες·
γενήσονταί τε ἐν συντελείᾳ καὶ ἐν ὀργῇ ἀναλισκούσῃ αὐτοὺς ὡς μηκέθ’ ὑπάρχειν. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τέλεσον ἐν χόλῳ, τέλεσον, καὶ οὐχ ὑπάρξουσιν. Ὥσπερ οὖν καὶ κατὰ τὸν Σύμμαχον· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι. Θεσπίζει δὲ διὰ τούτων ὁ λόγος μηκέτι ὑπάρχειν ἐν τῇ προλεχθείσῃ πόλει τοὺς τὰ τοιαῦτα τετολμηκότας· τέλος δὲ λαβεῖν λοιπὸν τὴν πάλαι σπουδαζομένην ἐν τῇ πόλει λατρείαν καὶ τὴν ἐν αὐτῇ συνεστῶσαν βασιλείαν, καὶ πάντα τὰ πρότερον αὐτοῖς ὑπάρχοντα ἐκ Θεοῦ ἀγαθὰ, προφητῶν δηλαδὴ παρουσίας, καὶ ἀγγέλων ἐπιφανείας καὶ τὴν λοιπὴν ἐπισκοπήν· ἃ δὴ ἀληθῶς τέλους ἔτυχε διὰ τῆς ἐπενεχθείσης αὐτοῖς ὀργῆς. Ὅτι δὲ περὶ τούτων λέλεκται τὸ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, δῆλον ἀπὸ τοῦ λεγομένου ἑξῆς. Τί δὲ ἦν τοῦτο; Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. Εἰ γὰρ περὶ αὐτοῦ ἐλέγετο τοῦ ἔθνους καὶ περὶ αὐτῶν τῶν ἀνδρῶν τό· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, πῶς, συντελεσθέντες, καὶ μηκέθ’ ὑπάρχοντες, ἐδύναντο γινώσκειν, ὅτι ὁ Θεὸς δεσπόζει τῶν περάτων τῆς γῆς; πῶς δὲ καὶ ἀνωτέρω ἐλέγετο.
Μὴ ἀποκτείνῃς αὐτούς, ἔδοξε γὰρ ἂν ἐναντίον εἶναι τὸ, Μὴ ἀποκτείνῃς αὐτοὺς, τῷ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἀλλ’ οὐκ εἴρηται ἐνταῦθα, Συντέλεσον αὐτούς· ἀλλ’ ἀορίστως, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν, ἐπινοούντων ἡμῶν καὶ προσυπακουόντων ἔξωθεν τὸ, ἵνα μὴ ὦσιν ὁποῖοι καὶ ἦσαν πρότερον, καὶ ἵνα μὴ ὑπάρχωσιν ἐν ᾗ ἐτύγχανον πάλαι παρὰ τῷ Θεῷ τιμῇ· ἧς ἀφαιρεθείσης αὐτῶν, καὶ τῶν πάλαι ὑπαρχόντων αὐτοῖς ἀρθέντων, γυμνοὶ καταλειφθέντες καὶ κατενεχθέντες ἀπὸ τοῦ ὕψους τῆς ὑπερηφανίας αὐτῶν, διασκορπισθέντες τε εἰς πάντα τὰ ἔθνη, ἔγνωσαν αὐτοῖς ἔργοις, ὅτι ὁ πάλαι Θεὸς Ἰακὼβ χρηματίζων, οὗτος αὐτὸς δεσπόζει οὐκέτι τοῦ Ἰακὼβ, οὐδὲ τοῦ Ἰσραὴλ, ἀλλὰ πάντων τῶν περάτων τῆς γῆς. Θεὸν δὲ Ἰακὼβ καὶ νῦν εὐκαίρως ὠνόμασε, τὸν Χριστὸν δηλώσας· αὐτὸς γὰρ ἦν ὁ ἐν ἀνθρώπου σχήματί τε καὶ μορφῇ τῷ πατριάρχῃ Ἰακὼβ ὀφθεὶς, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ. Μετονομάζει τε αὐτὸν λέγων· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός.
PG 23:549Αὐτὸς οὖν ἐκεῖνος ὁ τῷ Ἰακὼβ χρηματίσας Θεὸς τῶν περάτων τῆς γῆς ἄρξει κυριολογούμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, δεσπότης τε καὶ Κύριος ὀνομαζόμενος. Ἅπερ ἵνα ὀφθαλμοῖς παραλάβωσιν οἱ ἀρνησάμενοι αὐτὸν, ἀναγκαίως προείρηται· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· καὶ ἐνταῦθα· Καὶ γνώσονται, ὅτι δεσπόζει τῶν περάτων τῆς γῆς ὁ Θεὸς Ἰακώβ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Εἰς βεβαίωσιν τῶν προλεχθέντων δευτεροῖ τὸν λόγον, ἐπαναλαβὼν τὴν αὐτὴν προφητείαν, θεσπίζει τε, ὅτι οὐκ ἀφανισθήσονται ἐξ ἀνθρώπων οὐδὲ ἀποκτανθήσονται, ἐπιστρέψουσι δὲ, τουτέστιν, εἰς συναίσθησιν ἐλεύσονται ὀψέ ποτε καὶ ἑσπέραν· Λιμώξουσί τε ὡς κύων· ἢ, κατὰ τὸν Ἀκύλαν, Ὀχλάσουσιν ὡς κύων· ἢ, κατὰ τὸν Σύμμαχον, Θορυβηθήσονται ὡς κύνες, καὶ περικυκλώσουσι πόλιν. Ταῦτα δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐθεσπίζετο· ἀλλ’ ἐκεῖ μὲν ἀνεφέρετο ἑξῆς ἡ αἰτία ἐν τῷ, Ἰδοὺ ἀποφθέγξονται τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ δι’ ἁμαρτίαν στόματος αὐτῶν, καὶ λόγον χειλέων αὐτῶν·
ἐνταῦθα δὲ μετὰ τὸ, Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν, ἐπενήνεκται· Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι καὶ γογγύσουσιν. Ἀνθ’ οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνακαμπτέτωσαν εἰς ἡμέραν, θορυβείτωσαν ὡς κύνες, περιερχόμενοι πόλιν ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. Διασκορπισθέντες γοῦν εἰς πάντα τὰ ἔθνη δίκην κυνῶν λιμωττόντων ζητοῦσι τοῦ φαγεῖν· μὴ εὑρίσκοντες δὲ τροφὴν λογικὴν, ἐκλείπουσιν. Εἰ δὲ καί ποτε ἀπὸ ψιλῆς τῶν θείων Γραφῶν ἀναγνώσεως μεταλάβοιεν τροφῆς, ὅμως, οὐδενὸς στεῤῥοῦ μεταλαμβάνοντες οὔτε ζωοποιοῦ ἄρτου ἀπογευόμενοι, ἀχόρταστοι διαμένουσι· μὴ χορταζόμενοι δὲ, καταγογγύζουσιν, ὥσπερ οὖν κατεγόγγυσάν ποτε ἐπὶ τῆς ἐρήμου. Τοῦτο γὰρ αὐτοῖς ποιεῖν σύνηθες. Διὸ πρὸς ἡμᾶς φησιν ὁ Ἀπόστολος· Μηδὲ γογγύζητε, καθὼς τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τῷ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὅτι Θεὸς ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου.
PG 23:551Ταῦτα μὲν οὖν οἱ ἐπαναστάντες μοι πείσονται· ἐγὼ δὲ τὴν δύναμίν σου τοῦ ἐμοῦ Πατρὸς ᾄσομαι. Λέγεται δὲ ταῦτα ἐκ προσώπου τοῦ Σωτῆρος προφητικῷ πνεύματι, ὡς καὶ ἐν ἑτέροις ἐλέγετο ἐξ αὐτοῦ· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἀγαλλιάσομαι δὲ, φησὶ, τῷ πρωὶ τὸ ἔλεός σου· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε· Καὶ ὑμνήσω κατ’ ὄρθρον τὸ ἔλεός σου. Σημαίνει δὲ διὰ τούτου προφητικῶς τὴν κατ’ ὄρθρον καὶ καθ’ ἑκάστην πρωίαν τῆς ἀναστασίμου ἡμέρας καθ’ ὅλης τῆς οἰκουμένης ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συντελουμένην λατρείαν. Ἐν μὲν γὰρ τῷ λέγεσθαι, Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, ὁ τόπος ἐδηλοῦτο καθ’ ὃν ὑμνήσειν τὸν Πατέρα ὁ Χριστὸς ἐπηγγέλλετο· ἐν δὲ τῷ, Καὶ ὑμνήσω κατ’ ὄρθρον τὸ ἔλεός σου, ὁ χρόνος παρίσταται, ἐν ᾧ τὸ ἔλεος τὸ πατρικὸν τὸ εἰς πάντα χυθὲν τὰ ἔθνη ὁ Μονογενὴς αὐτοῦ διὰ τοῦ ἰδίου λαοῦ ὑμνεῖ χαίρων καὶ ἀγαλλιώμενος ἐπὶ τούτῳ. Καὶ ταῦτα δὲ πάντα ἀποδώσω σοι, φησίν· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Τούτων γὰρ ἁπάντων παρὰ τοῦ Πατρὸς τυχὼν, εἰκότως κατ’ ὄρθρον ὑμνήσω τὸν ἔλεόν σου, καί σοι ψαλῶ αὐτὸς ἐγώ·
ὅτι γέγονάς μου ἀντιλήπτωρ, καὶ Θεός μου καὶ ἔλεός μου. Οὐδεὶς γὰρ τῶν ὑποβεβηκότων οἷός τε ἦν ἐμοὶ ὀρέγειν χεῖρα ἢ σὺ μόνος ὁ ὑπὲρ μὲ Πατήρ. Διὸ καί σου ἀνηρτῆσθαι ὁμολογῶ, καὶ τὴν δύναμίν σου ᾄσομαι, ἀντιλήπτορα καὶ καταφυγὴν ἐμαυτοῦ σὲ μόνον ἐπιγραφόμενος. Εἶεν δ’ ἂν αὗται αἱ φωναὶ τοῦ Σωτῆρος, διδάσκοντος τοὺς πάντας εὐσεβεῖν εἰς τὸν αὑτοῦ Πατέρα.

On the 16ΕΙΣ ΤΟ 16

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΟΙΣ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΔΙΔΑΧΗΝ, ΟΠΟΤΕ ΕΝΕΠΥΡΙΣΕ ΤΗΝ ΜΕΣΟΠΟΤΑΜΙΑΝ ΣΥΡΙΑΣ, ΚΑΙ ΤΗΝ ΣΥΡΙΑΝ ΣΩΒΑΛ, ΚΑΙ ΑΠΕΣ- ΤΡΕΨΕ ΙΩΑΒ ΚΑΙ ΕΠΑΤΑΞΕ ΤΗΝ ΦΑΡΑΓΓΑ ΤΩΝ ΑΛΩΝ ΔΩΔΕΚΑ ΧΙΛΙΑΔΑΣ ΝΘ. «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Εἰς στηλογραφίαν μέν ἐστι καὶ ὁ παρὼν λόγος, οὐ μὴν κατὰ τοὺς αὐτοὺς εἴρηται χρόνους ταῖς πρὸ αὐτῆς. Ἐκεῖναι μὲν γὰρ ἔτι ζῶντος Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυὶ̈δ ἐλέχθησαν·
ἡ μὲν πρώτη, «ὁπότε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γέθ·» ἡ δὲ δευτέρα, «ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον·» ἡ δὲ τελευταία, «ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.» Τὴν δὲ μετὰ χεῖρας μετὰ τὸν θάνατον Σαοὺλ, τὴν ἀρχὴν ἤδη τῆς βασιλείας διέπων, πολύν τε ἐν αὐτῇ χρόνον διαγενόμενος, ὁ Δαυὶ̈δ θεσπίζει. Τοῦτο δὲ ἐπισημαίνεται ἡ προγραφὴ φάσκουσα· «Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας.» Εὕροις δ’ ἂν τὴν ἱστορίαν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἐν ᾗ γέγραπται· «Καὶ ἐπάταξε Δαυὶ̈δ τὸν Ἀδραζὰρ υἱὸν Ἰαὰβ βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. Καὶ προκατελάβετο Δαυὶ̈δ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαυὶ̈δ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο αὐτῷ ἐξ αὐτῶν ἑκατὸν ἅρματα. Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδραζὰρ βασιλεῖ Σωβᾶ. Καὶ ἐπάταξε τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. Καὶ ἔθετο Δαυὶ̈δ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν.
PG 23:553Καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶ̈δ εἰς δούλους φέροντας ξένια. Καὶ ἔσωσε Κύριος τὸν Δαυὶ̈δ ἐν πᾶσιν οἷς ἐπορεύετο.» Τούτοις ἑξῆς μετὰ βραχέα ἐπιλέγεται· «Καὶ ἐβασίλευσε Δαυὶ̈δ ἐπὶ Ἰσραήλ· καὶ ἦν Δαυὶ̈δ ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. Καὶ Ἰωὰβ υἱὸς Σαρουί̈ας ἐπὶ τῆς στρατείας.» Καὶ αὖθις μεθ’ ἕτερα εἴρηται· «Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ καὶ τὴν Συρίαν Σοβὰλ εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μαχαὰ χιλίους ἄνδρας, καὶ Εἰστὼβ ιβ χιλιάδας ἀνδρῶν. Καὶ ἤκουσε Δαυὶ̈δ, καὶ ἀπέστειλε τὴν δύναμιν, τοὺς δυνατούς. Καὶ ἐξῆλθον υἱοὶ Ἀμμὼν, καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σωβᾶ καὶ Ῥοὼβ καὶ Εἰστώβ. Καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόςωπον· καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰςραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας,» καὶ τὰ τούτοις ἑξῆς. Οἷς ἑξῆς ἐπιφέρεται·
«Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς.» Διὰ τούτων ἡ ἱστορία καὶ τοῦ Εὐφράτου καὶ τῆς Σωβὰλ καὶ τῆς Συρίας καὶ τοῦ Ἰωὰβ, καὶ τῶν ιβ χιλιάδων ἐμνημόνευσε, καὶ ὡς τῶν πολεμίων ἁπάντων περικρατὴς γέγονεν ὁ Δαυί̈δ· ὅπως τε ὁ ἀρχιστράτηγος αὐτοῦ Ἰωὰβ, παραταξάμενος τοῖς ἀλλοφύλοις, ὑποχειρίους αὐτοὺς εἰλήφει. Αὐτοὺς δὴ οὖν ἐκείνους, καθ’ οὓς ταῦτα ἐπράττετο, σημαίνει ἡ μετὰ χεῖρας στηλογραφία. Κατὰ δὲ τὸν Σύμμαχον τὰ τῆς προγραφῆς οὕτως ἔχει· «Ἐπινίκιον ὑπὲρ τῶν ἀνθῶν τοῦ ταπεινόφρονος καὶ ἀμώμου τοῦ Δαυὶ̈δ, εἰς διαδοχὴν, ὁπότε, ἐμπρήσας τὴν Συρίαν τῆς Μεσοποταμίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀνέστρεψε Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τοῦ Ἁλὸς ιβ χιλιάδας.» Δηλοῖ δὲ ὁ χρόνος εἰρῆσθαι τὰ προκείμενα, ἐν τῷ διαπρέπειν καὶ τὰ μεγάλα κατορθοῦν βασιλεύοντα τὸν Δαυὶ̈δ, πρὸ τῆς κατὰ τὴν Βηθσαβεὲ ἱστορίας, ὅτε καλῶς αὐτῷ τὰ πράγματα προὐχώρει εὐδοκιμοῦντι παρὰ τῷ Θεῷ καὶ παρὰ τοῖς πᾶσιν· ὡς μαρτυρεῖσθαι, ὅτι ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐν τῷ Ἰσραήλ.
Ἀλλὰ γὰρ ἄξιον ἐν τούτοις ἀπορῆσαι, πῶς, ἐν τοιαύτῃ τυγχάνων καταστάσει, ἀρχόμενος τῆς στηλογραφίας φάσκει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Καὶ μὴν τρόπαια κατ’ ἐχθρῶν ἀνίστη, καὶ νίκας κατὰ πολεμίων ᾕρητο· δέον οὖν ἐπὶ τούτοις ᾠδὰς ἐπινικίους ᾄδειν, θύειν τε εὐχαριστήρια τῷ Θεῷ. Ὁ δὲ τούτων μὲν οὐδὲν πράττει, τἀναντία δὲ ἀπολοφύρεται λέγων· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, «καὶ ᾠκτείρησας ἡμᾶς,» «καὶ περιήγαγες ἡμᾶς,» ὁ Σύμμαχος ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «καὶ περιεκύκλωσαν ἡμᾶς·» ὁ δὲ Ἀκύλας, «θυμωθεὶς μετέστρεψας ἡμῖν.» Εἶτα ἐπιλέγει ἑξῆς· «Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Ταῦτα δὲ ἀκατάλληλα καὶ ἀνάρμοστα δόξαι ἂν εἶναι τοῖς ἐν τῇ προγραφῇ δηλουμένοις. Ἀλλὰ γὰρ οὐκ ἀσκόπως ἡγοῦμαι τὴν προγραφὴν εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπειν, καὶ «τοῖς ἀλλοιωθησομένοις» ἐπιγράφειν, καὶ στηλογραφίαν τοὺς λόγους ἀποκαλεῖν. «Εἰς» μὲν γὰρ «τὸ τέλος,» διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων μέλλειν πληροῦσθαι τὰ προφητευόμενα, εἴρηται·
PG 23:555πρόσκειται δὲ, «τοῖς ἀλλοιωθησομένοις,» ἀναγκαίως διὰ τὴν μέλλουσαν διαλήψεσθαι ἀλλοίωσιν τὴν κατάστασιν τῶν τότε πραγμάτων. Ὅτε μὲν γὰρ ταῦτ’ ἐλέγετο, ἐκράτει τῶν ἀλλοφύλων ὁ Ἰσραὴλ, καὶ τῶν πολεμίων κρείττων ἐτύγχανεν. Ἔμελλε δὲ ἄρα καιρῷ τινι ἀλλοίωσιν ὑπομένειν, καὶ ὑπὸ τοῖς ἐχθροῖς γίνεσθαι. Διό φησιν ἡ προγραφή· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις·» ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν·» ὁ δὲ Ἀκύλας, «Ἐπὶ κρίνων.» Ὡς γὰρ τὰ κρίνα τοῦ ἀγροῦ καὶ ὁ χόρτος δοκεῖ μέν τινα πρὸς βραχὺ φαίνεσθαι ὡραῖα, ὅσον δὲ οὔπω μεταβάλλει καὶ φθείρεται· οὕτως καὶ τὰ πράγματα τοῦ λαοῦ, ἀνθοῦντα τότε, ἔμελλεν ὅσον οὔπω μεταβάλλειν. Διὸ καὶ ὁ Σωτὴρ ἐν ταῖς διδασκαλίαις ἔλεγε· «Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·» καὶ πάλιν· «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον·» ἀλλὰ καὶ, «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα·» οἷς ὁ Προφήτης κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς προστίθησι λέγων· «Ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος,» ἀκαλύπτως τὸ Ἰουδαίων ἔθνος δηλώσας.
Αὐτὰ δὴ οὖν ταῦτα καὶ νῦν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Δαυὶ̈δ μαρτύρεται, προαναφωνοῦν τὴν μέλλουσαν ἔσεσθαι τοῦ λαοῦ ἀλλοίωσιν καὶ μεταβολήν. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, «Ἐπὶ κρίνων μαρτυρίας·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὑπὲρ τῶν ἀνθῶν μαρτυρία·» κατὰ δὲ τοὺς Ἑβδομήκοντα, «Τοῖς ἀλλοιωθησομένοις εἰς στηλογραφίαν,» Πολλὴν δὲ ἀκολουθίαν ἔχοι ἂν πρὸς τὰ ἐν τῷ πρὸ τούτου λελεγμένα. Ἐπεὶ κἀκεῖνος τὴν τοῦ ἔθνους ἀποβολὴν ἐδήλου λέγων· «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν,» καὶ τὰ ἐπιφερόμενα. Οἷς ἑξῆς περὶ τῆς κλήσεως τῶν ἐθνῶν ἔφασκε· «Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰςραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὴν δὲ στηλογραφίαν καὶ νῦν ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ὁ μὲν Ἀκύλας, «ταπεινοῦ τελείου τοῦ Δαυί̈δ·» ὁ δὲ Σύμμαχος, «ταπεινόφρονος τοῦ Δαυὶ̈δ καὶ ἀμώμου,» ἡρμήνευσαν. Στήλης γὰρ ἦν ἀξία ἡ τοῦ τοσούτου βασιλέως μετριοφροσύνη.
Τοσούτων γὰρ πολέμων περιγενόμενος, καὶ τοὺς μέχρι τῆς Μέσης τῶν ποταμῶν ὑποτάξας, ὑποφόρους τε αὐτοὺς καταστησάμενος, ἐν τῷ οἰκείῳ διέμενεν ἤθει, ἐν ᾧ καὶ ὅτε ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ, καὶ τὰς ἐρήμους φεύγων κατῴκει, διέπρεπε. Καὶ τότε γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς ταπεινὸς τέλειος, ἢ ταπεινόφρων καὶ ἄμωμος στηλῶν αἰωνίων ἠξιοῦτο· καὶ νῦν δ’ ὅτε βασιλεύων τοσούτοις ἐπεξῄει πολεμίοις, καὶ τὸν ἁπάντων συνῆγε πλοῦτον, ἐπὶ τῆς αὐτῆς διέμενε προαιρέσεως· διὸ στηλογραφίας ἠξιοῦτο, καὶ πνεύματος ἠξιοῦτο προφητικοῦ. Ἐπιτήρει δὲ ὅπως κατὰ τούτου τοῦ χρόνου ὁ Ἰςραὴλ, βασιλεύοντος Δαυὶ̈δ, μέχρι τῆς Μέσης τῶν ποταμῶν ἐκράτει, καὶ φόρους παρὰ τῶν πέριξ ἐθνῶν ἐλάμβανε, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ εἰς ἔργα χωρούσης· δι’ ἧς ἐπηγγέλλετο δώσειν τῷ σπέρματι αὐτοῦ πᾶσαν τὴν γῆν ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου, μέχρι τοῦ ποταμοῦ Εὐφράτου· ἃ δὴ βασιλεύοντος τοῦ Δαυὶ̈δ ἔργοις ἐπληροῦτο· τοῦτο γοῦν καὶ ἡ παρατεθεῖσα ἱστορία τῆς Βασιλειῶν γραφῆς ἐμαρτύρει. Ἀλλὰ γὰρ φωτισθεὶς ὁ προφήτης ὑπὸ τοῦ ἁγίου Πνεύματος, θεσπίζει τὰ ἐν τοῖς μέλλουσι χρόνοις συμβησόμενα.
PG 23:557Τίνα δὲ ἦν ταῦτα διδάσκει λέγων· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις.» Εἶθ’ ἑξῆς προϊὼν ἐπάγει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,» καὶ τὰ ἑξῆς· οἷς μεθ’ ἕτερα ἐπιλέγει· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω,» καὶ τὰ ἑξῆς. Σημαίνει δὲ διὰ τούτων τοῦ Θεοῦ διαλλαγὰς πρὸς τοὺς ἀλλοφύλους. Ὁ Θεὸς γὰρ, φησὶν, ἐλάλησε, καὶ λαλήσας ἐν τῷ ἁγίῳ αὐτοῦ τῷ Γαλαὰδ καὶ τῷ Μανασσῇ, καὶ τῷ Ἐφραὶ̈μ, καὶ τῷ Ἰούδᾳ, συμπεριλαμβάνει τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς λοιποὺς ἀλλοφύλους. «Μωὰβ» γὰρ, φησὶ, «λέβης τῆς ἐλπίδος μου·» ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκε, «Μωὰβ λέβης ἀμεριμνίας μου·» ὁ δὲ Ἀκύλας, «Μωὰβ λέβης λουτροῦ μου.» Εἶτα περὶ τῆς Ἰδουμαίας αὐτὸς ἐπαγγέλλεται λέγων· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβήσομαι τῷ ὑποδήματί μου.» Καὶ τοιαῦτα μὲν ἐπαγγέλλεται τῷ Μωὰβ καὶ τῇ Ἰδουμαίᾳ. Περὶ δὲ τῶν ἀλλοφύλων πάλιν ὁ αὐτὸς ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·» ἢ, κατὰ τὸν Ἀκύλαν·
«Ἐπ’ ἐμὲ Φυλιστιαία ἡταιρήσατο·» κατὰ δὲ τὸν Θεοδοτίωνα, «Ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Αὐτὰ δὲ ταῦτα τοῖς αὐτοῖς ῥήμασι, καὶ αὐταῖς λέξεσι καὶ ἐν τῷ ρζ εἴρηται ψαλμῷ, ἐν ᾧ καὶ κατὰ τοὺς Ἑβδομήκοντα φιλιάσειν τῷ Θεῷ οἱ ἀλλόφυλοι θεσπίζονται. Γέγραπται γοῦν καὶ ἐν ἐκείνῳ· «Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Καὶ ταῦτα μὲν περὶ τῶν ἀλλοφύλων διῆλθε. Μετὰ δὲ ταῦτα ἐκ προσώπου τοῦ Ἰουδαίων λαοῦ ἡ προφητεία πάλιν ἐπάγει φάσκουσα· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἃ δὴ ὅμοια γένοιτ’ ἂν τοῖς κατὰ τὴν ἀρχὴν λελεγμένοις ἐν τῷ, «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» δι’ ὧν σαφῶς ἑαυτοὺς μὲν ἀπεῶσθαι λέγουσι καὶ καθαιρεῖσθαι, μὴ ἔχειν τε τὸν Θεὸν βοηθὸν ἐν ταῖς ἑαυτῶν δυνάμεσι· τοὺς δὲ ἀλλοφύλους καθόλου μὲν πάντας φίλους γεγονέναι τῷ Θεῷ, ἰδίως δὲ τὸν Μωὰβ λέβητα αὐτοῦ τῆς ἐλπίδος, ἢ λέβητα τοῦ λουτροῦ αὐτοῦ, ἢ τῆς ἀμεριμνίας αὐτοῦ γεγονέναι· τὴν δὲ Ἰδουμαίαν τοῦ ὑποδήματος τοῦ Θεοῦ κατηξιῶσθαι.
PG 23:559Ταῦτ’ οὖν τῷ Πνεύματι τῷ θείῳ φωτισθεὶς ὁ Δαυὶ̈δ, κοινοποιεῖ τὸν λόγον ὡς ἐκ προσώπου τοῦ παντὸς λαοῦ καί φησιν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς, ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς·» σαφῶς ἀποβολὴν καὶ ἀποκοπὴν αὐτῶν δηλώσας. Εἶτ’ ἐπιλέγει· «Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς·» κατὰ δὲ τὸν Ἀκύλαν, «Θυμωθεὶς μετέστρεψας ἡμᾶς·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὠργίσθης, καὶ περιήγαγες ἡμᾶς·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Καὶ περιήγαγες ἡμᾶς.» Ταῦτα δὲ μᾶλλον τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι. Μετὰ γοῦν τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν πάντα ταῦτα πεπόνθασιν, ὅτε ἔφθασεν ἐπ’ αὐτοὺς ὀργὴ εἰς τέλος, ἀπώσθησάν τε καὶ καθῃρέθησαν καὶ ἀπεβλήθησαν· διεκόπησάν τε καὶ περιήχθησαν διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἀλλὰ καὶ «συνέσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτὴν,» διὰ τὸ μυρία κακὰ ἐν αὐτῇ γίγνεσθαι· λέγω δὲ τῇ αὐτῶν γῇ, ἤτοι τῇ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ τὸ βασίλειον, καὶ τὸ ἁγίασμα, καὶ πάντα τὰ σεμνὰ τοῦ νόμου συνετελεῖτο· ἢ καὶ πάσῃ αὐτῶν τῇ χώρᾳ, ἢ καὶ ταῖς ψυχαῖς αὐτῶν τροπικῶς γῆν ὠνομασμέναις.
Ἃ δὴ πάντα ἀθρόως διὰ τὰς παρανόμους αὐτῶν πράξεις συνεσείσθη καὶ συνεταράχθη. Ὅμως δ’ οὖν ἱκετεύει ὁ προφήτης λέγων ἑξῆς· «Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐκινήθη.» Κινηθεῖσα γὰρ καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως ἡ προλεχθεῖσα γῆ, συντρίμματα καὶ κατάγματα ἐκτήσατο. Διόπερ ἑξῆς ἐπιλέγεται· «Ἔδειξας τῷ λαῷ σου σκληρά·» καὶ ποτίζει δὲ αὐτοὺς οἶνον κατανύξεως· ἢ, κατὰ τὸν Ἀκύλαν, «οἶνον καρώσεως·» ἢ, κατὰ τὸν Σύμμαχον, «οἶνον σάλου.» Καὶ ἔστι γε εἰπεῖν τὸν ἀπὸ τῶν θείων Γραφῶν λόγον, ἐλεγκτικὸν ὄντα αὐτῶν τῆς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ ἀπιστίας, οἶνον ὑπάρχειν κατανύξεως, νυττομένης αὐτῶν καὶ τιτρωσκομένης τῆς συνειδήσεως ἀπὸ τῶν περὶ τοῦ Σωτῆρος προφητειῶν· ἐξ αὐτῶν τε τῶν περιεχόντων αὐτοὺς πραγμάτων καὶ ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς. Ταῦτα γὰρ, κἂν ἀπροσποίητοι εἶναι δοκῶσιν, ὅμως τὴν συνείδησιν αὐτῶν τιτρώσκει, πλήττοντα καὶ εἰς συναίσθησιν αὐτοὺς ἄγοντα τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίας. Ἀλλ’ ἐκείνοις μὲν τοιαῦτα μέλλειν ἔσεσθαι θεσπίζει.
Τοὺς δὲ μέλλοντας προστρέχειν τῷ Χριστῷ τοῦ Θεοῦ, καὶ τὴν δι’ αὐτοῦ σωτηρίαν παραδέχεσθαι, εὐαγγελίζεται ἑξῆς λέγων· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Ἔδωκας, φησὶ, τοῖς φοβουμένοις σε σύσσημον, τοῦ σημειοῦσθαι ἀπὸ προσώπου βεβαιότητος·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, εἰς τὸ ἐκφυγεῖν ἀπὸ προσώπου τοξεύματος.» Εἰ μὲν οὖν ἦσαν καὶ οἱ διὰ τῶν ἔμπροσθεν δεδηλωμένοι τῷ σημείῳ τούτῳ, οὐκ ἂν ἀπώσθησαν, οὐδ’ ἂν καθῃρέθησαν, οὐδ’ ἂν τῇ ὀργῇ παρεδόθησαν· ἀλλ’ ἐπεὶ μὴ ἠβουλήθησαν καταδέξασθαι τὸ σωτήριον σημεῖον, εἰκότως τούτοις περιπεπτώκασιν. Οἱ δέ γε φοβούμενοι τὸν Κύριον [ϟοὕτω δὲ εἴωθε καλεῖν ὁ λόγος τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὡς πολλάκις διὰ πλειόνων ἐδείξαμεν]ϟ, λαβόντες τὸ σημεῖον χρησάμενοί τε αὐτῷ, καὶ κατὰ τοῦ προσώπου σφραγιζόμενοι, εὕραντο φυγὴν ἀπὸ προσώπου τόξου, μηδενὸς νοητοῦ καὶ ἀοράτου πολεμίου βάλλειν αὐτοὺς τολμῶντος διὰ τὸ ἐπικείμενον αὐτοῖς σημεῖον καὶ τοῖς παλαιοῖς δεδομένον.
PG 23:561Μωϋσῆς μὲν γὰρ τὰς φλιὰς τῶν οἴκων τῶν Ἰσραηλιτῶν αἵματι τοῦ προβάτου τοῦ Πάσχα κατασημαίνεσθαι διετάξατο εἰς ἀποτροπὴν τοῦ ὀλοθρευτοῦ· καὶ ἐν τῷ Ἐζεκιὴλ δὲ, μελλούσης ἀφανίζεσθαι τῆς πόλεως, ἀναγέγραπται ὁ Θεὸς εἰρηκὼς πρὸς τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὅστις ποτ’ ἦν· «Δίελθε μέσην τὴν πόλιν τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὰ σημεῖα ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Εἶθ’ ἑτέροις ἐλέχθη· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε πρεσβύτερον καὶ νεανίσκον, καὶ νήπια καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Ὁρᾷς ὅπως οἱ μὲν ἀπώλοντο· οἱ δὲ τὸ σημεῖον ἐπὶ τοῦ μετώπου φέροντες διεσώζοντο; τοιοῦτοί τινες ἦσαν καὶ οὓς ἡ παροῦσα στηλογραφία παρίστησι λέγουσα· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·» οὐ γὰρ τῷ Ἰσραὴλ, φησὶν, ἔδωκας, ἀλλὰ τοῖς φοβουμένοις σε.
Ὅτι δὲ ἔθος ἐστὶ τῇ προφητείᾳ φοβουμένους τὸν Κύριον καλεῖν τοὺς ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν καταφεύγοντας, πολλάκις ἀπεδείξαμεν, καθὼς προείρηται. Ὥσπερ οὖν ἀπὸ προσώπου τοῦ ὀλοθρευτοῦ διέφυγόν ποτε οἱ ἐν Αἰγύπτῳ τὰς πληγὰς, χρήσαντες τῷ σημείῳ τοῦ αἵματος, τὸν αὐτὸν τρόπον εἰς ἀποτροπιασμὸν τοῦ πολεμίου καὶ ἐχθροῦ τῶν ἀνθρωπίνων ψυχῶν, τοῦ τοξεύειν καὶ καταβάλλειν αὐτὰς ἐπὶ τὴν τῆς εἰδωλολατρείας πλάνην εἰωθότος, δέδοται τὸ λεγόμενον ἐνταῦθα σημεῖον τοῖς φοβουμένοις τὸν Κύριον. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα μέχρι τοῦ τέλους καὶ ὁ ρζ περιέχει ψαλμός. Ἀλλ’ ἐν μὲν τοῖς προκειμένοις τὰ προλεχθέντα ἀποβολὴν ἐδήλου τοῦ Ἰσραήλ· τοῦ ρζ τὰ πρὸ τούτου, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου» καὶ τῶν ἐπιφερομένων, σαφῆ κλῆσιν ἐθνῶν θεσπίζει. Προειπὼν γὰρ ὁ λόγος ἐν τῷ ρζ, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου,» ἐπιφέρει· «Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν·
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Εἶτ’ ἐπιλέγει τὰ ἐν τῷ μετὰ χεῖρας προκείμενα λόγῳ· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου,» καὶ τὰ λοιπὰ συμφώνως τοῖς προκειμένοις, Σφόδρα δὲ ἐθαύμασα τοῦ ἁγίου Πνεύματος τὴν οἰκονομίαν· ἀπὸ γὰρ δύο στηλογραφιῶν ἕνα ψαλμὸν πεποίηκε, τὸν ρζ. Τὰ μὲν γὰρ πρῶτα, ἐν οἷς ἐλέγετο· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, καὶ τὰ ἑξῆς, ἀπὸ τῆς τοῦ νϛ στηλογραφίας τοῦ Δαυὶ̈δ ἐξελὼν, ἐν ᾗ καὶ αὐτῇ λέλεκτο· ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ,» καὶ τὰ ἐπιλεγόμενα δ’ ἑξῆς συμφώνως τοῖς ἐν τῷ ρζ μέχρι τοῦ· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου·» τὰ δὲ δεύτερα τὰ ἀπὸ τοῦ, «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου,» σὺν τοῖς μέχρι τέλους ἐπενηνεγμένοις ἀπὸ τῆς μετὰ χεῖρας στηλογραφίας, διδάσκοντος ἡμᾶς θείου Πνεύματος μίαν καὶ τὴν αὐτὴν διάνοιαν ἐμφέρεσθαι ἐν ἀμφοτέροις.
PG 23:563Ἐν μὲν γὰρ τῷ νϛ ἐξομολογήσασθαι τῷ Κυρίῳ ἐν λαοῖς καὶ ψάλλειν αὐτῷ ἐν ἔθνεσιν εὐηγγελίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ἀποβολὴν σημαίνει τοῦ Ἰσραὴλ, ὥσπερ οὖν ἐδίδασκε τὰ προλεχθέντα. Καὶ δὴ μετὰ τὰ πρῶτα, δι’ ὧν ἐδηλοῦτο ἡ ἀποβολὴ τοῦ προτέρου λαοῦ, τό τε σημεῖον τὸ τοῖς φοβουμένοις αὐτὸν δοθησόμενον, ἑξῆς μέσου διαψάλματος παρεντεθέντος, τὸ Πνεῦμα τὸ ἅγιον εὐχὴν ἀναπέμπει τῷ Θεῷ φάσκον· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ἱκετεύει δὲ ταῦτα δεόμενον, ὅπως, τῇ αὑτοῦ χρησάμενος δεξιᾷ ὁ Θεὸς, ῥύσηται καὶ σώσῃ τοὺς ἀγαπητοὺς αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἱκετεύει, «Σῶσον,» ἀλλὰ «τῇ δεξιᾷ ἑαυτοῦ» πρῶτον μὲν ῥύσασθαι, ἔπειτα σῶσαι. Ἀγαπητοὺς δὲ τοῦ Θεοῦ οὐδ’ ἄλλους ἠπίστατο ἢ τοὺς κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένους ἀνθρώπους. Εἰ γὰρ καὶ τὰ μάλιστα ὑποπεπτώκασι τῇ ἁμαρτίᾳ, ἀλλ’ ὅμως διὰ τὴν ψυχῆς οὐσίαν νοερὰν οὖσαν καὶ λογικὴν, ἀγαπητοὶ εἴρηνται τοῦ Θεοῦ. Δυσωπεῖ τοίνυν ὁ λόγος τὸν Θεὸν διὰ τῆς μνήμης τῶν ἀγαπητῶν αὐτοῦ, παρακαλεῖ τε ῥύσασθαι αὐτοὺς ἀπὸ νοητῶν τε ἐχθρῶν καὶ πολεμίων· ῥυσάμενόν τε σῶσαι αὐτοὺς διὰ τῆς ἑαυτοῦ δεξιᾶς.
Δεξιὰν δὲ τοῦ Θεοῦ τίνα ἄν τις εἴποι ἢ τὸν Χριστὸν αὐτοῦ τροπικῶς οὕτως ὠνομασμένον, Ὡς γὰρ ἀλλαχοῦ δύναμις καὶ σοφία λέλεκται, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, οὕτω καὶ νῦν δεξιὰ χρηματίσειεν ἄν· ἐπειδὴ τὰ δεξιὰ καὶ σωτήρια πᾶσιν ἀνθρώποις προξενήσειν ἔμελλεν. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Εὐξαμένου τοῦ ἁγίου Πνεύματος ὅπως ῥυσθῶσιν οἱ ἀγαπητοὶ τοῦ Θεοῦ, μηδὲν ὑπερθέμενος ὁ Θεὸς ἀποκρίνεται λέγων· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα.» Ταῦτα δὲ τοῦ Θεοῦ διὰ τοῦ Λόγου αὐτοῦ ὡς δι’ ἑρμηνέως λαλήσαντος, τὸ Πνεῦμα τὸ ἅγιον ἐπακοῦσαν, διδάσκει καὶ ἡμᾶς εἰδέναι αὐτά· διό φησιν· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Τὸν δὲ ἅγιον τοῦ Θεοῦ μορφὴν δούλου λαβόντα οὐκ ἠγνόησάν ποτε οἱ δαίμονες· διὸ ἐβόων λέγοντες· «Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.» Ἀλλὰ καὶ ἐν πη ψαλμῷ λέλεκται· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶ̈δ ψεύσομαι.» Ὡς γὰρ πατὴρ ἐφ’ υἱῷ ἀγαπητῷ, οὕτως ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῷ Υἱῷ ὤμνυσι.
Καὶ ἐνταῦθα τοίνυν «ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ὁ Θεὸς ἐλάλησεν ἐν ἡγιασμένῳ αὐτοῦ.» Πότε δὲ καὶ τοῦτ’ ἐπληροῦτο, ἢ ὅτε ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; Τί δὲ ἐλάλησεν ἢ τὰ ἐπιφερόμενα λέγων· «Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα;» Ἐν μὲν οὖν τῷ ρζ εἴρηται· «Ὑψωθήσομαι, καὶ διαμεριῶ Σίκιμα,» σφόδρα καταλλήλως· ἐπειδὴ ἐν ἐκείνῳ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Πρὸς γὰρ τὸ, «ὑψώθητι,» ἐπενήνεκται τὸ, «ὑψωθήσομαι·» ἐνταῦθα δὲ πρὸς τὸ, «σῶσον τῇ δεξιᾷ σου,» καὶ πρὸς τὸ, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,» χαίρων ἐπὶ τῇ τῶν ἀγαπητῶν αὐτοῦ σωτηρίᾳ, τὴν ἀπόκρισιν ποιεῖται λέγων, «Ἀγαλλιάσομαι·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Γαυριάσομαι·» ἢ, κατὰ τὸν Σύμμαχον, «Γαυριάσω καὶ διανεμήσω Σίκιμα·» Αὕτη δὲ ἦν ἡ πάλαι ἀφωρισμένη τῷ Ἰωσὴφ μερὶς κατ’ ἐξαίρετον, ἐφ’ ᾗ καὶ μέγα ἐφρόνουν πρότερον μὲν Ἰουδαίων παῖδες, νῦν δὲ τὸ Σαμαρειτῶν φῦλον. Ἡ αὐτὴ δέ ἐστι Σίκιμα τῇ Συχὲμ, ἣν ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ·
PG 23:565ἔνθα καὶ τὸ φρέαρ καὶ ἡ πηγὴ τοῦ Ἰακὼβ τυγχάνει, ὧν μέμνηται τὸ Εὐαγγέλιον, τὸν Σωτῆρα φάσκον ἐπιδεδημηκέναι, πολλούς τε αὐτῶν εἰς αὐτὸν πεπιστευκέναι. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ οἱ ἀπόστολοι, ἐν τῇ Σαμαρείᾳ γενόμενοι, σημεῖα καὶ τέρατα ἐποίουν ἐν αὐτῇ, ὡς ἱστορεῖσθαι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πνεῦμα τὸ ἅγιον δεδόσθαι τοῖς τὸν τόπον οἰκοῦσι, χαράν τε μεγάλην γεγονέναι αὐτόθι. Γέγραπται γοῦν, ὅτι Φίλιππος, κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· ἐγένετο δὲ φωνὴ χαρᾶς μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Καὶ ἑξῆς εἴρηται· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον·» καὶ ἐπιλέγει· «Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Ταῦτ’ οὖν ἐγένετο ἐν τῇ Σαμαρείᾳ, πληρουμένης τῆς μετὰ χεῖρας ἐπαγγελίας, φασκούσης· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα.
Τοῖς γὰρ ἐπὶ τῆς Σαμαρείας διεμέρισε τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τὴν ἀνάληψιν αὐτοῦ, καὶ μετὰ τὸ ὑψωθῆναι αὐτὸν, ὅτε «ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα ἐν ἀνθρώποις.» Καὶ ταῦτα ἐγίνετο μετὰ τὸ διωχθῆναι τοὺς μαθητὰς τοῦ Σωτῆρος ἀπὸ Ἱεροσολύμων. Λέγει γοῦν ἡ Γραφή· «Ἐγένετο δὲ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν·» καὶ πάλιν· «Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.» Εἶθ’ ἑξῆς εἴρηται ὅπως τοῖς ἐν τῇ Σαμαρείᾳ εὐηγγελίζοντο, καὶ ὡς τοῦ Πνεύματος τοῦ ἁγίου μετεδίδοσαν αὐτοῖς οἱ ἀπόστολοι. Δέδεικται τοίνυν ὅπως εἴρηται τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» μετὰ γὰρ τὸ ὑψωθῆναι τὸν Σωτῆρα πάντα ταῦτα ἐπληροῦτο. Ἄλλος δ’ ἂν εἴποι, διὰ τὸ πάλαι μὲν τῶν Ἰουδαίων εἶναι τὸν τόπον, νυνὶ δὲ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν Ἕλλησι καὶ Σαμαρείταις ἐκδεδόσθαι, τούτου χάριν εἰρῆσθαι τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» ἀλλὰ καὶ «τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Κοιλάδα δὲ εἴωθεν ὀνομάζειν ὁ προφητικὸς λόγος τὸ πάντων ἀνθρώπων οἰκητήριον· διὸ λέλεκται ἀλλαχοῦ·
«Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.» Τοῦτο δὴ οὖν τὸ πάντων ἀνθρώπων οἰκητήριον, καὶ τὴν κοιλάδα ταύτην ἐκκλησιῶν, φησὶν, ἐμαυτοῦ πληρώσω· ὃ δὴ αἰνίττεται λέγων, «Σκηνῶν διαμετρήσω.» Καὶ ὁ Ἀκύλας δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον, «Κοιλάδα συσκιασμῶν καταμετρήσω.» Εἶθ’ ὥσπερ ἐμὸς, φησὶ, γέγονεν ὁ Γαλαὰδ, καὶ ἐμὸς γέγονέ ποτε ὁ Μανασσῆς, καὶ Ἐφραὶ̈μ ἦν ποτε, ὅτε ὑπῆρχε, «κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, κατὰ τὸν Σύμμαχον, «ἰσχὺς τῆς ἀρχῆς μου·» ὁμοίως τε ὥσπερ, ἦν ποτε «ὁ Ἰούδας βασιλεύς μου,» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ἰούδας ἀκριβαστής μου·» τὸν αὐτὸν τρόπον ἔσται καὶ ἡ τῶν ἀλλοφύλων χώρα τε καὶ πόλις ἡ καλουμένη Μωάβ· γενήσεται γὰρ «λέβης τῆς ἐλπίδος μου,» ἢ, κατὰ τὸν Ἀκύλαν· «λέβης λουτροῦ μου·» ἢ, «λέβης ἀμεριμνίας μου,» κατὰ τὸν Σύμμαχον. Τὸν δὲ Ἐφραὶ̈μ κραταίωσιν τῆς κεφαλῆς ἑαυτοῦ ὠνόμασεν, ἢ ἰσχὺν τῆς ἀρχῆς ἑαυτοῦ· ἐπειδήπερ οἱ ἐκ φυλῆς Ἐφραὶ̈μ βασιλεύσαντες ἦρξάν ποτε ἐν τῇ Σαμαρείᾳ τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραήλ.
PG 23:567Δύο δὲ παίδων γενομένων τῷ Ἰωσὴφ, τοῦ Ἐφραὶ̈μ καὶ τοῦ Μανασσῆ, οἱ μὲν τοῦ Ἐφραὶ̈μ, ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ, ἐν τῇ Σαμαρείᾳ καὶ τῇ προλεχθείσῃ Συχὲμ τῇ καὶ Σίκιμα συνέστησαν τὸ βασίλειον· διὸ λέλεκται· «Ἐφραὶ̈μ κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, «ἰσχὺς τῆς ἀρχῆς μου·» οἱ δὲ ἐκ τοῦ Μανασσῆ γενόμενοι ἔσχον τὴν Γαλαάδ· διὸ εἴρηται· «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς.» Ὁ μὲν γὰρ τόπος ἐκ τοῦ Γαλαὰδ ἐσημαίνετο, οἱ δὲ οἰκήτορες ἐκ τοῦ Μανασσῆ. Ὥσπερ οὖν οὗτοι, φησὶ, γεγόνασιν ἐμοὶ, οἵ τε τὴν Γαλαὰδ οἰκήσαντες υἱοὶ Μανασσῆ, καὶ οἱ ἐν Σικίμοις ἄρξαντες τοῦ λαοῦ υἱοὶ Ἐφραί̈μ· ἀλλὰ καὶ ὡς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύσαντες ἦσαν ἐμοὶ, καὶ τῆς ἐμῆς μερίδος βασιλεῖς· οὕτως ἔσται ποτὲ ἐμὰ καὶ τὰ τῶν ἀλλοφύλων ἔθνη. Δηλοῖ δὲ πάντας ἀλλοφύλους διὰ τοῦ Μωὰβ καὶ διὰ τῆς Ἰδουμαίας, ἐκ δύο τούτων ἐθνῶν τῶν ἀπηγορευμένων εἰσιέναι εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα παραδεξάμενος. Γέγραπται γοῦν·
«Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα.» Μωὰβ δὲ καὶ Ἀμμὰν γεγόνασιν υἱοὶ Λὼτ ἐκ παρανόμου μίξεως τῶν αὐτοῦ θυγατέρων, ἔκ τε τοῦ Σοδομιτικοῦ σπέρματος· ὧν τὴν διαδοχὴν, Μωαβίτας καὶ Ἀμμανίτας, ἀποβλήτους ποιεῖται ὁ Μωϋσέως νόμος. Ἀλλ’ ὁ παρὼν νόμος τῷ μὲν Μωὰβ εὐαγγελίζεται κάλλιστα λέγων· «Μωὰβ, λέβης τῆς ἐλπίδος μου·» ἑτέρῳ δὲ ἔθνει τῷ ἀπὸ τοῦ Ἡσαῦ ὑφεστῶτι τὰ χρηστὰ σημαίνει, ἐπιφέρων ἑξῆς· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Ἰδουμαία δ’ ἐκέκλητο ἀπὸ τοῦ Ἐδώμ· οὗτος δὲ ἦν ὁ Ἠσαῦ περὶ οὗ λέλεκται· «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ.» Μυρίαι τε ἄλλαι προφητεῖαι κατὰ τῶν Ἰδουμαίων καὶ κατὰ τῆς Ἰδουμαίας εἴρηνται. Ἀλλ’ ὁ παρὼν λόγος τὰ κάλλιστα καὶ τούτοις εὐαγγελίζεται, λέγοντος τοῦ Θεοῦ· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Εἶθ’ ἑξῆς καὶ περὶ τῶν λοιπῶν ἐθνῶν ἀδιορίστως ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν,» ἢ «ἐφιλίασαν.» Λέβητα δὲ τὸν Μωὰβ τῆς ἑαυτοῦ ἐλπίδος καλεῖ, ἢ λέβητα τοῦ λουτροῦ ἑαυτοῦ, ἢ τῆς ἀμεριμνίας ἑαυτοῦ·
ἐπειδὴ οὐκ ἄλλως ἐξῆν αὐτῷ, ἅπαξ ἀποβλήτῳ γενομένῳ, εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ παραβάλλειν, μὴ οὐχὶ διὰ λουτροῦ παλιγγενεσίας. Ὥσπερ οὖν λέβητι ἀπολουσάμενος καὶ ἀποκαθαρθεὶς τῆς προτέρας δυσσεβείας, καταξιοῦται τῆς χάριτος, καὶ οὕτως ἀμεριμνίας τυγχάνει. Καὶ ταῦτα δι’ ἔργων κεχωρηκότα πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν, τῇ τῶν Ἀράβων ἐπιδημήσαντας χώρᾳ, θεωμένους τε τοὺς παρ’ αὐτοῖς πληθύνοντας λαοὺς, Μωαβίτας καὶ Ἀμμανίτας πληροῦντας τὰς Ἐκκλησίας τοῦ Θεοῦ. Ὡσαύτως δὲ καὶ, «Ἐπὶ Ἰδουμαίαν ἐπιβήσομαι, φησὶ, τῷ ὑποδήματί μου,» κατὰ τὸν Σύμμαχον. Καὶ ταύτην δὲ τὴν πρόῤῥησιν οὐδὲν ἂν εἴη δυσχερὲς ἰδεῖν, τῇ τῶν Ἰδουμαίων ἐπιστάντας χώρᾳ καὶ τὰ πλήθη τῶν αὐτόθι Ἐκκλησιῶν τοῦ Θεοῦ ὄψει παραλαβόντας· ὡς μὴ ὀκνῆσαί τινα ἀληθῶς ἐπίβασιν γεγονέναι τοῖς τόποις ἐκείνοις ὁμολογῆσαι. Διὰ δὴ ταῦτα ἀνωτέρω ἐλέγετο· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι.» Μέλλον γὰρ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἐπὶ σωτηρίᾳ ἀνακαλεῖσθαι, πρεπόντως αὐτοῦ τῇ φιλανθρωπίᾳ, συνέχαιρε τῇ τῶν σωζομένων σωτηρίᾳ.
PG 23:569Καὶ ἄλλως δὲ ὑπόδημα αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων τοὺς ἀποστόλους, ἢ τοὺς εἰς ἔτι δεῦρο τῷ περὶ αὐτοῦ κηρύγματι διακονουμένους. Ταῦτα δὴ οὖν πάντα εἰργάσατο ὁ Θεὸς, ὅτε ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ ἁγίῳ αὐτοῦ. Καθ’ ἑτέραν δὲ ἐκδοχὴν λαλήσας ὁ Θεὸς ἐν τῷ ἁγίῳ αὐτοῦ, πάντας ἁπαξαπλῶς Ἰουδαίους τε καὶ Ἕλληνας, τά τε καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη εἰς τὴν ἑαυτοῦ χάριν ἀνεκαλέσατο· διὸ καὶ τὴν Σίκιμα καὶ τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆν καὶ τὸν Ἐφραὶ̈μ καὶ τὸν Ἰούδαν καὶ τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ τοὺς ἀλλοφύλους ἅπαντας κατηριθμήσατο, ἐξ ἴσου τῆς ὁμοίας κλήσεως καταξιώσας ἅπαν τὸ τῶν ἀνθρώπων γένος· πλὴν ἀλλὰ πρώτους τοὺς ἀπὸ τοῦ Ἰσραὴλ καλεῖ. Ἐχρῆν γὰρ τὰ πρωτεῖα καὶ τὰς ἀπαρχὰς τοῦ εὐαγγελικοῦ κηρύγματος πρώτοις αὐτοῖς ἀπονεῖμαι διὰ τὰς πρὸς τοὺς αὐτῶν πατέρας ἐπαγγελίας, δι’ ἃς καὶ αὐτὸς ὁ Σωτὴρ πρώτοις αὐτοῖς εὐηγγελίζετο μαρτυρόμενος καὶ λέγων· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τοῖς ἀποστόλοις δὲ αὐτοῦ πρώτοις αὐτοῖς κηρύσσειν τὸ Εὐαγγέλιον παρῄνει φάσκων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἶτα μετ’ ἐκείνους προσέταττε τοῖς ἑαυτοῦ μαθηταῖς εὐαγγελίζεσθαι πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος ὁ τῶν ὅλων Θεὸς ἐνοικήσειν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ λαλήσειν ἀνθρώποις θεσπίζεται· καὶ ὡς ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τὸν Ἐφραὶ̈μ καὶ τὸν Μανασσῆν καὶ τὸν Ἰούδαν εἰσδέξεται· οἳ πάλαι μὲν ἦσαν διεστῶτες, ὅτε ὁ μὲν Ἰούδας ἐβασίλευεν ἐν Ἱερουσαλὴμ, ὁ δὲ Ἐφραὶ̈μ, ἐν Σικίμοις καὶ Σαμαρείᾳ, ὁ δὲ Μανασσῆς ᾤκει τὴν Γαλαάδ. Ὡς μηκέτι τοίνυν ἀφορισμοῦ, μήτε διαστάσεως οὔσης ἐν αὐτοῖς, πρώτους αὐτοὺς εἰσκαλεῖται· εἶτα Μωαβίτας καὶ Ἀμμανίτας, Ἰδουμαίους τε καὶ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους τοὺς καθ’ ὅλης τῆς οἰκουμένης οἰκοῦντας. Γνώσεις δ’ ἂν ἐκ τῆς ἱστορίας τῶν Εὐαγγελίων, ὅπως καθ’ οὓς χρόνους ὁ ἅγιος τοῦ Θεοῦ καὶ τοῖς Σικίμοις ἐπεδήμει, καὶ αὐτῇ Σαμαρείᾳ, τῇ τε Ἱερουσαλὴμ, ἡνωμένου τότε τοῦ Ἰσραὴλ, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτῷ διαστάσεως· οὕτω δὲ καὶ τοὺς ἑαυτοῦ ἀποστόλους πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραὴλ ἐν πρώτοις διεπέμπετο·
PG 23:571μετὰ δὲ ταῦτα, τοῖς αὐτοῖς ὥσπερ ὑποδήμασι χρώμενος, τὸ πάντων ἀνθρώπων γένος τῆς σωτηρίου κατηξίου χάριτος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπασάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἐπιστήσας τῇ τῶν προλεχθέντων διανοίᾳ ὁ Προφήτης, ὑπερεκπλήττεται τὸ θαῦμα τῆς παραδόξου τῶν ἀλλοφύλων ἐθνῶν μεταβολῆς. Εἶτα τοῦ Θεοῦ εἰρηκότος, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,» τὸν λόγον ἀποθαυμάζει, εἰ μέλλοι ποτὲ Θεὸς αὐτὸς, ὑποδήματι χρησάμενος, ἐπιβαίνειν οὐ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ Σαμαρείᾳ, οὐδὲ ἄλλῃ τινὶ τῇ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἀλλοφύλων Ἰδουμαίων. Διὸ μακαρίζει μὲν τούτους, οἷς ἐπιδημήσειν ἤμελλεν ὁ Θεός· εὐχὴν δὲ τίθεται καταξιωθῆναί ποτε καὶ αὐτὸν τῆς τούτων θέας· διό φησι· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;
ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Ηὔχετο γὰρ ὁδηγηθῆναι καὶ παρατεῖναι τοὺς τῆς ζωῆς αὐτοῦ χρόνους ἐπὶ τὸν καιρὸν ἐκεῖνον, καθ’ ὃν ἤμελλεν ὁ Θεὸς ἐπὶ τὴν Ἰδουμαίαν ἐκτείνειν τὸ ὑπόδημα αὐτοῦ, ὡς ἂν ἴδοι τὸ μέγα θέαμα, Θεὸν ἐπιδημοῦντα ἀνθρώποις καὶ ἐμπεριπατοῦντα τῇ Ἰδουμαίᾳ, ἀλλοφύλους τε αὐτῷ ὑποτεταγμένους καὶ φιλιάζοντας· διό φησι· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Πόλιν δὲ περιοχῆς καλεῖ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, περιπεφραγμένην στεῤῥῷ καὶ ὀχυρωτάτῳ τείχει, τῇ σωτηρίῳ δυνάμει, ἣν καὶ αὐτὴν ἰδεῖν ηὔχετο· διὸ ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Θέα δὲ ὅπως οὐκ ηὔξατο ὁδηγηθῆναι ἕως τῆς Ἱερουσαλὴμ, ἢ ἕως τῆς Γαλαὰδ, ἢ ἕως τῆς Συχὲμ, ἢ ἕως τοῦ Ἐφραὶ̈μ, ἢ ἕως τοῦ Ἰούδα· ἀλλ’ ὥσπερ ἐκπλαγεὶς τὸ παράδοξον τῆς ἐπαγγελίας, εἰ τοῦ μεμισημένου καὶ πόρνου Ἠσαῦ οἱ ἀπόγονοι τοιαύτης τότε τεύξονται χάριτος, ὡς ἐπιβῆναι αὐτοῖς τὸν Θεὸν, εὔχεται λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Σφόδρα δὲ θαυμαστῶς ὁ Θεὸς ἐμπεριπατήσειν οὐ γυμνοῖς ποσὶ λέλεκται, ἀλλὰ δι’ ὑποδημάτων·
αἰνιττομένου τοῦ λόγου τὰς ὑπηρετικὰς τοῦ βουλήματος αὐτοῦ ψυχὰς, δι’ ὧν τὴν τῶν ἐθνῶν κλῆσιν ποιησάμενος, πανταχοῦ γῆς τὴν ἑαυτοῦ συνεστήσατο πόλιν, λέγω δὲ τὴν καθολικὴν αὑτοῦ Ἐκκλησίαν, καὶ τὸ σύστημα τῆς τῶν θεοσεβῶν πολιτείας· περὶ ἧς εἴρηται ἀλλαχοῦ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ταύτην οὖν τὴν πόλιν τῆς περιοχῆς διψῶν θεάσασθαι ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἢ, «εἰς πόλιν πεφραγμένην;» οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος. Πύλαι γὰρ αὐτὴν καὶ θύραι καὶ μοχλοὶ θείων δυνάμεων περιφράττουσι, πρὸς τὸ μή τινα ὑπομεῖναι πολιορκίαν. Διὸ περὶ αὐτῆς ἔλεγεν ὁ Σωτήρ· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ταύτην οὖν τὴν περιπεφραγμένην πόλιν ἐπιθυμῶν ἰδεῖν ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Καὶ τὴν τῶν ἀλλοφύλων σωτηρίαν εὐχόμενος ὀφθαλμοῖς παραλαβεῖν, προσετίθει λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Εἶτα πρῶτον καὶ δεύτερον εἰπὼν, «Τίς;» τὸν μόνον δυνατὸν ταῦτα δεικνύναι γνωρίζειν ὁμολογεῖ·
PG 23:573ἦν δὲ οὗτος ὁ Θεός· ὃ κατ’ ἀρχὰς τῆς προκειμένης στηλογραφίας ἔλεγεν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Διὸ πρὸς ἐκείνην τὴν φωνὴν ἀποδίδωσιν ἐνταῦθα τὴν αὐτὴν διάνοιαν λέγων· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς;» Τίς γὰρ ἄλλος, φησὶ, δύναται δεῖξαι ἡμῖν τὰς ἐπαγγελίας τὰς σὰς καὶ τῶν σῶν λόγων τὰ ἀποτελέσματα, εἰ μὴ σὺ αὐτὸς ὁ ἀπωσάμενος ἡμᾶς; ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰ μὴ σὺ ὁ Θεὸς ὁ ἀποβαλλόμενος ἡμᾶς, καὶ μὴ προσελθὼν ἐν ταῖς στρατεύσεσιν ἡμῶν;» Ἀπώσω γὰρ ἡμᾶς σὺ, Κύριε, καὶ καθεῖλες ἡμᾶς· ἀλλὰ καὶ πάλαι εἰωθὼς συνεξιέναι καὶ συμπολεμεῖν ταῖς ἡμετέραις δυνάμεσι, νῦν ὅτε τὴν κλῆσιν ἐποιήσω τῶν ἐθνῶν, ἀπώσω ἡμᾶς καὶ οὐκέτι συνεξέρχῃ ταῖς ἡμετέραις δυνάμεσι. Ἄλλη οὖν οὐκ ἔστιν ἡμῖν ἐλπὶς πρὸς τὸ θεάσασθαί σου τὰς ἐπαγγελίας, εἰ μὴ σὺ αὐτὸς βουληθείης. Σοῦ γὰρ θελήσαντος, δυνατὸν ἡμῖν τοὺς σοὺς προφήτας συγκαταλεγῆναι τῇ πόλει σου τῇ περιπεφραγμένῃ, καὶ ὁδηγηθῆναι ἕως τῆς ἀποδειχθείσης Ἰδουμαίας «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων.
Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οἱ τῶν ἐπαγγελιῶν καταξιωθέντες διδάσκονται διὰ τῶν προκειμένων νήφειν καὶ ἐγρηγορέναι, παρασκευάζεσθαί τε εἰς θλίψεις, καὶ δι’ εὐχῶν λέγειν τῷ ἑαυτῶν βασιλεῖ· «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·» ματαίαν γὰρ εἶναι πᾶσαν τὴν ἐξ ἀνθρώπων ἐλπίδα. Εἶτ’ εὐξάμενοι ταῦτα, τὴν ἀγαθὴν ἐπιδείκνυνται προθυμίαν λέγοντες· «Ἐν Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με·» καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, φησὶν, ἀλλ’ ἡ χάρις ἡ σὺν ἐμοί.» Ταῦτα δὲ λέγειν παιδεύονται οἱ ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν τῇ τοῦ Θεοῦ χάριτι προσεληλυθότες. Εἰ δὲ ἐκ προσώπου τοῦ προφητικοῦ χοροῦ λέγοιτο καὶ ταῦτα, πρέποι ἂν αὐτοὺς, ἀποκλαυσαμένους τὸν ἀπωσμὸν καὶ τὴν καθαίρεσιν τοῦ προτέρου λαοῦ, εὐχὴν ἀναπέμπειν ὑπὲρ τοῦ κοινοῦ πάντων αὐτῶν σώματος, καὶ λέγειν τῷ Θεῷ τὰ προκείμενα.

To the End, On 2ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΤΩ ΔΑΥΙΔ Ξ. «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.» Οἱ μὲν ἐπιγεγραμμένοι στηλογραφίας ἐφεξῆς πέντε μέχρι τοῦ νθ τέλος ἔχουσιν·
εἰσὶ δὲ πάντες οἱ ταύτην ἔχοντες τὴν προγραφὴν ἕξ· οἵ τε προλεχθέντες καὶ ὁ ιε ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου τῶν Ψαλμῶν κείμενος. Ὅ γε μὴν μετὰ χεῖρας ὕμνος ὢν καὶ αὐτὸς εἰς τὸ τέλος διὰ τὰς ἐπὶ τέλει τοῦ ὕμνου φερομένας ἐπιχρήστας ἐπαγγελίας ἀναπέμπει. Εἰσὶ δὲ πάντες οἱ ἐπιγεγραμμένοι «Ἐν ὕμνοις» πέντε· δύο μὲν ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου, ὁ τέταρτος καὶ ὁ ϛ. Ἀλλ’ οὗτοι μὲν «Ἐν ὕμνοις ψαλμοὶ» λέγονται· οἱ δὲ ἐν τῷ δευτέρῳ μέρει τῆς βίβλου τρεῖς «Ἐν ὕμνοις» ἐπιγράφονται μόνον, ὁ νγ, καὶ ὁ νδ, καὶ ὁ μετὰ χεῖρας. Οἱ μὲν οὖν «Ἐν ὕμνοις ψαλμοὶ» ἐοίκασι σὺν τῷ μουσικῷ ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ λελέχθαι, ὡς δεηθέντος τῆς διὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὄργανον τῆς ψυχῆς, πρακτικῆς ἐνεργείας τοῦ ψάλλοντος. Οἱ δὲ ἁπλῶς ὕμνοι διὰ μόνης φωνῆς τοῦ τὸν ὕμνον ἀναπέμψαντος εἴρηνται, οὐ συμπαραληφθείσης τῆς διὰ τοῦ ψαλτηρίου κρούσεως, τῷ μόνης τῆς κατὰ διάνοιαν θεωρίας δεδεῆσθαι τοὺς ἐν αὐτοῖς λόγους. Τοῦτο γοῦν παρίστησιν ὁ μετὰ χεῖρας ὕμνος λέγων· «ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα·» δι’ οὗ σημαίνει ὥσπερ ἔξω γεγενῆσθαι τῆς τοῦ σώματος καταστάσεως θεοληπτούμενον τὸν Προφήτην.
PG 23:575Οὐκ ἀγνοῶ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐχ ἑτέρως ἐκδεδωκέναι. Παρακαλεῖ δὲ διὰ τῶν μετὰ χεῖρας ὁ Δαυὶ̈δ λέγων· «Εἰςάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου.» Ἐνδεὴς γὰρ ὢν μεγάλων τινῶν καὶ θείων, τούτων τυγχάνειν παρακαλεῖ. Εἶθ’ ὥσπερ ἄξιον ἑαυτὸν τοῦ εἰσακουσθῆναι παραστήσας, ἐπιλέγει· «Πρόσχες τῇ προσευχῇ μου.» Πολλῆς γὰρ καὶ βαθείας διανοίας πεπληρῶσθαι αὐτοῦ τὴν προσευχὴν θαρσῶν, ἠξίου τὸν Θεὸν ἐπιβλέψαι, καὶ τοῖς ἐν αὐτῇ λόγοις ἐνατενίσαι, καὶ δοκιμάσαι τὰ λεγόμενα, ὡς ἂν τῶν αὐτοῦ ἀκοῶν ἄξια. Εἶτα καὶ τὸ ἔργον δείκνυσιν, οὗ χάριν θεωρὸν τὸν Θεὸν τῆς ἑαυτοῦ προσευχῆς ἀνεκαλεῖτο· διὸ ἐπιλέγει· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Καὶ ἐπειδήπερ συμφώνως οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν, ὁ μὲν Ἀκύλας εἰπὼν, «Ἀπὸ τελευταίου τῆς γῆς πρὸς σὲ ἐπικαλέσομαι·» ὁ δὲ Σύμμαχος, «Ἀπὸ περάτων τῆς γῆς σὲ ἐπικαλοῦμαι·» ἡ δὲ πέμπτη ἔκδοσις, «Ἀπὸ περάτων τῆς γῆς πρὸς σὲ κεκράξομαι·» τίς οὐκ ἂν εὐλόγως τὸν νοῦν τῆς λέξεως ἐπιζητήσειε; Πῶς γὰρ ἄν τις δύναται, τὴν σύμπασαν ὑπερβὰς οἰκουμένην, καὶ ὑπὲρ αὐτὸν ἐλθὼν τὸν Ὠκεανὸν, «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα,» βοᾷν;
Ἀλλ’ ὅρα εἰ μὴ πᾶς ὁ τῷ Θεῷ φίλος εὐλόγως ἂν τὰ πέρατα τῆς γῆς ῥηθείη. Ὁ μὲν γὰρ φαῦλος ἀνὴρ, ἀγορὰς καὶ δήμους, βουλευτήριά τε καὶ δικαστήρια περιτρέχων, ὅλως τε ταῖς τοῦ σώματος ἡδυπαθείαις κατορωρυγμένος, ἐν βυθῷ τῆς γῆς οἰκεῖν λέγοιτ’ ἂν εἰκότως· οἱ δὲ «περιελθόντες ἐν μηλωταῖς καὶ ἐν αἰγίνοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,» φεύγοντές τε τὰ μέσα τῶν πόλεων, καὶ τὰς διατριβὰς ἐν ἐρημίαις ποιούμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, εὐλόγως ἂν λεχθεῖεν ἔξω τυγχάνειν τῆς γῆς· καὶ εἰ μὲν μὴ παντελῶς ἦσαν ἀπηλλαγμένοι τοῦ σώματος, κἂν ἐκτὸς ἦσαν αὐτοῦ· νῦν δὲ ἐπειδὴ ἐν αὐτῷ βιοῦντες, ὀργάνῳ τε αὐτῷ χρώμενοι, οὐκ ἐνεβαπτίζοντο τοῖς τοῦ βίου κακοῖς, ἀκροθίνως δὲ αὐτὸ μόνον τῆς ἀναγκαίας τροφῆς, καὶ τῶν λοιπῶν χρειῶν ἐφαπτόμενοι διετέλουν· εἰκότως ἐν ἄκροις ἐδόκουν εἶναι καὶ ἐν τοῖς πέρασι τοῦ σώματος· οἷος ἦν ὁ Παῦλος λέγων· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καὶ, «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ὁ δὴ οὖν οὕτω διακείμενος εὐλόγως ἂν εἴποι τῷ Θεῷ·
PG 23:577«Πρόσχες τῇ προσευχῇ μου,» πολλὴν ἄγων παῤῥησίαν ἐπὶ τῇ τοιαύτῃ τοῦ βίου ζωῇ· οὐδ’ ἂν ψεύσαιτο φάσκων· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Προστίθησι δὲ καὶ τὴν αἰτίαν ἐπιλέγων, «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·» ἢ «Ἐν τῷ ἀδημονεῖν τὴν καρδίαν μου,» κατὰ τὸν Σύμμαχον. Ἀκηδιᾷ γὰρ, καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· διὸ καὶ φήσαι ἂν, οἶμαι· «Ὅτι ἐμακρύνθη ἡ παροικία μου.» Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἔστενεν οὖν καὶ ὁ Παῦλος ἀκηδιῶν ἐπὶ τῇ παρεκτάσει τοῦ θνητοῦ βίου· διὸ καὶ ἀπεκλᾴετο λέγων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν· ἐπειδὴ «πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν·» οὕτως πάλιν ὁ αὐτὸς πενθεῖ πολλοὺς, περὶ ὧν ἔλεγε· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ καὶ ἀνομίᾳ καὶ ἀσεβείᾳ ᾗ ἔπραξαν.» Ὁ δ’ αὐτὸς ὑπεραλγῶν καὶ ὑπερπάσχων ἑτέρων ἐβόα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;
Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ὁμοίως δὲ καὶ οἱ προφῆται τὸν πάλαι ἀπεκλᾴοντο λαὸν, ὥσπερ οὖν καὶ ὁ Δαυί̈δ. Διὸ αὐτὸς μὲν ἔφευγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γινόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ τὴν ψυχὴν ἀλγῶν ἀπεκλᾴετο. «Ἐν πέτρᾳ ὕψωσάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ·» καὶ τὰ ἑξῆς, Κατὰ μὲν τοὺς Ἑβδομήκοντα, εὐχαριστίαν περιέχει ὁ λόγος. Ταῦτά μοι, φησὶν, ὑπῆρξεν ὅσα προείρηκα· ἐπειδὴ σὺ αὐτὸς ὁ Θεὸς ἐπῆράς με καὶ ὕψωσας στήσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ προϊών σου Λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν ἐν τῷ Λόγῳ σου ὕψωσάς με καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ’ ἐν ἄκροις αὐτῆς γενέσθαι, ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι· γέγονάς τε ἐλπίς μου, δι’ ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων μοι νοητῶν ἐχθρῶν καὶ πολεμίων τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἀπήρκεσας σὺ μόνος, πύργος ὀχυρός μοι γενόμενος, καὶ περιφράττων με ἐν ἀσφαλεῖ τῆς παρὰ σοὶ σωτηρίας, ὡς μηδένα τῶν ἐμῶν ἐχθρῶν ἐπιστρέφεσθαι·
εἰκότως τούτων ἁπάντων τυχὼν, σοὶ τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀντὶ δὲ τοῦ, «Ἐν πέτρᾳ ὕψωσάς με,» καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος ἕτερον ἀπέδωκε νοῦν εἰπών· «Ὅταν στερεὸς κατεπαίρεταί μου, ὁδηγήσεις με. Ἐγένου γὰρ ἀφοβία μου, πύργος ὑψηλὸς ἀπὸ προσώπου ἐχθροῦ·» καὶ ὁ Ἀκύλας ὁμοίως τὸν αὐτὸν ἀπέδωκε νοῦν εἰπών· «Ἐν στερεῷ ὑψώθητι παρ’ ἐμὲ, καθοδηγήσεις με,» καὶ τὰ ἑξῆς. Διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ λόγος μηδένα τῶν κατεπαιρομένων ἡμῶν ἐπιστρέφεσθαι, ὅλους δὲ γενέσθαι τοῦ Θεοῦ, ἐπ’ αὐτῷ μόνῳ θαρσοῦντας. Ὁ γοῦν ἀγαθαῖς ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύργον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·» ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ’ ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ’ ἐπὶ τῇ σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ’ ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι’ αἰῶνος ἔνδον ἐν αὐτῇ κατοικῶν·
PG 23:579καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Εἰ μὲν ψιλή τις ἦν προσευχὴ ὑπὸ τοῦ Δαυὶ̈δ ἀναπεμφθεῖσα ἡ μετὰ χεῖρας, οὐδὲν ἦν ἀναγκαῖον αὐτὴν ἀναληφθῆναι τῇ βίβλῳ τῶν Ψαλμῶν· εἰκὸς γὰρ αὐτὸν καὶ μυρίας ἄλλας εὐχὰς πρὸς τὸν Θεὸν πεποιῆσθαι· ὥσπερ οὖν καὶ ἡμεῖς ἐφ’ ἑκάστης ἡμέρας, καὶ κατὰ καιροὺς ἄλλοτε ἄλλους εὐχόμεθα διαφόρους·
ἐπεὶ δὲ πολλάκις ἐν αὐτῷ τῷ προσεύχεσθαι, ἢ τοὺς ψαλμοὺς ἀνακρούεσθαι, ἢ τοὺς ὕμνους ἀναπέμπειν, προφητικῆς ἐπληροῦτο δυνάμεως· εἰκότως οὐκέθ’ ὡς ψιλὰς προσευχὰς, ἀλλ’ ὡς ἄλλους λόγους προφητικοὺς ἐπεσημαίνοντο τὰ λεγόμενα, καὶ ταῖς θείαις βίβλοις ἐγκατέταττον οἱ τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων εἰληφότες. Οὕτως οὖν καὶ ἐνταῦθα μετὰ τὰ προλεχθέντα, διαψάλματος μεταξὺ παρεντεθέντος, μεταβολὴν ποιεῖται τοῦ λόγου ὁ Προφήτης, αἰσθόμενος τῆς τοῦ ἁγίου Πνεύματος ἀφίξεως, φωτισθείς τε ὑπ’ αὐτοῦ καὶ γνοὺς, ὅτι τὰ τῆς προλεχθείσης αὐτῷ δεήσεως ἐπηκόου ἔτυχε τοῦ Θεοῦ. Διὸ ἀνωτέρω μὲν εὐχόμενος ἔλεγε· «Εἰςάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου·» ἐνταῦθα δὲ μετὰ τὸ διάψαλμα φάσκει· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Ὁρᾷς ὅπως συνῄσθετο εἰσακουσθείς; καὶ τοῦτ’ ἦν τὸ διὰ τοῦ προφήτου Ἡσαί̈ου τοῖς ἀξίοις ἐπηγγελμένον ὑπὸ τοῦ λέγοντος Θεοῦ· «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι·» ἔτι γὰρ φθεγγομένου τοῦ Προφήτου, τὸ Πνεῦμα ἐπιστὰν τὸ ἅγιον ἐδήλου αὐτῷ, ὡς ἄρα εἰσακουσθεὶς εἴη. Διό φησιν·
«Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἡ αὐτὴ παρίσταται διάνοια· ἐπεὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ὅτι σὺ, ὦ Θεὲ, ἤκουσας τῶν εὐχῶν μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Σὺ γὰρ, ὁ Θεὸς, εἰσήκουσας τῶν προσευχῶν μου.» Εἶτ’ ἐπιλέγει· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ἐμοῦ μὲν γὰρ τέως εἰσήκουσας· ἔγνων δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος φωτισθεὶς, ὅτι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου καρπὸν ἄξιον τοῦ σοῦ φόβου δώσεις, τὴν κληρονομίαν ἣν ἐπηγγείλω αὐτοῖς. Ἀορίστως δὲ εἰπὼν, «τοῖς φοβουμένοις τὸ ὄνομά σου,» ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώπους. Οὐ γὰρ τῷ Ἰσραὴλ ἐπήγγελται τὴν κληρονομίαν, οὐδὲ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ. «Ἰουδαίῳ τε πρῶτον,» φησὶν ὁ Ἀπόστολος, «καὶ Ἕλληνι.» Πολλάκις δὲ ἡμῖν ἀποδέδεικται, ὡς πάντας τοὺς ἐξ ἐθνῶν τῷ Θεῷ προςιόντας, φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Τούτοις οὖν αὐτοῖς, φησὶν, ἔδωκας κληρονομίαν· καὶ ποίαν οὐκ εἶπεν, ἡμῖν δὲ καταλέλοιπεν ζητεῖν. Τῷ μὲν οὖν Ἰσραὴλ τὴν ῥέουσαν μέλι καὶ γάλα ἐπήγγελται διὰ Μωϋσέως·
PG 23:581τοῖς δὲ φοβουμένοις ὁποίαν ἔδωκε κληρονομίαν, εἴασε ζητεῖσθαι. Εὑρήσεις δὲ ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν μακαρισμοῖς ταύτην, ἐν οἷς εἴρηται· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν ἔχεις τοῦ Σωτῆρος ἡμῶν ἐπαγγελίαν, δι’ ἧς φησι· «Καὶ ἐν τῷ αἰῶνι τούτῳ πολυπλασίονα λήψεται, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ ταύτης ἕνεκα τῆς κληρονομίας ὁ πέμπτος ψαλμὸς ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·» καὶ ἐν τῷ ιε δὲ ψαλμῷ ἡ αὐτὴ κληρονομία ἐδηλοῦτο κατὰ τὸ, «Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.» «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς αὐτοῦ διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Προειπὼν, «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ’ ὑπερβατὸν συνῆψε τὸ, «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις.» Εἰσάκουσον γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ’ ἡμέρας μοι προσέθηκας.
Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα τοῦ Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ κληρονομία ἡ αἰώνιος ζωὴ, ἣν ὁ λόγος σημαίνει φάσκων· «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις.» Μεγάλα τοίνυν εὐξαμένῳ τῷ βασιλεῖ Δαυὶ̈δ ἐπήγγελται ὁ Θεὸς διὰ τοῦ Πνεύματος ἡμέρας ἐφ’ ἡμέρας προσθήσειν, καὶ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ταύτην γὰρ αὐτῷ τὴν κληρονομίαν ἐπηγγείλατο· ὃ δὴ καὶ ἐν τῷ κ δηλοῦται ψαλμῷ, ἐν ᾧ εἴρηται· «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·» καὶ ἑξῆς· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος.» Ἐπειδὴ γὰρ τῶν οὐρανίων ὀριγνώμενος, καὶ τῶν παρὰ σοὶ ἀγαθῶν ἐπιθυμήσας, ηὔξατο· εἰσήκουσας αὐτοῦ, φησὶ, καὶ εἰσακούσας, «τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.» Τίς δὲ ἦν ἡ ἐπιθυμία αὐτοῦ, καὶ τίς ἡ αἴτησις τῶν χειλέων αὐτοῦ, διδάσκει ἑξῆς λέγων·
PG 23:583«Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος.» Καὶ ἐπὶ τοῦ παρόντος τοίνυν παραπλησίως ἐκείνοις ηὔξατο Δαυὶ̈δ, καὶ εὐξάμενος εἰσηκούσθη· εἰσακουσθείς τε ταύτης ἔτυχε τῆς ἐπαγγελίας, δι’ ἧς εἴρηται· «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ἡμέρας ταῖς ἡμέραις τοῦ βασιλέως προσθήσεις, ἔτη αὐτοῦ, ἐφ’ ὅσον γενεὰ καὶ γενεά· οἰκήσει αἰωνίως ἔμπροσθεν τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Τούτων δὲ πάντων τεύξεται ὁ δυνηθεὶς εἰπεῖν· «Ἀπὸ τῶν πτερύγων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.» Τῆς γὰρ τοιαύτης προκοπῆς καρπὸν ἐπάξιον λήψεται τὴν αἰώνιον ζωήν. Φάσκων δὲ ὁ λόγος, «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς,» σημαίνει, ὡς ἄρα ἔσται ὁ Δαυὶ̈δ μνημονευόμενος οὐ καθ’ ὃν μόνον ἐβίου χρόνον, ἀλλὰ καὶ καθ’ ἑκάστην γενεὰν, ἢ κατὰ δύο τινὰς γενεὰς, αἰνιττομένου τοῦ λόγου τόν τε ἐκ περιτομῆς λαὸν καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἐφ’ ὅσον γοῦν χρόνον ἡ γενεὰ ἡ πρώτη τοῖς θείοις ἐντυγχάνει γράμμασι, φέρει διὰ μνήμης τὸν Δαυί̈δ·
καὶ ἡ δευτέρα δὲ γενεὰ ἡ τῆς ἐξ ἁπάντων ἐθνῶν ἐκλογῆς ὡσαύτως τοῦ Δαυὶ̈δ οὔποτε διαλείπει μνημονεύουσα, διὰ τὸ φέρειν ἀνὰ στόμα τὴν βίβλον τῆς γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ Δαυί̈δ. Τοῦτο οὖν ᾐνίξατο φήσας ὁ λόγος· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.» Καὶ ἐν μὲν ἀνθρώποις ταύτης τεύξεται τῆς μακρότητος· παρὰ δὲ αὐτῷ τῷ Θεῷ οὔποτε, φησὶν, ἀπολεῖται· ἀθανάτου δὲ καὶ εἰς ἄπειρον διαρκούσης ζωῆς τυχὼν, «διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Πῶς δὲ διαρκεῖν καὶ τῇ τοῦ Θεοῦ ζωῇ συμπαρεκτείνεσθαι ἀνθρώπου φύσις οἵα τε ἂν εἴη, διδάσκει ἑξῆς φάσκων· «Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ἔλεος καὶ ἀλήθεια περιφράζει αὐτόν·» καὶ ὁ Ἀκύλας ὁμοίως, «Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν.» Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἀλήθεια· ὧν μεταλαμβάνων πᾶς ὁ θεοφιλὴς, ὥσπερ ἀπὸ ἁλῶν ἁλιζόμενος, φυλαχθήσεται εἰς αἰώνιον ζωήν. Οὐ γὰρ δὴ ὁμοίως τῷ Θεῷ πεφυκὼς τὴν οὐσίαν, ὁμοίως αὐτῷ ζήσεται, ἀλλ’ ὑπὸ τοῦ ἐλέους τοῦ Θεοῦ καὶ ὑπὸ τῆς ἀληθείας αὐτοῦ διακρατούμενος.
«Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ταῦτα τοῦ ἁγίου Πνεύματος τῇ τοῦ Δαυὶ̈δ ὑφηγήσαντος ψυχῇ, μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα, ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀναφωνῶν καὶ λέγων· «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·» οὐχ ἀπλῶς δὲ, «Ψαλῶ, φησὶ, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἀλλὰ μετὰ προσθήκης τῆς, «Οὕτω.» Πῶς δὲ οὕτω; ἀλλ’ ὡς προεδίδαξε τὸ Πνεῦμα τὸ ἅγιον φῆσαν· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Οὕτω γὰρ ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμενος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ’ οὐ διὰ τὰς ἐμὰς ἀρετάς «Οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἀποδιδοὺς τὰς εὐχάς μου καθ’ ἑκάστην ἡμέραν.» Οὐδεπώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ σωτηρίους.
PG 23:585Ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπειρον αἰῶνα ἀποδιδούς. Οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ’ ἐκείνην τὴν αἰώνιον ζωὴν, τὴν δὲ πρέπουσαν καὶ ὀφειλομένην ἀποδιδοὺς τῷ Θεῷ κἀκεῖ πρᾶξιν διατελέσω. Αὕτη δέ ἐστιν ἡ ὀφειλομένη καὶ αὐτῷ πρέπουσα διηνεκὴς εὐχαριστία.

To the End, ConcerningΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΙΔΙΘΟΥΜ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΞΑ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτῷ γὰρ τὸ Σωτήριόν μου.» Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ Δαυὶ̈δ, πρόκειται δὲ τῇ ἐπιγραφῇ, «ὑπὲρ Ἰδιθούμ·» διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ Δαυὶ̈δ, ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν, παρέδωκεν αὐτῷ μελετᾷν, καὶ ἀντὶ ἐπῳδῆς χρῆσθαι εἰς θεραπείαν, συμφορᾶς τινος ἐπισυμβάσης αὐτῷ. Καὶ ὁ λ δὲ καὶ η ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ, ᾠδὴ τοῦ Δαυί̈δ·» ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ Δαυὶ̈δ τῷ Ἰδιθοὺμ διὰ τὴν αὐτὴν, οἶμαι, κατάστασιν. Ἐνταῦθα μὲν γὰρ λέλεκται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύεσθε πάντες ὑμεῖς;» ἐν δὲ τῷ λη· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη·» καὶ πάλιν·
«Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ θέα τίνα τρόπον ἐμφαίνει δι’ ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. Καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊών φησι· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό·» καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· «Πλὴν μάτην πᾶς ἄνθρωπος·» ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἔτι πρὸς τούτοις ἐν τῷ λη εὕροις ἂν εἰρημένον τό· «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τούτοις· «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε τῇ καρδίᾳ.» Καὶ σὺ δ’ ἂν, ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμένας λέξεις παραθεὶς ἀλλήλαις, εὕροις ἂν μιᾶς καὶ τῆς αὐτῆς ἐχομένας διανοίας.
PG 23:587Ὁ τοίνυν Δαυὶ̈δ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι πεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέναι· ὅπως ἂν λάβοι ἑαυτὸν, καὶ ἀνακτήσοιτο τοῦ συμβάντος αὐτῷ πταίσματος. Ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ λη ἑαυτῷ παραινεῖν, καὶ πρὸς ἑαυτὸν διαλέγεσθαι καὶ λέγειν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη,» καὶ τὰ τούτοις ἑξῆς. Ἐν οἷς ἦν καὶ τὸ, «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας·» καὶ πάλιν· «Ἀπόστητον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ Θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύτως τὸν αὐτὸν ἄνδρα ὁ Δαυὶ̈δ διδάσκει ἑαυτῷ προσδιαλέγεσθαι καὶ λέγειν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.» Σημαίνει σεσαλεῦσθαι αὐτὸν, καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι.
Ἐπεὶ τοίνυν, τῶν πειραζόντων ἐπιθεμένων αὐτῷ, γέγονέ τις αὐτῷ ἀτονία, ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,» ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος· ἀναγκαίως διδάσκεται λέγειν· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον·» ἢ κατὰ τὸν Ἀκύλαν· «Σφαλήσομαι πολλήν·» καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Σύμφωνος δ’ ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας·» καὶ τῷ, «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; Ἵνα τί ἀποστρέφεται ἀποστροφὴν ἀναιδῆ, λέγει Κύριος;» Πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρτηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι, μηδὲ ἀπογινώσκειν ἑαυτὸν, μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πειρατηρίου ῥεύματι. Διὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδιθοὺμ ἐπᾴδειν ἑαυτῷ, καὶ τὰ προκείμενα λέγειν· καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν Σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν· ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ ψυχὴν, μηκέτι ἀνθρώποις, μηδὲ τοῖς ἐκφοβοῦσιν·
PG 23:589ἕνα δὲ μόνον πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ Θεὸν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν, ἐλευθεροῦν τε αὐτὴν παντὸς ἀλλοτρίου φόβου. Διό φησιν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ τὰ ἑξῆς. Πάλιν δὲ κἀνταῦθα τὸ σωτήριον Ἑβραϊκῇ φωνῇ διὰ τῶν αὐτῶν στοιχείων, δι’ ὧν γράφεται τὸ τοῦ σωτηρίου ἡμῶν Ἰησοῦ ὄνομα, φέρεται. Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· Τί δήποτε μόνων δύο ὄντων τῶν «ὑπὲρ τοῦ Ἰδιθοὺμ,» ἢ «περὶ τοῦ Ἰδιθοὺμ» κατὰ τὸν Ἀκύλαν εἰρημένων, οὔτ’ ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ’ ἀπεσχοινισμένοι τυγχάνουσι. Τὴν δὲ τούτων αἰτίαν ἐν τοῖς εἰρημένοις ἡμῖν εἰς τὸν λη, γραμματικαῖς ἀποδείξεσι παρεστήσαμεν. Ἀλλὰ καὶ τίς ἦν ὁ Ἰδιθοὺμ, ἤδη πρότερον ἐν αὐτῷ ἐκείνῳ δεδηλώκαμεν, τὴν ἀπὸ τῶν Παραλειπομένων ἱστορίαν παραθέμενοι· δι’ ἧς ἐδείκνυτο εἷς τῶν ἐκλελεγμένων εἰς τὸ αἰνεῖν τὸν Θεὸν γεγονώς. Γέγραπται γοῦν· «Καὶ κατέλειπον ἐκεῖ ἐναντίον τῆς κιβωτοῦ τῆς Διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λειτουργοὺς ἐναντίον τῆς κιβωτοῦ.» Καὶ ἑξῆς εἴρηται·
«Αἰμὰν καὶ Ἰδιθοὺμ, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ·» καὶ πάλιν· «Μετ’ αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, υἱοὶ Ἰδιθοὺμ εἰς τὴν πύλην·» καὶ αὖθις· «Καὶ ἔστησεν ὁ βασιλεὺς Δαυὶ̈δ καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύρᾳ καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» Ἀντὶ δὲ τοῦ, «τοὺς ἀποφθεγγομένους,» ὁ μὲν Ἀκύλας, «τῶν προφητῶν,» ὁ δὲ Σύμμαχος, «τῶν προφητευσάντων διὰ λύρας,» ἐξέδωκεν· ὥστε προφήτας χρὴ νομίζειν γεγονέναι τοὺς δηλουμένους. Καὶ αὖθις ἑξῆς εἴρηται τῷ Ἰδιθούμ· «Υἱοὶ Ἰδιθοὺμ, Γοδολείας καὶ Σουρεὶ καὶ Αἰείας, καὶ Σεδείας, καὶ Ματθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις ἀνακρουόμενοι.» Ἀντὶ δὲ τοῦ, «ἐν κινύραις ἀνακρουόμενοι,» πάλιν ὁ Ἀκύλας, «κιθάρᾳ προφητεύων·» ὁ δὲ Σύμμαχος, «διὰ λύρας τοῦ προφητεύοντος,» ἐξέδωκεν. Οὐκοῦν καὶ ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν προφητευόντων διὰ λύρας·
διὸ καὶ εἰκότως εἴποι ἄν τις, ἐντεῦθεν ὁρμώμενος, μὴ τὸν Δαυὶ̈δ συντάξαι τὸν ψαλμὸν, καὶ δεδωκέναι τῷ Ἰδιθοὺμ, μηδὲ τὸν Ἰδιθοὺμ ὑποπεπτωκέναι τῷ πειρασμῷ, καὶ θεραπείας δεδεῆσθαι τῆς παρὰ τοῦ Δαυί̈δ. Μηδὲ γὰρ τὴν Γραφὴν ὑπαίτιόν που τὸν Ἰδιθοὺμ εἰςάγειν· ἀλλ’ ἔμπαλιν μᾶλλον τὸν Δαυὶ̈δ πειρασμῷ περιπεπτωκέναι διδάσκειν. Διὸ καὶ φῆσαι ἂν εἰκότως, προφήτην ὄντα τὸν Ἰδιθοὺμ, τοὺς ἐν ἀμφοτέροις τοῖς προδηλωθεῖσι ψαλμοῖς λόγους συντάξαι, καὶ τῷ Δαυὶ̈δ παραδεδωκέναι, ὡς ἂν ὠφελοῖτο καὶ θεραπεύοιτο ἐξ αὐτῶν ἐπὶ τοῖς αὐτῷ συμβεβηκόσι. Δοκεῖ δέ πως ταύτῃ τῇ διανοίᾳ συμβάλλεσθαι καὶ ὁ Σύμμαχος, τὴν προγραφὴν τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «Ἐπινίκιος διὰ Ἰδιθοὺμ ᾠδὴ εἰς Δαυί̈δ.» Καὶ μήποτε μετὰ τὸ σφάλμα τὸ ἐπισυμβὰν τῷ Δαυὶ̈δ ἐπὶ τῇ τοῦ Οὐρίου γυναικὶ, μηκέτι οἵου τε αὐτοῦ κατὰ τὸ παλαιὸν προφητεύειν, πολλῶν δὲ πειρασμῶν ἐπανισταμένων αὐτῷ καὶ συμφορῶν ἐπαλλήλων, ὁ Ἰδιθοὺμ, Πνεύματι ἁγίῳ συντάξας τοὺς προκειμένους λόγους, ὥσπερ τινὰ φάρμακα ψυχῆς θεραπευτικὰ ἐπιδίδωσιν αὐτῷ, εἰς τὸ παραμυθεῖσθαι ἐκ τῆς ἐν αὐτοῖς διδασκαλίας;
PG 23:591Καὶ δὴ δυσὶν ἐκδοχαῖς ἐπιβάλλοντες εἰς τὰ προκείμενα τοῖς ἐντυγχάνουσι, θατέρας αὐτῶν τὴν αἵρεσιν καταλείψομεν. «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.» Ἐμφαίνει διὰ τούτων μὴ ἕνα μόνον πειρασμὸν ὑπομεμενηκέναι ὁ Δαυὶ̈δ, μηδ’ ὥσπερ μίαν πληγὴν εἰληφέναι ὑπὸ τῶν ἀντιπάλων· ὡς δὲ ἐπὶ μακρῷ χρόνῳ τυπτόμενος, καὶ καρτερῶς ὑπομένων τὰς ἐπαγομένας αὐτῷ πληγὰς, φάσκειν τοῖς τύπτουσιν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον;» ἢ κατὰ τὸν Ἀκύλαν· «Ἕως τίνος ἐπιβουλεύετε;» ἢ κατὰ τὸν Σύμμαχον· «Ἕως τίνος ματαιοπονήσετε;» Εἶτα τὴν προαίρεσιν τῶν ἐπιβουλευόντων αὐτῷ διελέγχων φησί· «Φονεύετε πάντες ὑμεῖς.» Φονευταὶ γάρ ἐστε, φησί· καὶ οὐχ ὥσπερ ἀνταγωνισταὶ πρὸς ἀθλητὴν ἱστάμενοι μέχρι γυμνασίου ποιεῖσθαι τὴν ἅμιλλαν· ἀλλὰ φονικῇ προαιρέσει ἐπιτίθεσθέ μοι, καὶ ἐπιτίθεσθε ὡς ἀβοηθήτῳ, καὶ ὡς ἤδη κεκλιμένῳ τοίχῳ καὶ φραγμῷ ὠσμένῳ. Ὡς γὰρ μηδενὸς περιφράττοντος μηδὲ περιτειχίζοντος καὶ τὴν ἐμὴν φρουροῦντος ψυχὴν, οὕτως ἐπιτίθεσθε.
Ἕως οὖν πότε ταῦτα ματαιοπονήσετε, καὶ οὐχὶ παύσεσθε λοιπὸν, γνόντες, ὅτι εὗρον τὴν ἐμαυτοῦ φυλακὴν, καὶ τὸν ἐμαυτοῦ φρουρὸν καὶ Σωτῆρα; Διὸ ἐθάρσησα φάναι· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Διάψαλμα.» Τὰ μὲν πρῶτα αὐτὸς ἑαυτῷ ἤτοι Δαυὶ̈δ, ἢ Ἰδιθοὺμ διείλεκται· τὰ δὲ δεύτερα πρὸς τοὺς ἐχθροὺς ἀπετείνατο· τὰ δὲ τρίτα διὰ τῶν προκειμένων ἡμᾶς διδάσκει, τίποτε βουλευόμενοι οἱ ἐπιβουλεύοντες αὐτῷ τὴν ἐπιβουλὴν κατεσκεύαζον. Διό φησι· «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.» Ἡ γὰρ πᾶσα σκέψις αὐτῶν καὶ ἡ βουλὴ οὐδὲν ἕτερον, φησὶν, ἢ καταβαλεῖν με τῆς παρὰ τῷ Θεῷ τιμῆς, καὶ γυμνῶσαι τῆς δόξης ἧς εἶχον πρότερον ἐσπούδαζον. Εἶτα βουλευσάμενοι ταύτην μου τὴν τιμὴν περιελεῖν, ἔδραμον ἐν δίψει τὴν ἐμὴν ἀπώλειαν θεάσασθαι διψῶντες. Ἀντὶ δὲ τοῦ, «ἐν δίψει, ἐν διαψεύσματι,» ὁ Ἀκύλας·
ὁ δὲ Σύμμαχος, «ἐν ψεύσματι·» ἡ δὲ πέμπτη ἔκδοσις, «ἐν ψεύδει·» καὶ πάλιν ἑτέρα ἔκδοσις, «ἐν δόλῳ,» ἡρμήνευσαν. Εἰκὸς οὖν καὶ ἐν τῇ καθ’ ἡμᾶς ἀναγνώσει κεῖσθαι μὲν πρότερον τὸ, «ἐν ψεύδει,» ἵν’ ᾖ τὸ λεγόμενον· «Ἔδραμον ἐν ψεύδει·» τουτέστιν οἱ ἐχθροί μου καὶ οἱ ἐπιβουλεύοντες, οὐ σὺν ἀληθείᾳ τὸν κατ’ ἐμοῦ δρόμον καὶ τὴν κατ’ ἐμοῦ σπουδὴν ἐποιοῦντο, ὅλους δὲ αὐτοὺς τῷ ψεύδει παραδόντες· σφάλμα δὲ γραφικὸν γεγονέναι ἐν τοῖς μετὰ ταῦτα συνέβη χρόνοις, ὥστε ἀντὶ τοῦ, «ἐν ψεύδει, ἐν δίψει» γραφῆναι. Πῶς δὲ ψευδόμενοι οἱ ἐπιβουλεύοντες ἔδραμον, διερμηνεύει λέγων ἑξῆς· «Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.» Ἀπατῶντες γὰρ, λόγοις γλυκέσιν ἐχρῶντο πρὸς τὸ καθελκῦσαί με καὶ καταβαλεῖν τῆς παρὰ τῷ Θεῷ στάσεως· διὸ εὐλογεῖν ἐδόκουν καὶ ἐπαινεῖν με, καὶ ἀποδέχεσθαι εἰς πρόσωπον· τὰ δὲ τῆς διανοίας αὐτῶν πεπλήρωτο καταρῶν, δι’ ὧν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, καὶ κατάρᾳ με ὑποβαλεῖν. Διδασκόμεθα δὲ διὰ τούτων ὅτι δὴ πάντες οἱ τοῖς τοῦ Θεοῦ ἀνθρώποις ἐπιβουλεύοντες οὐδὲν ἕτερον σπουδάζουσιν ἢ τῆς παρὰ τῷ Θεῷ τιμῆς γυμνῶσαι αὐτούς.
PG 23:593«Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.» Ἀρχόμενος μὲν ἔλεγεν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» ὥσπερ ἐνδυάζων ἔτι· ἐνταῦθα δὲ ἀποφατικῶς, βεβαιωθεὶς ἐκ τῶν εἰρημένων, τῇ ἑαυτοῦ ψυχῇ ἐπιθαρσῶν παρακελεύεται· διό φησι πρὸς αὐτήν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.» Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου·» ἐνταῦθα δέ· «Ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου.» Ὅμοιον δ’ ἂν εἴη τοῦτο τῷ φήσαντι· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Οὐ γὰρ παρ’ ἐμαυτοῦ κέκτημαι τὴν ἰσχὺν, ἀλλὰ παρὰ τοῦ ἐνδυναμοῦντός με· καὶ ἐνταῦθα, «Ἡ ὑπομονή μου» οὐκ ἐξ ἐμῆς, φησὶν, ἀρετῆς καὶ δυνάμεως συνέστηκεν, ἀλλὰ παρὰ τῆς αὐτοῦ χάριτος· «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου·» διόπερ ὡς Θεός μου καὶ Σωτήρ μου παρέχει μοι τὴν ὑπομονήν.
Εἶτ’ ἀνωτέρω μὲν ἔχεις τὸ, «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω·» ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, «οὐ σφαλήσομαι.» Πολλὴ δὲ διαφορὰ τοῦ φάσκοντος, «οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον,» καὶ τοῦ λέγοντος, «οὐ σφαλήσομαι,» καὶ, «οὐ μεταναστεύσω.» Τὸ μὲν γὰρ ἐδήλου σαλεύεσθαι μὲν, ἀλλ’ οὐκ ἐπὶ πλεῖον· ἐνταῦθα δὲ ἄρνησίς ἐστι παντελὴς τοῦ πταίσματος. «Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.» Καὶ ἐνταῦθα τὸ «Σωτήριον» ὁ Ἰησοῦς τῇ Ἑβραϊκῇ φωνῇ ὠνόμασται, καὶ τοῖς χαρακτῆρσι τοῖς αὐτοῖς ἐγγέγραπται. Ὥσπερ δὲ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων ἔγραφε· «Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτός ἐστιν ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν·» τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα λέλεκται· Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, καὶ ἡ βοήθειά μου καὶ ἡ ἐλπίς μου.
Ὡς εἰ λευκότερον τὸ σημαινόμενον ἀπὸ τῆς Ἑβραϊκῆς φωνῆς τέθειτο ἐν τῇ ἑρμηνείᾳ, οὕτως ἂν περιεῖχεν· Ἰησοῦς τὸ σωτήριόν μου ἐν τῷ Θεῷ τυγχάνων, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, αὐτός ἐστιν ἡ δόξα μου καὶ ὁ φύλαξ μου, καὶ ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἡ ἐν τῷ Θεῷ. Ταῦτα γὰρ πάντα ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ τοῖς εἰς αὐτὸν ἐλπίζουσι. Διὸ καὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ἐπὶ Θεῷ σωτήριόν μου καὶ δόξα μου, στερεὸς κράτους μου, ἐλπίς μου ἐν Θεῷ. Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν· ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν. Διάψαλμα.» Μνημονεύσας τοῦ Σωτηρίου, συνεῖδεν, ὅτι οὐ μόνον αὐτοῦ θεραπευτικὸν ἔσται, κοινὸν δὲ γενήσεται ἀγαθόν· διὸ ἐπ’ αὐτὸ συγκαλεῖ τοὺς πάντας, φιλαυτίαν μὲν ἐκτρεπόμενος, φιλανθρωπίαν δὲ καὶ τὴν πρὸς τοὺς πέλας ἀγάπην ἐνδεικνύμενος. Προσκαλεῖται τοίνυν ὡς ἐπὶ σωτήριον λιμένα φάσκων· «Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ἀμεριμνᾶτε ἐν αὐτῷ ἐν παντὶ καιρῷ, λαός.» Ἀμεριμνῶντας δὲ ἐν αὐτῷ καὶ ἐλπίζοντας, ἐξαπλοῦν προσήκει τοὺς λογισμοὺς καὶ τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ ὥσπερ ἰατρῷ τὰ πάθη. Διὸ ἐπιλέγει·
PG 23:595«Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν.» Ἔχοντες γὰρ, φησὶ, βοηθὸν, μηδὲν ὑποστέλλεσθε, μηδέ τι ἐν ταῖς διανοίαις ὑμῶν ὑποκρύπτετε, ἀναπετάσαντες δὲ τὰ ταμιεῖα τῆς ψυχῆς, τοὺς ἐν αὐτῇ κρυπτομένους λογισμοὺς ἀνακαλύπτετε, ὡς ἂν μόνῳ ἀγαθῷ καὶ δυνατῷ τὰ πάντα ἰᾶσθαι ἑαυτοὺς ἐμπιστεύοντες. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγῷ, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Καὶ ἐν τῷ λη ἐλέγετο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Καὶ πάλιν· «Πλὴν μάτην ταράσσονται·» καὶ, «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.» Κἀνταῦθα συμφώνως ἐκείνοις λέλεκται τὰ προκείμενα· δι’ ὧν διδασκόμεθα ἐπὶ μόνον τὸν Σωτῆρα ἐλπίζειν, κἀκεῖνον βοηθὸν ἐπιγράφεσθαι· ἐπειδὴ πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, κἂν ἄρχοντες εἶναι δοκοῖεν, κἂν πολλὰ δυνάμενοι κατὰ τὸν βίον, μάταιοι· ἢ κατὰ τὸν Σύμμαχον, «ἀτμὸς,» μετ’ ὀλίγον ἐσόμενοι «ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα, «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης,» καὶ ὅσα τοιαῦτα ἔγραφε.
Ψευδεῖς δέ εἰσι κατὰ δύο τρόπους οἱ υἱοὶ τῶν ἀνθρώπων· καθ’ ἕνα μὲν ψευδολογοῦντες καὶ μακρὰν τῆς ἀληθείας ἀπεῤῥιμμένοι· κατὰ θάτερον δὲ ἀπάταις καὶ ψευδολογίαις πλανῶντες τοὺς πιστεύοντας αὐτοῖς. Διὸ οὐ προσήκει τοῖς τοιούτοις ἑαυτοὺς ἐκδιδόναι· ψεύδεσθαι γὰρ εἰώθασι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· ἀλλὰ καὶ ζυγοὶ τῆς αὐτῶν ψυχῆς οὐδὲν δίκαιον οὐδὲ ἰσόῤῥοπον περιέχουσιν· ἑτεροκλινεῖς δὲ ὄντες, τἀναντία τῷ δικαίῳ πράττουσι. Τούτοις οὖν τοῖς ἀδίκοις αὐτῶν ζυγοῖς τὴν ματαιότητα περιέπουσι, τὴν ἀλήθειαν καὶ τὸν ταύτης Θεὸν ἀποστρεφόμενοι· διὸ οὐ προσήκει αὐτοῖς ἐμπιστεύειν· μόνον δὲ τὸν λεχθέντα Σωτῆρα βοηθὸν ἐπιγράφεσθαι. «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ.» Καὶ ἐν τῷ λη συγγενῶς τούτοις ἐλέγετο· «Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Ἐπεὶ τοίνυν ὁ θησαυρίζων ἐπὶ τῆς γῆς, καὶ πολλὰ χρήματα συνάγων, εἰς μάταιον συνάγει· οὔτε γὰρ ἐξ ἅπαντος αὐτὸς αὐτῶν ἀπολαύσει, πταρμοῦ τάχιον τοῦ βίου μεθιστάμενος, οὔτε ὁποῖον ἕξει διάδοχον ἀκριβῶς πέπεισται· τί καὶ θορυβεῖται μάτην;
Πολλοὶ γοῦν ἢ καὶ σχεδὸν οἱ πάντες σφᾶς αὐτοὺς ἠπάτησαν, υἱοῖς μὲν καὶ φιλτάτοις τὸν αὐτῶν πλοῦτον καταλιπεῖν προσδοκήσαντες, ἀγνοήσαντες δὲ τὸ μέλλον καὶ ἀστοχήσαντες τοῦ σκοποῦ. Μάτην οὖν ταράττονται ἀληθῶς θησαυρίζοντες, καὶ οὐ γινώσκοντες τίς συνάξει αὐτά. Διὸ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν καὶ τὰ ἐξ ἀδικίας ποριζόμενα. μηδὲ πλοῦτος ἐὰν ῥέῃ ποταμηδὸν φερόμενος, ἐπαίρεσθαι. Εἰ δὲ προσήκει καὶ διὰ πλούτου ποτὲ ἀγαθήν τινα πορίζεσθαι ἐλπίδα, δικαίῳ χρησάμενοι πλούτῳ τῷ ἐκ Θεοῦ πολλάκις παρεχομένῳ· καὶ ζυγοῖς ὀρθοῖς καὶ ἰσοστασίοις, δεξιαῖς, ὦ οὗτοι, χρήσασθε πράξεσι, θησαυρίζοντες ἑαυτοῖς θησαυροὺς ἐν οὐρανοῖς, καὶ σπείροντες ἐν εὐλογίαις κατὰ τὸ λελεγμένον· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Αὕτη γὰρ μόνη ἐλπὶς ἀγαθή· ἄλλως δὲ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν, μηδὲ ἐπὶ τοῖς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συναγομένοις χρήμασι μέγα φρονεῖν·
PG 23:597ἀλλὰ καὶ εἰ συμβαίη ποτὲ εὐροεῖν ἡμῖν τὰ πράγματα, καὶ ἀκωλύτως φέρεσθαι πανταχόθεν τὸν πλοῦτον ποταμοῦ δίκην ῥέοντα, καὶ ὅθεν οὐκ ἄν τις ἀδικήσειε, φορᾷ τινι ἀδοκήτῳ φερόμενον, μὴ πάντως ἐκ Θεοῦ τοῦτο γίνεσθαι καὶ νόμιζε, μηδὲ μακάριζε σεαυτὸν ἀπατώμενος τῇ διανοίᾳ καὶ προστιθέμενος ὡς ἀγαθῷ τῷ πλούτῳ. Γίνωσκε δὲ, ὅτι ῥευστῆς ὢν φύσεως, ὥσπερ ῥέων φέρεται, οὕτω καὶ ἀποῤῥεῖ· οὐδὲν δὲ βέβαιον οὐδὲ στεῤῥὸν καὶ ἀσφαλὲς κεκτημένος. Θαυμαστῶς δὲ τῷ τῆς ῥοῆς ὀνόματι κέχρηται, «Πλοῦτος ἐὰν ῥέῃ,» φήσας· κατὰ δὲ τὸν Σύμμαχον· «Πλοῦτος, φησὶν, ἐὰν καρποφορῇ, μὴ τάσσετε τὴν καρδίαν.» Ἀλλ’ ἐπὶ τίνα δεῖ τάσσειν τὴν καρδίαν καὶ τίνι προςτίθεσθαι, εἴρηται πολλάκις ἐν τῷ, «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ πάλιν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου· αὐτὸς γὰρ Θεός μου καὶ Σωτήρ μου καὶ ἀντιλήπτωρ μου·» καὶ, «Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαοῦ.» Οὐκοῦν, ἔχοντες τὸν μέγαν πλοῦτον καὶ τὸν ἀληθινὸν θησαυρὸν, μὴ ἐλπίσωμεν ἐπὶ τῷ ματαίῳ καὶ ῥευστῷ καὶ ἀδίκῳ πλούτῳ· μάταιοι γὰρ ἀληθῶς πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπὶ τούτῳ πεποιθότες. «Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα·
ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοὶ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τοσαῦτα προπαιδεύσας ὁ λόγος, ἀκολούθως τῆς τοῦ Θεοῦ δικαιοκρισίας ὑπομιμνήσκει· ὡς ἂν, ταύτην πρὸ ὀφθαλμῶν θέμενοι, μήτε τῇ ἀδικίᾳ μήτε τοῖς ἁρπάγμασι, μήτε τῷ προσκαίρῳ καὶ τυφλῷ πλούτῳ ἑαυτοὺς ἐπιδίδωμεν. Οὐ γὰρ ἅπαξ μόνον περὶ τῆς κρίσεως ὁ Θεὸς διεστείλατο, ἀλλὰ καὶ δεύτερον. Καὶ ταῦτα, φησὶν, αὐτὸς ἐγὼ ἤκουσα ἀκριβῶς, τὸν νοῦν ἐπιστήσας τοῖς δυσὶ τούτοις παραγγέλμασιν. Ἅπαξ γὰρ ἐλάλησεν ὁ Θεὸς, ἀλλ’ ἐγὼ δύο ταῦτα ἤκουσα· ἐλάλησε γὰρ καὶ διὰ προφητῶν, ἐλάλησε καὶ διὰ ἀποστόλων· καὶ τὸν ἕνα λόγον τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ ὁρισθέντα καὶ διὰ παλαιᾶς Διαθήκης καὶ διὰ τῆς καινῆς ἤκουσα. Τίς δὲ ἦν οὗτος, ἀλλ’ «Ὅτι τὸ κράτος τοῦ Θεοῦ καὶ σοὶ, Κύριε, τὸ ἔλεος,» καὶ, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;» Ἔλεος δὲ, φησὶ, καὶ κράτος· τὸ μὲν κράτος πρὸς τὸ τιμωρεῖσθαι καὶ ταπεινοῦν τοὺς ἀφηνιῶντας, τὸ δὲ ἔλεος πρὸς τὸ σώζειν τοὺς εἰς αὐτὸν ἠλπικότας. «Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν,» φησὶν ὁ Ἀπόστολος·
ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν διὰ τοῦ κράτους, ἐπὶ δὲ σὲ χρηστότης διὰ τοῦ ἐλέους. Ταῦτ’ εἰπὼν, ἄνω τὸ πρόσωπον ἀνατείνας, προσφθέγγεται τῷ Θεῷ λέγων· «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ὁ Ἀκύλας δὲ τὰ προκείμενα τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ἐλάλησεν ὁ Θεὸς, καὶ δεύτερον ἐπήκουσα· ὅτι ἡ ἰσχὺς τοῦ Θεοῦ, καὶ σοὶ, Δέσποτα, τὸ ἔλεος. Σὺ δὲ ἀπόδος κατὰ ἄνδρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.»

Psalm of David when he was inΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΕΝ ΤΩ ΕΙΝΑΙ ΑΥΤΟΝ ΕΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:599ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΕΝ ΤΩ ΕΙΝΑΙ ΑΥΤΟΝ ΕΝ ΤΗ ΕΡΗΜΩ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΞΒ «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.» Φεύγων ὁ Δαυὶ̈δ παραγίνεται πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἔνθεν πρὸς Ἀχοῦς τὸν βασιλέα Γὲθ, κἀκεῖθεν εἰς Μάσσηφα τῆς Μωάβ. Συνὼν δὲ αὐτῷ Γὰδ ὁ προφήτης, παραινεῖ μὴ ποιεῖσθαι παρὰ τοῖς ἀλλοφύλοις τὰς διατριβάς. Διὸ μεταστὰς ἐντεῦθεν, τὴν ἐρημίαν τῆς Ἰουδαίας οἰκεῖ· ὅτε καὶ ἱστορεῖ λέγουσα ἡ Γραφή· «Καὶ ἐκάθισε Δαυὶ̈δ ἐν τῇ ἐρήμῳ Μασσενὲθ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.» Ἐν τούτοις ὢν, τὸν προκείμενον ψαλμὸν συντάττει, τὸν καιρὸν διὰ τῆς προγραφῆς σημήνας.
Διὸ εἴρηται, «Ψαλμὸς τῷ Δαυὶ̈δ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.» Εὔλογον δὲ ἐνταῦθα γενομένους ἐπισημήνασθαι πάλιν, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ τοῖς χρόνοις. Αὐτίκα γοῦν ἡ μὲν ἱστορία πρώτην περιέχει τὴν διήγησιν καθ’ ἣν ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς τὸν οἶκον Δαυὶ̈δ, τοῦ θανατῶσαι αὐτόν· ὅτι Μελχὸλ ἡ γυνὴ αὐτοῦ καθῆκεν αὐτὸν διὰ τῆς θυρίδος· ἡ δὲ τῶν ψαλμῶν γραφὴ ἐν τῷ νη ταύτης μέμνηται τῆς πράξεως. Εἶθ’ ἑξῆς ἡ μὲν Γραφὴ τῶν ἱστοριῶν διδάσκει, ὡς ἔρχεται Δαυὶ̈δ εἰς Νοβᾶ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ταύτης μέμνηται τῆς. πράξεως ἐν τῷ λγ ψαλμῷ. Καὶ πάλιν ἡ μὲν γραφὴ τῶν Βασιλειῶν φησι· «Καὶ ἀπηλλάγη Δαυὶ̈δ ἐντεῦθεν, καὶ ἔρχεται, καὶ διεσώθη εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ·» ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ νϛ μέμνηται τῆς τάξεως. Καὶ αὖθις μετὰ ταῦτα ἡ μὲν γραφὴ τῶν Βασιλειῶν τοῦ Δωὴκ μέμνηται, ὡς διαβέβληκε τῷ Σαοὺλ τὸν ἱερέα Ἀχιμέλεχ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ να τοῦτον σημαίνει τὸν χρόνον.
Γνοὺς δὲ ὁ Δαυὶ̈δ τὴν τοῦ Δωὴκ διαβολὴν, φεύγει καὶ παραγίνεται εἰς τὴν ἔρημον τῆς Ἰουδαίας, ὅτε καὶ συντάττει τὸν μετὰ χεῖρας ψαλμόν. Καὶ ἡ μὲν γραφὴ τῶν Βασιλειῶν μετὰ τὸν χρόνον τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβ, πράξεών τινων μέμνηται, ὡς οἱ Ζιφαῖοι διαβάλλουσι τῷ Σαοὺλ τὸν Δαυί̈δ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν τούτων μέμνηται ἐν τῷ νγ, ὃς ἐπιγράφεται, «Εἰς τὸ τέλος ἐν ὕμνοις, συνέσεως τῷ Δαυὶ̈δ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Ἰδοὺ Δαυὶ̈δ κέκρυπται παρ’ ἡμῖν. «Καὶ ὁ νε ἐπιγέγραπται· «Ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.» Τοῦτο δὲ ἡ τῶν Βασιλειῶν γραφὴ ἐν ὑστέροις τίθησι τῆς ἱστορίας. Ὁρᾷς ὅπως τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα τέτακται; ὡς εἰ κατὰ ἀκολουθίαν τῶν χρόνων τέθειτο, πρῶτος ἂν τέτακτο ὁ νη, ἑξῆς τούτῳ ὁ λγ, καὶ τρίτος καὶ μετὰ τούτων ὁ νϛ, καὶ τούτοις τέταρτος ὁ να, εἶτ’ ἀκολούθως πέμπτος ὁ ξβ, καὶ ἕκτος ὁ νγ, καὶ μετὰ πάντας τούτους ὁ νε. Μετὰ δὲ τὸν θάνατον τοῦ Σαοὺλ πρῶτον ψάλλει τὸν νθ, ἡνίκα ἐπάταξεν Ἰωὰβ τὴν φάραγγα τῶν Ἁλῶν, καὶ ὑποχειρίους εἷλε τοὺς Μωὰβ ιβ χιλιάδας. Τὸν δὲ ν·
PG 23:601μετὰ ταῦτα, ὅτε ἦλθε πρὸς αὐτὸν Ναθὰν ὁ προφήτης, ἡνίκα καὶ εἰσῆλθε πρὸς Βηθσαβεέ. Εἶτα τὸν τρίτον συντάττει, ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· καὶ μετὰ ταῦτα τὸν ζ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεί. Τίς οὖν οὐκ ἂν τὴν τούτων ζητήσειεν αἰτίαν; Οὐ γὰρ ἔχει λόγον τὸ μὴ διά τινας ἀναγκαίας ὑποθέσεις ταῦτα τοῦτον διατετάχθαι τὸν τρόπον. Ἄλλος μὲν οὖν τοὺς ἀριθμοὺς αὐτοὺς οἰήσεται ἔχειν τινὰ δύναμιν· διὸ καταλλήλως ἑκάστῳ ἀριθμῷ ἐφηρμόσθαι τὴν διάνοιαν τῶν ἐμφερομένων λόγων· οἷον ὡς ἐπὶ παραδείγματος ὁ ν ἀριθμὸς τὸν περὶ ἀφέσεως ἁμαρτημάτων λόγον περιέχει διὰ τὴν ἐν τῷ νόμῳ φερομένην πεντηκονταετηρίδα, ἣν Ἰωβηλαῖον παῖδες Ἑβραίων ἐκάλουν, ἐν ᾧ ἀφέσεις καὶ συγχωρήσεις ἐγένοντο τοῖς χρεωφειλέταις, ἐλευθερία τε οἰκέταις, καὶ ἄλλα τινὰ τοιαῦτα πράττειν νενομοθέτητο. Τούτου χάριν τὴν ἐξομολόγησιν τοῦ πλημμελήματος ὑπὲρ συγχωρήσεως καὶ ἀφέσεως ἁμαρτιῶν τῷ ν ψαλμῷ ἐφήρμοσεν. Οὕτως οὖν καὶ ἐφ’ ἑκάστῳ ψαλμῷ κατά τινας λόγους τῇ τῶν ἀριθμῶν δυνάμει τὰς οἰκείας διανοίας εἴποι ἂν ἐφηρμόσθαι. Ἀλλ’ ὁ ταῦτα λέγων οὔ μοι δοκεῖ τυγχάνειν τοῦ σκοποῦ·
πρῶτον μὲν ὅτι οὐδὲ ὅλως ἀριθμός τις ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν φέρεται· ἄνευ δὲ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν· εἶθ’ ὅτι διαφόρως οἱ μὲν εἰσὶ συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐτίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὴν ἀρχὴν τῆς βίβλου συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ θ συνημμένος παρ’ ἡμῖν ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη ε διῄρηται, καθὼς ἤδη πρότερον εἴρηται. Ὧν οὕτως ἐχόντων, σχολάζοι ἂν ἡ προλεχθεῖσα τῶν ἀριθμῶν θεωρία. Ποῖον δὲ καὶ λόγον εἴποι ἄν τις ἔχειν, φέρ’ εἰπεῖν, τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβ, τὴν διάνοιαν πρὸς τὸν τοιόνδε ἀριθμὸν ἐφαρμόττειν, ἢ τῶν ἐφ’ ἑκάστῳ τῶν ρν ἀριθμῶν ἴδιον ἀφοριεῖσθαι νοῦν προσήκοντα τῷ τοιῷδε, ἢ τῷ τοιῷδε ἀριθμῷ; ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλοι παραδεχέσθω. Ἐγὼ δὲ ἡγοῦμαι τῆς τῶν ἐγγεγραμμένων διανοίας ἕνεκεν ἐφεξῆς ἀλλήλων τοὺς ψαλμοὺς κεῖσθαι κατὰ τὸ πλεῖστον, οὕτως ἐν πολλοῖς ἐπιτηρήσας καὶ εὑρών· διὸ καὶ συνῆφθαι αὐτοὺς ὡσανεὶ συγγένειαν ἔχοντας καὶ ἀκολουθίαν πρὸς ἀλλήλους. Ἔνθεν μὴ κατὰ τοὺς χρόνους ἐμφέρεσθαι, ἀλλὰ κατὰ τὴν τῆς διανοίας ἀκολουθίαν.
PG 23:603Δέδεικται δὲ τοῦτο ἤδη πρότερον καὶ ἀπὸ πλειόνων μὲν ἑτέρων, μάλιστα δὲ ἀπὸ τοῦ μα μέχρι τοῦ ν, ἐν οἷς ἀποδεικτικῶς παρεστήσαμεν τοὺς μὲν ἐπιγεγραμμένους τῶν υἱῶν Κορὲ πολλὴν σώζειν ἀκολουθίαν πρὸς τὸν νοῦν τὸν ἐξ αὐτῶν δηλούμενον· ἐφεξῆς δὲ τούτοις κείμενον τὸν τοῦ Ἀσὰφ καὶ πάλιν τούτων συνημμένην τοῦ Δαυὶ̈δ τὴν ἐξομολόγησιν τὴν ἐν τῷ ν φερομένην, ἀβίαστον τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν παρέχειν. Μία μὲν οὖν αὕτη ἡ αἰτία, ὡς ἐμοὶ δοκεῖ, τῆς ἀκολουθίας γένοιτ’ ἂν τῶν ψαλμῶν· ἔχω δὲ καὶ ἄλλην εἰπεῖν. Πολλῆς γὰρ εἰδωλολατρείας κατακρατησάσης τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρίων γραφῶν ἡ τῶν Βασιλειῶν ἱστορία διδάσκει· ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωϋσέως νόμου, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας σώζεσθαι παρ’ αὐτοῖς. Οὕτω γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ. Οὐδὲν οὖν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν, καὶ τὰ ἐμφερόμενα τῇ βίβλῳ τῶν Ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις.
Μετὰ δὲ ταῦτα εἴτε Ἔσδραν, εἴτε τινὰ ἕτερον προφητῶν, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μετά τε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους. Κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ Δαυὶ̈δ ἐφεξῆς κεῖσθαι τοὺς πάντας· ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος καὶ Μωϋσέως, Αἰθάν τε καὶ Αἰμὰν, καὶ πάλιν τοῦ Δαυὶ̈δ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ’ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ’ οὓς εὕρηνται. Ἔνθεν συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας ἀναληφθῆναι πρώτους, καὶ τοὺς τοῖς χρόνοις προτέρους, μετὰ ταῦτα εὑρημένους, ἐν δευτέρᾳ καταταγῆναι χώρᾳ. Ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν προταθεῖσαν ζήτησιν ἐξ εἰκότων εἰρήσθω. Ἤδη δὲ καὶ τῶν ἐμφερομένων ἐν τῷ μετὰ χεῖρας ψαλμῷ ἐφάψασθαι καιρός. Πλανώμενος Δαυὶ̈δ ὁμοίως τοῖς λοιποῖς προφήταις ἐν ἐρημίαις καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, τοῖς τε τῆς ἀνεξικακίας πόνοις ἐγγυμναζόμενος, καὶ τὸν μετὰ χεῖρας ᾖδε ψαλμὸν, τῇ κατὰ Θεὸν ἀνατιθεὶς φιλοσοφίᾳ τὴν ἐπὶ τῆς ἐρήμου σχολήν·
καὶ τὸν ἑαυτοῦ περὶ τὰ θεῖα ἔρωτα διεγείρων, ὁμολογεῖται διψῇν τοῦ τῆς ἀθανασίας πόματος· διὸ ἐβόα πρὸς τὸν Θεὸν λέγων· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Ἀντὶ δὲ τοῦ, «πῶς ἁπλῶς σοι ἡ σάρξ μου,» ὁ μὲν Ἀκύλας, «ἐπετάθη σοι ἡ σάρξ μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, «Ἱμείρεταί σε ἡ σάρξ μου·» ὥστε οὐχ ἡ ψυχὴ μόνη τοῦ Δαυὶ̈δ πρὸς τὸν Θεὸν τέτατο, ἀλλὰ καὶ αὐτὴ ἡ σὰρξ καὶ τὸ σῶμα αὐτοῦ, ἁγνεύοντος δηλαδὴ καὶ καθαρεύοντος διὰ τὸ τῷ Θεῷ σχολάζειν. Καὶ τὸ λέγειν δὲ, «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» παραστατικὸν ἦν τῆς νυκτερινῆς καθαρότητος. Οὐδεὶς γὰρ ἐν κοίταις καὶ ἀσελγείαις ῥυπάνας ἑαυτοῦ τὴν ψυχὴν, καὶ τὸ σῶμα μιαρὸς ὢν καὶ ἀκάθαρτος, οἷός τ’ ἂν εἴη τὰς τοιαύτας προσίεσθαι φωνάς. Πλὴν ὁ μέγας Δαυὶ̈δ πεπαῤῥησιασμένῃ συνειδήσει οὐχ ἀπλῶς τὸν Θεὸν ἀνεκαλεῖτο, λέγων, «Ὁ Θεός·» δεύτερον δὲ ὡς ἑαυτοῦ ἴδιον ὄντα ἐπεγράφετο· διὸ προστίθησι φάσκων· «Ὁ Θεός μου.» Εἶτ’ ἐπειδήπερ ἑαυτοῦ Θεὸν ἀναγορεῦσαι αὐτὸν τετόλμηκε, τῆς τόλμης τὴν αἰτίαν διδάσκει λέγων, «Πρὸς σὲ ὀρθρίζω.
PG 23:605Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Διὰ ταῦτα γὰρ Θεόν μου προσεῖπον, ἐπειδήπερ οὐδενὸς τῶν ἐπιγείων, ἀλλ’ οὐδὲ τῶν ὀφθαλμοῖς σαρκὸς ὁρωμένων περιέλκει με πόθος. Ὥσπερ δὲ ὁ Ἀπόστολος, «Ζῶ, φησὶν, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» τοιαύτῃ διανοία καὶ Δαυὶ̈δ τῷ Θεῷ ἔλεγε· «Πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» Ὡσεὶ καὶ χώρα τις, μὴ τυχοῦσα τοῦ συνήθους ὑετοῦ, διψῇν λέγοιτο τούτου· τὸν αὐτὸν δὲ τρόπον ἐδίψησέ σοι, ἢ ἱμείρεταί σε πρὸς τῇ ψυχῇ μου καὶ αὐτὴ ἡ σάρξ μου, πολυπλάσιον ὡς διψῶσα. Ὥσπερ γὰρ φυσικοῖς λόγοις τὴν γῆν αὐτήν φαμεν διψῇν ὕδατος, οὕτω καὶ ἡ σάρξ μου ἐδίψησέ σοι, φησί· διὸ ἐπιφέρει· «Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ,» ἢ κατὰ τὸν Σύμμαχον· «Ὡς ἐν γῇ διψάδι καὶ ἐκλύσει μὴ ὑπάρχοντος ὕδατος.» Δύναται δὲ καὶ τὴν ἔρημον αὐτὴν σημαίνειν διὰ τούτων, ἐν ᾗ φεύγων τὸν Σαοὺλ τὰς διατριβὰς ἐποιεῖτο. Πάντως γάρ που ἐν ταύτῃ τυγχάνων καὶ μακρὰν ἀπῳκισμένος τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ τῆς τοῦ ἁγιάσματος σκηνῆς, ἐν ᾗ τὰς κατὰ νόμον ἐποιοῦντο λατρείας, τούτων ἐπόθει τὴν θέαν.
Ὥσπερ δὲ γῆ διψῶσα ὕδατος ὀρέγεται, οὕτω, φησὶ, καὶ ἡ ἐμὴ ψυχὴ τὰ σοὶ τῷ Θεῷ ἀρεστὰ καὶ φίλα διψεῖ· ὡς ἐκλείπειν καὶ ἐκτήκεσθαι, εἰ μὴ μεταλάβοι τῆς παρὰ σοὶ πηγῆς· περὶ ἧς εἴρηται. «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Διὸ ἐδίψησέ σοι ἡ ψυχή μου.» Ἐδίψησε δὲ πῶς, ἑρμηνεύει λέγων ἑξῆς· «Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,» ὡσεὶ ἔλεγε τοῦτο· Ἐδίψησεν ἡ ψυχή μου τὸ ὀφθῆναί σοι ἐν τῷ σῷ ἁγιάσματι, «τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.» Τοιοῦτον δέ ἐστι καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ.» Γενόμενος γὰρ ἐν τῷ ἁγίῳ σου, περὶ οὗ εἴρηται ἐν ἑτέρῳ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,» πρῶτον μὲν αὐτὸς ὀφθήσομαί σοι, δοκιμασθησόμενος εἰ ἄξιος εἴην τῆς σῆς θέας. Εἶτα ἄξιος ὀφθεὶς, ὄψομαι τὴν δύναμίν σου καὶ τὴν δόξαν σου· ὧν ἀδύνατόν ἐστιν εἰς θεωρίαν ἐλθεῖν, μὴ οὐχὶ πρότερον ἐν τῷ ἁγίῳ γενόμενον, καὶ πρῶτον ὀφθέντα ἄξιον τῶν τοῦ Θεοῦ ἀγαθῶν. Μετὰ γὰρ ταῦτα ὄψεταί τις, ὡς ἂν ἤδη δεδοκιμασμένος, τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ. Καὶ τέλος τῶν ἀγαθῶν τοῦτ’ ἂν εἴη τὸ ἐν θεωρίᾳ τούτων γενέσθαι·
διὸ λέλεκται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Τοῦτο οὖν ἐδίψησεν ἡ ψυχὴ τοῦ Δαυί̈δ· διὸ ἔλεγεν· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.» Ὁ τὴν φύσιν τοῦ θνητοῦ βίου κατανοήσας, καὶ τὴν πρόσκαιρον ζωὴν ὅση τίς ἐστι καὶ ὁποία ἐξητακὼς, ἀποστρέφεται μὲν ταῦτα ὡς μικρὰ καὶ οὐδενὸς λόγου ἄξια· ὅλος δὲ τῆς ἄνω ἐλπίδος γενόμενος, ἐκείνης τυχεῖν εὔχεται, ἐλέῳ Θεοῦ χορηγουμένης. Οὐ γὰρ δὴ κατὰ ὀφειλὴν, οὐδὲ κατ’ ἀξίαν τῆς ἑαυτοῦ δικαιοσύνης τεύξεταί τις τῶν ἐπουρανίων. Διόπερ ἀλλαχοῦ που εἴρηται· «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;» τὸ δὲ πᾶν ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δωρεῖται, τοῖς σμικρὰ κατωρθωκόσι τὰ μεγάλα χαριζομένου. Ὃ δὴ σημαίνει ὁ παρὼν λόγος φάσκων· «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.» Κἂν γὰρ μακρόβιος καὶ μακροχρόνιος ἐπὶ τοῦ παρόντος γένηταί τις, ὥσπερ πολλὰς ζωὰς ἐν πολλαῖς ἐτῶν περιόδοις κτησάμενος· ἀλλ’ οὐδέν ἐστι ταῦτα συγκρινόμενα πρὸς τὸ ἔλεος τοῦ Θεοῦ, τὸ τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπουρανίων ἀγαθῶν αἴτιον.
PG 23:607Διόπερ καὶ τῷ σῷ ἐλέῳ ἐπιθαρσήσας, πᾶσάν μου τὴν παροῦσαν ζωήν σοι ἀναθήσω, ὥσπερ τινὰ τίμια ἀναθήματα, καὶ πολυτελῆ κειμήλια τὰ μέλη μου καὶ τὰ αἰσθητήρια τῇ σῇ ἀφορίσας λειτουργίᾳ. Διὸ τὰ μὲν χείλη μου οὐδὲν ἕτερον λαλήσει, ἁγνεύσει δὲ καὶ καθαρὰ φυλαχθήσεται, εἰς τὸ σχολάζειν τοῖς σοῖς ὕμνοις καὶ λόγοις· ἡ δὲ ζωή μου αὕτη περὶ τὸ εὐλογεῖν σε πάντοτε νύκτωρ καὶ μεθ’ ἡμέραν ἀσχοληθήσεται· καὶ τὰς χεῖρας δὲ τοῦ σώματός μου, τάς τε διὰ τούτων ἐπιτελουμένας πράξεις, ἐν τῷ ὀνόματί σου ἀρῶ μετεωρίζων εἰς ὕψος, καὶ σοὶ καθαρὰς πάσης παρανόμου πράξεως ἐπιδεικνὺς αὐτὰς κατὰ τὸν φήσαντα· «Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.» Οὕτως δὲ τὰ χείλη μου καὶ αἱ χεῖρες ἀφορισθήσονταί σοι, ὡς τὰ μὲν χείλη θυμιάματος εὐώδους τὸ μηθὲν διαφέρειν, τὰς δὲ χεῖρας θυσίας ἐνεργοῦς καὶ ἀληθινῆς μὴ λείπεσθαι· ὡς εἰπεῖν με εὐκαίρως περὶ μὲν τῶν χειλέων μου τὸ, «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου·» περὶ δὲ τῶν πράξεών μου τὸ, «

The lifting up of my hands as an evening sacrificeἜπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Καὶ ἡ μὲν σὰρξ καὶ τὸ σῶμα οὕτως ἀνατεθήσεται τῇ σῇ λειτουργίᾳ·
ἡ δὲ ψυχή μου πλείονος μεθέξει δυνάμεως· διὸ καὶ περὶ αὐτῆς φημι· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.» Οὐκέτι γὰρ ὁμοίως τῷ σώματι καὶ ἡ ψυχὴ χείλεσιν οὐδὲ χερσὶν, οὐδὲ κατά τι μέρος ἢ μέλος ἕτερον, ὅλη δὲ αὕτη καθ’ ἑαυτὴν ὑπὲρ πᾶσαν ὁλόκαυτον θυσίαν, καὶ ὑπὲρ πᾶν ζῶον εὐτραφὲς πιότητος καὶ στέατος γέμον, σοὶ τῷ Θεῷ προσενεχθήσεται, μόσχου καὶ ταύρου, καὶ παντὸς ἀλόγου ζώου τιμιωτέρα παρὰ σοὶ λελογισμένη. Διὸ καὶ ταύτην σοι πιοτάτην καί σοι προσφιλῆ θυσίαν, λέγω δὲ τὴν ἐμαυτοῦ ψυχὴν, ἀναθήσω. Ἐπὶ τούτοις τε χάριτας ὁμολογῶν ὅλῳ τῷ στόματι καὶ αὐτοῖς χείλεσι χαρᾶς πεπληρωμένοις ἀνυμνήσω σε· διό φημι· «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου·» ἢ κατὰ τὸν Σύμμαχον· «Καὶ διὰ χειλέων εὐφήμων ὑμνήσει τὸ στόμα μου.» «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ, ὅτι ἐγενήθης βοηθός μου. Καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβων ὁ θαυμάσιος Δαυὶ̈δ, οὐ ζῶα θύειν ἐπαγγέλλεται, οὐδὲ τὰς ἐξ ἀλόγων θρεμμάτων θυσίας, τὰς δὲ προλεχθείσας διὰ λόγων καὶ πράξεων, καὶ ψυχῆς αὐτῆς. Εἶτ’ ἐπὶ τούτοις τῷ Θεῷ δείκνυσιν ὅπως ἀνέκειτο σωφροσύνῃ καὶ παντελεῖ ἁγνείᾳ· διό φησιν· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε.» Οὐ γὰρ ἄλλως, φησὶν, οἷός τε ἤμην πρὸς σὲ ὀρθρίζειν, οὐδὲ λέγειν εὐχόμενος· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» εἰ μὴ καθαρὰν ἐκεκτήμην τὴν στρωμνήν. Ἐγινώσκετο δέ μου ἡ καθαρότης οὐκ ἄλλοθεν ἢ ἀπὸ τοῦ κατὰ τὸν ὄρθρον τὰ σὰ μελετᾷν λόγια. Δῆλον γὰρ ἦν ἐκ τούτου μηδ’ ἄλλο τι πράττειν με τὰς νύκτας, ἢ σὲ τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχειν. Κατὰ δὲ τὸν Σύμμαχον λέγοντα, «καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε,» καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, «ἐν φυλακαῖς φθέγγομαι ἐν σοὶ,» δηλοῦν ἔοικε τὰς νυκτερινὰς ὥρας ἀσκεῖσθαι ταῖς τῶν θείων Γραφῶν μελέταις. Διῄρηται μὲν γὰρ ὁ πᾶς τῆς νυκτὸς χρόνος εἰς φυλακὰς διαφόρους·
PG 23:609οὕτω γοῦν εἴρηται ἐν εὐαγγελίοις τετάρτῃ φυλακῇ ἐληλυθὼς ὁ Σωτὴρ πρὸς τοὺς μαθητάς. Καὶ ἀλλαχοῦ δὲ αὐτός φησι· «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ φυλακῇ ὁ Κύριος ὑμῶν ἔρχεται·» καὶ πάλιν· «Ἐκεῖνο δὲ γινώσκετε, ὅτι, εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται.» Ὁ δέ γε θεοφιλὴς καὶ τῷ Θεῷ ἀνακείμενος, ἀναμιμνησκόμενος ἐπὶ τῆς ἑαυτοῦ στρωμνῆς τοῦ Θεοῦ, ἄσπιλόν τε αὐτὴν καὶ ἁγνὴν, καὶ ἀμίαντον φυλάττων, καθ’ ἑκάστην φυλακὴν τῆς νυκτὸς ἀνιστάμενος, εὐχαῖς προσεῖχε, καὶ τοῖς θείοις ἐνησκεῖτο μαθήμασιν· ὃ δὴ διδάσκων κατὰ τὸν Σύμμαχον ἔλεγεν· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ’ ἑκάστην φυλακὴν ἐμελέτων.» Εἰς σὲ γὰρ αὐτὸν ἐμελέτων τὸν Θεὸν ἀντὶ πάσης βίβλου καὶ γραφῆς, ἄνω πρὸς σὲ τὸν νοῦν τεταμένος, μελετῶν τε καὶ ἀναμιμνησκόμενος ὅσων ἠξιώθην ὑπὸ σοῦ εὐεργεσιῶν, καὶ ὡς γέγονάς μου πάντοτε βοηθὸς, καὶ ἐκ μυρίων με πειρασμῶν διέσωσας, καὶ ὡς ἐκσπάσας με ταῖς σαυτοῦ πτέρυξι, δηλαδὴ ταῖς δυνάμεσι τῆς σαυτοῦ προνοίας·
ἅτινα ἀναπεμπαζόμενος τῇ μνήμῃ, χαρᾶς ἐπληρούμην, ἢ ἀνηυφήμουν σε τὸν Θεὸν κατὰ τὸν Σύμμαχον φήσαντα, «καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου ἀνηυφήμουν.» Μελετῶν δὲ τὰ σὰ λόγια καθ’ ἑκάστην φυλακὴν τῆς νυκτὸς, κἄπειτα ἀκούσας τοῦ φήσαντος θείου νόμου· «Ὀπίσω Κυρίου τοῦ Θεοῦ σου πορεύσῃ,» καὶ πρὸς αὐτὸν «κολληθεὶς, ἢ διατεθεὶς τὴν ψυχὴν πειθήνιος γέγονα τῷ νόμῳ, ὅλος τε εἰχόμην τοῦ πράγματος, πάντα τε ἡγησάμενος, μᾶλλον δὲ ἀποστραφεὶς τὰ μετὰ τὸν Θεὸν πάντα, ἀνώτερος καὶ ὑψηλότερος τῷ πόθῳ τῆς ψυχῆς κατέστην, καὶ σοὶ τῷ Θεῷ μου συνήφθην, ὡς εἰπεῖν μὴ ψευσάμενον· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Εἰς τοσαύτην δὲ ἤλασα προκοπὴν καὶ εἰς τοσοῦτον μέγεθος ἀρετῆς προῆλθον, οὐκ ἐμαυτοῦ δυνάμει χρησάμενος, ἀλλὰ τῇ σῇ δεσποτείᾳ· σὺ γὰρ αὐτὸς τῷ σῷ ἐλέῳ τοῦτό μοι ἐδωρήσω. Ὁρῶν γάρ μου τὸν περὶ σὲ πόθον καὶ ἀποδεξάμενος αὐτὸν, κατηξίωσας τὴν σαυτοῦ δεξιὰν ἐκτείνας ἐπιλαβέσθαι μου καὶ ἀνελκῦσαι ἄνω πρὸς ἑαυτόν· διὰ τοῦτο γὰρ δεδύνηται ἡ ψυχή μου ὑπὸ σοῦ βοηθηθεῖσα κολληθῆναι ὀπίσω σου·
PG 23:611ἐπειδήπερ «ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.» Οὐ γὰρ ἂν ἄλλως ἐφικνούμην τοῦ τοσούτου ὕψους, εἰ μὴ ἀντελάβετό μου ἡ δεξιά σου. Διδάσκει δὲ ὁ Ἀπόστολος πῶς τις κολλᾶται τῷ Κυρίῳ, λέγων· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν· ὡς καὶ ὁ κολλώμενος· τῇ πόρνῃ ἓν σῶμά ἐστι.» Λέγων δὲ Δαυὶ̈δ τῷ Κυρίῳ· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δῆλος ἦν καὶ ἐκ τούτου ἁγνείᾳ καὶ καθαρότητι σχολάζων. «Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.» Ἐγὼ μὲν, φησὶ, σοὶ τῷ ἐμαυτοῦ Σωτῆρι προσεῖχον, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν συνῆπτον, τοῖς τε σοῖς ἐμελέτων λόγοις, ἐν φυγῇ τυγχάνων, καὶ ἐν ἐρημίαις ποιούμενος τὰς διατριβάς. Οὐ γὰρ ἠμυνόμην τοὺς ἐλαύνοντάς με, ἀλλ’ οὐδὲ σοὶ τῷ Θεῷ σχολάζων εὐχὰς κατὰ τῶν ἐχθρῶν ἀνέπεμπον· σοὶ δὲ μόνῳ προσεῖχον, ὡς ἔφην. Οἱ δὲ οὐ διέλειπον ματαίαν σπουδὴν κατὰ τῆς ψυχῆς μου ποιούμενοι· εἰς μάταιον γὰρ ἐζήτουν αὐτὴν, ἀνεύρετον αὐτοῖς οὖσαν διὰ τὸ κεκολλῆσθαι ὀπίσω σου· διόπερ τὰ περιμένοντα αὐτοὺς αὐτοὶ μὲν οὐκ ἴσασι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Εἶθ’ ἑξῆς τούτοις προφητικῶς ἀναφωνεῖ λέγων·
«Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» Ἐπειδὴ γὰρ τὰ τῆς γῆς ἐφρόνουν καὶ τῶν κάτω γεγόνασιν, εἰκότως τἀπίχειρα πείσονται οἷς ἔδρασαν. Ὁ μὲν γὰρ τῷ Θεῷ συναφθεὶς, καὶ τὴν ψυχὴν αὐτῷ προσκολληθεὶς, ἐλπίδας ἕξει βασιλείας οὐρανῶν· οἱ δὲ τὴν ἐναντίαν δραμόντες καὶ τὰ κάτω φρονήσαντες, εἰς τὸν ἀλλαχοῦ λάκκον ὠνομασμένον καταχθέντες, ἐν τοῖς κατωτάτω τῆς γῆς ἐλεύσονται. Τέως μὲν γὰρ πᾶς ἄνθρωπος, τὴν ἐπιφάνειαν οἰκῶν τῆς γῆς, τὰ κάτω μόνα οἰκεῖν λέγεται κατὰ τὸν φήσαντα· «Ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω.» Μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγὴν, οἱ μὲν θεοφιλεῖς οὐρανὸν ἕξουσιν οἰκητήριον, εἰς τὰ ἀνώτερα μετεωρισθέντες καὶ ἁρπαγησόμενοι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμενοι· οἱ δ’ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς τὰ κατώτατα τῆς γῆς καταβήσονται· ὧν μεμνημένος ὁ Ἀπόστολος ἔλεγεν· «Εἰς τὰ κατώτερα τῆς γῆς ὁ καταβὰς, αὐτός ἐστιν ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Καὶ μέχρι γὰρ τῶν κατωτάτω τῆς γῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν καταβέβηκεν, ἵνα πληρώσῃ τὰ πάντα τῆς σωτηρίου δυνάμεως.
Τοῦτο δὲ καὶ τῷ Ἰὼβ σημαίνει ὁ χρηματίζων Κύριος ἐν οἷς φησιν· «Ἦλθες δὲ ἐπὶ γῆν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύςσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ἀλλ’ ὁ μὲν καὶ μέχρι τῶν ἐκεῖ καταβέβηκεν, ἵνα τὰς πάλαι τῶν ἁγίων αὐτόθι συνεχομένας ψυχὰς ἐλευθερίας ἀξιώσῃ· οἱ δὲ ἀσεβεῖς, εἰς τὰ κατώτατα τῆς γῆς κατενεχθέντες, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας. Ἔστι γάρ τις ἐκεῖ ῥομφαία θανάτου, ἧς ὁ Σωτὴρ μνημονεύων ἐν κα ψαλμῷ ἔλεγε· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Ταῦτα δὲ πάντα περὶ ἀντικειμένων δυνάμεων ἐλέγετο. Οὐ μόνον δὲ εἰς χεῖρας ῥομφαίας παραδοθήσονται οἱ προλεχθέντες, ἀλλὰ καὶ διασπασθήσονται ὧδε κἀκεῖσε περιελκόμενοι ὑπὸ δεινῶν τινων καὶ πανούργων πνευμάτων, οὓς ἀλώπεκας ὀνομάζει ὁ παρὼν λόγος, διὰ τὸ καταδεδυκέναι καὶ τοῖς κατωτάτω μυχοῖς ἐμφωλεύειν. Οὗτοι δ’ οὖν οἱ ἀλώπεκες ὥσπερ εὕρεμα τὰς ἐκεῖ καταπιπτούσας ψυχὰς τῶν ἀσεβῶν λαβόντες διαρπάζουσιν, εἰς ἑαυτοὺς αὐτὰς μεριζόμενοι.
PG 23:613Καὶ τῶν μὲν ἀσεβῶν τοιοῦτον ἔσεσθαι τὸ τέλος τὸ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Περὶ δὲ τοῦ δικαίου τοῦ τὰ προλεχθέντα κατωρθωκότος ἐπιφέρει λέγον· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.» Σφόδρα παραδόξως ἐνταῦθα τὸ τοῦ βασιλέως εἰσῆκται ὄνομα· Δαυὶ̈δ μὲν γὰρ φεύγων τὸν Σαοὺλ, καὶ τὴν ἔρημον τῆς Ἰουδαίας οἰκῶν καθ’ οὓς ταῦτα ἔλεγε χρόνους, δείκνυται, οὐ μὴν ἤδη που βασιλεύων· Σαοὺλ δὲ, κρατῶν τοῦ ἔθνους, τῆς βασιλείας ἡγεῖτο. Ποῖος οὖν βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ; Ἀλλ’ ἐρεῖ τις κατὰ πρόγνωσιν τοῦ μέλλοντος αὐτὸν σημαίνεσθαι τὸν Δαυί̈δ· ἤμελλε γὰρ ὅσον οὔπω τελευτήσαντος τοῦ Σαοὺλ βασιλεύειν αὐτός. Ἕτερος δέ φησι καὶ τότ’ ἤδη βασιλέα εἶναι αὐτόν· ἐπειδὴ κέχριστο ὑπὸ τοῦ Σαμουὴλ εἰς βασιλέα, καὶ παρὰ τῷ Θεῷ λελόγιστο ἤδη βασιλεύς· οὐ μὴν ἀλλὰ καὶ ἐβασίλευε τοῦ συνόντος αὐτῷ πλήθους, οὗ μέμνηται ἡ ἱστορία. Ἐπεὶ τοίνυν τὸ τέλος τῶν ἐλαυνόντων αὐτὸν παρέστησεν ὁ λόγος, εἰκότως καὶ αὐτοῦ ὡς ἂν πολλὴν ἐνδειξαμένου προκοπὴν τὰ τέλη τῶν πόνων προφητεύεται. Διὸ λέγεται·
«Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ» Ὡς γὰρ γενναῖος τοῦ Θεοῦ ἀθλητὴς, μεγάλους ἀγῶνας διεξελθὼν, βραβείων τε καὶ θείων στεφάνων κατηξιωμένος, εὐφροσύνης ἀπολαύσει τῆς παρ’ αὐτῷ τῷ ἀγωνοθέτῃ. Ὥσπερ γὰρ οἱ ἐχθροὶ αὐτοῦ τέλος οὐκ αἴσιον εἰλήφασιν, εἰς τὰ κατώτατα τῆς γῆς εἰσελθόντες, καὶ παραδοθέντες εἰς χεῖρας ῥομφαίας, μερίδες τε ἀλωπέκων γενόμενοι· ἃ δὴ καὶ ἐπληροῦτο πρὸς λέξιν κατὰ τὴν ἱστορίαν, ὁπηνίκα, φεύγων ὁ Σαοὺλ τοὺς πολεμίους, ἐκρυπτάζετο, ζητῶν τε παρὰ τοῦ Θεοῦ βοήθειαν, οὐχ εὕρισκεν· ἀλλ’ οὐδὲ ἀποκρίσεως θείας ἠξιοῦτο· ὡς διὰ τοῦτ’ ἐλθεῖν αὐτὸν ἐπὶ τὴν ἐγγαστρίμυθον, καὶ πολυπραγμονεῖν τὰ ἀπηγορευμένα ὑπὸ τοῦ Θεοῦ. Τότε γοῦν ἀληθῶς μερίδες ἀλωπέκων γεγόνασιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Διὸ καὶ καταλειφθέντες ὑπὸ τοῦ Θεοῦ, τῇ τῶν πολεμίων ῥομφαίᾳ παρεδόθησαν πεσόντες ἐν τῷ πολέμῳ. Ὥσπερ οὖν ταῦτα μηδέπω γενόμενα κατὰ πρόγνωσιν εἴρητο μέλλοντα ἔσεσθαι τοῖς τὸν Δαυὶ̈δ ἐλαύνουσιν· οὕτω καὶ αὐτῷ τὰ αἴσια τέλη τὸ Πνεῦμα τὸ ἅγιον ἀνεφώνει λέγον·
«Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.» Ἐλπίσας γὰρ ἐπὶ τὸν Θεὸν, καὶ τὴν αὐτοῦ ψυχὴν συνάψας αὐτῷ, ὡς εἰπεῖν, «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,» τῆς ἀνωτάτω τεύξεται παρὰ τῷ Θεῷ εὐφροσύνης. Καὶ πᾶς δὲ ὁ ἐπὶ τούτοις ὀμνὺς ὡς ἂν εὐορκῶν ἐπαινεθήσεται· ἢ κατὰ τὸν Ἀκύλαν, «Καυχήσεται ὁ ὀμνύων ἐν αὐτῷ.» Ὁ γὰρ μὴ ἀμφιβάλλων, ἀλλὰ καὶ ὅρκον τιθέμενος περὶ τοῦ μήποτε ἐκπεσεῖσθαι τὸν βασιλέα τῆς ἐπηγγελμένης ἐλπίδος, ὡσανεὶ εὐορκῶν, ἐπαινεθήσεται. Καὶ ταῦτα ἔσται περὶ τὸν βασιλέα καὶ περὶ πάντα τὸν ὀμνύντα περὶ αὐτοῦ, «Ὅτι ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα.» Καθ’ ἑτέραν δὲ διάνοιαν τοῦ δικαίου τελειουμένου κατὰ τὰς ἀποδοθείσας ἐν ἀρετῇ προκοπὰς, χαίρει καὶ εὐφραίνεται ὁ βασιλεὺς, ὁ τοῦ Θεοῦ Μονογενὴς Υἱὸς εὐχαριστῶν τῷ ἑαυτοῦ Πατρὶ, τῷ τὰ τηλικαῦτα χαρίσματα δεδωρημένῳ τῇ τῶν ἀνθρώπων φύσει. Τοῦτον δὲ τὸν βασιλέα ὁ γνοὺς, καὶ ὅρκιον αὐτοῦ ποιούμενος τοὔνομα, παντὸς γένοιτ’ ἂν ἐπαίνου ἄξιος, ὡς ἂν μεμαθηκὼς ὅτι τῇ αὐτοῦ δυνάμει καὶ ὁ δίκαιος ἐτελειώθη, καὶ πᾶν στόμα τὸ πολλὰ λαλοῦν ἄδικα ἐνεφράγη.
PG 23:615Εἰ γὰρ καὶ τὰ μάλιστα καιρῷ τινι συνεχωρεῖτο τῷ τῶν ἀσεβῶν στόματι λαλεῖν ἄδικα καὶ καταβλασφημεῖν τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ Θεοῦ, ὡς μηδὲν ἐπαμύνοντος τοῖς δι’ αὐτὸν ἐλαυνομένοις· ἀλλ’ οὐκ εἰς τέλος τοιαῦτα λαλεῖν συγχωρηθήσονται· φραγήσεται δὲ αὐτῶν τὸ ἀσεβὲς στόμα, καὶ ἡ κατὰ τῶν θεοφιλῶν ἀνδρῶν μεγαλαυχία παυθήσεται, ἐπειδὰν καταλάβῃ αὐτοὺς τὰ προλεχθέντα τέλη.

To the End, A PsalmΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΞΓ. «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξέλου τὴν ψυχήν μου.» Καὶ ὁ παρὼν ψαλμὸς εἰς τὸ τέλος ἀναπέμπει· ἐν ᾧ τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ τοὺς τῆς δικαιοσύνης στεφάνους οἱ τὸν ἀγῶνα τὸν καλὸν διηγωνισμένοι παρὰ τοῦ μεγάλου λήψονται ἀγωνοθέτου. Διὸ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ἐχθροὺς εἰσάγει καὶ πονηρευομένους ἐπανισταμένους τῷ δικαίῳ· ἐν δὲ τῷ τέλει τοῦ παντὸς λόγου χρηστὰς ἐλπίδας ἐπισφραγίζεται λέγων· «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Τοιαῦτα τὰ τέλη τῶν ὑπὲρ εὐσεβείας ἠγωνισμένων εἶναι διδάσκει.
Ὁ γέ τοι τῆς θεοσεβείας ἀθλητὴς, μυρίους ἔχων ἐχθροὺς καὶ πολεμίους τῆς αὐτοῦ ψυχῆς, οὐχ ὁρατοὺς μόνον, ἀλλὰ καὶ ἀφανεῖς, μόνῳ προσφεύγει τῷ Θεῷ καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτεῖ, μονονουχὶ λέγων· «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;» Διὸ ταῖς εὐχαῖς σχολάζει τὸν Θεὸν ἀνακαλούμενος καὶ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Ὁ δὲ μὴ τοιοῦτος, παρακούων δὲ τῶν τοῦ Θεοῦ παραγγελμάτων, οὐκ ἂν δύναιτο χρῆσθαι τῇ τοσαύτῃ παῤῥησίᾳ· ᾧ γὰρ μέτρῳ μετροῦμεν ἀντιμετρεῖται ἡμῖν. Διόπερ ἐν Παροιμίαις ἡ τοῦ Θεοῦ σοφία πρὸς τοὺς ἀπειθεῖς ἀποτείνεται λέγουσα· «Ἀνθ’ ὧν ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε· ἀλλ’ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλὰς, ταῖς δὲ ἐμαῖς ἐντολαῖς οὐ προσείχετε. Τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι.» Ἔσται γὰρ ὅτε ἐπικαλέσεσθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Εἰ τοίνυν εἰσακούεσθαι βουλόμεθα ἐν οἷς δεόμεθα τοῦ Θεοῦ, καὶ αὐτοὶ τοῦτο πράττωμεν τοῖς τοῦ Θεοῦ παραγγέλμασι καταπειθεῖς γιγνόμενοι. Τότε γὰρ σὺν πολλῇ παῤῥησίᾳ καὶ αὐτοὶ φάναι δυνησόμεθα τῷ Θεῷ·
«Εἰσάκουσον, ὁ Θεὸς, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Τί δὲ ἐδεῖτο ὁ μακάριος Δαυί̈δ; [ϟαὐτοῦ γάρ εἰσιν οἱ λόγοι, ὡς οἶμαι, κατὰ τοὺς χρόνους εἰρημένοι, καθ’ οὓς τὸν Σαοὺλ ἔφευγε καὶ τοὺς σὺν αὐτῷ·]ϟ τὴν ψυχὴν αὐτοῦ ῥυσθῆναι ἀπὸ φόβου ἐχθροῦ, οὐκ ἐχθροὺς μὴ ἔχειν, οὐδὲ τὰς ἐκείνων ἀποκρουσθῆναι προαιρέσεις· τὴν δὲ αὐτοῦ ψυχὴν ἄτρομον καὶ ἀπτόητον, καὶ ἄφοβον διατηρεῖσθαι, ὅπως, ἐν ἕξει γενόμενος ἀταραξίας, λέγῃ καὶ αὐτὸς ὁμοίως Παύλῳ· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.» Λέγων δὲ ταῦτα πρὸς τὸν Θεὸν ὁ Δαυὶ̈δ, οὐκ ἠμνημόνει τῶν ἤδη πρότερον εἰς αὐτὸν γενομένων εὐεργεσιῶν. Διὸ εὐχαριστῶν ἐπὶ τοῖς παρῳχηκόσιν, ἐπιλέγει· «Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.» Ἤδη γὰρ πεῖραν εἰληφὼς τῶν φθασάντων εἰς ἐμὲ, οὔποτε λήθην αὐτῶν ποιήσασθαι δύναμαι· φέρων δὲ αὐτὰ διὰ παντὸς ἐν μνήμῃ, εὐχάριστος εἰσαεὶ τυγχάνω. Ὅμως δὲ καὶ νῦν τῆς αὐτῆς ἀξιῶ παρὰ σοῦ βοηθείας τυχεῖν.
PG 23:617Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μία καὶ ἡ αὐτὴ πεφύλακται τοῦ λόγου ἔγκλησις, καὶ μία διάνοια τῶν εἰρημένων· διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου προσλαλοῦντος, ἀπὸ ἐκπλήξεως ἐχθροῦ περιφράξεις τὴν ζωήν μου· κρύψεις με ἀπὸ συσκέψεων κακούργων, ἀπὸ κυκήσεως ἐργαζομένων ἀδικίαν.» Οὐ γὰρ ὡς περὶ παρῳχηκότων, ἀλλ’ ὡς περὶ μελλόντων τὰ ὅλα εἴρηται, καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὁμοίως. «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίας τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Εἰ καὶ προῆγε τοῖς χρόνοις εἰς τὴν σωτήριον ἐπιδημίαν ὁ Δαυὶ̈δ, ἀλλ’ οὐκ ἠγνόει τὰ εὐαγγελικὰ μαθήματα θείῳ Πνεύματι μεμαθητευμένος· ᾔδει δὲ εὖ μάλα τὸ σωτήριον λόγιον τὸ φῆσαν· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·» διὸ οὐκ ἠγωνία στρατιωτικῆς παρατάξεως πληθὺν, οὐδὲ τοὺς παντευχίαις καὶ δόρασι παραταττομένους· ἀλλὰ τούτων μὲν κατεφρόνει, ὡς ἂν τὸν τοσοῦτον Γολιὰδ ἀκμητὶ καὶ ἀνιδρωτὶ καταβαλών· ἐκείνους δὲ ἠγωνία οὓς ᾐνίττετο διὰ τῶν προκειμένων λέγων·
«Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν.» Ὁρᾷς ὁποίαν διαγράφει πανοπλίαν ἐχθρῶν; Καὶ ἐν τοῖς ἔμπροσθεν δὲ ἐλέγετο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Ταῦτα δὲ ἀναγέγραπται εἰρηκὼς, «ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.» Ἀπὸ τῶν ὁμοίων τοιγαροῦν λόγων φαίνεται ὁ αὐτὸς ὢν χρόνος, καθ’ ὂν καὶ τὰ μετὰ χεῖρας περὶ αὐτῶν ἐκείνων καὶ τῶν ἐκείνοις παραπλησίων λέλεκτο. Ἀλλὰ καὶ «ὅτε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν,» περὶ τῶν αὐτῶν πάλιν τὰς ὁμοίας ἠφίει φωνὰς λέγων· «Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς στόμασιν αὐτῶν.» Ἀλλ’ ἐν ἐκείνοις μὲν ταῦτ’ ἐλέγετο· ἐν δὲ τοῖς μετὰ χεῖρας τοὺς ἐχθροὺς αὐτοῦ, ὧν ἀπὸ φόβου ῥυσθῆναι ηὔχετο, ἠκονηκέναι φησὶ τὰς γλώσσας αὐτῶν δίκην ῥομφαίας· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «ὡς μάχαιραν·» ἀλλὰ καὶ ἐνέτειναν τὸ τόξον αὐτῶν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἑρμηνευτὰς, «ἐν πράγματι πικρῷ·» διὰ γὰρ πικροῦ πράγματος κατατοξεύειν ἐπειρῶντο τὸν δίκαιον·
PG 23:619κατὰ δὲ τὸν Σύμμαχον, «Ἐπλήρωσαν, φησὶ, τὸ τόξον αὐτῶν λόγῳ πικρῷ.» Ἦσαν γὰρ ἀληθῶς πικροὶ, οὐδὲν γλυκὺ περιέχοντες, οἱ τὸν Δαυὶ̈δ διαβάλλοντες πρὸς τὸν Σαούλ· οἷος ἦν ὁ Δωὴκ, καὶ οἱ Ζιφαῖοι, καὶ οἱ τούτοις παραπλήσιοι. Ἀλλὰ καὶ πᾶς ἄθεος λόγος πικρὸς ἂν εἴη, ὥσπερ ὁ θεῖος, χρηστὸς καὶ γλυκύς. Διὸ εἴρηται· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.» Δεινὰ δὲ τόξα καὶ μάχαιραι ὡς ἀληθῶς ὀξεῖαι αἱ τῶν ἀθέων ἑτεροδόξων, τῶν τὰς ἀκεραίους ψυχὰς κατατοξευόντων, καὶ ταῖς ἑαυτῶν ῥομφαίαις κατασφαττόντων αὐτάς. Καὶ οἱ σοφοὶ δὲ τοῦ αἰῶνος τούτου, τὸν ἀπατηλὸν καὶ σεσοφισμένον λόγον προβαλλόμενοι, πολλὰς ἀνεῖλον ψυχάς. Εὐχῆς οὖν ἡμῖν δεῖ συντεταμένης, πρὸς τὸ ῥυσθῆναι τούτων ἁπάντων. Μάλιστα δὲ οἱ προλεχθέντες τὸν ἁπλοῦν καὶ ἀφελῆ κατατοξεύειν πειρῶνται· διὸ λέλεκται· «Ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.» Καὶ τὸν ἀναίτιον δὲ ἄμωμον καλεῖ, τὴν κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπογράφων συκοφαντίαν. Ἀντὶ δὲ τοῦ, «ἄμωμον, ἁπλοῦν,» ἡρμήνευσεν ὁ Ἀκύλας. Τὸν γὰρ ἁπλοῦν καὶ ἀπειρόκακον μάλιστα κατατοξεύειν οἱ τοιοῦτοι πειρῶνται· διὸ ἐπιλέγει·
«Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καιροφυλακοῦντες γὰρ οὗτοι, ἀθρόως καὶ ἀπροσδοκήτως ἐπέρχονται τῷ ἀμώμῳ, ἢ τῷ ἀπλῷ καὶ ἀκεραίῳ. Διὸ γράφων που ὁ Ἀπόστολος πρὸς τοὺς τοιούτους φησί· «Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ.» Τὸν γὰρ πεφραγμένον τὴν ψυχὴν οὐκ ἄν ποτε δύναιντο καταβαλεῖν οἱ προλεχθέντες, «οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώςσας αὐτῶν, καὶ ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον·» ἢ, «τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἁπλοῦν. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καὶ ὅρα τίνα τρόπον κατατοξεύσουσιν αὐτόν φησιν, ἀλλ’ οὐκ ἐμὲ τὸν ταῦτα λέγοντα· τὸν δὲ ἁπλοῦν, τουτέστι τὸν ἀφελῆ καὶ ἀκέραιον, καὶ ἔτι μικρὸν, ὡς ἂν εἴποι τις, ἐξ ἐκείνων ὄντα περὶ ὧν ὁ Σωτὴρ ἐδίδασκε λέγων· «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ μου·» καὶ, «Ὅστις ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν, συμφέρει αὐτῷ βληθῆναι εἰς τὴν θάλασσαν.» Σκανδαλιζόμενον γὰρ κἀκεῖ ὁ Σωτὴρ οὐ μέγαν εἰσάγει, ἀλλὰ τὸν ἐν τῇ Ἐκκλησίᾳ μικρὸν, ὥσπερ ἐνταῦθα τὸν ἁπλοῦν.
Οἱ τοίνυν ἐχθροὶ οὐδὲ τολμῶσι προσιέναι τοῖς μεγάλοις, οὐδὲ τοῖς παρὰ Θεῷ σοφοῖς· τοὺς δὲ ἁπλοῦς καὶ ἀκεραίους μάλιστα θηρεύουσι. Διόπερ ὁ Δαυὶ̈δ, μνημονεύσας τῶν ἐχθρῶν, καὶ περὶ τίνας μάλιστα εἱλεῖσθαι εἰώθασιν οὗτοι παρέστησεν. «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύψαι παγίδας.» Τροπικῶς διὰ τῶν ἔμπροσθεν τοὺς τῆς ψυχῆς ἐχθροὺς τὴν ῥομφαίαν αὐτῶν ἀκονῆσαι καὶ τὰ τόξα ἐντεῖναι προειπὼν, σαφέστερον διὰ τῶν προκειμένων τίς ἦν ἡ ῥομφαία, καὶ τί τὸ τόξον παρίστησιν εἰπών· «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν.» Οὐ γὰρ παρὰ τοῦ Θεοῦ λαβόντες λόγον, ἀλλ’ ἑαυτοῖς πλασάμενοι καὶ συνθέντες, τοῦτον ἐκράτυναν. Τοιοῦτοι δέ εἰσιν οἱ συκοφάνται, καὶ οἱ κρατύνειν καὶ βεβαιοῦν πειρώμενοι ἃς ἑαυτοῖς ἀνεζωγράφησαν καὶ ἀνεπλάσαντο ψευδοδοξίας. Εἶτα δὲ τὸν πονηρὸν λόγον ὃν ἑαυτοῖς ἐκράτυναν ὁρῶντας σαθρὸν, οὐ γυμνὸν αὐτὸν προβάλλονται, ἀλλὰ περιβάλλουσιν ἔξωθεν παγίσι, κρύπτοντες διά τινων σοφισμάτων καὶ παραλογισμῶν τὴν κατὰ τῶν ἐπιβουλευομένων συσκευήν· οὕτω γὰρ ἄληπτοι καὶ ἀθήρατοι ἔσεσθαι ὑπολαμβάνουσι. Διὸ «εἶπαν» ἐν ἑαυτοῖς·
PG 23:621«Τίς ὄψεται αὐτούς;» καὶ, «ἐξερεύνησαν ἀνομίας.» Οὐδὲν γὰρ ὠφέλιμον ἀπὸ τοῦ θείου νόμου ζητήσαντες εὗρον· ἀλλ’ ἀνομίας ἑαυτοῖς ἐπενόησαν. Κατὰ δὲ τὸν Σύμμαχον, «ἐξερεύνησαν ἀνομίας σύμπαντες·» καὶ ἐπὶ τούτοις πολλὰ ζητήσαντες καὶ μυρία παρ’ ἑαυτοῖς ἐπινοήσαντες, μηδὲν δὲ ἀληθὲς ἐπὶ τέλει εὑρόντες, ἐξέλιπον, πλέον οὐδὲν ἀπὸ τῆς πολλῆς ἐρεύνης κτησάμενοι. Διὸ λέλεκται· «Ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.» Τοσούτους τινὰς διέγραψεν ὁ Δαυὶ̈δ τοὺς ἐχθροὺς καὶ πολεμίους, ἐξ ὧν τὴν ἑαυτοῦ ψυχὴν ῥυσθῆναι ηὔχετο, ἐξερευνητικούς τινας, καὶ ζητητικοὺς ἀνομίας. Οἱ γὰρ τοιοῦτοι ψυχῆς ἀληθῶς ἂν εἶεν φονευταί· διὸ δὴ μάλιστα Θεὸν βοηθὸν ἐπὶ τῶν τοιούτων ἀνεκαλεῖτο, τοὺς αἰσθητοὺς πολεμίους καὶ τοὺς τοῖς σώμασι παραταττομένους ἐπ’ οὐδενὶ λόγῳ τιθέμενος. «Προσελεύσεται ἄνθρωπος ἐν καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ Θεός. Βέλος νηπίων,» καὶ τὰ ἑξῆς.
Οἱ μὲν τῆς ψυχῆς πολέμιοι, λόγοις πονηροῖς ἑαυτοὺς περιφράξαντες, καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγίδας, ἀνομίας τε ἐξερευνῶντες, καὶ διὰ τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες, καὶ ταῖς ἑαυτῶν γλώςσαις ἐντείναντες τόξα, τὸν ἄμωμον, ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ τὴν ψυχήν· ἀλλ’ ἐκεῖνον μὲν ὁ Θεὸς ῥύσεται. Τῶν γὰρ μικρῶν ἐν τῇ Ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Προςελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ’ εἰκόνα Θεοῦ πεποιημένον, ὃς, ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος, ἀκατάπληκτος αὐτοῖς παρατάξεται, πάντας τε αὐτοὺς καταλύσει, ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι’ αὐτοῦ τὸν Θεὸν, καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν, καὶ τὰς γλώσσας αὐτῶν ἐπ’ αὐτοὺς ἐξασθενῆσαι. Τοιοῦτος γάρ ἐστιν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ παραταττόμενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ· ὡς δέχεσθαι μὲν αὐτὸν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾷν δὲ αὐτὰ καὶ τὸ μηδὲν ἡγεῖσθαι, ὡς ὑπὸ νηπίων ἀτόνων κατ’ αὐτοῦ πεμπόμενα.
Εἶτα καὶ ἐπιλυόμενος αὐτῶν τὰ σοφίσματα, τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει. Βαθεῖα δὲ καρδία ἡ μὴ ἐξ ἐπιπολῆς ἔχουσα τὰ μαθήματα, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ σεμνυνομένη, ἀλλ’ ἔνδον ἐν αὐτῇ τοὺς τῆς πίστεως θεμελίους ἐῤῥιζωμένους. Ἀκολούθως τοίνυν λογικούς τινας πολεμίους τὴν γλῶτταν ἀκονήσαντας, καὶ τόξα τοῖς χείλεσιν ἐντείνοντας ὑποστησάμενος, ἀντιτάττει αὐτοῖς ἄνθρωπον Θεοῦ καρδίαν βαθεῖαν κεκτημένον· καὶ τὸν μὲν Θεὸν διὰ τούτου δοξαζόμενον, ἐκείνους δὲ ἡττωμένους καὶ ἀσχημονοῦντας. «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος.» Ἀκόλουθον ἦν, τῶν δοκήσει σοφῶν ἀνατραπέντων καὶ τῶν τῆς ψυχῆς πολεμίων ἀπελεγχθέντων ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοὺς μὴ οὕτω δεινοὺς ἐν σοφίᾳ τοῦ αἰῶνος τούτου ταράττεσθαι. Τῆς γὰρ μερίδος ὄντες τῶν ἡττωμένων, ἄθεοι καὶ αὐτοὶ καὶ δυσσεβεῖς· πλὴν ὡς ἐν κακίᾳ τῆς ἐκείνων δεινότητος ἐλάττους, ὁρῶντες νενικημένους τοὺς ἑαυτῶν βελτίους, ταράττονται. Διὸ λέλεκται·
PG 23:623«Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.» Ὅ γε μὴν τοῦ Θεοῦ ἄνθρωπος καὶ πάντες οἱ τούτῳ φίλοι, διὰ τοῦ ἑνὸς τὰ κατ’ ἐχθρῶν βραβεῖα ἀράμενοι, μειζόνως τὸν Θεὸν ἐφοβήθησαν, «καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ,» καὶ τὰ δικαιώματα αὐτοῦ συνῆκαν. Εἰ γὰρ καὶ τὰ μάλιστα ἄνθρωπος ἐδόκει, καὶ καρδίᾳ βαθείᾳ τὴν τῶν πολεμίων ἀνατροπὴν πεποιῆσθαι, ἀλλὰ τοῖς συνετοῖς ἐγνωρίζετο, αὐτὸς ὢν ὁ Θεὸς ὁ τῆς νίκης αἴτιος. Διὸ τὰ ἔργα τοῦ Θεοῦ ἀπήγγελλον, ὑμνοῦντες αὐτοῦ τὰ δι’ ἀνθρώπων κατορθώματα. Οὗτοι μὲν οὖν, ὥσπερ θεαταὶ, τὸν Θεὸν δοξάζοντες ἐπὶ τῇ νίκῃ τοῦ νενικηκότος διετέλουν. Αὐτὸς δὲ ὁ νικητὴς «εὐφρανθήσεται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν.» Οὐ γὰρ ἐφ’ ἑαυτῷ μέγα φρονήσει, οὐδ’ ἐπὶ τῇ νίκῃ ἐπαρθήσεται· χαρᾶς δὲ θείας καὶ εὐφροσύνης πληρωθήσεται, ὡς ὑπουργὸς καὶ διάκονος τοῦ νικοποιοῦ Θεοῦ γεγονώς. Τούτου δὲ εὐφραινομένου, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐπαινεθήσονται, διὰ τοῦ ἑνὸς καὶ αὐτοὶ ὥσπερ νικηταὶ ἀποδειχθέντες. Ὅλον γὰρ τὸ τάγμα καὶ τὸ σῶμα τῶν ἁγίων ἐπαίνου τεύξεται· ἐπειδὴ, δοξαζομένου μέλους ἑνὸς, συνδοξάζεται πάντα τὰ μέλη, κατὰ τὸν ἱερὸν Ἀπόστολον.

On the 17ΕΙΣ ΤΟ 17

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΩΔΗΣ. ΞΔ. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Προφητείαν περιέχει μελλόντων εἰς τὸ τέλος ἀπαντήσεσθαι πραγμάτων· διὸ ἐπιγέγραπται· «Εἰς τὸ τέλος.» Τίνα δὲ ταῦτα, διδάσκει ἑξῆς λέγων, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Οὐκέτι γὰρ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶσα σὰρξ, τουτέστι πᾶν γένος ἀνθρώπων. Οὕτως γὰρ εἴωθεν ὁ Λόγος πάντας ἀνθρώπους σημαίνειν τοὺς πάλαι σαρκίνους καὶ γεώδεις. Διὸ καὶ ἐν τῷ νόμῳ λέλεκται· «Διέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ·» καὶ πάλιν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Ἀλλὰ τότε μὲν πᾶσα σὰρξ κατηγορεῖτο· νῦν δὲ ἥξειν πρὸς τὸν Θεὸν λέγεται. Διὸ καὶ μετὰ τὸν Δαυὶ̈δ Ἰωὴλ, προφήτης γενόμενος, τὰ κάλλιστα πάσης σαρκὸς θεσπίζει λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.» Ἀλλὰ καὶ ὁ Ἡσαί̈ας ταὐτὸν παρίστησιν εἰπών· «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Σωτήριον δὲ Θεοῦ πάσῃ σαρκὶ γνωσθησόμενον τί ποτε ἦν ἄρα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, καθὼς πολλάκις ἀπεδείξαμεν;
Τοῦτο οὖν τὸ σωτήριον πᾶσιν ἀνθρώποις τοῖς πάλαι σαρκίνοις ἀποκαλυφθήσεσθαι προεφητεύετο. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας ψαλμὸς, τοῦτο αὐτὸ σημαίνων, ἐπισφραγίζεται τὴν ἐπαγγελίαν διὰ τοῦ φάναι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑποκαταβὰς δὲ, σαφέστερον ἑρμηνεύει τὴν διάνοιαν ἐπιλέγων· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν·» καὶ ἔτι σαφέστερον ἐπιλέγει· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Τὸ γὰρ φοβηθῆναι πάντας τοὺς κατοικοῦντας τὰ πέρατα ἀπὸ τῶν σημείων τοῦ Θεοῦ ἀγαθῶν ἦν καὶ σοφίας ἀρχή· ἐπείπερ «ἀρχὴ σοφίας φόβος Κυρίου.» Διὰ δὴ ταῦτα «Εἰς τὸ τέλος» προγέγραπται ὁ ψαλμός· καὶ ἔστιν ᾠδῆς ψαλμὸς, ἐπινίκιον ὕμνον εἰς τὸν Σωτῆρα τῶν ἐθνῶν περιέχων. Ἐφ’ οἷς τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἐπὶ πάντων Θεὸν ἀνυμνεῖ φάσκον· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Τίνα γὰρ ἐχρῆν ἄλλον ἐπὶ τῇ πάντων ἀνθρώπων σωτηρίᾳ ὑμνεῖσθαι ἢ τὸν παντὸς αἴτιον ἀγαθοῦ; Διδάσκει δὲ τὸ αὐτὸ Πνεῦμα τοὺς προσιόντας ἐξ ἐθνῶν μόνῳ τῷ Θεῷ λέγειν·
PG 23:625«Σοὶ πρέπει ὕμνος·» ὡς ἂν κατεγνωκότας ἑαυτῶν, ὅτε μὴ πρέποντας ὕμνους ἀνέπεμπον τῇ πολυθέῳ πλάνῃ. Πρέπει δὲ ὕμνος τῷ Θεῷ οὐ πᾶς, ἀλλ’ ὁ ἐν Σιὼν ἀναπεμπόμενος, δηλαδὴ ὁ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ. Σιὼν μὲν γάρ ἐστιν ἀληθινὴ ἡ ἐπουράνιος Ἱερουσαλὴμ, καὶ τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ· περὶ οὗ διδάσκων ὁ Ἀπόστολος ἔλεγε· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς·» καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Αὕτη ἂν εἴη ἡ ἀληθὴς Ἱερουσαλὴμ, καὶ ἡ κυρίως ἀναδειχθεῖσα Σιὼν, ἐφ’ ἧς καὶ βασιλεύειν λέλεκται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν β ψαλμῷ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἡ αὐτὴ δ’ ἂν εἴη ἡ καταγγελλομένη τοῖς τὸ Εὐαγγέλιον παραδεχομένοις βασιλεία οὐρανῶν. Εἰκὼν δ’ ἐκείνης ἡ ἐπὶ γῆς γένοιτ’ ἂν Ἐκκλησία· ὁμωνύμως καὶ αὐτὴ καλουμένη ποτὲ μὲν Σιὼν, ποτὲ δὲ Ἱερουσαλὴμ, καὶ ἄλλοτε θυγάτηρ Σιὼν, ἢ θυγάτηρ Ἱερουσαλήμ. Οὕτω γοῦν αὐτὴν οἱ προφῆται θεσπίζοντες ἀνηγόρευον.
Ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκκλησίᾳ τοῦ Θεοῦ ᾀδόμενος, πρέποι ἂν μόνος τῷ ὑμνουμένῳ Θεῷ. Πᾶσα δὲ ἡ ἐκτὸς τῆς Ἐκκλησίας τοῦ Θεοῦ λεγομένη θεολογία, εἴτε παρὰ τοῖς Ἑλλήνων σοφοῖς, εἴτε παρὰ τοῖς ἀθέοις ἑτεροδόξοις, ἀπρεπὴς ἂν εἴη. Τῶν γὰρ παρ’ Ἕλλησι σοφῶν οἱ μὲν εἰς ἀθεότητα παντελῆ καταπεπτώκασιν, οἱ δὲ τὴν πολύθεον πλάνην ἐσέμνυναν. Τῶν δὲ ἀθέων αἱρεσιωτῶν οἱ μὲν πλείστας καὶ ἐναντίας ἀρχὰς ὑπεστήσαντο, οἱ δὲ πονηραῖς καὶ φαύλαις δυνάμεσι τὴν τοῦ παντὸς διοίκησιν ἀνατεθείκασιν. Ἤδη δὲ καὶ αὐτῶν Ἰουδαίων παῖδες, ἀνθρωπόμορφον καὶ ἀνθρωποπαθῆ τὸν Θεὸν, τῷ μὴ νοεῖν τὰς Γραφὰς, εἰσάγοντες· ἀλλὰ καὶ μυρία ἔκτοπα καὶ ταπεινὰ μυθολογοῦντες, μακρὰν ἀποπεπτώκασι τοῦ πρέποντος ὕμνου. Μόνοι δὲ οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὸν πρέποντα ὕμνον παρ’ αὐτοῦ δεδιδαγμένοι τοῦ Σωτῆρος ἐπαξίως. τὸν Πατέρα θεολογοῦσιν· ὃ δὴ παρίστησι διὰ τῆς μετὰ χεῖρας φάσκων ᾠδῆς· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Ἀπρεπὴς δὲ ὕμνος λεχθείη ἂν ὁ δαίμοσι πονηροῖς καὶ πνεύμασιν ἀκαθάρτοις ἀναπεμπόμενος·
PG 23:627ἀπρεπὴς δέ ἐστι καὶ ὁ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ τοῖς λοιποῖς τοῦ κόσμου μέρεσιν ὑπὸ τῶν ταῦτα θεοποιούντων ᾀδόμενος. Καὶ ἔτι μᾶλλον αἰσχίων καὶ ἀπρεπέστατος ὁ δι’ αἰσχρῶν καὶ ἀκολάστων ᾀσμάτων τοῖς περὶ θεῶν ἐρωτικοῖς διηγήμασιν ἀναπλαττόμενος. Μόνος δ’ ἐκεῖνος ὡραῖος λεχθείη ἂν καὶ εὐπρεπὴς ὕμνος, ὁ τῷ μόνῳ Ποιητῇ καὶ Δημιουργῷ καὶ Βασιλεῖ τῶν ὅλων Θεῷ ἀναπεμπόμενος, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσήκει, καὶ τοῦτο ποιεῖν μὴ ἐκτὸς τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ λέλεκται κατὰ τοὺς Ἑβδομήκοντα· «Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Εὐχὴν δὲ σύνηθες τῇ θείᾳ Γραφῇ καλεῖν τὴν ἐπαγγελίαν, ἣν ἂν ἐπαγγέλληταί τις τῷ Θεῷ, ἤτοι σωφρονεῖν ταξάμενος καὶ τὸν ἑαυτοῦ βίον ἀναθεῖναι τῇ κατὰ Θεὸν φιλοσοφίᾳ, ἢ τῶν κτημάτων ἀφιερῶσαί τι, ἢ τάξασθαί τινα σεμνὴν ἐπαγγελίαν πρέπουσαν τῷ κατὰ Θεὸν βίῳ. Διὸ λέλεκταί που· «Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Πρέπει τοίνυν πρῶτα μὲν ἐπαξίως τὸν τῶν ὅλων Ποιητὴν καὶ Σωτῆρα ἀνυμνεῖν· ἔπειτα δι’ ἔργων ἀκόλουθα πράττειν τῇ θεολογίᾳ ἐν ἀγαθαῖς ἐπαγγελίαις.
Ἐπειδὰν δὲ καὶ τὸν ὕμνον πρεπόντως καὶ τὰς εὐχὰς ἀποδῶμεν αὐτῷ, τηνικαῦτα, ὡς ἂν τὰ παρ’ ἑαυτῶν πεπληρωκότες, παῤῥησίας μεθέξομεν· ὥστε λέγειν· «Εἰσάκουσον προσευχῆς.» Ἀκριβῶς δ’ ἐνταῦθα προσευχῆς, ἀλλ’ οὐκ εὐχῆς εἴρηται· ἡ μὲν γὰρ ἐπαγγελίαν ἐδήλου· ἡ δὲ προςευχὴ δέησιν καὶ ἱκετηρίαν, ἣν τὸ Πνεῦμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐποιεῖτο, πρέπουσαν ἱκετηρίαν προσαγαγὸν τῷ Θεῷ καὶ λέγον· «Εἰσάκουσον προσευχῆς.» Τίνων δὲ προσευχῆς εἰσάκουσον; Παρίστησιν ἑξῆς, τῶν ἐθνῶν τὴν κλῆσιν θεσπίζον· διό φησι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑπερηύχετο δὲ τὸ Πνεῦμα τὸ ἅγιον πάσης σαρκὸς, ἵν’ ἐπειδὰν ἐπιστραφῇ πᾶσα σὰρξ πρὸς τὸν Θεὸν, καὶ ἐπικαλῆται αὐτὸν, τύχοι αὐτοῦ ἐπηκόου. Διὸ οὐκ εἶπεν· «Εἰσάκουσον τῆς ἐμῆς προσευχῆς·» ἀλλ’· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπειδὴ μέλλει πᾶσα σὰρξ καὶ πᾶν γένος ἀνθρώπων ἀναχωρεῖν μὲν τῆς πολυθέου πλάνης, ἐπιστρέφειν δὲ ἐπὶ σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὕμνους τέ σοι ἀναπέμπειν καὶ εὐχὰς ἀποδιδόναι, προσευχάς τε καὶ ἱκετηρίας ποιεῖσθαι, εἰσάκουσον τῆς αὐτῶν προσευχῆς.
«Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Σφόδρα ἀκολούθως μετὰ τὰ περὶ πάσης σαρκὸς λελεγμένα, ἐπενήνεκται τὰ προκείμενα τῆς ὠνομασμένης πάσης σαρκὸς ἐξομολόγησιν περιέχοντα. Οἱ γοῦν ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν πάλαι σαρκίνων τῆς δεισιδαίμονος πλάνης ἐπιστρέψαντες διδάσκονται ὑπὸ τοῦ θείου Πνεύματος ὁμολογεῖν ἐν ὁποίοις ποτὲ κακοῖς γεγόνασι, τῶν τε οἰκείων ἀσεβημάτων μνημονεύειν. Διό φησι· «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Ταῦτα μὲν οὖν λεγόμενα ἐκ προσώπου τῆς ἀποδοθείσης πάσης σαρκὸς πολλὴν ἂν ἔχοι ἀκολουθίαν. Ἐπεὶ δὲ «τοῦ Δαυὶ̈δ» ἐπιγέγραπται ἡ ᾠδὴ τοῦ ψαλμοῦ, ζητήσειεν ἄν τις, πότε τὸν Δαυὶ̈δ ἢ τοὺς σὺν αὐτῷ λόγοι ἀνόμων ὑπερεδυνάμωσαν· ἢ κατὰ τὸν Σύμμαχον, «κατεδυνάστευσαν·» ποίας δὲ καὶ ἀσεβείας ἐκτήσατο ὁ τοσοῦτος τοῦ Θεοῦ προφήτης καὶ οἱ σὺν αὐτῷ, ἐπείπερ, «τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ,» φησίν. Ἀλλὰ γὰρ, ὡς ἀποδεδώκαμεν, προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον, τῆς τῶν ἐθνῶν κλήσεως μνημονεῦσαν, καὶ φῆσαν· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» ἀκολούθως τὴν ἐξομολόγησιν αὐτῶν διαγράφει, ἐξ αὐτῶν προσώπου φάσκον·
PG 23:629«Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς,» τουτέστι κρείττους ἡμῶν γεγόνασι καὶ δυνατώτεροι ἡμῶν οἱ τῶν ἀνόμων λόγοι. Ἄνομοι δὲ πάντες ἦσαν οἱ πρῶτοι συστησάμενοι τὴν τῶν εἰδώλων θεοποιίαν· λόγοι τε αὐτῶν οἱ διὰ ποιητῶν καὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου περὶ τῆς πολυθέου πλάνης ἐν συγγράμμασι καταβεβλημένοι. Ἀλλ’ οὗτοι μὲν «κατεδυνάστευσαν ἡμῶν,» κατὰ τὸν Σύμμαχον· σὺ δ’ οὐχ ὑπερεῖδες ἡμᾶς, Δέσποτα· ἱλάσω δὲ τὰς ἀσεβείας ἡμῶν, καταπέμψας ἡμῖν τὸν ἱλασμὸν, δι’ οὗ κατέστης ἡμῖν ἵλεως, ὑπερβὰς ἡμῶν τὰς ἀσεβείας. Τίς δέ ἐστιν ὁ ἱλασμὸς, διδάσκει λέγων ὁ Ἀπόστολος περὶ τοῦ Σωτῆρος· «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· οὐχ ὑπὲρ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου.» «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, κατοικήσει ἐν ταῖς αὐλαῖς σου.» Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστρέψαντες, τὰς ἑαυτῶν ἀσεβείας ἐξομολογησάμενοι, καὶ ὡς κατηξιώθησαν τοῦ ἱλασμοῦ, προκοπὴν ἐπιδείκνυνται, καὶ ψυχῆς ὠφέλειαν πολλὴν, γνῶσιν ἀνειληφέναι διδάσκοντες τοῦ ἀληθῶς μακαρίου.
Πάλαι μὲν γὰρ τὸν θνητὸν βίον καὶ τὴν πρόσκαιρον ζωὴν μόνην εἰδότες, πάντως που ἐμακάριζον τοὺς ταύτης ἀπολαύοντας, τέλος ἡδονὴν ὁριζόμενοι, καὶ πλούτους, καὶ τὴν ἐν σώματι τρυφήν· νῦν δ’ ὅτε τετυχήκασι τοῦ ἱλασμοῦ, καὶ τὰς ἑαυτῶν ἀσεβείας ἀπεκαθήραντο, γνῶσιν ἀνειλήφασι τοῦ ἀληθῶς μακαρίου· καὶ τοῦτον εἶναί φασι τὸν ὑπὸ Θεοῦ ἐκλεγόμενον καὶ τῆς ὑπ’ αὐτοῦ προσλήψεως κατηξιωμένον· διό φασι· Πάντες ἡμεῖς τῆς κλήσεως κατηξιώμεθα οἱ πάλαι ὄντες σάρξ· ἀλλ’ ἴσμεν, ὅτι πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Εἰκότως οὖν ὡς ἂν σπάνιον μακαρίζομεν τὸν ἐκλεκτόν. Τίς δέ ἐστιν οὗτος ἀλλ’ ἢ ὁ ἀφορισθεὶς τῶν πολλῶν καὶ ἀναληφθεὶς ὑπὸ τοῦ Θεοῦ; Καὶ πῶς γὰρ οὐ μακάριος ἀληθῶς ὁ τοιοῦτος, ὁπότε, τῶν δύο τούτων τυχὼν, λέγω δὲ τῆς ἐκλογῆς καὶ τῆς τοῦ Θεοῦ προσλήψεως, ἑτέρου κρείττονος καταξιωθήσεται; κατοικήσει γὰρ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ. Καὶ ταύτην λοιπὸν τὴν μονὴν εὑρὼν καὶ τὴν ἀνάπαυλαν, ἐνταῦθα στηριχθήσεται· τὸ τέλος ἀγαθὸν τοῦτο ἀπολαύων, οὗ τυχεῖν καὶ ἄλλος ηὔχετο προφήτης ὁ εἰπών·
PG 23:631«Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Αὐλαὶ δὲ τοῦ Κυρίου εἰσὶν αἱ κατ’ οὐρανὸν μοναὶ, περὶ ὧν εἴρηται ἐν Εὐαγγελίῳ· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί.» Ὁ τοίνυν ἐξ ἐθνῶν πάλαι μὲν ὢν σὰρξ, μεταβαλὼν δὲ καὶ γενόμενος Θεοῦ ἄνθρωπος, μακαρίζει τὸν ἐξαίρετον καὶ ἤδη ἐκλεκτόν· ὡς ἂν προσληφθέντα ὑπὸ τοῦ Θεοῦ καὶ παραληφθέντα εἰς τὰς αὐλὰς τῆς ἐπουρανίου Ἱερουσαλήμ. «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οἱ προλεχθέντες, τυχεῖν εὐχόμενοι καὶ αὐτοὶ τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ἠξίωται ὁ προειρημένος μακάριος, φασίν· «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.» Ἔγνωσαν γὰρ τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐπουράνιον, οὗ ἐν ταῖς αὐλαῖς ὁ ἤδη ἐκλεκτὸς κατατέτακται. Διὸ ἱκετεύουσι καιρῷ ποτε καὶ αὐτοὶ τυχεῖν τῶν ἐπουρανίων ἀγαθῶν. Εἰ δὲ καὶ οἶκος Θεοῦ ἡ Ἐκκλησία αὐτοῦ ἐστι κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας·» εἰκότως φασὶν, ὅτι Ὁ μὲν μακάριος ἤδη τῆς παρὰ σοὶ τετύχηκεν ἐκλογῆς·
ἡμεῖς δὲ οἱ μηδέπω τοιοῦτοι, ἔτι δὲ περιβεβλημένοι ἀγαπῶμεν ἐντεῦθεν ἤδη τῶν ἐν τῷ οἴκῳ σου ἀγαθῶν ἀπολαύοντες, λόγων δηλαδὴ θείων καὶ τῶν τῆς σοφίας μαθημάτων τε καὶ χαρισμάτων τοῦ ἁγίου Πνεύματος, οἷς κεκόσμηται ὁ οἶκος τοῦ Θεοῦ· «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν,» καὶ ὅσα ἄλλα κατέλεξεν ὁ θεῖος Ἀπόστολος. Ἐν τούτοις οὖν ἑαυτοὺς παρασκευάζουσιν οἱ τῶν κρειττόνων ἐφιέμενοι. Εἶτ’ ἐπειδὴ περὶ οἴκου Θεοῦ ἐμνημόνευσαν, ἀκολούθως ὁποῖος οὗτος τυγχάνει διδάσκουσι λέγοντες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οὗτος γὰρ ἦν ὁ οἶκος τοῦ Θεοῦ, ὁ ἅγιος αὐτοῦ νεώς. Νεὼν δὲ ἄκουε τοῦ Θεοῦ ἅγιον οὐ τοίχων καὶ ὀρόφων οἰκοδομήματα, ἀλλὰ τὸν ἐκ ψυχῶν ἐκλεκτῶν συνεστῶτα ἤδη. Λίθοι ζῶντες οἱ ἅγιοι, καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον τὸ σύστημα τῶν θεοσεβῶν εἶναι ὁ ἱερὸς Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ὑμεῖς δὲ πάντες οἶκος Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός·
ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Τοῦτο δὲ εἰπὼν, συνῳδὰ τῷ μετὰ χεῖρας ἐδίδασκε λόγῳ φάσκοντι· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ὡς γὰρ τῶν αἰσθητῶν ναῶν θαυμάζεται πολλάκις ἡ κατασκευὴ διὰ φιλοκάλου πολυτελείας γενομένη· χρυσόροφα γοῦν καὶ διάγλυφα τεκταίνουσι, φιλοκαλοῦντες, ὕλῃ τε κιόνων καὶ μαρμάρων κατακοσμοῦσι τὰς οἰκοδομάς· τὸν αὐτὸν τρόπον ὁ τοῦ Θεοῦ νεὼς ἅγιος ὢν, καὶ τοῦτο πρῶτον κάλλιστον ἀγαθὸν κεκτημένος, τὸν ἔξωθεν περιβέβληται κόσμον, πολυποικίλῳ σοφίᾳ Θεοῦ, δικαιοσύνῃ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς, τοῖς τε τοῦ ἁγίου Πνεύματος χαρίσμασι πεποικιλμένος, ὡς ἔκπληξιν ἐμποιεῖν καὶ θαῦμα παρέχειν τοῖς ὁρῶσιν. Ὅθεν οἱ καταξιούμενοι τῆς ἐν αὐτῷ διατριβῆς χαίροντές φασι· «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Τήρει δὲ ὅπως ταῦτα κατὰ τοὺς χρόνους ἐλέγετο τοῦ Δαυὶ̈δ, καθ’ οὓς ὁ αἰσθητὸς ὑπὸ Σολομῶνος οὐδέπω κατεσκεύαστο νεώς· δεικνύντος ἐναργῶς τοῦ λόγου, ὅτι ὁ ἀληθῶς ναὸς τοῦ Θεοῦ οὐχ ὁ ἐκ λίθων ἀψύχων ᾠκοδομημένος ἦν, ἀλλ’ ὁ ἀποδοθεὶς ἡμῖν κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν.
PG 23:633Καὶ ἄλλως δὲ καθ’ ἑτέραν ἐκδοχὴν, ἐπειδὴ ἀνωτέρω ἐμακάρισαν τὸν ἐκλεγέντα καὶ ἀναληφθέντα ὑπὸ τοῦ Θεοῦ, κατοικήσαντά τε ἤδη ἐν ταῖς αὐλαῖς αὐτοῦ ταῖς ἐπουρανίοις, εἰκότως καὶ αὐτοὶ τέως μένοντες κλητοὶ, εὐχόμενοι δὲ ἐκλεκτοὶ γενέσθαι καὶ τῶν αὐτῶν ἐπουρανίων μονῶν καταξιωθῆναι, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑπογράφουσιν, ἱκετεύοντες τυχεῖν τοῦ αὐτοῦ ἐπουρανίου οἴκου καὶ τῶν ἐν αὐτῷ ἀγαθῶν. Εἶθ’ ὡς μεμαθηκότες ὁποῖός ἐστιν ὁ ἐπουράνιος τοῦ Θεοῦ οἶκος, ἑρμηνεύουσι τὴν ἀρετὴν αὐτοῦ φάσκοντες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ναὸς δὲ ἐπουράνιος καὶ ἀληθῶς ἐπάξιος τοῦ Θεοῦ, ἐν ᾧ κατοικῶν ἐπινοεῖται ὁ τῶν ὅλων Θεὸς, τίς ἂν γένοιτο, ἢ ὁ μονογενὴς αὐτοῦ Λόγος, εἰς ὃν εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι; Οὗτος οὖν ἀληθῶς θαυμαστός ἐστιν ἐν δικαιοσύνῃ· ἐπειδὴ γέγονεν ἡμῖν αὐτὸς σοφία ἀπὸ τοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὁ μὲν δὴ ἐκλελεγμένος ὑπὸ σοῦ καὶ ἀναληφθεὶς εἰς τὸν ἐπουράνιον ναὸν μακάριος ἀληθῶς καὶ τρισμακάριος·
ἡμεῖς δὲ ἐν ἐπαγγελίαις ὄντες τῶν προλεχθέντων ἀγαθῶν, ἐλπίσι τε ἀνηρτημένοι, ἤδη ποτὲ τούτων τυχεῖν εὐχόμεθα· διὸ παρακαλοῦμεν λέγοντες· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν·» ἐπακούσας δὲ, μακαρίους γενέσθαι καταξίωσον, καὶ ἡμᾶς προςλαβόμενος, καὶ ἐκλεξάμενος καὶ κατοικίσας ἐν ταῖς αὐλαῖς σου· ἵν’ ἐκεῖ γενόμενοι πλησθῶμεν τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ἀγαθὰ δὲ τοῦ ἐπουρανίου οἴκου, ὁποῖα ἄν τις νοήσειεν, ἢ οἷα ὁ θεῖος Ἀπόστολος διέγραψεν εἰπών· «Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν;» Ἐπάκουσον τοίνυν ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, καὶ ἐπακούσας καταξίωσον καὶ ἡμᾶς τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ταῦτα διδάσκονται λέγειν οἱ πάλαι ὄντες σάρκες, τῆς δὲ τοῦ Θεοῦ κλήσεως κατηξιωμένοι. Ἐπικαλοῦνται δὲ εὐκαίρως ἐν τούτοις τὸν ἑαυτῶν Σωτῆρα, ὃν καὶ ἀνωτέρω ἱλασμὸν ὠνόμασαν εἰπόντες, «καὶ τὰς ἀνομίας ἡμῶν σὺ ἱλάσῃ.» Καὶ ἐνταῦθα δὲ τὸν Σωτῆρα ἡ Ἑβραϊκὴ Γραφὴ τούτοις ἐγγράφει τοῖς χαρακτῆρσι, δι’ ὧν καὶ ὁ ἡμέτερος Σωτὴρ Ἰησοῦς γράφεται.
PG 23:635Τοῦτον δὲ αὐτὸν τὸν Σωτῆρα καὶ τὸν ἱλασμὸν, «ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν» ὀνομάζουσιν, ἄντικρυς παριστῶντες μηδὲν ταῦτα πρὸς Ἰουδαίους· οὐ γὰρ μόνοις αὐτοῖς, πᾶσι δὲ τοῖς ἔθνεσι τὴν τοῦ Σωτῆρος χάριν εὐαγγελίζεσθαι, οἷς γνώμην Θεοῦ καὶ ἐπιστήμην θεσπίζουσιν· ὡς μηκέτι τὰς ἐλπίδας ἀναρτᾷν ἐπὶ τοὺς πάλαι νομιζομένους αὐτῶν θεοὺς, ἀλλ’ ἐπὶ μόνον τὸν αὐτῶν γενόμενον Σωτῆρα. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστεία.» Ἀντὶ τοῦ, «ἑτοιμάζων ὄρη, ἥδρασας ὄρη,» ὁ Σύμμαχος ἡρμήνευσεν. Ἐπάξει δὲ ὁ λόγος τὰς περὶ τοῦ προλεχθέντος Σωτῆρος θεολογίας. Σὺ γὰρ εἶ, φησὶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ὁ τάδε καὶ τάδε τῇ σαυτοῦ δυνάμει μεγαλουργήσας. Πρῶτον μὲν ἡτοίμασας ὄρη ἐν τῇ ἰσχύϊ σου περιζωσάμενος δυναστείαν· εἶτα συνετάραξας τὸ κύτος τῆς θαλάσσης, καὶ τῶν κυμάτων αὐτῆς τὸ ἦχος ἐπράϋνας· εἶτα διὰ τούτων ἐτάραξας ἔθνη. Τούτων δὲ γενομένων, τὰ μεγάλα ὠφελήθησαν οἱ κατοικοῦντες τὰ πέρατα. Ἔγνωσαν γάρ σε, καὶ ἐφοβήθησαν ἀπὸ τῶν σημείων σου, ὡς μηκέτι λοιπὸν ἄλλην τινὰ ἐλπίδα πρὸ ὀφθαλμῶν τίθεσθαι ἢ σέ. Διὸ ἀνωτέρω ἐλέγετο·
«Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.» Οὗτοι γὰρ οἱ τὰ πέρατα τῆς γῆς οἰκοῦντες ἐν τοῖς προκειμένοις φοβηθήσεσθαι τὸν Θεὸν ἀπὸ τῶν σημείων αὐτοῦ θεσπίζονται ὑπὸ τοῦ φήσαντος λογίου· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ποῖα δὲ ἦν τὰ σημεῖα, ἅπερ θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα ἐφοβήθησαν τὸν Θεὸν καὶ εἰς αὐτὸν ἤλπισαν, προεδίδαξεν εἰπών· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Τίς ὑποστήσεται; «Ταραχθήσονται ἔθνη.» Ταῦτα θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα, ἐφοβήθησαν ἀπὸ τῶν σημείων αὐτοῦ. Δηλοῦται δὲ διὰ τούτων ἡ τῶν πάλαι ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπείνωσις καὶ ἡ καθαίρεσις τῆς διαβολικῆς παρατάξεως, ἀρχῶν δηλαδὴ καὶ ἐξουσιῶν, καὶ κοσμοκρατόρων καὶ πνευματικῶν τῆς πονηρίας· ἅτινα πάλαι μὲν κατεκράτει τῶν ἐπὶ γῆς οἰκούντων ἐθνῶν, συνεκύκα τε καὶ συνετάραττε τὴν τοῦ ἀνθρωπείου βίου θάλασσαν, ὡς θεῶν δόξαν ἀποστέλλειν παρὰ πᾶσι τοῖς τὸ τῆς γῆς οἰκοῦσι στοιχεῖον.
Καθῄρηται δὲ πάντα καὶ ἀνατέτραπται διὰ τῆς σωτηρίου θεοφανείας. Τὰ ὅμοια δὲ τούτοις καὶ ἄλλος προφήτης ὧδε θεσπίζει λέγων· «Ἀκούσατε, λαοὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. Διότι ἰδοὺ Κύριος καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ· καὶ ἐπιβήσεται, Κύριος ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ συντριβήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ· καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δι’ ἀσέβειαν Ἰακώβ· ταῦτα πάντα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.» Ἀλλὰ καὶ ἐν τῷ ιζ ψαλμῷ, τὴν ἐξ οὐρανῶν ἐπὶ γῆς κατάβασιν τοῦ αὐτοῦ Κυρίου περιέχοντι λέλεκται· «Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Κύριος.» Σημαίνεται δὲ διὰ τούτων κάθοδος τοῦ Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου· εἶτ’ ἐπὶ τῇ εἰς ἀνθρώπους καθόδῳ αὐτοῦ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων τῶν πάλαι εἰς ὕψος ἐπηρμένων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι τετιμημένων καθαίρεσις καὶ ταπείνωσις καὶ σκεδασμός. Διὸ καὶ ἐν τοῖς μετὰ χεῖρας εἴρηται·
PG 23:637«Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.» Δυναστείᾳ γὰρ περιεζωσμένος, τῇ αὐτοῦ ἰσχύϊ, τὰ προλεχθέντα ὄρη οὔπω μὲν εἰς τὸ παντελὲς ἀπώλεσεν· ἡτοίμασε δὲ εἰς τιμωρίαν τέως ἀφορίσας αὐτὰ καὶ ἀποστήσας τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος· ἀλλὰ καὶ τὸ κύτος τῆς θαλάσσης τῇ ἑαυτοῦ δυναστείᾳ κατέπαυσε. Διὸ λέλεκται· «Συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Ἀντὶ δὲ τοῦ, «ὁ συνταράσσων,» ὁ μὲν Ἀκύλας, «καταστέλλων·» ὁ δὲ Θεοδοτίων, «καταπραύ̈νων,» καὶ ἡ πέμπτη ἔκδοσις, «ὁ καταπραύ̈νων,» ἡρμήνευσαν. Λέγει δ’ οὖν ὁ Ἀκύλας· «Καταστέλλων ἦχον θαλάσσης, θόρυβον κυμάτων αὐτῆς καὶ ὄχλον φυλῶν.» Ὥσπερ γὰρ τὰ προλεχθέντα ὄρη εἰς τὴν μέλλουσαν αὐτὰ διαλήψεσθαι τιμωρίαν ἡτοίμασεν, οὕτω κατέστειλε τὸν ἦχον θαλάσσης καὶ τὸν θόρυβον τῶν κυμάτων αὐτῆς. Τίς δὲ ἡ θάλασσα, καὶ ποταπὸς ὁ ἦχος αὐτῆς, καὶ τίς ὁ θόρυβος τῶν κυμάτων αὐτῆς, ἑξῆς διασαφεῖ ὁ Ἀκύλας εἰπών·
«Καὶ ὄχλον φυλῶν.» Ὁ γὰρ πολὺς ὄχλος τῶν πάλαι ἐθνῶν, καὶ τῶν κατὰ πᾶν γένος ἀνθρώπων φυλῶν ἦν, ὅτε κῦμα τοῦ τῶν ἀνθρώπων βίου, καὶ ἡ τοιαύτη τοῦ θνητοῦ βίου θάλασσα τῆς τῶν ἀνθρώπων κακίας πεπληρωμένη, πολὺν θόρυβον εἶχε, μέγαν τε ἦχον ἐξαπέστελλεν· ἅτε τὸν δράκοντα οἰκοῦντα ἐν αὐτῇ κεκτημένη, περὶ οὗ λέλεκται· «Ἐπάξει Κύριος ὁ Θεὸς τὴν μάχαιραν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ·» καὶ ἀλλαχοῦ προειπὼν ὁ λόγος· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» ἐπιλέγει· «Ἐκεῖ δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Ἀλλὰ γὰρ ἀθρόως καὶ τὸν δράκοντα καὶ τὴν θάλασσαν, καὶ τὸν τῶν κυμάτων αὐτῆς ἦχον, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, ἐπιφανεῖσα ἀνθρώποις, κατέστειλε καὶ κατεπράϋνε, τόν τε ὄχλον τῶν φυλῶν ἔσβεσε. Τούτων δὲ γενομένων, ἑξῆς καὶ ἀκολούθως εἴρηται·
«Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ἱκανὰ γὰρ ἦν τὰ προλεχθέντα σημεῖα, ὄρη ταπεινούμενα καὶ θαλάσσης ἦχος καταστελλόμενος, θόρυβός τε κυμάτων μηκέτι ταράττων κατὰ τὸ παλαιὸν, ἀλλὰ καὶ ὄχλος φυλῶν καὶ αὐτὸς σβεννύμενος, φόβον ἐμποιῆσαι τοῖς κατοικοῦσι τὰ πέρατα· ὡς μηκέτι τὰ προλεχθέντα πάντα φοβεῖσθαι, ἀλλ’ ἕνα μόνον τὸν πάντων ἐκείνων νικητήν· ὅντινα λοιπὸν γνόντες καὶ φοβούμενοι, τοῦ φάσκοντος μακαρισμοῦ τυγχάνουσι· «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» Τίνες δ’ ἂν εἶεν οὗτοι, τὸ παρὸν λόγιον διδάσκει φάσκον· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Κατοικεῖν δὲ λέγονται τὰ πέρατα οὐ πάντως οἱ τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦντες, ἀλλ’ οἱ δυνάμενοι ὁμοίως Παύλῳ λέγειν· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καί· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Οὗτοι γὰρ, οὔτε ἐμβαθύναντες τοῖς ἀνθρωπίνοις πράγμασιν, οὔτε πάντη ἐκτὸς ὄντες αὐτῶν, ὥσπερ ἐν μεθορίῳ καθεστήκασιν, ἀμφὶ τὰ πέρατα τῆς ἀνθρωπίνης ζωῆς πολιτευόμενοι.
PG 23:639Οἱ δὴ, πολλῆς αἰσθήσεως μετασχόντες, τὰ σημεῖα τοῦ Σωτῆρος ἡμῶν θεασάμενοι, οἱ ἐν ἀρχῇ γεγόνασι σοφίας, τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότες. Τίς δὲ τὰ ὑψώματα τῶν κατὰ χρόνους ἀρχόντων καὶ τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐπαναστάσεις, τούς τε διωγμοὺς καὶ τὰς ἀπειλὰς τῶν ἀσεβῶν ἀνδρῶν τεθεαμένος, οὐκ ἂν εἴποι ὄρη εἶναι ὑψούμενα καὶ θάλασσαν ἀληθῶς κυμαίνουσαν, ἦχόν τε κυμάτων τὰς τῶν ἀσεβῶν καὶ ἀθέων βλασφημίας; Ἃ δὴ πάντα ἐν τῇ ἰσχύϊ αὐτοῦ ὁ Σωτὴρ πάντων τῶν περάτων τῆς γῆς μιᾷ ῥοπῇ ταπεινοῦν εἴωθεν· ὡς τοὺς ὁρῶντας τὴν πτῶσιν αὐτῶν καὶ τὴν ἀπώλειαν ταράττεσθαι· τοὺς δὲ ὠφελεῖσθαι καὶ φόβον ἀναλαμβάνειν Θεοῦ, σημεῖα ἐναργῆ τῆς τοῦ Σωτῆρος ἐνθέου δυνάμεως τὴν τῶν ἀσεβῶν καθαίρεσιν εἶναι ὁμολογοῦντας. «Ἐξόδους πρωί̈ας καὶ ἑσπέρας τέρψεις· ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.» Πρὸς τοῖς κατειλεγμένοις καὶ ἄλλα σημεῖα τῆς τοῦ Σωτῆρος δυνάμεως παρίστη λέγων· «Ἐξόδους πρωί̈ας καὶ ἑσπέρας τέρψεις·» ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε·
«Τὰς προελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας τὰς ὑμνολογίας.» Ἓν γὰρ καὶ τοῦτο μέγιστον σημεῖον τυγχάνει τῆς σωτηρίου δυνάμεως, τὸ μετὰ τὴν ταπείνωσιν τῶν προλεχθέντων συστήσασθαι ἐν ἀνθρώποις ἐξόδους πρωί̈ας καὶ ἑσπέρας τέρψεις· ἢ κατὰ τὸν Σύμμαχον, «ὑμνολογίας,» ἢ, κατὰ τὸν Ἀκύλαν, «αἰνοποιήσεις.» Τὸ γὰρ καθ’ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ κατὰ τὰς πρωϊνὰς τοῦ ἡλίου ἐξόδους, κατά τε τὰς ἑσπερινὰς ὥρας ὑμνολογίας καὶ αἰνοποιήσεις, καὶ θείας ἀληθῶς τέρψεις τῷ Θεῷ συστήσασθαι, οὐ τὸ τυχὸν ἦν Θεοῦ ἀρετῆς σημεῖον. Θεοῦ δὲ τέρψεις οἱ πανταχοῦ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀναπεμπόμενοι κατὰ τοὺς ὀρθρινοὺς καὶ κατὰ τοὺς ἑσπερινοὺς καιροὺς ὕμνοι τυγχάνουσι. Διὸ λέλεκταί που· «Ἡδυνθείη αὐτῷ ἡ αἴνεσίς μου·» καὶ πάλιν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή·» καί· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Καὶ αὗται οὖν αἱ τέρψεις σημεῖα τυγχάνουσι τοῦ Σωτῆρος. Καὶ ἄλλο δὲ πρὸς τούτοις σημεῖον μέγιστον καταριθμεῖται ἑξῆς λέγων·
«Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν.» Ὡς γὰρ νοσοῦντα ἰατρὸς ἐφορᾷ καὶ ἐπισκέπτεται, ἐπιμέλειαν ποιούμενος τοῦ πάθους, πάντα τε τὰ πρὸς ἴασιν καὶ σωτηρίαν συντελοῦντα συμβαλλόμενος· τὸν αὐτὸν τρόπον καὶ σὺ ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, περιζωσάμενος δυναστείαν τῇ ἰσχύϊ σου, ταῦτα πάντα εἰργάσω· τὰς μὲν ἀντικειμένας καθεῖλες δυνάμεις, συνεστήσω δὲ ἐπὶ γῆς πρωϊνὰς καὶ ἑσπερινὰς τέρψεις· καὶ ταῦτ’ ἔπραξας, καταξιώσας τῆς σεαυτοῦ ἐπισκοπῆς τοὺς ἐπὶ γῆς ἀνθρώπους, δι’ ἧς μυρία αὐτοῖς ἀγαθὰ δεδώρηται· ὡς πληρῶσαι αὐτοὺς καὶ μεθῦσαι ταῖς ἀγαθαῖς σου χορηγίαις, πλουτίσαι τε αὐτοὺς κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει·» ἢ κατὰ τὸν Σύμμαχον φήσαντα· «Πολυκαρπίᾳ πλουτίσεις αὐτήν.» Πῶς δὲ ἐμέθυσε τὴν γῆν, καὶ πῶς ἐπλούτισε καὶ ἐπλήρωσεν αὐτὴν πολυκαρπίας, διασαφεῖ λέγων ἑξῆς· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Τὸν γὰρ σεαυτοῦ ποταμὸν τοῦ ἁγίου Πνεύματος, τὸν ἀπὸ τῆς·
PG 23:641ἐν σοὶ πηγῆς ἀναβλυσταίνοντα, τοῖς ἐπὶ γῆς οἰκοῦσι δωρησάμενος, τὴν λογικὴν καὶ νοερὰν αὐτῶν χώραν γῆν ὀνομαζομένην, πολλῷ τῷ ῥεύματι κατακλύσας, μεθύσας τοῖς τῆς σοφίας ὀμβρήμασιν, «ἐπλήθυνάς τε τοῦ πλουτίσαι αὐτὴν» τοῖς τοῦ ἁγίου Πνεύματος διαφόροις χαρίσμασι. Τούτου δὲ «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ὁ Σωτὴρ δὲ περὶ τοῦ αὐτοῦ ἐδίδασκε λέγων· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Οὗτος οὖν ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ὥστ’ ἂν εἰπεῖν· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Πολλῶν δὲ ὑδάτων ὁ ποταμὸς πεπλήρωται, διὰ τὸ μὴ ὁμοίους εἶναι τοὺς ἐξ αὐτοῦ ποτιζομένους. Διαφόρων δὲ ὄντων ταγμάτων τῶν μεταλαμβανόντων αὐτοῦ, εἰκότως ἑκάστῳ παρέχων τὰ πρόσφορα, πολλῶν ὑδάτων πεπληρῶσθαι λέγεται· ὧν μεταλαβοῦσα ἡ λογικὴ χώρα, τὰς ἐπιτηδείους ἑκάστῳ δίδωσι τροφὰς, καὶ τοὺς ἐπαξίους τοῦ τοσούτου ποταμοῦ καρπούς. Διὸ λέλεκται·
«Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Κατὰ δὲ τὸν Σύμμαχον· «Τελεσφορήσεις, φησὶ, τὴν σπερματίαν αὐτῆς, ὅτι οὕτως ἥδρασας αὐτὴν,» δηλονότι τὴν γῆν, «καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Τῷ οὖν ποταμῷ τῷ σῷ τελεσφορήσεις τὴν σπερματίαν αὐτῆς, τουτέστι τὰ σπέρματα ἐν αὐτῇ καταβληθέντα σὺ αὐτὸς διὰ τοῦ σαυτοῦ ποταμοῦ τελεσφορηθῆναι ποιήσεις, ὡς τελείους ἀποδοῦναι τοὺς στάχυς. Οὕτω γοῦν κατὰ τὸ Εὐαγγέλιον, ἡ μὲν ποιήσει λ, ἡ δὲ ξ, ἡ δὲ ρ, τῆς ἀνθρωπίνης ψυχῆς γῆς ὀνομαζομένης, καὶ κατὰ τὴν σωτήριον παραβολήν· «Τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυνον τὰ γεννήματα αὐτῆς· ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Διεξελθὼν ὁ προφητικὸς λόγος τὰ σημεῖα τῆς τοῦ Σωτῆρος ἀρετῆς, καὶ τῇ τοῦ Πνεύματος προγνώσει τὰ ἐσόμενα, ὡς ἤδη δι’ ἔργων κεχωρηκότα τεθεαμένος· ὅπως μὲν τῶν ἀντικειμένων ἀνατροπὴν εἰργάσατο, ὅπως δὲ ἐπεσκέψατο τὴν γῆν καὶ ἐμέθυσεν αὐτὴν, καὶ ὡς ἐπλήθυνε τοῦ πλουτίσαι αὐτὴν, πληρωθέντος ὑδάτων τοῦ ποταμοῦ τοῦ Θεοῦ. Ταῦτα θεσπίσας, καὶ ὡς ἤδη πρὸ ὀφθαλμῶν ὁρώμενα θεασάμενος, ἐπ’ εὐχὴν τρέπεται, καὶ τὸν Θεὸν ἱκετεύει λέγων·
«Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Αὔλακες δὲ ψυχῆς εἶεν ἂν οἱ κατὰ βάθους αὐτῆς λογισμοὶ, καὶ τῆς συνειδήσεως αὐτῆς ἡ κρύφιος καὶ τοὺς πολλοὺς λανθάνουσα δύναμις, ἣν ὁ τοῦ Θεοῦ λόγος ἀρότρου δίκην ἀνατέμνων καὶ μεταβάλλων, λεῖον ἀπεργάζεται· περιελών τε τὰς ἀκάνθας, καὶ τὴν περιττὴν ὕλην, ἐντίθησι τὰ ἑαυτοῦ σπέρματα· εἶτα τοῖς λογικοῖς νάμασιν ἀρδεύων, μεθύσκει αὐτήν. Διὸ λέλεκται· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Εἶτα ἀντὶ τοῦ· «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα·» κατὰ τὸν Σύμμαχον· «Ταῖς ψεκάσιν αὐτῆς χαυνώσεις αὐτὴν καὶ τὸ βλάστημα αὐτῆς,» εἴρηται. Καὶ πάντα δὲ ταῦτα σημεῖα τυγχάνει τοῦ ἐπισκεψαμένου τὴν Ἐκκλησίαν αὐτοῦ· ἃ δὴ πάλαι προλεχθέντα οὐδ’ ἄλλως εἰς ἔργα κεχώρηκεν ἢ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας· δι’ ἧς οἱ κατηξιωμένοι τῆς αὐτοῦ χάριτος, τὰ ἐξ οὐρανῶν σπέρματα ταῖς αὐτῶν ψυχαῖς ἀποδεξάμενοι, καρποὺς εὐθαλεῖς παρέχουσιν· οἱ μὲν ρ ποιοῦντες, οἱ δὲ ξ, οἱ δὲ λ.
PG 23:643Ὁρῶν δέ τις ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὰ διάφορα τάγματα τῶν ἐν Χριστῷ προκοπτόντων, τὴν παγκαρπίαν εἴσεται τῶν διὰ τῆς προκειμένης προφητείας θεσπιζομένων. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσεται πιότητος.» Ἐπειδὴ κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ἐληλυθέναι λέγεται ὁ Σωτὴρ, κατὰ τὴν φάσκουσαν ἐξ αὐτοῦ προσώπου Γραφήν· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως·» εἰκότως καὶ ἐνταῦθα τὴν ἡμέραν σημαίνει τῆς ἀνταποδόσεως. Ἔστι δὲ αὕτη ὁ μέλλων ἐπιστήσεσθαι αἰὼν μετὰ τὴν τοῦ ἐνεστῶτος συντέλειαν. Ἐκεῖνον τοίνυν τὸν ἐνιαυτὸν ὥσπερ στεφάνῳ κοσμηθήσεσθαι διὰ τῶν νεαρῶν καὶ ὡραίων ἀνθῶν τῶν μελλόντων ἐν αὐτῷ πολιτεύεσθαι, τὸ παρὸν θεσπίζει λόγιον φάσκον· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ὁ τοῦ μέλλοντος αἰῶνος, χρηστότητος ὢν Θεοῦ, στέφανον ἕξει ηὐλογημένον, σύμπαντα χορὸν τῶν ἁγίων.
Ὅντινα στέφανον, εὐλογήσας, περιθήσεται ὁ Χριστὸς τοῦ Θεοῦ, τοῖς τῆς αὐτῶν γεωργίας ἄνθεσιν ὡραϊζόμενος. Ἀλλὰ καὶ αὐτὸς αὐτῶν γενήσεται στέφανος κατὰ τὸν Ἡσαί̈αν φήσαντα· «Καὶ ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς δόξης. Τότε δὲ καὶ τὰ πεδία τοῦ Θεοῦ πλησθήσεται πιότητος, καὶ τὰ ὄρεα δὲ τῆς ἐρήμου τότε πιανθήσεται.» Ἔτι μὴν καὶ «οἱ βουνοὶ» τότε «ἀγαλλίασιν περιζώσονται.» Καὶ πρὸς τούτοις ἅπασιν οἱ κριοὶ τῶν προβάτων τοὺς ἰδίους ἐνδύσονται πόκους. Νοήσεις δὲ ταῦτα, τὴν διαφορὰν ὑποθέμενος ἑαυτῷ τῶν σωζομένων· ὧν οἱ μὲν, ὡς ἐν παραθέσει τῶν κρειττόνων τὸν βίον ὑποβεβηκότες, ἀλληγορικῷ τρόπῳ πεδία Θεοῦ προσηγορεύθησαν πιότητος πληρούμενα· διὸ λέλεκται· «Τὰ πεδία σου πλησθήσεται πιότητος·» οἱ δὲ ἤδη ἐν διαφόροις ἀρεταῖς ἀνθοῦντες ὄρεα τῆς πρὶν ἐρήμου Ἐκκλησίας ὠνομάσθησαν· οἳ, καὶ αὐτοὶ πλουσίως ἀρδόμενοι ἐκ τοῦ δηλωθέντος ποταμοῦ, πιανθήσεσθαι λέγονται· ἀλλὰ καὶ οἱ ἔτι τούτων ὑψηλότεροι βουνοὶ τροπικῶς καλούμενοι ἀγαλλίασιν περιζώσονται. Καὶ τρία μὲν ταῦτα τάγματα κατὰ τὸν μέλλοντα ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Θεοῦ τεύξεται τῆς μακαριότητος·
PG 23:645τάχα που ἐξ ἐκείνων ὄντες, ὧν οἱ μὲν ἐποίουν ρ, οἱ δὲ ξ, οἱ δὲ λ. Οἱ δὲ τούτων ἐπιστησόμενοι ἄρχοντές τινες καὶ ἡγεμόνες τινὲς αὐτῶν, ἐν δυνάμεσιν ἐξαιρέτοις κοσμηθήσονται· διὸ λέλεκται· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» ἀντὶ τοῦ· «Ἐνδύσονται.» Κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας τοὺς ἡγουμένους τῶν προλεχθέντων νοήσεις, οἵτινες ἐνεδύσαντο ἢ καὶ μᾶλλον ἐνδύσονται. Τί δὲ ἐνδύσονται, ἡμῖν καταλέλοιπεν νοεῖν· διδάσκει δὲ τὸ ἔνδυμα τούτων ὁ θεῖος Ἀπόστολος λέγων· «Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν·» καὶ πάλιν· «Ἐφ’ ᾧ οὐ θέλομεν ἐνδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ἐνδύσονται τοίνυν οἱ κριοὶ τὸ ἐμπρέπον αὐτοῖς ἔνδυμα, τοῦ φθαρτοῦ σώματος αὐτοῖς μεταβάλλοντος εἰς ἀφθαρσίαν, καὶ τοῦ θνητοῦ εἰς ἀθανασίαν. Οὕτω γοῦν κατὰ τὸ παράδειγμα καὶ οἱ κριοὶ οἴκοθεν ἐπάγονται τὸ ἔνδυμα, τοῦ σώματος αὐτοῖς καρποφοροῦντος τὸν πόκον. Ἀλλὰ καὶ αὐτὸν ἐνδύσονται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸ ἐξαίρετον ἔνδυμα τὸ φῶς τῆς θεότητος αὐτοῦ περιβαλούμενοι. Ἔτι μὲν καὶ «αἱ κοιλάδες» τότε «πληθυνοῦσι σῖτον.» Ἔδει γὰρ μηδὲ τῶν κοιλάδων ἀμνημονῆσαι·
ἀνωτέρω μὲν γὰρ πεδιάδες ὠνομάσθησαν καὶ ὄρεα ἐρήμου καὶ βουνοί. Ἐπειδὴ δέ εἰσι καὶ παρὰ τὰ λεχθέντα τάγματα ἄλλοι τινὲς ταπεινότεροι, καὶ οὐκ ἀπόβλητοι μὲν τῆς βασιλείας, πλὴν ὡς ἐν παραθέσει τῶν προλεχθέντων σμικροὶ καὶ βραχεῖς, πάντων τε ὡς ἂν εἴποι τις, ἔσχατοι· ἀναγκαίως οὐδὲ τούτων παρῆλθε τὴν μνήμην ὁ λόγος· ἀλλὰ καὶ αὐτοὺς καρπὸν οἴσειν τὸν ἐπιβάλλοντα διδάσκει λέγων· «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον» προφέρουσαι, ἢ, «τὴν τροφὴν,» κατὰ τὸν Σύμμαχον. «Κεκράξονται.» Τί δὲ κεκράξονται, ἑρμηνεύει ἑξῆς λέγων· «Καὶ γὰρ ὑμνήσουσιν·» ὡσεὶ σαφέστερον εἰρήκει· Εἰ γὰρ κοιλάδες τυγχάνουσιν, ὅμως δ’ οὖν ὑμνήσουσι τὸν καὶ αὐτοῖς τῶν ἀγαθῶν πάροχον. Ὑμνοῦσαι δὲ κεκράξονται, παῤῥησίᾳ χρώμεναι καὶ βοῇ μεγάλῃ. Βοῶσαι δὲ κραυγῇ καὶ ὑμνοῦσαι ποίας προήσονται φωνὰς, ἢ τὰς ἐν ἀρχῇ παντὸς ψαλμοῦ φερομένας· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν,» λέγουσαι; Ἀναγκαίως δὲ πρόκειται τό· «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσι,» περὶ τῶν κοιλάδων, ἢ καὶ περὶ τῶν προλεχθέντων ἁπάντων, ὡς ἂν μάθοιμεν, ὅτι μὴ περὶ αἰσθητῶν καὶ σωματικῶν τόπων ὁ λόγος ταῦτα διδάσκει·
καίτοι καὶ περὶ τούτων εἰκὸς ἦν τὰ προλεχθέντα λέγεσθαι νομίζειν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ Θεοῦ δωρήμασιν, ὥστ’ εἶναι εὐχαριστήριον ὕμνον, ὡς πρὸς τὴν λέξιν, ὑπὲρ τῶν κατ’ ἔτος ἀνθρώποις χορηγουμένων τὸν παρόντα λόγον. Καθ’ ἕκαστον γοῦν ἐνιαυτὸν ὁ φιλάνθρωπος καὶ παντὸς ἀγαθοῦ δοτὴρ Θεὸς, ἐπισκεπτόμενος τὴν γῆν, μεθύσκει αὐτὴν, ἄρδων τοῖς συνήθεσιν ὄμβροις, πληροῖ τε αὐτῆς τοὺς αὔλακας ταῖς τῶν ὑετῶν χορηγίαις. Τά τε γεννήματα αὐτῆς πληθύνων εὐλογήσει. Ἡ δὲ εὐφραίνεται, νεαροποιηθεῖσά τε ἀνατέλλει. Κἄπειτα πληρουμένη παντοίων καρπῶν, σπορίμων τε καὶ ἀκροδρύων στεφανοῦται, ὡς μὴ ἂν ὀκνῆσαι κατὰ τὸν τοῦ ἔαρος καιρὸν ἐστεφανῶσθαι λέγειν αὐτὴν, τά τε πεδία πληθύεσθαι πιότητος· καὶ μὴν καὶ τὰ ὄρεα τῆς ἐρήμου ἀνθεῖν, καὶ τοὺς βουνοὺς ἀγαλλίασιν περιζώννυσθαι· ἀλλὰ καὶ τοὺς κριοὺς τῶν προβάτων τοῖς ἑαυτῶν πόκοις ἐνδιδύσκεσθαι, αὐτάς τε τὰς κοιλάδας χώρας πολλάκις πληροῦσθαι σίτου, καὶ μονονουχὶ τῷ ἔργῳ βοᾷν καὶ τὸν Θεὸν δοξάζειν.
Ταῦτα δὲ εἰ καὶ ὅτι μάλιστα αἰσθητῶς πληροῦται καθ’ ἕκαστον ἔτος, ἀλλ’ ἡ σύμφρασις τῆς τοῦ παντὸς λόγου ἀκολουθίας ἐπὶ τὴν θεωρίαν ἡμᾶς ἀναπέμπουσα ἀποδέδεικται. Ὁμοῦ δὴ οὖν τὰ προλεχθέντα πάντα, λέγω δὲ τὰ πεδία καὶ τὰ ὄρεα τῆς ἐρήμου, οἵ τε βουνοὶ καὶ οἱ κριοὶ τῶν προβάτων, καὶ πρὸς τούτοις αἱ ἀποδοθεῖσαι κοιλάδες κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, κατά τε τὴν πρόχειρον διάνοιαν, μίαν ἀφήσειν φωνὴν καὶ σύμφωνον μελῳδίαν τῷ Θεῷ εἴρηνται. Διὸ κατὰ πάντων ἀκούσῃ τό· «Κεκράξονται καὶ ὑμνήσουσιν.»

On 18ΕΙΣ ΤΟ 18

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:647ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΩΔΗ ΨΑΛΜΟΥ. ΞΕ. «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ.» Εὐαγγελικὸς ὑπάρχει καὶ ὁ παρὼν ψαλμὸς, τὴν τῶν ἐθνῶν περιέχων κλῆσιν. Ἤμελλε δὲ ἄρα οὐ καθ’ οὓς ᾔδετο χρόνους τέλους τυγχάνειν, ἀλλ’ ἐπὶ συντελείᾳ τῶν αἰώνων. Διὸ ἀναπέμπει τὴν τῶν δηλουμένων προφητείαν εἰς τὸ τέλος. Ἔστι δὲ ᾠδὴ ψαλμοῦ ἔμπαλιν·
ἢ κατὰ τὸν πρὸ αὐτοῦ, ὡς ἐπεγέγραπτο, «Ψαλμὸς ᾠδῆς» Ἦδε γὰρ καὶ ἔψαλλε τὸ Πνεῦμα τὸ ἅγιον σὺν πολλῇ χαρᾷ διὰ τῆς ὑποδεξαμένης αὐτὸ προφητικῆς ψυχῆς ἐπὶ τοῖς δι’ αὐτοῦ θεσπιζομένοις ἀγαθοῖς, ἐφ’ οἷς καὶ πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν σωτήριον χάριν ὑποδεξομένοις παρακελεύεται πράττειν τινὰ, ἅπερ ἀναγκαῖον ἐπιτελεῖν ἡμᾶς, οἷς ταῦτα προανεφωνεῖτο. Προστάττει τοίνυν πάσῃ τῇ γῇ, τουτέστι τοῖς τὸ τῆς γῆς στοιχεῖον οἰκοῦσιν ἅπασι, μὴ τοῖς Μωϋσέως παραγγέλμασι καὶ τῷ βαρεῖ ζυγῷ τοῦ νόμου ἑαυτοὺς ὑποτάττειν· μόνα δὲ τὰ διὰ τῶν μετὰ χεῖρας κελευόμενα ποιεῖν· καὶ πρῶτον μὲν ἀλαλάζειν τῷ Θεῷ, δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ, τρίτον δόξαν διδόναι τῇ αἰνέσει αὐτοῦ· τέταρτον λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου·» καί· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.» Τὸ μὲν οὖν πρῶτον δι’ ἐπιστήμης καὶ γνώσεως ἀληθοῦς ἐπιτελέσωμεν ἀλαλάζοντες τῷ Θεῷ, δίκην τῶν ἐν πολέμοις ἀναφωνούντων καὶ ἀλαλαζόντων στρατιωτῶν, οἳ τῇ δυνάμει τῆς φωνῆς καταπληκτικοὺς καὶ φοβεροὺς ἑαυτοὺς τοῖς πολεμίοις ἐμφαίνουσιν.
Ἐπεὶ τοίνυν τοὺς ἡμετέρους ἐχθροὺς, τοὺς πάλαι τὴν ψυχὴν ἡμῶν εἰς τὴν πολύθεον πλάνην ᾐχμαλωτικότας, ἐλαύνων καὶ πολεμῶν ὁ Σωτὴρ ἡμῶν, καὶ πάντας ἡμᾶς τοὺς αὐτοῦ στρατιώτας κατ’ αὐτῶν ὁπλίζει, εἰκότως διὰ τῶν πρὸς τὸν Θεὸν εὐχῶν ἀλαλάζειν κελευόμεθα· στεναγμοῖς τε ἀλαλήτοις συμπράττειν τῇ νίκῃ τοῦ Βασιλέως ἡμῶν. Γίνεται δὲ ὁ ἀλαλαγμὸς δι’ εὐχῶν, γίνεται καὶ διὰ θεολογίας, γίνεται δὲ καὶ δι’ ὑγιοῦς καὶ τετρανωμένης γνώσεως, γίνεται καὶ διὰ τῆς πνευματικῆς ἱερουργίας, ἣν ἐν ταῖς εὐχαριστίαις κατὰ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης καθ’ ὅλης τῆς οἰκουμένης ἐπιτελοῦμεν, ὁπηνίκα, τῆς θυσίας τοῦ Ἀμνοῦ τοῦ Θεοῦ τὴν ἀνάμνησιν ποιούμενοι, τὴν προφητείαν πληροῦμεν τὴν φάσκουσαν· «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ.» Διὸ καὶ ἕτερον λόγιον τὸν τούτων ἐπιστήμονα λαὸν μακαρίζει φάσκον· «Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Τοῦτο δὴ οὖν πρῶτον ἀναγκαίως τὸ προφητικὸν Πνεῦμα πᾶσιν ἀνθρώποις πράττειν διακελεύεται φάσκον· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ.» Εἶτα δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ προστάττει·
PG 23:649ὃ καὶ αὐτὸ κατὰ πάντα τόπον εἴωθεν ὑφ’ ἡμῶν ἐπιτελεῖσθαι. Ἐπεὶ κατὰ πᾶσαν ἐκκλησίαν τοῦ Θεοῦ τὴν ἐν τοῖς ἔθνεσιν ἱδρυμένην, αὐτὰ δὴ ταῦτα μελῳδεῖσθαι καὶ ψάλλεσθαι, οὐχ Ἕλλησι μόνοις, ἀλλὰ καὶ βαρβάροις παραδέδοται. Καὶ ἄλλως δὲ, νόμοις ἀλληγορίας, τὸ σῶμα τὸ ἀνθρώπειον, ὥσπερ ὄργανον τῇ ψυχῇ δεδομένον, ψαλτήριον εἴωθεν ὀνομάζεσθαι· δι’ οὗ ὁ εἴσω ἄνθρωπος, ἀνακρουόμενος, ἐπιστημόνως τὰ μέλη καὶ τὰ αἰσθητήρια τῷ νόμῳ τοῦ Θεοῦ λέγοιτ’ ἂν εἰκότως ψάλλειν. Τὰ μὲν οὖν τῆς γνώσεως καὶ διὰ τοῦ ἀλαλαγμοῦ αὐτὴ καθ’ ἑαυτὴν ἡ ψυχὴ κατώρθου· διὸ αὐτῷ τῷ Θεῷ ἠλάλαξε· τὰ δὲ τοῦ ψάλλειν διὰ τῆς τοῦ σώματος ἠθικῆς καὶ πρακτικῆς κινήσεως ἐνεργεῖ· διὸ λέλεκται· «Τῷ ὀνόματι αὐτοῦ.» Εὐφημίαν γὰρ τῷ τοῦ Θεοῦ ὀνόματι φέροι ἂν ἡ διὰ τῶν πράξεων τοῖς πολλοῖς θεωρουμένη κατόρθωσις. Καὶ τρίτον δὲ, πρόσταγμα πᾶσιν ἡμῖν τοῖς ἐξ ἐθνῶν τὸν Θεὸν ἐπεγνωκόσι παρήγγελται, τὸ κελεῦον διδόναι δόξαν οὐ τῷ Θεῷ, ἀπήρκει γὰρ ἀλαλάζειν αὐτῷ· ἀλλ’ οὐδὲ τῷ ὀνόματι αὐτοῦ, τούτῳ γὰρ ψάλλειν ἐκελευόμεθα· τῇ δὲ αἰνέσει αὐτοῦ. Αἰνοῦντας γὰρ αὐτὸν προσήκει μὴ ταπεινῶς, μηδὲ ἀδόξως αἰνεῖν, σὺν πολλῇ δὲ τιμῇ καὶ δόξῃ.
Πρὸς γὰρ τῇ κατὰ διάνοιαν ἐῤῥωμένῃ περὶ Θεοῦ γνώσει δι’ ὀργάνου κατορθουμένῃ προσήκει καὶ διὰ λόγων θείων αἴνους καὶ ὕμνους τοὺς εἰς τὸν Θεὸν περιεχόντων σὺν εὐλαβείᾳ καὶ σεβασμίῳ τιμῇ τὸ πρῶτον ἀποπληροῦν πρόσταγμα. Διὸ λέλεκται· «Δότε δόξαν αἰνέσει αὐτοῦ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Δότε δόξαν ὑμνήσει αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Τάξατε εἰς τιμὴν τὸν ὕμνον αὐτοῦ.» Ἔτι πρὸς τούτοις τὸ Πνεῦμα τὸ προφητικὸν παρακελεύεται πᾶσιν ἡμῖν τεθεωρημένως ἐνατενίζειν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐφιστᾷν, ὅπως φόβου καὶ ἐκπλήξεως γέμῃ τὸ τῆς σοφίας αὐτοῦ μεγαλουργήματα. «Ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται·» καί· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἤ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης.» Ταῦτ’ οὖν θεωροῦντας, ὑπερεκπλήττεσθαι δεῖ, καὶ λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου.» Ἀλλ’ ἡμῖν μὲν τοῖς ὑπὸ σοῦ πεφωτισμένοις ἔγνωσται καὶ κατείληπται τὰ ἔργα σου ὄντα φοβερά·
οἱ δὲ ἐχθροί σου ἐν σκότῳ καλινδούμενοι, κἂν ἐθέλωσί ποτε περὶ τῶν σῶν ἔργων διεξιέναι, καὶ λόγους ὡς οἷόν τε φυσικοὺς ἀποδιδόναι, μακρὰν ἀποπίπτουσι τοῦ πλήθους τῆς σῆς δυνάμεως, οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἔχοντες λέγειν. Διό φαμεν· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. Διάψαλμα.» Τὰ μὲν πρῶτα παραγγέλματα ἦν πάσῃ τῇ γῇ, δηλαδὴ πᾶσι τοῖς ἔθνεσι, προφητικῶς παρηγγελμένα· ἐπεὶ δὲ εὐχῆς ἦν χρεία εἰς τὸ δυνηθῆναι δι’ ἔργων ταῦτα χωρῆσαι, ἀναγκαίως τὸ θεῖον Πνεῦμα μετὰ τὰ πρῶτα πρὸς αὐτὸν ἐπιστρέφει τὸν Θεὸν, εὐχὴν ὑπὲρ πάσης τῆς γῆς ἀναπέμπον. Διό φησι· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» Ἀντὶ δὲ τοῦ· «Πᾶσα ἡ γῆ,» ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· «Πάντες οἱ ἐπὶ γῆς·» λευκότερον δηλώσας, ὅτι μὴ Ἰουδαίοις τὸ παράγγελμα δέδοτο, ἀλλὰ πᾶσι τοῖς ἐπὶ γῆς ἀνθρώποις.
PG 23:651Μεγίστης γὰρ ἐδέοντο εὐχῆς, ὡς ἂν δυνάμει Θεοῦ παράδοξος γένοιτό τις ἐν αὐτοῖς μεταβολὴ πρὸς τὸ μηκέτι μὲν τῇ πολυθέῳ προσέχειν πλάνῃ, μόνον δὲ σέβειν ὃν δεῖ καὶ προσκυνεῖν, τὸν ἕνα καὶ μόνον καὶ προσκυνητὸν Θεὸν, ἐπιτελεῖν τε τὸ πρόσταγμα δι’ οὗ ἐλέγετο· «Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.» Ἵν’ οὖν ταῦτα γένηται, εὔχεται τὸ Πνεῦμα τὸ ἅγιον λέγον· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὡς μακρὰν ἀφεστηκόσι τοῖς καλουμένοις τὸ θεῖον ὄνομα πλησίον ἔρχεσθαι προστάττει λέγον· «Δεῦτε.» Τοῦτο δὲ ὁ θεῖος Ἀπόστολος παρίστη εἰπών· «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς.» Καλεῖ δὲ ὁ λόγος τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν, ἐπί τε τὴν θεωρίαν τῶν ἔργων αὐτοῦ. Μακρὰν γὰρ ἀφεστῶτα τοῦ Θεοῦ οὔτε ἑώρα, οὔτε ἐγίνωσκε. Διό φησι· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου» Ἀλλὰ πάλαι μὲν προσέταττε λέγειν·
«Ὡς φοβερὰ τὰ ἔργα σου» Ἐπειδὴ δὲ εἰκὸς ἦν ἀγνοεῖν τοὺς μακρὰν ἀφεστῶτας τίνα ἦν τὰ ἔργα τοῦ Θεοῦ, ἀκολούθως ἐνταῦθα πρὸς τοὺς αὐτοὺς φάσκει· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» ἰδόντες δὲ ταῦτα μαθήσεσθε, ὅτι φοβερός ἐστιν ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τρανώτερον τὴν διάνοιαν ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔλθετε καὶ ἴδετε πράξεις τοῦ Θεοῦ, φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων.» Πάντα γὰρ ὑπὲρ σωτηρίας τῶν υἱῶν τῶν ἀνθρώπων ἐμηχανήσατο. Εἶτα διδάσκει ὅσα πρότερον παρὰ τοῖς παλαιοῖς πεποιηκὼς ὁ Θεὸς ἱστορεῖται. Τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.» Κατὰ δὲ τὸν Σύμμαχον· «Μετέβαλε, φησὶ, τὴν θάλασσαν εἰς ξηράν· ποταμὸν διέβησαν ποδί.» Ταῦτα δὲ φέρεται ἐν τῇ τῆς ἱστορίας γραφῇ· ἃ δὴ ἀναγκαίως ὡς μὴ εἰδόσι τοῖς ἔθνεσιν ἀπαγγέλλεται, ὡς ἂν μάθοιεν, ὅτι καὶ ὁ πάλαι τοῦ Θεοῦ λαὸς ἦν ποτε Αἰγυπτίοις δεδουλωμένος, καὶ τῇ πλάνῃ τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας ὑπηγμένος· ἀλλ’ εἴργασται ὑπὲρ αὐτῶν ὁ Θεὸς μεγάλα καὶ φοβερὰ, πληγαῖς μὲν τοὺς Αἰγυπτίους θεηλάτοις μαστίξας, αὐτοὺς δὲ τῆς πικρᾶς δουλείας ἐλευθερώσας.
Ταῦτα γὰρ ἦν τὰ φοβερὰ τοῦ Θεοῦ ἔργα, οὐ μόνα, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης τῆς Ἐρυθρᾶς· ἣν εἰς ξηρὰν μεταβαλὼν, διέσωσε μὲν τοὺς οἰκείους, τοὺς δὲ ἀσεβεῖς βυθῷ παρέδωκεν ἀπωλείας. Ταῦτα δὲ μανθάνοντες, ὦ οὗτοι, φησὶ, θαρσεῖτε, πιστεύοντες, ὅτι ὁ τὰ τοσαῦτα ἐργασάμενος ἐπὶ τῶν παλαιῶν οὐκ ἀδυνατήσει τὰ ὅμοια καὶ ἐφ’ ὑμῶν καταπράξασθαι. Διὸ «δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ,» ὡς φοβερός ἐστιν «ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Μετέστρεψε γοῦν τὴν θάλασσαν εἰς ξηράν· καὶ ἐπὶ τοῦ Ἰορδάνου δὲ ποταμοῦ ἄλλα τινὰ φοβερὰ θαύματα εἰργάσατο, ὅτε διῆλθον τοῖς ποσὶν, ὑποσταλέντος τοῦ ποταμοῦ, οἱ ἀπὸ τῆς ἐρήμου παριόντες ἐπὶ τήνδε τὴν γῆν. Τούτοις δὴ οὖν αὐτοῖς ὑποδήμασι χρησάμενοι, θαρσεῖτε, ὡς καὶ τοὺς ὑμετέρους νοητοὺς Αἰγυπτίους, δαίμονας πονηροὺς, τοὺς πάλαι καταδυναστεύοντας τῶν ὑμετέρων ψυχῶν, ἀπελάσει ὁ αὐτὸς Θεός. Κἂν κυμαίνῃ δὲ ἡ τῶν ἀνθρώπων θάλασσα, κἂν ὁ τῶν ἀθέων καὶ ἀσεβῶν βίος κλύδωνας καὶ κινδύνους ἐγείρῃ καθ’ ὑμῶν· θαρσεῖτε ὑμεῖς, ἐναργὲς ἔχοντες ὑπόδειγμα τὴν πάλαι στραφεῖσαν θάλασσαν εἰς ξηράν.
PG 23:653Οὕτως γὰρ καὶ ὑμῖν ὁμαλή τις ἔσται, καὶ ἀπαραπόδιστος ἡ ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν διάβασις. Εἰ δὲ καὶ ποταμόν ποτε τὸν Ἰορδάνην παραδόξως διῆλθον οἱ παλαιοὶ, ἀλλὰ καὶ ὑμεῖς ἐντεῦθεν ἤδη εὐαγγελίζεσθε, γινώσκοντες, ὅτι ἡμεῖς αὐτοὶ οἱ ταῦτα λέγοντες καὶ ὑμεῖς οἱ ἀκούοντες «ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἐκεῖ, δηλαδὴ ἐν τῷ μνησθέντι ποταμῷ. Ἔσται γὰρ, ἔσται καιρὸς, καθ’ ὃν, ὥσπερ εἰς συμπόσιον παρασκευαζόμενοι, ἐπὶ λουτροῦ παλιγγενεσίας ἀπαντήσουσιν εἰς τὴν ἐν τῷ Ἰορδάνῃ ποταμῷ μυστικὴν ἀποκάθαρσιν οἱ τῆς Αἰγυπτιακῆς ἐλευθερούμενοι πλάνης. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀρξάμενον ἀπὸ τοῦ Ἰορδάνου ποταμοῦ, ὁπηνίκα ὁ Βαπτιστὴς Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας παρῄει, κηρύσσων βάπτισμα μετανοίας, προσίετό τε πάντας Ἕλληνας καὶ Ἰουδαίους ἐπὶ τὴν ἐξομολόγησιν τῶν παραπτωμάτων· ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστὰς τὸν αὐτὸν κατηξίωσε ποταμὸν τῆς θεϊκῆς αὐτοῦ ἐπιβάσεως. Διὸ ἐν τοῖς προκειμένοις λέλεκται·
«Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἔνθεν εἰκότως τὸ αὐτὸ προφητικὸν πνεῦμα διὰ Ἡσαί̈ου τὴν ἔρημον εὐαγγελιζόμενον καὶ αὐτοῦ μνήμην πεποίηται τοῦ Ἰορδάνου λέγον· «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀλλ’ ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδέδωκεν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Ταύτην διαλέλεκται ἐπὶ τοῦ παρόντος· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ·» ἃ δὴ ἐπληροῦτο κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν εἰς ἀνθρώπους θεοφάνειαν. Ἔνθεν εἰκότως ὁ παρὼν ψαλμὸς ἅπασι τοῖς ἔθνεσι προσφωνῶν ἔλεγε· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» καὶ πάλιν· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου» Σφόδρα δὲ ἀκολούθως εἰπών· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ,» ἐπιφέρει·
PG 23:655«Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.» Νοήσεις δὲ καὶ τοῦτο αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορεύοντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.» Διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· «Τῷ ἐξουσιάζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ δι’ αἰῶνος.» Καὶ ἄλλως δὲ εὐφρανθησόμεθα ἐν αὐτῷ τῶν προειρημένων καταξιωθέντες. Πότε δὲ εὐφρανθησόμεθα, ἀλλ’ ἐπειδὰν ὁ μέλλων ἐπιστῇ αἰὼν, οὗ τὴν δεσποτείαν καὶ τὴν ἐξουσίαν οὐδ’ ἕτερος ἕξει, ἢ μόνος αὐτὸς ὁ τὴν δυναστείαν παρὰ τοῦ Πατρὸς εἰληφώς; Νῦν μὲν γὰρ ἐν τῷ παρόντι αἰῶνι ἀρχαὶ πολλαὶ, καὶ ἐξουσίαι καὶ κυριότητες, καὶ πνευματικὰ πονηρίας καὶ κοσμοκράτορες· τότε δὲ, ὅτε καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, μόνος αὐτὸς ἐξουσιάσῃ τοῦ αἰῶνος, ἐν ᾧ ἐπαγγέλλεται ἡμῖν ὁ παρὼν λόγος τὴν εὐφροσύνην. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Διάψαλμα.» Διὰ τῶν ἔμπροσθεν ἐπεσκιασμένως τὴν τῶν ἐθνῶν κλῆσιν αἰνιξάμενος, πᾶσαν τὴν γῆν ἐκάλει· οὐ μὴν σαφῶς τὰ ἔθνη· νυνὶ δὲ λευκότατα τῶν ἐθνῶν μέμνηται καὶ τῆς τοῦ Θεοῦ διαλλαγῆς.
Ἐπὶ μὲν γὰρ τῶν ἁμαρτανόντων εἴρηται· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου·» καὶ πάλιν· «Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου;» καὶ πάλιν· «Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ἐπὶ δὲ τῶν ἀγαθὰς ἐλπίδας ἐχόντων λέλεκται· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·» καὶ πάλιν· «Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας·» καὶ αὖθις· «Σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προςώπου σου, Κύριε.» Μεγάλαι τοίνυν ἐπαγγελίαι διὰ τῶν προκειμένων τοῖς ἔθνεσι δέδονται· ἤδη ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Καὶ θέα ὅπως οὐδαμοῦ τῶν προκειμένων Ἰουδαίων μέμνηται, δι’ ὅλου δὲ τοῖς ἔθνεσι τὰ χρηστὰ εὐαγγελίζεται. Ὁ μὲν οὖν φιλάνθρωπος τῶν ἐθνῶν Σωτὴρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, τὰς ἐπισκοπικὰς δηλαδὴ δυνάμεις, ἐξήπλωσεν ἐπὶ πάντα τὰ ἔθνη. Φωτὸς δὲ ἀκτῖνες ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ πεμπόμεναι τὰς χωρητικὰς αὐτῶν ψυχὰς καταλάμπουσιν. Ἐπεὶ δὲ ἤμελλον μὴ πάντες τὴν χάριν ὑποδέχεσθαι, παροργίζειν δὲ τὸ ὅσον ἐπ’ αὐτοῖς καὶ παραπικραίνειν τὴν τοσαύτην φιλανθρωπίαν, διὰ τὸ μὴ παραδέχεσθαι τὸ δῶρον, εἰκότως ἐπιλέλεκται·
«Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Σημαίνει δὲ διὰ τούτων καὶ τοὺς ἐν τοῖς ἔθνεσιν ἀπειθεῖς καὶ ἀνυποτάκτους τῷ εὐαγγελικῷ λόγῳ. Διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· «Οἱ ὀφθαλμοὶ αὐτοῦ τὰ ἔθνη ἐπισκοπεύουσι· οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς.» Σημαίνει δὲ καὶ ἄλλως τοὺς ἐκ περιτομῆς ἀθετήσαντας τὴν χάριν καὶ τὴν τοῦ Σωτῆρος κλῆσιν ὑπερφρονήσαντας· διὸ πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον καὶ διὰ Ἡσαί̈ου ἀπετείνετο φῆσαν· «Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε.» Εἰκότως τοιγαροῦν ἐπιῤῥαπίζων αὐτοὺς ὁ παρὼν λόγος, εἰκῆ φυσιουμένους ἐπὶ τοῖς προγόνοις, καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν προπατόρων εὐδοκιμήσει, φησίν· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παύσασθε γὰρ, φησὶ, βρενθυνόμενοι καὶ εἰκῇ τυφούμενοι, ὦ οὗτοι, γνόντες, ὅτι οὐ μᾶλλον ὑμῖν ἐπιβλέπει ὁ Θεὸς ἢ τοῖς λοιποῖς ἔθνεσιν. Οἱ γοῦν τῆς ἐπισκοπικῆς αὐτοῦ δυνάμεως ὀφθαλμοὶ, πάντων ἀνθρώπων πρόνοιαν ποιούμενοι, ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Τί οὖν ὑμεῖς, ὥσπερ τι ἐξαίρετον κεκτημένοι, ὑψοῦσθε ἐν ἑαυτοῖς, καὶ ταῦτα ἄνδρες ὄντες ἀεὶ παραπικραίνοντες;
PG 23:657Ὅτι δὲ αὐτοὺς αἰνίττεται ὁ λόγος, σαφῶς παρίστησι τὸ Πνεῦμα διὰ Ἰεζεκιὴλ λέγον· «Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ σε ἐγὼ πρὸς τὸν οἶκον Ἰσραὴλ, τοὺς παραπικραίνοντας, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας·» καὶ ἑξῆς· «Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραινόντων ἐστί·» καὶ πάλιν· «Καὶ λαλήσω τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραινόντων ἐστί.» Καὶ ἐν ρε δὲ ψαλμῷ λέλεκται· «Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ·» καὶ πάλιν· «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν.» Ναὶ μὴν καὶ Μωϋσῆς τὴν πικρίαν αὐτῶν παρίστησι λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ εἴρηται πρὸς τοὺς αὐτούς· «Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Εἰκότως τοίνυν καὶ ἐνταῦθα παραπικραίνοντες ὠνομάσθησαν. Ἐκ παραλλήλου δὲ μνημονεύσας τῶν ἐθνῶν καὶ τῆς τούτων σωτηρίας ὁ λόγος, παράθεσιν τῶν ἐκ περιτομῆς πεποίηται εἰπών·
«Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εὐαγγελικὸν εἶναι τὸν ψαλμὸν καὶ ἀρχόμενοι τοῦ λόγου τετηρήκαμεν· ὃ καὶ δι’ ὅλου τοῦ ὕφους τῆς προφητείας παρίσταται. Ἐκάλει μὲν γὰρ ἐν ἀρχῇ πᾶσαν τὴν γῆν· εἶτα ἐν τῷ μεταξὺ πλείονα διδάξας, σαφέστερον περὶ τῶν ἐθνῶν ποιεῖται προφητείαν λέγων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Μετὰ δὴ οὖν τὴν τούτων διδασκαλίαν ἀκολούθως πᾶσι τοῖς ἔθνεσιν, ὡς ἂν ὠφελημένοις ἐκ τοῦ προμεμαθηκέναι τὰ προλεχθέντα, εὐλογεῖν τῶν τοσούτων θαυμάτων τῶν τε φοβερῶν ἔργων ποιητὴν παρακελεύεται λέγων· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Μὴ γὰρ τοὺς ὑμετέρους, φησὶ, τοὺς πάλαι πεπλανημένως νομιζομένους θεοὺς, ἀλλὰ τὸν ἡμέτερον, ὃν ἐκ πατέρων ἡμεῖς ἐπεγραψάμεθα, τοῦτον γνόντες εἶναι τὸν ἀληθινὸν Θεόν. Νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, καὶ ὑμεῖς εὐλογεῖτε. Εὐφημοῦντες δὲ αὐτὸν, καὶ εὐλογοῦντες ὡς μόνον ἀληθινὸν καὶ κοινὸν ἁπάντων ἡμῶν τε καὶ ὑμῶν Θεὸν, μὴ σεσιωπημένως, μηδὲ ἠρεμέᾳ τῇ φωνῇ τοῦτο πράττετε·
σὺν πολλῇ δὲ παῤῥησίᾳ καὶ θάρσει, φωναῖς τε γεγωνοῖς καὶ βοαῖς χρήσασθε μεγάλαις· ὡς καὶ τοῖς ἀλλοτρίοις ἀκούεσθαι τὴν ἀναπεμπομένην εἰς Θεὸν ὑφ’ ὑμῶν αἴνεσιν· ὃ δὴ καὶ ὁ Σωτὴρ ἐδήλου λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων.» Ταύτης οὖν ἔχεται τῆς διανοίας τὸ φάσκον λόγιον· «Καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐξάκουστον ποιεῖτε τὴν φωνὴν τοῦ ὕμνου αὐτοῦ.» Θαυμάσαι δὲ ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτε καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν μέσαις ταῖς πόλεσι, ἔν τε κώμαις καὶ χώραις κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ, οἱ τοῦ Χριστοῦ λαοὶ ἐξ ἁπάντων τῶν ἐθνῶν συνειλεγμένοι, τοὺς ὕμνους καὶ τὰς ψαλμῳδίας, οὐκ ἐπὶ τοῖς πατρῴοις θεοῖς, οὐδὲ τοῖς θεομάχοις δαίμοσι, μόνῳ δὲ τῷ παρὰ τοῖς προφήταις θεολογουμένῳ μετὰ μεγάλης ἀναπέμπουσι βοῆς, ὡς καὶ τοῖς ἐκτὸς ἑστῶσιν ἐξάκουστον εἶναι τῶν ψαλλόντων τὴν φωνήν· ἔργῳ πληρουμένου τοῦ φάσκοντος ἐνταῦθα λογίου· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εἶθ’ ἑξῆς συνῆπται·
PG 23:659«Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.» Ἀντὶ δὲ τοῦ, «τὴν ψυχήν μου, τὴν ψυχὴν ἡμῶν,» οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι· καὶ πάλιν ἀντὶ, «τοὺς πόδας μου, τοὺς πόδας ἡμῶν,» ὁμοίως οἱ πάντες ἡρμήνευσαν. Μὴ γὰρ ἐπὶ τοῖς παλαιοῖς, φησὶ, μόνοις ἔργοις τοῦ Θεοῦ, ἃ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, τὸν ὕμνον αὐτῷ καὶ τὰς αἰνέσεις ἀναπέμπετε· ἀλλὰ καὶ διὰ τὰς εἰς ἡμᾶς αὐτοὺς τοὺς ταῦτα λέγοντας εὐεργεσίας. Ἐπειδὴ γὰρ τοὺς ἡμετέρους πόδας, πολλὰ δραμόντας, ὥστε πᾶσιν ὑμῖν τοῖς ἔθνεσι κηρύξαι τὸ σωτήριον Εὐαγγέλιον, ἐδυνάμωσεν, ἐφύλαξέ τε ἀδιατρέπτους ἐν τοῖς τοῦ βίου ῥεύμασι τὰ ἐμποδὼν κωλύματα περιελών· πολλῶν τε τῇ ψυχῇ ἡμῶν ἐπιβουλευόντων, αὐτὸς ταύτης σωτὴρ καὶ φύλαξ ἐγένετο· καὶ τούτων αὐτῶν ἕνεκα «εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Ταῦτα δὲ ἄντικρυς ἐκ προσώπου τῶν κηρύκων τοῦ Εὐαγγελίου προανεφωνεῖτο, ὧν τὸν δρόμον καὶ τῶν ποδῶν τὴν ἀρετὴν Ἡσαί̈ας, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον δι’ αὐτοῦ ἀποθαυμάζον ἐβόα·
«Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, τῶν εὐαγγελιζομένων εἰρήνην» Ἐπεὶ τοίνυν, πολλὰ κεκμηκότες. καὶ τοὺς ἐκ τῶν ἀπίστων ἐθνῶν διωγμοὺς ὑπομείναντες, δεσμά τε καὶ φυλακὰς καὶ παντοίας ἐπιβουλὰς, ἀδιάτρεπτοι μεμενήκασιν· εἰκότως τὸν δυναμώσαντα αὐτοὺς, καὶ τὴν μὲν ψυχὴν εἰς ζωὴν φυλάξαντα. ὡς μὴ ἐκπεσεῖν αὐτὴν εἰς τὸν τῆς ἁμαρτίας θάνατον, τοὺς δὲ πόδας αὐτῶν στεῤῥοὺς ἀπεργασάμενον πρὸς τὸ μὴ σάλον ὑπομεῖναι, μηδὲ ὄλισθον καὶ πτῶσιν, εὐλογεῖν πᾶσι τοῖς ἔθνεσι παρακελεύονται, ἐξάκουστόν γε ποιεῖν τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, οὐκ ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτοῦ παραδόξοις καὶ φοβεροῖς ἔργοις, ἀλλὰ καὶ ἐπὶ τοῖς νέοις ἀγαθοῖς, ἐφ’ οἷς τὴν ψυχὴν τῶν ταῦτα λεγόντων ἔθετο εἰς ζωὴν, μὴ δοὺς εἰς σάλον τοὺς πόδας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον πληθυντικῶς εἴρηται· «Τοῦ τάξαντος τὴν ψυχὴν ἡμῶν εἰς ζωὴν, καὶ μὴ δόντος σφαλῆναι τοὺς πόδας ἡμῶν. «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Καὶ ταῦτα ἀκολούθως εἴρηται τοῖς ἔμπροσθεν.
PG 23:661Ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, πῶς ὁ Θεὸς τὴν ψυχὴν ἔθετο εἰς ζωὴν τῶν ταῦτα φασκόντων, καὶ πῶς τοὺς πόδας αὐτῶν οὐ παρέδωκεν εἰς σάλον. Τί γὰρ παθόντες ἤμελλον οὐ τὸ σῶμα, ἀλλ’ αὐτὴν τὴν ψυχὴν ἀπολλύναι, τίνος δὲ γενομένου εἰς τοσοῦτον ἤλασαν κινδύνου, ὡς τοὺς πόδας μέλλειν σαλεύεσθαι, κατὰ μέρος διεξέρχονται, εὐχαριστοῦντες ἅμα τῷ Θεῷ, καὶ διδασκαλίαν ποιούμενοι ὧν ὑπομεμενήκασι. Πρῶτον οὖν φασιν· «Ἐδοκίμασας ὑμᾶς, ὁ Θεός.» Καὶ πῶς ἐδοκίμασας; Ἑρμηνεύουσι λέγοντες· «Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ Σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. Εἶεν δ’ ἂν καὶ τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ Σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν· ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. Φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν, καὶ ὅπως τοὺς πόδας αὐτῶν οὐκ ἔδωκεν εἰς σάλον·
«Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἐπειδὴ γὰρ ἀπείραστος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πειρασμοῖς παραδίδωσι τοὺς οἰκείους ὁ Θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εἰσιν, ἀλλ’ ἵνα, αὐτοὶ πυρωθέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν. Ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλλοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος, κρείττων καὶ λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως· τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς, καὶ τοῖς κατ’ αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται, πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥντινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενόμενοι προσεκτήσαντο. Ἐπὶ τούτοις οὖν εὐχαριστοῦντες, φασίν·
«Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οὐ γὰρ ὡς καλάμην, οὐδ’ ὡς χόρτον, οὐδ’ ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ’ ὡς ἀργύριον, τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. Πῶς δὲ ἐπυρώθησαν ὑφηγοῦνται λέγοντες· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα·» κατὰ δὲ τὸν Ἀκύλαν, «Εἰσήγαγες ἡμᾶς, φασὶν, ἐν ὀχυρώματι·» κατὰ δὲ τὸν Σύμμαχον, «Εἰσήγαγες ἡμᾶς ἐντὸς πολιορκίας·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Εἰσήγαγες ἡμᾶς εἰς περιοχήν.» Δηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλακὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατάκλειστοι γίγνονται οἱ τοῦ Θεοῦ μάρτυρες· ἃ δὴ παγίδι ἔοικεν, εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον. Ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐτοὶ φάσκοντες· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εἰσάγονται, ἢ εἰς τὸ ὀχύρωμα, ἢ εἰς τὴν περιοχὴν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύτερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν φασίν·
PG 23:663«Ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.» Δηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγὰς, ἃς ἐδήλου σαφέστερον ὁ Ἀπόστολος λέγων· «Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.» Μετὰ δὲ τὰς εἱρκτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων πληγάς· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Καὶ τοῦτο δὲ νοήσεις, ὁρῶν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπεμβαίνοντας τοὺς ἀθέους καὶ ἀσεβεῖς ἄνδρας καὶ κατεπαιρομένους τῶν τῆς θεοσεβείας ἀθλητῶν, τοὺς δὲ ταπεινουμένους καὶ τὰ πρόσωπα συνεσταλμένους ἐπὶ ταῖς τῶν ἀθέων βλασφημίαις τε καὶ μεγαλαυχίαις. Ἤδη δὲ πολλάκις καὶ κατὰ κόρης ἔτυψαν παίοντες πληγαῖς τὰς τῶν ἀθλητῶν τοῦ Θεοῦ κεφαλάς. Ἀλλὰ ταῦτα πάντα, φασὶν οἱ τοῦ Θεοῦ μάρτυρες, σὺ ἡμῖν ἐπήγαγες, ὁ Θεός. Μὴ γάρ σου βουλομένου, οὐκ ἄν τι τοιοῦτον καθ’ ἡμῶν ἐτολμᾶτο· συγχωροῦντος δέ σου, ταῦτ’ ἐγίνετο. Διό φασι πρὸς αὐτόν· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα.» Σὺ γὰρ ἦσθα ὁ κατακλείστους ἡμᾶς ποιῶν, συγχωρῶν δὲ ταῦτα γίνεσθαι. Καὶ σὺ ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
Οὐ γὰρ ἂν ταῦτα καθ’ ἡμῶν ἐτολμᾶτο, εἰ τῇ σαυτοῦ χειρὶ σκεπάσας ἐφύλαττες. Σὺ δὲ καὶ τοὺς ἀθέους ἀνθρώπους ἐπεβίβασας ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Ἤδη δὲ πρὸς τούτοις εἰς ἔσχατα κακῶν ἤλθομεν, οἱ μὲν τὸν διὰ πυρὸς ὑπομείναντες θάνατον, οἱ δὲ τὸν δι’ ὕδατος. Σίδηρος μὲν γὰρ καὶ αἱ διὰ σιδήρου κολάσεις, οἵ τε ἄλλοι θάνατοι, οὓς οἱ πλείους ἡμῶν ὑπομεμενήκασι, τὸ μηθὲν ἐνομίσθησαν παραθέσει τῶν χειρόνων. Διὸ ἐκεῖνα μὲν σεσιωπήκαμεν· ἐπεὶ δὲ, ὡς ἐν δεινοῖς, οὐδὲν χεῖρον τοῦ διὰ πυρὸς θανάτου καὶ τοῦ δι’ ὕδατος νενόμισται, ταῦτα δὲ αὐτά φαμεν ὑπομεμενηκέναι. Τινὲς μὲν γὰρ ἡμῶν ὑποβρύχιοι θαλάττῃ καὶ ποταμοῖς παρεδόθησαν· οἱ δὲ τὴν διὰ πυρὸς τιμωρίαν ὑπέστησαν. Διὰ τοσούτων οὖν ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, καὶ διὰ τούτων ἁπάντων ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἀλλὰ ταῦτα πάντα ἐπαγαγὼν ἡμῖν, πάλιν σὺ αὐτὸς ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐ γὰρ ἡμῶν ἦν τὸ ὑπομεῖναι καὶ διαφυγεῖν τὰ τοσαῦτα, ἀλλὰ σοῦ τοῦ μεγάλου Σωτῆρος· ὡς γὰρ εἰσήγαγες εἰς τὴν παγίδα, οὕτω καὶ ἐξήγαγες εἰς ἀναψυχήν.
Ἐπειδὴ μὴ παράμονα εἴασας ἡμῶν τὰ σκυθρωπὰ, μηδὲ εἰς ἄπειρον παρέτεινας τὴν θλίψιν, μηδὲ εἰς μακρὸν χρόνον συνεχώρησας ἐπιβῆναι ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· ἀλλ’ οὐδὲ ἐν τῷ πυρὶ γενόμενοι ἐνυπεμείναμεν, οὐδὲ ἐν τῷ ὕδατι ἐμβληθέντες κατεπόθημεν· καὶ τοῦτο δὲ διήλθομεν· διὸ λέλεκται· «Διήλθομεν διὰ πυρὸς, καὶ τὸν βυθὸν τῶν ὑδάτων διεξήλθομεν·» διὸ καὶ, «δι’ ὕδατος,» εἴρηται. Καὶ δὴ ἐπὶ τούτοις ἅπασιν ἐγγυμνάσας ἡμᾶς καὶ τῆς ὑπομονῆς ἡμῶν καὶ τῆς καρτερίας τὴν δοκιμὴν λαβὼν ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ἢ κατὰ τὸν Σύμμαχον, «εἰς εὐρυχωρίαν.» Καὶ τοῦτο δὲ ἐπληροῦτο διαφόρως· ἑνὸς γὰρ ὄντος τοῦ τῶν θεοσεβῶν σώματος, καὶ τῶν μὲν τάδε πεπονθότων, τῶν δὲ ὑπομεινάντων τιμωρίαν, τῶν δὲ τῇ τῶν ὑπαρχόντων ζημίᾳ μόνῃ δοκιμασθέντων, τῶν δὲ διὰ φυγῆς καὶ τῆς τῶν οἰκείων ἀναχωρήσεως ἐγγυμνασθέντων, οὐκ εἰς μακρὸν τὸ πάντων τέλος τοῖς πᾶσιν αἴσιον ἀπήντα. Οἱ μὲν γὰρ τοῦ Θεοῦ μάρτυρες διὰ τοῦ θανάτου τελειωθέντες, τὴν ἀληθῶς ἀναψυχὴν εὕραντο, ὡς δύνασθαι φάναι· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,» καὶ τὰ ἑξῆς.
PG 23:665Ἀδελφὰ γὰρ ἂν εἴη ταῦτα τῶν διὰ τῶν μετὰ χεῖρας φασκόντων· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου·» καὶ πάλιν· «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οἱ δὲ ἐν τῷ βίῳ πεφυλαγμένοι καὶ τὴν τοῦ διωγμοῦ πυρκαϊὰν ἀποσβεσθεῖσαν τεθεαμένοι, ἐν εἰρήνῃ φαιδρᾷ καταστάντες, τῆς ἀναψυχῆς ἔτυχον, καὶ εἰς εὔδιον λιμένα καταντήσαντες, καὶ τῆς μετὰ τοῦ διωγμοῦ εὐφροσύνης ἀπολαύσαντες. Νοήσεις δὲ ὅπως εἴρηται ἐνταῦθα τό· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,» παραθεὶς τὸ ἐν ἑτέρῳ εἰρημένον· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ σου θυσίαν ἀλαλαγμοῦ.» Ὥσπερ γὰρ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπανίστησιν ὁ Θεὸς ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, οὕτω μετὰ ταῦτα, ὅτε ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν, ὑψοῖ τὰς κεφαλὰς ἡμῶν ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ τοῦτο προφητικῶς ἐδήλου ὁ φήσας· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν.» Οἱ μὲν γὰρ ἅγιοι τοῦ Θεοῦ μάρτυρες μετὰ τοὺς μεγάλους ἄθλους, οὓς ὑπομεμενήκασι, διὰ πυρὸς καὶ ὕδατος διελθόντες, εἰς ἀναψυχὴν παρελήφθησαν.
Εἶτα τὸν ἐπουράνιον τοῦ Θεοῦ οἶκον τὸν ἀληθινὸν ἀπολαβόντες, φασίν· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασι.» Ὡς γὰρ διὰ πυρὸς καὶ ὕδατος διελθόντες, τὰ ἑαυτῶν ὁλοκαυτώματα, ἐν οἷς ἐμαρτύρησαν, δίκην θυσίας τῷ ἑαυτῶν προσφέρουσι Θεῷ, πολλῇ παῤῥησίᾳ χρώμενοι ἐφ’ αἷς ηὔξαντο εὐχαῖς. Ηὔξαντο δὲ ἀγωνίσασθαι, καὶ ταύτην ἐποιήσαντο τὴν ἐπαγγελίαν, τὸ μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἀθλῆσαι. Ὡς οὖν κατωρθωκότες ἅπερ ηὔξαντο, φασίν· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου· καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Κατ’ αὐτὰς γὰρ τὰς θλίψεις, περὶ ὧν ἀνωτέρω ἔλεγον· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν,» τὴν πρὸς τὸν Θεὸν ἀγάπην τελείαν καὶ ὁλόκληρον ἐνδεικνύμενοι, εὐχὰς ἐτίθεντο καὶ ἐπαγγελίας ἐποιοῦντο μέχρι θανάτου ἐνστῆναι, μονονουχὶ ὁμοίως τῷ Παύλῳ λέγοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος;» καί·
«Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ταύτας οὖν φησι τὰς εὐχὰς ἀποδεδωκέναι τῷ Θεῷ, ἃς διέστειλε τὰ χείλη αὐτῶν, καὶ ἐλάλησε τὸ στόμα αὐτῶν ἐν τῇ θλίψει αὐτῶν. Καὶ τοιαῦτά γε ἦν «τὰ ὁλοκαυτώματα» αὐτῶν «μεμυαλωμένα» ἀληθῶς. Αἱ γοῦν ψυχαὶ αὐτῶν, φέρουσαι τὸ πῖον καὶ δυνατὸν τῆς πίστεως, εἶπον ἂν τὸ ἐν ἑτέρῳ λελεγμένον· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Οὕτω γοῦν «μεμυαλωμένα» λέγεται τὰ εὐτραφῆ καὶ πίονα καὶ λιπαρά. Τοιαῦται δὲ τυγχάνουσιν αἱ τῶν ἀθλητῶν τοῦ Θεοῦ ψυχαὶ, ἐκ τῶν θείων καὶ λογικῶν τροφῶν «μεμυαλωμέναι,» καὶ μηδὲν ὑποκείμενον ἔχουσαι, μηδὲ ἀσθενές· διό φασιν· «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος.» Νοήσεις δὲ καὶ τὸ θυμίαμα ἀπὸ τῆς λεγούσης φωνῆς· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Αὗται μὲν οὖν αἱ ψυχαὶ, τῷ πνευματικῷ πυρὶ καθαρθεῖσαι, ὁλοκαυτώματα γεγόνασιν, ἢ δίκην ἱερείων αὗται τὰ ἑαυτῶν ὀνόματα, ὡς ἂν διὰ πυρὸς τελειωθέντα, ὁλοκαυτώματα προσηνέγκαντο.
PG 23:667Αἱ δὲ προσευχαὶ αὐτῶν εἶεν ἂν τὰ θυμιάματα. Ἐπεὶ δὲ κριοὺς καὶ βόας μετὰ χιμάρων ἀνοίσειν ἐπαγγέλλονται, ἐπιστήσεις ὅπως εἴρηται καὶ ταῦτα ἐκ προσώπου τῶν ἀποστόλων τοῦ Σωτῆρος, τοὺς ὑπ’ αὐτῶν προηγμένους χιμάρους καὶ βόας καὶ κριοὺς νοήσας. Πρῶτοι μὲν γὰρ μάρτυρες αὐτοὶ τοῦ Θεοῦ γεγόνασιν· εἶτα μιμητὰς ἑαυτῶν καὶ ζηλωτὰς μυρίους ἄλλους κατεστήσαντο, οὓς ὥσπερ οἰκεῖα γεώργια τῷ Θεῷ προσφέρουσι. Κριοὺς μὲν τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» οὓς ὥσπερ ποιμνίων ἡγουμένους αὐτοὶ κατέστησαν· βόας δὲ τὰς ἐν τῇ Ἐκκλησίᾳ ἀγελαζομένας ψυχάς· «Μὴ γὰρ τῶν βοῶν, φησὶ, μέλει τῷ Θεῷ;» ἢ δι’ ἡμᾶς πάντως λέγει· χίμαροι δὲ οἱ ἀρτιγενεῖς καὶ τῷ καιρῷ τοῦ χειμῶνος γεγενημένοι εἶεν ἄν. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «καὶ ἔρημοι,» ὡς τὸν τοῦ διωγμοῦ καιρὸν ἐκφυγόντες, ὠνομάσθησαν. Καὶ τούτους τοιγαροῦν ὡς ἂν νεογνοὺς καὶ ὑπ’ αὐτῶν προηγμένους τῷ Θεῷ προσάγουσιν ἕκαστος ἐφ’ οἷς προηγάγετο σεμνυνόμενος. Ταῦτα μὲν οὖν πνευματικῶς καὶ πρεπόντως τῇ τῶν θεοπνούστων Γραφῶν ἐπαγγελίᾳ τεθεώρηται ἡμῖν.
Καὶ πρέπει γε ὄντως ἀκούειν τῶν προκειμένων, ἢ κατὰ τὰς Ἰουδαίων ταπεινὰς μυθολογίας ὁλοκαυτώμασι χαίρειν τὸν Θεὸν, ἢ θυμιάμασιν αἰσθητοῖς, ἢ κριῶν καὶ βοῶν καὶ χιμάρων αἵμασιν ὑπονοούντων. Ἃ δὴ πάντα διὰ τοῦ προφήτου αὐτὸς ὁ Θεὸς παραιτεῖται λέγων· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἵματα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ ἄλλως γ’ ἂν εἴη ταῦτα ἐναντία τοῖς ἔμπροσθεν κατὰ τὸν μθ ψαλμὸν λελεγμένοις, ἐν οἷς ἐκ προσώπου τοῦ Θεοῦ ἐλέγετο· «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε·» καί· «Οὐ λήψομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·» καὶ ἑξῆς· «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα κριῶν πίομαι;» Πῶς γὰρ ἐκείνοις σύμφωνα ἂν εἴη τὰ ὡς περὶ ὁλοκαυτωμάτων καὶ κριῶν καὶ βοῶν καὶ χιμάρων ἐνταῦθα λελεγμένα; Καὶ μὴν αὐτὸς ὁ Δαυὶ̈δ διὰ τῶν ἔμπροσθεν ἐξομολογούμενος ἔλεγεν· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Καὶ πάλιν ἐν ἑτέρῳ·
PG 23:669«Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας.» «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οἱ αὐτοὶ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» καὶ ταῦτα ἔλεγον τοῖς ἔθνεσι. Καὶ νῦν οὖν πάλιν οἱ αὐτοὶ αὐτοῖς τοῖς προσφωνοῦσι φάσκοντες· «Δεῦτε καὶ ἀκούσατε, καὶ διηγήσομαι.» Τίνες δὲ δεῦτε; ἐπιλέγει ἑξῆς· «Πάντες οἱ φοβούμενοι τὸν Θεόν·» οὓς ἀνωτέρω ποτὲ μὲν πᾶσαν τὴν γῆν ὠνόμαζον, ποτὲ δὲ πάντα τὰ ἔθνη. Τοὺς αὐτοὺς γὰρ καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσι φοβουμένους τὸν Θεὸν ἀποκαλοῦντες. Πολλάκις δὲ καὶ ἐν ἑτέροις ἀπεδείξαμεν, ὡς τοὺς ἐξ ἐθνῶν θεοσεβοῦντας φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Ἐπεὶ τοίνυν μνείας δεῖται τὸ κήρυγμα τὸ ἀποστολικὸν, ἀναγκαίως ἐπαγγέλλονται τὴν ἑρμηνείαν παραδώσειν τοῖς ἔθνεσι λέγοντες· «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι·» Λέγουσι δὲ ταῦτα ὡς ἐξ ἑνὸς στόματος διὰ τὴν τελείωσιν· οἱ γὰρ πάντες ἓν γεγόνασι τελειωθέντες ἐν Κυρίῳ.
Καὶ ταῦτα θεσπίζει τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς χοροῦ τοῦ ἀποστολικοῦ τοῖς ἔθνεσι προσφωνοῦν, ἐπαγγελλόμενόν τε διερμηνεύειν, ὅσα ἐποίησεν ὁ Θεὸς τῇ ψυχῇ αὐτῶν. Πάλαι μὲν οὖν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς μετέστρεψέ ποτε τὴν θάλασσαν εἰς ξηρὰν, καὶ ὡς ἐν ποταμῷ διῆλθον ποδί.» Νυνὶ δὲ οὐκέτι τὰ παλαιὰ, ἀλλὰ τὰ τῆς νέας καὶ καινῆς ἱστορίας παραδεδώκασι, τὰς ἑαυτῶν πράξεις ὑφηγούμενοι, καὶ τὰς εἰς αὐτοὺς ὑπὸ τοῦ Θεοῦ γενομένας εὐεργεσίας. Διό φασιν· «Ὅσα ἐποίησε τῇ ψυχῇ μου·» εἶτα διηγοῦνται τὴν ἐπαγγελίαν πληροῦντες. Τίς δὲ ἡ διήγησις; «Πρὸς αὐτὸν, φησὶ, τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ἐπειδὴ γὰρ τὰς εἰς αὐτοὺς εὐεργεσίας τοῦ Θεοῦ κατηριθμήσαντο, ὡς ἐπυρώθησαν, ὡς ἐδοκιμάσθησαν, ὡς εἰσῆλθον εἰς τὰς θλίψεις, ὡς ὑπέμειναν, ὡς διῆλθον διὰ πυρὸς καὶ ὕδατος, ὡς ἐξῆλθον εἰς ἀναψυχήν· ὅτι μὴ ἀργῶς ταῦτα αὐτοῖς πάντα, ἡ θεία δεδώρηται χάρις· ἀλλὰ γὰρ αὐτῶν τὰ μεγάλα συμβαλλομένων εἰς τὸ μαρτύριον διδάσκουσιν ἀναγκαίως. Πρῶτον μὲν γὰρ, φασὶν, οὐδέποτε ἀνεχωροῦμεν εὐχόμενοι καὶ βοῶντες πρὸς αὐτόν.
Ἐβοῶμεν δὲ οὐ κραυγῇ καὶ φωνῇ γεγωνῷ, ἀλλ’ «ὑπὸ τὴν γλῶσσαν» εἴσω συνέχοντες αὐτῶν τὰς βοάς· ᾔδειμεν γὰρ, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, καί εἰσι κραυγαὶ ψυχῆς οὐ διὰ γλώττης προφερόμεναι, ἀῤῥήτῳ δὲ δυνάμει πρὸς τὸν Θεὸν ἀναπεμπόμεναι. Καὶ τοῦτό ἐστιν ὃ ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλεῖσον τὴν θύραν σου, καὶ πρόσευξαι· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.» Οὕτως οὖν καὶ ἐνταῦθά φασιν, ὅτι «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου·» κατὰ δὲ τὸν Σύμμαχον, «Αὐτὸν, φασὶ, τῷ στόματί μου ἐπεκαλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου.» Ἀλλ’ οὐ μόνον ταῖς εὐχαῖς ἐσχολάζομεν καὶ ταῖς πρὸς τὸν Θεὸν δεήσεσι καὶ ἱκετηρίαις· ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπεστρεφόμεθα μὲν πᾶσαν ἀδικίαν, ὡς μηδὲ ἐμβλέπειν αὐτῇ ἐθέλειν, ἢ καὶ τῷ νῷ ἐνθυμεῖσθαί τι ἄδικον. Εἰ γάρ τι τοιοῦτον ἐνενοοῦμεν, οὐδ’ εἰσακούεσθαι ἄξιοι ἂν ἦμεν· διό φασιν· «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος.» Ἐπεὶ τοίνυν καὶ τὴν διάνοιαν τοιαύτην εἶχε καὶ τὰς εὐχὰς τοιαύτας ἀνέπεμπεν, εἰκότως φησί·
PG 23:671«Διὰ τοῦτο εἰσήκουσεν ὁ Θεὸς καὶ προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καὶ ταῦτα ἦν τὰ αἴτια δι’ ἃ ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν μετὰ τοὺς τοσούτους πειρασμούς. Ἐφ’ οἷς ἅπασι τὸν ὀφειλόμενον εὐχαριστήριον ὕμνον ἀναπέμποντες τῷ Θεῷ, ἐπισφράγισμα τοῦ παντὸς ποιοῦνται λόγου φάσκοντες· «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστρεψε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ.» Ταῦτα δὲ πάντα ὁ χορὸς ὁ ἀποστολικὸς ἐξ ἑνὸς προςώπου μετὰ πάντας τοὺς προλεχθέντας λόγους ἐπεσφραγίσατο, εὐλογίαν καὶ δοξολογίαν καὶ εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς προλεχθεῖσιν ἀναπέμπων τῷ Θεῷ.

To the End, A Psalm in HymnsΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ ΨΑΛΜΟΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ ΨΑΛΜΟΣ ΩΔΗΣ, Ξϛ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.» Καὶ ὁ παρὼν ψαλμὸς εὐαγγελικὸς ὢν, τῆς αὐτῆς ἔχεται τῷ πρὸ αὐτοῦ διανοίας· διόπερ «εἰς τὸ τέλος» παραπέμπει καὶ αὐτὸς, «ᾠδή» τε «ψαλμοῦ» ἐπιγέγραπται· ἐπεὶ κἀκεῖνος ψαλμὸς ᾠδῆς ἐλέγετε εἶναι. Μήποτε δὲ τὸ τίνος εἶεν λόγοι οὐδέτερος αὐτῶν ἐν τῇ προγραφῇ παρίστησι διὰ τὸ ἐναργὲς τῶν προφητικῶς εἰσηγμένων ἐν αὐτοῖς προσώπων.
Οἱ κήρυκες γοῦν τῶν ἐθνῶν, οἱ ἀπόστολοι δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν, ἐν ἑκατέρῳ παρελήφθησαν. Αὐτίκα γοῦν καὶ διὰ τῶν προκειμένων ἀκαλύπτως ἀναβοῶσιν ἐν τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τό τε σωτήριον τοῦ Θεοῦ, καὶ τὴν ὁδὸν αὐτοῦ γνωσθῆναι εὐχόμενοι· εἶθ’ ἑξῆς· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ αὖθις δευτεροῦσι τὸν λόγον εἰς βεβαίωσιν τῶν θεσπιζομένων. Ὁ χορὸς τοίνυν ὁ ἀποστολικὸς, ὁ διὰ τῶν ἔμπροσθεν εἰρηκώς· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ·» καὶ αὖθις· «Πᾶσα ἡ γῆ προσκυνησάτωσαν·» καὶ πάλιν· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν·» καὶ ἐν τῷ μετὰ χεῖρας ὁμοίως, ὁρῶν, ὅτι πολλῆς δεῖται συνεργίας Θεοῦ εἰς κατόρθωσιν τοῦ εὐαγγελικοῦ κηρύγματος, ὥσπερ κατεπᾴδων ἑαυτῷ δι’ εὐχῆς φησιν· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Ἡμεῖς μὲν γὰρ ἑαυτοὺς τὸ μηθὲν εἶναί φαμεν, καὶ τὸ μηδὲν δύνασθαι ὁμολογοῦμεν, εὐτελεῖς ὄντες καὶ ἰδιῶται, πένητές τε καὶ πάντων ἔσχατοι ἀνθρώπων·
αὐτὸς δὲ ὁ Θεὸς βουληθεὶς ἡμᾶς ὑπηρέτας γενέσθαι τῆς τῶν ἐθνῶν σωτηρίας, πρῶτον μὲν οἰκτειρήσειεν ἡμᾶς, οἶκτον ἡμῶν λαβὼν τῆς ἀσθενείας· εἶτα προσθείη τι τὸ δυνάμενον ἡμᾶς δυναμῶσαι· τοῦτο δὲ ἦν τὸ εὐλογῆσαι ἡμᾶς· εὐλογίᾳ δὴ πνευματικῇ, ὡς ἂν καὶ εἰς ἡμᾶς πληρωθείη πρεπόντως τῇ αὐτοῦ χάριτι ἡ φάσκουσα εὐλογία· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ταῦτα μὲν γὰρ καὶ πάλαι κατ’ ἀρχὰς ἐπὶ τῆς κοσμοποιίας εἴρητο· ἐνομίσθη τε Ἰουδαίοις οὐκ ἄλλως ἢ σωματικῶς μόνως διὰ τῆς πολυτελείας πληροῦσθαι. Ἡμεῖς δὲ, εἰδότες, ὡς ἔστι καὶ ψυχῆς ἔκγονα, διδασκάλων τε παῖδες οἱ μαθητευόμενοι, τοιαύτης ἀξιοῦμεν τυχεῖν εὐλογίας, ὡς ἂν αὐξηθείημεν καὶ πληθυνθείημεν πλήθει τῶν μαθητευομένων, μυριάσι τε τῶν δι’ ἡμῶν σωζομένων, ὡς ἂν εἰπεῖν· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Οὕτως οὖν ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς πρότερον, εἶτ’ οἰκτειρήσας εὐλογήσαι ἡμᾶς. Τοῦτο δὲ οὐκ ἄλλως ἔσται, εἰ μὴ ἐπιφάναι τὸ πρόςωπον αὐτοῦ ἐφ’ ἡμᾶς, ὥστε καὶ ἡμᾶς εἰπεῖν·
PG 23:673«Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τὸ δὲ ἐπιλεγόμενον ἑξῆς, «καὶ ἐλεήσαι ἡμᾶς,» μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ, μήτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς, ἀναγκαίως ὠβέλισται. Τῶν δὲ προλεχθέντων εὐχόμεθα τυχεῖν, ἵνα δυνηθῶμεν τὴν ὁδὸν αὐτοῦ γνωστὴν ποιῆσαι ἐν πάσῃ τῇ γῇ. Διὸ λέλεκται· «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Τίς δὲ ἡ γῆ καὶ τίς ἡ ὁδὸς τοῦ Θεοῦ; Γῆ μὲν πάντες οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι καὶ πάντα τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη· ὁδὸς δὲ τοῦ Θεοῦ ὁ θεοσεβὴς βίος· οὗ τὸ τέλος πρὸς αὐτὸν ἄγει τὸν Θεὸν, ὡς ἐπὶ μητρόπολιν ἀγαθῶν. Καὶ αὐτὸς δὲ ὁ σωτήριος λόγος εἴη ἂν ὁδὸς τοῦ Θεοῦ. Διὸ ἑξῆς ὥσπερ διερμηνεύων τὴν διάνοιαν ἐπιλέγει· «Ἐν πᾶσι τοῖς ἔθνεσι τὸ σωτήριόν σου.» Ὅπως οὖν δυνηθῶμεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν γῆν οἰκοῦσι τὴν ὁδόν σου καὶ τὸ σωτήριόν σου, ταὐτὸν γάρ ἐστι, γνωστὸν ποιῆσαι, οἰκτείρησον ἡμᾶς, ὁ Θεὸς, καὶ εὐλόγησον ἡμᾶς, καὶ τὸ πρόσωπόν σου ἐπίφανον ἐφ’ ἡμᾶς, ἵνα πληρωθέντες φωτὸς ἐκ τοῦ προσώπου σου, καταλάμψωμεν πάντας ἀνθρώπους.
Εἰ γὰρ μὴ ταῦθ’ ἡμῖν ὑπάρξειεν, οὐδέν ἐσμεν ἡμεῖς πρὸς τὴν τοῦ τηλικούτου πράγματος κατόρθωσιν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν.» Τὰ μὲν πρῶτα ἑαυτοῖς ἐπηύξαντο οἱ τῶν ἐθνῶν κήρυκες· τὰ δὲ προκείμενα τοῖς τὸ δι’ αὐτῶν κήρυγμα παραδεξαμένοις. Καὶ δὴ καὶ πρῶτον μὲν αὐτοῖς ἐξομολογήσεως ἐνδοθῆναι χώραν εὔχονται, ὅπως τὰ πρότερα ἑαυτῶν πλημμελήματα καὶ τὰς ἐν εἰδωλολατρείᾳ δυσσεβείας ἀποῤῥύψωνται διὰ τῆς ἐξομολογήσεως· δεύτερον καθαρθέντας αὐτοὺς τυχεῖν εὐφροσύνης καὶ ἀγαλλιάσεως τῆς παρὰ τῷ Θεῷ ἱκετεύουσι. Διὸ πρῶτον φασίν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ἀλλ’ ἐπεὶ συνέβαινε μήπω συνεῖναι ἡμᾶς ποίους εἰρήκασι λαούς· ἐπεὶ καὶ τὸ Ἰουδαίων ἔθνος ἀθροίσματα καὶ λαοὺς ἐκέκτητο· ἀναγκαίως, ἵνα νοήσωμεν ποίων ἐμνημόνευσαν λαῶν, δευτεροῦσι τρανοῦντες τὴν διάνοιαν ἐν τῷ λέγειν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» Μήποτε δὲ διὰ τῶν προτέρων τοὺς παρὰ Ἰουδαίοις λαοὺς αἰνίττονται, ὑπὲρ αὐτῶν πρῶτον τὴν εὐχὴν ἀναπέμψαντες, διὰ δὲ τῶν δευτέρων τοὺς ἐξ ἐθνῶν λαούς;
PG 23:675Ὅπερ ἵνα γνώριμον γένηται τοῖς ἐντυγχάνουσι, διασαφεῖ φάσκων ὁ λόγος· «Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Ἐπειδὴ δὲ δὶς τὸ, «ἐξομολογησάσθωσάν σοι,» εἴρηται, ὅρα μήποτε τὸ μὲν πρῶτον ἐδήλου τῶν προτέρων ἁμαρτημάτων τὴν ὁμολογίαν, τὸ δὲ δεύτερον, τὴν ἐφ’ οἷς ἔτυχον ἀγαθοῖς εὐχαριστίαν. Λαμβάνεται γὰρ ἡ ἐξομολόγησις καὶ ἐπὶ εὐχαριστίας. Οὕτω γοῦν ὁ Σωτὴρ ηὐχαρίστει λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Μετὰ δὲ τὴν πρώτην καὶ δευτέραν ἐξομολόγησιν ἐπεύχονται τοῖς ἔθνεσι τοῖς ἐξομολογησαμένοις τὰ τρίτα. Τίνα δὲ ταῦτα; «Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· «Ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,» καὶ ὅτι λαοὺς, οὐ τινὰς μὲν, τινὰς δὲ οὔ· ἀλλὰ πάντας κατὰ τὰ ἔμπροσθεν δεδηλωμένα. Ἔτι δὲ γνόντα, ὅτι ὁδηγηθήσεται ὑπὸ σοῦ πρὸς τὸ βαδίσαι τὴν ὁδὸν τὴν ὑφ’ ἡμῶν αὐτοῖς γνωριζομένην, εἰκότως εὐφροσύνης καὶ ἀγαλλιάσεως πλησθήσεται. Ἀντὶ δὲ τοῦ, «καὶ ἀγαλλιάσθωσαν,» «καὶ αἰνέσουσιν» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «καὶ εὐφημείτωσαν,» ἡρμήνευσαν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες·
γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.» Ἐπὶ ταῖς χρησταῖς καὶ ἀγαθαῖς ἐπαγγελίαις εὐφραινόμενον τὸ Πνεῦμα τὸ ἅγιον, ταῖς αὐταῖς ἐνδιατρίβει φωναῖς, ὥσπερ ἐντρυφῶν τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ. Διὸ ἐπαναλαμβάνει δεύτερον καὶ τρίτον, καὶ οὐ βούλεται ἀναχωρεῖν τοῦ σωτηρίου καὶ εὐαγγελικοῦ ᾄσματος. Πάλιν οὖν φησιν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ὃ δὴ μέγιστον ἦν θαῦμα, ὅτι Ἰουδαῖοι μὲν, ἐκ πατέρων τὸν τῶν ὅλων Θεὸν σέβειν δεδιδαγμένοι, συνεχῶς ἐξετραχηλίζοντο ἐπὶ τὴν πλάνην τῆς εἰδωλολατρείας· λαοὶ δὲ πάντες οἱ καθ’ ὅλης τῆς οἰκουμένης ἐκ τοῦ μακροῦ αἰῶνος πεπλανημένοι εἰς τοσαύτην ἥξουσι μεταβολὴν, ὡς μὴ μόνον ἐπιγνῶναί σε τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ καὶ ἐπιστήμην ἀναλαβεῖν τοῦ ἐξομολογεῖσθαί σοι κατὰ τὸν ἀποδοθέντα διττὸν τρόπον· ὅπερ ἵνα γένηται ἤδη ποτὲ, τάχυνον τὰ τῆς προφητείας, ἵνα αὐτόπται τῶν αἰωνίων ἐπαγγελιῶν γενοίμεθα. Ἀκουστέον δὲ τῶν προκειμένων ὡς δυναμένων καὶ ἐκ προσώπου τῶν προφητῶν λέγεσθαι·
ὥστ’ εἶναι τὰ μὲν πρὸ τοῦ διαψάλματος, ἁρμόζοντα τῷ προσώπῳ τῶν ἀποστόλων, τὰ δὲ μετὰ τὸ διάψαλμα, τῷ χορῷ τῶν προφητῶν, οἵτινες ἐπεθύμουν ἰδεῖν ἃ ἡμεῖς βλέπομεν, καὶ οὐκ εἶδον κατὰ τὴν σωτήριον φωνήν. Ἑξῆς τούτοις εἴρηται· «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς·» ἢ κατὰ τὸν Σύμμαχον· «Γῆ δώσει τὴν φορὰν αὐτῆς.» Καρπὸς γὰρ ὡς ἀληθῶς ὁ κατὰ φύσιν τῆς γῆς ἐστι τὸ γνωρίζειν τὸν ἐπὶ πάντων Θεὸν, καὶ τὰς ὀφειλομένας αὐτῷ ἐξομολογήσεις καὶ εὐχαριστίας ἀναπέμπειν τοὺς οἰκεῖν αὐτὴν ἐπιτραπέντας. Ἐπὶ τοῦτο μὲν γὰρ κατεσκεύασται τὸ τῆς γῆς στοιχεῖον, ἐπὶ τὸ τοὺς ἐν αὐτῇ τὰς διατριβὰς ποιουμένους εὐσεβείας προσφέρειν καρπούς· διὰ δὲ τὴν τοῦ πρώτου ἀνδρὸς παράβασιν ἐλέχθη· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.» Ἀλλ’ οὐκ ἦν οὗτος ὁ κατὰ φύσιν καρπὸς τῆς γῆς· πρόῤῥησις δὲ τῆς μελλούσης φύειν ἐν αὐτῇ παρὰ φύσιν κακίας. Παρὰ φύσιν γὰρ αἱ ἄκανθαι καὶ τρίβολοι διὰ τὴν παράβασιν ὑποστᾶσαι οὐ μόνον τοῦ πρώτου ἀνθρώπου, ἀλλὰ καὶ τῶν μετ’ αὐτὸν ἠσεβηκότων· ἐπεὶ κατ’ ἀρχὰς, ὅτε εἶπεν ὁ Θεός·
PG 23:677«Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς·» οὐδαμῆ μνήμη γέγονεν ἀκανθῶν οὐδὲ τριβόλων· οὐδ’ ἂν ἔφυσε ταῦτα ἡ γῆ, εἰ μὴ τὰ τῆς παρακοῆς ἐπηκολούθησεν ἀνθρώπῳ. Τῆς γοῦν ὕστερον ἐπισυμβάσης ἀνθρώποις κακίας εἰκόνες ἐφύησαν ἄκανθαι καὶ τρίβολοι. Ὅθεν ἵνα ταῦτα ἀπόληται, πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Σωτήρ. Καὶ δὴ τοῦ σωτηρίου λόγου δίκην πυρὸς τὰς ἀκάνθας καὶ τοὺς τριβόλους ἀφανίζοντος, νεωθεῖσα τῆς κακίας ἡ ψυχὴ, τὸν προσήκοντα αὐτῇ καὶ κατάλληλον καρπὸν ἀποδίδωσι. Διόπερ λαοὶ μὲν πάντες ἐξομολογοῦνται· ἔθνη δὲ ἐπὶ τῆς γῆς ὁδηγοῦνται. Τούτοις τε ἀκολούθως, ἐπενήνεκται τό· «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός.
Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Εἴτε οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, εἴτε οἱ παλαιοὶ τοῦ Θεοῦ προφῆται [ϟἑκατέρῳ γὰρ τάγματι ἐφαρμόζει τὰ λεγόμενα]ϟ, εὔχονται τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας τυχεῖν, ἧς καὶ ἀνωτέρω τὴν διάνοιαν παρεστήσαμεν, δεικνύντες ὅπως τὸ, «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς,» ἐπὶ τούτων ἐπληροῦτο πνευματικῶς. Πάρεστι γοῦν ἔργῳ παραλαβεῖν, ὡς ἡ σύμπασα γῆ τῆς ἐκείνων διαδοχῆς ἐπληρώθη. Αἵ τε καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαι τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαι, καὶ οἱ καθ’ ἑκάστην μυρίανδροι λαοὶ τῆς εὐλογίας αὐτῶν ἐμφαίνουσι τὰ ἀποτελέσματα. Πρεπόντως δὲ αὐτοῖς τὸ, «Ὁ Θεὸς ἡμῶν,» ἐν τῷ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν·» ὡς ἂν πάτριον κεκτημένοι τὸ τοῦ Θεοῦ αὐτῶν γνώρισμα. Ἀλλ’ ἑξῆς ἐπισυνάπτουσιν ἀορίστως λέγοντες τὸ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεός·» ὡς μηκέτι μόνων αὐτῶν, ἀλλὰ καὶ πάντων τῶν δι’ αὐτῶν σωθησομένων Θεὸν ὄντα. Καὶ μετὰ πάντα τὸ συμπέρασμα τῆς ὅλης προφητείας ἐπισφραγίζονται λέγοντες·
«Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Ἐπειδὴ γὰρ «ἀρχὴ σοφίας φόβος Κυρίου,» ἀναγκαίως ὥσπερ εἰσαγωγὴν τῆς θεοσεβείας τὸν φόβον τοῦ Θεοῦ ἐγγενέσθαι πᾶσιν ἀνθρώποις τοῖς καὶ μέχρι τῶν ἐσχάτων τῆς γῆς οἰκοῦσιν ἐπεύχονται· ὃ δὴ καὶ ἐπληροῦτο μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν, μεθ’ ἣν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Περὶ τούτων δὲ τῶν περάτων τῆς γῆς καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν.

To the EndΕΙΣ ΤΟ ΤΕΛΟΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ΔΑΥΙΔ ΨΑΛΜΟΣ ΩΔΗΣ ΞΖ. «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.» Οἱ μὲν πρὸ τοῦ μετὰ χεῖρας τρεῖς ἐφεξῆς τὴν κλῆσιν τῶν ἐθνῶν προεφώνουν·
PG 23:679ὧν ὁ μὲν ξδ «Ψαλμὸς ᾠδῆς» ἐπεγέγραπτο «Τῷ Δαυί̈δ·» ὁ δ’ ἑπόμενος «Ὠδὴ ψαλμοῦ·» ὁ δὲ τρίτος «Ἐν ὕμνοις ψαλμὸς ᾠδῆς.» Εἰκότως τοιγαροῦν καὶ ὁ μετὰ χεῖρας, εὐαγγελικὸς ὢν καὶ αὐτὸς, καὶ οὐ περὶ τῆς κλήσεως τῶν ἐθνῶν μόνον, ἀλλὰ καὶ περὶ τοῦ Σωτῆρος αὐτοῦ προφητείαν περιέχων, «εἰς τὸ τέλος τῷ Δαυὶ̈δ» ἐπιγέγραπται, καὶ «ψαλμὸς ᾠδῆς» ὁμοίως τοῖς πρὸ αὐτοῦ. Ἔδει γὰρ τοὺς τῶν ἀγαθῶν ἐπαγγελτικοὺς λόγους μὴ μόνον ψαλμοὺς, ἀλλ’ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ψαλμοὺς ᾠδῶν καὶ ᾠδὰς ψαλμῶν ὀνομάζεσθαι καὶ «εἰς τὸ τέλος» ἀναπέμπειν· ὡς ἂν μακροῖς ὕστερον χρόνοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μελλόντων πληροῦσθαι τῶν ἐν αὐτοῖς θεσπιζομένων. Λέλεκται δὲ καὶ αὐτὸς ὑπὸ τοῦ προφητικοῦ Πνεύματος ἐκ προσώπου τῶν ἀποστόλων. Ὥσπερ οὖν διὰ τῶν ἔμπροσθεν ἐπηύχοντο ἑαυτοῖς ἀνακαλούμενοι Θεὸν συνεργὸν εἰς τὸ εὐαγγελικὸν κήρυγμα, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς προκειμένοις οἱ αὐτοὶ προϊόντες, φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν· κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν·» καὶ πάλιν· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·
δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ὁρᾷς γὰρ ὅπως κατευοδωθῆναι ὑπὸ τοῦ Θεοῦ καὶ δυναμωθῆναι εἰς τὸ ἀκωλύτως τὸν δρόμον τοῦ Εὐαγγελίου τελειῶσαι εὔχονται. Μέμνηνται δὲ σαφῶς καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος λέγοντες· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·» ἀλλὰ καὶ τίσιν ἤμελλον κηρύττειν τὸ Εὐαγγέλιον θεσπίζουσιν ἐν οἷς φασιν· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.» Σαφῶς γὰρ διὰ τούτων Αἴγυπτον εὐαγγελίζονται, τοὺς εἰδωλολάτρας αἰνιττόμενοι· ἐπεὶ ἐξ Αἰγύπτου κατήρξατο ἡ εἰδωλολατρεία. Ἀλλὰ καὶ τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ φασι, τὰ ἔσχατα τῆς οἰκουμένης δηλοῦντες. Εἶθ’ ἑξῆς τὰς βασιλείας τῆς γῆς πάσας ἀθρόως συγκαλοῦσι, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Ἵνα δὲ τὰ διὰ τῶν λόγων προφητευόμενα ἤδη ποτὲ καὶ δι’ ἔργων χωρήσῃ, ἀρχόμενον τὸ Πνεῦμα τὸ προφητικὸν, διὰ τοῦ Δαυὶ̈δ εὐχὴν ἀναπέμπει λέγον·
«Ἀναστήτω ὁ Κύριος, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.» Δεινοὶ γὰρ ἐχθροὶ τοῦ Θεοῦ κατετυράννουν πάλαι πρότερον τῶν ἐπὶ γῆς ἁπάντων, οἱ τὴν πολύθεον πλάνην καθ’ ὅλης τῆς οἰκουμένης συστησάμενοι πονηροὶ δαίμονες. Οὐδείς τε ἦν ἐπαμύνων τοῖς κακοῖς, οὐ σοφὸς ἀνὴρ, οὐ δίκαιος, οὐ προφήτης· ἀλλ’ οὐδὲ ἀγγέλων τις ἢ πνευμάτων ἁγίων, ἢ τῶν κατ’ οὐρανὸν θείων δυνάμεων. Διὸ δὴ αὐτὸν ἀναστῆναι τὸν Θεὸν, καὶ τοῦ βασιλικοῦ διεγερθῆναι θρόνου παρακαλεῖ. Ἠρεμεῖν μὲν καὶ ἡσυχάζειν καὶ ὥσπερ διαναπαύεσθαι τὰ τῆς τοῦ Θεοῦ προνοίας λέγεται, ἐπειδὰν τῷ πλούτῳ τῆς χρηστότητος αὐτοῦ καὶ τῇ μακροθυμίᾳ φέρῃ τοὺς ἁμαρτάνοντας καὶ εἰς αὐτὸν ἀσεβοῦντας· τὸ δὲ κινεῖσθαι καὶ διανίστασθαι, ἐπειδὰν τὰς ἐκδικήσεις ποιῆσαι ἐπεξιὼν τοῖς ἁμαρτάνουσιν. Ἵν’ οὖν ἤδη ποτὲ παύσωνται ταῖς κατὰ τῶν ἀνθρώπων δυναστείαις οἱ προλεχθέντες ἐχθροὶ, διαναστῆναι τὸν Θεὸν καὶ διεγεῖραι ἑαυτὸν εἰς ἐκδίκησιν ἱκετεύει, ὅπως οἱ πάλαι κατὰ τὸ αὐτὸ συνηγμένοι καὶ κακὴν συμφωνίαν πρὸς ἀλλήλους θέμενοι, τὴν τῆς δαιμονικῆς εἰδωλολατρείας, διασκεδασθῶσι μακρὰν ἀλλήλων γενόμενοι.
PG 23:681Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ μισοῦντες αὐτὸν ἦσαν, οἱ τὸν ὑπὲρ γῆς ἀέρα πληροῦντες καὶ τὴν ἐν ἀνθρώποις πολυπλανῆ κακίαν ἐνεργοῦντες δυσσεβεῖς τινες καὶ ἄθεοι δαίμονες· οἳ, κινηθέντος αὐτοῦ μόνον τοῦ Θεοῦ, καὶ ἐπὶ τὴν τῶν πραττομένων ἐκδίκησιν ἑαυτὸν διεγείραντος, πρῶτον μὲν ἐσκορπίζοντο μακρὰν ἀλλήλων διασκεδαννύμενοι, εἰτ’ ἐχρῶντο φυγῇ· καὶ μετὰ ταῦτα ὡς ἐκλείπει καπνὸς ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἤμελλον ἀπόλλυσθαι. Νοήσεις δὲ ὅπως ὡς ἐκλείπει καπνὸς ἐξέλιπον οἱ ἐχθροὶ αὐτοῦ, ἐπιστήσας ὡς τὸ μὲν παλαιὸν μετεσχηματίζοντο εἰς ἀγγέλους φωτὸς, αὐτὸς δὲ ὁ διάβολος καὶ οἱ διάκονοι αὐτοῦ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.» Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης, ἐχρησμοδότουν τε τότε κατὰ πάντα τόπον, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς δεισιδαίμονας θύειν αὐτοῖς καθ’ ὑπερβολὴν μανίας καὶ τὰ ἑαυτῶν φίλτατα. Νυνὶ δὲ ἐκείνων πάντων ἀφανισμὸς καὶ ἐρημία γέγονεν, ὡς μηδὲ μνήμην αὐτῶν ἐπιλιπέσθαι·
ἐξέλιπον δὲ ὡς ἐκλείπει καπνὸς ἀποσβεσθέντος αὐτῶν τοῦ πυρός· διὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.» Ἡ γὰρ τοῦ Θεοῦ ὀργὴ τούτοις αὐτοῖς ἐπελθοῦσα, τὸ πῦρ αὐτῶν ᾧ κατέφλεγον τὰς τῶν ἀνθρώπων ψυχὰς κατέσβεσεν· οὗ σβεσθέντος, ἀνέβη καπνός. Ἀλλὰ καὶ οὗτος ὁ καπνὸς μηκέθ’ ὑποκαιόμενος, μηδὲ ἔχων ὁπόθεν ὑποστῆ, ἐκλείπει. Ἐπεὶ, δὲ ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, τοῦτο τὸ φῶς τοῖς αὐτῷ φίλοις σοφίας καὶ γνώσεως, καὶ ἀληθείας μαρμαρυγὰς ἐκπέμπει, ὡς φάναι αὐτοὺς, «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τοῖς δὲ προλεχθεῖσιν ἐχθροῖς αὐτοῦ πῦρ καταφλέγον γίγνεται. Διὸ λέλεκται ἐν ἑτέροις· «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά·» καὶ, «Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καὶ ἐν τῷ μετὰ χεῖρας οἱ ἐχθροὶ οὐ μόνον ἐκλείπειν ὡς καπνὸς, ἀλλὰ καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἐκτήκεσθαι εἴρηνται· ἐπειδήπερ αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ πεποιήκασιν. Ὁ γὰρ Θεὸς ἀγαπᾷ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύαζε·
διὸ οὐδενὸς ἐχθρὸς αὐτός. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἀπ’ αὐτοῦ, καὶ ἐχθροποιοῦντες ἑαυτοὺς, ἐπισπῶνται τὴν ἀπώλειαν· ὡς λέγεσθαι· «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.» Οὕτω δὲ καὶ μισοῦσι τὸν Θεὸν οἱ τὰ ὑπ’ αὐτοῦ μεμισημένα πράττοντες. Ταῦτα μὲν οὖν καθ’ ἕνα λελέχθω τρόπον. Ἐπεὶ δὲ ἡ πᾶσα προφητεία εὐαγγελικὴ τυγχάνει, θέα μήποτε ταῦτα εἰς τὸν Θεὸν Λόγον ἀναφέρεται, ὃς ἦν μὲν πάλαι ἐν τοῖς κόλποις ἀναπαυόμενος τοῦ Πατρός· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Καί· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,» αὐτὸς ἦν ὁ Μονογενὴς τοῦ Θεοῦ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἐπεὶ δὲ μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, τὸ Πνεῦμα τὸ ἅγιον εἰκότως τὴν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγον· «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ·» Θεοῦ νοουμένου τοῦ Θεοῦ Λόγου. Ἢ τῆς εὐχῆς περὶ μὲν τοῦ Χριστοῦ λεγούσης τὸ, «Ἀναστήτω,» πρὸς δὲ τὸν Θεὸν τῶν ὅλων ἀναπεμπομένης· ἵν’ ᾖ τὸ, «ὁ Θεὸς,» ἀντὶ τοῦ, ὦ Θεὲ, ἀναστήτω ὁ Χριστός σου, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.
PG 23:683Συνήχθησαν μὲν γὰρ οἱ ἐχθροὶ αὐτοῦ κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, ὁπηνίκα «ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Πάντων δὲ τούτων διασκορπισμὸν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ κατειργάσατο· ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προςώπου πυρός. Καὶ τοῦτόν γε τὸν Χριστὸν τοῦ Θεοῦ ἐμίσησαν, μισοῦσί τε εἰσέτι καὶ νῦν, οἱ συνεχῶς αὐτὸν ἀθέοις λόγοις καὶ λοιδορίαις βλασφημοῦντες, τήν τε Ἐκκλησίαν αὐτοῦ πολεμοῦντες, καὶ τὴν διδασκαλίαν διαβάλλοντες. Ἄλλως γὰρ τὸν ἐπὶ πάντων Θεὸν οὐκ ἂν εὕροι μισοῦντάς τινας· οὐδὲ γὰρ αὐτοὶ οἱ ἄθεοι καὶ δυσσεβεῖς· ἀλλ’ οὐδὲ οἱ πονηροὶ δαίμονες, οὐδὲ τὰ ἀκάθαρτα πνεύματα τοῦτ’ ἂν εἴποιεν. Τὸν δὲ Χριστὸν τοῦ Θεοῦ ὁμολογουμένως ἐμίσησαν· πρῶτοι μὲν ἐκεῖνοι, περὶ ὧν αὐτὸς διὰ τῆς προφητείας ἔφασκεν· «Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με.
Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·» ἔπειτα καὶ οἱ μετ’ ἐκείνους εἰσέτι νῦν αὐτὸν βλασφημοῦντες. Πλὴν πάντες οἱ ἐχθροὶ αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν διεσκορπίσθησαν καὶ πεφεύγασιν ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ. Ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προςώπου πυρός. Αὐτίκα γοῦν οὐδεὶς πώποτε τῶν μεμισηκότων αὐτὸν ἀτιμώρητος διεξῆλθε τὸν βίον· ἀλλὰ καὶ οἱ πάλαι τὴν ἐπιβουλὴν αὐτῷ τυρεύσαντες ἀρχιερεῖς καὶ γραμματεῖς, Φαρισαῖοι καὶ Σαδδουκαῖοι οὕτως ἐξέλιπον, ὡς μηδὲ μνήμην αὐτῶν εἰσέτι νῦν μηδ’ ὄνομα παρὰ Ἰουδαίοις σώζεσθαι. Τότε πᾶν ἔθνος αὐτῶν διασκεδασμὸν καὶ διασκορπισμὸν ὑπέμεινε εἰς πάντα τὰ ἔθνη· καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ χρόνοις πάντες ὅσοι τὴν Ἐκκλησίαν αὐτοῦ πεπολεμήκασιν, ὁμοίως ἐξέλιπον καὶ αὐτοὶ ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ Χριστοῦ καὶ οἱ μισοῦντες αὐτὸν τοιαῦτα πεπόνθασι, καὶ ἔτι μᾶλλον οἱ ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, πονηροὶ δαίμονες καὶ μοχθηρὰ πνεύματα, δι’ ὧν τὰ τῆς πολυθέου πλάνης ἐνηργεῖτο πάλαι·
ὧν παντελὴς διασκορπισμὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν γέγονεν· οἱ δ’ αὐτοὶ, τηκόμενοι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, ἐβόων λέγοντες· «Ἔα· τί ἡμῖν καὶ σοὶ, Υἱὲ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Αἱ γὰρ τῆς θεότητος αὐτοῦ ἀόρατοι καὶ ἀφανεῖς ἀκτῖνες, βασάνους καὶ ἀλγηδόνας τοῖς ταῦτα λέγουσι παρεῖχον. Τὸ δέ γε δεξιὸν τῶν φίλων τοῦ Θεοῦ τάγμα ὁποίων ἀπέλαυεν ἀγαθῶν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει, ἑξῆς διδάσκει ἡ προφητεία λέγουσα· «Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.» Ὁποῖον δέ ἐστι τὸ μὴ ἁπλῶς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν, ἀλλ’ ἐνώπιον τοῦ Θεοῦ καὶ παρὰ τῷ Θεῷ τούτων ἀπολαύειν, ἡδονῇ τε θείᾳ ἐντρυφᾷν, οὐκ ἔστιν ἐπαξίως λόγῳ διηγήσασθαι. «Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν.» Τὸν μὲν περὶ τῶν ἐχθρῶν καὶ μισούντων τὸν Θεὸν λόγον διὰ βραχέων ἐπετέμετο ἡ προφητεία· τὸν δὲ περὶ τῶν δικαίων ἐξαπλοῖ, ἐνδιατρίβουσα τῇ περὶ αὐτῶν μνήμῃ.
PG 23:685Καὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον παρακελεύεται τοῖς δικαίοις ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὡς ἂν διὰ τούτων μέλλουσιν ἀπολαύειν τῆς θείας εὐφροσύνης καὶ τῆς προλεχθείσης τερπωλῆς καὶ ἀγαλλιάσεως. Καὶ ἐπείπερ τῶν δύο τούτων, λέγω δὲ τοῦ ᾄδειν καὶ ψάλλειν, τὸ μὲν κρεῖττον ἦν τὸ ᾄδειν, τὸ δὲ ὑποβεβηκὸς τὸ δι’ ὀργάνου ἀνακρούεσθαι, εἰκότως τὸ μὲν κρεῖττον ἀνέθηκε τῷ Θεῷ, τὸ δὲ διὰ τοῦ ὀργάνου ἐνεργεῖν τῷ ὀνόματι αὐτοῦ. «Ἄσατε» γὰρ, φησὶ, «τῷ Θεῷ, καὶ ψάλατε τῷ ὀνόματι αὐτοῦ.» Ἄδει δὲ τῷ Θεῷ ὁ δι’ ὑγιῶν δογμάτων τὴν ψυχὴν πεπαιδευμένος καὶ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων· ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κινήσεων καὶ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας τοιαῦτα πράττων, ὡς δοξάζεσθαι δι’ αὐτοῦ παρὰ τοῖς ὁρῶσι τὸ ὄνομα τοῦ Θεοῦ. Ταῦτα μὲν οὖν πρῶτα παρακελεύεται τῷ τῶν δικαίων χορῷ πράττειν ὁ λόγος· ἑξῆς δὲ πρᾶγμά τι ποιεῖν ἑτέροις χρήσιμον προστάττει. Ἵνα γὰρ ἐπιβῇ ὁ Θεὸς τῷ τῶν ἀνθρώπων βίῳ, καὶ ὅπως ἐμπεριπατήσῃ τοῖς ἐπὶ γῆς, τὴν ὁδὸν αὐτῷ λείαν καὶ ὁμαλὴν ἀπεργάζεσθαι διακελεύεται φάσκων·
«Ὁδοποιήσατε·» ἢ κατὰ τὸν Σύμμαχον, «Καταστρώσατε·» κατὰ δὲ τὸν Ἀκύλαν, «Ἀποσκολοπίσατε,» τουτέστι πᾶν σκολιὸν ἀφέλετε, καὶ πᾶν τραχὺ καταστρώσατε, ὡς ἂν γένοιτο λεία καὶ ὁμαλὴ τοῦ Θεοῦ ἡ εἰς ἀνθρώπους πορεία. Τοῦτο δὲ καὶ Ἡσαί̈ας ἐδήλου λέγων· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Ἐνταῦθα δὲ οὐ πρότερον ὁδοποιεῖν κελεύει ἢ πρῶτον αὐτοὺς μαθόντας ὅπως χρὴ ᾄδειν τῷ Θεῷ καὶ ὅπως ψάλλειν τῷ ὀνόματι αὐτοῦ. Ταῦτα γὰρ προμαθόντας καὶ ἔργοις ἐπιτελέσαντας, ἑξῆς βούλεται ὁδοποιεῖν, τουτέστι τὰς παρὰ τῶν ἀνθρώπων ψυχὰς παρασκευάζειν, καθαράς τε καὶ ἑτοίμους αὐτὰς ἀπεργάζεσθαι εἰς τὴν ἐπιδημίαν τοῦ προδηλωθέντος Θεοῦ. Διό φησιν· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.» Κέκληκε δὲ τὸν Κύριον ἐνταῦθα καινοτέρᾳ φωνῇ κατὰ τὴν Ἑβραϊκὴν λέξιν· ἴα γὰρ αὐτὸν ὠνόμασεν· ὅθεν ὁ Σύμμαχος, «Διὰ τοῦ ἴα ἡ ὀνομασία αὐτοῦ,» ἡρμήνευσεν·
PG 23:687ἡ δὲ πέμπτη ἔκδοσις, «Ἐν τῷ ἴα τὸ ὄνομα αὐτοῦ.» Ἠνίξατο δὲ τὸ ὄνομα τοῦ Σωτῆρος Ἰησοῦ διὰ τῆς πρώτης συλλαβῆς. Καὶ τοῦτον τὸν Κύριον, οὗ τὸ ὄνομά φησιν εἶναι διὰ τοῦ ἴα, ἢ ἐν τῷ ἴα, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν διδάσκει· σημαίνει δὲ τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἔνσαρκον ἐπιδημίαν. Οὐ γὰρ τὸν ἐν μορφῇ Θεοῦ Θεὸν Λόγον γυμνὸν ἐπιδείξας φώτων δίκην ἐξήστραψε τὸν τῶν ἀνθρώπων βίον, μορφὴν δὲ δούλου λαβὼν καὶ τὰς ἀκτῖνας τῆς ἑαυτοῦ θεότητος συστείλας, καὶ ὥσπερ καταδὺς ἐν τῷ σώματι, ἐπὶ δυσμῶν τε γενόμενος τοῦ θνητοῦ βίου, [ϟὃν ὁ θεῖος Ἀπόστολος σκότος ὠνόμασεν εἰπών· «Πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου·]ϟ» ἢ ἐν αὐτῷ καταδὺς τῷ θανάτῳ, λέλεκται ἐπιβεβηκέναι ἐπὶ δυσμῶν. Τούτῳ οὖν, φησὶ, τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν Κυρίῳ, οὗ τὸ Ἰησοῦ ὄνομα διὰ τοῦ ἴα σημαίνεται, ὁδοποιήσατε. Προστάττει δὲ ταῦτα τὸ Πνεῦμα τὸ προφητικὸν τῷ ἀποστολικῷ χορῷ, καὶ τοῦτο πράττειν σὺν πολλῇ προθυμίᾳ καὶ παῤῥησίᾳ ἐπικελεύεται. Διὸ ἐπιλέγει ἑξῆς· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ γαυριᾶσθε εἰς πρόσωπον αὐτοῦ.» Καὶ ἄλλο δὲ γνώρισμα δίδωσι τοῦ προδηλωθέντος Κυρίου, λέγων·
«Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Εἰ μὴ γὰρ ὀρφανῶν ἠξίωσε γενέσθαι πατὴρ, χηρῶν τε ἔκδικος καὶ κριτὴς, οὐδεὶς ἦν αὐτῷ λόγος πρὸς τοὺς ἐπὶ γῆς ταπεινούς. Ἐπεὶ δὲ καθ’ ὑπερβολὴν φιλανθρωπίας κατηξίωσεν ἐπιβῆναι ἐπὶ δυσμῶν, καὶ τῶν ἐν τῷ σκότῳ ὀρφανῶν χρηματίσαι πατὴρ, τῶν τε ἀπεριστάτων χηρῶν τε καὶ ἐρήμων ψυχῶν κριτὴς καὶ ἔκδικος γενέσθαι· εἰκότως τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τοὺς ὀρφανοὺς τοὺς τὸν ἐπουράνιον ἀγνοοῦντας Πατέρα, ἐπί τε τὰς ἐστερημένας τοῦ νυμφίου χήρας ψυχὰς ὁδοποιεῖν παρακελεύεται. Καὶ ἄλλως δὲ, τοῦ περὶ Προνοίας λόγου γένοιτ’ ἂν ἡ διάνοια παραστατικὴ, διδάσκουσα, ὅτι χῆραι καὶ ὀρφανοὶ ἔρημοι καὶ ἀπερίστατοι καταλείπονται ἐν τῷ βίῳ οὐκ ἄνευ λόγου καὶ σοφίας Θεοῦ, ἀλλ’ εἰς δόξαν αὐτοῦ καὶ εἰς ἔνδειξιν τῆς αὐτοῦ θείας ἐπισκοπῆς. Πολλάκις γοῦν οἱ γονέων ἐστερημένοι παῖδες ὀρφανοὶ μᾶλλον τῶν ὑπὸ πατράσι τραφέντων λόγων καὶ παιδείας μετέσχον, μακρόβιοί τε καὶ πολυχρόνιοι γεγόνασι· καὶ οὐ μόνον τροφῆς ηὐπόρησαν, ἀλλὰ καὶ εἰς ἐπισήμους ἄνδρας προῆλθον. Καὶ γυναῖκες ὡσαύτως χηρείαν δυστυχήσασαι μᾶλλον τῶν ἐν συζυγίᾳ βίον εὔθυμον καὶ ἄλυπον καὶ θεοσεβῆ διεξῆλθον·
τοῦ Θεοῦ τοῖς μὲν ὀρφανοῖς ὑπὲρ πάντα πατέρα καταστάντος, ταῖς δὲ χήραις ἀντιλήπτορος καὶ ἐκδίκου. Διὸ εἴρηται· «Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Ἀντὶ δὲ τοῦ, «Τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν,» ὁ Σύμμαχος· «Τῷ ἐποχουμένῳ ἐν τῇ ἀοικήτῳ.» Ἀοίκητον δὲ καλεῖ τὴν τῶν ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν χώραν· ἣν ἔρημον ὀνομάζειν ἐν ἑτέροις εἴωθεν ὁ λόγος. Καὶ πάλιν ἀντὶ, «τοῦ κριτοῦ τῶν χηρῶν,» ὁ μὲν Ἀκύλας, «δικαστοῦ χηρῶν,» ὁ δὲ Σύμμαχος, «καὶ ὑπερδικοῦντος χηρῶν,» ἡρμήνευσαν. Σφόδρα δὲ ἀκριβῶς ὀρφανῶν μὲν αὐτὸν πατέρα ἀποκαλεῖ, χηρῶν δὲ κριτήν. Ἐπεὶ γὰρ μὴ πᾶσαι χῆραι τῆς ἴσης ὑπάρχουσι προαιρέσεως, διακρίνων τὰς ἀξίας αὐτοῦ καὶ τὰς μὴ τοιαύτας, κριτὴς αὐτῶν καθίσταται. Οὐ μὴν καὶ ὀρφανῶν ὁμοίως γένοιτ’ ἂν κριτής· ἐξ ἴσου γὰρ τούτων πατρὸς δίκην προνοεῖ.
PG 23:689«Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» Ἐπειδὴ τὸν προδηλωθέντα Κύριον κάτω που ἐπὶ τὸ ταπεινὸν κατήγαγεν ὁ λόγος, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν φήσας αὐτὸν, ὀρφανῶν τε εἶναι πατέρα καὶ χηρῶν κριτὴν, ἀναγκαίως ἐπανέρχεται ἐπὶ τὴν περὶ αὐτοῦ θεολογίαν, διδάσκων, ὅτι ταῖς μὲν προλεχθείσαις δυσμαῖς διά τινας οἰκονομίας πρὸς βραχὺν ἐπιβαίνει χρόνον· τό γε μὴν οἰκητήριον αὐτοῦ καὶ ἡ πρέπουσα αὐτῷ διατριβὴ οὐκ ἐν δυσμαῖς ἐστιν, «ἀλλ’ ἐν τόπῳ ἁγίῳ·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν οἰκητηρίῳ ἡγιασμένῳ αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «ἐν βασιλείοις ἁγίοις αὐτοῦ.» Ἔστι μὲν γὰρ αὐτῷ τόπος ἐμπρέπων καὶ ἁρμόζων τῇ αὐτοῦ θεότητι· ὅμως δ’ οὖν, φιλάνθρωπος ὢν, τοῦ οἰκείου μεγέθους ὑποκαταβαίνει, συγκαταβαίνει τε τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ὀρφανοῖς καὶ χήραις. Διὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ὅτι ἰδοὺ Κύριος Κύριος ἐκπορεύεται καὶ καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ.» Κατιὼν δὲ ἐνθένδε καὶ ἐπιβαίνων ἐπὶ δυσμὰς, ὁποῖα διαπράττεται θεασώμεθα.
«Κατοικίζει, φησὶ, μονοτρόπους ἐν οἴκῳ.» Κατὰ δὲ τὸν Σύμμαχον, «Δίδωσιν οἰκεῖν μοναχοῖς οἰκίαν·» καὶ κατὰ τὸν Ἀκύλαν, «Καθίζει μονογενεῖς οἴκονδε·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Κατοικίζει μονοζώνους ἐν οἴκῳ.» Καὶ τοῦτ’ ἦν τὸ πρῶτον αὐτοῦ κατόρθωμα· ὃ δὴ καὶ μέγιστον τῶν αὐτοῦ κατορθωμάτων τῷ τῶν ἀνθρώπων δεδώρηται γένει. Τὸ γοῦν πρῶτον τάγμα τῶν ἐν Χριστῷ προκοπτόντων τὸ τῶν μοναχῶν τυγχάνει. Σπάνιοι δέ εἰσιν οὗτοι· διὸ κατὰ τὸν Ἀκύλαν μονογενεῖς ὠνομάσθησαν ἀφωμοιωμένοι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα μονότροποι τυγχάνουσιν, ἀλλ’ οὐ πολύτροποι, οὐδὲ ἄλλοτε ἄλλως τὸν ἑαυτῶν μεταβάλλοντες τρόπον, ἕνα δὲ μόνον κατορθοῦντες, τὸν εἰς ἄκρον ἥκοντα ἀρετῆς. Μονοζώνους δὲ αὐτοὺς ἡ πέμπτη ἔκδοσις ὠνόμασεν, ὡς ἂν μονήρεις καὶ καθ’ ἑαυτοὺς ἀνεζωσμένους. Τοιοῦτοι δὲ πάντες εἰσὶν οἱ τὸν μονήρη καὶ ἁγνὸν κατορθοῦντες βίον, ὧν πρῶτοι γεγόνασιν οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, οἷς εἴρητο·
«Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον.» Ἐν γὰρ τῷ λέγειν μὴ δεῖν κτήσασθαι χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας ἀνεζωσμένους αὐτοὺς εἰσάγει. Οὕτω δὲ καὶ πᾶσιν ἡμῖν ὁ Ἀπόστολος παρακελεύεται λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ οἱ τὸ Πάσχα δὲ ἐσθίοντες ἐκελεύοντο τὰς ὀσφῦς ἔχειν περιεζωσμένας. Τοῦτο δὴ οὖν πρῶτον κατορθοῖ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ἐπιδημήσας ὁ θεσπιζόμενος. Ἀπὸ γὰρ τῶν προλεχθέντων ὀρφανῶν καὶ τῶν δηλωθεισῶν χηρῶν ἀφορίσας, ἐξαίρετον καὶ τιμιώτατον ἑαυτῷ τάγμα τὸ τῶν μονοτρόπων κατοικίζει αὐτοὺς ἐν οἴκῳ, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, παραμένειν καὶ κατοικεῖν ἐν αὐτῇ καταξιῶν αὐτούς. Μετὰ δὲ τούτους δεύτερον ἔργον κοινωφελὲς καὶ εἰς πολλοὺς διαβαῖνον κατορθοῖ, «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ·» τῇ γὰρ ἑαυτοῦ ἀνδρείᾳ ἐξάγει τοὺς πρότερον σειραῖς ἁμαρτιῶν πεπεδημένους. Ἀντὶ δὲ τοῦ, «ἐν ἀνδρείᾳ, εἰς ἀπόλυσιν,» ἡρμήνευσεν ὁ Σύμμαχος, εἰπών· «Ἐξάγει δεδεμένους εἰς ἀπόλυσιν.» Νοήσεις δὲ καὶ τοῦτο ἐκ τῆς λεγούσης ἐν Ἡσαί̈ᾳ προφητείας εἰς αὐτοῦ πρόσωπον τοῦ Κυρίου·
PG 23:691«Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξάγειν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Τοὺς γὰρ πάλαι δεσμοῖς διαβολικοῖς κατεσφιγμένους, καὶ τῇ πολυθέῳ καὶ δαιμονικῇ πλάνῃ προστετηκότας, λύσας τῶν δεσμῶν ἐξήγαγε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὄντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν πικρῶν τοῦ θανάτου δεσμῶν. Καὶ τοῦτο ἔπραξεν «ἐν ἀνδρείᾳ·» ἀνδρὸς γὰρ σχῆμα λαβὼν, καὶ δι’ ἀνθρωπείου σώματος ἀνδρισάμενος, ἐξήγαγε τῶν δεσμῶν τοὺς προλεχθέντας. Ταῦτ’ ἦν τὰ κατορθώματα τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Θεοῦ Λόγου, οἷς ἑξῆς εἴρηται· «Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε λευκότερον, διασαφήσας τὴν διάνοιαν καὶ εἰπών· «Οἱ δὲ ἀπειθεῖς κατοικήσουσι καύσωνος ξηρότητα·» ὁ δὲ Ἀκύλας, «Πλὴν ἀφιστάμενοι, φησὶν, ἐσκήνωσαν λεωπετρίανδε.» Ἐβούλετο μὲν γὰρ αὐτὸς καὶ τοὺς παραπικραίνοντας ἐξαγαγεῖν καὶ ἐλευθερῶσαι τῶν δεσμῶν.
Ἐπιμένοντες δὲ οὗτοι τῇ ἀπειθείᾳ, παροξύνοντές τε ἐν αὐτῷ τούτῳ καὶ παραπικραίνοντες τὸν Θεὸν, κατοικήσουσι τοὺς ἑαυτῶν τάφους, ὡς λέγεσθαι περὶ αὐτῶν· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» ἢ «κατοικήσουσι καύσωνος ξηρότητα·» ὡς ἂν μέλλοντες πορεύεσθαι «εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. Διάψαλμα.» Ὅτι μὴ μόνον ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἀνθρώποις ἐπεδήμει ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ καὶ πρότερον αὐτὸς ἦν ὁ διὰ Μωϋσέως χρηματίζων, ὁ παρὼν διδάσκει λόγος φάσκων· «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Καὶ τότε γὰρ, φησὶ, καθ’ ὃν χρόνον ἐξῆγες τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ γῆς Αἰγύπτου, ἡ σύμπασα γῆ ἐσείετο τῆς φήμης τῶν ἐν Αἰγύπτῳ πεπραγμένων διατρεχούσης εἰς πάντας. Ἀλλ’ ἡ μὲν γῆ τότε ἐσείετο· ἤτοι τῆς φήμης, ὡς εἴρηται, τὰς πάντων τῶν ἐπὶ γῆς ἀκοὰς πληρούσης, ἢ καὶ αὐτοῦ τοῦ στοιχείου χαίροντος ἐπὶ τῇ ἐπιβάσει τοῦ Θεοῦ. Ὃ δὴ διδάσκει καὶ ἕτερος ψαλμὸς λέγων·
«Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡς κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Ἡ μὲν οὖν γῆ χαίρουσα ἐσείετο· οἱ δὲ οὐρανοὶ ἔσταξαν. Τί δὲ ἔσταξαν, ἀλλ’ ἤτοι τὴν τροφὴν τὴν παραδόξως ἐνεχθεῖσαν τοῖς ἐπὶ τῆς ἐρήμου, ἢ καὶ τοὺς θείους λόγους τε καὶ νόμους τροφὴν ὄντας ψυχῶν λογικῶν; Ἐσείετο δὲ ἡ γῆ, καὶ ἔσταξαν οἱ οὐρανοὶ «ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σιναὶ̈,» τουτέστι τοῦ ἐν τῷ ὄρει Σιναὶ̈ χρηματίσαντος. Καὶ ταῦτα δὲ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Γῆ ἐσείετο, οὐρανὸς δὲ ἀπέσταξεν ἀπὸ προσώπου τοῦ Θεοῦ τούτου τοῦ Σιναὶ̈, καὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, Θεοῦ Ἰσραήλ.» Μήποτε δὲ καὶ αἱ οὐράνιοι δυνάμεις ὥσπερ τροφοί τινες καὶ τιθηνοὶ ἀπὸ θηλῆς γάλα νηπίοις ἀποστάζουσαι, οὕτως καὶ αὗται τὴν ἐξ αὐτῶν χορηγίαν παρεῖχον τοῖς τότε τὰς ψυχὰς νηπίοις; Δι’ ὃ καὶ παιδαγωγὸς ὠνόμασται παρὰ τῷ Ἀποστόλῳ ὁ διὰ Μωϋσέως λαληθεὶς λόγος.
PG 23:693«Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.» Τότε μὲν, φησὶν, «ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, καὶ ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ οἱ οὐρανοὶ ἔσταξαν·» ἐπὶ δὲ τοῦ παρόντος, ὅτε ἐπιβέβηκας ἐπὶ δυσμῶν, ἕτερα παράδοξα εἰργάσω. Τῇ γὰρ κληρονομίᾳ σου ἀφώρισας βροχὴν ἑκούσιον. Κληρονομία δὲ αὐτοῦ τίς ἦν μετὰ τὸν πρότερον λαὸν ἀλλ’ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν δευτέρῳ ψαλμῷ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Υἱὸς γὰρ Θεοῦ κελευόμενος πρὸς τοῦ Πατρὸς αἰτεῖν κληρονομίαν, οὔτε Ἰουδαίων ἔθνος, ἀλλὰ πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς, τίς ἂν γένοιτο ἢ ὁ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συστησάμενος; Ταύτῃ οὖν τῇ κληρονομίᾳ αὐτοῦ ἀφώρισε βροχὴν ἑκούσιον· διὸ λέλεκται περὶ αὐτοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Λόγος δὲ ἦν εὐαγγελικὸς ἡ βροχὴ ἡ ἑκουσία, καὶ τὸ τῆς Καινῆς Διαθήκης κήρυγμα τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ παραδεδομένον.
Καλὴ δὲ ἡ προσθήκη τῆς «ἑκουσίας βροχῆς·» διὰ Μωϋσέως μὲν γὰρ οὐχ ἑκούσιος τοῖς παλαιοῖς παρείχετο λόγος, ἐπεὶ οὐ κατὰ γνώμην τὴν αὐτοῦ ἐνομοθετεῖτο· διὸ πρὸς αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· «Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν·» ὁ δὲ λόγος ὁ εὐαγγελικὸς κατὰ βουλὴν καὶ κατὰ προαίρεσιν Θεοῦ ἀφωρίσθη «τῇ κληρονομίᾳ» αὐτοῦ, ἣν ἀσθενήσασαν σὺ, φησὶ, κατηρτίσω· κατὰ δὲ τὸν Ἀκύλαν, «Μεμοχθηκυῖαν, φησὶ, σὺ ἥδρασας αὐτήν·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἣν ἐξεπόνησας, φησὶ, καὶ ἥδρασας.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως ἡ ἐξ ἐθνῶν πάλαι πρότερον ἦν μεμοχθηκυῖα πόνοις καὶ μόχθοις τῆς εἰδωλολάτρου πλάνης καταπονηθεῖσα· ἀσθενήσασά τε ἦν εἰς ὑπερβολὴν, ὡς μηδεμίαν ἐν αὐτῇ καταλειφθῆναι δύναμιν. Ἀλλ’ ἀναλαβὼν αὐτὴν ὁ Σωτὴρ κατηρτίσατο αὐτὴν, ἑδράσας ἐπὶ τὴν πέτραν τὴν ἀῤῥαγῆ καὶ ἄσειστον τῆς αὐτοῦ πίστεως· ὃ δὴ καὶ ἐπηγγείλατο ποιήσειν εἰπών· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἑδράσας δὲ αὐτὴν καὶ καταρτισάμενος, τὰ ζῶα ἑαυτοῦ κατῴκισεν ἐν αὐτῇ.
Ζῶα δὲ τίνα ἂν εἴποις τοῦ Θεοῦ ἢ τὰς ἐκ τῆς παρ’ αὐτῷ ζωῆς ἀρυομένας καὶ ζωοποιουμένας ψυχάς; Καὶ ταῦτα πάντα, φησὶν, «ἡτοίμασας» διὰ τῆς σῆς χρηστότητος καὶ φιλανθρωπίας, ἢ διὰ «τῆς σῆς ἀγαθωσύνης,» κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «τῷ πτωχῷ.» Πτωχὸν δὲ ἐνταῦθα κέκληκε μυστικῶς τὸν κατὰ σάρκα ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν, ὃς «πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἐδήλου δὲ αὐτοῦ τὴν πτωχείαν καὶ αὐτὸς λέγων· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Τούτῳ οὖν τῷ πτωχῷ ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ τῇ αὐτοῦ φιλανθρωπίᾳ καὶ χρηστότητι ἡτοίμασε τὰ προλεχθέντα πάντα· λέγω δὲ τὴν ἑκούσιον βροχὴν, τὴν δηλωθεῖσαν κληρονομίαν, τὰ προλεχθέντα ζῶα. Διὸ τοῖς πᾶσιν ἐπενήνεκται τὸ, «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. Κύριος δώσει τὸ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τὰ μὲν κατορθώματα τοῦ ἐπιβεβηκότος ἐπὶ δυσμῶν Κυρίου τοιαῦτα. Ἐπεὶ δ’ ἐχρῆν αὐτὰ ἐξάκουστα πᾶσιν ἀνθρώποις γενέσθαι, πάλιν ὁ αὐτὸς Κύριος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπιτελεῖ. Πῶς δὲ καὶ τίνα τρόπον;
PG 23:695Ἀνθρώποις μὴ ἔχουσιν ἴδιον λόγον, μηδὲ οἰκείαν σοφίαν, παντελῶς δὲ ἰδιώταις ἀνεπιστήμοσιν, αὐτὸς ἐπιχορηγήσει ῥῆμα μεστὸν ἀφάτου καὶ πολλῆς δυνάμεως. Οἱ δὲ δυναμωθέντες καὶ στομωθέντες ὑπὸ τοῦ δωρηθέντος αὐτοῖς ῥήματος κήρυκες ἀγαθῶν τοῦ παντὸς κόσμου καταστήσονται εὐαγγελιζόμενοι πᾶσιν ἀνθρώποις τὰ προλελεγμένα. Διὸ ἀκολούθως τοῖς τοῦ Κυρίου κατορθώμασιν ἐπενήνεκται τό· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἀναγκαῖον δὲ ἦν γνῶναι ἡμᾶς καὶ τοῦτο. Ἐπειδὴ ἀνωτέρω παρεκελεύετό τισιν ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὁδοποιεῖν τε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, παρέστησεν εἰπών· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τούτοις γὰρ τοῖς εὐαγγελιζομένοις καὶ ὁδοποιοῦσιν αὐτῷ τὴν εἰς ἀνθρώπους πάροδον αὐτὸς ὁ πρὸς αὐτῶν καταγγελλόμενος δώσει ῥῆμα θεϊκόν. Τοσοῦτοι γὰρ ἦσαν χωρητικοὶ σὺν πολλῇ δυνάμει· καὶ μέγα ἦν αὐτοῖς τουτὶ τὸ ῥῆμα καὶ αὔταρκες εἰς τὴν τοῦ Εὐαγγελίου διακονίαν. Αὐτὸς μὲν γὰρ ὁ Κύριος ὁ τέλειος ἦν τοῦ Θεοῦ Λόγος.
Οἱ δὲ ῥῆμα λαβόντες καὶ βραχείας τινὸς τῆς αὐτοῦ δυνάμεως ἐμπνεύσεως καταξιωθέντες τὴν σύμπασαν ἐπλήρουν οἰκουμένην τοῦ Εὐαγγελίου σὺν πολλῇ δυνάμει κηρύττοντες. Τοῦτο γοῦν καὶ ἐπήγγελτο αὐτοῖς δι’ ἑαυτοῦ φήσας· «Ὑμεῖς δὲ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Κατὰ δὲ τὸν Σύμμαχον, «Κύριος, φησὶν, ἔδωκε ῥήσεις εὐαγγελιζομένῃ στρατιᾷ πολλῇ.» Στρατιὰ δὲ ἦν πολλὴ τοῦ Σωτῆρος ἡμῶν ἡ τῶν εὐαγγελιζομένων τὰς δοθείσας αὐτοῖς ῥήσεις, πρῶτον μὲν ἀποστόλων ιβ· ἔπειτα μαθητῶν ο· καὶ ἐπὶ τούτοις ἑτέρων φ, οἷς ἀθρόως ἐφάνη μετὰ τὴν ἀνάστασιν, ὡς ὁ θεῖος ἐμαρτύρησεν Ἀπόστολος εἰπών· «Ἔπειτα ὤφθη ἐπάνω φ ἀδελφοῖς ἐφάπαξ· ἐξ ὧν οἱ πλείονες μένουσι ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·» οἷς ἐπιλέγει· «Ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.» Ἦσαν γὰρ ἦσαν καὶ μετὰ τοὺς ιβ, καὶ μετὰ τοὺς ο, καὶ μετὰ τοὺς φ ἕτεροι πλείους κήρυκες τοῦ Εὐαγγελίου, κατά τε τοὺς χρόνους τοὺς ἀποστολικοὺς, καὶ μετ’ ἐκείνους ἕτεροι οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ τὸ Εὐαγγέλιον αὐτοῦ κηρύττοντες, οἷς ὁ βασιλεὺς τῶν δυνάμεων τὴν τοῦ Ἀγαπητοῦ δύναμιν ἐχορήγει.
PG 23:697Ἕτεραι δὲ παρὰ ταύταις τοῦ Ἀγαπητοῦ δυνάμεις ἦσαν αἱ κατ’ οὐρανὸν στρατιαὶ, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πνεύματα θεῖα. Αὗται γὰρ ἦσαν αἱ δυνάμεις τοῦ Ἀγαπητοῦ. Διὸ Κύριος τῶν δυνάμεων ἀνηγόρευται. Ἀγαπητὸς δὲ τοῦ Θεοῦ τίς ἦν ἢ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ; ᾧ ἡ πατρικὴ φωνὴ ἐμαρτύρει φήσασα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα·» Οὗτος τοίνυν ὁ βασιλεὺς τῶν τοῦ Ἀγαπητοῦ δυνάμεων, ὥσπερ ταῖς κατ’ οὐρανὸν δυνάμεσιν ἐχορήγει τὰς ἑαυτοῦ εὐεργεσίας, οὕτως καὶ τοῖς ἐπὶ γῆς εὐαγγελιζομένοις δίδωσι τὸ εὐαγγελικὸν ῥῆμα σὺν δυνάμει πολλῇ. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ ἐπὶ γῆς στρατιαὶ ἦσαν αὐτοῦ καὶ δυνάμεις αὐτοῦ. Διὸ κατὰ τὸν Σύμμαχον λέλεκται· «Βασιλεῖς τῶν στρατειῶν ἠγαπήθησαν,» ἢ, ἀγαπητοὶ ἐγένοντο. Τούτοις δὲ αὐτοῖς καὶ ἄλλο χάρισμα ἐδωρήσατο· τοῦτο δὲ ἦν τὸ διελέσθαι σκύλα εἰς ὡραιότητα τοῦ οἴκου. Ὡραιότης μὲν οἴκου τὰ διαπρέποντα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ εἴη ἂν τάγματα· ὧν καὶ ἐπιθυμητὴς ὁμολογεῖ τις γεγονέναι, φήσας· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» Καὶ πάλιν·
«Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Τὰ Ἅγια τοίνυν τῶν ἁγίων εἴη ἂν ἡ τερπνότης καὶ ὡραιότης τοῦ οἴκου τοῦ Θεοῦ. Ταῦτα δέ ἐστι τὰ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ, καὶ δικαιοσύνῃ, καὶ ταῖς λοιπαῖς ἀρεταῖς διαλάμποντα τῆς Ἐκκλησίας τοῦ Θεοῦ τάγματα. Εἰς δὲ τὴν ὡραιότητα ταύτην σκύλα διελέσθαι τοῖς αὐτοῦ στρατιώταις ἐδωρήσατο ὁ βασιλεὺς τῶν δυνάμεων. Τῶν γὰρ πολεμίων ἀνατραπέντων καὶ εἰς φυγὴν κεχωρηκότων, λέγω δὲ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων, περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, φυγέτωσαν πάντες οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ,» οἱ τοῦ νικητοῦ βασιλέως στρατιῶται τὰ σκύλα τούτων εἰς ἑαυτοὺς διῃροῦντο. Σκύλα δὲ ἦμεν ἡμεῖς καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, τὸ πάλαι πρότερον ὑποχείριον τῶν ἀντικειμένων δυνάμεων γεγενημένον·
ὧν ἀπελασθεισῶν, οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, καὶ εὐαγγελισταὶ, ἥ τε λοιπὴ αὐτοῦ στρατεία, τὰς πάλαι πρότερον ἐσκυλευμένας ψυχὰς, κτῆμα ἴδιον ποιησάμενοι, διενείμαντο εἰς ἀλλήλους. Παῦλος μὲν οὖν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ τὰ ἐξ ἐθνῶν ἐκληροῦτο σκύλα· Πέτρος δὲ πάλιν ἑτέρων ἐθνῶν καὶ Ἰωάννης ὡσαύτως ἑτέρων, καὶ τῶν λοιπῶν ἀποστόλων ἕκαστος παραπλησίως. Ἀφ’ ὧν σκύλων τὰ ἐξαίρετα ἀναθήματα, εἰς ὡραιότητα τοῦ οἴκου τοῦ Θεοῦ ἀφώριζον. Διὸ λέλεκται· «Καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.» Μνημονεύσας ὁ λόγος τῶν εὐαγγελιζομένων δυνάμει πολλῇ τοῦ τε οἴκου καὶ τῆς ὡραιότητος αὐτοῦ, ἔτι μὴν καὶ τῶν ἐν αὐτῷ σκύλων, δι’ ὧν ᾐνίττετο τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τοὺς ἐν αὐτῇ διαπρέποντας· ἀκολούθως διὰ τῶν μετὰ χεῖρας καὶ τῶν θεοπνεύστων ἀναγνωσμάτων τὴν μνήμην ποιεῖται ὡς πρὸς ἡμᾶς λέγων· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων.» Κλῆροι δὲ τῆς Ἐκκλησίας εἰσὶν ἥ τε Παλαιὰ καὶ ἡ Καινὴ Διαθήκη τοῦ Θεοῦ·
PG 23:699ὧν τοὺς ἐν μέσῳ διαστρεφομένους διδάσκει πτέρυγας περιστερᾶς περιηργυρωμένας εὑρήσειν· ἧς περιστερᾶς τὰ μετάφρενα εἶναι ἐν χλωρότητι χρυσίου. Τοῦ γὰρ ἁγίου Πνεύματος περιστερᾶς νοουμένου, οἱ ἐν Παλαιᾷ καὶ Καινῇ λελαλημένοι λόγοι, κατὰ μὲν τὴν ἐπιπόλαιον ἀνάγνωσιν, πτέρυξιν ὥσπερ ἐγκεκαλυμμένοι τυγχάνουσι, καὶ πτέρυξι περιηργυρωμέναις, ἐπειδὴ τὰ λόγια Κυρίου ἀργύριόν ἐστι πεπυρωμένον, δοκίμιον τῇ γῇ· τὰ δὲ κατὰ βάθους ἐγκεκρυμμένα νοήματα, ἅπερ ἔοικε μεταφρένοις τῆς ἀποδοθείσης περιστερᾶς, δηλαδὴ τοῦ ἁγίου Πνεύματος, ἐν χλωρότητι λέγεται εἶναι, τῆς ἐγκεκρυμμένης τῇ λέξει διανοίας καὶ τοῦ καθαρωτάτου νοῦ χρυσοῦ δίκην ἀπαστράπτοντος. Ταῦτα δὲ ἀναφωνεῖται πᾶσιν ἡμῖν τοῖς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ συνηγμένοις, οὓς διὰ τῶν ἔμπροσθεν σκύλα ὁ λόγος ὠνόμαζεν. Ἀντὶ δὲ τοῦ, «Ἐὰν κοιμηθῆτε,» κατὰ τὸν Σύμμαχον, «Ἐὰν ἀναπέσητε μεταξὺ τῶν κλήρων,» εἴρηται. Τὸ γὰρ κοιμηθῆναι νῦν διαναπαύσεσθαι δηλοῖ. Τοῖς οὖν τῶν ἱερῶν ἀσκηταῖς λόγων προτρεπτικῶς ἡ προσφώνησις ἐπαγγέλλεται τὴν ἐκ τῶν θείων λόγων ὠφέλειαν·
ἥ τε γὰρ λέξις τῶν ἱερῶν ἀναγνωσμάτων κεκάθαρται δίκην ἀργυρίου πεπυρωμένου, κατὰ τὸν φήσαντα λόγον· «Τὰ λόγια Κυρίου πεπυρωμένα·» καὶ πάλιν· «Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως·» ἥ τε διάνοια ἡ πνευματικὴ ἐξαίρετος καὶ πολυτίμητος διὰ τοῦ λέγεσθαι, «Ἐν χλωρότητι χρυσίου,» παρίσταται. «Ἐν τῷ διαστέλλειν τὸν οὐράνιον βασιλεῖς ἐπ’ αὐτὴν, χιονωθήσονται ἐν Σελμών.» Ἀντὶ τοῦ, «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον» καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ὁπότε κατεμέριζεν ὁ ἱκανὸς βασιλεύειν αὐτὴν, ὡς χιονισθεῖσα ἦν. Σελμὼν ὄρος Θεοῦ, ὄρος εὐτροφίας, ὄρος ὑψηλότατον, ὄρος εὐτροφίας· εἰς τί περισπουδάζεται τὰ ὄρη τὰ ὑψηλά;
Τὸ ὄρος ὅπερ ἐπόθησεν ὁ Θεὸς εἰς τὸ κατοικεῖν ἐν αὐτῷ, καὶ Κύριος κατασκηνώσει εἰς τέλος.» Διδάσκει δὲ ὁ λόγος, ὡς ἄρα κατὰ τὸν καιρὸν ἐν ᾧ ὁ ἐπουράνιος, δηλαδὴ ὁ τῶν ἐν οὐρανοῖς οἰκούντων Θεὸς, τὴν προλεχθεῖσαν περιστερὰν κατεμέριζε τοῖς ἐπὶ τῆς γῆς βασιλεῦσι, τουτέστι τοῖς ἐν τῇ γῇ μετόχοις τῆς αὐτοῦ βασιλείας, [ϟπροφῆται δὲ ἦσαν οὗτοι, δίκαιοί τε καὶ θεοφιλεῖς ἄνδρες, οἵ τε μαθηταὶ καὶ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, οἷς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Θεὸς διεμέριζεν ὁ ἐπουράνιος,]ϟ χιόνος δίκην ἐλαμπρύνοντο οἱ τῶν τοῦ θείου Πνεύματος χαρισμάτων καταξιούμενοι. Διὸ λέλεκται· «Ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα;» Ἐπιτιμῶντος τοῦ λόγου τοῖς ἕτερόν τι νομίζουσιν ὅμοιον αὐτῷ εἶναι. Ἐπιλέγει δὲ καὶ αἰτίαν δι’ ἣν οὐ προσήκει ἀντιπαραβάλλειν αὐτῷ ἕτερον· διό φησι· «Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μόνον γάρ ἐστι τοῦτο ἐν ᾧ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν, καὶ ἐν ᾧ ὁ Πατὴρ κατασκηνοῖ εἰς ἀπείρους αἰῶνας· διὸ οὐ προσήκει ἕτερον ἀντιπαραβάλλειν αὐτῷ.
PG 23:701Εἰ γὰρ καὶ λέλεκται περὶ ἑτέρων τὸ, «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» ἀλλ’ οὐχ οὕτως ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τούτοις, ὡς ἐν τῷ αὐτοῦ ὄρει· ὁ γὰρ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί· «καὶ ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι·» καὶ οὐ ποτὲ μὲν ᾤκησεν ἐν αὐτῷ, ἄλλοτε δὲ αὐτοῦ ἀπέστη· ἀλλ’ εἰς τὸ ἄπειρον τέλος ἀεὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ κατοικεῖ. Αὐτὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὸν Ἀπόστολον. Διὸ καὶ Σαλμὼν ὠνόμασται, ὅπερ ἐστὶν Εἰρήνη· καὶ τόπος τοῦ Θεοῦ ἡ εἰρήνη λέλεκται, κατὰ τὸ, «Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ.» «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σιναὶ̈ ἐν τῷ ἁγίῳ.» Ἀποδοὺς ὁ λόγος πρώτην τὴν περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλίαν διὰ τῆς περιστερᾶς, ἔπειτα τὴν περὶ τοῦ Υἱοῦ διὰ τοῦ ὄρους τοῦ Θεοῦ, καταβαίνει λοιπὸν ἐπὶ τὰς ὑποβεβηκυίας δυνάμεις·
παριστὰς, ὅτι, εἰ καὶ τὰ μάλιστα τὸ ὄρος τὸ ἀποδοθὲν τοιοῦτον τυγχάνει, ὡς ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος, ἀλλ’ οὐ μόνον τοῦτο κτῆμά ἐστι τοῦ Πατρὸς, ἔχει δὲ καὶ ἄλλας ὑποβεβηκυίας διακονικὰς καὶ λειτουργικὰς δυνάμεις, ἃς μυρίας οὔσας καὶ πολλὰς, τῇ τε ἀρετῇ διαφερούσας ὑφ’ ἕνα ζυγὸν καταδησάμενος, ἅρμα ἑαυτῷ κατέζευξεν ὁ παμβασιλεὺς Θεὸς, ὑφ’ ἡνιόχῳ τῷ Μονογενεῖ αὐτοῦ Λόγῳ. Τὸ δὲ τούτων πλῆθος καὶ Δανιὴλ ὁ προφήτης ἐν τῇ θεοπτίᾳ παρίστησι λέγων· «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ.» Ὧ συμφώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιάδες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαί̈ᾳ βοῶντα καὶ λέγοντα·
«Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολιτεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι παρασκευάζων. Διὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.» Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναὶ̈ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, ὁ Κύριος ὁ ἐν Σιναὶ̈ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. Διὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡ Ἑβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον περιέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμμου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις ἐδηλοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρσιν, οἷς καὶ ὁ παρ’ ἀνθρώποις γράφεται κύριος. Ἀκριβῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναὶ̈,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον. Σφόδρα δὲ ἀκολούθως ἐπιλέγει ἑξῆς· «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν·
PG 23:703ἔλαβες δόματα ἐν ἀνθρώποις.» Αἰνίττεται δὲ αὐτοῦ τὴν κάθοδον, διὰ τοῦ φάναι, «ἀνέβης·» οὐ γὰρ ἂν ἄλλως ἀνέβη, εἰ μὴ πρότερον καταβεβήκει. «Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναβὰς δὲ τί ἔπραξεν; Ἠχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις. Ποίαν δὲ αἰχμαλωσίαν ᾐχμαλώτευσεν ἢ τὰ προλεχθέντα σκύλα, ἃ διενείμαντο οἱ αὐτοῦ στρατιῶται; Ἀλλὰ καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις, τοῦ Πατρὸς αὐτῷ δεδωρημένου, καθ’ ἣν ἐπήγγελται πρὸς αὐτὸν ἐπαγγελίαν, φήσας· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δὲ τὰ δόματα «ἐν ἀνθρώποις» παρὰ τοῦ Πατρὸς λαβὼν, συνεστήσατο τὴν Ἐκκλησίαν αὐτοῦ. Τούτοις ἑξῆς εἴρηται· «Καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι·» ὅπερ σαφέστερον ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔτι καὶ ἐν ἀπειθοῦσι κατασκηνῶσαι.» Καὶ τοῦτο γὰρ, φησὶ, παρὰ τοῦ Πατρὸς ἔλαβε, τὸ κατασκηνῶσαι ἐν τοῖς πάλαι ἀπειθοῦσι καὶ ἀντιλέγουσι τῇ τοῦ Θεοῦ εὐσεβείᾳ.
Καὶ ταύτην γὰρ εἴληφε τὴν ἐξουσίαν, ὥστε ἐν μέσῳ τῶν ἀπειθούντων κατασκηνοῦν, ἐξ αὐτῶν τε τῶν ἀπειθούντων λαμβάνειν ἑαυτῷ δόγματα. Τοσούτων δὴ μαθημάτων παραδοθέντων διὰ τῆς προφητείας, ἑξῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐπὶ μεγάλοις καὶ παραδόξοις κατορθώμασιν, εὐλογεῖ τὸν τοσούτων ἀγαθῶν δοτῆρα φάσκον· «Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν.» Οὐκέτι γὰρ, φησὶν, ἄνθρωποι δαίμονας πονηροὺς πεπλανημένως δοξάζουσιν, ἀλλ’ ἐφ’ ἑκάστης ἡμέρας καὶ καθ’ ἑκάστην ὥραν τὸν προδηλωθέντα Κύριον εὐλογοῦσιν. Ὁ δὲ αὐτὸς Κύριος «κατευοδώσει ἡμῖν,» αὐτὸς ὢν «ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Λέγει δὲ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ χοροῦ τῶν ἀποστόλων, ὥσπερ οὖν καὶ ἀρχόμενοι τοῦ λόγου παρεστήσαμεν. Ἐπεὶ τοίνυν τῆς ἐκ τοῦ Θεοῦ κατευοδώσεως ἐδέοντο οὗτοι, εἰς τὸ ὁδοποιῆσαι αὐτῷ, κατὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀναγκαίως φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν, κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Ἀντὶ δὲ τοῦ, «τῶν σωτηριῶν ἡμῶν,» ὁ Σύμμαχος, «τοῦ Σωτῆρος ἡμῶν,» ἡρμήνευσεν· ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν πάλιν τοῦ ὀνόματος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται.
«Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.» Πάλιν ἐκ προσώπου τῶν ἀποστόλων προφητικῶς καὶ ταῦτα λέλεκται. Ἐπεὶ γὰρ ἐθεολόγησαν διὰ τῶν ἔμπροσθεν, ἀκολούθως καὶ διὰ τῶν μετὰ χεῖράς φασιν· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» ἢ κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς ἡμῖν Θεὸς εἰς σωτηρίαν, καὶ τοῦ Κυρίου τοῦ δεσπότου αἱ εἰς θάνατον ἔξοδοι.» Μόνος γὰρ οὗτος Θεὸς ὢν τοῦ σώζειν ἐξόδους εὕρετο τοῦ θανάτου. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασεν, οὐκέτι δὲ καὶ διεξελθεῖν αὐτὸν δεδύνηται. Ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, καὶ νῦν διὰ τῶν κοινῶν στοιχείων ἐν τῇ. Ἑβραϊκῇ βίβλῳ γραφόμενος, διεξόδους ποιησάμενος τοῦ θανάτου, γέγονε Θεὸς ἐπώνυμος σωτηρίας. Διὸ λέλεκται· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.» Διὸ καὶ τῷ Ἰὼβ ὁ αὐτὸς οὗτος χρηματίζων ἔλεγεν· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύςσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου.
PG 23:705Πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Διαῤῥήδην καὶ ἐν ἐκείνοις τὴν εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν ἐκεῖθεν διέξοδον παριστὰς, ὥσπερ οὖν καὶ ἐν τοῖς προκειμένοις, οἷς ἀκολούθως τὴν τῶν ἐχθρῶν αὐτοῦ συντριβὴν διδάσκει λέγων· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Καὶ τοῦτο δὲ νοήσεις παραθεὶς τὴν ἐν ἑτέρῳ λέγουσαν φωνήν· «Σὺ ἐκραταίωσας τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Διὰ γὰρ τούτων καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ ἐδηλώθησαν, περὶ ὧν ἐνταῦθα λέλεκται· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Ἦσαν δὲ οὗτοι δράκοντες οἱ ἐν θαλάσσῃ καὶ ἐπὶ ὑγρᾶς οὐσίας νηχόμενοι, δυνάμεις δηλαδὴ ἀντικείμεναι ἐχθραὶ τοῦ Θεοῦ, τοῖς ἁλμυροῖς καὶ ῥευστοῖς τοῦ βίου κύμασιν ἐγκαλινδούμεναι. Ὅθεν καὶ ἐν τῷ Ἰὼβ ἐλέγετο· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου, ἰδόντες σε, ἔπτηξαν.» Συντριβομένων γὰρ τῶν κεφαλῶν τῶν δρακόντων, ἔπτησσον οἱ πυλωροὶ τοῦ ᾅδου·
διὸ καὶ φόβῳ τὰς πύλας ἤνοιγον τοῦ θανάτου τῷ τὰς κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ συνθλῶντι. Οὗτοι δὲ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸ πάντων ἀνθρώπων κατεπάτουν γένος. Διὸ λέλεκται ἑξῆς· «Κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.» Τούτων γὰρ ὁ Θεὸς συνθλάσει τὰς κεφαλὰς, φησὶ, τῶν διαπορευομένων τὰς τῶν ἀνθρώπων κεφαλάς. Ἀντὶ γὰρ τοῦ, «κορυφὴν τριχὸς, κορυφὴν ἔντριχον,» ἡρμήνευσεν ὁ Σύμμαχος. Κορυφὴ δὲ ἔντριχος ἡ κεφαλὴ τῶν ἀνθρώπων σημαίνεται. Τούτων οὖν αὐτῶν τῶν ἐχθρῶν ἑαυτοῦ, τῶν πρότερον τὰς τῶν ἀνθρώπων κεφαλὰς διαπορευομένων καὶ ὑπὸ τοῖς ἑαυτῶν ποσὶ καταπατούντων, ὁ τὰς διεξόδους τοῦ θανάτου πεποιημένος Θεὸς τὰς κεφαλὰς συνθλάσει. Ἀντὶ δὲ τοῦ, «ἐν πλημμελείαις αὐτῶν,» ὁ Σύμμαχος, «ἐν ταῖς πλημμελείαις αὐτῆς,» ἡρμήνευσεν εἰπών· «Κορυφὴν ἔντριχον ἀναστρεφομένην ἐν ταῖς πλημμελείαις αὐτῆς.» Οὐδὲ γὰρ ἄλλως δυνατὸν ἦν τοῖς ἐχθροῖς τοῦ Θεοῦ καταπατεῖν κορυφὴν ἔντριχον, τουτέστι τὰς τῶν ἀνθρώπων κεφαλὰς, εἰ μὴ ταῖς οἰκείαις πλημμελείαις καὶ ἁμαρτίαις τεταπείνωντο. Διὸ τοῖς μὴ τοιούτοις ὁ Σωτὴρ ἔλεγεν·
«Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» Τῶν γὰρ αὐτῶν μαθητῶν καὶ ἑκάστη θρὶξ τοῦ τιμιωτέρου μέρους τοῦ σώματος, ὡς ἀναγκαία καὶ κόσμῳ τοῦ παντὸς συμβαλλομένη, ἀριθμοῦ κατηξίωται θείου καὶ φυλακῆς· ὡς ἂν μὴ ξυρηθῶσι τῷ ξυρῷ τῶν ἐχθρῶν τῶν ἐμπεριπατούντων καταπατούντων πᾶσαν κορυφὴν ἔντριχον τὴν ἀναστρεφομένην ἐν πλημμελείαις αὐτῆς. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ’ Ἑβραίοις ἐκπεφώνηται, διὰ δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλμῷ· «Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου,» διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις τεττάρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,» ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐνταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ διεξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ’ Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται.
PG 23:707Διόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ, «ἐπιστρέψω,» καὶ τοῦ δεύτερον, «ἐπιστρέψω,» ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Εἶπε Κύριος· Ἀπὸ Βασὰν ἐπιστρέψω, καὶ ἀναστρέψαι ποιήσω ἀπὸ βυθῶν θαλάςσης.» Ὁρᾷς ὁποῖα κατορθώματα εἰργάσατο καταβὰς εἰς τοὺς βυθοὺς τῆς θαλάσσης ὁ Κύριος; συνέθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ τὰς τρίχας τῶν ἐχθρῶν αὐτοῦ τῶν «τὴν ἔντριχον κορυφὴν ἐν πλημμελείαις» διαπορευομένων ἐπιστρέψαι δὲ ἐποίει ἀπὸ Βασὰν καὶ ἀπὸ βυθῶν τῆς θαλάσσης τὰς πάλαι καταπεποντωμένας αὐτόσε ψυχάς. Βασὰν δὲ ἡρμήνευται αἰσχύνη, ἔνθα δι’ ἡμᾶς κατῆλθεν ὁ διὰ τῶν εἰρημένων στοιχείων δηλωθεὶς Κύριος, αἰσχύνης καταφρονήσας ὑπὲρ σωτηρίας τῶν αὐτόθι καταδεδουλωμένων. Διὸ λέλεκται· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» εἶθ’ ἑξῆς λέλεκται· «Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι.» Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών·
«Ὅπως συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Συντρίβων γὰρ τοὺς ἑαυτοῦ ἐχθροὺς καὶ τὰς κεφαλὰς αὐτῶν συνθλῶν, ἐπλήρου τὸν ἑαυτοῦ πόδα αἵματος, τοῦ ἐκ τῶν κεφαλῶν τοῦ ἐχθροῦ αὐτοῦ ῥυέντος. Διὸ ἐλέγετο ἐν Ἡσαί̈ᾳ· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» καὶ ἑξῆς· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπατητοῦ ληνοῦ, πλήρης πεπατημένης;» Εἶθ’ ἑξῆς ἀποκρίνεται πρὸς τοὺς ἐρωτήσαντας, καί φησι· «Κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.» Καὶ ἐνταῦθα τοίνυν μετὰ τὴν συντριβὴν τῶν κεφαλῶν τῶν δρακόντων λέλεκται· «Ὅπως ἂν συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος,» ἢ, «Ὅπως βαφῇ ὁ ποῦς σου ἐν αἵματι, καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ.» Ἀνθ’ οὗ λευκότερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών·
«Καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Κύνας δὲ τοῦ Κυρίου λάπτοντας τὸ αἷμα τῶν ἐχθρῶν αὐτοῦ τίνας ἂν εἴποις ἢ τοὺς τὰ ποίμνια αὐτοῦ φυλάττοντας φύλακάς τινας ἐγρηγόρους, τὴν Ἐκκλησίαν αὐτοῦ φρουροῦντας, ἢ τιμωρητικάς τινας δυνάμεις ἐπεμβαινούσας τῇ συντριβῇ τῶν ἐχθρῶν αὐτοῦ, καὶ ὥσπερ ἀπογεύεσθαι πειρωμένας τῆς ἀπωλείας αὐτῶν; «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκολούθως ἐπενήνεκται. Ἐπειδὴ γὰρ τὰ θεσπιζόμενα πρὶν γενέσθαι προεθεωρεῖτο τοῖς ἁγίοις τοῦ Θεοῦ προφήταις, διὰ τοῦτό φησιν ὁ λόγος· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Ποῖαι δὲ πορεῖαι; ἀλλὰ πρώτη μὴν ἡ κάθοδος αὐτοῦ ἡ ἐν Σιναὶ̈, καὶ πάλιν ἡ ἀνάβασις ἡ εἰς ὕψος, καὶ αὖθις ἡ κάθοδος ἡ ἐπὶ Βασὰν καὶ ἡ ἐκεῖθεν ἐπιστροφὴ, ἥ τε μέχρι τοῦ θανάτου κατάβασις, καὶ ἐντεῦθεν διέξοδοι αὐτοῦ, καὶ ἐπὶ πᾶσιν ἡ ἐκ τῶν βυθῶν τῆς θαλάσσης ἐπάνοδος; Αὗται πᾶσαι πορεῖαι ἦσαν τοῦ δηλουμένου Κυρίου, αἵτινες τοῖς τοῦ Θεοῦ προφήταις ἐθεωρήθησαν πρὶν γενέσθαι· διὸ καὶ ταῖς προφητικαῖς παρεδόθησαν Γραφαῖς. Εἰκότως οὖν εἴρηται·
PG 23:709«Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ’ ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου.» Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι. Ἀλλ’ ἐπειδὴ «προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Αὐτοὶ γὰρ οὗτοι οἱ προφθάσαντες ἄρχοντες, ἢ οἱ ᾄδοντες καὶ Πνεύματι ἁγίῳ τὸ μέλλον θεσπίζοντες, προεθεώρησαν τὰς πορείας τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου. Οὗτοι δὲ ἦσαν οἱ προφῆται, οἱ προφθάσαντες τοὺς μετὰ ταῦτα προελθόντας ἀποστόλους.
Δύο γὰρ χορῶν τὴν τοῦ Σωτῆρος ἡμῶν θεολογίαν ἀνθρώποις παραδεδωκότων, ὁ μὲν προφθάσας χορὸς ἦν ὁ προφητικὸς, ὁ δὲ δεύτερος ἐπελθὼν ὁ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος. Πλὴν ἀλλὰ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ δηλωθέντος Θεοῦ· ἢ τοῖς μὲν ἀποστόλοις ἐθεωρήθησαν, οἳ καὶ ὄψει παρέλαβον τὰ πάλαι προγνώσει προπεφωνημένα. Οὗτοι μὲν οὖν αὐτοῖς ὀφθαλμοῖς τὰς πορείας ἐθεώρησαν τοῦ Θεοῦ· προέφθασαν δὲ αὐτοὺς ἄρχοντές τινες οὗτοι οἱ ἐχόμενοι τῶν ψαλλόντων. Σημαίνει δὲ ὁ λόγος τὸν Δαυὶ̈δ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἡγουμένους τοῦ λαοῦ· οἵτινες ἐχόμενοι τῶν ψαλλόντων προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Τοιαῦται δὲ ἦσαν αἱ Ἰουδαϊκαὶ συναγωγαὶ, ἀτελεῖς καὶ εἰσέτι νεάνιδες, πλέον οὐδὲν ἐπιστάμεναι ἢ τυμπάνοις χρῆσθαι τοῖς σωματικοῖς ὀργάνοις ἐκ δορᾶς νεκρῶν ζώων κατεσκευασμένοις. Διὸ τυμπανίστριαι εἴρηνται, τῷ μηδὲν ἕτερον εἰδέναι ἢ τὰ σωματικὰ τοῦ νόμου παραγγέλματα. «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Μετὰ τοὺς προθεωρήσαντας τὰς τοῦ δηλωθέντος Θεοῦ πορείας, ἀκολούθως ὁ λόγος ἑτέροις τισὶ μετὰ τοὺς πρώτους γενομένους προςφωνεῖ λέγων·
PG 23:711«Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν·» καὶ ἐπειδήπερ ἕτεροι ἦσαν οὗτοι παρὰ τοὺς προφθάσαντας ἄρχοντας, εἰκότως καὶ τὰς συνόδους αὐτῶν ἐκκλησίας ἀποκαλεῖ, μονονουχὶ γυμνῇ τῇ κεφαλῇ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίας προαγορευούσης τῆς προφητείας. Κελεύονται δὲ οὗτοι οἱ δεύτεροι οὐκ ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, ἀλλ’ ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. Καὶ ποῖον Θεὸν, πάλιν ἐπιλέγει ἑξῆς, «Κύριον.» Καὶ πόθεν ἀρυομένους χρῆν ταῖς ἐκκλησίαις τὴν τοῦ Κυρίου παραδιδόναι θεολογίαν ἀναγκαίως παρίστησι λέγων· «Κύριον ἐκ πηγῶν Ἰσραὴλ,» τοῖς κοινοτέροις χαρακτῆρσι κἀνταῦθα πάλιν τοῦ Κυρίου σημαινομένου. Πηγαὶ δὲ Ἰσραὴλ αἱ προφητικαὶ Γραφαὶ τυγχάνουσιν, ἥ τε Μωϋσέως νομοθεσία· ἐξ ὧν ὥσπερ ἀπὸ πηγῶν ἀρυομένους τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας εὐλογεῖν αὐτὸν ἐν ταῖς ἐκκλησίαις τοῖς δευτέροις παρακελεύεται. Εἶτα ἐπιλέγει· «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.» Ἀντὶ δὲ τοῦ «ἐκεῖ,» ὁ Σύμμαχος, «ὅπου, φησὶ, Βενιαμὶν ὁ μικρότατος·» καὶ ὁ Ἀκύλας ὁμοίως·
«Ἐκεῖ, φησὶ, Βενιαμὶν ὁ βραχὺς, ἐπικρατῶν αὐτῶν.» Βενιαμὶν δὲ νεώτερος καὶ μικρότατος ἢ βραχύτατος Παῦλος ἦν ὁ θεῖος Ἀπόστολος, φυλῆς ὢν Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, καθὼς αὐτὸς διδάσκει λέγων· «Περιτομὴ ὀκταήμερος ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων.» Νεώτερος δὲ εἴρηται, ἢ μικρότατος, ἢ βραχὺς, ἐπεὶ καὶ αὐτὸς τοῦτο διδάσκει λέγων· «Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη καμοί.» Ἀντὶ δὲ τοῦ, «ἐν ἐκστάσει,» ὁ μὲν Ἀκύλας, «ἐπικρατῶν αὐτῶν·» ὁ δὲ Θεοδοτίων, «παιδευτὴς αὐτῶν·» ἡ δὲ πέμπτη ἔκδοσις, «παιδεύοντα,» ἢ, «διδάσκοντα» ἡρμήνευσαν. Οὐ δεῖ δὲ ἡμῖν πλειόνων λόγων εἰς ἀπόδειξιν τοῦ κρατεῖν τῶν Ἐκκλησιῶν, καὶ παιδευτὴν αὐτῶν εἶναι τὸν ἱερὸν Ἀπόστολον Βενιαμὶν ὠνομασμένον. Οὐ μόνος δὲ ἄρα ὁ Βενιαμὶν ἦν ἐκεῖ, δηλαδὴ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλὰ καὶ «οἱ ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, οἵ τε ἄρχοντες Ζαβουλὼν καὶ οἱ ἄρχοντες Νεφθαλείμ. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων τοὺς λοιποὺς ἀποστόλους, ὧν οἱ μὲν ἦσαν ἐκ φυλῆς Ἰούδα, οἱ δὲ ἐκ φυλῆς Ζαβουλὼν καὶ Νεφθαλείμ. Διὸ τῆς τούτων μέμνηται χώρας τὸ ἅγιον Πνεῦμα διὰ Ἡσαί̈ου τοῦ προφήτου λέγον·
«Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ, παραγαγὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τοὺς ἑαυτοῦ μαθητὰς ἐνθένδε ἀνεκαλεῖτο. Σαφῶς οὖν ἐπικρατεῖν τῶν Ἐκκλησιῶν πρῶτον μὲν Παῦλον τὸν βραχύτατον καὶ μικρότατον, καὶ νεώτατον τῶν ἀποστόλων ἐδίδαξεν, ἐν ἐκστάσει ποτὲ γενόμενον, ὅτε ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτὴν, ἢ ὅτε ἐν ἀποκαλύψει τὸν Σωτῆρα τεθέατο· ἢ ὅτε ἡρπάγη εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ· μετὰ δὲ τὸν Παῦλον τοὺς λοιποὺς ἀποστόλους ἐκεῖ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ διαπρέπειν θεσπίζει, ἄρχοντας ὄντας ἡμετέρους ἐκ φυλῆς Ἰούδα, καὶ ἄρχοντας Ζαβουλὼν καὶ ἄρχοντας Νεφθαλείμ. Ἐπὶ σχολῆς δ’ ἄν τις φιλοκαλήσας, τὴν ἑκάστου τῶν ἀποστόλων εὑρήσει φυλήν· ἐπεὶ παντὶ τῷ ζητοῦντι ἡ τῆς εὑρέσεως δέδοται ὑπὸ τοῦ Σωτῆρος ἐπαγγελία. «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμιν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ἕπεται καὶ ταῦτα τοῖς προλεχθεῖσιν.
PG 23:713Ἐπειδὴ γὰρ προφητικῶς προςέταττεν ὁ λόγος τοῖς ἀποστόλοις ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Κύριον, καὶ τοῦτο ποιεῖν μὴ ἑτέρων τινῶν ὁρμωμένους λόγων, ἀλλ’ ἐκ τῶν πηγῶν Ἰσραὴλ, ἀκολούθως ὑπὲρ αὐτῶν εὐχὴν ἀναπέμπει τὸ Πνεῦμα τὸ προφητικὸν, φάσκον· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπισπευσάτω ἡ δύναμίς σου, καὶ συνεργείτω τοῖς ἀνδράσιν· ἀλλὰ καὶ ἤδη ποτὲ τῇ ἰσχύϊ σου δι’ ἔργων χωρησάτω τὰ προφητευόμενα· καὶ τοῦτο δὲ ὃ κατειργάσω ἡμῖν τῇ σῇ βουλῇ προορίσας, καὶ αὐτὸ δυνάμωσον· ὅπως τῇ σῇ δυνάμει ἔργοις ἐπιτελεσθείη. Τί δὲ ἦν τοῦτο ἢ τὸ ἑξῆς ἐπιφερόμενον, «Ἐπὶ τὸν ναόν σου τὸν ἐν Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα;» τοῦτο γὰρ αὐτὸ ἐπαγγειλάμενος ἡμῖν δυνάμωσον γενέσθαι. Βασιλεῖς δὲ διὰ τοῦτο αἱ βασιλεῖαι τῆς γῆς εἴρηνται, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Νεὼς δὲ ἐν Ἱερουσαλὴμ, ἐφ’ ὃν τὰ δῶρα οἴσουσιν οἱ βασιλεῖς, οὐδ’ ἕτερος ἂν εἴη τῆς βασιλείας τῶν οὐρανῶν· εἴπερ ἴσμεν Ἱερουσαλὴμ ἐπουράνιον, ἣν ἔδειξεν ὁ εἰπών·
«Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ταύτης οὖν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ τὸ ἐξαίρετον καὶ ἀνώτατον καὶ κρεῖττον ὁ νεώς ἐστι τοῦ Θεοῦ. Ἐπὶ τοῦτον τοίνυν τὸν νεών σου, φησὶν, σοὶ οἴσουσι βασιλεῖς δῶρα· οἱ τὴν λοιπὴν δηλαδὴ πόλιν τὴν ἐπουράνιον οἰκοῦντες βασιλεῖς ὄντες, διὰ τὸ κατηξιῶσθαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο συμβασιλεύειν τῷ ἑαυτῶν Κυρίῳ. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ εἰ ὑπομένομεν Θεὸν, καὶ συμβασιλεύσομεν.» Οὗτοι οὖν οἱ βασιλεῖς, ὡς ἂν ὑπὸ μεγάλῳ ἀρχιερεῖ τῷ Μονογενεῖ τοῦ Θεοῦ λειτουργοῦντες, ἱερεῖς τε ὄντες, καὶ αὐτοὶ δῶρα προςοίσουσιν εἰς τὸν ναὸν αὐτοῦ τὸν ἐπουράνιον, συνειςερχόμενοι τῷ μεγάλῳ ἀρχιερεῖ. Ὅπως δὲ τοῦτο γένηται καὶ δι’ ἔργων προχωρήσῃ, ἀναγκαίως ἐπηύξατο εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ὥσπερ ηὔξατο συνεργῆσαι τοῖς προλεχθεῖσιν εἰπών·
«Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» καὶ «Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν·» οὕτω πάλιν εὔχεται τὰ κωλύματα ἐκποδὼν ἀρθῆναι ἐκ μέσου, ὅπως ἀκωλύτως ὁ λόγος διαδράμῃ. Συνεώρα γὰρ τῇ προγνώσει τοὺς μέλλοντας ἐπανίστασθαι τῷ εὐαγγελικῷ κηρύγματι διωγμοὺς καὶ τοὺς νοητοὺς θῆρας, ὧν ηὔχετο ῥυσθῆναι ὁ εἰπών· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὰς ἐξομολογουμένας σοι·» θηρία δὲ καλάμου νοήσεις, μαθὼν ἀπὸ τοῦ Ἰὼβ ὅπως εἴρηται ὑπὸ τοῦ διαβόλου· «Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.» Οὐ γὰρ παρὰ συκῆν, οὐδὲ παρὰ ἄμπελον, οὐδὲ παρὰ ἐλαίαν, ἢ φοίνικα, ἤ τι τῶν τούτοις παραπλησίων, ἀλλὰ παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον ἀναπαύεσθαί φησιν αὐτὸν, τὰς ἀτόνους καὶ καθύγρους καὶ μηδένα καρπὸν ἀναγκαῖον προφερούσας ψυχὰς τοῦτον αἰνιξάμενος τὸν τρόπον· παρὰ τοιαύταις γὰρ ἀνεπαύετο ὁ δράκων. Δεινὰ δὲ θηρία καλάμου τυγχάνουσιν αἱ ἀντικείμεναι δυνάμεις, οἵ τε πονηροὶ δαίμονες καὶ τὰ ἰοβόλα καὶ ἑρπυστικὰ πνεύματα, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν μετὰ χεῖρας εὔχεται λέγον·
PG 23:715«Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Καὶ τῇ συναγωγῇ δὲ τῶν ταύρων, ἢ, κατὰ τὸν Σύμμαχον, «συνόδῳ παμμεγέθων,» καὶ ταῖς δαμάλεσι τῶν λαῶν ἐπιτιμῆσαι ἱκετεύει· δαμάλεις δὲ λαῶν καὶ ταῦροι οἱ παρὰ Ἰουδαίοις εἰσὶ διῶκται τοῦ λόγου. Ὧν ἔργων τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῷ, «τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·» ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Τοῖς διαλακτίζουσι τοὺς εὐδοκήτους ὡς δοκιμὴν ἀργυρίου.» Οὗτοι γὰρ οἱ ταῦροι, καὶ αἱ προλεχθεῖσαι δαμάλεις, ὑπὸ τῶν θηρίων τοῦ καλάμου ἐνεργούμεναι, τὴν πᾶσαν ποιοῦνται σπουδὴν πρὸς τὸ ἐκκλεισθῆναι τοὺς ἁγίους τοῦ Θεοῦ τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἅγιοι δὲ Θεοῦ οἱ δεδοκιμασμένοι τῷ ἀργυρίῳ. Ὥσπερ γὰρ «τὰ λόγια Κυρίου ἁγνὰ, ἀργύριον πεπυρωμένον,» οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄνθρωποι δεδοκιμασμένοι εἰσὶν ὡς τὸ ἀργύριον· διό φασιν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οἱ οὖν θῆρες οἱ τοῦ καλάμου καὶ ἡ συναγωγὴ τῶν ταύρων, καὶ αἱ δαμάλεις τῶν λαῶν, τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ ἀποκλεισθῆναι σπουδάζουσι τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος.
Ἢ, κατὰ τὸν Σύμμαχον, «Διαλακτίζουσι τούτους αὐτοὺς εὐδοκήτους ὄντας ὡς δοκιμὴν ἀργυρίου.» Ἵν’ οὖν μὴ ἐμποδὼν γένωνται τοῖς ἁγίοις τοῦ Θεοῦ οἱ προλεχθέντες, ἀναγκαίως εἴρηται· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.» Καὶ ἄλλως ταύρους νοήσεις τοὺς Ἰουδαίων ἄρχοντας· δαμάλεις δὲ αὐτῶν τὰς ὑπὸ τούτους συναγωγὰς καὶ τοὺς λαοὺς τοὺς ἐπισυστάντας κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος ἐν κα ψαλμῷ φωνὴ φάσκουσα· «Ὅτι ἐκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν.» Δι’ ὧν ᾐνίττετο τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ καὶ τὰ ὑπ’ αὐτοὺς πλήθη τὰ ἐπισυστάντα κατ’ αὐτοῦ. «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Τὰ μὲν ἀνώτερα περὶ τῶν ἀντικειμένων δυνάμεων, καὶ περὶ τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἐδηλοῦτο, τὰ δὲ προκείμενα περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι πολεμίων τῆς Ἐκκλησίας.
PG 23:717Ἐπειδὴ γὰρ ἑώρα τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐν ἀπιστίᾳ ἀπομείναντας τῶν ἐθνῶν ἐπαναστησομένους τοῖς πιστοῖς, καὶ διωγμοὺς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κινήσοντας, ἀναγκαίως καὶ περὶ τούτου εὔχεται λέγον· «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Διασκορπιζομένων γὰρ τούτων, ἡ χάρις ἡ εὐαγγελικὴ χώραν ἕξει. Ἤμελλε τοῦ ἐνεργεῖν καὶ ἐξ αὐτῶν πρώτων ἄρχεσθαι τῶν καθ’ ὑπερβολὴν εἰδωλολατρῶν. Αἰγύπτιοι δὲ ἦσαν οἱ πάντων ἀνθρώπων καὶ πάντων ἐθνῶν δεισιδαιμονέστατοι. Διὸ ἑξῆς ἐπιλέγει· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Κατὰ δὲ τὸν Ἀκύλαν, «Οἴσουσιν ἐσπευσμένως ἐξ Αἰγύπτου·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἐλθέτωσαν ἐκφάναντες οἱ ἐξ Αἰγύπτου.» Καὶ τὸ μὲν πάντων εἰδωλολατρῶν γένος διὰ τῶν ἐλευσομένων ἐξ Αἰγύπτου καὶ διαβησομένων ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν δεδήλωται· διὰ δὲ τοῦ ἑξῆς ἐπιλεγομένου· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ,» τὰ ἄκρα τῆς τῶν ἀνθρώπων οἰκουμένης. Σημαίνει γὰρ ὁ λόγος, ὡς ἄρα ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν ἀπ’ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν ἥξουσιν, κατὰ τὸ φάσκον ἐν ἑτέροις λόγιον·
«Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Αἰθίοψ, φησὶ, δρομώσει χεῖρα αὐτοῦ τῷ Θεῷ·» κατὰ δὲ τὸν Σύμμαχον· «Αἰθιοπία σπευσάτω διδοῦσα χεῖρα τῷ Θεῷ.» Ἔστι δὲ καὶ κατὰ τὴν ἱστορίαν τοῦτο πεπληρῶσθαι φάναι ἐπὶ τοῦ Αἰθίοπος, οὗ μέμνηνται τῶν ἀποστόλων αἱ Πράξεις. Σχεδὸν γὰρ προέφθασεν οὗτος τὰ λοιπὰ ἔθνη, καταξιωθεὶς πρὸ πάντων τῆς γνώσεως τοῦ Σωτῆρος. Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι.
Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ’ ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι. Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ’ ἐπὶ τὸν οὐρανὸν κατ’ ἀνατολάς. Ἔδει γὰρ ἡμᾶς, τὴν κάθοδον αὐτοῦ προμεμαθηκότας, καὶ τὴν ἐπάνοδον διδαχθῆναι.
PG 23:719Ἡ μὲν οὖν κάθοδος διὰ τοῦ καλύπτειν αὐτοῦ τὰ φῶτα τῆς θεότητος ἐπὶ δυσμῶν ἐγίνετο· ἡ δὲ ἄνοδος ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνατολὰς διὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀποκατάστασιν. Νοήσεις δὲ τὸ λελεγμένον ἐκ τοῦ κατὰ τὸν ἥλιον παραδείγματος. Ὥσπερ γὰρ ὁ ἥλιος, κατὰ δυσμὰς γενόμενος, τὴν ἀφανῆ πορείαν ποιεῖται, εἶτ’ ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα καταντήσας, εὐθὺ τοῦ οὐρανοῦ φέρεται τὰ σύμπαντα φωτίζων καὶ λαμπρὰν ἡμέραν ἐργαζόμενος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ δηλούμενος ἐνταῦθα Κύριος, τὴν ἀποδοθεῖσαν κατάδυσιν ποιησάμενος κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τοῦ θανάτου, τὴν χώραν διαπορευθεὶς, μετὰ ταῦτα λέγεται ἀναβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνατολάς. Κατὰ δὲ τὸν Ἀκύλαν, «Τῷ ἐπιβεβηκότι ἐν οὐρανῷ οὐρανοῦ ἀρχῆθεν·» Κατὰ δὲ τὸν Σύμμαχον, «Τῷ ἐποχουμένῳ ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἐκ πρώτης,» εἴρηται. Τὸ δὲ, «ἐκ πρώτης» καὶ, «ἀρχῆθεν,» νοήσεις αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος·
«Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως, δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ.» Γνώρισμα τοῦ δηλωθέντος Κυρίου παραδίδωσι λέγων· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἐντεῦθεν οὖν ἀληθῶς ἐστι χαρακτηρίσαι τὴν ἀρετὴν «τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν» Θεοῦ Λόγου, ἐκ τοῦ τὴν φωνὴν αὐτοῦ μὴ ὁμοίαν εἶναι ἀνθρώποις, δυνάμεως δὲ πεπληρῶσθαι θείας. «Δώσει» γὰρ, φησὶ, «τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἐπειδὴ γὰρ ἡ φωνὴ αὐτοῦ πεπλήρωτο δυνάμεως, εἰκότως καὶ τοῖς εὐαγγελιζομένοις τὸ περὶ αὐτοῦ κήρυγμα ἐδίδου ῥῆμα σὺν δυνάμει πολλῇ. Παρίστησι δὲ τὸ ἔργον τὴν δύναμιν. Ψιλῇ γὰρ φωνῇ τοῖς αὑτοῦ μαθηταῖς εἰπών· «Δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,» δυνάμει τὸ ἔργον ἐποίει· καὶ πάλιν ἐντειλάμενος αὐτοῖς καὶ εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,» ἔργῳ τὴν δύναμιν ἐδείκνυ· καὶ αὖθις εἰπών·
«Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι,» τοῦ λόγου τὴν δύναμιν αὐτοῖς ἔργοις παρεῖχεν ὁρᾷν· καὶ ἄλλοτε φήσας· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» αὐτῷ πράγματι τὴν δύναμιν παρεστήσατο. Τὸν αὐτὸν οὖν τρόπον καὶ τοῖς λοιποῖς ἅπασι τοῖς τῆς διδασκαλίας αὐτοῦ ῥήμασι συγκεκραμένην εὕροις ἂν τὴν θεϊκὴν δύναμιν. Οὗ χάριν εἴρηται· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἀλλὰ γὰρ ταῦτα παιδεύσας, ἑξῆς παρακελεύεται φάσκων· «Δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ· ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» Τὸ μὲν οὖν, «Δότε δόξαν τῷ Θεῷ,» πᾶσιν εἴρηται τοῖς κεκλημένοις ὑπὸ τὴν σωτήριον πίστιν· Τὸ δὲ, «ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ,» σημαίνει τοὺς ἐξ Ἰσραὴλ γενομένους τῆς θεότητος αὐτοῦ κήρυκας, ἀποστόλους δηλαδὴ καὶ εὐαγγελιστὰς, παρ’ οἷς ἡ μεγαλοπρέπεια αὐτοῦ ἐγνωρίζετο· οὕτω τῆς θεότητος αὐτοῦ καλουμένης. Διὸ λέλεκται ἐν ἑτέροις·
PG 23:721«Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Ὅτι δὲ οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· καὶ ὡς οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ· οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, διδάσκει σαφῶς ὁ Ἀπόστολος. Ἐπὶ τὸν Ἰσραὴλ τοίνυν ἡ μεγαλοπρέπεια αὐτοῦ· ἀλλὰ καὶ «ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις·» περὶ ὧν Ἡσαί̈ας θεσπίζει λέγων· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα ὑετόν.» Ἐδήλου δὲ ἄρα τοὺς προφήτας καὶ τοὺς τῶν θείων μαθημάτων διδασκάλους, οἳ τῇ τοῦ Πνεύματος χορηγίᾳ τὸν οὐράνιον ὑετὸν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὥσπερ ἐν χώραις ἀγαθαῖς ἐπήρδευον. Οὕτως οὖν καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ,» ἑτέροις οὖσι παρὰ τοὺς προωνομασμένους προφήτας καὶ ἀποστόλους. Τίνες δ’ ἂν εἶεν οὗτοι ἀλλ’ οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἁγνείας καὶ ἁγιωσύνης ἠξιωμένοι; ἐν οἷς καὶ θαυμαστός ἐστιν ὁ Θεὸς, διδοὺς αὐτοῖς δύναμιν καὶ κραταίωσιν. Διὸ συνῆπται ἑξῆς·
«Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.» Πάλιν δὲ κἀνταῦθα δύναμιν ἀναγκαίως διδόναι λέλεκται τῷ ἁγίῳ λαῷ αὐτοῦ, ἵνα δύνηται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Ἔδει γὰρ, ὥσπερ τοῖς εὐαγγελιζομένοις δέδοτο ῥῆμα σὺν δυνάμει πολλῇ, οὕτω καὶ τῷ λαῷ αὐτοῦ κραταίωσιν καὶ δύναμιν παρέχειν, πρὸς τὸ δύνασθαι ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, καὶ λέγειν ὁμοίως Παύλῳ· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός;» καὶ τὰ τούτοις παραπλήσια. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕ- ΝΩΝ, ΤΩ ΔΑΥΙΔ. ΞΗ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Τέτταρές εἰσιν οἱ ἐπιγεγραμμένοι «Ὑπὲρ τῶν ἀλλοιωθησομένων·» δύο μὲν τοῦ Δαυὶ̈δ, ὁ μετὰ χεῖρας καὶ ὁ νθ· τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδ, καὶ τοῦ Ἀσὰφ ὁμοίως ὁ οθ. Ἐπὶ πάντων δὲ ἀντὶ τοῦ, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ὁ μὲν Ἀκύλας, «Ἐπὶ κρίνων,» ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν.» Ὁ μὲν οὖν μδ τὴν περὶ τοῦ Ἀγαπητοῦ προφητείαν περιεῖχε, τῆς τε ἐξ ἐθνῶν Ἐκκλησίας τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἀλλοίωσιν·
ὁ δὲ πεντηκοστὸς ἔνατος ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους καὶ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐπὶ τὰ κάλλιστα μεταβολήν· ὁ δὲ οθ αὖθις τὴν τοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσιν, καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν σημαίνει. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ἢ, «Ὑπὲρ τῶν ἀνθῶν,» κατὰ τὸν Σύμμαχον, ἢ, «Ἐπὶ κρίνων,» κατὰ τὸν Ἀκύλαν, ἐπιγέγραπται· ἐπειδὴ τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ αὐτὸς περιέχει, οὓς, κρίνα καὶ ἄνθη κατὰ καιρὸν ὀφθέντας, ἡ ἐπὶ τὰ χείρω διεδέξατο μεταβολή. Ἄνθεσι δὲ αὐτοὺς παραβάλλει καὶ ὁ Ἡσαί̈ας λέγων· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε·» δι’ ὧν τὸ πρὸς βραχύν τινα χρόνον ἀνθῆσαν καὶ ὡραῖον ὀφθὲν τῆς σωματικῆς Ἰουδαίων θρησκείας χόρτῳ καὶ ἄνθεσιν ἀπεικάζει. Καὶ διὰ τῶν προκειμένων τοίνυν τὴν ἀλλοίωσιν καὶ τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τῆς ἄνθης αὐτῶν παρίστησι προϊὼν ὁ λόγος ἐν οἷς φησι· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὰ ἑξῆς.
PG 23:723Καὶ ἐπειδήπερ μακροῖς ὕστερον χρόνοις ταῦτα δι’ ἔργων χωρεῖν ἔμελλον, ἀναγκαίως «Εἰς τὸ τέλος» προγέγραπται. Οὔτε δὲ ψαλμός ἐστιν, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἐπεὶ μηδὲ κατάλληλα ἦν τὰ ἐπιλεγόμενα τοιαύτῃ προγραφῇ. Διὸ εἴποις ἂν προφητείαν ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν διεξιόντος τὰ περὶ αὐτὸν συμβεβηκότα, προαναφώνησίν τε τῶν Ἰουδαίοις ἐπελθόντων μετὰ τὰ κατ’ αὐτοὺς τετολμημένα. Ἀρχόμενος δ’ οὖν ὁ Σωτὴρ, εὐχὴν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Καί μοι δοκεῖ κατὰ λόγον ταῦτα τοῖς ἐν τῷ προλεχθέντι συνῆφθαι ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἐλέγετο· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐν τούτῳ δὲ, «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἔδει γὰρ ἡμᾶς διδαχθῆναι πῶς εἰς τὴν Βασὰν κατῆλθεν ὁ Κύριος, ὅπερ ἐστὶν αἰσχύνη, καὶ πῶς ἔλεγεν, «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Διὸ δὴ ταῦτα αὐτὰ διὰ τῶν προκειμένων παρίστησι· περὶ μὲν τῆς αἰσχύνης προϊὼν καὶ λέγων· «Ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·» καὶ αὖθις·
«Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·» περὶ δὲ τοῦ βυθοῦ τῆς θαλάσσης τὸ, «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ταῦτα γὰρ πλείστην ἔχοι ἂν ἀκολουθίαν πρὸς τὰ ἐν τῷ πρὸ τούτου ψαλμῷ λελεγμένα· ἐν τῷ, «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἐπειδὴ ἐν ἐκείνῳ αὐτὸς ἦν ὁ Κύριος ὁ ταῦτα λέγων· ἔπειτα καὶ νῦν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα διεξιόντα. Αὐτὸς τοιγαροῦν, ὃν οὐδ’ ἕτερον εἶναι ἢ τοῦ Θεοῦ Λόγον διὰ τῶν ἔμπροσθεν παρεστήσαμεν, εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθ’ οὗ ἀνείληφεν ἀνθρώπου πάθη· διό φησι· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς προσεφώνει φάσκων· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» εἶθ’ ἑξῆς τὴν ἅμα ἀνθρώποις διατριβὴν αὐτοῦ παρίστησι λέγων·
PG 23:725«Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Καὶ τῶν μαθητῶν δὲ αὐτοῦ καὶ τῶν ἀποστόλων τὴν κλῆσιν ἐδήλου ἐν τῷ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εἶθ’ ἑξῆς εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν διέξοδον τὴν ἐντεῦθεν ἐδίδασκεν ἐν τῷ, «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ ἐν τῷ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάςσης·» ἐπὶ πᾶσι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἐπάνοδον αὐτοῦ διὰ τοῦ αὐτοῦ ἐδήλου λέγων· «Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνατολάς.» Ταῦτα μὲν οὖν ἐν ἐκείνοις· διὰ δὲ τῶν προκειμένων τὰ ὡς ἐν παραδρομῇ τότε λελεγμένα πλατύνει, δεικνὺς ὅπως λέλεκτο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου,» καὶ τὸ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ταῦτα γὰρ εἰς πλάτος ἐπὶ τοῦ παρόντος διεξέρχεται λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.» Πειρασμοὺς δὲ καὶ διωγμοὺς καὶ ἐπαναστάσεις ἀσεβῶν ἀνδρῶν ὕδατα καλεῖν εἴωθεν ὁ Λόγος· Οὕτω γοῦν εἴρηται ἀλλαχοῦ· «Τὸν χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ ἀνυπόστατον.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἐδίδασκε τοῦτο λέγων· «Κατέβη ἡ βροχὴ, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Καὶ διὰ τῶν προκειμένων τοίνυν τοὺς πειρασμοὺς καὶ τὰς κατ’ αὐτοῦ ἐπιβουλὰς, ὕδατα ὀνομάζων εἰσεληλυθέναι ἕως τῆς ψυχῆς αὐτοῦ διδάσκει. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ, καίπερ ὄντος ἀθλητοῦ γενναίου, γέγραπται εἰρηκὼς ὁ Θεὸς τῷ πειράζοντι· «Ἰδοὺ πάντα ὅσα ὑπάρχει αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.» Ἐνταῦθα δὲ τὴν ψυχὴν αὐτὴν ὁ πειράζων πειράζει, ἥτις ποτὲ ἦν αὕτη, ἧς μέμνητο καὶ αὐτὸς λέγων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·» καὶ πάλιν·
«Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων μου·» καὶ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ὅθεν καὶ νῦν φησιν· «Ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Ὅτι ἐπῆλθεν ὕδατα ἕως ψυχῆς μου.» Εἶτα ἐπιλέγει· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στάσις,» ἡρμήνευσε· σφόδρα ἀκολούθως. Ἔνθα γὰρ οὐκ ἦν στάσις ἑτέροις, διὰ τὸ πάντας τοὺς αὐτόθι κατελθόντας ὀλίσθῳ περιπεσεῖν καὶ κατασύρεσθαι ὑπὸ τῶν τοῦ θανάτου ῥευμάτων, ἐνταῦθα καὶ αὐτὸς ἦλθον, ὁπηνίκα εἰς τὰ βάθη τῆς θαλάσσης ἐλήλυθα· ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰσῆλθον εἰς τὰ βάθη τῶν ὑδάτων, καὶ ῥεῖθρον ἐπέκλυσέ με.» Καὶ τὰ παραπλήσια δὲ τούτοις καὶ Ἰωνᾶς ὁ προφήτης ἀπὸ τῆς κοιλίας τοῦ κήτους ἀναγέγραπται ηὐγμένος. Λέγει δ’ οὖν καὶ αὐτός· «Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.» Διόπερ τῷ παραδείγματι τοῦ Ἰωνᾶ κέχρηται ὁ Σωτὴρ πρὸς τοὺς αἰτήσαντας αὐτὸν σημεῖον, εἰπών·
PG 23:727«Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Καρδίαν δὲ γῆς τὰ ἐνταῦθα λεγόμενα βάθη θαλάσσης ὀνομάζει, τὰ τοῦ ᾅδου χωρία αἰνιττόμενος. Διὸ καὶ ἐν τῷ Ἰὼβ χρηματίζων ὁ αὐτὸς Κύριος τὰ ὅμοια παρίστη λέγων· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐν τούτοις πηγὴν θαλάσσης ὀνομάσας, καὶ προσθεὶς τὸ, «Ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας,» τὴν ἄβυσσον καὶ τὴν θάλασσαν τίνα ἐστὶ διασαφεῖ ἐπιλέγων· «Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Οὐκοῦν καὶ ἐν τοῖς προκειμένοις τὰ βάθη τῆς θαλάςσης τὰ τοῦ θανάτου χωρία αἰνίττεται, ἔνθα μόνος καταβὰς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεξῆλθεν. Διὸ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ πάλιν· «Εἶπε Κύριος·
Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ· «Καὶ καταιγὶς κατεπόντισέ με,» ὁ μὲν Ἀκύλας, «Καὶ ῥοῦς ἐπέκλυσέ με·» ὁ δὲ Σύμμαχος, «Καὶ ῥεῖθρον ἐπέκλυσέ με,» ἡρμήνευσεν. Εἰκὸς γὰρ περὶ αὐτὸν γεγονέναι τὰς ἀντικειμένας δυνάμεις, ὅτε, ἐπιβὰς τῇ θαλάσσῃ, συνέτριβε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Διὸ καὶ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ.» Οὐ γὰρ ἂν ἄλλως διεξεληλύθει τὰς διεξόδους τοῦ θανάτου ἢ συνθλάσας τὰς κεφαλὰς τῶν αὐτόθι ἐχθρῶν αὐτοῦ. Ἐὰν δέ τις ταῦτα νομίζῃ λέγειν τὸν Δαυὶ̈δ διὰ τὸ πολλοῖς περιπεπτωκέναι πειρασμοῖς, ἐπιστησάτω πῶς οἷόν τε ἦν τῷ Δαυὶ̈δ ἁρμόζειν τὸ λέγειν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἢ τὸ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλήσια συναγαγών τις ἑαυτῷ, εὕροι ἂν οὐδαμῶς ἁρμόζοντα τῷ τοῦ Δαυὶ̈δ προσώπῳ.
PG 23:729Τὴν δέ γε ἐπὶ τὸν ἡμέτερον Σωτῆρα ἑρμηνείαν πιστώσεται σφραγῖσιν ἀναμφιλέκτοις ἡ τῶν ἱερῶν Εὐαγγελίων μαρτυρία, ἀπό τε τοῦ παρατεθέντος τοῦ Ἰωνᾶ παραδείγματος, καὶ ἀπὸ τοῦ λέγεσθαι ἐν τοῖς προκειμένοις, «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με·» ὅπερ αὐτολεξεὶ μεμαρτύρηται εἰς αὐτὸν πεπληρωμένον ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ἐν ᾧ γέγραπται· «Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, καὶ εὗρεν ἐν τῷ ἱερῷ πρόβατα πωλοῦντας καὶ βόας καὶ περιστεράς.» Εἶθ’ ὡς ἤλασε τούτους εἰπών· «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου,» ἐπιλέγει ὁ εὐαγγελιστής· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τὸ, «Ἔδωκαν εἰς βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ἐν τοῖς μετὰ χεῖρας κείμενον, ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν μεμαρτύρηται λελεγμένον, κατὰ τὸν Ἰωάννην, φήσαντα· «Μετὰ ταῦτα ἰδὼν ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή· σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς, ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφὴ,» καὶ τὰ λοιπὰ δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος ἡμῶν ἀναφερόμενα, σώζοι ἀναβίαστον τὴν ἑρμηνείαν. «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με εἰς τὸν Θεόν μου.» Καὶ ταῦτα ἐν τῷ κατὰ Ἰωάννην ἐπληροῦτο Εὐαγγελίῳ· ἐν ᾧ εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·» αὖθις δὲ εἴρηται· «Ἰησοῦς δὲ ἔκραζε καὶ ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ ἐπὶ τοῦ Λαζάρου δὲ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις. Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.» Ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ πάθος ἱστορεῖ ὁ Ματθαῖος λέγων· «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων·
Ἠλεὶ, Ἠλεὶ, Λαμὰ Σαβαχθανεί.» Τότε μὲν οὖν συνὼν ἀνθρώποις, πάντας βοῶν παρεκάλει ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν αὐτοῦ διδασκαλίαν· καὶ τὸν τεταρταῖον δὲ νεκρὸν μετὰ μεγάλης ἀνεκαλεῖτο κραυγῆς. Ἀλλὰ καὶ περὶ τὴν ἐνάτην ὥραν τοῦ πάθους ἀνεβόα φωνῇ μεγάλῃ· καὶ μετὰ ταῦτα πάλιν· «Κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν·» τὰ τοσαῦτα τῆς μεγάλης αὐτοῦ φωνῆς ἐνεργεῖν δυναμένης. Εἰ δὲ ἐπιστήσειέ τις, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ βοᾷ, σπεύδειν ἐπὶ τὸ ζωοποιὸν αὐτοῦ πόμα παρακαλῶν, καὶ τοὺς ταῖς πρὸς θάνατον ἁμαρτίαις νενεκρωμένους ἀνακαλούμενος· τῷ τε βοωμένῳ αὐτοῦ πάθει τὴν σύμπασαν οἰκουμένην μᾶλλον ἢ τότε Σιὼν, ἐπείπερ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» εἴσεται ὅπως ἐν τοῖς προκειμένοις ἐξ αὐτοῦ προσώπου εἴρηται τὸ, «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.» Τὸ γὰρ παράμονον αὐτοῦ τῆς βοῆς διὰ τούτων σημαίνει.
PG 23:731Οὐ γὰρ ἅπαξ ποτὲ βοήσας παρῆλθεν· ἀλλ’ ἀεὶ βοᾷ καὶ κέκραγεν εἰς τὰς πάντων ψυχὰς διὰ τῶν αὑτοῦ μαθητῶν· ἀεὶ δὲ καὶ πρὸς τὸν Πατέρα βοᾷ ὑπὲρ τῶν εἰς αὐτὸν πεπιστευκότων. Διὸ ἑξῆς ἐπιλέγει· «Ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἀντὶ δὲ τοῦ, «ἐξέλιπον,» ὁ Ἀκύλας, «Ἐτελέσθησαν, φησὶν, οἱ ὀφθαλμοί μου περιμένοντες τὸν Θεόν.» Ἐβόα δὲ καὶ ἐκεκράγει διὰ τὸ πλῆθος τῶν ἐχθρῶν αὐτοῦ· ὃ δὴ παρίστησι λέγων· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Εἰ δὲ σῶμα αὐτοῦ τυγχάνει ἡ Ἐκκλησία αὐτοῦ, κατὰ τὸν Ἀπόστολον, ὃς ἐδίδασκε λέγων· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» εἴποις ἂν τὰ μὲν ἀναγκαιότερα μέλη τοῦ σώματος, καὶ τὰ, ἵν’ οὕτως εἴπω, αἰσθητήρια, τοὺς ἀναγκαίους εἶναι τοῦ λαοῦ·
οἷον κεφαλὴν τοὺς ἡγουμένους, στόμα τοὺς διδασκάλους, καὶ τοὺς συνετοὺς ἀκροατὰς τὰ ὦτα, τοὺς ὀφθαλμοὺς τοὺς διορατικοὺς τῶν Γραφῶν, χεῖρας τοὺς πρακτικωτέρους, τούτοις τε ἀναλόγως τὰ λοιπὰ μέλη τοῦ σώματος, οἷς ἀκόλουθον εἴη νοεῖν τρίχας εἶναι τοῦ παντὸς τὰ πλήθη, καὶ τὸν περιττὸν ὄχλον φέροντας μέν τινα κόσμον ὅλῳ τῷ σώματι, μὴ μὴν ἀναγκαίαν τινὰ χρῆσιν ὁμοίαν τὰ λοιπὰ μέλη. Τῶν οὖν τοιούτων τριχῶν πολλῷ πλεῖστοι εἶεν ἂν οἱ ἀλλότριοι τῆς πίστεως, ἅτε δὴ τὴν πλατεῖαν καὶ τὴν εὐρύχωρον βαδίζοντες. Διὸ λέλεκται· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Δωρεὰν δὲ μισεῖν λέγονται οἱ οὐκ ἔχοντες αἰτίαν εἰπεῖν τοῦ μίσους, ὡς οἱ τὸν σωτήριον λόγον διώκοντες καὶ μηδὲν καταμέμφεσθαι αὐτῷ δυνάμενοι. Ἀντὶ δὲ τοῦ, «οἱ μισοῦντές με δωρεὰν,» ὁ Σύμμαχος, «Οἱ μισοῦντές με, φησὶν, ἀναιτίως.» Οὗτοι οὖν μᾶλλον ἐπλεόνασαν, φησὶν, ἢ αἱ τρίχες τῆς κεφαλῆς μου. Ἀλλὰ καὶ ἐκραταιώθησαν οἱ ἐχθροὶ αὐτοῦ οἱ διώκοντες αὐτόν. Ἴδοι γοῦν τις, καθ’ ἕκαστον καιρὸν καθ’ ὃν διώκειν συγχωροῦνται, κραταιουμένους καὶ ἐπαιρομένους, καὶ πολλὰ δυναμένους τοὺς ἐχθροὺς αὐτοῦ.
PG 23:733Ἀδίκως δὲ αὐτὸν διώκουσιν οὗτοι, καὶ ἐμίσουν αὐτὸν δωρεάν. Μηδεμίαν γὰρ ἔχοντες ὑπόθεσιν ἔχθρας, μηδὲ αἰτίας εἰπεῖν εὐλόγους οἷοί τε δι’ ἃς διώκουσιν, ὅμως ἀδίκως αὐτὸν διώκουσιν. Ὁ δὲ ὑπὲρ ὧν μὴ ἥρπασε, μηδὲ ἠδίκησε, κόλασιν ὑπέμεινεν. Εἰ γὰρ κατὰ νόμους προσήκει δίκην εἰσπράττεσθαι τοὺς ἠδικηκότας, οὔτε δὲ αὐτὸς οὔτε οἱ αὐτοῦ γνήσιοι μαθηταὶ ἥλωσάν ποτε ἐπὶ παρανομίᾳ· εἰκότως φησίν· «Ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.» Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους αὐτοῦ δωρεὰν ἔπασχε, καὶ ὑπὲρ ὧν μὴ ἠδικήκει τιμωρίαν ἐδίδου. Διὸ καὶ τότε ἔλεγεν· «Ἃ οὐχ ἥρπαζον τότε ἀπετίννυον·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἃ οὐκ ἐβιασάμην τότε ἐπέστρεφον.» «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ὥσπερ ἀνεγκλήτως ὁ θεῖος Ἀπόστολος μωρὸν τοῦ Θεοῦ ὠνόμασε τὸ πάθος τοῦ Σωτῆρος, καὶ ἀσθένειαν τὸν σταυρὸν, εἰπών· «Ἐσταυρώθη ἐξ ἀσθενείας·» καὶ πάλιν· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν·
ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων·» οὕτω καὶ νῦν οὐκ ἂν ἁμάρτοις τὴν ἐνταῦθα λεγομένην ἀφροσύνην παραπλησίως νοήσας τῇ ὀνομασθείσῃ παρὰ τῷ Ἀποστόλῳ μωρίᾳ. Ἀλλὰ καὶ ὥσπερ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, ἐπείπερ ἐξαίρετοί τινές εἰσιν οἱ τῆς τοῦ Θεοῦ γνώσεως κατηξιωμένοι· οὕτως καὶ ἡ ἐνταῦθα ἀφροσύνη, ἀξία τῆς γνώσεως τυγχάνουσα τοῦ Θεοῦ, μέγαν τινὰ καὶ βαθὺν εἶχε λόγον. Οὐ γὰρ παρὰ τὴν σὴν βουλὴν, οὐδὲ παρὰ τὴν σὴν γνῶσιν ἐγένετο, φησὶν, ἡ ἀφροσύνη μου. Ποία δὲ αὕτη εἰ μὴ ἡ νομιζομένη τοῖς πολλοῖς; Ὡς γὰρ ἡ μωρία Ἕλλησιν ἐνομίζετο μωρία, κατὰ βαθεῖς δὲ λόγους Θεοῦ συνεστελεῖτο· καὶ ἦν τὸ παρ’ ἀνθρώποις μωρὸν νομιζόμενον σοφώτερον τῶν ἀνθρώπων· ηὐδόκησε γὰρ ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτως καὶ ἡ ἀφροσύνη, ἣν δι’ ἡμᾶς ὑπῆλθε κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ μέχρις θανάτου παρελθὼν, σοφωτέρα τῆς τῶν ἀνθρώπων σοφίας ἦν. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶν ὁ Ἀπόστολος, μωρία ἐστὶν, εἰ δὲ μωρία, καὶ ἀφροσύνη, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι.
Ταύτην οὖν τὴν ἀφροσύνην καὶ τὴν μωρίαν οὐκ ἠγνόησεν ὁ Θεός· αὐτοῦ γὰρ κρίσει γεγένηται. Διό φησιν· «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ἀπήλλαξε δὲ ἡμᾶς πραγμάτων ὁ Σύμμαχος, ἑρμηνεύσας καὶ εἰπών· «Ὁ Θεὸς, σὺ οἶδας τὴν ἀπειρίαν μου·» ἀπειρίαν δηλαδὴ τὴν ἐν ἀνθρώποις. Τῆς γὰρ ἐν ἀνθρώποις κακίας ἀλλότριος ὢν, τὴν καλὴν ταύτην ἀπειρίαν ἀνατίθησι τῇ γνώσει τοῦ ἑαυτοῦ Πατρός. Καὶ ἄλλη δὲ Γραφὴ θεία ἀφροσύνης μέμνηται τοῦ Σωτῆρος συμφώνως τῇ προκειμένῃ. Γέγραπται γοῦν ἐν Παροιμίαις· «Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.» Καὶ ἐν τούτοις γὰρ πάντων μὲν ἀνθρώπων ἀφρονέστατον ἑαυτὸν εἶναι λέγει, καὶ φρόνησιν ἀνθρώπου μὴ ἐσχηκέναι· ὅμως δὲ παρ’ αὐτοῦ τοῦ Θεοῦ δεδιδάχθαι τὴν πνευματικὴν σοφίαν, καὶ τὴν γνῶσιν τῶν ἁγίων ἐγνωκέναι. Ἀλλὰ καὶ «αἱ πλημμέλειαί μου, φησὶν, ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Εἰ γὰρ ἦσάν τινες ἐν ἐμοὶ πλημμέλειαι, δι’ ἃς τῷ σταυρῷ με προσετίμησαν, τάχα που σὺ πρῶτος ἔγνως, ὃν λανθάνειν οὐδὲν οἷόν τε· ἀλλ’ οὐδένες ἦσαν.
PG 23:735Διὸ οἱ μισοῦντές με δωρεὰν ἐμίσουν, καὶ οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα ἐξέπραττον. Ἐπεὶ δὲ ψευδομάρτυρας καὶ συκοφάντας ἔστησαν ἐν τῇ κατ’ ἐμοῦ κατηγορίᾳ, σὺ οἶδας, φησὶν, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται. Οὐ γὰρ ἂν ἐκρύβησάν σε, εἴ τινες ἦσαν ἐν ἐμοὶ πλημμέλειαι. Καὶ ἄλλως, εἰ τὰς ἡμετέρας ἀνεμάξατο ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, ὡς λέγεσθαι περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Καὶ ταύτας, φησὶ, τὰς πλημμελείας ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην· σὺ ἔγνως, ὁ Θεὸς, ἐπεὶ μὴ ἀπεκρύβησάν σε. Οὐ γὰρ δίχα τῆς σῆς βουλήσεως ταύτας ἀνεδεξάμην· διὸ καὶ ἀξίας τῆς σαυτοῦ γνώσεως αὐτὰς ἐποιήσω. «Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱ ὑπομένοντες σε, Κύριε, Κύριε τῶν δυνάμεων.» Ἐπειδὴ τὴν ἐμὴν διδασκαλίαν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου διαβάλλουσιν, ἐλαύνουσί τε αὐτὴν ὡς μεστὴν ἀφροσύνης καὶ μωρίας διὰ τὸν ἐπονείδιστον σταυρὸν, ἀντιβολῶ καὶ δέομαι, τοὺς εἰς ἐμὲ πιστεύοντας φυλάττεσθαι ὑπὸ σοῦ ἀδιατρέπτους, ὡς μήποτε καταισχυνθῆναι.
Διὸ σὺ αὐτὸς, ὦ Κύριε, Κύριε τῶν δυνάμεων, τοὺς πολεμουμένους διὰ τὴν σὴν γνῶσιν, ἣν ὑπ’ ἐμοῦ παρειλήφασι, πάντοτε ὑπομένοντας τὰ δεινὰ καὶ μέχρι θανάτου καρτεροῦντας, μὴ ἐγκαταλείπῃς, μηδὲ ἐντραπείησαν θαρσήσαντες ἐπ’ ἐμοὶ, οἱ σὲ τὸν Θεὸν τοῦ Ἰσραὴλ ἐκζητοῦντες. Εἰ γὰρ καὶ τὰ μάλιστα ἦσάν ποτε ἀγνοοῦντές σε διὰ τὸ δαίμοσι πονηροῖς δεδουλῶσθαι, ἀλλὰ νῦν, ἐπιγνόντες σε, πάντων μὲν λήθην ἐποιήσαντο, σὲ δὲ μόνον διατελοῦσι ζητοῦντες. Διὸ ἱκετεύω μὴ καταισχυνθῆναι αὐτοὺς, μηδὲ «ἀσχημονῆσαι·» οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Μὴ καταισχυνθείησαν ἐπ’ ἐμοὶ οἱ προσδοκῶντές σε, Κύριε Θεὲ τῶν δυνάμεων· μὴ ἀσχημονήσαιεν ἐπ’ ἐμὲ οἱ ἐκζητοῦντές σε, Θεὲ τοῦ Ἰσραήλ.» Ἐπιτήρει δὲ ὅπως εἴρηται τὸ, «Κύριε, Κύριε τῶν δυνάμεων,» δευτεροῦντος τοῦ λόγου τὴν κυριολογίαν καὶ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναπέμποντος. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οἱ μὲν λοιποὶ, φησὶν, ἄνθρωποι δι’ οἰκείας ἁμαρτίας ἐλέγχοις καὶ ὀνειδισμοῖς ὑποβάλλονται· ἐγὼ δὲ ὁ μὴ γνοὺς ἁμαρτίαν ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν·
ἐπειδήπερ σὺ αὐτὸς ὁ φιλάνθρωπος Θεὸς ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους ἁμαρτίαν με ἐποίησας, ὅπως οἱ πιστεύοντες εἰς ἐμὲ γένωνται δικαιοσύνη. Ἀλλὰ καὶ «ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν,» διὰ τὴν σὴν βουλὴν κενώσας ἐμαυτὸν καὶ μέχρι θανάτου ταπεινώσας, καθ’ ὃν καιρὸν οἱ παραπορευόμενοι ἐβλασφήμουν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· «Οὐὰ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν ἱερέων καὶ Γραμματέων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι Θεοῦ Υἱός εἰμι.» Ταῦτα δὴ οὖν θεσπίζων ἐπὶ τοῦ παρόντος, φησίν·
PG 23:737«Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οὐ γὰρ δι’ ἁμαρτίας ἐμὰς, οὐδὲ διὰ παρανόμους πράξεις, ἀλλ’, «ἕνεκά σου» καὶ τὸν προλεχθέντα «ὀνειδισμὸν ὑπέμεινα, καὶ τὸ πρόσωπόν μου ἐκάλυψεν ἐντροπή·» ἢ, κατὰ τὸν Σύμμαχον, «Ἐκάλυψεν ἀσχημόνησις τὸ πρόσωπον αὐτοῦ.» Καὶ ταῦτα πάντα ὑπέμεινα. φησὶν, ἕνεκά σου, τουτέστιν ἕνεκα τοῦ σοῦ θελήματος. Ἀλλὰ καὶ «ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Δύο δὲ τάγματα ἐν τούτοις παρίστησιν· ἓν μὲν τὸ τῶν ἀληθῶς ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ἀπηλλοτριωμένος· ἕτερον δὲ τὸ τῶν υἱῶν τῆς μητρὸς αὐτοῦ, οὐ μὴν ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ξένος. Καὶ μὴν ἐχρῆν υἱοὺς μητρὸς αὐτοῦ, ὄντας ἀδελφοὺς, καὶ αὐτοὺς ὁμοίως τοῖς προτέροις χρηματίζειν. Ἀλλ’ οὐκ ὠνόμασε τοὺς υἱοὺς τῆς μητρὸς ἀδελφοὺς, ὡς ἑτέρους ὄντας δηλαδὴ παρὰ τὸ πρῶτον τάγμα τῶν ὀνομασθέντων ἀδελφῶν αὐτοῦ. Εἰς οὖν ἀδελφοὺς μὲν αὐτοῦ γεγονέναι τοὺς αὐτοῦ μαθητὰς, περὶ ὧν καὶ ἐν ἑτέρᾳ φησίν·
«Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καὶ ἐν τῷ Εὐαγγελίῳ τῇ Μαρίᾳ φανεὶς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγε· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἶπον αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τούτοις οὖν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπηλλοτριωμένος ἐγενήθη κατὰ καιρὸν τοῦ δηλουμένου πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφευγον, αὐτός τε ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἠρνήσατο αὐτὸν τρίτον. Τούτοις ξένος καὶ ἀπηλλοτριωμένος ἐγενήθη· τοῖς δὲ υἱοῖς τῆς μητρὸς αὐτοῦ, οὐ μὴν καὶ ἀδελφοῖς οὖσιν αὐτοῦ, ξένος γέγονε. Μέμνηται δὲ τὸ Εὐαγγέλιον ἀδελφῶν αὐτοῦ καὶ μητρὸς, ὅτε, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν ἐν τῇ συναγωγῇ, ὡς ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν τούτῳ ταῦτα πάντα;» Ἐὰν μὲν οὖν τοὺς ἐν τῷ μετὰ χεῖρας λεγομένους υἱοὺς μητρὸς αὐτοῦ τούτους εἶναι ἐκλάβοιμεν, ἀνάγκη τὴν ἁγίαν Παρθένον μητέρα φάναι γεγονέναι τῶν λοιπῶν ἀδελφῶν αὐτοῦ.
Ἀλλ’ ἐπιφαίνεται Ἰάκωβος ὁ χρηματίσας αὐτοῦ ἀδελφὸς οὐκ ἀπεξενωμένος αὐτοῦ γεγονὼς, οὐδὲ ἀλλότριος τῆς εἰς αὐτὸν πίστεως, εἷς δὲ τῶν σφόδρα γνησίων αὐτοῦ μαθητῶν· ὡς καὶ τὸν θρόνον ἀναδέξασθαι πρῶτον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας. Καὶ οἱ λοιποὶ δὲ αὐτοῦ ἀδελφοὶ, εἰ καὶ τὰ μάλιστα κατ’ ἀρχὰς οὐκ ἐπίστευον εἰς αὐτὸν, ἀλλὰ μετὰ ταῦτα δῆλοί εἰσι πιστεύσαντες. Ἱστορεῖ δ’ οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων λέλεκται, ὡς ἄρα ἦσαν οἱ ἀπόστολοι κοινῇ πάντες προσκαρτεροῦντες τῇ προσευχῇ σὺν Μαριὰμ τῇ μητρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν δύναται τούτοις ξένος εἶναι νομίζεσθαι; Ὥστε μὴ χώραν ἔχειν περὶ τούτων λέγεσθαι τὸ, «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Οὐ γὰρ ἦν τούτων ξένος, ἀλλὰ καὶ ἄγαν τίμιος· ὡς μηκέτι τοὺς προλεχθέντας αὐτοῦ ἀδελφοὺς υἱοὺς εἶναι τῆς Μαρίας ἡγεῖσθαι, ἕτεροι δ’ ἂν εἶεν παρὰ τούτους οἱ διὰ τοῦ ψαλμοῦ λεγόμενοι υἱοὶ τῆς μητρὸς αὐτοῦ, οἷς ξένος ἐγενήθη.
PG 23:739Νοήσεις δὲ μητέρα μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ τῆς τοιαύτης μητρὸς τοὺς ἀρνησαμένους αὐτὸν, καὶ εἰρηκότας· «Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» Διὸ ἔλεγεν αὐτοῖς, ἐπειδὴ ξένον αὐτὸν ἐνόμιζον· «Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.» Ξένον δὲ αὐτὸν πάλιν ἡγοῦντο λέγοντες· «Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Διὸ ἔλεγε πρὸς αὐτούς· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Οὕτω τοίνυν ξένος καὶ ἀλλότριος γέγονε τοῖς υἱοῖς τῆς μητρὸς αὐτοῦ. Ταῦτα δὲ πάντα ὑπέμεινε διὰ τὴν ἐπιλεγομένην αἰτίαν, ἣν ἀναγκαίως παρίστησι λέγων· «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» Ἐπειδὴ γὰρ, πολλῇ παῤῥησίᾳ χρώμενος, τοὺς τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ οἶκον ἐμπορίου καὶ σπήλαιον λῃστῶν ποιοῦντας ἤλεγχέ τε καὶ ἤλαυνε, τούτου χάριν ἐπεβούλευον αὐτῷ· ὃ δὴ παρίστησιν ὁ εὐαγγελιστὴς εἰπών·
«Καὶ ἦν ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα· καὶ εὗρεν ἐν τῷ ἱερῷ πωλοῦντας πρόβατα καὶ βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας. Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» ἐπιλέγει· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τοὺς ὀνειδισμοὺς τῶν ὀνειδιζόντων τὸν Θεὸν εἰς ἑαυτὸν ἀναλαμβάνων, ἔκδικος ἐγένετο τούτων· διὸ ἔλεγε· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» Οὐ γὰρ φέρων τοὺς διὰ τῶν οἰκείων ἔργων ὄνειδος προστρίβοντας τῷ τῆς θεοσεβείας νόμῳ, τοὺς ἐλέγχους ἐποιεῖτο κατὰ τῶν ἀρχόντων τοῦ ἔθνους. Διὸ τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ παρῄνει λέγων· «Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν.» Εἶθ’ ἑξῆς ἀπελέγχων αὐτοὺς εἰς αὐτῶν πρόσωπον ἔλεγεν· «Οὐαὶ ὑμῖν;
PG 23:741Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» καὶ πάλιν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις.» Τῶν γοῦν τοιούτων ἐλέγχων ἕνεκα τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο. Διόπερ ἐνταῦθά φησιν· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί.» Ὅτε μὲν, φησὶν, ἑώρων τὸν σὸν οἶκον πάσης πληρούμενον ἀνομίας, καὶ ποτὲ μὲν γιγνόμενον οἶκον ἐμπορίου, ποτὲ δὲ σπήλαιον λῃστῶν, πυρούμενος ὑπὸ θείου ζήλου, ἤλαυνον τοὺς ἔνδον παρανομοῦντας· ἀλλὰ καὶ ὅτε ταῖς ἑαυτῶν ἀθεμίτοις πράξεσιν ὄνειδος περιῆπτόν σοι τῷ Θεῷ, οὗ τὴν θεοσέβειαν ἐπηγγέλλοντο, πάλιν εἰς ἑαυτὸν ἀναλαμβάνων τοὺς τοιούτους ὀνειδισμοὺς, ἠναγκαζόμην παῤῥησίᾳ χρῆσθαι, καὶ τοὺς ἐλέγχους αὐτοῖς θεραπευτικῶς προσφέρειν· ὅτε δὲ ἑώρων ἀναισθήτως αὐτοὺς ἔχοντας, καὶ μὴ ἐπιστρεφομένους τοὺς ἐμοὺς ἐλέγχους, ἀποκλαιόμενος αὐτῶν τὴν ἀπώλειαν, ἐνήστευον καὶ κατεπόνουν ἐμαυτὸν ὑπὲρ αὐτῶν.
Οἱ δὲ καὶ οὕτως ὠνείδιζόν μοι διασύροντες καὶ χλευάζοντες τὴν ἐμὴν νηστείαν. Βουλόμενος δὲ αὐτοῖς ὑπογραμμὸν μετανοίας δεικνύναι, οὐ μόνον νηστείαις ἐμαυτὸν κατεπόνουν, ἀλλὰ καὶ τὸ ἔνδυμά μου σάκκον ἐποιούμην, κολάζων καὶ τιμωρούμενος τὴν ἐμαυτοῦ σάρκα, αὐτῷ τε ἔργῳ τρόπον ἐξομολογήσεως καὶ τῶν προτέρων ἁμαρτημάτων καθάρσεως ἐπιδεικνὺς αὐτοῖς. Οἱ δὲ καὶ ταῦτα γελῶντες ἀντὶ παραβολῆς με εἶχον, συνερχόμενοι μὲν ἅμα καὶ πρὸς ταῖς ἑαυτῶν πύλαις καθεζόμενοι, πᾶσαν δὲ τὴν ἑαυτῶν ὁμιλίαν περὶ ἐμοῦ ποιούμενοι, καὶ μονονουχὶ ἀδολεσχοῦντες πρὸς ἀλλήλους ἐν τῇ κατ’ ἐμοῦ χλεύῃ. Οὐκ ἀπήρκει δὲ αὐτοῖς διασύρειν καὶ χλευάζειν τὰς ἐμὰς ὑπὲρ αὐτῶν ἀσκήσεις, ἀλλὰ καὶ συμπόσια συγκροτοῦντες, ᾠδὰς καὶ ᾄσματα εἰς ἐμὲ διεξῄεσαν οἰνοφλυγοῦντες καὶ μεθυσκόμενοι ἐν ταῖς κατ’ ἐμοῦ παροινίαις. Ἐφ’ οἷς ἔτι μᾶλλον ἐγὼ συνεκάλυπτον ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐτιθέμην τὸ ἔνδυμά μου σάκκον, τὴν αὐτῶν ἀπώλειαν ἀποκλαιόμενος. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Καὶ ἔκλαυσα ἐν νηστείᾳ ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἔδωκεν ἔνδυσίν μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
Ὡμίλουν ἐν ἐμοὶ καθήμενοι πύλην· καὶ ψαλμοὶ πινόντων μέθυσμα.» κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ κλάοντι μετὰ νηστείας τὴν ψυχήν μου ἐγένετο εἰς ὄνειδος ἐμοί. Καὶ τάσσων τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Διηγοῦντό με καθήμενοι ἐν πύλῃ, καὶ ἔψαλλόν με οἱ πίνοντες μέθυσμα.» Ἀλλὰ τούτοις συνεξετάσαι ἀναγκαῖον, πῶς εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίοις· «Ἦλθεν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» Ἀλλ’ ἐρεῖς ταῦτα κατ’ ἀρχὰς τοῦ Εὐαγγελίου γίγνεσθαι, ὅτε διὰ τὸ μὴ νηστεύειν τοὺς μαθητὰς αὐτοῦ, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ποιούμενος, ἔφασκεν· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος· ἀρθήσεται ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Ὁρᾷς γὰρ, ὡς καὶ αὐτὸς ἠπίστατο τὸν τῆς νηστείας καιρόν; Εἰ τοίνυν τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συνεξετάσειας τοῖς μετὰ χεῖρας προκειμένοις, εὕροις ἂν ὅπως ταῦτα ἐπληροῦτο, ὅτε λοιπὸν αἰρομένου τοῦ νυμφίου καὶ οἱ μαθηταὶ αὐτοῦ ἐνήστευον.
PG 23:743Ἐφ’ οἷς οὐκ ἀπεικὸς ἦν καὶ αὐτὸν προορῶντα, ὡς μικρὸν ὕστερον ἀπηλλοτριωμένος ἔσται αὐτοῖς, καὶ ὡς τὸ πᾶν ἔθνος τοῦ ἐκ περιτομῆς λαοῦ τὸ αἷμα αὐτοῦ ἐξαιτήσεται, καὶ ὡς Πέτρος αὐτὸν ἀρνήσεται, καὶ τοιαῦτα κατ’ αὐτοῦ τολμηθήσεται, ὥστε σκότος διαλαβεῖν τὸ περιέχον, ἥλιόν τε αὐτὸν σκοτισθῆναι, καὶ τὸ καταπέτασμα τοῦ νεὼ σχισθῆναι, ἀνατραπῆναί τε πάντα τὰ πάλαι τοῦ Ἰσραὴλ σεμνὰ, λέγω δὲ τὴν βασιλείαν αὐτῶν καὶ τὴν ἱερωσύνην καὶ τὰ Ἅγια τῶν ἁγίων· πάντων τε τούτων ἀποβολὴν καὶ ἀνατροπὴν ἀθρόαν γενέσθαι· τούτων ἕνεκα οὐκ ἀπεικὸς ἦν αὐτὸν καταπονεῖν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ τιθέναι τὸ ἔνδυμα αὐτοῦ σάκκον ἐφ’ ᾧ καὶ ἐχλεύαζον αὐτὸν οἱ ἀσεβεῖς, ἀντὶ παραβολῆς ταῖς κατ’ αὐτοῦ διηγήσεσιν ἀδολεσχοῦντες· καὶ τὸν μὲν ἄλλον καιρὸν τῆς ἡμέρας, ἐν ταῖς πύλαις συναγόμενοι, τοὺς δι’ αὐτῶν διερχομένους ταῖς κατ’ αὐτοῦ διαβολαῖς ἐπλάνων· ἐν δὲ τῷ καιρῷ τῆς τροφῆς, οἴνῳ καὶ μέθῃ σχολάζοντες, ᾠδὰς συνετίθεσαν κατ’ αὐτοῦ. Διὸ συνεκάλυπτεν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐτίθετο τὸ ἔνδυμα αὐτοῦ σάκκον, ὑπὲρ τῆς ἑτέρων σωτηρίας, δι’ ὑπερβολὴν φιλανθρωπίας ταῦτα πράττων.
«Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυρον τὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον· «καιρὸς διαλλαγῆς. Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με. Οὐ γὰρ ἀνθρωπίνης δέομαι σωτηρίας, ἀλλὰ τῆς ἀληθοῦς· Τοιαύτη δέ ἐστιν ἡ παρὰ σοῦ, καθ’ ἣν σωθῆναι ἱκετεύω ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ποίου δὲ πηλοῦ, ἢ περὶ οὗ ἀνωτέρω ἔλεγον· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις;» Ἡ γὰρ ἀνωτέρω λεχθεῖσα ἰλὺς βυθοῦ ἐνταῦθα πηλὸς ὠνόμασται.
Σημαίνει δὲ διὰ τούτων τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, περὶ ἧς ἐν ἑτέρῳ ἔφασκεν· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Οἱ μὲν οὖν ὑπὸ τοῦ θανάτου κρατηθέντες, διαφθορὰν ὑπομείναντες καὶ ἐν φθορᾷ γενόμενοι, ἐναπομείναντές τε αὐτῇ, ἐνεπάγησαν εἰς τὸν πηλόν. Ἐγὼ δὲ εἰ καὶ κατῆλθον κενώσας ἐμαυτὸν μέχρι τούτου· ἀλλ’ ἱκετεύω λέγων· «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» Τὰ δὲ ἑξῆς ἐπιλεγόμενα τὰς ἐν αὐτῷ τῷ θανάτῳ δυνάμεις παρίστησιν· ἀφ’ ὧν ῥυσθῆναι εὔχεται λέγων· «Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.» Ταῦτα δὲ τὰ ὕδατα οἵ τε ἐν αὐτοῖς δράκοντες καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦντο, κατὰ τό· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἀλλὰ διὰ μὲν τῶν προτέρων τὴν κάθοδον αὐτοῦ τὴν εἰς ταῦτα παρίστη, διὰ δὲ τῶν μετὰ χεῖρας τὴν ἀπὸ τούτων ἐπάνοδον.
PG 23:745«Ῥυσθείην» γάρ φησιν «ἐκ τῶν βαθέων τῶν ὑδάτων καὶ μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Τὰς μὲν γὰρ λοιπὰς τῶν ἀνθρώπων ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχε καὶ ἀπέκλεισε τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον αὐτὸς ἂν λεχθείη ὁ θάνατος, ὁ ἐξ αἰῶνος πάντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν ἐνδακὼν, ὥσπερ καὶ ἀποκλείσας τὸ ἑαυτοῦ στόμα, πρὸς τὸ μή τινα παλινδρομῆσαι. Ἐπ’ ἐμοῦ δὲ μὴ γένοιτο τοῦτο. Διὸ ἀντιβολῶ σε τὸν Πατέρα λέγων· «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Μηδὲ ἐπιπωμάσαι μοι φρέαρ τὸ στόμα αὐτοῦ.» Καὶ νῦν μὲν ὑδάτων μέμνηται καὶ βυθῶν καὶ φρέατος· ἐν δὲ τῷ κα ψαλμῷ τὰ αὐτὰ ταῦτα σημαίνων, ἑτέροις ὀνόμασι κέχρηται λέγων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.
Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Καὶ ταῦτα γὰρ περὶ τῶν ἐν τῷ καλουμένῳ ᾅδῃ δυνάμεων ἀντικειμένων λέλεκται, ὡς τοὺς τόπους διηγούμενοι παρεστήσαμεν. «Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ.» Καὶ ἐνταῦθα διὰ τοῦ παρ’ Ἑβραίοις ἀνεκφωνήτου τὸν ἑαυτοῦ Πατέρα ὁ Σωτὴρ ἐπικαλεῖται λέγων· Ἐπειδὴ τάδε καὶ τάδε ᾔτησα, ἵνα μὴ ἐμπάγω εἰς τὸν πηλὸν, καὶ ὅπως ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων, τά τε τούτοις ἑξῆς, τούτου χάριν ἐπίνευσόν μου τῇ δεήσει, ὦ Κύριε, «ὅτι χρηστὸν τὸ ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ. Μὴ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» Ἐν οἷς παρακαλεῖ ἐπιβλέψαι, καὶ μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ· ἵν’ ὥσπερ μέγας ἀγωνοθέτης δοκιμάσῃ τὸν ἀγῶνα ὃν ὑπέστη καὶ τὴν ὑπομονὴν καὶ τὴν ταπείνωσιν, ἐφ’ ᾗ σεμνυνόμενος ἀξιοῖ τὸν Πατέρα μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ, ἀλλ’ ἐπιβλέψαι εἰς αὐτόν. Εἶτα ἐπιλέγει·
PG 23:747«Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι στενόν μοι, ταχὺ ἐπάκουσόν μου.» Νοήσεις δὲ καὶ τούτου τὴν διάνοιαν ἐπιστήσας ὅπως εἴρηται τὸ, «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.» Πρῶτος γοῦν αὐτὸς τὴν στενὴν αὐτὴν καὶ τὴν τεθλιμμένην ὁδεύσας ἔλεγεν· «Ὅτι στενή μοι,» καὶ, «ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» Ἐδήλου δὲ καὶ διὰ τῶν ἔμπροσθεν τὴν θλίψιν ἑαυτοῦ καὶ τὴν στένωσιν λέγων· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.» Ἐπὶ τούτοις οὖν καὶ παρεκάλει τὸν Πατέρα ἐμβλέψαι καὶ θεάσασθαι τοὺς ἄθλους οὓς ὑπὲρ ἡμῶν ὑπέμεινε· διὸ ἔλεγε· «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» Εἶτα δεικνὺς αὐτοῦ τὰ κατορθώματα οἷς ἐμβλέψαι παρεκάλει, ἐπιλέγει· «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γιγνώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Ὡς γὰρ ἀνωτέρω ἔλεγε· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν·» οὕτω καὶ νῦν τῆς σῆς, φησὶ, γνώσεως τυγχάνουσιν ἄξιοι οἱ ὀνειδισμοί μου.
Ἐδήλου δὲ περὶ τούτων καὶ ἐν τοῖς ἔμπροσθεν λέγων· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» Ἐπεὶ τοίνυν σῇ κρίσει καὶ σῷ πνεύματι τοὺς ὀνειδισμοὺς ὑπέμεινα, καὶ τὸ μεστὸν αἰσχύνης τὸ πάθος, διὰ τοῦτό φημι· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Τὴν μὲν ἐμὴν οἶδας αἰσχύνην οὐκ οὖσαν ἀναξίαν τῆς σῆς γνώσεως. Καὶ τὴν ἐντροπήν μου, ἣν ὑπέμεινα, «τὸν νῶτόν μου δοὺς εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα,» γινώσκεις. Οὐκέτι δὲ ὁμοίως ἐμοὶ τοὺς θλίβοντάς με γινώσκεις· οὐ γὰρ τῆς σῆς τυγχάνουσι γνώσεως ἄξιοι. Διὸ περὶ αὐτῶν φημι, «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Οὕτω δέ εἰσιν ἐναντίον σοῦ, ὡς τὰ ἐναντία σοὶ προῃρημένοι· θλίβουσι δέ με μηδὲν ὠφελούμενοι ἐκ τῆς ἐμῆς θεραπείας, καὶ θλίβουσι διὰ τῆς αὐτῶν ἀπωλείας. Εἶτ’ ἐπιλέγει· «Ὀνειδισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπωρίαν·» ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών·
«Ὀνειδισμὸς κατέαξε τὴν καρδίαν μου, καὶ ἠνιώμην·» ὁ δὲ Ἀκύλας, «Ὀνειδισμὸς, φησὶ, συνέτριψε τὴν καρδίαν μου, καὶ ἀπεγνώσθην.» «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ ἀνέμενον συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρηγοροῦντα, καὶ οὐχ εὕρισκον· Καὶ ἐνέβαλλον εἰς τὴν τροφήν μου χολὴν, καὶ ἐν τῇ δίψει μου ἐπότισάν με ὄξος.» Ὅτι μὲν οἱ μαθηταὶ αὐτοῦ, καταλιπόντες αὐτὸν, ἔφυγον κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅμως δ’ ἐκτὸς λύπης οὐκ ἦσαν, διδάσκει τὸ Εὐαγγέλιον. Ὅτε γὰρ Πέτρος ἀναγέγραπται ἀποκλαυσάμενος πικρῶς, οἵ τε λοιποὶ συνηγμένοι καὶ ὑφ’ ἕνα κρυπταζόμενοι οἶκον διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐκ ἕξω λύπης ὑπῆρχον. Οὐκ ἂν οὖν ἁρμόσειε ταῦτα περὶ τοῦ χοροῦ τῶν ἀποστόλων λέγεσθαι, ἀλλὰ περὶ τῶν θλιβόντων αὐτὸν, περὶ ὧν ἔλεγεν· «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Ἐγὼ μὲν γὰρ πάντα ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἐποίουν, καλύπτων ἐν νηστείᾳ τὴν ψυχήν μου, σάκκῳ τε ἐνδύματι χρώμενος·
PG 23:749οἱ δὲ τὰ ἐναντία τούτοις ἔπραττον, τοτὲ μὲν ὀνειδίζοντες καὶ διασύροντες τὰς ἐμὰς νηστείας, τοτὲ δὲ ἐν ταῖς παροινίαις αὐτῶν κατ’ ἐμοῦ ψάλλοντες, καὶ πάντα μᾶλλον ἢ συλλυπούμενοι. Κἀγὼ μὲν ὑπὲρ αὐτῶν ἀλγῶν ἐλυπούμην· οἱ δὲ οὐ συνήλγουν μοι, οὐδὲ συνέπασχον· ἀλλ’ οὐδὲ παράκλητός τις αὐτῶν εἰς ἐμὴν παραμυθίαν εὕρηται. Πάντα δὲ τὰ κατ’ ἐμοῦ ἐγχειροῦντες, εἰς μὲν τὸ βρῶμά μου χολὴν ἔβαλλον, καίτοι τροφὰς αὐτοῖς ἐμοῦ πλουσίας παρεχομένου· διψῶντι δέ μοι ὄξος ἀντὶ ποτοῦ προσέφερον. Τοιαύτην δέ μοι ἐκίρνων χολὴν ὁποίαν ἐδήλου ὁ προφητικὸς λόγος εἰπών· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Νοήσεις δὲ ὅπως τρέφεται ὁ Σωτὴρ ἡμῶν ἐπακούων αὐτοῦ λέγοντος· «Ἐπείνων, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ ἐποτίσατέ με.» Εἰ δὲ ἀντὶ τροφίμων καρπῶν τῶν διὰ εὐσεβοῦς βίου πικράς τις προσφέροι κατ’ αὐτοῦ βλασφημίας, τῇ τε διδασκαλίᾳ αὐτοῦ παρεμπλέκοι ἄθεα καὶ ψευδῆ δόγματα, οὗτος εἰς τὸ βρῶμα αὐτοῦ χολὴν ἐμβάλλει, καὶ διψῶντι οἶνον ἐκτροπίαν τὸν ἐκ τῆς εὐθείας ὁδοῦ παρατετραμμένον δίδωσιν.
Τοιαῦτα δὲ ἐθέσπιζε περὶ τοῦ Ἰουδαίων λαοῦ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ προφητικῶς ἀναφωνῶν καὶ λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Ἔνθεν εἰκότως τοῖς αὐτοῖς καὶ διὰ Ἡσαί̈ου καταμέμφεται τὸ Πνεῦμα λέγον· «Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» Καὶ πάλιν· «Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» Ἔργοις τοιγαροῦν καὶ πράξεσι, πικρῷ τε λόγῳ καὶ βίῳ ἔδωκαν εἰς τὸ βρῶμα τοῦ Σωτῆρος χολὴν, καὶ εἰς τὴν δίψαν αὐτοῦ ἐπότισαν αὐτὸν ὄξος. Ἐπεὶ δὲ ἔδει καὶ κατὰ τὴν ἱστορίαν τὸν τῆς προφητείας ἀποπληρωθῆναι λόγον, κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἱστορεῖ ὁ εὐαγγελιστὴς λέγων· «Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή. Σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ τῆς χολῆς, εἶπε·
Τετέλεσται καὶ αὕτη ἡ Γραφή, Καὶ κλίνας τὴν κεφαλὴν, ἀφῆκε τὸ πνεῦμα.» Καὶ ἐπειδὴ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα μετὰ τὴν συμπλήρωσιν τῆς Γραφῆς, εἰκότως καὶ ἐν τῷ ψαλμῷ μέχρι τούτου τὰ ἑαυτοῦ περιγράφει πάθη. Εἶτ’ ἐντεῦθεν ὁποῖα μετελεύσεται αὐτοὺς θεσπίζει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.» Ὥσπερ κατά τινα συνήθειαν, τὰ μέλλοντα ὡς παρῳχηκότα προφέρεσθαι εἴωθεν ἡ Γραφή· ἀρτίως γοῦν ἔλεγε τὸ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν,» ἀντὶ τοῦ, δώσουσι, «καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἀντὶ τοῦ, ποτίσουσι. Καὶ ἀλλαχοῦ δὲ ὁμοίως εἴρηται· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ πάλιν· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁμοίως γὰρ καὶ ταῦτα μέλλοντα γίγνεσθαι ὡς ἤδη παρῳχηκότα προανεφωνεῖτο. Οὕτω καὶ ὅσα νομίζεται προστακτικῶς ἢ εὐκτικῶς λέγεσθαι, καὶ ταῦτα προφητικῷ τρόπῳ προαγορευτικῶς ἐξακούεται· οἷά ἐστι τὰ μετὰ χεῖρας.
PG 23:751Τὸ γὰρ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν,» ἀκουστέον ἀντὶ τοῦ, «γενήσεται·» καὶ τὸ, «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν,» ἀντὶ τοῦ, «σκοτισθήσονται·» καὶ τὰ ἑξῆς τούτοις παραπλησίως. Οὐ γὰρ ἔχει λόγον τὸν ἡμῖν προστάττοντα μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν καὶ μὴ καταρᾶσθαι, ἀγαπᾷν δὲ καὶ τοὺς ἐχθροὺς, αὐτὸν τοιαῦτα κατεύχεσθαι ἑτέροις. Οὐκ εὐκτικῶς τοίνυν, οὐδὲ προστακτικῶς, κατὰ δὲ τὸν ἀποδοθέντα τρόπον προφητικῶς καὶ ταῦτα λέλεκται. Ἀνθ’ ὧν γὰρ τετολμήκασι καὶ διεπράξαντο κατ’ ἐμοῦ, τοιαῦτα αὐτοὺς διαδέξεται· ἡ τράπεζα αὐτῶν ἔσται αὐτοῖς οὐκ εἰς παράθεσιν τροφῆς, ἀλλ’ εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, ἀνθ’ ὧν ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Τράπεζαν δὲ τοῦ Ἰουδαίων ἔθνους τίνα ἂν εἴποις ἢ τὰς θεοπνεύστους Γραφὰς, ἃς μελετᾷν καὶ ἀποστοματίζειν εἰώθασιν; ὧν ἡ μὲν θεωρία καὶ ἡ νόησις, ψυχῶν τροφὴν λογικῶν περιέχει, ἡ δὲ λέξις τραπέζης χώραν περιέχει. Ταύτην τοίνυν τὴν τράπεζαν αὐτῶν, τὴν πρόχειρον τῶν θείων Γραφῶν ἀνάγνωσιν προαγορεύει ἔσεσθαι αὐτοῖς εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον·
Page scan enlarged

Notebook

Full View