PG 23Eusebius of Caesarea
Commentary on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 23:751καὶ ἔσεσθαι αὐτὴν τοιαύτην αὐτοῖς, οὐ φύσει οὖσαν τοιαύτην, ἀλλ’ αὐτοῖς ἔσεσθαι τοιαύτην. Τοῦτο γὰρ σημαίνει ὁ λόγος εἰπών· «Ἐνώπιον αὐτῶν γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον.» Ἔργῳ δὲ τοῦτο εἰς αὐτοὺς πληροῦται. Ταῖς γοῦν θείαις Γραφαῖς ἐντυγχάνοντες ἐξ αὐτῶν παγίσι περιπείρονται, ἑτέρως ἢ κατὰ τὸν ἀληθῆ νοῦν ἐκλαμβάνοντες τὰς λέξεις, καὶ διαστρέφοντες τὸν ἐν αὐταῖς ὀρθὸν λόγον, ἐξ αὐτῶν τε εἰς ἀπιστίαν τοῦ Σωτῆρος περιπειρόμενοι. Ἀλλὰ καὶ εἰς ἀνταποδόσεις γίνεται αὐτοῖς ἡ τράπεζα αὐτῶν. Ἐν γὰρ αὐτῷ τούτῳ τῷ μὴ συνιέναι τὰ ἀναγνώσματα, ἀπολαμβάνουσιν ὧν ἔδρασαν κατ’ αὐτοῦ τὴν τιμωρίαν. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, «καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς τιμωρίαν, ἡρμήνευσεν. Ἀλλὰ καὶ εἰς σκάνδαλον γίνεται ἐνώπιον αὐτῶν ἡ τράπεζα αὐτῶν. Σκανδαλίζονται γὰρ ἐντυγχάνοντες ψιλαῖς ταῖς λέξεσι, καὶ μὴ συνιέντες τὴν ἐν αὐταῖς θεωρίαν· οἷον ἀκούοντες, ὡς, ἐπιστάντος τοῦ Χριστοῦ, συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων καὶ βοῦς φάγεται ἄχυρα·
ταῦτα καὶ τὰ τοιαῦτα μὴ συνιέντες, σκανδαλίζονται ἐπὶ τῷ ἐληλυθότι Χριστῷ, ὅτι μὴ αἰσθητῶς ἐγένετο ταῦτα ἐν τῇ αὐτοῦ παρουσίᾳ. Οὕτως οὖν ἡ ἀποδοθεῖσα αὐτῶν τράπεζα γέγονεν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον. Καὶ ταῦτα πεπόνθασιν, ἐπειδήπερ ἐσκοτίσθησαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, διὰ τὸ παρῃτῆσθαι τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον, καὶ ἐπεὶ ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον, καὶ ὦτα ἔχοντες οὐκ ἤκουον. Ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, κατὰ τὸν Ἡσαί̈αν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν. Διὸ προαγορεύει φάσκων ὁ λόγος· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ ἄλλο δὲ ἐναργῶς συμβὰν αὐτοῖς θεσπίζει λέγων· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον,» ἀντὶ τοῦ, «συγκάμψεις·» καὶ, «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου,» ἀντὶ τοῦ, «ἐκχεεῖς·» καὶ, «ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς,» ἀντὶ τοῦ, «καταλήψεται.» Ὅπως δὲ καὶ ταῦτα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῷ Ἰουδαίων συμβέβηκεν ἔθνει, οὐ δυσχερὲς καταμαθεῖν. Πάλαι μὲν γὰρ διὰ τὰς εἰδωλολατρείας αὐτῶν ἐχθροῖς καὶ πολεμίοις πρὸς ὀλίγον καιρὸν ἐδουλοῦντο·
PG 23:753εἶτ’ αὖθις τὴν οἰκείαν ἐλευθερίαν ἐλάμβανον· αὐτόνομοί τε καὶ αὐτοβασίλευτοι διετέλουν, τὸ ἱερὸν καὶ τὴν ἐν αὐτῷ κατὰ τὸν Μωϋσέως νόμον λατρείαν διατρέχοντες· μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν, πάντων ἀθρόως ἐστερήθησαν· πολιορκίαν τε καὶ δουλείαν τὴν ὑπὸ Ῥωμαίοις ὑπομείναντες, διέμειναν οὕτω ταπεινοὶ, καὶ μηκέτ’ ἀνανεῦσαι δεδυνημένοι· ὃ δὴ σημαίνει ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» Πρόσχες γὰρ ὅπως εἴρηται τὸ, «διαπαντός·» οὐ γὰρ πρὸς ὀλίγον τινὰ χρόνον καθὼς ἄλλοτε ἐγένετο, ἀλλὰ, «διαπαντὸς,» φησίν. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσε· «Καὶ τοὺς νώτους αὐτῶν ἐνδελεχῶς ἀτόνωσον·» ὁ δὲ Σύμμαχος· «Καὶ τὰς ὀσφῦς αὐτῶν διαπαντὸς ἐξάρθρωσον.» Καὶ τοῦτο δὲ αὐτοῖς συνέβη· ἐπεὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐκέτι μέτρῳ κατὰ τὸ παλαιὸν μετῆλθεν αὐτούς· ἡ πᾶσα δὲ ἀθρόως κατ’ αὐτῶν ἐξεχύθη. Διὸ ἐπιλέγεται· «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ δηλοῦται ψαλμῷ τῷ φήσαντι· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τούτοις συμφώνως ἔλεγεν·
«Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Πρῶτον οὖν ἡ τράπεζα αὐτῶν ἐγένετο αὐτοῖς εἰς παγίδα· εἶτα οἱ ὀφθαλμοὶ αὐτῶν ἐσκοτίζοντο· εἶτα ὁ νῶτος αὐτῶν διαπαντὸς ἐκάμπτετο, τῆς τοῦ Θεοῦ ὀργῆς ἐπ’ αὐτοὺς ἐκχεομένης. Μετὰ δὲ ταῦτα ἄλλο τι γενήσεσθαι αὐτοῖς προαγορεύει φάσκων· «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη·» ἀντὶ τοῦ, γενηθήσεται· «καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἀντὶ τοῦ, μὴ ἔσεται. Ἔδει γὰρ μηδὲ τοῦτο παρελθεῖν τὴν προφητικὴν γνῶσιν· ὡς ἄρα καὶ ἡ ἔπαυλις αὐτῶν ἔσται ἔρημος· ἢ κατὰ τὸν Σύμμαχον, «ἀοίκητος·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἠφανισμένη.» Ἔπαυλιν δὲ αὐτῶν τὴν Ἱερουσαλὴμ ὀνομάζει, οὐκέτι Θεοῦ πόλιν οὖσαν, ἀλλ’ αὐτῶν ἔπαυλιν. Διὸ καὶ ἔρημον αὐτὴν ἔσεσθαί φησιν· ὃ δὴ καὶ ἔργῳ δείκνυται. Εἶτ’ ἐπιλέγει· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,» ἐξ αὐτῶν δηλαδὴ τῶν πάλαι οἰκητόρων· ὃ καὶ αὐτὸ ὀφθαλμοῖς ἡ ἀλήθεια τοῦ λόγου παρίστησιν. Εἰ γοῦν τις ἀφίκοιτο εἰς τοὺς τόπους, ἴδοι ἂν τὴν ἐσχάτην ἐρημίαν τοῦ τόπου· Ἰουδαίων δὲ οὐδένα τολμῶντα ἐπιβαίνειν τῇ πόλει, μήτι γε οἰκεῖν αὐτόθι·
ἀλλ’ οὐδὲ οἴκησις Ἰουδαϊκὴ περιλέλειπται ἐν τῷ τόπῳ, ὥς τινα τῶν Ἑλλήνων οἰκεῖν ἐν αὐτῇ δύνασθαι. Διὸ λέλεκται· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις κατεσκάφησαν. Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκηνωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως, σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων Γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. Διὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προφητεία· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν,» καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φησιν, οὐ διά τινα εἰδωλολατρείαν, ἀλλ’ «ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν προφητείαν, «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης,» δι’ οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. Ὅθεν εἴρηται παρὰ τῷ Ἀποστόλῳ·
PG 23:755«Εἰ γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Τίνι δὲ παρέδωκεν αὐτὸν, Ἡσαί̈ας διδάξει λέγων· «Καὶ Κύριος παρέδωκεν αὐτὸν ἁμαρτίαις ἡμῶν·» διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ. Ἀλλὰ καὶ «ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν γέγονε· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Οὐκοῦν καὶ πληγὰς καὶ μώλωπας εἴληφε, καὶ ταῦτα πάντα πέπονθε, τοῦ Πατρὸς βουλομένου καὶ συγχωροῦντος οὕτω γίγνεσθαι. Διὸ ἐν μὲν Ζαχαρίᾳ τῷ προφήτῃ λέλεκται· «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ. Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτω τὰ πρόβατα τῆς ποίμνης·» ἐν δὲ τῷ Εὐαγγελίῳ αὐτὸς ὁ Σωτὴρ ἡμῶν πρὸς τῷ πάθει γενόμενος τοῖς αὐτοῦ μαθηταῖς διεστέλλετο εἰπών· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ·
Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ ἐν τῷ μετὰ χεῖρας τοιγαροῦν τούτοις συμφώνως εἴρηται τὸ, «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Ὁ μὲν οὖν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Δυνάμει τε αὐτὸς ἦν ὁ πατάξας διὰ τοῦ συγχωρῆσαι τοιαῦτα αὐτὸν παθεῖν. Οἱ δὲ οὐκ ἐπάταξαν μόνον, ἀλλὰ καὶ ἤλασαν ἐξ ἑαυτῶν καὶ μακρὰν ἀπεδίωξαν αὐτόν· δέον καὶ παταχθέντα παραδέξασθαι· γνόντας, ὅτι Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ὅτι μὴ γνόντα ἁμαρτίαν, αὐτὸν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Μνημονεῦσαι δὲ χρὴ καὶ τῶν Ἡσαί̈ου φωνῶν, δι’ ὧν ἐλέγετο· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ Κύριος παρέδωκε ταῖς ἁμαρτίαις ἡμῶν·» καὶ, «Ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ὅτι τε ἐτραυματίσθη οὐ δι’ ἄλλο τι, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Οἱ δὲ τούτων μὲν οὐδὲν διενοήθησαν, ἤλασαν δὲ αὐτὸν καὶ ἀπεδίωξαν ἑαυτῶν, ἐξαιτησάμενοι μὲν τὸν φονέα, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι.
PG 23:757Διό φησιν ἐνταῦθα· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐγὼ μὲν γὰρ τὰ ὑπὲρ αὐτῶν ἀνεδεχόμην τραύματα, καθαρμὸς αὐτῶν γενόμενος, καὶ ἀντίψυχον διὰ τὰς ἁμαρτίας αὐτῶν· οἱ δὲ προσέθηκαν ἐμοὶ τὰ ἑαυτῶν κακά. «Ἔδωκαν» γοῦν «εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» οὐ μόνον καθ’ ὃν ἔπασχον ὑπ’ αὐτῶν καιρὸν, ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ταῖς κατ’ ἐμοῦ βλασφημίαις παραμένοντες. Διὸ κατὰ τὸν Ἀκύλαν, ἀντὶ τοῦ, «προσέθηκαν,» διηγήσονται, εἴρηται· κατὰ δὲ τὸν Σύμμαχον, «ἐξηγοῦντο.» Οὐ γὰρ ἀπήρκει τὸ ἅπαξ ποτὲ τραυματίσαι αὐτὸν, καὶ τοιαῦτα κατ’ αὐτοῦ τολμῆσαι· ἀλλ’ ὥσπερ ἐπὶ κατορθώμασιν ἐγκαυχώμενοι τοῖς ἑαυτῶν τέκνοις, τὰ κατ’ αὐτοῦ τολμηθέντα αὐτοῖς διηγοῦντο. Ἐπεὶ τοίνυν αὐτοὶ ταύτην εἵλαντο τὴν μερίδα, διώξαντες μὲν ὃν σὺ ἐπάταξας, ἀνομίας δὲ καὶ ἀσεβείας ἐφ’ ἑαυτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν σωρεύσαντες· εἰκότως ἐπιλέγεται τούτοις· «Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν·» ἀντὶ τοῦ, «προσθήσεις·» ἔσται γὰρ αὐτοῖς κακῶν προσθήκη.
Τὰ μὲν γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἀνθρώποις γίγνεται, τὰ δὲ ἐκ τῶν ἐπακολουθούντων ἔξωθεν τῷ ἐφ’ ἡμῖν. Διὸ λέλεκταί που πρὸς τὸν Θεόν· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις·» Καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται ἐκ προσώπου αὐτοῦ. «Καὶ ἐὰν πορευθῆτε πρὸς μὲ πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ.» Ἐπεὶ τοίνυν αὐτοὶ ὥσπερ μακρῷ σχοινίῳ τὰς ἀνομίας ἑαυτῶν ἐπεσπάσαντο, εἰκότως καὶ σὺ ὁ δίκαιος κριτὴς προσθήσεις ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν· δευτέραν αὐτοῖς πρὸς τῇ προτέρᾳ λογιζόμενος. Ἀλλὰ καὶ «Μὴ εἰσελθέτωσαν, φησὶν, ἐν δικαιοσύνῃ σου.» Ἡ μὲν γὰρ σὴ δικαιοσύνη δικαίους εἰσκαλεῖται, καὶ πάντας εἰς τὰ ἐνδοτάτω τῆς σῆς βασιλείας κατὰ τὰς ἐπαγγελίας ὑποδέχεται· οἱ δὲ τοιαῦτα τολμήσαντες οὐκ εἰσελεύσονται μετὰ τῶν τῇ σῇ δικαιοσύνῃ συνελευσομένων· ἀλλ’ οὐδὲ ἐγγραφήσονται ἐν βίβλῳ ζώντων· τοὐναντίον δὲ πείσονται τοῖς ἐγγραφομένοις. Εἰ γὰρ καὶ πρῶτοι τῆς ἐμῆς χάριτος ἀξιωθέντες ἐνεγράφησάν ποτε ἐν τῇ βίβλῳ τῶν ζώντων διὰ τοὺς παρὰ τῷ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας·
ἀλλ’ ἐπεὶ τοιαῦτα τετολμήκασιν, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Διασαφῶν δὲ τὴν ἔννοιαν τῆς βίβλου τῶν ζώντων, ἐπιλέγει ἑξῆς· «Καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Ἐκλογῆς γὰρ γιγνομένης τῶν κατὰ τὸν ἀνθρώπινον βίον, οἱ μὲν ζωῆς ἄξιοι τῆς παρὰ τῷ Θεῷ διὰ τὴν οἰκείαν δικαιοσύνην ἀνάγραπτοι γενήσονται παρ’ αὐτῷ· οἱ δὲ ἀπόβλητοι τῆς βίβλου ἔσονται οἱ τὸν ἀρχηγὸν τῆς ζωῆς παραιτησάμενοι. Καὶ τοῦτο μὲν τὸ τέλος τῶν τὰ προλεχθέντα κατὰ τοῦ Σωτῆρος ἡμῶν τετολμηκότων· τὰ δ’ ἑξῆς ὁ λόγος ἐπὶ τὸ φαιδρότερον μεταβάλλει, ἐντεῦθεν λοιπὸν τῆς εὐαγγελικῆς χάριτος ἀπαρχόμενος. «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Ὁ εἰπὼν ἐν Εὐαγγελίοις· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» διὰ τῶν προκειμένων πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, φησί. Πτωχὸς δὲ ἦν τὸν πλοῦτον τῆς αἰωνίου βασιλείας ἀποθέμενος Διό φησιν ὁ Παῦλος· «Ἰησοῦς Χριστὸς πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλὰ καὶ «ἀλγῶν» γέγονε· διὸ ἔλεγεν ἀνωτέρω·
PG 23:759«Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἤλγει γὰρ ἐπὶ τοῖς ἀπολλυμένοις, καὶ ὑπερέπασχε τῶν μὴ προσιόντων τῇ δι’ αὐτοῦ προξενουμένῃ σωτηρίᾳ. Διὸ ὥσπερ ἀλγῶν ἐβόα· «Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν εἰμι; ἕως πότε ἀνέχομαι ὑμῶν;» Διό φησι· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι· ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν. Εἰ γὰρ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης, ὡς διὰ τῶν τῆς προφητείας ἐδήλου, νυνὶ δέ φησιν· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» σαφῶς παρίστησιν ἀντιλήψεως τετυχηκέναι, μετὰ τὸ ἐληλυθέναι εἰς τὰ βάθη τῆς θαλάσσης, μετὰ τὸ πεπονθέναι τὰ προλεχθέντα. Διὸ καὶ ἐν κα ψαλμῷ τὸν «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἀνέπεμπεν ὕμνον. Εἶθ’ ὡς τυχὼν ἀντιλήψεως, μεταβάλλει τοὺς λόγους ἐπὶ τὸ φαιδρότερον, ὕμνους ἀναπέμπων τῷ ἑαυτοῦ Πατρὶ, ἐν οἷς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μετ’ ᾠδῆς.» Τὸ δὲ μετὰ μέλους καὶ ᾠδῆς λόγους προσφέρεσθαι σύμβολον ἦν θυμηδίας καὶ εὐφροσύνης. Ἀλλὰ καὶ «μεγαλυνῶ αὐτὸν,» φησίν· δῆλον δ’ ὅτι τὸν αὐτοῦ Πατέρα.
Πῶς δὲ καὶ αὐτὸν μεγαλυνεῖ, ἐπιλέγει ἑξῆς, «ἐν αἰνέσει·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν εὐχαριστίᾳ.» Νοήσεις δὲ τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν δι’ ἧς ὁ Υἱὸς μεγαλύνει τὸν Πατέρα, ἐπιστήσας τοῖς μυστηρίοις τῆς Καινῆς Διαθήκης, ἐν οἷς καθ’ ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τοῦ Θεοῦ τὰς εὐχαριστίας καὶ τὰς λογικὰς καὶ ἀκάπνους λατρείας ἀναφέρειν τῷ Θεῷ παρείληφεν. Αὕτη δὲ ἡ αἴνεσις καὶ ἡ εὐχαριστία πολὺ κρείττων τυγχάνει τῶν σωματικῶν θυσιῶν, τῶν κατὰ τὸν Μωϋσέως νόμον πάλαι προσαγομένων. Διὸ ἐπιλέγει· «Καὶ ἀρέσει τῷ Κυρίῳ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Εἰ γὰρ ἐπὶ τούτοις σεμνύνονται Ἰουδαίων παῖδες, ἴστωσαν, ὅτι πολὺ βελτίων καὶ τῷ Θεῷ προτιμοτέρα ἡ ἐμὴ εὐχαριστία καὶ ἡ ἐμὴ αἴνεσις τῶν προλεχθέντων. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· «Καὶ ἀρέσει τῷ Κυρίῳ μᾶλλον ἢ βοῦς ταῦρος διχηλῶν, κεράστης.» Διὰ τί δὲ ἐνταῦθα μόσχου μνημονεύει καὶ οὐχ ἑτέρου τινὸς τῶν προσφέρεσθαι εἰωθότων εἰς θυσίαν ζώων, ἄξιον μὴ ἀβασανίστως παρελθεῖν. Τῶν γὰρ κατὰ τὸν Μωϋσέως νόμον θύεσθαι προσταττομένων ζώων τὰ μὲν ἐξ ἀγέλης βοῶν προσήγετο, τὰ δὲ ἐκ προβάτων, τὰ δὲ ἀπὸ πετεινῶν·
PG 23:761καὶ τὰ μὲν ἄῤῥενα, τὰ δὲ θήλεα· καὶ τὰ μὲν ἑκούσια κατὰ προαίρεσιν, τὰ δὲ κατὰ ὀφειλήν· καὶ τὰ μὲν ὠνομάζετο θυσία σωτηρίου, τὰ δὲ ὑπὲρ ἁμαρτίας· καὶ τὰ μὲν ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο, τὰ δὲ ὑπὲρ παντὸς τοῦ λαοῦ, τὰ δὲ ὑπὲρ ἄρχοντος ἡμαρτηκότος. Πολλῆς δὲ οὔσης ἐν τούτοις διαφορᾶς, οὐδὲ πώποτε ὑπὲρ τοῦ τυχόντος ἄρχοντος, οὐδ’ ὑπὲρ ἰδιώτου ἀνδρὸς μόσχος ἀνεφέρετο. Ποτὲ δὲ ὁ μόσχος ὁ ἄῤῥην ἐθύετο, ἄλλοτε πᾶσα ἡ συναγωγὴ ἁμαρτίᾳ περιπεπτώκει, ὑπὲρ ἧς καὶ αὐτὸς ὁ ἱερεὺς ὥσπερ κεφαλὴ ὢν τοῦ παντὸς λαοῦ τῆς ἁμαρτίας κοινωνὸς τὸν μόσχον προσῆγε. Ταῦτα δὲ ἐν Λευιτικῷ εὕροις ἂν ἐπιστήσας, ἐν ᾧ γέγραπται· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ·» καὶ ἑξῆς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς· καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ οὐ ποιηθήσεται, καὶ πλημμελῶσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ·
καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας.» Καὶ μετὰ ταῦτα ἡ ἱστορία εἰσάγει ὑπὲρ τοῦ ἀρχιερέως θυσίαν μόσχον, ἐν οἷς εἴρηται· «Καὶ προσήγαγε Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, καὶ ἔσφαξεν αὐτόν.» Ὁρᾷς ἐπὶ ποίοις ὁ μόσχος προσεφέρετο ἐπὶ πάσῃ τῇ συναγωγῇ Ἰσραὴλ ἁμαρτούσῃ, καὶ ἐπὶ ἀρχιερεῖ ἡμαρτηκότι· καὶ οὐχ ἁπλῶς ἡμαρτηκότι, ἀλλὰ καὶ τῷ λαῷ αἰτίῳ γενομένῳ ἁμαρτίας· λέγει γάρ· «Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν·» ἀνθ’ οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· «Εἰς πλημμέλησιν τοῦ λαοῦ.» Ἐπεὶ τοίνυν κατὰ τὸ σωτήριον πάθος οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, τῷ τε παντὶ λαῷ διαστροφῆς αὐτοὶ γεγόνασιν αἴτιοι· γέγραπται γάρ· «Καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν·» καὶ πάλιν ἑξῆς·
«Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωσι τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν·» Χρεία δὲ ἦν καθάρσεως τοῖς ταῦτα τετολμηκόσι, καὶ θυσίας οὐκ ἄλλης, ἢ τῆς διὰ τοῦ μόσχου, ὡς μεμαρτύρηται διὰ τῆς προτεθείσης Γραφῆς· εἰκότως, Οὐκ αἰσθητὸν ἐγὼ, φησὶ, μόσχον προσφέρω, διὰ τῶν προκειμένων ὁ Σωτὴρ ἡμῶν, ἀλλὰ τὴν καθαρὰν καὶ ἄναιμον θυσίαν, ἣν αὐτὸς ἐγὼ συνεστησάμην ἐν τῇ ἐμαυτοῦ Ἐκκλησίᾳ διὰ τῆς ἀναίμου καὶ ἀπύρου λειτουργίας, τῆς δι’ αἰνέσεως· ἥτις ἀρέσει τῷ Θεῷ μᾶλλον ἢ ὁ παρὰ Μωϋσεῖ νενομοθετημένος μόσχος. Διὸ λέλεκται· «Μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ,» ἡ αἴνεσις δηλαδὴ, «ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἔτυχον δ’ ἂν ἀφέσεως καὶ καθάρσεως τῶν ἡμαρτημένων αὐτοῖς οἱ ἀρχιερεῖς καὶ οἱ τοῦ παντὸς ἔθνους, εἰ κέχρηντο ταύτῃ τῇ θυσίᾳ, τὴν καινὴν καὶ σωτήριον Διαθήκην παραδεξάμενοι. Εἶτα εὐχὴν ἀναπέμπει ὁ προλεχθεὶς πτωχὸς ὑπὲρ τῶν παραπλησίως αὐτῷ πτωχῶν, περὶ ὧν διδάσκει λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καί φησι διὰ τῆς εὐχῆς·
PG 23:763«Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.» Εὔχεται δὲ ἤδη ποτὲ εἰς ἔργα χωρῆσαι τὰ προλεχθέντα, ὥστε ὀφθαλμοῖς αὐτὰ θεάσασθαι τοὺς εἰρημένους πτωχοὺς, δηλαδὴ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἀποστόλους. Ἰδεῖν δὲ τούτοις εὔχεται τὴν ἀποδομασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» θεῖσαν αὐτοῦ αἴνεσιν τὴν ὑπὲρ μόσχον νέον τὸν κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ δὴ πληρουμένης αὐτοῦ τῆς εὐχῆς μακροῖς ὕστερον χρόνοις, ἐμακάριζε τοὺς κατηξιωμένους τῆς τῶν πραγμάτων θέας· διὸ ἐν Εὐαγγελίοις ἀναγέγραπται τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι.» Ταῦτα γὰρ σύμφωνα ἦν τῷ φήσαντι λόγῳ· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Εὐξάμενος ὑπὲρ τῶν πτωχῶν, πρὸς αὐτοὺς λοιπὸν ποιεῖται τὸν λόγον, εὐαγγελίζεταί τε αὐτοῖς ζωὴν οὐ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ ταύτην αὐτοῖς εὑρεθήσεσθαι ἐκζητήσασι τὸν Θεὸν ἐπαγγέλλεται· διό φησι· «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Πηγὴ γὰρ ζωῆς παρ’ αὐτῷ.
Διὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἡ γὰρ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἶτ’ ἐπιλέγει· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.» Πάλιν δὲ κἀνταῦθα τὸ, «εἰσήκουσεν,» ἀντὶ τοῦ, «εἰσακούσεται,» εἴρηται, καὶ τὸ, «οὐκ ἐξουδένωσεν,» ἀντὶ τοῦ, «οὐκ ἐξουδενώσει.» Προειπὼν γὰρ, «Ζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,» θαρσούντως φησὶ, Ζητήσατε, ὅτι εἰσακούσεται τῶν πενήτων. Οὐ γὰρ τρυφώντων ἐστὶν ὁ Θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζονευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. Διὸ εἴρηται· «Ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Θαρσοῦντες οὖν ζητήσατε τὸν Θεὸν, εἰδότες, ὅτι εἰςακούσεται ὑμῶν τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει·
ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.» Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου λέγοντος· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» ᾧ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ. Ἀλλὰ καὶ οἱ ὄντες ἐν τῷ σκήνει ὥσπερ ἐν δεσμοῖς ὄντες στένουσι λυθῆναι τῶν δεσμῶν ἱκετεύοντες· διό φασι· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ σώματος τοῦ θανάτου τούτου;» Οἱ μὲν οὖν τὸ φθαρτὸν σῶμα βαρούμενοι, καὶ τὴν φθορὰν ἀποστρεφόμενοι, στένοντές τε ἐπὶ τῷ φθαρτῷ βίῳ, δεσμῶται τοῦ Θεοῦ τυγχάνουσι, καὶ πεπεδημένοι αὐτοῦ, ὧν τὰς εὐχὰς οὐκ ἐξουδενώσει, οὐδὲ ἀποστραφήσεται. Οἱ δὲ τοὺς ἑαυτῶν δεσμοὺς πιαίνοντες, καὶ διὰ πολλῆς τρυφῆς περιέποντες, δεσμῶται φθορᾶς καὶ θανάτου λεχθεῖεν ἂν εἰκότως. «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἐπειδὴ τοῖς πτωχοῖς ἐπηγγείλατο βασιλείαν οὐρανῶν εἰπὼν, «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» σφόδρα ἀκολούθως μετὰ τὸν περὶ τῶν πενήτων λόγον ἐπιφέρει·
PG 23:765«Αἰνεσάτωσαν αὐτὸν οὐρανοί.» Ἐπειδὴ κατὰ πᾶσαν τὴν οἰκουμένην κατά τε γῆν καὶ θάλασσαν ἤμελλον Ἐκκλησίαι τῷ Θεῷ συνίστασθαι ἐκ τῶν προλελεγμένων πτωχῶν, ἀκολούθως ἐπισυνῆπται, «καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Ἕρποντα δὲ ἐπὶ γῆς καὶ θαλάσσης ἐνταῦθα κελευόμενα σὺν οὐρανῷ καὶ γῇ αἰνεῖν τὰ ἔθνη τυγχάνει τὰ ἐν τῷ θνητῷ βίῳ τῶν ἀνθρώπων ἑρπετῶν δίκην τὸ παλαιὸν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα. Καὶ παρὰ τῷ Ἡσαί̈ᾳ θηρία καὶ ἑρπετὰ ἀλληγορικῷ τρόπῳ τὰ ἔθνη κέκληται, ἐν οἷς εἴρηται· «Καὶ συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ ἀδικήσουσιν·» ἃ καὶ διερμηνεύων ἑξῆς ὁ λόγος ἐπιφέρει· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεςσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι.» Τῆς οὖν μεταβολῆς ταύτης τῶν ἐθνῶν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γιγνομένης, εἰκότως σὺν οὐρανῷ καὶ τοῖς κατ’ οὐρανὸν ἀγγέλοις τὰ ἀποδοθέντα ἑρπετὰ αἰνεῖν προστάττεται τὸν Θεόν. Διὸ λέλεκται·
«Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Πῶς δὲ δύναται τὸν Θεὸν αἰνεῖν τὰ ἑρπετὰ, εἰ μὴ μετάσχοι φρονήσεως καὶ Θεοῦ γνώσεως; Οὐκοῦν θύσει τὴν θυσίαν τῆς αἰνέσεως καὶ τὰ ἑρπετά; Ὅτι δὲ ἀνθρώπους διὰ τούτων αἰνίττεται, διδάσκει τὸ Εὐαγγέλιον, ἐν ᾧ γέγραπται· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους μετανοίας.» «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Αἰτίαν ἀποδίδωσι δι’ ἣν οὐρανοὶ καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς αἰνέσειν λέγονται τὸν Θεόν. Ἡ δὲ αἰτία ἐστὶν αὕτη, «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις Ἰουδαίας.» Ποίαν δὲ Σιὼν, ἢ δηλονότι τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν; Πόλεις δὲ Ἰουδαίας μὴ ὄκνει λέγειν τὰς θεοπνεύστους Γραφὰς, δι’ ὧν ἡ Ἰουδαϊκὴ πολιτεία τετύπωται. Ἀλλ’ αὗται μὲν αἱ πόλεις καθῄρηντο, ὅσον ἐπὶ Ἰουδαίοις, οἰκοδομὴν δὲ εἰλήφασι διὰ τῆς ἐν Χριστῷ καινῆς διδασκαλίας·
δι’ ἧς καὶ ἡ ἀληθινὴ περιτομὴ συνίσταται, καὶ τὰ πνευματικὰ Σάββατα, καὶ αἱ πνευματικαὶ θυσίαι καὶ πάντα τούτοις ἀκολούθως κατὰ τὴν ἑρμηνείαν τοῦ πνευματικοῦ νόμου. Οὕτως οὖν οἰκοδομοῦνται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐν αὐταῖς οἱ πολῖται καὶ οἱ κληρονόμοι τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐπηγγελμένων· διὸ λέλεκται· «Καὶ κληρονομήσουσιν αὐτήν.» Ἀλλὰ καὶ «τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.» Δοῦλοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ πάντως οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ τὸ σπέρμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης κατασπαρὲν, ὅπερ τὴν κληρονομίαν τὴν ἐπηγγελμένην ἐν ταῖς θείαις Γραφαῖς καθέξει; Ἀλλὰ καὶ «οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ,» δῆλον δ’ ὅτι τῇ κληρονομίᾳ· οἷς λεχθήσεται· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Εἰ δὲ ἐπουράνιός ἐστι τοῦ Θεοῦ πόλις Σιὼν, περὶ ἧς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ,» εἶεν ἂν πόλις τῆς Ἰουδαίας;
PG 23:767δι’ ἃς ἀκολούθως τῇ ἐπουρανίῳ Σιὼν αἱ πολλαὶ παρὰ τῷ Πατρὶ μοναὶ, ἐν αἷς κατοικήσουσι, καὶ ἃς κληρονομήσουσι πάντες οἱ δοῦλοι αὐτοῦ· οἵ τε πάλαι γενόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες, καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ Εὐαγγελίου αὐτοῦ. Ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν, οἱ ἐξ αὐτῶν δηλαδὴ κατὰ Θεὸν γεγενημένοι, προκόψαντες καὶ εἰς τὸ τέλειον ἐλθόντες τῆς τοῦ Θεοῦ ἀγάπης, τοῦτο γέρας ἕξουσι καὶ μισθὸν ἐπάξιον παρ’ αὐτοῦ, τὸ κατασκηνῶσαι ἐν τῇ ἐπηγγελμένῃ αὐτοῖς κληρονομίᾳ.

To the End 2ΕΙΣ ΤΟ ΤΕΛΟΣ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΑΝΑΜΝΗΣΙΝ. ΞΘ. «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε τι τῶν τοιούτων οἱ προκείμενοι τυγχάνουσι λόγοι· πλὴν ἀναπέμπουσιν εἰς τὸ τέλος, ἐπεὶ περὶ μελλόντων τὴν ἱκετηρίαν ποιοῦνται. Εἴρηνται δὲ «τῷ Δαυὶ̈δ εἰς ἀνάμνησιν·» ὡς ἂν εἰς αὐτὸ τοῦτο λεχθέντες, ἵν’ ἔχοι προχείρως διὰ στόματος ἀπομνημονεύειν αὐτοὺς, καὶ ἀντὶ ἐπῳδῆς αὐτοῖς ἐν ταῖς περιστάσεσι χρῆσθαι.
Δύο δέ εἰσιν οἱ «εἰς ἀνάμνησιν» ἐπιγεγραμμένοι, ὅ τε μετὰ χεῖρας, καὶ ὁ λζ ἐπιγεγραμμένος καὶ αὐτὸς «εἰς ἀνάμνησιν.» Ἀλλ’ ἐκεῖνος μὲν οὐκ εἰς τὸ τέλος ἀνέπεμπεν, ἀλλ’ ἦν «ψαλμὸς τῷ Δαυὶ̈δ εἰς ἀνάμνησιν·» Οὗτος δὲ «εἰς τὸ τέλος» ἐπιγράφει. Ὁ μὲν οὖν λζ, οὐ μελλόντων ἦν προαγορευτικὸς, ἀλλὰ παρῳχηκότων πραγμάτων ὑπομνηστικός· διὸ τὴν αὐτὴν ἀρχὴν εἶχε τῷ ϛ λέγων· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Μίαν τε οἱ ἀμφότεροι ὑπόθεσιν περιεῖχον. Ὁ μὲν γὰρ ἕκτος προϊὼν ἐπιλέγει· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·» ὁ δὲ λζ τὰ ὅμοια διδάσκει λέγων· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.» Ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἐπὶ τὴν μνήμην τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἀνέφερε. Διόπερ «εἰς ἀνάμνησιν» ἐπέγραφεν, ἐπαναλαμβάνων τὰ παρελθόντα διὰ τῆς συνεχοῦς ἐξομολογήσεως.
Διὸ οὐκ ἐπέγραφεν «εἰς τὸ τέλος.» Ὁ δὲ παρὼν «εἰς τὸ τέλος» εἴρηται, ἐπειδήπερ ἱκετηρία ἐστὶ προσδοκωμένων πραγμάτων, τοῦ Προφήτου προλαμβάνοντος καὶ εὐχομένου· ἵν’, εἴ ποτε συμβαῖεν ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπιβουλαὶ κατ’ αὐτοῦ, ταῖς προκειμέναις ἐπῳδαῖς χρώμενος ἀλεξιφάρμακα ὥσπερ ἀποτρόπαια παντὸς πονηροῦ ἀντιπεριάμματος ἐπάγοιτο. Μήποτε δὲ καὶ προφητικῶς εἰς πρόσωπον ἀναφέρεται τὰ λεγόμενα τοῦ Σωτῆρος; ἐπειδήπερ ἐν μὲν τῷ πρὸ τούτου σαφῶς θεσπίζοντι τὸ πάθος αὐτοῦ ἐλέγετο ἐξ αὐτοῦ προσώπου· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει· «Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι.» Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγράφειν «εἰς τὸ τέλος.» Ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ Δαυὶ̈δ λέγοιτο, εἴποις ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον·
PG 23:769«Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἐνώπιον Κυρίου εὑρήσεις χάριν.» Διὸ μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμικρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ, πτωχὸν καὶ πένητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμασε· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλομένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ Θεοῦ βοήθειαν ἐξῄτει λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.» Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σωτηρίᾳ τῆς ψυχῆς, προσετίθει τὸ, «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Διὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοηθείας·
ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄνθρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τινες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. Εἰ δὲ βοηθοῦ τύχοι τοῦ Θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος· αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπίβουλοι· οἵτινες ἐφ’ ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, «Εὖγε, εὖγε,» ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ’ εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνόμιζον. Εἰ δὲ ἐπὶ τὸν Σωτῆρά τις ἀναφέροι ταῦτα διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς Ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμένους, καὶ τοὺς διωγμοὺς συνεχῶς κατ’ αὐτῆς ἐνεργοῦντας, ἀποτροπιαζόμενος αὐτῶν τὴν κακίαν, ταύτην προφητικῶς ἀνέπεμπε τὴν εὐχὴν, οὕτω δεῖν εὔχεσθαι διδάσκων τὴν Ἐκκλησίαν αὐτοῦ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάντες οἱ ζητοῦντές σε.» Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει.
PG 23:771Καὶ εἰ μὲν ὁ Δαυὶ̈δ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν Θεὸν ζητοῦντες, ὧν εἷς καὶ αὐτὸς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ Θεοῦ λέγοιεν ἂν, «Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νικῶντος ἐν αὐτοῖς καὶ δι’ αὐτῶν πᾶν τὸν πολέμιον γένος τοῦ Θεοῦ. Εἰ δὲ ὁ Σωτὴρ τοῖς προλεχθεῖσιν ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότων, λέγοι ἂν τὸ, «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε.» Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐχοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δήποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ἐκζητοῦντές σε, «ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ, καὶ λεγέτωσαν, Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο λεγέτωσαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν Σωτῆρα σωτήριον πολλαχοῦ τῶν Γραφῶν ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι’ ἔργων τὴν διδασκαλίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες. «Ἐγὼ δὲ πτωχὸς καὶ πένης·
ὁ Θεὸς, βοήθησόν μοι.» Καὶ Δαυὶ̈δ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ Θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. Διὸ τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξῃτεῖτο λέγων· «Ὁ Θεὸς, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Διὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ Πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. Διό φησι· «Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Εἰ δὲ καὶ ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις. Ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ’ αὐτοῦ ἐπαναστάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές με δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες·
Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον,» καὶ τὰ τούτοις ἀκόλουθα. Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προί̈ετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφροσύνης, λέγοντες διαπαντός· «Μεγαλυνθήτω ὁ Θεὸς,» αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ.

§ 78

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ο. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέλου με.» Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λ περιέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρόπον. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου.» Ἀλλ’ ἐκεῖνος μὲν, «Εἰς τὸ τέλος,» καὶ «Ψαλμὸς τῷ Δαυὶ̈δ,» ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. Κἀκεῖνος μὲν ἐξομολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ Σωτῆρος προενηνεγμένη.
PG 23:773Διὸ οὐδὲ ἐπιγέγραπται συνήθως, «τοῦ Δαυί̈δ.» Εἴποι δ’ ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά·» καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φωναῖς λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθείησαν·» καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρμόζειν τῷ Πατρί· Διά τε τὸ λέγεσθαι ἐν αὐτῷ· «Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου·» αὐτὰ γὰρ ταῦτα ἐν καὶ τῷ κα ψαλμῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός·» καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἐν τῷ, «Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ,» ἰσοδυναμεῖν ἔοικε τῷ ἐν κα ψαλμῷ φάσκοντι λόγῳ·
«Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη.» Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο, «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» ἐν δὲ τῷ προκειμένῳ, «Ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἀλλὰ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου· «Ὁ Θεὸς, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς γῆς πάλιν ἀνήγαγές με;» Εἴτ’ οὖν ἐκ προσώπου τοῦ Σωτῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκειμένων ἀκουστέον. Περιέχει γὰρ διδασκαλίαν παιδεύουσαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν Κύριον τὰς ἑαυτῶν ἀναρτᾷν ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώμασι κοσμικοῖς, ἢ ἐπὶ ἀρχόντων οἰκειότητι καὶ προστασίᾳ, ἐφ’ ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν.
«Ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Κέκραγέ τε βοῶν ὁ λόγος· «Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, μηδὲ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία·» καὶ πάλιν· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα· «Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπὶ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπὶ ἄρχοντας.» Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, «Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Συνειδήσει δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, «Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,» ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων·
PG 23:775«Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Προασπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ’ ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.» Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· «Ὅτι πέτρα μου καὶ ὀχύρωμά μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· «Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.» «Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· «Ὁ Θεός μου·» Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὁ δὲ λέγων, «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,» καὶ πάντα δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκότως εἴποι ἂν, «Ὁ Θεός μου.» Ῥυσθῆναι δὲ ἐκ χειρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει·
«Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·» ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν Θεὸν ἑαυτοῦ Θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλεγομένας αἰτίας. Σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπομονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. Οὐ γὰρ πώποτε διέλιπόν σε ὑπομένων, οὐδὲ γέγονέ τις καιρὸς, ἐν ᾧ οὐχί σε προεθέμην ἐμαυτοῦ ἐλπίδα. Ὧν χάριν ἱκετεύω ἐκ χειρὸς ἁμαρτωλῶν καὶ παρανομούντων ῥυσθῆναι. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής.» Τὸ μὲν ἐκ νέας ἡλικίας ἐπὶ τὸν Θεὸν ἐλπίζειν λέγοιτ’ ἂν καὶ περὶ τοῦ Δαυί̈δ. Ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρόβατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν Θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπῄει τῆς τῶν προβάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποιμένα, περὶ οὗ εἴρηται· «Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου.» Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν Θεόν.
Ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας τῆς κατὰ Θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμόθεος ἐκ παιδὸς ἅγια Γράμματα μεμαθηκὼς τὸ, «Ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Τὸ δὲ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστὴς,» μόνῳ ἂν ἁρμόζοι τῷ Σωτῆρι ἡμῶν ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ’ ὃν ἐκυοφορεῖτο καιρόν. Οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυί̈σκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολουθούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκαιεν ἄν. Ὁ δὲ λέγων τῷ Θεῷ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς,» οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι Θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι’ ἧς ἐπ’ αὐτὸν τὸν Θεὸν ἐστηρίζετο. Καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμβανόμενος. Τὸ δὲ, «Ἐκ κοιλίας μητρός μου εἶ σκεπαστής,» δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν.
PG 23:777Εἰ γὰρ μὴ Θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ’ ἂν συνέστη, οὐδ’ ἂν μετέσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς κεχρῆσθαι αἰσθητηρίοις. Πάλιν δὲ καὶ ἐν τούτῳ λέγων, «Σύ μου εἶ σκεπαστὴς,» ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. Τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ Σωτῆρος, αὐτὸς ἦν ὁ Πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπεστηρίζετο. Οὕτως διαπαντὸς «ὕμνησιν» ἑαυτοῦ εἶχε τὸν Πατέρα. Διὸ ἐπιλέγει· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν Πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ’ αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. Ἀλλ’, Ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός. Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὥσπερ τέρας ἐκτήσαντό με. Τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς·
καί τινας μὲν Θεὸν εἶναι ἄσαρκον καὶ ἀσώματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφημίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν. Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. Τὸ γὰρ σταυρὸν ὑπομεῖναι Θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν ἀληθῶς. Διό φησιν· «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλ’ ἐν πᾶσι τούτοις σὺ, φησὶ, «βοηθός» μου γέγονας «κραταιός·» οὐδὲ γὰρ ἄλλον ἐκτησάμην βοηθόν. Πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτὸν ὑπεγραψάμην, «βοηθός» μου γέγονας «κραταιός.» Καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται· «Σοὶ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. Εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ πεποίθησίς μου ἰσχυρά.» «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.» Ἤδη μὲν κατὰ τὸν παρελθόντα χρόνον ὕμνησίς μου, φησὶν, ἐν σοὶ γέγονε διαπαντός·
PG 23:779πλὴν ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πληρῷτο, καὶ οὕτως γε πληρῷτο, ὡς μηδένα χώραν σχολάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν· καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀποῤῥιφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέχρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Ἀντὶ δὲ τοῦ, «ὅλην τὴν ἡμέραν,» ὁ Σύμμαχος, «κατὰ πᾶσαν ἡμέραν» ἐξέδωκε· «Πλησθείη τὸ στόμα σου αἴνους σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως.» Εἰ γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερηθῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ ἐγκαταλίποις. Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ Δαυὶ̈δ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν Θεὸν ἱκετηρίαις.
Ἐπὶ δὲ τοῦ Σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, «Ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ’ οὔτι γε νικηθεὶς ὑφ’ ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φάσκων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀνθρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ «ὑπήκοος γιγνόμενος» τῷ Πατρὶ «μέχρι θανάτου, καὶ θανάτου σταυροῦ.» Διό φησιν· «Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων· «Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·
καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.» Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» «Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ· ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· «Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·» ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ Θεὸν παρεῖναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου. Σὲ γὰρ βοηθὸν κτώμενος, οἶδ’ ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς. Τὸ δὲ, «αἰσχυνθήτωσαν,» συνήθως τῇ θείᾳ Γραφῇ καὶ νῦν ἀντὶ τοῦ, «αἰσχυνθήσονται» εἴρηται· καὶ τὸ, «ἐκλειπέτωσαν,» ἀντὶ τοῦ, «ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «οἱ ἀντικείμενοι τῇ ψυχῇ μου.» Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λόγων·
PG 23:781ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ’ αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ μνήμη τῶν παρ’ αὐτοῖς ἀξιωμάτων. Ἐξέλιπον γὰρ ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. Καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ’ αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ’ αὐτοῖς ὄντων περιλέλειπται· καταισχυνθέντες δὲ πάντες ἐκλελοίπασιν οἱ διαβάλλοντες αὐτοῦ τὴν ψυχήν. Ἐν ὁποίᾳ δὲ αἰσχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης Γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους, πάντα δὲ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλάνης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ Σωτῆρος προφητικὰς φωνὰς κηρύττοντας;
Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι’ αὐτῶν σταυρῷ παραδοθέντα καθ’ ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Καὶ οὗτοι μὲν τάδε πείσονται· «Ἐγὼ δὲ,» ὑπ’ αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησὶ, «Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις·» καὶ ὁ Σύμμαχος, «καὶ προσθήσω τοῖς ὕμνοις·» ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν Διαθήκην πρὸς τῇ Παλαιᾷ παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι’ ὧν φησιν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται.
Ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως νόμος. Διό φησιν ὁ Ἀπόστολος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.» Διὸ ἐνταῦθα λέλεκται «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου·» ἢ κατὰ τὸν Σύμμαχον, «κατὰ πᾶσαν ἡμέραν τὴν σωτηρίαν σου.» Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ’ ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν θείων Γραφῶν πᾶσιν ἀνθρώποις ἐφ’ ἑκάστης ἡμέρας τὴν δι’ αὐτοῦ προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. Ἐπιλέγει δὲ τούτοις, «Ὅτι οὐκ ἔγνων γραμματείας.» Τὰς κλεῖς εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. Ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως συγγράμματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων γραμματείας. Τί δὲ ἔγνως; Ἑξῆς διασαφεῖ λέγων·
PG 23:783«Εἰσελεύσομαι εἰς δυναστείας Κυρίου Κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.» Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευομένοις ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. Ἐγὼ δὲ ἐν δυναστείᾳ Κυρίου Κυρίου, εἰς τὰς ἐμαυτοῦ Ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ βαρβάρους τῆς αὐτοῦ καταξιωθῆναι γνώσεως, καὶ τὸ ἐν παντὶ τόπῳ, ἀλλὰ μηκέτι ἐν ἑνὶ ἐπιτρέψαι λατρεύειν αὐτῷ· ὥστε ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δοξάζεσθαι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν. «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου.» Μόνος ὁ Σωτὴρ τὸν Πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ πατρίδι αὐτοῦ ἔλεγον· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» Ἤδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. Ἐπεὶ τοίνυν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν·
οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά φησιν· «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου·» καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι συντελείας τοῦ αἰῶνος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν Θεὸν ἱκετεύω μή με ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι’ ἐμοῦ, «ἕως ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἡ γὰρ νῦν, φησὶ, παροῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. Διὸ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ «τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ Θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα.» Σὺ αὐτὸς ὁ Πατὴρ, δι’ ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελεῖς, καὶ κηρυχθήσεται ἡ δικαιοσύνη σου ἕως τῶν ὑψίστων. Σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.
Γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς Ἐκκλησίας αὐτοῦ. Εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία τυγχάνει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» μέρος τῆς Ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ’ ἂν εἰκότως ἡ κατ’ ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ’ ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνακαινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησομένη, συναπτομένη τε τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Οὕτω νοήσεις καὶ τὸ ἀνωτέρω λελεγμένον ἐν τῷ, «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν ὑπερεύχεται τῆς Ἐκκλησίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀποῤῥιφθείη· εἰ δὲ καὶ τότε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλειφθείη. Συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώματος τῆς Ἐκκλησίας δι’ ἀσθένειαν πίστεως ἐξομνύονται τὴν πίστιν. Καὶ μήποτε ταῦτα ἀναπέμπεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ Ἀπόστολος ἐδίδασκε λέγων·
PG 23:785«Ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ Υἱὸς τῆς ἀπωλείας.» Τοῦτον δὲ τὸν καιρὸν ὁ Σωτὴρ ἐδήλου λέγων· «Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ πάλιν· «Διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Τότε γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς Ἐκκλησίας. Ἀλλ’ ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά;» καὶ τὰ ἑξῆς. Τοὺς ἀκριβεῖς λόγους καθ’ οὓς ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Οὐδ’ ἂν ἐπιβάλοι τις τῇ τοῦ Θεοῦ κρίσει, οὐδ’ ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι’ οὓς ἐνεδείξατο τῷ Μονογενεῖ θλίψεις πολλὰς καὶ κακά· οὐ μὲν εἴασεν αὐτὸν ἐν αὐταῖς· ἀλλ’ ἐπιστρέψας ἐζωοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν αὐτόν.
Σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ, «Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά.» Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ’ αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι.» Ταῦτα γὰρ Παῦλος καὶ οἱ παραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον. Ἀβύςσους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ Ἀπόστολος λέγων· «Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν;» Καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ Κύριος ἔλεγε· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁ δὲ εἰπὼν ἐνταῦθα, «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. Οὐκ οἶδα δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν. Ὁ δ’ αὐτὸς ἐπιλέγει·
PG 23:787«Ἐπλεόνασας τὴν μεγαλοσύνην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ ἐπλεόνασεν ὁ Πατὴρ τὴν μεγαλοσύνην τοῦ Μονογενοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ κακά; Ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παραβάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀνδρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακηρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ Πατὴρ, τὴν μεγαλοσύνην τοῦ Υἱοῦ τοῖς πᾶσι φανερὰν ἐπιδεικνὺς, θλίψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. Διό φησιν· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου.» Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν, «ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ παρεκάλεσεν αὐτὸν, προεδίδαξεν ἀνωτέρω εἰπών· «Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ Ἀπόστολος παρέστησεν εἰπών· «Διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα·
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου.» Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν, ὦ Πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ «ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργεσίας, «ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ· τί γὰρ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρτιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευάσας, δι’ αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύτας σοι κιθάρας ἀναστήσω, δι’ ὧν τὰ χείλη μου ἀγαλλιάσεται, ἀλλὰ καὶ «ἡ ψυχή μου, ἣν ἐλυτρώσω,» ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζωοποιήσας αὐτὴν μεθ’ ὃν ὑπέμεινε θάνατον. Σκεύη δὲ καὶ ὄργανα τῷ Θεῷ κεχαρισμένα, δι’ ὧν εἰσέτι καὶ νῦν ὁ Χριστὸς τοῦ Θεοῦ καθ’ ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ Πατρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ’ ἑκάστην Ἐκκλησίαν λαούς;
Ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ Θεοῦ Λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ Πατρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν. Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύχων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐκ λογικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ Θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον. Παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ’ ὅλης τῆς οἰκουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων Θεὸν ὑμνοῦντα, δι’ ὧν ὁ Υἱὸς τῷ Πατρὶ ψάλλειν ὁμολογεῖ φάσκων· «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός.» Οὐκέτι γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ «ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ.» Ἀλλὰ καὶ «ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψαλῶ σοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω.
PG 23:789Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου.» Χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιοσύνην τοῦ Πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατεθεικότας. Καὶ ταῦτα πάντα, φησὶ, ποιήσω, «ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Ὅτι κατῃσχύνθησαν, ἢ ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι κατῃσχύνθησαν οἱ ζητοῦντες κακίαν μου.» Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πληρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν Ἐκκλησιῶν τοῦ Σωτῆρος τὴν δικαιοσύνην τοῦ Θεοῦ διεξερχομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλεκται, καὶ ὄργανα λογικὰ τῷ Πατρὶ καταρτιζομένου, ἀνυμνοῦντός τε ἀεὶ δι’ αὐτῶν τὸν ἐπὶ πάντων Θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπησάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά. Οὗτοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ’ αὐτοῦ περινοοῦντες, μηδεμίαν δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ’ αὐτοῦ, μήτε τῆς Ἐκκλησίας αὐτοῦ.
Διὸ καταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. Καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ· «Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Τότε γὰρ, φησὶν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι, καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ Πατρί. Ἔτι δὲ καὶ «ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελητήσει τὴν δικαιοσύνην σου.»

On Solomon 71ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑ. «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δός.» Οἱ λοιποὶ τοῦ «Σολομῶντος» ἡρμήνευσαν. Ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» Ἐν οἷς ἔοικεν ὁ Σολομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσαν μόνα τὰ τοῦ Θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώπινα καιρῷ συνίστασθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ’ αὐτοῦ κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη.
PG 23:791Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶντα, εἴτε αὐτοῦ ἐστι κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι προφητευόμενον. Διὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται. Ἀλλ’ ἔστι προφητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· «Καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον.» Δικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ’ εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ’ ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ’ ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυὶ̈δ, οὔτε τις τῶν μετ’ αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα.
Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυὶ̈δ προφητευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι’ αὐτῶν· μόνος γὰρ οὗτος τῶν υἱῶν Δαυὶ̈δ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφητεία «εἰς Σολομῶντα» ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυί̈δ· ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος. Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι’ οὗ εἴρηται· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει·
«Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·» δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅρος παρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ τὸ κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶντι, ὡς ἂν δι’ ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν’ ὁ γεννώμενος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, «διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, «εἰς Σολομῶντα·» εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα·
PG 23:793τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ τρίτον ὃν ἀνείληφεν ἄνθρωπον ἐκ σπέρματος Δαυὶ̈δ ἐξ αὐτοῦ τε τοῦ Σολομῶντος γεννώμενον, ἕτερον ὄντα παρὰ τὸν βασιλέα τὸν διὰ τοῦ ψαλμοῦ φάντα· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Διὰ τούτων γὰρ σαφῶς καταστὰς, ἀκούει πρὸς τοῦ Πατρός· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Οἶδε δὲ καὶ αὐτὸς ὁ Σολομὼν τὸν Υἱὸν τοῦ Θεοῦ, σοφίαν ὀνομάζων αὐτὸν, ἐν οἷς ἐξ αὐτοῦ προσώπου ἐν Παροιμίαις τάδε φησίν· «Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι·» καὶ ἑξῆς· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι·
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Γέννημα τοίνυν τοῦ Θεοῦ ἡ σοφία καὶ ὁ Υἱὸς αὐτοῦ ὁ Μονογενής· καὶ περὶ αὐτοῦ τὴν παροῦσαν εὐχὴν ἀναπέμπει ὁ Σολομὼν φάσκων· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» δῆλον δ’ ὅτι τῷ Μονογενεῖ Λόγῳ σου. Ἐπειδὴ γὰρ ἔκρινας αὐτὸν ἐπὶ γῆς ὀφθῆναι, ἵνα μὴ μόνον τῶν κατ’ οὐρανῶν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς βασιλεύῃ, τοῦτο τὸ κρίμα ἤδη ποτὲ ἐπὶ πέρας ἀγέσθω· καὶ τὴν δικαιοσύνην δὲ τὴν σὴν τῷ υἱῷ τοῦ βασιλέως δὸς, ὁ Θεός· υἱοῦ βασιλέως ἐνταῦθα τοῦ κατὰ σάρκα νοουμένου ἐκ σπέρματος Δαυὶ̈δ, ὃν αὐτὸς ἑαυτῷ ὁ προὼν τοῦ Θεοῦ Λόγος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου συνεστήσατο· ὃν καὶ ἐν Παροιμίαις αἰνίττεσθαι τὸν Σολομῶντα ἡγοῦμαι δι’ ὧν γράφει λέγων· «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» καὶ ὁ Θεοδοτίων ὁμοίως·
«Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Σαφῶς γὰρ ἐν τούτοις μὲν κρατήσας τῆς γῆς, καὶ καταβεβηκὼς καὶ ἀνελθὼν εἰς οὐρανὸν, τά τε λοιπὰ δεόμενα τῆς κατὰ σχολὴν ἑρμηνείας πεποιηκὼς, οὐδεὶς ἂν γένοιτο ἕτερος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὃς αὐτὰ δὴ ταῦτα διδάσκων ἔλεγεν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου·» Ὁ δ’ ἐνταῦθα λεγόμενος αὐτοῦ Υἱὸς εἴη ἂν ὁ κατὰ σάρκα νοούμενος, ἣν ἀνείληφεν ἐκ σπέρματος Δαυὶ̈δ καὶ Σολομῶντος γενομένην. Ἀλλ’ ἐπεὶ Ἰουδαίων παῖδες τὰς προκειμένας τῶν Παροιμιῶν φωνὰς εἰς τὸν ἐπὶ πάντων Θεὸν ἀνάξουσιν, οὐκ εἰδότες τὸν Υἱὸν τοῦ Θεοῦ, δεικτέον αὐτοῖς ἐκ τῶν προκειμένων ὡς Υἱὸν Θεοῦ, σαφῶς καὶ διαῤῥήδην παρίστησιν ἡ Γραφὴ λέγουσα· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Φάσκων δὲ ὁ λόγος ἐν τῷ ψαλμῷ· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» ἄλλο εἶναι τὸ κρίμα παρὰ τὴν κρίσιν διδάσκει. Κρίμα γὰρ τὸ ἅπαξ δόξαν τῷ Θεῷ καὶ τὸ κριθὲν παρ’ αὐτῷ τυγχάνει· κρίσις δὲ τῶν κρινομένων διάκρισις, ᾗ παρακολουθεῖ τὸ κατ’ ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ. Διόπερ ἐνταῦθα οὐ τὴν κρίσιν ἀξιοῖ δοῦναι τῷ βασιλεῖ·
PG 23:795ἀλλὰ τὸ κρίμα, τουτέστι τὸ δόγμα καὶ τὸ κριθὲν τῷ Πατρὶ περὶ τῆς εἰς ἀνθρώπους θεοφανείας αὐτοῦ. Τὸ μὲν οὖν κρίμα τῷ βασιλεῖ δέδοται· ἡ δὲ δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως. Δικαιοσύνη γὰρ ἦν αὐτὸς ὁ βασιλεὺς, ὥσπερ οὖν παρίστησιν ὁ Ἀπόστολος εἰπών· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις» Αὕτη τοίνυν ἡ τοῦ Πατρὸς δικαιοσύνη τῷ Υἱῷ τοῦ βασιλέως δέδοται τῷ ἐκ σπέρματος Δαυὶ̈δ κατὰ σάρκα γενομένῳ· ἐν ᾧ κατῴκησεν ὥσπερ ἐν ναῷ ὁ τοῦ Θεοῦ λόγος καὶ ἡ σοφία, καὶ ἡ δικαιοσύνη. Τὴν δὲ αἰτίαν τοῦ δοθῆναι τὴν δικαιοσύνην τῷ δηλωθέντι υἱῷ τοῦ βασιλέως, ἑξῆς διδάσκει λέγων· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Ἔδει γὰρ τοὺς πτωχοὺς τοῦ Θεοῦ καὶ τὸν ἐν ἀνθρώποις λαὸν αὐτοῦ ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως διακρίνεσθαι ἐν δικαιοσύνῃ· ἐπεὶ μὴ ἐχώρουν ἄλλως δέξασθαι τὸν βασιλέα. Διόπερ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δι’ οὗ ἀνείληφεν Υἱοῦ ἀνθρώπου ἐξ ἁπάντων τῶν ἐθνῶν κατὰ τοῦ δικαίου λόγον, «ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον,» καὶ τοὺς καλουμένους αὐτοῦ πτωχοὺς, οὓς καὶ μακαρίζων ἔλεγε·
«Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἄλλως δὲ περὶ τῆς δικαιοσύνης διδάσκει ὁ Ἀπόστολος λέγων· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ ἐν αὐτῷ ἀποκαλύπτεται.» Καὶ περὶ τῶν πτωχῶν πάλιν ὁ αὐτὸς διασαφεῖ λέγων· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ εὐγενεῖς, οὐ πολλοὶ δυνατοί· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Πρὸς τοῖς προτέροις καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν εὔχεται, ὅπως τὰ ὄρη τὰ πάλαι ἐχθραίνοντα τῷ λαῷ εἰρηνεύσειε πρὸς αὐτὸν ἀπωθούμενα τὴν ἔχθραν, καὶ ὅπως οἱ βουνοὶ τὴν προλεχθεῖσαν δικαιοσύνην τῷ αὐτῷ λαῷ εὐαγγελίζωνται. Πρότερον μὲν γὰρ τὰ ὄρη ἔχθραν εἶχε πρὸς τὸν λαὸν, καὶ οἱ βουνοὶ ὡσαύτως·
PG 23:797ὅτε δὲ ὁ υἱὸς τοῦ βασιλέως ἴδιον ἐποιήσατο τὸν λαὸν πάλαι ἀπηλλοτριωμένον αὐτοῦ, τηνικαῦτα καὶ τὰ καλούμενα ἐνταῦθα ὄρη εἰρηνεύει πρὸς τὸν λαόν. Ὄρη δὲ καὶ βουνοὺς εἰρηνεύοντας ἀνθρώποις τίνας ἂν εἴποις ἢ τὸν ἀγγέλων χορὸν καὶ τὰς τούτων ἀνωτέρας θείας δυνάμεις; αἳ πάλαι μὲν, ὅτε ἀλλότριος ἦν ὁ λαὸς τοῦ Θεοῦ, ἐχθραὶ ἦσαν αὐτοῦ· νῦν δ’ ὅτε κτῆμα γέγονε τοῦ υἱοῦ τοῦ βασιλέως, ἐφιλιώθησαν αὐτῷ μεταβαλόντες τῆς ἔχθρας. Νοήσεις δὲ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένον λαὸν, παραθεὶς τούτοις τὴν ἐν τῷ Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ Κύριος εὐαγγελίζεται.
Τούτῳ δὴ οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγελικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρήνευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. Αἱ δ’ αὐταὶ δικαιοσύνην εὐαγγελίζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ Θεοῦ, αὐτὸν ὄντα τὴν δικαιοσύνην, ἢ τὸ σωτήριον Εὐαγγέλιον, δι’ ὃ λέλεκται· «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως «κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτηρίας, οὕτως αὐτοὺς σώζει. Οὐ γὰρ ἀκρίτως, μετ’ ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» Πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν· «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν·» τούς τε ὁμοίως Πέτρῳ φήσαντας·
«Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι.» Τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτῆσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. «Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Ἀλλ’ εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀποκέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· «Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» Υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν γνώριμοι, ὁποίους δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· «Ἐὰν γὰρ πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ πάλιν· «Τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δικαιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει·
PG 23:799τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν πολεμεῖν [ϟμυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι]ϟ, καὶ τὸν βίον τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπιστήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ, «Καὶ ταπεινώσει συκοφάντην.» Τίς γὰρ τῶν τυραννευσάντων, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν βλασφημίαις καὶ συκοφαντίαις περιβαλλόντων, οὐ τεταπείνωται; Τίς τῶν σοφῶν τοῦ αἰῶνος τούτου, τὴν αὐτοῦ γλῶτταν ἀκονήσας κατὰ τῆς θεοπνεύστου Γραφῆς, οὐ τὰ ἐπίχειρα πέπονθε τῆς συκοφαντίας; Ἀλλὰ γὰρ πλείστων ὅσων ἐπισταμένων συκοφαντῶν κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, πάντων τε κατὰ καιροὺς ταπεινουμένων, αὐτὸς συμπαραμένειν τῷ ἡλίῳ θεσπίζεται, ὁμοίως ἡλίῳ ταῖς αὐγαῖς τῆς αὐτοῦ διδασκαλίας τὸν σύμπαντα καταλάμπων κόσμον· καὶ πρὸ τῆς σελήνης δέ· ἢ κατὰ τὸν Ἀκύλαν, «Καὶ εἰς πρόςωπον τῆς σελήνης·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ ἔμπροσθεν τῆς σελήνης διαμενεῖ.» Οὐ γὰρ πρὸ τῆς σελήνης, τουτέστι πρὶν γενέσθαι τὴν σελήνην· ἀλλ’ ἐνώπιον ὥσπερ καὶ ἔμπροσθεν ἡγούμενος τῆς σελήνης. Ὥσπερ γὰρ ἥλιος μὲν ἡμέραν ἐργάζεται ὑπὲρ γῆς γενόμενος·
σελήνη δὲ νυκτὸς διαλύει τὸ σκότος τῷ ἑαυτῆς φωτί· τὸν αὐτὸν τρόπον καὶ ὁ προφητευόμενος ὁμοίως μὲν σελήνῃ τὰς ἐν σκότῳ καὶ νυκτὶ τυγχανούσας ψυχὰς φωτίζει, ἡλίῳ δὲ παραπλησίως τὸν σύμπαντα καταλάμπει κόσμον, διαμένει τε καὶ συμπαραμένει ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Εἰς ὅσον γὰρ ἥλιος τὸν σύμπαντα φαιδρύνει κόσμον, εἰς τοσοῦτον καὶ αὐτὸς τῷ ἡλίῳ συμπαραμένων καὶ συνεκτεινόμενος τὰς τῶν ἀνθρώπων φωτίζει ψυχάς· ὡσαύτως δὲ καὶ σελήνῃ πλησιφαεῖ παραπλησίως εἰς γενεὰς γενεῶν λέγεται διαρκεῖν. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Κατάβασιν τοῦ Θεοῦ Λόγου νοήσεις, ἐπιστήσας τῇ καταβάσει καὶ τῇ συμπεριφορᾷ καθ’ ἣν συμπεριενεχθεὶς τῇ τῶν ἀνθρώπων σμικρότητι, «ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Δι’ ὃ λέλεκται· «Καταβήσεται.» Ἀναγκαίως δὲ καὶ παραδείγματι κέχρηται προφητεία φήσασα, «Ὡς ὑετὸς ἐπὶ πόκον.» Ὃ δὴ συμφώνως οἱ λοιποὶ πάντες ἡρμήνευσαν· Ἀκύλας μὲν εἰπὼν, «Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ κουράν·» Σύμμαχος δὲ, «Καταβήσεται ὡς δρόσος ἐπὶ πόκον·» καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως·
παριστῶντες τοῦ Λόγου τὴν ἐξ ὕψους τὴν ἐξ αὐτῶν οὐρανῶν κάθοδον ἐπὶ γῆς τοῦ προφητευομένου· καὶ ὡς ἠρέμα καὶ ἡσυχῆ μηδενὸς αἰσθομένου καταβέβηκεν. Ὑετὸς γὰρ ἐπὶ πόκον κατιὼν, ἀνεπαισθήτως καὶ ἀψοφητὶ κάτεισιν. Ἐπεὶ τοίνυν ἡ κατὰ σάρκα γένεσις τοῦ Σωτῆρος ἡμῶν τοιαύτην ἀνείληφε τὴν οἰκονομίαν, ὡς μηδένα νοῆσαι μηδὲ ἀκουσθῆναι, μηδὲ τοὺς ἐκ γειτόνων οἰκοῦσι τὸ μυστήριον τῆς συλλήψεως καὶ τοῦ τοκετοῦ τῆς ἁγίας Παρθένου. Τοῦτ’ αὐτὸς ὁ παρὼν ᾐνίξατο λόγος, εἰπών· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·» καὶ ἄλλως, ἐπειδὴ πόκος προβάτων δορὰ, νοήσας ὅπως αὐτὸς ἐδίδασκε λέγων ὁ Σωτήρ· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» ἐφαρμόσεις τὸ παρὸν λόγιον τῇ αὐτοῦ φωνῇ. Οὐ γὰρ ἐπὶ ἕτερον ἔθνος καταβέβηκεν, ἀλλ’ ἐπὶ μόνον τὸ Ἰουδαίων, παρ’ οἷς καὶ τὰς διατριβὰς ἐποιήσατο. Ἡ μὲν οὖν πρώτη κατάβασις αὐτοῦ γέγονεν ὡς ὑετὸς ἐπὶ πόκον κατὰ τοὺς ἀποδοθέντας τρόπους· μετὰ ταῦτα δὲ οὐκέτι ὡς ἐπὶ πόκον, ἀλλὰ σὺν πολλῇ κινήσει· καὶ κτύπος ἐξάκουστος γέγονε καθ’ ὅλης τῆς οἰκουμένης ἡ διδασκαλία αὐτοῦ.
PG 23:801Δι’ ὃ ἐπιλέγεται ἑξῆς, «καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Σταγόνες γὰρ ἢ ψεκάδες κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς στάζουσαι ἐπὶ τὴν γῆν οὐκέτ’ ἀψοφητὶ, σὺν πολλῷ δὲ ψόφῳ κατίασι. Καὶ τοῦτο δὲ τέλος ἐτύγχανεν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτοις ἑξῆς εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Ἀκύλαν, «Βλαστήσει ἐν ἡμέραις αὐτοῦ δίκαιος καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἀνθήσει ἐν ταῖς ἡμέραις αὐτοῦ δίκαιος.» Ἡμέραι δὲ τοῦ Σωτῆρος ἡμῶν αἱ ἀπὸ τῆς παρουσίας αὐτοῦ μέχρι τῆς συντελείας τοῦ αἰῶνος νοηθήσονται. Ὥσπερ γὰρ ἀκούομεν τὸ, «Ἐν ταῖς ἡμέραις Δαυὶ̈δ,» καὶ, «Ἐν ἡμέραις Ἱεροβοὰμ,» οὕτως εἶεν ἂν ἡμέραι τοῦ Σωτῆρος ἡμῶν. Ἀλλ’ ἐκεῖνοι μὲν, πρὸς ὀλίγον φανέντες, θᾶττον ἀπεσβέσθησαν· δι’ ὃ καὶ αἱ ἡμέραι αὐτῶν ἐξέλιπον· αἱ δὲ ἡμέραι τοῦ Σωτῆρος ἡμῶν ὁπόσαι τυγχάνουσι, φθάσας ὁ λόγος ἐδήλωσεν εἰπών· «Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ ἔμπροσθεν τῆς σελήνης γενεὰς γενεῶν·» οἷς ἀκολούθως καὶ αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπηγγέλλετο λέγων·
«Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος·» Οὕτω γὰρ ἤμελλε συμπαραμένειν τῷ ἡλίῳ. Οὐκοῦν ἐν ταῖς ἡμέραις αὐτοῦ, καθ’ ἃς συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ ὁμοίως σελήνῃ τὰς τῶν ἐν σκότῳ φωτίσει ψυχὰς, ἀναλάμψει ἐπὶ πάσης τῆς γῆς δικαιοσύνη· ἢ κατὰ τὸν Ἀκύλαν, «δίκαιος·» οὐκέτι παρὰ Ἰουδαίοις μόνοις ἑνός που καὶ δευτέρου ὀνομαζομένου δικαίου, καθ’ ὅλης δὲ τῆς οἰκουμένης μυρίων ἐν Χριστῷ δικαιουμένων. Τὸ δὲ πλῆθος τῶν δικαίων τῶν ἐν ταῖς ἡμέραις τοῦ Σωτῆρος ἀνθούντων καὶ φωτὸς δίκην ἀνατελλόντων ὁμοίως τῷ ἑαυτῶν φωστῆρι νοήσεις ἀπὸ τοῦ πλήθους τῶν ἁπανταχοῦ γῆς μαρτύρων αὐτοῦ καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ τὸν ἀγγελικὸν ἐν παντελεῖ ἁγνείᾳ κατορθούντων βίον. Εἰ δὲ καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνθήσειν λέλεκται, καὶ τοῦτο ὅπως δι’ ἔργων πληροῦται ἔστι καταμαθεῖν ἐκ τοῦ μὴ Ἰουδαίους μόνους, ἀλλὰ καὶ πᾶν ἔθνος καλεῖσθαι ἐπὶ τὴν ἔνθεον πίστιν, δούλους τε ἐξ ἴσου τοῖς ἐλευθέροις θεοσεβεῖν, καὶ πένητας ὁμοίως τοῖς πλουσίοις, ἄρχοντάς τε σὺν ἀρχομένοις σὺν πολλῇ Θεοῦ δικαιοσύνῃ.
Ὅπως δὲ πλῆθος εἰρήνης ἀνατέταλκεν ἐν ταῖς δηλωθείσαις τοῦ Σωτῆρος ἡμῶν ἡμέραις, νοῆσαι ἔστιν ἐπιστήσαντα τῇ καταστάσει τῶν πρὸ τῆς αὐτοῦ παρουσίας πραγμάτων. Καθ’ ἣν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διῄρητο ἀποτετμημένων ὥσπερ ἐξ ἑνὸς σώματος εἰς μυρία διεσπαρμένα μέλη, ἄλλων ἄλλως ἐθνῶν πάλαι πρότερον ἀφωρισμένων, πολεμούντων τε ἀλλήλοις καὶ πολεμουμένων καὶ τῶν μὲν τυραννουμένων, τῶν δὲ δημοκρατουμένων, ἑτέρων δὲ ὀλιγαρχουμένων· τοπάρχων κατ’ ἔθνος καὶ τυράννων κρατούντων· ὡς ἄμικτα εἶναι καὶ ἄβατα τοῖς πλησιοχώροις τὰ τῆς τῶν γειτόνων χώρας· πολέμους τε ἀσπόνδους καὶ ἔχθρας ἀκαταλλάκτους ἐκ μακροῦ αἰῶνος μέχρι τοῦ Σωτῆρος ἡμῶν συνεστάναι. Ἐξ ἐκείνου δὲ πάσης πολυαρχίας ἐκποδὼν ἀρθείσης, μοναρχία τῶν πλείστων ἐθνῶν ἐπικεκράτηκε· γέγονέ τε ὡς ἀληθῶς πλῆθος εἰρήνης, κοινωνίαν καὶ ἐπιμιξίαν κτησαμένων ἁπάντων τῶν ἐθνῶν· ὡς ἔργῳ μαρτυρεῖσθαι τὴν ἐν χερσὶ μαρτυρίαν μόνῳ τῷ Σωτῆρι ἡμῶν ἐφαρμόττουσαν.
PG 23:803Τοῦτο δὲ τὸ πλῆθος τῆς εἰρήνης παραμένειν φησὶν «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἕως οὗ ἡ σελήνη·» ἢ κατὰ τὸν Σύμμαχον, «ἕως παλαιώσεως τῆς σελήνης.» Πότε δὲ παλαιοῦται σελήνη; Κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ’ ἣν πληρωθήσεται ἡ φάσκουσα προφητεία· «Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι·» καὶ πάλιν· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἡ σελήνη φωτιεῖ σοι τὴν νύκτα.» Οὐκοῦν ὥσπερ ἀνωτέρω συμπαραμένειν τῷ ἡλίῳ τὸν προφητευόμενον ἐδήλου, οὕτως καὶ ἐνταῦθα τὸ πλῆθος τῆς ὑπ’ αὐτοῦ προξενηθησομένης ἀνθρώποις εἰρήνης μέχρι τῆς συντελείας διαρκέσειν θεσπίζει. Ὅπως μὲν οὖν καταβήσεται ἠρέμα καὶ ἀψοφητὶ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, καὶ ὡς πληρώσει τὴν σύμπασαν οἰκουμένην δίκην σταγόνων σταζουσῶν ἐπὶ τῆς γῆς, καὶ ὡς δικαιοσύνη ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ πλῆθος εἰρήνης, δεδήλωται διὰ τῶν εἰρημένων. Ἑξῆς δὲ διδάσκει, ὅτι μὴ ἐν γωνίᾳ γῆς περιγραφήσεται αὐτοῦ ἡ δεσποτεία· κυριεύσει δὲ τῶν ἐθνῶν ἁπάντων. Δι’ ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Εἰ γάρ ἐστί τινα πέρατα γῆς, ἃ δὴ πανταχοῦ κυκλοῦσι, θάλασσαι Ὠκεανός τε ἀπέραντος ἀνθρώποις·
τοῦτο πάντων εἴσω τῶν ἁπανταχοῦ θαλασσῶν Κύριον ὁμολογήσει τὸν θεσπιζόμενον. Δι’ ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάςσης ἕως θαλάσσης.» Γνῴης δ’ ἂν τοῦ λόγου τὸ ἀποτέλεσμα συνιδὼν ὅπως ἁπανταχοῦ γῆς αἱ τοῦ Θεοῦ Ἐκκλησίαι τὸν Χριστὸν αὐτοῦ Κύριον ἀναγορεύουσιν. Ἀλλὰ καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης κατακυριεύσειν αὐτόν φησι σφόδρ’ ἀναγκαίως. Ἐχρῆν γὰρ ἡμᾶς μαθεῖν ὁπόθεν ἄρξεται τῆς διδασκαλίας· σημαίνει δὲ, ὡς ἄρα ἔσται αὐτῷ ἡ καταρχὴ ἀπὸ ποταμοῦ. Ὅντινα ποταμὸν παρίστησι τὸ Εὐαγγέλιον φάσκον· «Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ὅτε μετὰ τὸ βαπτισθῆναι αὐτὸν «Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. Φωνή τε ἐκ τῶν οὐρανῶν ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἐξ ἐκείνου γὰρ γνωρίζεσθαι αὐτοῦ ἤρξατο ἡ κυριότης.
PG 23:805Παραδόξως δὲ τούτου μέμνηται τοῦ ποταμοῦ καὶ Ἡσαί̈ας ὁ προφήτης εὐαγγελιζόμενος τὴν ἔρημον, ἐν ᾗ ἐκήρυττεν Ἰωάννης ὁ Βαπτιστής. Ἐβόα δ’ οὖν λέγων· «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἀντὶ τίνος γὰρ οὐχ ἑτέρου μέμνηται ποταμοῦ ὁ τοσοῦτος προφήτης, ἀλλ’ αὐτοῦ τοῦ Ἰορδάνου καὶ τῆς ἐρήμου ἀμφὶ τοῦτον· εὐφροσύνην τε καὶ ἀγαλλίασιν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἀλλ’ οὐχὶ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ λοιπῇ Ἰουδαίᾳ εὐαγγελίζεται; Οὐκοῦν ἔχομεν καὶ παρὰ τῷ Ἠσαί̈ᾳ τὴν δήλωσιν τοῦ ποταμοῦ περὶ οὗ φησιν ὁ παρὼν λόγος, «Καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης» κατακυριεύσειν τὸν προφητευόμενον. Ὀφθαλμοῖς δὲ παραλαβεῖν ἔστι δι’ ἔργων κεχωρηκυίας τὰς προαναφωνήσεις, ὁρῶντας μέχρι τῶν περάτων τῆς γῆς ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ κυριολογούμενον τὸν Χριστὸν τοῦ Θεοῦ.
«Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.» Σφόδρ’ ἀκολούθως μετὰ τὸ εἰπεῖν, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης,» Αἰθιόπων ἐμνημόνευσεν, οἳ τὰ ἔσχατα τῆς καθ’ ἡμᾶς οἰκουμένης οἰκοῦσι, τά τε πρὸς ἀνατολὰς καὶ τὰ πρὸς δύοντα ἥλιον. Ὅθεν καὶ παρὰ τοῖς ἔξω τοῦ καθ’ ἡμᾶς λόγου κατὰ φύσιν εἰρῆσθαι δοκεῖ τὸ,

Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν · Οἱ μὲν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν· Οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ’ ἀνιόντος. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ·» καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέλεκται· «Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν οὐσίας μοι.» Καὶ ἐν τοῖς προκειμένοις δὲ ἀκολούθως τούτοις τὸ, «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» θεσπίζεται. Δι’ ὧν ἁπάντων ὁ λόγος σημαίνει τὰ ἔσχατα τῆς γῆς τὴν τοῦ προφητευομένου γνῶσιν ἀναλήψεσθαι, καὶ προσκυνήσειν αὐτῷ, προσπίπτοντας καὶ γόνυ κλίνοντας. Δι’ ὃ λέλεκται κατὰ τὸν Ἀκύλαν· «Εἰς πρόσωπον αὐτοῦ κάμψουσιν Αἰθίοπες·» κατὰ δὲ τὸν Σύμμαχον·
«Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν Αἰθίοπες.» Διὰ δὲ τῶν Αἰθιόπων τῶν τὰ ἔσχατα τῆς γῆς οἰκούντων καὶ τὰ εἴσω τῆς οἰκουμένης ἔθνη δηλοῦνται Καὶ πρόδηλον ὅπως ἁπανταχοῦ γῆς οἱ εἰς αὐτὸν πεπιστευκότες, γόνυ κλίνοντες καὶ εἰς αὐτὴν προπίπτοντες τὴν γῆν, δι’ αὐτοῦ τὴν προσκύνησιν τῷ ἐπὶ πάντων ἀναπέμπουσι Θεῷ. Ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτοῦ, φησὶ, χοῦν λείξουσιν, ἐξομοιωθέντες τῷ ἑαυτῶν πατρὶ τῷ ὄφει, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευομένῳ, καὶ γῆν ἐσθίοντι κατὰ τὴν ἐξ ἀρχῆς γενομένην αὐτῷ προστίμησιν. Οὕτω δ’ οὖν ὄψει τοὺς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολεμίους τὸν χοῦν καὶ τὰς σωματικὰς ἡδονὰς περιλιχμωμένους. Εἰ γὰρ τὸ σῶμα, ᾧπερ κεῖται ἡ ψυχὴ, χοῦς ἀνείρηται κατὰ τὴν φάσκουσαν Γραφήν· «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον·» οἱ τὸν χοῦν περιλιχμώμενοι καὶ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες διαβέβληνται εἰκότως, ὡς ἂν ἐχθροὶ τοῦ σωτηρίου τυγχάνοντες λόγου. Ἀλλ’ οὗτοι μὲν τοιοῦτοι· τὸ δ’ ἕτερον τάγμα τῶν τὴν βασιλείαν τοῦ Χριστοῦ γνωριζόντων δῶρα προςοίσουσιν αὐτῷ, προφητεύεται· δι’ ὃ λέλεκται ἑξῆς·
PG 23:807«Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.» Καὶ ἐν τούτοις δὲ ὁ λόγος, διελὼν εἰς δύο μέρη τὴν οἰκουμένην, τὸ μὲν ἀφορίζει ἐπὶ τὸ πρὸς δυσμαῖς ἡλίου κλίμα, ὃ δὴ πρῶτον παρίστησιν εἰπών· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·» δι’ ὧν τὴν πρὸς δυσμαῖς σημαίνει θάλασσαν καὶ τὰς ἐν ταύτῃ νήσους. Οὕτως οὖν ποτε καὶ Ἰωνᾶς ὁ προφήτης ἀνέστη φυγεῖν εἰς Θαρσεῖς καὶ κατέβη εἰς Ἰόππην, καὶ ἀνέβη εἰς πλοῖον τοῦ φυγεῖν εἰς Θαρσεῖς, ἥν φασιν εἶναι τὴν Θαρσόν. Ἐν δὲ τῷ Ἐζεκιὴλ τοῦ Θαρσεῖς ὀνόματος φερομένου, οἱ Ἑβδομήκοντα Καρχηδόνα ἡρμήνευσαν. Τὸ δὲ ἕτερον κλίμα τὸ πρὸς ἀνατολὰς ἡλίου δηλοῦται διὰ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβά.» Τό τε γὰρ τῶν Ἀράβων γένος ἀνατολικὸν τυγχάνει, ἐπέκεινα δὲ αὐτοῦ τὰ Περσικὰ μέρη, καὶ ἡ τῶν Σαβαϊτῶν χώρα εἶναι λέγεται. Ἀντὶ δὲ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβὰ,» ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ἥ τε Ἑβραϊκὴ γραφὴ συντόνως τούτοις, «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ» εἰρήκασιν. Ὥστ’ εἶναι ταὐτὸν μὲν ἐκφωνούμενον ὄνομα, διαλλάττειν δὲ τῇ τῶν στοιχείων διαφορᾷ·
τὸ μὲν γὰρ πρῶτον Σαβὰ διὰ τοῦ καλουμένου παρ’ Ἑβραίοις σὲν, τὸ δὲ δεύτερον διὰ τοῦ σάδη στοιχείου κατὰ τὴν Ἑβραϊκὴν ἐμφέρεται γραφήν· ἔνθεν καὶ τὰ τῆς ἑρμηνείας αὐτοῖς ἐναλλάττει. Καὶ ὁ Σωτὴρ δὲ τούτου μέμνηται τοῦ ὀνόματος λέγων· «Βασίλισσα Σαβὰ ἀναστήσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος·» σαφῶς παριστὰς ὡς ἐν τοῖς πέρασι τῆς γῆς τὸ Σαβὰ ἔθνος τυγχάνει. Ἱστορεῖ δὲ καὶ ἡ τρίτη τῶν Βασιλειῶν περὶ τοῦ αὐτοῦ ἔθνους ταῦτα· «Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σολομῶντος, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. Καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον.» Κέκλητο δὲ ἡ χώρα καὶ τὸ ἔθνος Σαβὰ ἀπὸ προπάτορος τοῦ Σαβὰ, ὃς ἀναγέγραπται υἱὸς γεγονὼς τοῦ Χοῦς. Λέγει δ’ οὖν ἡ Μωϋσέως γραφή· «Υἱοὶ δὲ Χοῦς, Σαβὰ καὶ Εὑίλα, καὶ Σαβάθα.» Χοῦς δὲ ἑρμηνεύεται «ὁ Αἰθίοψ.» Γένος οὖν Αἰθιοπικὸν ἔοικεν εἶναι τὸ Σαβὰ ἔθνος. Καὶ δεύτερον δὲ εἴρηται Σαβὰ, περὶ οὗ φησιν ἡ Γραφή·
«Υἱοὶ δὲ Ῥεγμὰς, Σαβὰ καὶ Δαδάν.» Εἰκότως τοίνυν ἐν τῷ ψαλμῷ γέγραπται κατὰ τοὺς λοιπούς· «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ δῶρα προσάξουσι.» Πλὴν ἀλλὰ σημαίνει ἡ προφητεία διὰ τούτων τὰς κατὰ τὸ ἀνατολικὸν κλίμα βασιλείας καὶ τὰς πρὸς δυσμὰς ἡλίου δῶρα τῷ θεσπιζομένῳ προςοίσειν, οὕτω πως σημαινομένων τῶν ὑπὸ τὰς βασιλείας ἐθνῶν. Μήποτε δὲ καὶ βασιλεῖς οἱ τῶν ἐθνῶν προεστῶτες ἄγγελοι δηλοῦνται ἱερωμένοι τῷ Θεῷ καὶ δῶρα προσάγοντες αὐτῷ τὰς Ἐκκλησίας ὧν καθηγοῦνται ἐθνῶν; Δι’ ὃ ἑξῆς προσκυνήσειν αὐτῷ πάντας τοὺς βασιλεῖς θεσπίζει. Οὐ γὰρ μόνον προσοίσειν αὐτῷ τὰ προλεχθέντα δῶρά φησιν, ἀλλὰ καὶ προσκυνήσειν αὐτῷ. Ὃ δὴ καὶ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ ἐδίδασκεν ὡδί πη περὶ Χριστοῦ λέγων· «Εὐφράνθητε, οὐρανοὶ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὗτοι δῆτα οἱ βασιλεῖς, ἀφανεῖς καὶ ἀόρατοι τῶν ἐθνῶν ἄρχοντες, προσκυνήσαντες τὸν ἑαυτῶν Κύριον, τὰς ὑπ’ αὐτοῖς ψυχὰς δῶρα προςῆγον αὐτῷ. Διόπερ τούτοις ἑξῆς συνῆπται τό· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Σύμφωνον δ’ ἂν εἴη τοῦτο τῷ φήσαντι λόγῳ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.
PG 23:809Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὃ δὴ καὶ πεπεῖσθαι χρὴ πληρωθήσεσθαι, ὅτ’ ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ μάλιστα κατὰ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν. Τότε γοῦν πάντες οἱ βασιλεῖς προσκυνήσουσιν αὐτῷ, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. «Καὶ τοῦτο ἔσται τὸ πάντων τέλος, ὅτ’ ἂν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅτ’ ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ πόδας αὐτοῦ, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Ἀντὶ τοῦ· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου,» ὁ Σύμμαχος· «Ὅτι ἐξελεῖται πένητα οἰμώζοντα.» Οὐ γὰρ ὡς ἤδη γεγενημένα, ἀλλ’ ὡς μέλλοντα ἔσεσθαι ταῦτα θεσπίζει. Ὅρα δὲ ὁσάκις τοῦ πτωχοῦ μνημονεύει, πρῶτον εἰπών· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς ἐν κρίσει·» δεύτερον, «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» καὶ νῦν πάλιν· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός·» καὶ αὖθις·
«Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Οἶμαι δὲ διὰ τούτων ἁπάντων πτωχοὺς καὶ πένητας καλεῖν τοὺς ἀποστόλους καὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν, οἳ, τὴν δι’ αὐτὸν πτωχείαν ἀνειληφότες, τὴν εἰς ἄκρον ἀρετῆς ἐλαύνουσαν κατώρθουν φιλοσοφίαν· δι’ ὃ περὶ αὐτῶν Ἡσαί̈ας μὲν προανεφώνει λέγων· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Αὐτὸς δὲ ὁ Σωτὴρ, αὐτοῖς προσομιλῶν, ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πάντα» οὖν «τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Τὸ γὰρ, «ὅτι,» παρὰ πᾶσι τοῖς ἑρμηνευταῖς καὶ ἐν αὐτῇ τῇ Ἑβραϊκῇ γραφῇ κείμενον, αἰτιολογικὸν τυγχάνει, διδάσκον ὅπως πάντα τὰ ἔθνη δουλεύσειν ἤμελλε τῷ Σωτῆρι. Τοῦτο γὰρ, φησὶ, γενήσεται, «ἐπειδὴ ῥύσεται πτωχὸν ἐκ δυνάστου·» ὡς εἰ σαφέστερον ἔλεγεν· Ὅτι τῶν ἀποστόλων αὐτοῦ τὸ τάγμα, τῶν δι’ αὐτὸν πτωχῶν καὶ πενήτων, ῥύσεται ἀπὸ παντὸς δυνάστου.
Πολλῶν γὰρ δυναστῶν ὁρατῶν τε καὶ ἀφανῶν ἀντικειμένων καὶ ἐπανισταμένων τούτοις αὐτοῖς τοῖς πτωχοῖς καὶ τοῖς πένησιν, αὐτὸς, ἀφανεῖ δυνάμει προασπίζων αὐτῶν, ἐκ πάντων αὐτοὺς ῥύσεται, πρὸς τὸ μὴ κωλυθῆναι τὴν δι’ αὐτῶν ἐπιτελουμένην τοῦ εὐαγγελικοῦ κηρύγματος ὑπηρεσίαν. Καὶ τοῦτο πράξει συνὼν αὐτοῖς, καθ’ ἣν ποιήσεται πρὸς αὐτοὺς ἐπαγγελίαν φήσας· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕτως οὖν καὶ ἐφείσατο πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων ἔσωσε· καὶ ταῦτα πάντα τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παρεῖχεν, ἵν’ εἰς πᾶσαν τὴν γῆν ἐξέλθοι ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτων δὲ τῶν πτωχῶν καὶ τῶν πενήτων ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτρώσατο τὰς ψυχὰς, ὅπως μηδενὶ μηδὲν ὀφείλοιεν. Εἰ δὲ καί ποτε δεδανεισμένοι ὤφλησαν, ὥστε ἐνόχους αὐτοὺς γενέσθαι παλαιῶν ἁμαρτημάτων, ἀλλ’ αὐτὸς, τὸ αἷμα τὸ τίμιον λύτρον ὑπὲρ αὐτῶν δοὺς, ἐλυτρώσατο τὰς ψυχὰς αὐτῶν· ὅθεν ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων·
PG 23:811«Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ χρεῶσται ἦσαν καὶ ὀφειλέται τῆς Μωϋσέως νομοθεσίας, οὐκ ἐπλήρουν δὲ τὰ γεγραμμένα, εἶθ’ ὑπὸ κατάραν ἦσαν, διὰ τὸ μὴ πάντα τὸν νόμον φυλάττειν. Γέγραπτο γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Εἰκότως ταύτης τῆς ἀρᾶς ἐλευθερώσας αὐτοὺς, ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτροῦτο αὐτοὺς, γινόμενος ὑπὲρ αὐτῶν κατάρα· καὶ τὸ τίμιον αὐτοῦ αἷμα ὑπὲρ αὐτῶν διδοὺς, καὶ οὕτω τιμίους ἑαυτῷ ἀπεργαζόμενος. Διὸ λέλεκται ἑξῆς· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» Ὅθεν ἀναγέγραπται εἰρηκὼς πρὸς αὐτούς· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» Διὰ τί δὲ τὸ ὄνομα αὐτῶν ἔντιμον ἦν ἐνώπιον αὐτοῦ, ἀλλ’ ἐπειδήπερ αὐτὸς καὶ τῶν ὀνομάτων αὐτοὺς ἠξίου, τὸν μὲν Σίμωνα Πέτρον ἀνειπὼν, τὸν δὲ Θωμᾶν Δίδυμον, τούς τε οἱοὺς Ζεβεδαίου Βοανεῖργες, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς; Ἀλλὰ καὶ κατὰ τὸ κοινὸν πάντων αὐτῶν ἔντιμον ὄνομα ἦν ἐνώπιον αὐτοῦ.
Τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ Εὐαγγελίου γραφὴ φήσασα· «Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν.» Ἀντὶ δὲ τοῦ, «τὸ ὄνομα αὐτῶν,» τὸ αἷμα αὐτῶν, ἡ Ἑβραϊκὴ γραφὴ περιέχει· οὕτω δὲ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· ὁ μὲν Ἀκύλας εἰπών· «Καὶ τιμηθήσεται τὸ αἷμα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ·» ὁ δὲ Σύμμαχος· «Καὶ τίμιον ἔσται τὸ αἷμα αὐτῶν ἐνώπιον αὐτοῦ.» Δι’ ὧν σαφῶς ᾐνίξατο τὸν θάνατον τῶν προλεχθέντων, ὧν ὁ καθεὶς ποικίλον ὑπέμεινε τὸ τοῦ μαρτυρίου τέλος, ἄλλος ἄλλως διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν τὸν δι’ αἵματος ὑπομείνας ἀγῶνα· ὥστ’ εἰρῆσθαι περὶ αὐτῶν· «Τίμιος ἐνώπιον Κυρίοι ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Τούτῳ γὰρ ὅμοιον τυγχάνει καὶ τὸ μετὰ χεῖρας φάσκον· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός.» Δοκεῖ μοι ἐνταῦθα τὸ, «καὶ ζήσεται,» συνᾴδειν τῇ σωτηρίῳ φωνῇ φησάσῃ πρὸς τοὺς αὐτοῦ μαθητάς·
PG 23:813«Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἵνα γὰρ τὴν παραμονὴν καὶ τὴν παρατείνουσαν εἰς ἄπειρον ζωὴν τοῦ προφητευομένου παραστήσῃ, ἐπήγαγε τὸ, «καὶ ζήσεται.» Μακρᾶς γὰρ ἔδει ζωῆς εἰς κατόρθωσιν τῶν εἰρημένων. Εἰ γοῦν ὁ προφητευόμενος κρινεῖ τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς αὐτοῦ ἐν κρίσει, καὶ ταπεινοῖ συκοφάντην, καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, κατακυριεύσει τε ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης· εἰκότως μακροβίου ζωῆς ἔδει αὐτῷ. Πῶς τε ὑποταγεῖεν αὐτῷ Αἰθίοπες καὶ βασιλεῖς Θαρσεῖς καὶ νῆσοι, προσκυνήσουσί τε αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ; Τούτων γὰρ ἕνεκα πάντων διαρκοῦς αὐτῷ ζωῆς ἔδει. Διὸ μετὰ ταῦτα πάντα καλῶς καὶ ἀναγκαίως ἐπενήνεκται τὸ, «καὶ ζήσεται·» τοῦτον δηλουμένης τὸν τρόπον τῆς τοῦ προφητευομένου ἀθανάτου καὶ αἰωνίου ζωῆς. Ἑξῆς δ’ εἴρηται· «Καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ δὲ τοῦ, «τῆς Ἀραβίας,» πάλιν ἡ Ἑβραϊκὴ γραφὴ τὸ «Σαβὰ» περιέχει· οἵ τε λοιποὶ ἑρμηνευταὶ τῇ ὁμοίᾳ κέχρηνται τῇ φωνῇ.
Τροπικῶς μὲν οὖν εἴποι ἄν τις τὸ χρυσίον τοῦτο σημαίνειν τὸν ἐν ἀνθρώποις καθαρώτατον νοῦν. Καὶ κατὰ ἱστορίαν δὲ ἐπληροῦτο τὸ λόγιον, ὅτε οἱ ἐξ ἀνατολῆς μάγοι ἐλθόντες παῖδα ὄντα προσεκύνησαν τὸν Σωτῆρα, προσήνεγκάν τε αὐτῷ χρυσίον καὶ λίβανον καὶ σμύρναν. Μή ποτε δὲ καὶ τὸ, «ζήσεται,» εἰς ἐκεῖνον ἀναφέρεται τὸν χρόνον, καθ’ ὃν Ἡρώδης, ἐπιβουλεύων νηπιάζοντι τῷ Ἰησοῦ, «πέμψας ἀνεῖλε πάντας τοὺς περὶ τὴν Βηθλεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.» Τότε γὰρ χρηματισθεὶς ὁ Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ παιδίον, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Διὸ ταῦτα θεσπίζουσα ἡ παροῦσα προφητεία προὔλεγεν, ὅτι «ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας» τοῦ ἀπὸ Σαβά· ὡσεὶ σαφέστερον ἔλεγε «τοῦ ἐκλεκτοῦ.» Ἡ γὰρ Σαβὰ αὕτη καὶ τὸ Σαβαϊτῶν ἔθνος λέγεται εἶναι τῆς Ἀραβίας τῆς καλουμένης Εὐδαίμονος· ἐντεῦθέν τε ἱστορεῖται τῷ Σολομῶνι φέρεσθαι μετὰ τῶν ἄλλων καὶ χρυσίον ἐκλεκτόν. Καὶ ἄλλως δὲ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν ἐν ταῖς ἐκκλησίαις Χριστοῦ μυρία κειμήλια ἀπὸ χρυσίου καθαροῦ εἰς αὐτοῦ τε τιμὴν ἀφιερούμενα.
Εἰκότως οὖν οὐδὲ τὴν τούτων μνήμην παριδεῖν ἠξίωσεν ὁ λόγος. Ἐπιλέγει δὲ ἑξῆς· «Καὶ προσεύξονται περὶ αὐτοῦ διηνεκῶς, διὰ πάσης ἡμέρας ἕκαστος εὐλογήσει αὐτόν.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως πάντες οἱ εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες ἀδιαλείπτους ἀναφέρουσιν εὐχὰς «περὶ αὐτοῦ,» ὡς ἂν ἔχοιεν αὐτὸν αἰεὶ συνόντα, καὶ βοηθὸν αὐτοῖς πᾶσι γιγνόμενον. Ὡς δὲ διὰ πάσης ἡμέρας ἕκαστος εὐλογεῖ αὐτὸν, τίς ἂν ἀμφιβάλλοι; Νύκτωρ γοῦν καὶ μεθ’ ἡμέραν πλεῖον τῆς ἀναπνοῆς πᾶσα ψυχὴ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων, τὴν προσηγορίαν αὐτοῦ τιμῶσα καὶ σέβουσα εὐλογεῖ αὐτὸν, πεπεισμένη εἰς ἑαυτὴν ἀντιστρέφειν τὴν εὐλογίαν, ἀκολούθως λογίῳ εἰς αὐτοῦ πρόσωπον Χριστοῦ φήσαντι· «Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ὅθεν καὶ αὔξει ὁσημέραι καὶ πληθύει τὸ Χριστιανῶν γένος, διὰ τὸ μετέχειν τῆς ἐκ Θεοῦ εὐλογίας, ἧς ἀπολαύει διὰ τὸ ἀδιαλείπτως τὸν Χριστὸν αὐτοῦ εὐλογεῖν ἀκολούθως τῇ μετὰ χεῖρας γραφῇ φασκούσῃ· «Ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν·» Καὶ τὸ τούτων αἴτιον παρίστησι λέγων·
PG 23:815«Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρου τῶν ὀρέων.» Οὕτω δὲ σημαίνει τὴν Ἐκκλησίαν αὐτοῦ τεθεμελιωμένην καὶ ἐστηριγμένην ἐπὶ τὴν ἀῤῥαγῆ τῆς αὐτοῦ δυνάμεως πέτραν, ἐπηρμένην δὲ καὶ ὑψωμένην, ὡς ἂν ἐπὶ ἄκρα ὀρέων κειμένην, προφητικῶν δηλαδὴ καὶ ἀποστολικῶν λόγων, οἷς ἡ Ἐκκλησία τοῦ Σωτῆρος ἡμῶν ἐποικοδομεῖται. «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Ὅπως ὑπερήρθη τοῦ προφητευομένου Σωτῆρος ἡμῶν ὁ καρπὸς ὑπὲρ τὸν Λίβανον νοήσεις τὰ περὶ τοῦ Λιβάνου ἐν προφητείαις λελεγμένα συναγαγών. Εἴρηται δὲ ἐν μὲν τῷ Ἡσαί̈ᾳ· «Ἰδοὺ δὴ Κύριος Σαβαὼθ συνταράσσει τοὺς εὐδόξους μετὰ ἰσχύος·» καὶ ἑξῆς· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» Λέλεκται δὲ καὶ ἐν Ζαχαρίᾳ· «Διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Εἴρηται δὲ καὶ ἐν κη ψαλμῷ· «Συντρίψει τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.» Ἐπιλύεται δὲ ταύτας τὰς φωνὰς ἀσαφεῖς οὔσας ὁ παρὰ τῷ Ἐζεκιὴλ φάσκων λόγος·
«Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ πλατὺς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκοψε τὰ ἁπαλὰ τῆς κέδρου·» οἷς ἑξῆς ἐπιλέγεται· «Ὅτε ἂν ἔλθῃ ὁ βασιλεὺς Βαβυλῶνος καὶ εἰσέλθῃ εἰς Ἱερουσαλὴμ, καὶ λήψεται τοὺς ἄρχοντας.» Σαφῶς γὰρ διὰ τούτων ἡ προφητεία τὸν μὲν ἀετὸν τὸν μέγαν τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ἡρμήνευσε, τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ. Ἐφαρμόσεις δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς προφήταις ὥσπερ Λιβάνου λελεγμένα τῇ Ἱερουσαλήμ. Ἀλλ’ οὐδὲ τῶν ἐκ περιτομῆς τις ἀμφιβάλλοι ἂν μὴ οὐχὶ περὶ τῆς Ἱερουσαλὴμ αἰνίττεσθαι ὁμολογεῖν τὰ περὶ Λιβάνου λελεγμένα. «Ὑπεραρθήσεται» τοίνυν, τὸ παρὸν λόγιόν φησιν, «ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,» δηλαδὴ τοῦ προφητευομένου Σωτῆρος. Καρπὸς δὲ αὐτοῦ τίς ἂν γένοιτο ἢ Ἐκκλησία αὐτοῦ ἡ καθ’ ὅλης τῆς οἰκουμένης ἐστηριγμένη, περὶ ἧς ἐλέγετο· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρον τῶν ὀρέων;» Αὕτη τοίνυν ὑπεραρθήσεσθαι ὑπὲρ τὸν Λίβανον προφητεύεται·
εἰ γὰρ καὶ ἔδοξέ ποτε ὁ δηλωθεὶς Λίβανος, λέγω δὲ ἡ Ἱερουσαλὴμ, δοξάζεσθαι καὶ ἀνθεῖν, ἀλλ’ ὑπερήρθη καὶ πολὺ κάλλιον ἐκείνης ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ Σωτῆρος ἡμῶν ὁ καρπὸς, ἡ καθ’ ὅλης δηλαδὴ τῆς οἰκουμένης Ἐκκλησία γέγονε. Τούτοις ἑξῆς τοὺς λαοὺς τοὺς κατὰ πᾶσαν πόλιν συγκροτουμένους καὶ τὰ πολλὰ πλήθη παρίστησι λέγων· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Τὸ δὲ, «ἐκ πόλεως,» εἴρηται, ἀντὶ τοῦ, καθ’ ἑκάστην πόλιν καὶ κατὰ πάντα τόπον. Ἀλλὰ καὶ ἡ Ἐκκλησία αὐτοῦ πόλις ὠνόμασται τοῦ Θεοῦ διὰ τὴν ἐν αὐτῇ συνισταμένην νόμιμον καὶ εὐαγγελικὴν πολιτείαν. Διὸ λέλεκται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐπεὶ τοίνυν ἡ πόλις τοῦ Θεοῦ, ἀρδευομένη τῷ ἐν αὐτῇ πλημμύροντι ποταμῷ, λόγῳ, πολὺ πλῆθος προφέρει τῶν ἐν τῇ Ἐκκλησίᾳ συγκροτουμένων, εἰκότως ἐπιλέλεκται· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Προηγεῖτο μὲν οὖν τοῦ χόρτου δίκην ἐξανθοῦντος πλήθους ὁ προλελεγμένος καρπὸς αὐτοῦ, πολὺ βελτίων καὶ κρείττων τυγχάνων τοῦ χόρτου τῆς γῆς· διὸ προτέτακται τό·
PG 23:817«Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ·» μετὰ δὲ τὸν καρπὸν τὸν ἐξαίρετον, τοὺς ἐν τῇ Ἐκκλησίᾳ δηλαδὴ καρποφοροῦντας, τὰ λοιπὰ πλήθη καταριθμεῖ διὰ τοῦ· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Εἶτ’ ἐπὶ τούτοις λέγεται· «Ἔσται τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας.» Διαμένοντος δὲ καὶ διαιωνίζοντος τοῦ Χριστοῦ ὀνόματος, συμπαρεκτείνεσθαι καὶ τὸ Χριστιανῶν ὄνομα ἀκόλουθον ἂν εἴη. Τοῦτο δὲ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν· διὸ εἴρηται· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο συμπαραμένειν τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Ὅτι δὲ ταῦτα οὐ δυνατὸν θνητῇ ἐφαρμόσαι φύσει, φθάσαντες ἤδη παρεστήσαμεν. Μετὰ ταῦτα δὲ λέλεκται· «Καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Οἷς παραθήσεις τὸν φήσαντα πρὸς τὸν Ἀβραὰμ χρησμόν· «Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ θέα, ὅπως ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἐφυλάττετο κατὰ χρόνους ἀνανεουμένη δι’ ἑκάστου προφήτου. Τῷ μὲν γὰρ Ἀβραὰμ πρώτῳ λέλεκτο τό·
«Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·» μετὰ δὲ ταῦτα ὁ Ἰακὼβ θεσπίζων περὶ τοῦ Χριστοῦ ἀναγέγραπται εἰρηκώς· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις αὖθις εἴρηται διὰ τοῦ Βαλαάμ· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ Μωϋσῆς δὲ τῶν ἐθνῶν ἐν ᾠδῇ μεγάλῃ μέμνητο λέγων· «Εὐφράνθητε, ἔθνη λαὸς αὐτοῦ· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ.» Οὕτως οὖν καὶ ἐνταῦθα τὰ πρὸς τὸν Ἀβραὰμ διὰ τοῦ χρησμοῦ τεθεσπισμένα ἐπαναλαμβάνει τὸ λόγιον διδάσκον οὐκ ἄλλως ἢ διὰ τοῦ Χριστοῦ πληρωθήσεσθαι, φάσκον· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Εἶθ’ ἑξῆς φησι· «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Πῶς δὲ μακαριοῦσιν αὐτὸν πάντα τὰ ἔθνη; διὰ τῆς ἐν αὐτοῖς μακαριότητος τὴν ἐξ αὐτοῦ χάριν παριστῶντα. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Εὐλογούμενα τὰ ἔθνη ἐν τῷ προφητευομένῳ κατὰ τὸ λόγιον τὸ φῆσαν· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·» αὔξει τὴν κατὰ Θεὸν αὔξησιν, καὶ πληθύει, καὶ τῆς γῆς κατακυριεύει.
Διόπερ φησὶν ὁ θεῖος Ἀπόστολος· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.» Οὕτω δὲ ἔχοντα, ἀντευλογεῖ τὸν τῆς εὐλογίας αὐτοῖς αἴτιον γεγενημένον. Διὸ πρῶτον μὲν ἐμακάριζον αὐτὸν, εἶτα καὶ εὐλογεῖν διδάσκεται διὰ τοῦ λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Ἐπιτήρει δὲ, ὡς ἕκαστον μέρος τῆς βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. Τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο·» τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ,» καὶ τὰ ἑξῆς· τοῦ δὲ τρίτου μέρους τελευταῖος ὁ πη τυγχάνει, οὗ τέλος· «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρε, τέλος δὲ τούτου· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός·
PG 23:819Γένοιτο, γένοιτο.» Τὸ δὲ πέμπτον μέρος εἰς τὸ «ἀλληλούϊα» καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος. Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόῤῥησιν ἐπιφέρει τό· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ,» καὶ προστίθησι τὸ, «ὁ ποιῶν θαυμάσια μόνος.» Ποῖα δὲ θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσεσθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάςσης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν· ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἑξῆς κατηρίθμηται; ἐφ’ οἷς πᾶσι διδασκόμεθα λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα.» Ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας Παρθένου γεγενημένον ὀνόματος ἠξίωται τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰωσήφ·
«Καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·» ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι’ ἧς Θεὸς Λόγος καὶ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἑξῆς· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Πάλαι μὲν γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Καὶ ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυματουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωϋσῆν· «Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» καὶ ἐπιλέγει· «Ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ.» Εἰ γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δόξης. Ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τοῦτο καὶ Ἡσαί̈ας παρίστη θεσπίζων τὰ σεραφεὶμ κυκλοῦντα τὸν Κύριον Σαβαὼθ βοῶντά τε καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ·
PG 23:821πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἀλλὰ ταῦτα μὲν θεϊκῇ προγνώσει ἐθεσπίζετο πάλαι· ἔργοις δὲ ἐπληροῦτο πρότερον ἢ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τῷ τῶν ἀνθρώπων ἐπιλάμψαι γένει· ἰδοὺ γὰρ καθ’ ἡμᾶς αὐτοὺς ἀνατέτραπται μὲν πᾶσα δαιμονικὴ πλάνη· πεπλήρωκε δὲ τὴν οἰκουμένην ἅπασαν ἡ Ἐκκλησία Χριστοῦ, τὸν Θεὸν Ἰσραὴλ ἐν πάσῃ τῇ γῇ δοξάζουσα. Καὶ ἐπειδήπερ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον προφητικῶς μέλλοντα ἔσεσθαι προανεφώνει, χορὸς ἀγγέλων ὑπακούει συνευχόμενος τῇ τῶν πραγμάτων τελειώσει, πιστούμενός τε αὐτὰ καὶ λέγων· «Γένοιτο, γένοιτο·» ἢ κατὰ τὸν Ἀκύλαν, «πεπιστωμένως, πεπιστωμένως,» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀμὴν καὶ ἀμήν·» οἷς ἑξῆς ἐπιλέγεται· «Ἐξέλιπον ὕμνοι Δαυὶ̈δ τοῦ υἱοῦ Ἰεσσαί.» Ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ἡρμήνευσεν· «Ἐπετελέσθησαν προσευχαὶ Δαυὶ̈δ υἱοῦ Ἰεσσαί·» ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις· «Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυὶ̈δ υἱοῦ Ἰεσσαί.» Οἱ μὲν οὖν ἄπειροι τῆς ἀκριβείας τοῦ ἀναγνώσματος οὐχ ὡς μέρος τοῦ ὅλου ψαλμοῦ ἐξειλήφασι τὸ, «Ἐξέλιπον ὕμνοι Δαυὶ̈δ υἱοῦ Ἰεσσαί·» ἀλλ’ ὡς ἔξωθεν τῆς προφητείας παραγεγραμμένον ἀνέγνωσαν.
Αἱ δὲ λοιπαὶ ἑρμηνεῖαι καὶ ἡ Ἑβραϊκὴ γραφὴ σαφῶς παρίστησιν, ὅτι καὶ ταῦτα μέρος τυγχάνει τοῦ ὅλου ψαλμοῦ. Ἐπειδὴ γὰρ Δαυὶ̈δ ὁ βασιλεὺς ἐν προσευχαῖς ἐτίθετο ἀεὶ ἐπιλάμψαι τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος αὐτοῦ προφωνουμένην γένεσιν· ταύτης δὲ εἰς ἔργα χωρούσης, ἔμελλε συμπληροῦσθαι πάντα τὰ προπεφητευμένα· εἰκότως μετὰ τὸ συμπέρασμα τῶν προλελεγμένων ἐπιλέγεται, ὡς ἄρα ἐπετελέσθησαν καὶ συνεπληρώθησαν διὰ τῶν προλελεγμένων αἱ τοῦ Δαυὶ̈δ προσευχαί. Δύναται δὲ τὸ, «ἐπετελέσθησαν ἢ ἐξέλιπον,» προφητικῶς λέγεσθαι εἰς μέλλοντα χρόνον· τῶν γὰρ προκατηριθμημένων ἕκαστον γενήσεται ἐπὰν καὶ ἐπιτελεσθῶσι καὶ συμπληρωθῶσιν αἱ προσευχαὶ Δαυὶ̈δ τοῦ υἱοῦ Ἰεςσαί. Εὐκαιρότατα δὲ διὰ τὸν προφητευόμενον Χριστὸν τοῦ Θεοῦ ἐμνημόνευσεν οὐχ ἁπλῶς «τοῦ Δαυὶ̈δ,» ἀλλὰ μετὰ προσθήκης «τοῦ υἱοῦ Ἰεσσαί·» ἵνα συνάψωμεν τῇ παρούσῃ γραφῇ τὴν Ἡσαί̈ου προφητείαν, δι’ ἧς τὰ ὅμοια περὶ τοῦ Χριστοῦ θεσπίζεται ἐν οἷς εἴρηται· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεςσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν τὸ Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγεται·
«Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐνταῦθα διὰ τῆς ῥίζης Ἰεσσαὶ ἡ κλῆσις τῶν ἐθνῶν ἀναφωνεῖται· ὥστε μὴ μάτην μηδὲ τὴν προσθήκην τὴν «τοῦ υἱοῦ Ἰεςσαὶ» ἐν τῇ προκειμένῃ φέρεσθαι προφητείᾳ, Κατὰ καιρὸν δὲ ἐνταῦθα, Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν εὐαγγελισθείσης, τὸ δεύτερον μέρος τῆς βίβλου τῶν Ψαλμῶν περιγράφεται, ἀρξάμενον μὲν ἀπὸ πρώτου καὶ τεσσαρακοστοῦ, καταλῆξαν δὲ εἰς τὸν μετὰ χεῖρας.

The Contents of the Psalms Inscribed to AsaphΤΩΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΩΝ ΤΟΥ ΑΣΑΦ ΨΑΛΜΩΝ ΑΙ ΠΕΡΙΟΧΑΙ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:823ΤΩΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΩΝ ΤΟΥ ΑΣΑΦ ΨΑΛΜΩΝ ΑΙ ΠΕΡΙΟΧΑΙ. Α. Οἱ τοῦ Ἀσὰφ ἐπιγεγραμμένοι εἰσὶ μὲν τὸν ἀριθμὸν ιβ, τούτων δὲ εἷς ἀπεσχοίνισται τῆς τῶν προκειμένων ια συναφείας, κατατέτακται δὲ πρὸ τοῦ ν ψαλμοῦ. Ὁ γοῦν μθ ἐπιγέγραπται τοῦ Ἀσάφ· τὴν δὲ ὑποπεσοῦσαν ἡμῖν αἰτίαν τοὺς τόπους διηγούμενοι παρεθήκαμεν. Εἰσάγει δὲ ὁ μετὰ χεῖρας πρῶτος ὢν τοῦ Ἀσὰφ, τὸν προφήτην ὑπερθαυμάζοντα τὸ μακρόθυμον τοῦ παναγάθου Θεοῦ, καὶ τὴν ἐπὶ τοῖς ἀσεβέσιν ἀνεξικακίαν αὐτοῦ, τήν τε ἐνδιδομένην συγχώρησιν τοῖς ἁμαρτάνουσιν·
ἣν ὑπερεκπληττόμενος, ἑαυτοῦ κατηγορεῖ ὡς ὀλιγοψυχοῦντος καὶ μικροῦ δεῖν σαλευθέντος, καὶ τῆς ψυχῆς τὰς βάσεις περιτραπέντος, δι’ ἃς ἑώρα τῶν ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν εὐπραγίας. Πλὴν ἀποδυσπετήσας ἐν τοῖς πρώτοις, προϊὼν τὴν καταστροφὴν αὐτῶν θεσπίζει λέγων· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα.

§ 82

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Β. Ὁ δεύτερος ἐπὶ ποίαις περιστάσεσιν τὰ ἐν τῷ πρώτῳ λέλεκτο διδάσκει, ἀποδυρόμενος τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν, ἣν πέπονθεν ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων, σημαίνων τε τὴν ἐπανάστασιν τῶν τὸν τόπον πολιορκησάντων· ὃ δὴ παρίστησι φήσας· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Οἷς ἑξῆς ἐπιλέγει· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· οἷς αὖθις ἐπιλέγει· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι·
τῷ γὰρ φάσκειν μηκέτι προφήτας γεγονέναι κατὰ τὴν δηλουμένην πολιορκίαν σημεῖον ἦν τῆς ὑστάτης αὐτῶν ἀποπτώσεως. Ἕπεται δὲ ταῦτα σφόδρα ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ Χριστοῦ λεχθείσαις προῤῥήσεσιν. Ἐπειδὴ γὰρ ἐλθόντα αὐτὸν μὴ παρεδέξαντο, ἀναγκαίως τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν μετὰ τὰ κατ’ αὐτοῦ τολμηθέντα αὐτοῖς θεσπίζει.

§ 83

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Γ. Ὁ τρίτος τοῦ Ἀσὰφ εἰς τὸ τέλος παραπέμπει τὸν τοῖς προτέροις ἐντετυχηκότα, καὶ παραινεῖ μὴ διαφθεῖραι. Ἐπιγράφει τε πρὸς τούτοις, ὅτι καὶ ψαλμὸς εἴη καὶ ᾠδή· ἐπειδὴ περιέχει εὐχαριστίαν τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων. Καὶ τὴν τοῦ Θεοῦ δικαιοκρισίαν παρίστησι διδάσκων ὅπως ἔστησεν ἡμέραν κρίσεως, ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ οὔτε οἱ κατὰ τὸν παρόντα βίον κακούμενοι τῆς παρὰ τῷ Θεῷ μελλούσης ἐλπίδος ἀποπεσοῦνται, οὔθ’ οἱ κατὰ τὸν ἐνεστῶτα καιρὸν ἐπαρθέντες καὶ καταλαζονευσάμενοι τοῦ Χριστοῦ ἀτιμώρητον ἕξουσι τὸν μετὰ ταῦτα βίον. Διὸ ἐκ προσώπου μὲν τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ἀναφωνεῖ τό· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου·
PG 23:825περὶ δὲ τῶν τὰ κατὰ τοῦ Σωτῆρος ἡ μῶν τολμησάντων προί̈ων ἐπάγει τό· Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Εἶθ’ ἑξῆς ἐξ αὐτοῦ προςώπου τοῦ Χριστοῦ ἐπιφέρει τό· Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

§ 84

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δ. Καὶ ὁ παρὼν ψαλμὸς λέλεκται Ἐν ὕμνοις· οὐ μόνον ἀλλὰ καὶ ᾠδὴ τυγχάνει ἀναπέμπουσα εἰς τὸ τέλος. Διαγράφει δὲ τῶν μὲν ἀποστόλων τοῦ Σωτῆρος καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν ἀσφάλειαν, αὐτοῦ δὲ τὴν ἐν εἰρήνῃ μονὴν καὶ στάσιν, καὶ τὴν ἐπὶ τῆς Ἰουδαίας παρουσίαν· καὶ ὡς ἡ ἀληθινὴ αὐτοῦ πόλις, καὶ τὸ Σιὼν ὄρος τὸ ἀληθινὸν αὐτοῦ οἰκητήριον πάντοτε εἰρηνεύεται, οὐδὲ πώποτε ἐχθροῖς ὑποχείριον γιγνόμενον. Ὃ δὴ σημαίνει λέγων· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐγενήθη εἰρήνη ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶθ’ ἑξῆς τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν τῆς Ἐκκλησίας αὐτοῦ πολεμίων τὴν πτῶσιν παρίστησιν ὧδε φάσκων·
Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· καὶ πάλιν· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους· οἷς ἐπισυνάπτει τὴν ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν λέγων· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ καταστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς βασιλεῖς τῆς γῆς.

§ 85

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ε. Καὶ ὁ μετὰ χεῖρας τοῦ μὲν Ἀσὰφ τυγχάνει, ὑπογράφει δὲ, Ὑπὲρ Ἰδιθούμ· περὶ οὗ προδιειλήφαμεν διὰ τῶν ἔμπροσθεν. Ἔοικεν δὲ ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάττειν τοὺς λόγους, πολλὰ ὡς εἰκότως ἐφ’ οἷς ἀκήκοεν περὶ τοῦ λαοῦ καταστενάζοντος, λειποθυμοῦντός τε ἤδη καὶ μικροῦ δεῖν καὶ ἑαυτὸν ἀπογινώσκοντος διὰ τὰς τοῦ λαοῦ παρανομίας καὶ τὰ συμβησόμενα δι’ αὐτὰς τῷ παντὶ ἔθνει. Δι’ ὃ ἐν ἀρχῇ μὲν ὡς ἐκ προσώπου αὐτοῦ τίθησι τὸ, Φωνῇ μου πρὸς τὸν Θεὸν ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· εἶθ’ ἑξῆς τὴν γενομένην αὐτῷ ἀθυμίαν ὑποφαίνει λέγων·
Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἐταράχθην καὶ οὐκ ἐλάλησα. Καὶ ἐπιλέγει· Νύκτωρ μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκρύψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Ταῦτ’ ἦν τὰ λυπήσαντα τὴν τοῦ Ἰδιθοὺμ ψυχήν. Δι’ ὃ καλῶς ὠλιγοψυχηκέναι ὡμολόγει. Ἀλλὰ τὸ θεῖον Πνεῦμα διὰ τοῦ προφήτου Ἀσὰφ ἑξῆς τὰ λυπηρὰ θεραπεύει ἐν οἷς φησι· Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· καὶ αὖθις· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν αἱ ἄβυσσοι· πλῆθος ἤχους ὕδατος· καὶ ἐπισφραγίζεται λέγων· Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἀναγκαίως δὲ τούτων ὁ Ἀσὰφ ὑπέμνησε τὸν Ἰδιθοὺμ, ὡς ἂν μηκέτι λέγοι· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου·
PG 23:827πιστεύων δὲ τοῖς πάλαι ἐπὶ Μωϋσέως τοῦ Θεοῦ παραδόξοις ἔργοις, δι’ ὧν ἐλυτρώσατο τὸν λαὸν, τὰ ὅμοια καὶ εἰς τὸν ἐπιόντα χρόνον ἐλπίζοι γενήσεσθαι. ϛ.

The sixth is neither psalm nor ode nor hymnὉ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος, οὐδὲ ἀναπέμπει εἰς τὸ τέλος. Ὅθεν οὐδὲν τούτων ἐπιγέγραπται· διεγείρει δὲ ἡμᾶς εἰς σύνεσιν τῶν ἐμφερομένων. Διὰ τί δὲ μηδὲν τῶν προειρημένων ἡ προγραφὴ περιέχει, ἀλλ’ ἐπειδήπερ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορεῖ, καταριθμούμενος αὐτῶν τὰ πάλαι ἀσεβήματα; Τοῦτο δὲ πράττει ὁ προφήτης εἰς ἀπολογίαν τῆς τοῦ Θεοῦ δικαιοκρισίας· μέλλων γὰρ θεσπίζειν τὰ συμβησόμενα τῷ ἔθνει πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας, ἀναγκαίως διδάσκει, ὅτι μὴ ἐπὶ μικροῖς ἀσεβήμασι ταῦτα πείσονται. Διόπερ καταριθμεῖται ὁσάκις ἥμαρτε καὶ ὁσάκις ἤνεγκεν αὐτοὺς ἡ τοῦ Θεοῦ μακροθυμία, καὶ ὡς ὕστερον πληρώσαντας αὐτοὺς τὸ μέτρον τῶν ἀσεβημάτων δικαιότατα μετῆλθεν ἡ ἐκ Θεοῦ ὀργή. Ἵν’ οὖν ταῦτα γνῶμεν, ἀναγκαίως ἐπιγράφει, Συνέσεως τῷ Ἀσὰφ, καὶ προϊὼν ἑξῆς ἀνακεφαλαιοῦται αὐτῶν πάσας τὰς παρανομίας.

§ 87

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:868Ζ.
PG 23:827Ἐπιτεμόμενος τὸ πλῆθος τῶν ἀσεβημάτων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὥσπερ ἐν στήλῃ τὰς κατ’ αὐτῶν κατηγορίας ἐντυπώσας, ἀκολούθως διὰ τῶν προκειμένων τὴν γενομένην κατ’ αὐτῶν ἐπανάστασιν κατὰ τοὺς χρόνους Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως θεσπίζει. Ὁ ἐπελθὼν τοῖς Ἱεροσολύμοις, οὐ καθαιρεῖ μὲν, βεβηλοῖ δὲ τὸ ἱερὸν, εἰδωλολατρεῖν ἐπαναγκάσας τὸ ἔθνος. Τούτων δὲ τὴν ἱστορίαν ἡ τῶν ἐπιγεγραμμένων Μακκαβαίων βίβλος περιέχει· ἐν ᾗ καὶ τὰ πλήθη τῶν ἀνῃρημένων, οἵ τε τρόποι τῶν ὑπὸ εὐσεβείας μεμαρτυρηκότων παρ’ αὐτοῖς ἀνεγράφησαν. Διὸ τὸ προφητικὸν Πνεῦμα ἔντευξιν ὑπὲρ τοῦ παντὸς ἀναπέμπει λαοῦ φάσκον· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ταῦτα γὰρ ἦν σεμνολογήματα τοῦ ἔθνους· διὸ σὺν παῤῥησίᾳ πολλῇ λέλεκτο. Ἀλλ’ οὐ τοιαῦτα ἦν τὰ ἐν τῷ γ καὶ ο, δι’ οὗ ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
PG 23:829Ἐν ἐκείνοις γὰρ τὴν εἰς τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδήλου, καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν. Καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐδὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ τῷ παρόντι μετὰ τὰ σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ, λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Αὗται γὰρ σαφῶς δικαίων τυγχάνουσι φωναί.

§ 88

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Η. Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλὰ σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς· ἔστι γὰρ, εἰς τὸ τέλος, καὶ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ, ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος. Εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ δὲ τῶν ἀλλοιωθησομένων, διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων· μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου Υἱοῦ ἀνθρώπου.
Υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ τοῦτον ὀνομάζει. Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστησιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτὴν, καὶ τὰ τούτοις ἀκόλουθα· εἶτα δηλοῖ τὴν ἐσομένην ἐρημίαν αὐτῶν φάσκων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Καὶ περὶ τῶν πολιορκησάντων δὲ διδάσκει λέγων· Ἐλυμῄνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Δι’ ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους· πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους ἀπήγαγεν· εἶτα μετὰ τοῦτον ὁ Βαβυλώνιος τοὺς ὑπολοίπους ἐχειρώσατο, τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας. Ὃ δὴ θεσπίζει φάσκων ὁ λόγος· Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη· γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρῶτον μὲν πολιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπολήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σωτῆρος ἡμῶν·
ἔπειτα Ἀδριανοῦ τοῦ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. Ἀλλ’ ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισε τοῦ ἔθνους, προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀναπέμπει λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ ὀφθῆναι ἐπὶ γῆς. Δι’ αὐτοῦ γὰρ, φησὶν, ἡμεῖς οἱ παραδεξάμενοι αὐτὸν οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλὰ καὶ ζωώσεις ἡμᾶς δι’ αὐτοῦ· δι’ ὃ καὶ ἱκετεύομεν λέγοντες· Κύριε τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, διὰ τοῦ δηλωθέντος ἀνδρὸς, καὶ σωθησόμεθα.

§ 89

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:831Θ. Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται, καὶ εἰς τὸ τέλος ἀναπέμπει. Ληνοὺς δὲ διὰ τούτων ὀνομάζει τὰς καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, ἐν οἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται. Παραδόξως δὲ προγέγραπται, ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. Ἐκείνης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς, τοῦ τε φραγμοῦ αὐτῆς καθαιρεθέντος, ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει.
Ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἡσαί̈ας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. Ἀλλ’ ἐπεὶ τὴν πτῶσιν ἐδήλου τοῦ προτέρου πύργου, καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου, τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις· εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται, ὑπὲρ τῶν ληνῶν ἐπιγράψας τὴν προφητείαν. Διὸ ἐπὶ χαρὰν καὶ εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φάσκων· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ Εὐαγγελίου, τοῖς τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσι. Περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν. Πολλῆς δὲ ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφητείαν. Ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδήλου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει·
καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ εἰσήγαγε, καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, οὕτω διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἃς ὁ Υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο.

§ 90

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ι. Θεοὺς εἰσάγει καὶ Θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγκαίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἐπὶ τοῦ παρόντος τοὺς παρ’ αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει. Εἶτ’ ἐπειδὴ τὸν Χριστὸν τοῦ Θεοῦ ἐν τῷ πρὸ τούτου ἄνδρα ὠνόμασε δεξιᾶς αὐτοῦ καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖρας φήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον, Θεὸν ἀκούων τὸν Χριστὸν τοῦ Θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἑξῆς κατηγορουμένους, μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν Υἱὸν Θεοῦ Θεὸν ἀποκαλεῖν.
PG 23:833Εἰ γὰρ οἱ διαβαλλόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομασθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν κεκραταιωμένον Θεὸν ὁμολογεῖν; Εἶτ’ ἐπὶ τέλει τοῦ παντὸς ὁ Προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Ἔοικε δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθ ψαλμὸς, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· Θεὸς θεῶν Κύριος ἐλάλησε. Καὶ ἐν ἀμφοτέροις δ’ οὖν Θεὸς θεῶν εἰςῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγραπται. Καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν δὲ τῷ μθ σφόδρα τούτοις ἀκολούθως ὅπως ἀναστὰς κρίνει τὴν γῆν ὑπογράφει ὁ λόγος φάσκων· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ ἑξῆς· Ὁ Θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἑξῆς· δι’ ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται. Καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν·
εἰκότως ἐν τῷ μθ τοὺς παρὰ Μωϋσεῖ περὶ θυσιῶν ἀνατρέπει νόμους, ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας, τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· δι’ ὃ λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.

ΙΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΑ. Ὁ παρὼν λόγος, τελευταῖος ὢν τοῦ Ἀσὰφ, ἱκετηρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ’ ἀκολούθως. Ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισε τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ’ ἀναδραμὼν τῷ χρόνῳ δευτέραν τὴν ὑπ’ Ἀντιόχου γενομένην ἔταξεν, εἶτ’ ἐπὶ ταύτης τρίτης ἐμνημόνευσε τῆς προαγούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἀρχῆς· ἀκολούθως διὰ τῶν προκειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς τοῖς χρόνοις πρώτης πολιορκίας, καθ’ ἣν πάντες οἱ περίοικοι τῆς Ἰουδαίας δεξιὰς τοῖς Ἀσσυρίοις κατ’ αὐτῶν ὤρεξαν. Ὃ δὴ σημαίνει λέγων· Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Οἷς ἑξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος φάσκων·
Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα. Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσοὺρ, οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι, καὶ τῶν προλεχθέντων ἐθνῶν τὴν κατ’ αὐτῶν ποιεῖται δέησιν, καὶ τὴν καταστροφὴν αὐτῶν ἑξῆς θεσπίζει· καὶ ἐν τῷ οη ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς Ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. Πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλεγεν. Οὐκέτι δὲ καὶ ἐν τῷ ογ, καθ’ ὃν ἡ ἐσχάτη αὐτῶν ἐδηλοῦτο ἀποβολή. Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ια. Ὁ δὲ ιβ πρὸ τοῦ ν ψαλμοῦ κατατέτακται δι’ ἣν ἀποδεδώκαμεν αἰτίαν τοὺς τόπους διηγούμενοι. Ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ’ ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν.

Psalm 2ΨΑΛΜΟΣ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:835ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΒ. Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πη, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ δέκα· ὧν ἐφεξῆς ια τυγχάνουσι τοῦ Ἀσάφ·
εἶτα τῶν υἱῶν Κορὲ δ, καὶ τοῦ Δαυὶ̈δ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραίτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ [ϟπροφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυὶ̈δ]ϟ, Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ’ εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρχεται δ’ ἀπὸ δογματικῆς διδασκαλίας, δι’ ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὃ δὴ διδάσκει καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς.
Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πατρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι’ ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος. Ἀλλ’ ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ’ ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός·
PG 23:837ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ διαβήματα κέχυτο· παρ’ ὀλίγον γὰρ ἐξεχύθη τὰ διαβήματά μου, οὐ μὴν ἐξεχύθη. Νοήσεις δὲ ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστήσας, ὡς ἤδη τινὲς, προκόψαντες ἐν ἀσκήσει θεοσεβείας, ἐν σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις, ὕστερόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλισθήσαντες, ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ, καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων. Τούτων γὰρ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι· οὐ μὴν ἀλλὰ καὶ ὅλους πεπτωκέναι, τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ Θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπὴν ἀποῤῥεῦσαι καὶ ἐκκεχῦσθαι. Ἀλλὰ ταῦτα μὲν παρὰ μικρὸν, φησὶν, ἔπαθον, οὐ μὴν πέπονθα διὰ τὸ τοῦ Θεοῦ ἔλεος. Πλὴν ἤμελλόν γε ταῦτα πάσχειν διὰ ζῆλον ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ, ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν. Εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην, ὡς μικροῦ δεῖν κινδυνεῦσαι περιπεσεῖν ἀθέοις λογισμοῖς·
οἷς οὐ περιπέπτωκα δόγμασιν ὀρθοῖς θεραπευόμενος, τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν Θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυμον. Διόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος, εἶπον ἀρχόμενος τοῦ λόγου· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἀντὶ δὲ τοῦ· Ὡς ἀγαθὸς, ὁ Σύμμαχος· Πλὴν ὄντως, φησὶν, ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς καθαροῖς τὴν καρδίαν. Παρέστησε γάρ τίς εἴη ὁ Ἰσραὴλ, ἐπισυνάψας καὶ εἰπὼν, τοῖς καθαροῖς τὴν καρδίαν. Οὗτοι γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ· διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ Σωτῆρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν Θεὸν ἑρμηνεύεται. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Ὡς ἐν ἱστορίᾳ διεξέρχεται τὰ ταράξαντα αὐτοῦ τὴν ψυχὴν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ’ ὀλίγον· μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. Τίνα δὲ ἦν ταῦτα;
Οἱ ἀσεβεῖς καὶ τὸν Θεὸν οὐκ εἰδότες, οὕτω, φησὶν, ἐν εὐσταθείᾳ βίου καὶ θυμηδίαις διῆγον, καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ’ ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν, ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωὴν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι. Οὕτως οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περιστάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα, ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμονος ἡ κατ’ αὐτῶν πληγή· βραχεῖα δέ τις καὶ ἐξ ἐπιπολῆς παρατρέχουσα. Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο, γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι, πενίᾳ τε κατατρυχόμενοι· τοὐναντίον δὲ πλούτῳ περιῤῥεόμενοι καθηδυπάθουν ἐντρυφῶντες, καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι’ ἐπιπόνου καὶ μοχθηροῦ βίου. Διὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι οὐκ ἐνεθυμοῦντο, περὶ θανάτου· στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν· καὶ ἑξῆς·
PG 23:839Ἐν ταλαιπωρίᾳ, φησὶν, ἀνδρὸς οὐκ ἐγένοντο, οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο. Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν, διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία. Δέον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσεβήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες. Δι’ ὃ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν· ἀνθ’ οὗ ὁ Σύμμαχος· Ὑπερηφανίαν, φησὶν, ἠμφιώσαντο, ἀποθήκας ἐξ ἀδικίας ἔχοντες. Ἔτι μὴν πρὸς τούτοις· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκε τὴν διάνοιαν εἰπών· Προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμήνευσε φήσας· Ἐξῆλθον ἀπὸ στέατος ὀφθαλμοὶ αὐτῶν. Εἶτ’ ἐπὶ τούτοις· Διήλθοσαν, φησὶν, εἰς διάθεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτω· Παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ καταμωκώμενοι. Καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλμοῖς ὁρώμενα ἔργα τοῦ Θεοῦ, καὶ τὰ προφανῆ τῆς Προνοίας θαύματα παρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτὰ, καταμωκώμενοι δὲ καὶ χλευάζοντες δι’ ὑπερβολὴν ἀπονοίας.
Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο. Ἔθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν. Ἔταςσον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἡ δὲ γλῶσσα αὐτῶν περιπατήματα ἐν τῇ γῇ. Βλάσφημα γὰρ προφερόμενοι ῥήματα κατὰ τοῦ Θεοῦ, ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος, μήτε μὴν ὅλον ὑπάρχοντος, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν, καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα· καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες. Ταῦτ’ ἦν δι’ ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ’ ἐμαυτοῦ στηλιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες μου, καὶ παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν οἵα δεδήλωται. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ.
Εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ’ ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας, πτῶσιν αὐτοῖς ἐργασαμένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία, ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. Ἐκπεσόντων γὰρ ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας, ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ· καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις. Πλήρεις δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι, καὶ τὸν οἰκεῖον χρόνον τῆς ζωῆς ἀποπληροῦσαι. Οὕτω λέλεκταί που, ὅτι Ἐκοιμήθη πλήρης ἡμερῶν. Ὁ μὲν οὖν ἐμὸς λαὸς ἐκ τούτων ὠφέληται· οἵ γε μὴν προλεχθέντες ἀσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς τοὺς ὁρῶντας ἀμηχανεῖν καὶ λέγειν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; εἰ γάρ ἐστιν ἐν τῷ Ὑψίστῳ γνῶσις, καὶ εἰ ταῦτα ἐφορᾷ, καὶ τοὺς ἐπὶ γῆς ἐπισκοπεῖ, πῶς οὗτοι τοιαῦτα δρῶντες εὐθηνοῦσιν, καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου; Κἀγὼ δὲ, ταῦτα θεωρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, ὡς πρὸς ἐμαυτὸν ἐννοεῖν·
PG 23:841Μήποτε ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωί̈ας; Εἰ γὰρ τοῖς μὴ ταῦτα πεποιηκόσι τοσαύτη πάρεστιν εὐθυμία, εἰς μάταιον ἄρα ἐγὼ κοπιῶ, καὶ περιττῶς ἐσπούδακα δικαιοσύνης ἐπιμελόμενος· εἰκῆ δὲ καὶ μάτην ἐφύλαξά μου τὰς χεῖρας καὶ τὰς πράξεις ἐξ ἀδίκων ἔργων· εἰκῆ καὶ νηστείαις καὶ κακοπαθείαις κατατρύχων ἐμαυτὸν καὶ μαστίζων πᾶσαν ἡμέραν διετέλεσα· εἰκῆ καὶ μάτην ἐπόνουν, ἅμα τῇ ἕῳ ἀνιστάμενος καὶ ἐξαγορεύων ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς τὰς ἐμαυτοῦ ἁμαρτίας ἀποκλαόμενός τε καὶ τοὺς κατ’ ἐμαυτοῦ προφέρων ἐλέγχους ἐν ταῖς πρὸς τὸν Θεὸν ἐξομολογήσεσι. Ταῦτ’ ἦν ἃ ἐνθυμούμενος, παρὰ μικρὸν ἐσαλευόμην. Ἀντὶ δὲ τούτων ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἴσως οὖν κἀγὼ μάτην ἐκάθαρα τὴν ψυχήν μου, καὶ ἐνιπτόμην ἐν ἀναμαρτησίᾳ τὰς χεῖράς μου, καὶ διετέλεσα μυκτηριζόμενος καθ’ ἑκάστην ἡμέραν, καὶ ἐλεγχόμενος καθ’ ἕκαστον ὄρθρον. Εἰ ἔλεγον, Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυντέθεικα. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου·
ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Τὰ προλεχθέντα ἐν τοῖς ἐμαυτοῦ λογισμοῖς ἐνεθυμήθην αὐτὸ μόνον, ἐφ’ οἷς καὶ ἐκινδύνευον σάλον παθεῖν, οὐ μὴν καὶ ἐξηγόρευον εἰς ἑτέρους. Εἰ γὰρ κρίνας οὕτω φρονεῖν τὴν ἄθεον ταύτην διδασκαλίαν προέφερον εἰς ἑτέρους· παραβάτης ἂν ἐγενόμην τῶν εὐσεβῶν δογμάτων, καὶ τὰς συνθήκας ἂν παρῆλθον τῆς γενεᾶς τῶν σῶν τέκνων. Τέκνα γάρ σου τοῦ Θεοῦ πάντες γεγόνασιν οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνδρες. Γενεὰ δὲ αὐτῶν ἡ ἐξ αὐτῶν διαδοχὴ τῶν ἁγίων, ὧν τὰ μαθήματα καὶ τὰ δόγματα παρεχάραξα ἂν, εἰ προέφερον εἰς ἑτέρους τοὺς προλεχθέντας ἐμαυτοῦ λογισμούς. Ἀλλὰ καὶ εἰ παρεῖχον ἐμαυτὸν τοῦ γνῶναι τὰς αἰτίας, δι’ ἃς οἱ ἁμαρτωλοὶ εὔθυμοι διατελοῦσι καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου, οἱ δὲ δίκαιοι ταπεινοῦνται· οὐδὲ οὕτω κατέλαβον ἂν τὰς ἀποῤῥήτους περὶ τούτων κρίσεις, κόπους δὲ μόνους ἐμαυτῷ συνῆγον, εἰς ἀπορίαν ἐμπίπτων καὶ εἰς ψυχῆς κάματον. Διό φησι· Καὶ εἰ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ εἰ ἐλογιζόμην ἐπιγνῶναι τοῦτο, μόχθος ἐφαίνετό μοι.
PG 23:843Διόπερ ὁρῶν ἀκατάληπτον οὖσαν ἀνθρώποις τὴν τούτων γνῶσιν, εὐσεβεῖ χρώμενος λογισμῷ, διενοούμην παρ’ ἐμαυτῷ κρεῖττον εἶναι ἐπέχειν καὶ ἐκδέχεσθαι τὸν ἐπιτήδειον τῆς τούτων γνώσεως καιρόν. Οὗτος δὲ ἦν, Ἕως εἰσέλθω εἰς ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἕως εἰσέλθω εἰς τὰ ἁγιάσματα τοῦ Θεοῦ, συνετισθῶ τὰ ἔσχατα αὐτῶν. Ταύτην δὲ καλὴν ἐμαυτῷ καταφυγὴν εὑρὼν τῆς τῶν ἀπορουμένων λύσεως, τὴν ἀπαλλαγὴν δηλαδὴ τοῦ θνητοῦ βίου, καὶ τὴν εἴσοδον τὴν ἐπὶ τὰς ἐπαγγελίας τοῦ Θεοῦ, θεραπείας ἐτύγχανον καὶ παραμυθίας· εὖ εἰδὼς, ὡς ἐκεῖσε γενόμενος, συναισθήσομαι τοὺς λόγους τῶν ἐζητημένων, γνώσομαί τε τὰ ἔσχατα τῶν ἀσεβῶν. Μὴ γὰρ προσήκει εἰς τὸν παρόντα μόνον ἀποβλέπειν βίον καὶ εἰς τὴν παροῦσαν αὐτῶν τρυφὴν, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα αὐτῶν ἀφορᾷν. Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. Τρισὶ λογισμοῖς ἐπιβαλὼν περὶ τῶν ἐζητημένων, τὸν μὲν ἑώρων ἀσεβῆ καὶ ἄθεον τὸν λέγοντα·
Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· τὸν δὲ τῆς τούτων καταλήψεως, πεπληρωμένον κόπου καὶ πόνου διὰ τὰ βάθη τοῦ πλούτου τῆς γνώσεως τοῦ Θεοῦ, καὶ διὰ τὸ ἀνεξερεύνητα εἶναι τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ· ἐπὶ τὸν τρίτον οὖν ἔστην κρίνας ἐπέχειν μὲν τέως, περιμένειν δὲ καὶ ἀφορᾷν εἰς τὸ πάντων τέλος. Τούτῳ δ’ ἐμπιστεύσας ἐμαυτὸν τῷ λογισμῷ εὐσεβεῖ ὄντι καὶ ἀληθεῖ, ἐξ αὐτῆς ὠνάμην τῆς πίστεως. Ἔγνων γὰρ ἐξ ὑποβολῆς τοῦ προφητικοῦ Πνεύματος, ὡς διὰ τὰς δολιότητας αὐτῶν καταβαλεῖ αὐτοὺς οὐκ εἰς μακρὸν ὁ Θεὸς, μετὰ τὸ ἐπαρθῆναι καὶ ὑψωθῆναι. Εἶτα φωτισθεὶς, καὶ τὴν πτῶσιν αὐτῶν τὴν ἐπὶ τέλει καταληψομένην αὐτοὺς προφητικῇ δυνάμει συνιδὼν, εἰκότως φημί· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, γεγόνασί τε ὡσεὶ ἐνύπνιον ἐξεγηγερμένου. Ἕως μὲν γάρ τις φαντάζεται ὀνειρώττων ἐν τοῖς ὕπνοις, δοκεῖ τι πράττειν ἀπατώμενος τῇ τοῦ ἐνυπνίου φαντασίᾳ· ἐπειδὰν δὲ διεγερθῇ τὸν ὕπνον ἀποτριψάμενος, οἴχεται αὐτῷ τὰ τῆς φαντασίας.
Οὕτω δὲ καὶ τῶν ἀσεβῶν ἡ τοῦ παρόντος βίου δοκοῦσα εὐπραγεία καὶ ὁ πλοῦτος καὶ ἡ ὑπερηφανία ὅμοιον ἕξει τὸ τέλος τοῖς ὀνειρώττουσι καὶ ἐνυπνιαζομένοις, ἔπειτα διεγρηγοροῦσι καὶ μηδενὸς ὧν ἐδόκουν ὁρᾷν τε καὶ κατέχειν ταῖς χερσὶν ἐπειλημμένοις. Κατὰ δὲ τὸν Σύμμαχον, ἀντὶ τοῦ, Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, τοῦτον εἴρηκε τὸν τρόπον· Ὄντως ἐν ὀλίσθῳ ἔταξας αὐτοὺς, κατέβαλες αὐτοὺς εἰς ἀφανισμούς· ἐξαίφνης ἐξέλιπον, ἀνηλώθησαν ὡς οὐχ ὑπάρξαντες, ὡς ὄνειρον ἐξυπνίσαντι. Εἰς δὲ τὸ, ἐξαίφνης, καὶ τὸ, ἐξάπινα, παραθήσεις τὴν σωτήριον φωνὴν τὴν λέγουσαν· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἥξει ὁ Κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Ἀνωτέρω μὲν ἔλεγεν, Ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ· νῦν δὲ τί ποτ’ ἦν τὸ ἁγιαστήριον διδάσκει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Ἔνθεν εἰκότως ὁ θεῖος Ἀπόστολος, πόλιν οὐράνιον Θεοῦ εἰδὼς ἔλεγεν· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ πάλιν·
PG 23:845Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί. Ταύτην οὖν καὶ ὁ παρὼν Προφήτης τὴν πόλιν τοῦ Θεοῦ σημαίνει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Εἰ μὲν γὰρ ἦσαν, φησὶ, φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς σῆς πόλεως κατηξιοῦντο· ἐπεὶ δὲ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, ἀναλόγως τε τῇ ἑαυτοῦ κακίᾳ ἑαυτὸν μετεμόρφωσεν εἰς ἀγρίου θηρὸς τρόπον τε, γέγονέ τε ἵππος θηλυμανὴς, ἢ λύκος ἁρπακτικὸς, ἢ ὄφις καὶ γέννημα ἐχιδνῶν, ἢ ἄλλο τι τούτοις παραπλήσιον· τούτου χάριν ὥσπερ κίβδηλον νόμισμα τὴν τοιαύτην εἰκόνα τῆς ἑαυτοῦ πόλεως ἀποῤῥίπτει ὁ Θεὸς, ἐξουδενῶν αὐτὴν, οὐδὲ ἀξίαν κρίνων τῶν ἐν τῇ πόλει αὐτοῦ μονῶν. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· δι’ ὃ λέλεκται· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Τοῦτο μὲν οὖν προφητικῶς ὁ Ἀσὰφ ἀπεφθέγξατο, ὥσπερ ἐπιθειάσας, καὶ τὸ μέλλον πεφωτισμένοις ψυχῆς ὀφθαλμοῖς τεθεαμένος. Τὴν δὲ αἰτίαν δι’ ἣν ἐφωτίσθη τὴν πόλιν τοῦ Θεοῦ συνιδεῖν, παρίστησι λέγων ἑξῆς· Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν.
Ἐπειδὴ γὰρ ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ κατὰ τὸν προφήτην Ἡλίαν, ἐξειλκόμην τε τοῖς λογισμοῖς ὁρῶν ἀσεβεῖς εὐθυμουμένους· ἀλλὰ καὶ ἐπυρούμην τοὺς νεφροὺς καὶ τὰ βάθη τὰ κρύφια τῆς ἐμαυτοῦ ψυχῆς· δι’ ὃ καὶ ἔλεγον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· τούτου χάριν ἠξιώθην φωτισθῆναι ὑπὸ τοῦ Πνεύματος καὶ τὴν πόλιν ἰδεῖν τοῦ Θεοῦ, τούς τε ἀξίους αὐτῆς καὶ τοὺς μή. Ἀντὶ δὲ τοῦ, Ἐξεκαύθη ἡ καρδία μου, ὁ Σύμμαχος, Συνεστέλλετο, φησὶν, ἡ καρδία μου, καὶ ἐντὸς τῶν νεφρῶν μου διελεγόμην ἀντιλέγων. Εἶθ’ ἑξῆς εἴρηται· Καὶ ἐγὼ ἐξουθενημένος, καὶ οὐκ ἔγνων· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπὼν, Ἤμην δὲ ἀνεπιστήμων καὶ μὴ εἰδώς· καὶ πάλιν· Κτηνώδης ἐγενήθην παρὰ σοί· ἢ κατὰ τὸν Σύμμαχον, Κτηνωδῶς διετέλεσα παρὰ σοί. Καὶ ἐγὼ, φησὶν, διαπαντὸς μετὰ σοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνείην πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως λελεγμένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν· καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότερον ἀνοηταίνων, καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας λόγοις·
PG 23:847ὅμως οὐκ ἀπελιμπανόμην σου τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος, συνήμην δέ σοι διαπαντός· καὶ τοῦτ’ ἔπραττον οὐκ ἐξ ἐμαυτοῦ δυνάμεως, ἀλλ’ ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ, τῆς ἐμῆς δεξιᾶς χειρὸς ἐπιλαβόμενος, συνεῖχες καὶ διεκράτεις πρὸς τὸ μὴ διαχεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως. Διό φημι· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. Εἶχον γὰρ καλὴν δεξιὰν, ἐῤῥωμένην καὶ πατρικὴν, τὰ δεξιὰ πάντα καὶ τά σοι ἀρεστὰ πράττουσαν· δι’ ὃ ἐπιλαβόμενος αὐτῆς, τῇ βουλῇ σου ὡδήγησάς με· ἢ κατὰ τὸν Σύμμαχον, τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνητὸν διαπορθμεύων βίον, καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λιμένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με· ὡς, εἴ γε μὴ τῆς δεξιᾶς τῆς ἐμῆς κεκρατήκεις, πάλαι ἂν, ὥσπερ ὑπὸ χειμάῤῥου κατασύροντος περιτραπεὶς τοὺς τῆς ψυχῆς πόδας, πτώματι περιέπιπτον ἐξαισίῳ. Νῦν δὲ σὺ αὐτὸς ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με.
Καὶ τέλος μετὰ τοὺς δηλωθέντας πειρασμοὺς καὶ τοὺς χειμῶνας τοὺς ἀναθορυβήσαντάς μου τὴν ψυχὴν, διαγαγών με ἀκινδύνως τὰ τοῦ βίου ῥεύματα, μετὰ δόξης προςελάβου με, μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων. Κατὰ δὲ τὸν Σύμμαχον, Ὕστερον, φησὶ, τιμὴ διεδέξατό με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἡ σὴ φιλανθρωπία, φησὶ, καὶ τὸ σὸν ἔλεος καὶ ἡ χάρις πάντων μοι τῶν ἀγαθῶν γέγονεν αἰτία. Τῇ γὰρ σαυτοῦ χρησάμενος ἀγαθωσύνῃ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ διέσωσάς με, ὥστε μὴ σαλευθῆναι τοὺς πόδας, μηδὲ διαχυθῆναί μου τὰ διαβήματα. Ἀλλὰ καὶ μετὰ δόξης προσελάβου με· ἐπειδήπερ σοὶ τοῦτο ὡς ἀγαθῷ Θεῷ πάρεστιν· ἐμοὶ γὰρ οὐδὲν ὑπάρχει ἐν τῷ οὐρανῷ, οὐδὲ κατὰ ὀφειλήν μοι ταῦτα γέγονεν· ἀλλ’ οὐδὲ ἔστι μοί τίς ἄλλος ἐν τῷ οὐρανῷ ἢ σὺ μόνος. Δι’ ὃ οὐδὲν ἐπὶ τῆς γῆς ἠθέλησα παρὰ σοῦ κτήσασθαι, οὐδὲ ηὐξάμην τυχεῖν θνητῶν καὶ ἐπικήρων πραγμάτων. Εἰκότως δὲ οὐδὲν παρὰ σοῦ ἠθέλησα ἐπὶ τῆς γῆς· τὰς γὰρ ἐν οὐρανῷ ἐπόθουν διατριβὰς, καὶ τῶν αὐτόθι ἀγαθῶν τυχεῖν ηὐχόμην.
Δι’ ὃ κατέτηκον τὸν ἐμαυτοῦ βίον, καὶ τὴν ἐπὶ γῆς ζωὴν κατέτρυχον, τήν τε καρδίαν μου κατεπόνουν, σὲ μόνον τὸν Θεὸν τῆς ἐμαυτοῦ ἐλπίδος μερίδα τιθέμενος. Ὅθεν φημί· Ἐξέλιπεν ἡ σάρξ μου καὶ ἡ καρδία μου· ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἀνωτέρω μὲν ἔλεγον, Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός· τῇ πίστει δηλαδὴ καὶ τῇ προαιρέσει καὶ τῇ πρὸς σὲ ἀγάπῃ· νυνὶ δὲ καὶ τὴν αἰτίαν καθίστημι φανερὰν, δι’ ἣν συνήμην σοι διαπαντὸς, καὶ σὲ μερίδα ἐτιθέμην ἐμαυτοῦ. Ἤδειν γὰρ, καὶ ἀκριβῶς ἐπεπείσμην, ὅτι Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· δι’ ὃ οὐκ ἐμάκρυνον ἐμαυτὸν, καίπερ ἀγνοῶν τοὺς λόγους τῆς σῆς διοικήσεως, ἀλλὰ συνήμην σοι διαπαντός. Μακρύνουσι δὲ ἑαυτοὺς οἱ ταῖς αὑτῶν ἁμαρτίαις καὶ τοῖς ἀθέοις καὶ ἀσεβέσι λογισμοῖς ἀλλοτρίους ἑαυτοὺς καθιστῶντες τοῦ Θεοῦ·
PG 23:849οἵτινες ὅσῳ ποῤῥωτάτω αὐτοῦ γίγνονται, τοσούτῳ τῇ ἀπωλείᾳ πλησιάζουσιν· ὡς ἔμπαλιν, συναπτόμενοι τῷ Θεῷ, τῇ μὲν ζωῇ συνάπτονται, τῆς δὲ ἀπωλείας μακρύνονται. Τέλος δὲ τῶν ἑαυτοὺς μακρυνόντων ὄλεθρος τυγχάνει, ἅτε δὴ ἐκπορνευσάντων ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν οὖν Θεὸς οὐδένα μακρύνει ἑαυτοῦ, οὐδὲ ἀπωθεῖται· ἀλλ’ ἕκαστος ἑαυτὸν ἀπαλλοτριοῖ τοῦ Θεοῦ, ἐκπορνεύων καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκδοτον παραδιδοὺς τοῖς τοῦ Θεοῦ ἐναντίοις. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἐξ οἰκείας προαιρέσεως ἐπισπῶνται καθ’ ἑαυτῶν τὴν ἀπώλειαν. Τούτους δὲ τῇ ἀπωλείᾳ οἰκειωθέντας ὁ Θεὸς αὐτὸς τὸ ἑξῆς διατίθησι. Τί δὲ ἦν τοῦτο; Ἐξωλόθρευσας, φησὶ, πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Πορνεύει δὲ ἀπὸ τοῦ Θεοῦ ὁ μετὰ τὸ πλησιάσαι αὐτῷ μακρύνας ἑαυτόν. Αὐτὸς μὲν γὰρ καὶ νυμφεύεσθαι οὐκ ἀπαξιοῖ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ τὰ οἰκεῖα σπέρματα ἐν αὐτῇ καταβάλλεσθαι· ἡ δὲ μακρύνουσα ἑαυτὴν καὶ ἑτέροις παρέχουσα τοῖς καταπορνεύειν αὐτὴν ἐθέλουσι, πνεύμασι πονηροῖς καὶ δαίμοσιν ἀκαθάρτοις, ἢ λογισμοῖς ἀθέοις καὶ ἀσεβέσιν, ἢ πράξεσι μιαραῖς καὶ ἀκαθάρτοις, εἰκότως ὀλέθρῳ παραδίδοται. Διὸ λέλεκται·
Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἀλλὰ γὰρ ταῦτα εἰδὼς ἐγὼ, καὶ ἀκριβῶς πεπεισμένος περὶ τῆς σῆς δικαίας κρίσεως, τὴν ἐναντίαν εἱλόμην τοῖς ἀσεβέσι, καίπερ μὴ νοῶν τὰ σὰ μυστήρια· ἀλλὰ καὶ κτηνώδης γενόμενος παρὰ σοὶ, ὅμως συνήμην σοι διαπαντός. Οὐδὲν γὰρ ἐμοὶ κάλλιον ἐφαίνετο τοῦ προσκολλᾶσθαί σοι τῷ ἐμῷ Θεῷ, καὶ ταῦτα αἱρεῖσθαι ἅπερ αὐτὸς ὥρισας καὶ ἐνετείλω. Οὕτω γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Διόπερ ἐμοὶ οὐδὲν κάλλιον οὐδὲ κρεῖττον κατεφαίνετο τοῦ προσκολλᾶσθαί σοι. Διό φημι, ὅτι Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, πόθεν ἂν γένοιτο ἑτέρῳ τι ἀγαθὸν ἢ ἐκ τοῦ προσκολλᾶσθαι αὐτῷ; Καὶ ἤδη μὲν ἀπήλαυον παντὸς ἀγαθοῦ, κολλώμενος καὶ συναπτόμενος τῷ Θεῷ· ὥστε λέγειν· Ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου. Καὶ εἰς τὸν μέλλοντα δὲ χρόνον ἀγαθὰς ὑπέγραφον ἐλπίδας ἐμαυτῷ. Ἕτερόν τε τοῦτο ἀγαθόν μοι ἦν, τὸ τίθεσθαι ἐν Κυρίῳ τὴν ἐλπίδα μου. Τέλος γάρ μοι τῆς πάσης ἐλπίδος ἦν τὸ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Καταξιωθεὶς γὰρ τῆς εἰς τὴν πόλιν σου εἰσόδου, περὶ ἧς ἀνωτέρω ἐλέγετο·
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις, καὶ ταῖς πύλαις ταῖς ἐπουρανίοις ἐπιβὰς, ἀνακηρύξω τοῖς πᾶσι τὰς εἰς ἐμέ σου εὐεργεσίας. Ἔνθα γενόμενος καὶ τῶν ἐπαγγελιῶν σου τεύξομαι, ἃς ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Μὴ κείμενον δὲ ἐν τῷ Ἑβραϊκῷ, μηδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τὸ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, παρὰ μόνοις δὲ τοῖς Ἑβδομήκοντα φερόμενον, ὠβέλισται, διὰ τὸ καὶ περιττὸν εἶναι. Τὸ γὰρ πάντων ἀγαθὸν τέλος ἐπ’ αὐτὴν ἄγει τὴν ἐπουράνιον Σιὼν, ἥτις ἦν ἡ ἀποδεδομένη τοῦ Θεοῦ ἐν οὐρανοῖς πόλις, θυγατρὸς Σιὼν νοουμένης τῆς παρ’ ἡμῖν Ἐκκλησίας, ὡς διὰ πολλῶν ἀποδεῖξαι ῥᾴδιον.

Of UnderstandingΣΥΝΕΣΕΩΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:851ΣΥΝΕΣΕΩΣ ΤΩ ἈΣΑΦ. ΟΓ. Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Διεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ πνεῦμα τὸ προφητικόν. Οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως, οὔτε ᾠδὴν, οὔτε ὕμνον, οὐδέ τι τῶν παραπλησίων, διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων.
Ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διεκελεύετο, δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Ἐντυγχάνει γοῦν ὁ λόγος τῷ Θεῷ, προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν, καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενομένην μετὰ τὴν σωτήριον Παρουσίαν. Καὶ ταῦτα μηδὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ. Ὁ μὲν γὰρ Ἀσὰφ, δι’ οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονε τῷ Δαυί̈δ· Σολομὼν δὲ μετὰ τὴν τοῦ Δαυὶ̈δ τελευτὴν οἰκοδομεῖ τὸν νεών. Δύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων· τὴν μὲν πρώτην διὰ τοῦ οθ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας, ἧς ἀπάρχεται λέγων· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ’ ἄλλοτε γέγονεν, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὴν κατ’ αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Οἷς ἀκολούθως καὶ ὁ ἱερὸς Ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γράφων περὶ αὐτῶν ἔλεγεν· Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμβάντα τῷ τόπῳ ἐπὶ τῆς τῶν Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, δῆλον δ’ ὅτι τῆς Ἱερουσαλὴμ, ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέναι, προσεκτέον τοῖς ἑξῆς, δι’ ὧν εἴρηται· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν Θεὸν ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας· ἐπεὶ καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη. Οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ Θεοῦ προφήτην Ἱερεμίαν εἶχον, καὶ τὸν Βαρούχ· ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπροφήτευε χρόνους·
PG 23:853ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συνῆν αὐτοῖς Ἐζεκιὴλ καὶ Δανιὴλ ἐπίσημοι καὶ διαφανεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους, Ζαχαρίας καὶ Ἀγγαῖος προφῆται ἐγνωρίζοντο. Πῶς οὖν οἷόν τε ἦν ἐφαρμόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν φάσκουσαν· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανε μετὰ τὴν σωτήριον Παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνὰς, μεθ’ ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. Ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ Σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἑτέρους· οἱ δὲ, πρὸς τὸ μὴ θελῆσαι ἀπαντῆσαι, ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. Οἷς ἐπιλέγει· Ὁ δὲ βασιλεὺς, ἀκούσας, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
Ταῦτα ὁ Σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς· ἃ καὶ ἐπληροῦτο οὐκ εἰς μακρὸν, Οὐεσπασιανοῦ καὶ Τίτου πολιορκησάντων τὸν τόπον· καθ’ οὓς προφητῶν οὐδεὶς γεγονὼς ἱστορεῖται γενέσθαι κατὰ τούτους. Τοιγαροῦν πολιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος· διό φησιν ἀρχόμενος· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ἔστι δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύστου Γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρόνοις προγνώσει θείᾳ προείληφε. Τὸ δὲ, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑποπίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι· καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο, ποτὲ δὲ Ἀμμανῖται, καὶ ἄλλοτε δὲ Μαδιηναῖοι. Εἶτ’ ἐπιστρέφων αὐτοὺς ἀνελάμβανεν ὁ Θεός· καὶ μετὰ ταῦτα πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις, καὶ αὖθις ἀνεκτᾶτο· οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέλος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν.
Μετὰ δὲ τὸ κατὰ τοῦ Σωτῆρος τολμηθὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, κατὰ τὴν ἀποστολικὴν Γραφὴν, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ’ ἐπᾶραι κεφαλὴν αὐτούς. Ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτήσεως ᾐνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν πρᾶξιν, μεθ’ ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. Τοῦτο δὲ καὶ ὁ Σωτὴρ αὐτὸς παρίστη λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τὸ γὰρ, Ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐνδοθεῖσαν αὐτοῖς μακροθυμίαν· τὸ δὲ, καὶ οὐκ ἠθελήσατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πάλαι γενόμενα πρόβατα νομῆς αὐτοῦ. Ἑξῆς δὲ ὁ λόγος ἱκετηρίαν προσάγει λέγων· Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Σφόδρα δὲ καταλλήλως συναγωγῆς ἐμνημόνευσε, καὶ πρῶτον κτῆμα τοῦ Θεοῦ φησιν αὐτὴν γεγονέναι·
PG 23:855ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ’ ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκείνης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν Ἐκκλησίαν. Ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ πολλῇ· καὶ αὖθις· Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ. Ἀλλ’ οὐ τοιαύτη καὶ ἡ προτέρα ἐτύγχανε συναγωγή· ἡ μὲν γὰρ ἐκ τοῦ κατὰ τὸ αὐτὸ συνάγεσθαι οὕτως ὠνομασμένη, ἡ δὲ τὸ ἐξαίρετον παριστῶσα τῆς ἐκλογῆς, ἡ Ἐκκλησία. Εἰ δέ τις ἔροιτο τὴν αἰτίαν δι’ ἣν ἀπεβλήθη ἡ συναγωγὴ, ἣν ἐκτήσατο ἀπ’ ἀρχῆς, αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ δι’ ἑτέρας προφητείας διδάξει λέγων· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχε με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μοῦ. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτ’ ἦν τὰ αἴτια δι’ ἃ ἡ προτέρα συναγωγὴ ἀποβέβλητο. Ἑξῆς δ’ ἐπιλέγει· Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· δυσωπητικῶς· Σὺ γὰρ, φησὶν, ταύτην ἐλυτρώσω τὴν συναγωγὴν καταξιώσας αὐτὴν σὴν χρηματίσαι μερίδα καὶ ῥάβδον κληρονομίας σου·
ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ταύτης οὖν τῆς σαυτοῦ κληρονομίας μνήσθητι. Ἀντὶ δὲ τοῦ, ῥάβδον κληρονομίας σου, σκῆπτρον κληρονομίας, ὁ Ἀκύλας ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, σκῆπτρον κληρουχίας σου· διδάσκοντος τοῦ λόγου πάντας μὲν ἀνθρώπους εἶναι τοῦ Θεοῦ, τὸν δὲ ἀφωρισμένον αὐτοῦ λαὸν ὥσπερ βασιλικὸν αὐτοῦ σκῆπτρον γεγονέναι. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ Τίς ἦν ἡ ῥάβδος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τί ποτ’ ἦν τὸ προλεχθὲν σκῆπτρον, διασαφεῖ λέγων· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Βασιλικὸν γὰρ ἦν ὄρος καὶ σκῆπτρον βασιλείας, ἐν ᾧ κατεσκεύαστο ὁ νεὼς καὶ ὁ οἶκος τῆς κατασκηνώσεως τοῦ Θεοῦ. Διὸ μητρόπολις πιστὴ Σιὼν ἐχρημάτιζε, καὶ πόλις Θεοῦ Ἱερουσαλὴμ, εἰκόνα φέρουσα τῆς ἐπουρανίου, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγε· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.
Τοῦτο δ’ εἰπὼν, ἑξῆς θεσπίζει τὰ συμβησόμενα τῷ τόπῳ, τὰ μέλλοντα ἔσεσθαι ὡς παρῳχηκότα συνήθως προφωνῶν. Λέγει δ’ οὖν· Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐβρυχήσαντο οἱ πολέμιοί σου ἐν μέσῳ τῆς συνταγῆς σου. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἔθηκαν τὰ σημεῖα αὐτῶν ἐπισήμως γνώριμα κατὰ τὴν εἴσοδον ἐπάνω. Ἀλλὰ καὶ ἀντὶ τοῦ, Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτὴν, πάλιν ὁ Σύμμαχος, Ἐν ἀρμένοις ξυλίνοις ἀξίναις τῶνδε καὶ τὰς πύλας αὐτῆς ὁμοῦ ἐν μοχλοῖς καὶ δικράνοις κατέῤῥιψαν. Σημεῖα δὲ τῶν πολεμίων τίνα ἦν, ἅπερ ἐπισήμως πρὸ τῶν εἰσόδων ἔθηκαν, ἢ τὰ πολεμικὰ ὄργανα, καὶ πελέκεις καὶ ἀξίναι καὶ τοιαῦτα δόρατά τε καὶ ὅπλα; Εἰκὸς δὲ καὶ τὰς σημαίας τὰς πρὸ τῶν στρατοπέδων φερομένας διὰ τούτων δηλοῦσθαι. Ἀλλὰ καὶ Ἐνεπύρισαν, φησὶ, ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, καὶ εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Ἐν ᾧ διερμηνεύει τὴν διάνοιαν τοῦ ἀνωτέρω λελεγμένου.
PG 23:857Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρητο· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ· ὅπως κατεσκήνωσεν ἐν αὐτῷ διασαφεῖ νῦν φήσας· Τὸ σκήνωμα τοῦ ὀνόματός σου· Σκήνωμα γὰρ ἦν ὁ τόπος οὐκ αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὀνόματος αὐτοῦ· Δυσωπεῖ δὲ ἐφ’ ἑκάστῳ, προστιθείς· Ἐν μέσῳ γὰρ, φησὶ, τῆς ἑορτῆς σου τὸ ἁγιαστήριόν σου καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου. Τὰ γὰρ τοιαῦτα δυσωπητικὰ ἦν καὶ ἐγερτικὰ ἐπὶ ἐκδίκησιν τῶν τετολμημένων, ἐφ’ ἣν παρορμᾷ ἑξῆς λέγων· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ὕψωμα, φησὶ, τῶν ποδῶν σου ἠφανίσθη εἰς νῖκος. Ὕψωμα δὲ τῶν ποδῶν αὐτοῦ ὁ νεὼς ἦν ὁ εὐκτήριος. Ἐνεκαυχήσαντο οἱ μισοῦντες τὴν Θεὸν ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ εἰκότως. Ἐπειδὴ γὰρ αὐτοὶ πρότεροι τὸν τόπον οἰκοῦντες ἀθέους ἤραντο χεῖρας κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ, βοαῖς τε ἀθέοις καὶ ἐναγέσιν ἐχρήσαντο, ἐν αὐτῇ τῇ τοῦ Πάσχα ἡμέρᾳ τὸ αἷμα αὐτοῦ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων ἐξαιτησάμενοι· εἰκότως ἐν μέσῳ τῆς ἑορτῆς μετῄει αὐτοὺς ἡ ἐκ Θεοῦ ὀργή· ὡς καὶ ἑτέραν προφητείαν πληροῦσθαι εἰς αὐτοὺς, δι’ ἧς εἴρητο·
Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ τὰς πανηγύρεις ὑμῶν εἰς θρῆνον. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ προλεχθέντα πάντα δυσσεβεῖ σκοπῷ, φησὶ, διεπράξαντο οἱ ἐχθροί σου· τό τε γὰρ ἁγιαστήριόν σου ἐνεπύρισαν, καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου ἐβεβήλωσαν, καὶ τὰ λοιπὰ πάντα τετολμήκασιν· οὐκ ἀνθρώποις ἐπιβουλεύοντες, οὐδὲ τόπον πολιορκεῖν προθέμενοι· σοὶ δὲ τῷ Θεῷ πολεμοῦντες, καὶ τὰς ἑορτάς σου καταλῦσαι διανοούμενοι. Ταῦτα δὲ, εἰ καὶ μὴ στόματι ἐλάλουν, ἀλλὰ ταῖς καρδίαις αὐτῶν καὶ ταῖς ἐνθυμήσεσι ἐλογίζοντο. Ἀλλὰ τότε μὲν οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτα λογιζόμενοι τὸν πάλαι τῷ Θεῷ ἀφωρισμένον τόπον καθῄρουν· ὁ δὲ μέγας καὶ δυνατὸς Θεὸς ἀνθ’ ἑνὸς ἐκείνου τὰς ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας ἐν πᾶσι συνίστη τοῖς ἔθνεσι. Καὶ οἱ μὲν ἐχθροί σου, φησὶ, καὶ πολέμιοι τὰ ἑαυτῶν σημεῖα ἔθηκαν ἐν ὑψηλῷ καὶ ἐπισήμοις τόποις, παρ’ αὐτὰς τὰς εἰσόδους τοῦ ἱεροῦ· ὡς ἂν πάντες οἱ διιόντες ὁρῷεν αὐτῶν τὰ νικητήρια·
ἡμεῖς δὲ, ὧν ἐκ προσώπου ἱκετήριος εὐχὴ ἀναπέμπεται, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Πῶς δὲ οὐκ εἴδομεν ἡμῶν τὰ σημεῖα, ἀλλ’ ἐπεὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Πάλαι μὲν γὰρ καθ’ ἕκαστον καιρὸν καὶ κατὰ γενεὰς καὶ κατὰ διαδοχὰς τῶν ἡμετέρων πατέρων, προφῆται συνῆσαν αὐτοῖς πολιορκουμένοις καὶ εἰς αἰχμαλωσίαν ἀπαγομένοις· ὅπερ ἦν μέγιστον δεῖγμα καὶ σημεῖον τοῦ μὴ ἀνεπισκόπους αὐτοὺς ὑπάρχειν· ἡ γοῦν προνοητικὴ τῶν ὅλων δύναμις, ὥσπερ ἰατροὺς ἐν ταῖς ἐσχάταις συμφοραῖς τοὺς προφήτας τῷ τότε λαῷ καθίστη· καὶ ταῦτα ἦν τοῦ Θεοῦ τὰ σημεῖα. Νῦν δὲ εἰς ἡμᾶς γινόμενα ὅτε τὰ προλεχθέντα δι’ ἔργων χωρεῖ, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· δι’ ὃ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Εἰ μὲν γὰρ πρὸς καιρὸν βραχὺν διέλιπον οἱ προφῆται, εἶτα μετὰ ταῦτα πάλιν ἀνεφάνησαν, οὐκ ἂν ἐλέγετο. καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· νῦν δὲ ἐπειδὴ μετὰ τὰ κατὰ τοῦ Σωτῆρος τολμηθέντα αὐτοῖς, Ῥωμαίων ἐπιστάντων καὶ τὸν τόπον ἐκ βάθρων ἐρημωσάντων, οὐδαμοῦ προφῆται παρῆσαν τοῖς πολιορκουμένοις· ἀλλ’ οὐδὲ ἐν τοῖς μετὰ ταῦτα χρόνοις γεγόνασιν, οὐδ’ ἤμελλον εἰσαῦθίς ποτε ἀναστήσεσθαι·
PG 23:859θαυμαστῶς ἡ πρόῤῥησις φήσασα, Οὐκ ἔστιν ἔτι προφήτης, ἐπήγαγε, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ὅτι οὔτ’ ἐπὶ τῶν Βαβυλωνίων χρόνων ἥρμοττε λέγεσθαι, οὔτ’ ἐπὶ τῶν παλαιοτέρων. Ἤκμαζε γοῦν καθ’ ἑκάστην γενεὰν παρ’ αὐτοῖς ἡ τῶν προφητῶν διαδοχὴ, ἣ καὶ διήρκεσε μέχρις Ἰωάννου τοῦ προφήτου. Ἕως πότε, ὁ Θεὸς, ὀνειδίζει ὁ ἐχθρὸς, παροξύνει ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Πολλάκις εἴρηται διὰ τῆς μετὰ χεῖρας προφητείας τὸ, εἰς τέλος. Ἐν ἀρχῇ μὲν γὰρ ἐλέγετο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; εἶθ’ ἑξῆς· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· καὶ τρίτον· Παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος· καὶ αὖθις· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; δι’ ὧν ὁ λόγος τὴν τελευταίαν πολιορκίαν τοῦ τόπου σημαίνει. Πυνθανόμενος δὲ καὶ λέγων· Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; διδαχθῆναι ποθεῖ ἕως πότε ταῦτ’ ἔσται, καὶ τίς ἔσται ἡ περιγραφὴ τοῦ χρόνου, καὶ μέχρι τίνος παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου, καὶ εἰ διαμένει εἰς τέλος τοῦτο πράττων. Εἶτ’ ἀκολούθως πυνθάνεται τὴν τούτων αἰτίαν ἀξιῶν· διό φησιν·
Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Ἡ δὲ τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν νοῦν· ὁ κόλπος τοῦ Θεοῦ ἀγαθῶν ἐστι πλήρης, διὸ λέλεκται· Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ ἔστιν ἀπόῤῥητος οὗτος τῆς Πατρικῆς θεότητος θησαυρὸς καὶ πλήρωμα τῶν ἀγαθῶν ἁπάντων, ἐξ ὧν δίδωσι τὰ χαρίσματα τοῖς ἀξίοις αὐτοῦ. Ἐπεὶ τοίνυν ἐκ μέσου τοῦ κόλπου τὰ χαρίσματα τοῖς ἀξίοις δωρεῖται ἐκτείνων εἰς αὐτοὺς τὴν ἑαυτοῦ δεξιὰν, ἀπὸ δὲ τῶν μὴ ἀξίων ἀποστρέφει τὴν χεῖρα τὴν δεξιὰν, μηδὲν αὐτῶν τῶν ἐν αὐτῷ δηλωθέντι κόλπῳ τεταμιευμένων ἀγαθῶν δωρούμενος· εἰκότως πυνθάνεται λέγων· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Καὶ πάλιν προστίθησι τὸ, εἰς τέλος, σημαίνων, ὡς ἀποστροφὴ τῆς τοῦ Θεοῦ δεξιᾶς εἰς τέλος ἔσται αὐτοῖς. Διὰ δὲ τῆς ἐρωτήσεως ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας ἡμᾶς διεγείρει, ὡς ἂν ζητήσαιμεν τί τὸ αἴτιον γεγένηται τοῦ εἰς τέλος αὐτοὺς ἀποβληθῆναι.
PG 23:861Εἰ μὲν γὰρ ἁμαρτίας καὶ παρανομίας αἰτιάσαιτό τις, ἀλλὰ καὶ πάλαι τοιαῦτα πράξαντας αὐτοὺς ἔγνωμεν καὶ μὴ ἀπωσθέντας εἰς τέλος· μυρίους γὰρ ἀθεμίτους πράξεις μοιχείας τε καὶ εἰδωλολατρείας, προφητῶν τε ἀναιρέσεις καταλέγουσιν αὐτῶν οἱ προφητικοὶ λόγοι· ἀλλ’ οὐ πώποτε ἐγκατελείφθησαν εἰς τέλος. Συνῆσαν δὲ αὐτοῖς, καίπερ τοιαῦτα πράττουσιν, οἱ προφῆται· ἐγίγνοντο δὲ παρ’ αὐτοῖς καὶ ἀγγέλων ἐπιφάνειαι, καὶ Πνεύματος ἁγίου παρουσία. Τί τοίνυν τὸ ξένον, καὶ τί τοσοῦτον αὐτοῖς τετόλμηται, ὡς εἰς τέλος αὐτοὺς ἀπωσθῆναι, καὶ τὴν δεξιὰν τοῦ Θεοῦ ἀποστραφῆναι αὐτοὺς εἰς τέλος; Λέγων δὲ ταῦτα, αἰνίττεται σεσιωπημένως τὸ πραχθὲν αὐτοῖς κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ τόλμημα. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Διελθὼν τὰ προλελεγμένα, ἐπαναλαμβάνει τοὺς περὶ τῆς προνοίας λόγους, καὶ τῆς δυνάμεως τοῦ Θεοῦ παρίστησι τὰς μεγαλουργίας, εὐκαίρως εὐσεβεῖς προϊέμενος φωνὰς, ὡς ἂν μή τις νομίσειε, διὰ τὸ μὴ ἐφορᾷν αὐτὸν, μηδὲ ἐπιστατεῖν τοῖς πᾶσι τὰ προλεχθέντα γεγενῆσθαι. Διό φησιν· Εἰ καὶ ταῦτα τοῦτον ἐπράχθη τὸν τρόπον·
ἀλλ’ ὅμως πεπείσμεθα, ὅτι σὺ ὁ Θεὸς ἡμῶν, ὃν καὶ βασιλέα ἡμῶν εἶναι γνωρίζομεν, κρίσει βασιλικῇ καὶ θείᾳ πάντα οἰκονομεῖς ἐπὶ σωτηρίᾳ τῶν ὅλων· Ὁ γὰρ Θεὸς ἡμῶν, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ὥστ’ εἰ καὶ ἐν μιᾷ γωνίᾳ γῆς τοιαῦτα πραχθῆναι συγκεχώρηκας διὰ τοὺς οἰκήτορας τοῦ τόπου· ἀλλ’ ὅμως πεπείσμεθα, ὅτι τοὺς καθ’ ὅλης τῆς οἰκουμένης οἰκοῦντας ἀνθρώπους σωτηρίας ἀξιώσεις, τὸν ἑαυτοῦ Χριστὸν ἐγείρας ἅπασιν ἀνθρώποις Σωτῆρα. Καί μοι δοκεῖ δι’ ἑνὸς τοῦ μετὰ χεῖρας στίχου ὥσπερ ἀνταπόδοσιν ποιεῖσθαι τῶν ἐπηπορημένων· ἀντὶ γὰρ τῶν συμβεβηκότων κατὰ τοῦ δηλωθέντος τόπου, ἐργάσεται, φησὶν, ὁ Θεὸς σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Συνήθως δὲ καὶ νῦν τὰ ἐσόμενα ὡς παρῳχηκότα θεσπίζει. Εἶτα διδάσκει ἑξῆς ὁποίας ἤδη πάλαι πρότερον ὁ Θεὸς κατειργάσατο θαυματουργίας λέγων· Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Ἀντὶ δὲ τοῦ, Σὺ δὲ ἐκραταίωσας, ὁ Σύμμαχος, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν, ἡρμήνευσε. Καί μοι δοκεῖ διὰ τούτων ὡς πρὸς τὴν ἱστορίαν σημαίνειν τὴν ἐπὶ Μωσέως γενομένην δίοδον τοῦ λαοῦ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης.
Διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν· κατὰ δὲ τὸν Θεοδοτίωνα, Σὺ διέστησας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Εἶτα τοὺς Αἰγυπτίους καὶ τὸν Φαραὼ αἰνίττεσθαί μοι δοκεῖ φάσκων· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος· δράκοντα μὲν τὸν Φαραὼ, κεφαλὰς δὲ αὐτοῦ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας αἰνιττόμενος· ἢ δράκοντας τοὺς Αἰγυπτίους, κεφαλὰς δὲ αὐτῶν τοὺς τριστάτας καὶ τοὺς ἡγουμένους αὐτῶν ὀνομάζων. Τὸ δὲ, Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἴποι ἄν τις τὰ νεκρὰ σώματα αὐτῶν, ἐκβρασθέντα τῆς θαλάσσης, βορὰν γεγονέναι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Ἀντὶ δὲ τοῦ, τοῖς Αἰθίοψιν, ὁ μὲν Ἀκύλας, τοῖς ἐξελευσομένοις, ὁ δὲ Θεοδοτίων, τῷ ἐσχάτῳ, καὶ ἡ πέμπτη ἔκδοσις, τῷ ἐξεληλυθότι, ἡρμήνευσαν. Τῶν μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ καταποντωθέντων μνημονεύσας ὁ λόγος, ἑξῆς καὶ τῶν μετὰ ταῦτα πεπραγμένων ἀναφέρει τὴν μνήμην λέγων· Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Οὐ γὰρ Μωσῆς, φησὶν, ἦν ὁ τῇ ῥάβδῳ τύψας τὴν πέτραν καὶ ἐξαγαγὼν ἐξ αὐτῆς πηγὰς καὶ χειμάῤῥους· ἀλλὰ σὺ ἦσθα, ὁ Θεὸς, ὁ ταῦτα διὰ Μωσέως παραδοξοποιῶν.
PG 23:863Καὶ τὸ ἐπιλεγόμενον δὲ ἐν τῷ, Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ, ἀναφέροιτο ἂν ἐπὶ τὸν Ἰορδάνην, ὃν ἀποξηρανθέντα διῆλθον ποσὶ μετὰ τὴν Μωσέως τελευτὴν οἱ υἱοὶ Ἰσραὴλ, ἡγουμένου αὐτῶν Ἰησοῦ. Ἔστι δὲ ὁ τρόπος περιληπτικὸς, ἀντὶ τοῦ ἑνικοῦ πληθυντικῶς προενηνεγμένος. Τὸ δὲ Ἠθάμ, ὁ μὲν Ἀκύλας στερεοὺς ποταμοὺς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἀρχαίους. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν εἰρήσθω. Τροπικῶς δ’ ἄν τις ἐπιβαλὼν τοῖς τόποις ἀνοίσει ταῦτα ἐπὶ δυνάμεις ἀφανεῖς καὶ ἀοράτους, αὐτὰς εἶναι λέγων τοὺς δράκοντας τοὺς ἐνταῦθα ὠνομασμένους· θάλασσάν τε τροπικῶς τὸ τούτων οἰκητήριον, αὐτόν τε τὸν ἄρχοντα τῶν πονηρῶν πνευμάτων σημαίνεσθαι διὰ τοῦ πολυκεφάλου δράκοντος· περὶ οὗ φήσειέ τις εἰρῆσθαι τὸ, Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Ζητήσει δὲ ὁ τοιοῦτος καὶ τινὰς Αἰθίοπας νόμοις ἀλληγορίας, τοὺς τὰς ψυχὰς μεμελανωμένους φάσκων εἶναι· οὓς δὲ καὶ ἐσθίειν ἐρεῖ τὸν προλεχθέντα δράκοντα, ἀναλόγως τοῖς ἐσθίουσι τοῦ σωτηρίου Λόγου τὰς σάρκας·
ἀκολούθως δὲ τούτοις καὶ πηγὰς ῥηγνυμένας εἰς χειμάῤῥους καὶ ποταμοὺς ἀποξηραινομένους τροπικῶς ἀποδοῦναι πειράσεται. Ἀλλ’ ἡμεῖς, πρὸς λέξιν τὴν διάνοιαν ἀποδεδωκότες, ἐπὶ τὰ ἑξῆς διαβησόμεθα. Παραστήσας ὁ προφήτης ὁποῖα εἴργασται θαύματα ὁ πρὸ αἰώνων βασιλεὺς Θεὸς, ἔτι καὶ ταῦτα προςτίθησι λέγων· Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Τὴν γὰρ τοσαύτην τῶν πραγμάτων μεταβολὴν σὺ μόνος ὁ παντοδύναμος εἰργάσω. Ὡς γὰρ τὴν στερέμνιον πέτραν εἰς ῥευστὴν οὐσίαν μεταβαλὼν, πηγὰς καὶ χειμάῤῥους ἐξ αὐτῆς εἰργάσω, καὶ ἀνάπαλιν τὰ τῶν ποταμῶν ῥεύματα εἰς τὸ ἐναντίον καταστήσας ἐξήρανας· οὕτω καὶ τὴν ἡμέραν ὅτε θέλεις νυκτοποιεῖς, ἔμπαλίν τε τὴν νύκτα μετατρέπεις εἰς ἡμέραν· αὐτὸς καὶ φωστῆρας ἐν οὐρανῷ κατηστέρισας αὐτοῖς, καὶ ἡλίῳ διέταξας δρόμους, ὅρους τε τῷ παντὶ νομοθετήσας, ὥσπερ μεθορίους διεῖλας τὸν σύμπαντα αἰῶνα κατακερματίσας εἰς διάφορα τμήματα τοὺς τοῦ παντὸς ἐνιαυτοῦ καιρούς.
Ἑνὸς γὰρ ὄντος τοῦ χρόνου, καὶ τῆς τοῦ παντὸς ἀνακυκλήσεως μιᾶς καὶ τῆς αὐτῆς οὔσης, σὺ ὁ πάντα δυνατὸς Θεὸς τροπαῖς διαφόροις διεῖλας τὸ πᾶν, θέρος μὲν ἔαρι συνάψας, τούτῳ δὲ μετόπωρον περιγράψας, χειμῶνά τε περιορίσας ἔαρι· πάντα γὰρ ταῦτα σὺ ἔπλασας. Ἐπεὶ τοίνυν σὺ ὁ ἐξ αἰῶνος καὶ πρὸ αἰῶνος βασιλεὺς ἡμῶν τοιαῦτα πέφυκας μεγαλουργεῖν καὶ παραδοξοποιεῖν, μεταβάλλειν τε ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία τὰ τῷ σῷ νεύματι παριστάμενα· εἰκότως ἀντιβολοῦμεν καὶ νῦν ταῖς ἡμετέραις ἱκετηρίαις ἐπινεῦσαι, μνησθῆναί τε ταύτης [ϟἀντὶ δὲ τοῦ, ταύτης, ταῦτα ὁ Σύμμαχος ἡρμήνευσεν]ϟ· ὅπως καὶ ἐφ’ ἡμῶν μεταβολὴν ποιήσειας τῶν προκαταλαβόντων ἡμᾶς κακῶν. Ἀντὶ δὲ τοῦ, Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, ὁ Ἀκύλας, Σὺ ἡτοίμασας φωστῆρα καὶ ἥλιον ἡρμήνευσεν. Ἐχθρὸς ὠνείδισε τῷ Κυρίῳ, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Τὰ μὲν τῆς σῆς ἀνεκφράστου δυνάμεως ἔργα τοιαῦτά τινα, ὁποῖα δεδήλωται τυγχάνει. Τούτων δέ σε μνησθῆναι καὶ ἐφ’ ἡμῶν ἱκετεύομεν.
PG 23:865Ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι, οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους, ἀλλὰ σὲ τὸν Θεὸν ἡμῶν ὀνειδίζουσι· καὶ λαὸς ἄφρων ὁ σὲ τὸν Θεὸν μὴ εἰδὼς, ἐπὶ δαίμοσι δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος, οὐχ ἡμᾶς, ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν· οὗ χάριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους παραδοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογουμένων σοι, μηδὲ λήθην ποιήσασθαι εἰς τὸ παντελὲς, μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων· ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις, αἱ τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι· ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου, καὶ μνήσθητι τῆς συνθήκης σου, δι’ ἧς ηὐδόκησας σῶσαι τὸ τῶν ἀνθρώπων γένος, καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκῳ ἀνομιῶν πεπληρωμένοι, μὴ παραδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας. Τίνες δ’ ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ, ἀλλ’ οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι πρὸς οὓς ἐλέγετο·
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν; Τούτοις γὰρ καὶ Ἡσαί̈ας ἐμαρτύρει ἐκ προςώπου λέγων τοῦ Χριστοῦ· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ, μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως Παύλῳ τό· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Καὶ αὐτοὶ δὲ οἱ προφῆται τοῦ Θεοῦ, δι’ αὐτὸν πτωχεύοντες, ταῦθ’ ὑπὲρ τοῦ παντὸς καθικέτευον ἔθνους. Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου, τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνε· τούτου χάριν ἀνάστηθι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην σου. Κατὰ δὲ τὸν Σύμμαχον· Στῆθι, ὁ Θεὸς, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας.
Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤγουν τῶν ἀνθεστηκότων σοι, μέχρις οὗ ἀναβαίνοντος ἀδιαλείπτως; Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν Θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ, μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παραδοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας τῶν διαπαντὸς ἐπαιρομένων. Οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις, οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ’ ἑτέρων εὑρεῖν. Διόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισε τοῖς δηλουμένοις, καὶ δι’ ὅλου τὸ, εἰς τέλος, ἐπῆγε τῇ τῶν σκυθρωπῶν προῤῥήσει. Ἔνθεν ὁρμώμενος καὶ ὁ θεῖος Ἀπόστολος, γράφων περὶ αὐτῶν ἔλεγε τὸ, Ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

On 19ΕΙΣ ΤΟ 19

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:867ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΔ. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Ἀντὶ τοῦ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τοῦ Ἀσὰφ, ἡρμήνευσεν. Οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος εἴρηται·
ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ Ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρίστησι λέγων· Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ, Ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ’ ἔστι τὸ τῆς παρούσης προφητείας συμπέρασμα. Διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ’ ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων·
Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομολογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατὰ τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Δύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως τρόπος, ἀναγκαίως δεύτερον εἴρηται ἐπὶ τοῦ παρόντος τὸ, Ἐξομολογησόμεθά σοι· τοῦ μὲν πρώτου, ὡς εἰκὸς, ἐφ’ ἁμαρτίας τὴν ἐξομολόγησιν δηλοῦντος, τοῦ δ’ ἑξῆς τὴν ἐφ’ οἷς εὖ πεπόνθασιν οἱ τὸ πρῶτον ἐξομολογησάμενοι εὐχαριστίαν. Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν ἐκλάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι.
PG 23:869Τὸ γὰρ, Ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τὸ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, δῆλον δ’ ὅτι τῆς γῆς, καὶ ἑξῆς τὸ, Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ Θεῷ; Εἰ τοίνυν ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγεται, πῶς ἕτερος εἰδὼς Θεὸν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ λέγων· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρὸν, καὶ ἐπιφέρει· Ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ πάλιν, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου; Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· Ἐγὼ δὲ ἀναγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν. Ὁ μὲν Ἀκύλας, Ὅταν λάβω συνταγάς· ὁ δὲ Σύμμαχος, Ὅταν λάβω τὴν συναγωγήν. Καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ, Ὅταν λάβω συνταγὰς, ἢ, τὴν συναγωγήν. Ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ θαυμάσια τοῦ Πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν αὐτὸς ὁ Πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών·
Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅταν οὖν λάβω, φησὶ, ταύτην τὴν συνταγὴν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ’ αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἷς ἐπιλέγει· Ἐγὼ εὐθύτητας κρινῶ. Δικαιοσύνης γὰρ καὶ εὐθύτητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι, μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ’ ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. Διόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· Ἐπ’ ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ. Καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ Εὐαγγέλιον κηρύττεσθαί φησι λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· Ἐγὼ εὐθύτητας κρινῶ. Εἶτ’ ἐπιλέγει· Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.
Κατὰ δὲ τὸν Σύμμαχον, Συσταθήσεται, φησὶν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτήν· ἐγὼ ἥδρασα τοὺς στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. Ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πεπόνθασι. Πλὴν τούτων ἀπολλυμένων, ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. Τίνας δ’ ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς; Ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς, στῦλοι καὶ ἑδραίωμα γεγόνασι τῆς Ἐκκλησίας. Διὸ καὶ Παῦλος τοὺς κορυφαίους τῶν ἀποστόλων στύλους ὠνόμαζε λέγων· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα·
PG 23:871ὅτι ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι’ οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι.
Καὶ ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπεισμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. Διὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι. Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Διό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων· ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύσεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ’ ὁ Θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ.
PG 23:873Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρὶ Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ’ αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάστῳ κίρνησιν ὁ τῶν ὅλων κριτής. Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου· γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· Εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ πρὸς μέ· Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς. Καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν.
Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα πάντα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ’ αὐτὰ, τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτοὺς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησι· Καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων, τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πάντας βασιλεῖς Τύρου, πάντας βασιλεῖς Σιδῶνος, καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης. Μεθ’ ἃ ἐπιλέγει οὕτως· Εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Πίετε καὶ μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖτε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν. Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐτούς. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων· Πιόντες πίεσθε.
Δι’ ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν Θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν, καὶ ἀποκενώσειεν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν· καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι· εἶτα δὲ τὰ λοιπὰ ἔθνη, ὡς καὶ πάντων τῆς ὁμοίας τευξομένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν. Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ Κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν, ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. Εἶτ’ ἐπιδίδωσι τὸ κατ’ ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσι κιρνῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον. Μὴ γὰρ τὰς φαύλας πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγαθὰς λογίζεσθαι, σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ κατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάσασθαι τὸ κρᾶμα. Ὃ δὴ παρίστησι λέγον· Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· ὡς ἂν μία γένοιτο κρᾶσις τῶν τε ἑκάστου μοχθηρῶν πράξεων καὶ τῶν χρηστοτέρων. Ἀντὶ δὲ τοῦ, Ἐξέκλινεν ἐκ τούτου εἰς τοῦτο, ὁ Σύμμαχος, Ὥστε ἕλκειν ἀπ’ αὐτοῦ, ἡρμήνευσε· τὴν δὲ τρύγα πιεῖσθαι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς.
PG 23:875Οὐκέτι γὰρ κρᾶμα, ἀλλὰ τὸ ἔσχατον καὶ θολερὸν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν ἀποκείσεσθαι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πλὴν τὰς τρυγίας ἐκστραγγιοῦσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρανομοῦσι, καὶ διεστειλάμην ἅπασι μαρτυράμενος. Ἐγὼ δὲ ὁ ἀνωτέρω εἰπών· Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· καὶ πάλιν φήσας· Ἐγὼ εὐθύτητας κρινῶ· καὶ αὖθις εἰπών· Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· μετὰ τὸ κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς, καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; Εἰς τὸν αἰῶνα ψαλῶ τῷ Θεῷ Ἰακώβ. Οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς Θεὸν, κἀκείνῳ ψαλῶ, κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα. Εἶθ’ οὕτω λαβὼν παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν, πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρὸν καθ’ ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ, καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατεπαρθέντα τοῦ Θεοῦ συγκλάσω· ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω, ἐπείπερ ἦν τεταπεινωμένα.
Τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυτοῦ βασιλεῖ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Ἀπαρχὴ γὰρ Χριστός· εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου· ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· Ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν

On 20ΕΙΣ ΤΟ 20

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΝ ΥΜΝΟΙΣ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ, ΩΔΗ. ΟΕ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τῶν ἐπ’ ἀγαθὸν τέλος ἀναπεμπόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. Συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ, τοὺς περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγους περιέχων. Ὃ δὴ παρίστησι φάσκων ἑξῆς· Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· Μὴ ὑψοῦτε κέρας, καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν· ἐν δὲ τῷ μετὰ χεῖρας· Ἐταράχθησαν, φησὶν, οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου. Οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες.
Παιδεύει δὲ διὰ τῶν προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδείημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ, καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία· τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ, καὶ ὁποῖον τὸ τοῦ Θεοῦ οἰκητήριον. Ταῦτα τὸ προφητικὸν Πνεῦμα μεθ’ ὑπερβαλλούσης σοφίας οἰκονομεῖ· ὁμοῦ καὶ τοῖς ταπεινώτερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμηδίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων, ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων. Ὁ μὲν οὖν Ἰουδαῖος, πλέον οὐδὲν ἢ σὰρξ καὶ αἷμα τυγχάνων, σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων· κἄπειτα ἐπαρθήσεται, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν Ἀπόστολον. Διὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται, καὶ τὴν Ἰουδαίαν οὐδ’ ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας, καὶ τὸν τόπον τοῦ Θεοῦ, τὴν ἐπὶ γῆς Ἱερουσαλήμ· ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γεγονέναι τὸν τόπον αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτον ἡρμήνευσαν τὸν τρόπον, ἐν Σαλὴμ ἐκδεδωκότες.
PG 23:877Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος, παιδευθεὶς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσι, πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος, Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ οἱ ἐν πνεύματι Θεοῦ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· ἔτι μὴν ἐπιστήσας τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα, ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ· τούτοις μεμαθητευμένος, τὸν ἀληθινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος σημαινόμενον. Μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν Θεόν· τὸν διορατικὸν τοίνυν καὶ γνωστικὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθινὸν Ἰσραὴλ ἀποφανεῖται· ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀποτεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· καὶ, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· Διότι ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· καὶ πάλιν· Διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνασθαι τὰ ἔθνη εἶναι τὸν Ἰσραὴλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸς μὲν Ἰουδαίους ἐλέγετο· Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, δῆλον δ’ ὅτι τὸ ὄνομα τοῦ Θεοῦ. Καὶ αὖθις εἴρηται πρὸς αὐτούς· Δι’ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραὴλ, παρ’ ᾧ τὸ τοῦ Θεοῦ δοξάζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ’ ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ. Ἀναλόγως δὲ τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. Τοῦτο γοῦν ἡ Γραφὴ παρίστησι λέγουσα·
Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας, λέγω δὲ τῆς Παλαιστίνων χώρας εὑρίσκοιτο, πλείστης οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης, αὐτῶν Ἰουδαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βαάλ· πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ γνωστὸν τοῦ Θεοῦ κεκτημένην Ἰουδαίαν; Διὰ τί δὲ οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προςηγορίας, περὶ ἧς εἴρηται· Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· καὶ αὖθις· Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις; Εἰ γὰρ παρ’ οἷς γνωστός ἐστιν ὁ Θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ Θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι; Τούτοις οὖν ἀναλόγως καὶ ἡ καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησία Θεοῦ, ἐν ᾗ ὁ ἐπὶ πάντων Θεὸς γνωστὸς ὢν τυγχάνει, Ἰουδαία τε εὐλόγως ἂν ῥηθείη.
PG 23:879Οὐκ ἂν δὲ ἁμάρτοις Ἰουδαίαν εἶναι λέγων πᾶσαν τὴν θεόπνευστον καὶ Ἰουδαϊκὴν Γραφὴν, κτῆμα οὖσαν καὶ ὡς περίχωρον τοῦ ἀληθινοῦ Ἰσραὴλ, διὰ τὸ τὴν γνῶσιν τοῦ Θεοῦ ἐν αὐτῇ περιέχεσθαι. Οὕτω μὲν οὖν ἡ ἀληθινὴ Ἰουδαία καὶ ὁ ἀληθινὸς Ἰσραὴλ νοηθήσεται κατὰ τὸν ὅμοιον τρόπον. Νοήσεις δὲ ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἰ μὲν γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν Γραφῶν δηλούμενον· εἰ δ’ οὗτος μὲν ἐκ βάθρων ἀνῆρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὑπάρχειν ὁ τόπος αὐτοῦ· οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ Θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. Διὸ οὐδὲ ὠνόμασε νῦν, ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν εἰπών· Ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη· διὸ παρὰ τοῖς Ἑβδομήκοντα εἴρηται· Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ Θεοῦ, ὡς ἂν χωρητικαὶ οὖσαι θείου Πνεύματος. Διὸ περὶ τῶν τοιούτων εἴρηται τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ’ οὐρανὸν χρηματιζούσῃ Θεοῦ πόλει πληθύει τὸ τοῦ Θεοῦ οἰκητήριον, ἐν ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ θείαις δυνάμεσι, καὶ πνεύμασιν ἁγίοις· εἰκότως τὸν τόπον τοῦ Θεοῦ παρ’ ἐκείνοις εἴποι ἄν τις, κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. Διὸ καὶ ὁ Ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ’ οὐρανὸν θείαις τυγχάνει δυνάμεσιν· ἐν αἷς ὁ Θεὸς αὐτὸς ἐμπεριπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος. Ἑξῆς τούτοις λέγεται· Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶτα συνάπτει φάσκων ὁ λόγος·
PG 23:881Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακτο, οὐδὲ ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλομένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν πραγμάτων, διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν, ἤτοι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ τὴν ἐπουράνιον, ἣν ὁ θεῖος Ἀπόστολος παρίστη λέγων· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐνταῦθα γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης, μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου, συντέτριπται τὰ κράτη τῶν τόξων, ἀνῄρηταί τε ὅπλον καὶ ῥομφαία· ὡς λέγεσθαι περὶ τῶν καταξιουμένων τῆς ἐκεῖ διατριβῆς· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ. Σφόδρα ἀκολούθως, μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ Θεοῦ, διδάσκει, ὅτι ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά·
ἀκτῖνας δ’ ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς ποῤῥωτάτω. Διό φησι· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη, ἀλλ’ ἢ Σιὼν καὶ ἡ Σαλὴμ, τὰ διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα; Ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων, ὥσπερ ἐκ τινῶν αἰωνίων ὀρῶν, τὰς αὐγὰς τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν, καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων, φωτίζει τὰς τῶν ἀξίων ψυχὰς, καταλάμπων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ Πνεύματι· ταύτας μὲν οὖν φωτίζει· τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. Διὸ ἐπιλέγει· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ, ἢ κατὰ τὸν Σύμμαχον, ὑπερήφανοι τὴν καρδίαν, οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ Θεοῦ τὰς μαρμαρυγὰς, διὸ ἐταράχθησαν. Οἱ δ’ αὐτοὶ, καὶ ὑπνώσαντες τὸν ὕπνον αὐτῶν, οὐχ εὗρον οὐδὲν ἐν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου. Πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ, καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ, ἐνόμιζόν τινες εἶναι, κατεντρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐτοῖς ἡδυπαθείαις·
ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν, μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν, οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. Διὸ λέλεκταί που· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρδίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ· ἢ κατὰ τὸν Σύμμαχον, ἀπὸ ἐμβριμήσεως· τὸ τηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ταραχθήσονται εἰκότως, ἐπειδήπερ ἐνύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ τοῖς ἀκολάστοις σώμασι· δέον ἐγρηγορέναι καὶ νήφειν, μνημονεύοντας θείου προστάγματος λέγοντες· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν, ὀνείροις καὶ φαντάσμασιν ἐκδοθέντες, ἵπποις τε θηλυμανέσι τοῖς αὐτῶν σώμασι χρησάμενοι.
PG 23:883Οὗτοι τοιγαροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ καρδίᾳ, ποτὲ δὲ ἄνδρες τοῦ πλούτου, νυνὶ δὲ ἐπιβεβηκότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν ζωὴν ἐνύσταξαν, ἢ κατὰ τὸν Σύμμαχον, ἐκαρώθησαν, κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες· εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν, φαντασίαις ματαίαις ἐκδοθέντες· καὶ τέλος διυπνισθέντες, ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ. Οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῷ Ἰακὼβ ἀναγεγραμμένος ὦφθαι Θεὸς, ὁ τὴν κατὰ πάντων κρίσιν παρὰ τοῦ Πατρὸς ἀναδεδεγμένος. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. Τοῖς μὴ βουληθεῖσι τοῦ θείου φωτὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται. Διὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ Θεῷ λέγων Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· νυνὶ δὲ τῷ αὐτῷ, Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος, καὶ φοβερὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγὸς, τοῖς δὲ ἀριστεροῖς φοβερὸς, οἷς δὴ καὶ φήσει· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἶθ’ ἑξῆς ἐπιφέρει· Ἀπὸ τότε ἡ ὀργή σου.
Ἀπὸ τότε δὲ, πότε, ἀλλ’ ἢ ἀφ’ οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ; Ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· ὡς λέγεσθαι πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ἕκαστος γὰρ καθ’ ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει· ὀργῆς νοουμένης τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας. Ἑξῆς δὲ εἴρηται· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται, ἐποίησας, ἀλλ’ ἠκούτισας. Πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσι, τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησε διὰ τῶν θείων ἀναγνωσμάτων. Ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησε τὴν μέλλουσαν κρίσιν· ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, Γῆ, φησὶν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς. Περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται·
Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἀναστάντος τοίνυν τοῦ Θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, γῆ φοβηθήσεται καὶ ἡσυχάσει. Οἱ μὲν γὰρ πραεῖς τεύξονται τῆς σωτηρίας, οἱ δὲ τῇ ὀργῇ παραδοθήσονται· ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληφότες κατάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφότες φόβον. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν Θεὸν εἰς κρίσιν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τί δὲ τοῦτο ἢ, ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύμησις ἀνθρώπων ἐξομολογήσεται τῷ Θεῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων φανερὰ γενήσεται. Καὶ ἐγκατάλειμμα δὲ, φησὶν, ἐνθυμίου ἑορτάσει σοι. Τί δ’ ἂν γένοιτο ἐγκατάλειμμα ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐνθυμήσεως λογισμός; ὅμοιος ὢν ἐκείνοις περὶ ὧν εἴρηται· Λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. Οὕτω γοῦν αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται·
PG 23:885διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας ἀπολαβὼν τῆς οὐρανίου βασιλείας. Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, τῷ φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Συντελέσας τὸν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγον, παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι, καὶ ἀποδιδόναι Κυρίῳ τῷ Θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστι κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν παραινεῖ. Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν· διὸ λέλεκται· Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν τῶν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω, μεμνημένος τοῦ φήσαντος· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Νῦν μὲν οὖν, φησὶν, εὔξασθε καὶ ἀπόδοτε. Ἔσται γὰρ καιρὸς ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.
Κατὰ γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνήσουσι πάντες μετὰ δώρων· τουτέστι, μεθ’ ὧν ἐπιφέρεται ἕκαστος καρπῶν. Διόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδόναι· ὡς ἂν, τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι, κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν, ἄξιοι γενόμενοι τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον. Πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα, φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ, μηδὲ τὰ δῶρα προσφέρουσι. Διὸ ἐπιλέγεται· Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Τὸ γὰρ, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς ἀνθρώπων, λεχθήσεται καὶ ἐπ’ ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων, καὶ Πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ’ ὧν ἀφαιρεῖται τὸ πνεῦμα, ὅπως, στερηθέντες αὐτοῦ, τῇ προσηκούσῃ παραδοθῶσι τιμωρίᾳ.
Κατὰ δὲ τὸν Σύμμαχον, Τῷ νομοδότῃ, ἀφαιροῦντι μὲν πνεῦμα ἡγεμόνων, φοβερῷ δὲ τοῖς βασιλεῦσι τῆς γῆς ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΙΔΙΘΟΥΜ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. Οϛ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμὸς, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθοὺμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάττετο. Ὅθεν ὁ Σύμμαχος, Διὰ Ἰδιθοὺμ, ὁ δὲ Ἀκύλας, Ἐπὶ Ἰδιθοὺμ, ἡρμήνευσαν. Καὶ νῦν μὲν ὁ Ἀσὰφ, τοὺς μετὰ χεῖρας λόγους συντάξας, ὥσπερ διδάσκαλος μαθητῇ ἐμμελετᾷν τῷ Ἰδιθοὺμ παραδέδωκεν· ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτήριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτῷ καὶ ὠφελεῖσθαι τὸν θεραπευόμενον· ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ Δαυὶ̈δ ποτὲ μὲν ᾠδὴν, ποτὲ δὲ ψαλμὸν ἔγραφε. Διὸ ἐν μὲν τῷ λη ψαλμῷ ἐπεγέγραπτο, Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ᾠδὴ τῷ Δαυί̈δ. Ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ Δαυὶ̈δ καὶ τῷ Ἀσὰφ, ἡ τῶν Παραλειπομένων παρίστησι Γραφὴ, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν.
PG 23:887Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ Προνοίας λόγου, διὰ τὸ συνορᾷν ἐν τῷ τῶν ἀνθρώπων βίῳ πολλοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυχουμένους, πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας· δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. Εἰκὸς γοῦν αὐτὸν ἐπὶ τούτοις ἀποδυσπετεῖν, καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὸν Δαυὶ̈δ καὶ πρὸς τὸν Ἀσὰφ, ὁποίους ἐκίνουν καὶ ἕτεροι τῶν παλαιῶν, ὡς ὁ εἰπών· Ἱνατί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν· τὰ δὲ παιδία αὐτῶν παίζοντα, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ’ ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τοιαῦτά τινα, ὡς εἰκὸς, ἐπαποροῦντι τῷ Ἰδιθοὺμ, οἷα διδάσκαλοι καὶ ἰατροὶ ποτὲ μὲν ὁ Δαυὶ̈δ, ποτὲ δὲ ὁ Ἀσὰφ, διδασκαλίας παρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς. Ὅθεν ἐν μὲν τῷ λη τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα, καὶ τὰ τούτοις ἑξῆς·
ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσαμεν. Ἐν δὲ τῷ ξα πάλιν ὁ αὐτὸς λέγων τὸν αὐτὸν ἐδίδασκεν· Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμήνευται. Οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσι διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως, τῆς τε τοῦ λαοῦ τοῦ Θεοῦ ταπεινώσεως· καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα σωτήριον ἐν ταῖς τοιαῖσδε ἀμηχανίαις ἐπ’ αὐτὸν τὸν Θεὸν, ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν, καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλμοῦ, οἷα διδάσκαλος, παρεδίδου. Καὶ δῆτα παραλαβὼν τὸ μάθημα τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευε, κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι.
PG 23:889Τοιοῦτον γὰρ, φησὶν, ἐμαυτὸν παρεσκεύαζον, ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ Θεοῦ· διὸ προσέσχε μοι· καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ βοὰς, ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ Θεοῦ ἀκοῆς. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ βοήσαντός μου πρὸς τὸν Θεὸν, παρέσχε τὰς ἀκοὰς αὐτοῦ. Διὰ τούτων γὰρ ἐδιδάσκετο ὁ Ἰδιθοὺμ μὴ νομίζειν πόῤῥω που ἀφεστάναι τὸν Θεὸν τῶν ἐπιβοωμένων αὐτόν. Εἰ γὰρ ἅμα τῷ τὴν φωνὴν ἀναπέμψαι ᾔσθετο ἐπηκόου αὐτοῦ γενομένου τοῦ Θεοῦ, αὐτοῖς ἔργοις ἐδιδάσκετο πανταχοῦ παρεῖναι τὸ Θεῖον, καὶ τοὺς τῆς Προνοίας ὀφθαλμοὺς ἐφορᾷν τοὺς ἀξίους. Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησὶ, τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐ μὴ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων [ϟἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος]ϟ, παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο, δοκιμὴν τῆς ἑαυτῶν παρέχοντες ὑπομονῆς, οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾷν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπὼν, Ἐν θλίψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι·
διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας, οὐδ’ ἐπὶ τοὺς ἐπαιρομένους· ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν Θεὸν κατ’ αὐτὸν τὸν τῆς θλίψεως καιρὸν, αὐτὸν ἐξεζήτουν. Ἐζήτουν δὲ αὐτὸν ταῖς χερσί μου, δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· Βούλομαι δὲ τοὺς ἄνδρας προσεύχεσθαι, ἐπαίροντας ὁσίους χεῖρας. Καὶ τοῦτ’ ἔπραττον οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς, τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ, καὶ διὰ τῆς προσευχῆς, καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν. Διὸ, ταῦτα πράττων, Οὐκ ἠπατήθην· εὑρίσκετο γάρ μοι ζητούμενος· διὸ προσέσχε μοι, καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν Ἀντὶ δὲ τοῦ, Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν. Ἄλλως δὲ, οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θεραπεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. Διὸ ἐπιλέγει· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου·
ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου· ἀλλ’ ἀνθρώποις μὲν οὐκ ἐπειθόμην, τοῖς ἄλλως με παρηγορεῖν καὶ παρακαλεῖν· ἐμνήσθην δὲ τοῦ Θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ Θεοῦ μνήμη πρὸς εὐφροσύνην· ἀλλὰ καὶ ἠδολέσχησα, φησὶ, καὶ ὠλιγοψύχησα· ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε, Διελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μὲν, φησὶ, ἐμαυτῷ διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ’ ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου· ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ Θεοῦ, εὐφροσύνης ἐπληρούμην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς, οὐκ ἠπατώμην· εὕρισκον γὰρ ὥσπερ πλησίον παρεστῶτά μοι, καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Οἱ θλίβοντές με, φησὶ, λογισμοὶ τοιοῦτοι ἦσαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως, καὶ ἐνενόουν πρὸς ἐμαυτὸν εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κακόν. Τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ·
PG 23:891Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἐμαυτὸν διανοούμενος ταῦτα· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ’ ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέλος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων. Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου.
Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου. Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλάλησα. Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ’ αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι’ ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά.
Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ Ἀσὰφ ἐποιεῖτο, ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν, διδάσκων τε αὐτὸν λέγειν· Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· παιδεύων μὴ πολυπραγμονεῖν τὰς τοῦ Θεοῦ βουλάς· εὐχαῖς δὲ σχολάζειν, καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ εὐφημοῦντα τοῦ Θεοῦ τὰς κρίσεις. Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Καὶ εἶπα, Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀντὶ τούτου ὁ μὲν Ἀκύλας, Καὶ εἶπα, φησὶν, ἀῤῥωστία μου·
PG 23:893αὕτη ἀλλοίωσις δεξιᾶς Ὑψίστου· ὁ δὲ Σύμμαχος, Τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ Ὑψίστου· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ εἶπα, φησὶν, ὠδῖνές μου εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησὶ, πρὸς ἐμαυτὸν ἐνενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοὶ, δι’ ὧν ἀρτίως ἐπηπόρουν, ἀῤῥωστία μου εἰσὶν, ἢ ὠδῖνες εἰσὶν, ἢ τρώσεις μού εἰσιν. Ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιούτους προήκαμεν λόγους, καὶ ἀπὸ τρώσεως ψυχῆς· τετρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν· ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην. Ταῦτα δὲ πέπονθα, ἐπειδήπερ εἶδον ἀλλοίωσιν γενομένην τῆς δεξιᾶς τοῦ Ὑψίστου. Πάλαι μὲν γὰρ αὕτη κατειργάζετο πολλά τε θαύματα καὶ παραδόξους εὐεργεσίας τῷ λαῷ παρέχουσα· νυνὶ δὲ ἀλλοίωσις γεγένηται τῆς δεξιᾶς τοῦ Ὑψίστου. Διὸ καὶ ὠδῖνές με κατέσχον· ὁμολογῶ τετρῶσθαι τὴν ψυχὴν ἀῤῥωστίᾳ καὶ ἀσθενείᾳ γνώσεως. Τὴν δὲ ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Θεοῦ ἑώρων, ἀναμιμνησκόμενος τῶν παλαιῶν ἔργων αὐτοῦ. Διό φησιν· Ἐμνήσθην τῶν ἔργων Κυρίου ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.
Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνεμιμνησκόμην τὰς περινοίας Κυρίου, ἀναπολῶν τὰ ἀρχαῖα τεράστιά σου καὶ διεμελέτων πάσας τὰς πράξεις σου, καὶ τὰ μηχανήματά σου διηγούμην, ταῦτα ἀναφέρων τῇ μνήμῃ. Ἔπειτα νῦν ἀκούων, ὡς εἰς τέλος ἀπώσω, καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, εἰκότως ἐνενόησα, ὅτι ἀλλοίωσίς ἐστι τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μεταβολῆς γὰρ ταῦτα σημεῖα καὶ ἀλλοιώσεως τῆς πάλαι τοῦ Θεοῦ περὶ τὸν λαὸν κηδεμονίας. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδὸς αὐτοῦ· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου συνιδὼν ὁποῖα εἰργάσατο· ἀντὶ γὰρ ἑνὸς ἔθνους πάντων τῶν ἐθνῶν εὐεργετικὴ κατέστη· οὐκέτι γὰρ ἑνὶ λαῷ τὴν δύναμιν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι καὶ πᾶσι τοῖς λαοῖς ἐγνώρισε· διόπερ ἐκπληττόμενος καὶ ἀποθαυμάζων, φημί· ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐπέκεινα γάρ ἐστι τῆς θνητῆς φύσεως ἡ κατάληψις τῆς ὁδοῦ σου· ὥστ’ ἂν εὐλόγως φάναι τό·
PG 23:895Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὐκέτ’ οὖν προσήκει πολυπραγμονεῖν, οὐδὲ τὰ ἀπόῤῥητα διερευνᾶσθαι· τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Διὸ κατὰ καιρὸν ταῦτα ἐννοήσας, ὑπερεκπλήττεται τὸ βάθος τῆς σοφίας τοῦ Θεοῦ, καί φησιν· Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ποῖα δὲ θαυμάσια διερμηνεύει ἑξῆς εἰπών· Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκε· Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Ὥσπερ γὰρ ἐλυτρώσω πάλαι ποτὲ ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσὴφ, ὅτ’ ἠλευθέρους αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας τὸν αὐτὸν τρόπον καὶ νῦν, ὅτε γέγονεν ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, καὶ ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν αἱ ἄβυσσοι. Σφόδρα ἀκολούθως προειπὼν, Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
ἢ κατὰ τὸν Σύμμαχον, Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου, παρίστησι τὴν δύναμιν τῆς Καινῆς Διαθήκης προφητικῶς τὰ μέλλοντα θεσπίζων. Διό φησιν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ὥσπερ γὰρ πάλαι ποτὲ ἐπὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν υἱῶν Ἰσραὴλ, ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὸν αὐτὸν τρόπον καὶ κατὰ τὴν παρουσίαν τοῦ Ἐμμανουὴλ, δηλαδὴ τοῦ μεθ’ ἡμῶν Θεοῦ, ὁπηνίκα παρῄει ἐπὶ τὸν Ἰορδάνην ποταμὸν, ἰδόντα αὐτὸν τὰ ὕδατα ἐξεπλάγη. Οὐ μὴν ἀλλὰ καὶ τὰ πλήθη τῶν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα κατὰ τὸν φάσκοντα προφητικὸν λόγον, Φωνὴ ἐθνῶν πολλῶν ὁμοία ὑδάτων πολλῶν· ἰδόντα ψυχῆς ὀφθαλμοῖς τὸν εἰς ἀνθρώπους ἐπιδεδημηκότα Θεὸν, φόβον ἀνέλαβον σωτήριον, περὶ οὗ εἴρηται· Ἀρχὴ σοφίας φόβος Θεοῦ. Ἕως μὲν γὰρ τυφλώττοντα ἦν ταῦτα τὰ ὕδατα, οὐχ ἑώρα τὸν Θεὸν, οὐδὲ φόβον εἶχεν αὐτοῦ· νυνὶ δὲ τὰ μεγάλα ὠφέληται ἀπὸ τῆς θέας καὶ τῆς γνώσεως τοῦ ἐπιδημήσαντος αὐτοῖς λόγου. Καὶ αὖθις κατὰ τὴν ἱστορίαν, ὁπηνίκα ὁ Σωτὴρ ἠνάγκασε τοὺς μαθητὰς ἀνελθεῖν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν·
εἶτα τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἤρχετο πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ τότε εἶδον αὐτὸν ὕδατα, καὶ ἐφοβήθησαν. Ἀλλὰ καὶ ὅτε ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη, ἐταράχθησαν αἱ ἄβυσσοι, καὶ πλῆθος ἤχους ὕδατος. Καὶ ταῦτα μὲν ἐτελεῖτο συμφώνως τῇ προφητείᾳ πρὸς λέξιν, πρὸς δὲ διάνοιαν, τὰ μὲν ὕδατα, λέγω δὲ τὰ πλήθη τὰ ἐκκλησιαστικὰ ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένα, ἀρχὴ σοφίας γέγονε, τὸν θεῖον ἀναλαβόντα φόβον κατὰ τὸ, Ἀρχὴ σοφίας φόβος Κυρίου· αἱ δὲ ἄβυσσοι, ἕτεραι οὖσαι παρὰ τὰ ὕδατα ἐταράχθησαν, ὡς ἦχον καὶ θόρυβον παρασχεῖν. Εἴποις δ’ ἂν τὰς ἀβύσσους εἶναι τὰ τάγματα τῶν ἀπίστων ἐθνῶν τῶν τῇ Ἐκκλησίᾳ κατὰ καιροὺς ἐπανισταμένων, καὶ τοὺς κατ’ αὐτῆς διωγμοὺς ἐπεγειρόντων· Ἀλλὰ μὲν πρῶτα ὕδατα ἐφοβεῖτο τὸν Θεὸν, αἱ δὲ δηλωθεῖσαι ἄβυσσοι ἐταράττοντο· τρίτον δὲ τάγμα τυγχάνει παρὰ τὰ λελεγμένα τὸ τῶν νεφελῶν, ὃ δὴ φωνὴν ἔδωκε. Τίνες δὲ ἦσαν αἱ νεφέλαι, ἀλλ’ ἢ αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα, κατὰ τὸ φῆσαν λόγιον· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν, δῆλον δὲ, ὅτι τὸν ἐκ περιτομῆς λαόν;
PG 23:897Νεφέλαι δὲ πεπληρωμέναι ὑδάτων μὴ ὕουσαι ἐπὶ τὸν παλαιὸν ἀμπελῶνα τίνες ἂν εἶεν ἢ οἱ τοῦ Σωτῆρος μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, οἳ καθ’ ὅλης τῆς οἰκουμένης τὸν ἐπουράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Διὸ λέλεκται· Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Ποῖα δὲ τὰ βέλη ἢ τὰ σωτήρια καὶ τὰ ἐκλεκτὰ τὰ τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, δι’ ὧν ἡ νύμφη Χριστοῦ ἡ Ἐκκλησία τετρῶσθαι ὁμολογεῖ φάσκουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ; Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ βέλος ὠνόμαστο κατὰ τὸν εἰπόντα προφήτην· Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με· Ἀλλὰ τοῦ μὲν Πατρὸς βέλος ἦν ὁ μονογενὴς αὐτοῦ Λόγος· τοῦ δὲ Υἱοῦ βέλη ἐτύγχανον οἱ ἀπόστολοι, καὶ τὰ θεῖα καὶ πεπυρωμένα αὐτοῦ λόγια. Διὸ λέλεκται ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ ψαλμῷ· Τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται. Οὕτω δ’ οὖν καὶ ἐνταῦθα εἴρηται· Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Περιτρέχονται γὰρ ἁπανταχοῦ τὰ τοῦ Χριστοῦ βέλη διεπορεύετο κηρύττοντα·
διὸ φωνὴν ἔδωκαν αἱ νεφέλαι· ἀλλὰ καὶ Φωνὴ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ· βροντὴν δὲ ἐνταῦθα τὸ κήρυγμα τὸ εὐαγγελικὸν αἰνίττεται. Ὡς γὰρ φωνὴ βροντῆς οὐράνιος τυγχάνει βοὴ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλουσα δύναμιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὐαγγελικὸν κήρυγμα, οὐράνιον τυγχάνον, οὐκ ἀνθρωπίνην περιεῖχεν ἰσχύν. Οὐδὲ γὰρ ἐκ θνητῆς βουλῆς ὡρμᾶτο· σὺν θεϊκῇ δὲ δυνάμει τὸν σύμπαντα ἐπλήρου κόσμον. Διὸ καὶ τοὺς ἀποστόλους αὐτοῦ ὁ Σωτὴρ βοανῆργες ὠνόμαζεν, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς. Οὐκοῦν καὶ ἐνταῦθα ἀκολούθως τοῖς ἔμπροσθεν εἴρηται· Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Τροχὸν δὲ σημαίνει τὸν σύμπαντα βίον· ἐπεὶ καὶ ἐν τῷ Ἐζεκιὴλ τροχὸς ἐν τροχῷ λέλεκται ὁ σύμπας τῶν ἀνθρώπων βίος. Ἔστι μὲν οὖν τροχὸς ὁ κόσμος σφαιροειδὴς ὢν, κυκλοφορητικῶς τε κινούμενος. Ἐνταῦθα δὲ τροχὸς ὁ τῶν ἀνθρώπων ἐστὶ βίος, ἄπαυστον τὴν στροφὴν ποιούμενος· διὸ καὶ τροχὸς ἐν τῷ τροχῷ εἴρηται. Κατὰ δὲ τὸν Ἀκύλαν, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Σύμμαχον, Ἦχος βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Θεοδοτίωνα, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ.
PG 23:899Καὶ θέα ὅπως κατὰ πάντας τοὺς ἑρμηνευτὰς τροχὸς ὠνόμασται· ἐπεὶ καὶ ἡ Ἑβραϊκὴ λέξις βαγελγὲλ περιέχει, ὅπερ ἐστὶν ἐν τῷ τροχῷ· οὕτω δὲ ὠνόμασται καὶ ἐν τῷ Ἐζεκιήλ. Ἔνθα γενόμενος, παρασημειώσῃ, ὡς καὶ ἡ θεία Γραφὴ τὸ περιέχον τροχὸς οἶδε. Διὸ σφαιροειδῆ φασιν εἶναι τὸν κόσμον. Ἐπεὶ καὶ ἐν τῷ Ἔσδρα ὁ Ζοροβάβελ τὰ νικητήρια ἀπηνέγκατο παρὰ τῷ βασιλεῖ εἰρηκώς· Μέγας ὁ οὐρανὸς, καὶ μέγας ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐπανέρχεται εἰς τὸν ἴδιον τόπον ἐν ἡμέρᾳ μιᾷ. Ταῦτα μὲν οὖν κατὰ φυσικὴν θεωρίαν. Τὰ δὲ προκείμενα θεσπίζει τῆς εὐαγγελικῆς θεοφανείας τὴν δύναμιν· καὶ ὡς δι’ αὐτῆς τὰ πλήθη μὲν τῶν ἐθνῶν τὸν Θεὸν ἐπέγνω, αἱ δὲ ἄβυσσοι ἐταράχθησαν, αἱ δὲ προλεχθεῖσαι νεφέλαι ἔδωκαν φωνὴν, καὶ ὥστε τὰ βέλη αὐτοῦ διεπορεύθη, καὶ ὡς φωνὴ τῆς βροντῆς αὐτοῦ γέγονεν ἐν τῷ τροχῷ· καὶ ἐπὶ πᾶσι τούτοις ὡς ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Τίνας δ’ ἂν εἴποις τὰς ἀστραπὰς αὐτοῦ ἢ τὰ φέγγη τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων τὰ ἀστράπτοντα καθ’ ὅλης τῆς οἰκουμένης; Διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα.
Καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, καὶ ἄλλῳ πίστις, καὶ τὰ λοιπά· ἅτινα, ἐξαίρετα ὄντα τοῦ Θεοῦ χαρίσματα, ἐξαστράπτει καὶ καταλάμπει τὴν Ἐκκλησίαν αὐτοῦ. Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ἀκολούθως τοῖς ἀποδεδομένοις ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ. Ἀντὶ γὰρ τοῦ, καὶ ἔντρομος, κατὰ πάντας τοὺς ἑρμηνευτὰς, καὶ ἐσείσθη εἴρηται. Οὕτω δὲ ἐσείσθη ἡ γῆ, ὡς εἴρηται ἐν Εὐαγγελίοις, Καὶ εἰσελθόντος τοῦ Σωτῆρος εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Ὡς γὰρ οἱ τὴν πόλιν οἰκοῦντες ἐδηλοῦντο διὰ τοῦ τόπου, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν τοὺς τὴν γῆν οἰκοῦντας κλονηθῆναί φησι καὶ σεισθῆναι τὸ λόγιον. Διὸ πᾶσα ἀκοὴ κεκίνηται ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένου. Ἀκολούθως δὲ ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ, ἢ ἐκλονήθη διὰ τὰ ἔμπροσθεν λελεγμένα.
Εἰ γὰρ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, ἡ φωνὴ τῆς βροντῆς αὐτοῦ ἐξήχησεν ἐν τῷ τροχῷ, εἰ τὰ βέλη αὐτοῦ ἐπὶ πάντας διαπορεύηται, εἰ αἱ νεφέλαι τὴν αὐτῶν ἔδωκαν φωνὴν, ἀκόλουθον ἦν ἐκ τούτων ἁπάντων κλονηθῆναι καὶ σαλευθῆναι τὴν γῆν. Ὅπως δὲ ἐν τῇ θαλάσσῃ ἡ ὁδὸς αὐτοῦ γέγονε, καὶ αἱ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, καὶ ὡς τὰ ἴχνη αὐτοῦ οὐ γινώσκεται, εἴσῃ ἐπιστήσας τῇ πρὸς τοὺς μαθητὰς ἐπαγγελίᾳ αὐτοῦ φησάσῃ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου· καὶ, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀοράτως γὰρ ἁπανταχοῦ τῆς γῆς συνὼν τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ τοῦ βίου θαλάσσῃ καὶ τοῖς πολλοῖς τῶν ἐθνῶν ὕδασιν ἐπορεύετο· καὶ τοῦτ’ ἔπραττεν ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· διὸ λέλεκται· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ταῦτα μὲν οὖν ἐπληροῦτο κατὰ τὴν σωτήριον θεοφάνειαν· Οὕτω δὲ ταῦτα, φησὶν, ἐγίνετο ἐπὶ τῆς εἰς ἀνθρώπους παρουσίας αὐτοῦ, κατὰ τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου· ὥσπερ καὶ πάλαι ἐπὶ τοῦ προτέρου λαοῦ ὁπηνίκα ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου διήγαγε διὰ τῆς θαλάσσης·
PG 23:901καὶ τότε γὰρ δεικνὺς τὰς ἀρετὰς αὐτοῦ ὁδὸν ἐποίει καὶ τρίβους ἐν ὕδασι πολλοῖς, ὡς προηγουμένῳ αὐτῷ ἐπακολουθεῖν ἐν τῇ πορείᾳ τῆς θαλάσσης τὸν πάντα Ἰσραὴλ, ἄγνωστόν τε εἶναι καὶ ἀκατάληπτον ἀνθρώποις τὴν πορείαν αὐτοῦ, ὅτε καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἄλλος μὲν οὖν τὰ προκείμενα ἅπαντα ἐπὶ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου ἀνοίσει, τότε πεπληρῶσθαι φάσκων τὸ, Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος· πᾶσάν τε τὴν περικοπὴν ἀκολούθως ἐπὶ τὴν τότε πραχθεῖσαν ἱστορίαν ἀναπέμψει· ἐγὼ δὲ, μὴ εὑρὼν ὅπως τὰ ἑξῆς εἰρημένα κατὰ τὴν λέξιν ἐπληροῦτο· οὐ γὰρ μέμνηται ὁ Μωϋσέως νόμος, ὡς νεφέλαι τινὲς κατὰ τὸν καιρὸν ἐκεῖνον φωνὴν ἔδωκαν σωματικῶς, οὐδὲ ὡς βέλη αἰσθητὰ διεπορεύετο, οὐδὲ ὡς ὅλῃ οἰκουμένῃ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ, καθ’ ὃν χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ, τὴν ὑποπεσοῦσαν εἰς τοὺς τόπους ἑρμηνείαν παρεθέμην. Ὁποίαν δὲ χρὴ τῶν εἰρημένων ἐκδοχῶν αἱρεῖσθαι θείᾳ κρίσει ὁ ἐντυγχάνων εἴσεται.

Of Understanding 2ΣΥΝΕΣΕΩΣ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΣΥΝΕΣΕΩΣ ΤΩ ΑΣΑΦ. ΟΖ. Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.
Παρορμῶν ἡμᾶς ὁ λόγος ἐπὶ τὴν σύνεσιν τῶν ἐμφερομένων, Συνέσεως τὴν ἐπιγραφὴν ἐποιήσατο· ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προκειμένης διανοίας. Πρῶτον μὲν οὖν ζητήσειεν ἄν τις εὐλόγως, τίνος πρόσωπον τυγχάνει τὸ φάσκον ἐν ἀρχῇ, Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Οὔτε γὰρ τῷ Ἀσὰφ οὔτε τῷ Δαυὶ̈δ ἁρμόζει ταῦτα λέγειν· ἐπεὶ μὴ νομοθέται γεγόνασιν οὗτοι· οὔτε τὸ, Οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου, ἔπρεπε λέγειν ἤτοι τὸν Ἀσὰφ, ἢ τὸν Δαυί̈δ· οὐ γὰρ οἰκεῖα ῥήματα προσέφερον, τῇ δὲ τοῦ θείου Πνεύματος βουλῇ διηκονοῦντο. Διὸ συνέσεως ἐπιγέγραπται, ὡς ἂν συνῶμεν τίς τέ ἐστιν ὁ ταῦτα λέγων, καὶ τίς ὁ λαὸς αὐτοῦ, καὶ τίς ὁ νόμος· ἕτερος γὰρ ἔοικεν εἶναι παρὰ τὸν Μωϋσέως. Ταῦτα δ’ ἐπιλύεται τὸ Εὐαγγέλιον, ἐν ᾧ εἴρηται· Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. Διὰ ποίου δὲ προφήτου ταῦτα εἴρητο ἢ διὰ τοῦ προκειμένου Ἀσάφ;
PG 23:903Ὃ μὴ συνιέντες τινὲς, προσέθηκαν ἐν τῷ Εὐαγγελίῳ τὸ, διὰ Ἡσαί̈ου τοῦ προφήτου· ἐν δέ γε τοῖς ἀκριβέσιν ἀντιγράφοις ἄνευ τῆς προσθήκης τῆς διὰ Ἡσαί̈ου, ἁπλῶς οὕτως εἴρηται· Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς, ἃ δὴ φέρεται ἐν τοῖς προκειμένοις, οὐ μὴν ἐν τῇ τοῦ Ἡσαί̈ου προφητείᾳ. Οὐκοῦν ἐκ τῆς εὐαγγελικῆς παραθέσεως ὁ Σωτὴρ ἂν εἴη, καὶ οὐδὲ ἄλλος, ὁ ἐξ οἰκείου προσώπου φάσκων ἐπὶ τοῦ παρόντος τό· Προσέχετε, λαός μου, τὸν νόμον μου. Ἵνα δὲ συνῶμεν αὐτὸν, συνέσεως τὴν προγραφὴν ἐποιήσατο· ὡς μήτε ψαλμὸν μήτε ᾠδὴν μήτε τι τοιοῦτον νομίζειν εἶναι τὰ λεγόμενα, ἀλλὰ Χριστοῦ διδασκαλίαν πρὸς τὸν αὐτοῦ λαὸν, δηλαδὴ τὴν Ἐκκλησίαν αὐτοῦ περὶ τῶν παρανομημάτων τοῦ Ἰουδαίων ἔθνους διαστελλομένου. Νοήσεις δὲ τὸν αὐτοῦ λαὸν ἕτερον ὄντα παρὰ τὸν ἐν τοῖς ἑξῆς κατηγορούμενον, τὴν Ζαχαρίου προφητείαν τούτοις παραθεὶς, δι’ ἧς εἴρηται· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς Θέα γὰρ ἐν τούτοις, ὡς ὁ Κύριος ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ ὑφ’ ἑτέρου Κυρίου παντοκράτορος, ἑαυτῷ τε ἐξ ἁπάντων τῶν ἐθνῶν συνάξειν ἐπαγγέλλεται λαόν. Αὐτὸς οὖν οὗτος ὁ τοῦ Θεοῦ Λόγος τῷ ἐξ ἐθνῶν λαῷ προσεφώνει λέγων· Προσέχετε λαός μου, τὸν νόμον μου. Νόμον δὲ αὐτοῦ τὸ Εὐαγγέλιον εἶναι διδάσκει, περὶ οὗ καὶ Ἡσαί̈ας ἐθέσπιζε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν. Τοῦτον δὲ καὶ Ἱερεμίας διαθήκην καινὴν ὠνόμασεν εἰπών· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι Διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν Καὶ Ἡσαί̈ας δὲ πάλιν περὶ τοῦ Σωτῆρος ἀνεφώνει λέγων· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει·
ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Ἀντὶ γὰρ τοῦ, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, τὸ Ἑβραϊκὸν, καὶ τῷ νόμῳ αὐτοῦ, περιέχει, ὡς συμφώνως καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ τῷ νόμῳ αὐτοῦ εἰρηκότες. Παραινεῖ τοίνυν ὁ Χριστὸς τῷ ἑαυτοῦ λαῷ τῷ ἐξ ἐθνῶν διὰ τῶν προκειμένων προσέχειν τῷ νόμῳ αὐτοῦ. Προσέχειν γὰρ βούλεται, καὶ οὐχ ὡς ἔτυχεν ἀκούειν· θεωρεῖν δὲ κατανενοημένως καὶ συνιέναι τὸν αὐτοῦ νόμον· ἀλλὰ καὶ κλίνειν τὸ οὖς εἰς τὰ ῥήματα τοῦ στόματος αὐτοῦ, καὶ προσέχειν τῷ νόμῳ αὐτοῦ παρακελεύεται, ἐπειδήπερ τὰς διδασκαλίας ἐν παραβολαῖς ἐποιεῖτο. Διὸ ἐπιλέγει· Ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· ὃ δὴ διδάσκει καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων γραφὴ, δι’ ἧς εἴρηται, ὅτι Πάντα ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.
PG 23:905Ἀντὶ γὰρ τοῦ, Φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς, Ἑβραῖος ὢν ὁ Ματθαῖος, οἰκείᾳ ἐκδόσει κέχρηται εἰπὼν, Ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Ὀμβρήσω αἰνίγματα ἐξ ἀρχῆθεν, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, Ἀναβλύσω προβλήματα ἀρχαῖα. Μέλλων δὲ ὁ τοῦ Θεοῦ Λόγος τὰς κατηγορίας τοῦ προτέρου ποιεῖσθαι λαοῦ, καὶ τὰς αἰτίας δι’ ἃς ἀποβέβληται παρατίθεσθαι, ἀναγκαίως τῇ ἑαυτοῦ Ἐκκλησίᾳ παρακελεύεται προσέχειν τοῖς λεγομένοις, καὶ συνιέναι τὰς παραθέσεις τῆς τῶν παλαιῶν κατηγορίας, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπέσοι, μαθοῦσα δὲ ἐκ τῆς περὶ ἐκείνων διηγήσεως ὁποῖον αὐτοὺς διεδέξατο τέλος, σωφρονίζοιτο ἐκ τοῦ παραδείγματος. Εἰπών· Διανοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς, ἐπιφέρει τὰς τοῦ προτέρου λαοῦ κατηγορίας. Παραβολῇ γὰρ ἐκείνοις κέχρηται ἀντὶ ὑποδείγματος εἰς ἡμετέραν νουθεσίαν. Καὶ καθ’ ἑτέραν δὲ διάνοιαν ὁ παρὼν λόγος τὰς παρανομίας τοῦ Ἰουδαίων ἔθνους συγκαταριθμεῖται, ἐπειδήπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
καὶ ὅσα ἄλλα περὶ τῆς καταλαβούσης αὐτοὺς πολιορκίας ἐλέγετο. Τὰς γὰρ τούτων αἰτίας παρίστησι διὰ τῶν προκειμένων. Καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; εἰκότως ἐπειδὴ τοιαῦτα ἐπηπόρηται, τὰς αἰτίας ἐπὶ τοῦ παρόντος καταλέγει τῆς εἰς τὸ τέλος μετελθούσης τὸ Ἰουδαίων ἔθνος ὀργῆς. Καὶ αὐτὸς δὲ ἐν Εὐαγγελίοις ὁ Σωτὴρ παραπλησίως τοῖς προκειμένοις πρὸς τοὺς αὐτοὺς ἀπετείνετο λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Τὰ μὲν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου, ὅπερ τίνος ἦν ἀποδέδεικται μὲν ἐκ τοῦ αὐτοῦ. Συμπαραλαμβάνει δὲ καὶ ἕτερα ὑποκαταβὰς τῆς αὑτοῦ θεότητος, καὶ ἀνθρωπινώτερον φθεγγόμενος, ὡς ἂν ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τοῦ γενομένου ἐκ σπέρματος Δαυὶ̈δ κατὰ σάρκα·
οὗ τὴν γένεσιν ἱστορεῖ τὸ Εὐαγγέλιον φάσκον· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶ̈δ, υἱοῦ Ἀβραάμ. Διόπερ συμπαραλαμβάνων τοὺς κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ γενομένους μαθητὰς καὶ ἀποστόλους, πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖρας λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Ὅτε μὲν γὰρ τὸν λαὸν ἑαυτοῦ ἀνεκαλεῖτο, καὶ οἰκεῖον νόμον αὐτοῖς προὐβάλλετο, παρῄνει τε κλίνειν τὸ οὖς τοῖς αὑτοῦ ῥήμασι, σὺν αὐθεντείᾳ βασιλικῇ ἐξ ἑνὸς προσώπου προεφέρετο τὴν παραγγελίαν· νῦν δὲ, ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνεται τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον ὑπομιμνήσκων τὰ πάλαι πεπραγμένα, καὶ ὡς ἂν τοῖς πᾶσι γνώριμα ἐπαναλαμβάνων τὰ ἀπὸ τῆς ἱστορικῆς Γραφῆς δηλούμενα. Διό φησιν· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Οὐ πάντων δέ ἐστι τὸ ἀκούειν καὶ γινώσκειν, ἀλλ’ ἢ μόνων τῶν συνιέντων τοὺς λόγους. Διὸ καὶ ὁ Φίλιππος τῷ εὐνούχῳ ἔλεγεν· Ἆρα γινώσκεις ἃ ἀναγινώσκεις; Ἀλλ’ οὐδὲ πᾶσιν οἱ πατέρες διηγήσαντο. Οὐκ ἔχομεν γοῦν ἡμεῖς οἱ ἐξ ἐθνῶν τῷ θείῳ λόγῳ προσελθόντες διδασκάλους ἐπιγράψασθαι τῶν θείων μαθημάτων τοὺς κατὰ σάρκα πατέρας·
PG 23:907ἀλλ’ ὅ γε Σωτὴρ ἐξ αὐτοῦ προσώπου καὶ τῶν κατὰ σάρκα ἐκ τῶν αὐτῶν πατέρων γενομένων ἀποστόλων αὐτοῦ καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ταύτας προφέρεται τὰς φωνὰς λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν; Ταῦτα γὰρ ἐκ πατέρων αὐτοὶ παρειληφότες, ἡμῖν τοῖς ἐξ ἐθνῶν ὡς μὴ ἐπισταμένοις ἀπαγγελοῦσι, διδάσκοντες ἡμᾶς τὰ τοῖς παλαιοῖς συμβεβηκότα· ἃ δὴ κατὰ διαδοχὴν ἐκ πατέρων ἠκούσθη τοῖς παισὶ, καὶ πάλιν ἐξ ἐκείνων εἰς τοὺς μεταγενεστέρους ἐλήλυθεν, ἐκ τούτων τε αὖθις εἰς παῖδας παίδων τῇ μνήμῃ παρεδόθη. Διὸ λέλεκται· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε. Πολλὰ μέν ἐστι τὰ παραδοθέντα ἡμῖν ὑπὸ τῶν πατέρων, ἅπερ αὐτοὺς ὁ Θεὸς εὐεργετῶν διεπράξατο· ἓν δὲ τὸ πάντων ἀναγκαιότερον ἐκεῖνο ἦν, λέγω δὲ τὸ μαρτύριον, καὶ ὁ ἐν τῷ μαρτυρίῳ νόμος, ὃν ἐγγράφως αὑτοῖς παρέδωκεν, ἐντειλάμενος μελετᾷν ἐν αὐτῷ, καὶ τοῖς αὑτῶν παισί τε καὶ ἀπογόνοις τοῖς κατὰ διαδοχὴν γενησομένοις παραδιδόναι τὴν τούτου μελέτην. Διό φησι·
Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Μαρτύριον δὲ ἐκαλεῖτο ἡ σκηνὴ τοῦ μαρτυρίου, ἐν ᾗ ἀπέκειτο ἡ κιβωτὸς τῆς Διαθήκης, καὶ ὁ ἐν τῇ κιβωτῷ νόμος, τά τε χερουβὶμ καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων· ἅπερ κελευσθεὶς ποιῆσαι Μωσῆς, κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ ἐν τῷ ὄρει κατεσκεύασεν. Ἀλλὰ πάλαι μὲν ἐκεῖνος ὁ νόμος καὶ τὸ μαρτύριον ἐκεῖνο τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ δέδοτο. Ἐπειδὴ δὲ παρέβησαν οἱ παρειληφότες, εἰκότως ἕτερον ἑαυτῷ καταρτισάμενος λαὸν καὶ μαρτύριον ἕτερον, τὸ Χριστοῦ σῶμα, ναὸν ὃν τοῦ οἰκοῦντος ἐν αὐτῷ Θεοῦ Λόγου, ὡς αὐτὸς ἐδίδαξεν εἰπών· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πρὸς τούτοις καὶ νόμον ἕτερον τὸν εὐαγγελικὸν τῷ ἑαυτοῦ λαῷ παραδίδωσι. Διὸ ἐν ἀρχῇ τῶν προκειμένων ἔλεγε· Προςέχετε, λαός μου, τὸν νόμον μου· πλὴν ἀλλὰ τὸν παλαιὸν νόμον καὶ τὴν παλαιὰν διαμαρτυρίαν [ϟοὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών·
Καὶ ἔστησε διαμαρτυρίαν τῷ Ἰακώβ ]ϟ τῷ προτέρῳ λαῷ διέθετο, ἐντειλάμενος αὐτοῖς γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν καὶ ἀπογόνοις, ὡς ἂν μηδεμίαν λάθοι γενεὰν, διαμένοι δὲ ἡ τοῦ νόμου διδασκαλία καὶ εἰς τοὺς μετὰ ταῦτα γενησομένους. Διὸ λέλεκται· Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι καὶ ἀναστήσονται, καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Τὸ δὲ συμπέρασμα τῆς τοῦ νόμου μελέτης καὶ ὁ σκοπὸς οὗτος ἦν, Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν· ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τίς δὲ ἦν ἡ προτέρα γενεὰ τῶν πατέρων ἀλλ’ ἢ ἐπ’ αὐτοῦ Μωσέως γενομένη; δι’ ἣν δεξάμενος Μωσῆς τὰς πλάκας τῆς νομοθεσίας συνέτριψεν· οὕτως γοῦν καὶ αὐτὸς Μωσῆς γενεὰν σκολιὰν καὶ διεστραμμένην αὐτοὺς ἐκάλει, εἰς αὐτῶν πρόσωπον ἀποτεινόμενος καὶ λέγων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός;
PG 23:909Ἀλλ’ ἵνα μὴ οἱ μετὰ ταῦτα γενησόμενοι τοῖς πατράσιν ἀποτελεσθῶσιν ὅμοιοι, ἔγγραφον αὐτοῖς παρέδωκε τὸν νόμον, καὶ τὴν διαμαρτυρίαν, δι’ ἧς κατηγορεῖ μὲν τῶν πατέρων, διεστείλατο δὲ καὶ διεμαρτύρατο τοῖς τέκνοις μὴ ἐξομοιοῦσθαι τοῖς πατράσι, μηδὲ τῇ προτέρᾳ γενεᾷ, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οὐ γὰρ φύσεως φαύλης ἦν, οὐδὲ κατασκευῆς πονηρᾶς, ἐκ προαιρέσεως δὲ ἀνανεύουσα πρὸς τὴν τοῦ Θεοῦ ὑπακοὴν παρεπίκρανε, καὶ ἐκ διαστροφῆς σκολιὰ γέγονε· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Γενεὰ ἀπροαίρετος τῇ καρδίᾳ, καὶ ἀβέβαιος πρὸς τὸν Θεὸν τῷ πνεύματι τῷ ἑαυτῆς. Υἱοὶ Ἐφραὶ̈μ, ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Ὁ μὲν ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος τοῖς πρώτοις προπάτορσι τοῦ Ἰουδαίων ἔθνους ἔργα παντὸς λόγου κρείττονα ἐνεδείκνυτο τὰ διὰ Μωσέως· οἱ δὲ ἐγίνοντο σκληραύχενες καὶ ὡς ἀληθῶς λαὸς μωρὸς καὶ οὐχὶ σοφὸς, καὶ γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ἀλλὰ τῶν πρώτων τοιούτων ἀπελεγχθέντων, νόμον τοῖς μετὰ ταῦτα παρεδίδου, διαστειλάμενος καὶ διαμαρτυράμενος ἐν αὐτῷ τά τε πρακτέα καὶ τὰ μή·
παραινῶν τε μὴ μιμεῖσθαι τοὺς πατέρας, μηδὲ τὴν γενεὰν τὴν σκολιὰν, μηδὲ τὴν παραπικραίνουσαν, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οἱ δὲ, χείρους τῶν πατέρων γενόμενοι, οὐδὲν μὲν ἀπὸ τῆς παραδοθείσης τοῦ νόμου γραφῆς ὠφελοῦντο εἰς βάθος κακίας ἐλαύνοντες. Καὶ πρῶτοί γε τούτων ἦσαν οἱ υἱοὶ Ἐφραὶ̈μ, τιμηθέντες μὲν ἐξαιρετῷ τιμῇ διὰ τοῦ τὴν αὐτῶν φυλὴν καὶ τὸν αὐτῶν κλῆρον προκριθῆναι τοῦ παντὸς ἔθνους, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου τὴν ὑπὸ Μωσέως ἐν τῇ ἐρήμῳ κατασκευασθεῖσαν ὑποδέξασθαι πρώτους· ὁ γοῦν τόπος ὁ ἐν Σηλῶ, ἔνθα ἡ σκηνὴ καὶ τὸ ἁγίασμα, πρὸ τῆς Ἱερουσαλὴμ, τῆς φυλῆς Ἐφραὶ̈μ ἐτύγχανεν· ἀλλὰ πρῶτοι ταύτης τυχόντες τῆς τιμῆς, εἰδωλολάτραι γεγόνασι. Καὶ ἔστι γε τὴν ἱστορίαν τῶν πεπραγμένων αὐτοῖς ἀπὸ τῆς βίβλου τῶν Κριτῶν ἀναλέξασθαι. Ἐλέγχει δὲ καὶ ὁ παρὼν ψαλμὸς προϊὼν ἑξῆς καὶ λέγων περὶ αὐτῶν· Ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραὶ̈μ οὐκ ἐξελέξατο· καὶ πάλιν· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις· καὶ τὴν αἰτίαν παρίστησιν εἰπών· Μετεστράφησαν εἰς τόξον στρεβλόν.
PG 23:911Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Εἰκότως οὖν καὶ διὰ τῶν προκειμένων εἴρηται· Υἱοὶ Ἐφραὶ̈μ, ἐντείνοντες καὶ βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Πῶς δὲ ἐστράφησαν σαφέστερον παρίστησιν εἰπών· Καὶ ἐγένοντο εἰς τόξον στρεβλόν. Δέον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς τῷ Θεῷ πολεμίους, οἱ δὲ εἰδωλολατροῦντες πόλεμον ἤραντο κατὰ τοῦ Θεοῦ. Διὸ ἐπιλέγει· Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι. Καὶ τοὺς λοιποὺς δὲ τοῦ παντὸς ἔθνους δηλοῖ μεταφορικῶς διὰ τῶν υἱῶν Ἐφραὶ̈μ, καὶ τοὺς ὁμοίους τοῖς τρόποις, εἰ καὶ μὴ τῆς αὐτῆς ἐτύγχανον ὄντες φυλῆς, σημαίνων. Ἐπεὶ καὶ οἱ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ καὶ ἐν τῇ Σαμαρείᾳ εἰδωλολατρήσαντες υἱοὶ ἦσαν Ἐφραί̈μ. Εἰκότως οὖν τοὺς παραβάτας τοῦ παντὸς ἔθνους υἱοὺς Ἀβραὰμ ὀνομάσας, ἀθρόως διαβάλλει τοὺς πάντας λέγων· Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς. Ἐναντίον τῶν πατέρων αὐτῶν, ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου ἐν πεδίῳ Τάνεως.
Πάντων γὰρ τούτων λήθην πεποιημένοι τῶν πρὸς τοὺς πατέρας αὐτῶν ἐπιδεδειγμένων, ὅπλα ἤραντο κατὰ τοῦ Θεοῦ, οὐ βουληθέντες [ἐν] τῷ νόμῳ αὐτοῦ πορεύεσθαι, καίτοι ἐπ’ αὐτοὺς κειμένου τοῦ δύνασθαι καὶ τοῦ βούλεσθαι. Οἱ δὲ τὴν δύναμιν ἔχοντες, οὐκ ἠβουλήθησαν ὀρθῇ χρήσασθαι προαιρέσει· νῶτα δὲ δόντες τῷ Θεῷ, λήθην ἐποιήσαντο τῶν πάλαι θαυμασίων αὐτοῦ. Ποίων δὲ θαυμασίων ἢ τῶν ἐν αὐτῇ γενομένων τῇ Αἰγύπτῳ, καὶ οὐκ ἐν πάσῃ Αἰγύπτῳ, ἀλλ’ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ὅπερ Μωσῆς μὲν οὐκ ἐδήλωσε διὰ τῆς ἑαυτοῦ Γραφῆς· ὁ δὲ Ἀσὰφ, προφήτης ὢν, διδάσκει διὰ τῶν προκειμένων, ὡς ἐν τῷ πεδίῳ Τάνεως τὰ ἐν Αἰγύπτῳ πραχθέντα θαύματα διὰ Μωσέως ἐπετελέσθη. Λέγει δ’ οὖν αὖθις προϊὼν διὰ τῶν ἑξῆς· Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Διὰ τί δὲ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ἐπειδήπερ ἐν τούτῳ μάλιστα τὰ τῆς δαιμονικῆς ἐνεργείας ἐπεκράτει· τότε πολλά τε ἴσχυον κατ’ ἐκεῖνο καιροῦ οἱ ἐν τῇ Τάνει ἱδρυμένοι δαίμονες. Τοῦτο δὲ δηλοῖ Ἡσαί̈ας ὁ προφήτης ἐν τῇ ὁράσει τῆς Αἰγύπτου λέγων·
Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. Πῶς ἐρεῖτε τῷ βασιλεῖ, Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσὶν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσάν σοι τί βεβούλευται Κύριος ἐπ’ Αἴγυπτον; Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ἀπώλοντο οἱ ἄρχοντες Μέμφεως. Δαίμονες δὲ ἦσαν, ὡς εἰκὸς, πονηροὶ διὰ χρησμῶν καὶ μαντειῶν σοφίαν τινὰ ἐπαγγελλόμενοι, καὶ ἐν ταύτῃ τῶν κατὰ τόπους κρατούντων τῆς Αἰγύπτου σύμβουλοι γινόμενοι. Μήποτε δὲ καὶ οἱ ταῖς γοητείαις ταῖς Αἰγυπτιακαῖς προσανέχοντες, οἵ τε ἀντιστάντες Μωσεῖ ταῖς φαρμακείαις αὐτῶν, οἱ ἄρχοντες ἦσαν Τάνεως, καὶ οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως; Διόπερ εἰκότως ἐν πεδίῳ Τάνεως ὁ παρὼν λόγος διδάσκει πεπρᾶχθαι τὰ διὰ Μωσέως ἐν Αἰγύπτῳ γεγενημένα. Διέῤῥηξε θάλασσαν καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν. Τὰ μὲν ἐν αὐτῇ πεπραγμένα τῇ Αἰγύπτῳ διὰ μιᾶς ἐπετέμετο λέξεως εἰπών· Ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, καὶ προσθεὶς ὅπερ οὐκ ᾔδειμεν, ἐν πεδίῳ Τάνεως. Τίνα δὲ ἦν τὰ θαυμάσια, εἰς πλάτος μὲν ἡ Μωσέως περιέχει Γραφή·
PG 23:913ἐπιτέμνεται δὲ ταῦτα ὁ παρὼν ψαλμὸς ἐν τοῖς μετὰ ταῦτα λέγων· Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κοινόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ τὰ τούτοις ἐπιλεγόμενα. Ταῦτα μὲν οὖν κατ’ Αἰγυπτίων ἐγίνετο ἐν πεδίῳ Τάνεως· ἃ δὴ παρελθὼν ἐπὶ τοῦ παρόντος ὁ λόγος, τὰς εἰς τὸν λαὸν εὐεργεσίας προτάττει· ὡς διῆλθον τὴν θάλασσαν, εἰς πολλὰ μέρη διαιρεθέντων τῶν ὑδάτων· ὃ δὴ παρίσταται διὰ τοῦ φάσκοντος λόγου· Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς. Φασὶ γοῦν Ἑβραίων παῖδες εἰς ιβ τμήματα διῃρῆσθαι αὐτὴν κατ’ ἀριθμὸν τῶν ιβ φυλῶν τοῦ λαοῦ· ὥστε ἀφωρισμένως ἑκάστην διελθεῖν φυλὴν, κατὰ τὴν ἀπονεμηθεῖσαν αὐτῇ πορείαν. Διισταμένων δὲ τῶν ὑδάτων, καὶ ξηρᾶς γῆς ἐν τῷ μεταξὺ συνισταμένης, ἀκόλουθον ἦν συνοχὴν γίνεσθαι τῶν ὑδάτων, ὡς κυρτοῦσθαι αὐτὰ συνεχόμενα πρὸς ἄλληλα καὶ ἐν αὐτῷ τῷ ἀέρι ἐπαίρεσθαι καὶ ὑψοῦσθαι κυρτούμενα καὶ μετεωριζόμενα, καὶ ὥσπερ ἐν ἀσκῷ τῷ ἀέρι περικλειόμενα· διὸ λέλεκται· Παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν.
Μετὰ δὲ τὸ τηλικοῦτον θαῦμα, ὡδήγησεν αὐτοὺς, φησὶν, ἐν νεφέλῃ ἡμέρας, ἐπισκιαζούσης καὶ σκέπην αὐτοῖς παρεχούσης τῆς νεφέλης, ὡς ἂν μὴ ὑπὸ τοῦ φλογμοῦ τοῦ ἡλιακοῦ καταπονοῖντο. Καταλλήλως δὲ τῇ τῆς ἡμέρας νεφέλῃ, στύλος πυρὸς διὰ τῆς νυκτὸς προῆγεν αὐτοὺς, ἡμέραν αὐτοῖς φωτεινὴν ἀπεργαζόμενος· διὸ λέλεκται, Καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἐπὶ τούτοις λέγεται· Διέῤῥηξε πέτραν ἐν, τῇ ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. Τήρει δὲ ὅπως καὶ ἐνταῦθα τὸ πλῆθος τῶν ὑδάτων ἄβυσσον ὠνόμασεν. Ἀντὶ δὲ τοῦ, διέῤῥηξε πέτραν, ὁ Ἀκύλας, ἔσχισε πέτρους ἐν ἐρήμῳ, ἐξέδωκε, δουλεύσας τῇ Ἑβραϊκῇ γραφῇ, δι’ ἧς παρίσταται, ὡς οὐ μία πέτρα ἦν ἡ ἀναβλύσασα αὐτοῖς τὰ ὕδατα, ἀλλὰ πολλαί. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπισημαίνεται λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης αὐτοὺς πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ὡς ἁπανταχοῦ παρεπομένης αὐτοὺς πέτρας, καὶ κατὰ σταθμοὺς καὶ κατὰ μονὰς καὶ κατὰ πάντα τόπον παρούσης. Ἐπιτηρήσας δὲ τοῦτο καὶ ἐν τῇ Μωσέως εὑρήσεις Γραφῇ· ἐν μὲν γὰρ τῇ Ἐξόδῳ εἴρηται· Καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν καὶ οὐκ ἦν ὕδωρ πιεῖν τῷ λαῷ. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν·
καὶ ἑξῆς· Εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ, λάβε δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὴν θάλασσαν, καὶ πορεύσῃ. Ἰδὲ, ἐγὼ ἕστηκα πρὸ τοῦ σε ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρέβ· καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Ταῦτα μὲν οὖν ἐν Ἐξόδῳ· ἐν δὲ τοῖς Ἀριθμοῖς λέλεκται· Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σεῖν, καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωσῆν καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν. Καὶ ἑξῆς· Ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσετε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. Καὶ ἐξοίσεται αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Εἰκότως οὖν ἐπειδήπερ ἐν διαφόροις τόποις φαίνεται ἡ πέτρα χορηγήσασα τὸ ὕδωρ, περὶ μὲν τῆς προτέρας διὰ τῶν προκειμένων εἴρηται· Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ· περὶ δὲ τῆς ἑτέρας ἑξῆς ἐπάγει·
PG 23:915Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. Πλὴν ἀλλὰ τοσούτων αὐτοῖς χορηγηθέντων, ὅμως προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἁμαρτάνειν οὐχ ἑαυτοῖς, ἀλλ’ αὐτῷ. Κατ’ αὐτοῦ γὰρ τοῦ Θεοῦ τὴν ἁμαρτίαν ἡμάρτανον, ἀσεβοῦντες διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. Διὸ ἐπιλέγει· Παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ· ἢ κατὰ τὸν Ἀκύλαν, Τοῦ προτερίσαι Ὑψίστῳ ἐν ἀβάτῳ· ἢ κατὰ τὸν Σύμμαχον, Φιλονεικεῖν τῷ Ὑψίστῳ ἐν δίψει ἐν ἀβάτῳ. Διὰ τί δὲ παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ, ἐδίδαξε Μωσῆς· μετὰ γὰρ τὸ παρασχεῖν αὐτοῖς ἐκ πέτρας τὸ ὕδωρ, ἱστορεῖ λέγων· Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸς καὶ λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν αὐτοὺς Κύριον λέγοντας· Εἰ ἔστι Θεὸς ἐν ἡμῖν, ἢ οὔ; Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ. Ὅπως κατελάλησαν τοῦ Θεοῦ καὶ Μωσῆς διδάσκει λέγων· Καὶ ἐγόγγυζον πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς·
Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων, καὶ ἐφάγομεν ἄρτους εἰς πλησμονήν Ὅτι ἐξηγάγετε ἡμᾶς ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. Καὶ μετὰ ταῦτα εἶπε Μωσῆς πρὸς τὸν λαόν· Ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλὰ κατὰ τοῦ Θεοῦ. Προσέλθετε ἐναντίον τοῦ Θεοῦ, εἰσακήκοε γὰρ τοῦ γογγυσμοῦ ὑμῶν. Καὶ μετὰ ταῦτα· Ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἐγὼ ἀκήκοα τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, καὶ τὰ ἑξῆς. Τούτων οὖν μεμνημένος καὶ ὁ παρὼν λόγος, εἶπε· Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Ἐν μὲν οὖν τῇ ἱστορίᾳ οὐ φέρεται ταῦτα· ἐνταῦθα δὲ τετήρηται, ὡς ἄρα ταῦτα διενοήθησαν· Ἐξεπείρασαν, γάρ φησι, τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, καὶ, Κατελάλησαν τοῦ Θεοῦ.
Πῶς δὲ κατελάλησαν ἢ τάδε διανοηθέντες, εἰ καὶ μὴ χείλεσι φθεγξάμενοι, ἀλλὰ ταῖς ψυχαῖς λογισάμενοι, ἃ δὴ ὁ καρδιογνώστης εἰδὼς ἤκουσε; Διὸ εἴρηται· Ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Καὶ ἀνυπερθέτησεν, ἡρμήνευσε, τουτέστιν, οὐχ ὑπερέθετο· ὁ δὲ Σύμμαχος, Καὶ ἐχολώθη· εἶτα, Καὶ πῦρ ἀνήφθη, φησὶν, ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. Καὶ παρὰ Μωσεῖ δὲ γέγραπται· Καὶ ἦν ὁ λαὸς γογγύζων ἐναντίον Κυρίου, καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωσῆν· καὶ ηὔξατο Μωσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου. Διὸ καὶ ἐν τῷ μετὰ χεῖρας εἴρηται· Καὶ ἀνήφθη πῦρ ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.
PG 23:917Τὸ δὲ, Ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, αἰνίττεσθαί μοι δοκεῖ πρόςταγμα δεδόσθαι ἀγγελικαῖς δυνάμεσι, ταῖς εἰς τὰ παράδοξα τότε διακονουμέναις, δι’ ὧν καὶ τὸ μάννα ἐχορηγεῖτο τῷ λαῷ. Διδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς ἄρα νεφέλαι αἱ ἀγγελικαὶ δυνάμεις κέκληνται, ὡς καὶ ἐν τῷ φάσκοντι προφήτῃ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὥστε τοὺς ἀγγέλους νοεῖσθαι τὰς νεφέλας, ὥσπερ οὖν καὶ ἐνταῦθα. Καὶ εἰκός γε ἦν διὰ μὲν πονηρῶν δυνάμεων τὰς κατ’ Αἰγυπτίων ἐπιτελεῖσθαι πληγὰς κατὰ τὸν φάσκοντα λόγον· Ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν καὶ θυμὸν, θλίψιν καὶ ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν· τὰ δὲ χρηστότερα δι’ αἰσίων καὶ δεξιῶν ἀγγέλων γεγενῆσθαι. Διὸ λέλεκται· Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Θύρας δὲ οὐρανοῦ ἀνοιγνυμένας τὰς οὐρανίους νόει πράξεις. Πάντα γὰρ τὰ παραδόξως ὑπὸ τοῦ Θεοῦ πεπραγμένα θεῖα καὶ οὐράνια ἦν· ἃ δὴ καὶ ἀνθρώποις ἀποκέκλειστο, ὅτε μὴ ἐγίγνετο· ὅτε δὲ παραδόξως ἐγίγνετο, ὥσπερ θύρας τινὰς οὐρανίους ἀνέῳγεν αὐτοῖς.
Ἀντὶ δὲ τοῦ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ὁ Ἀκύλας, Ἄρτον δυναστῶν ἔφαγεν ἀνὴρ, ἡρμήνευσεν ὁ δὲ Σύμμαχος, Καὶ πυρὸν οὐράνιον παρέσχεν αὐτοῖς, ἄρτον μεγάλων ἔφαγεν ἄνθρωπος. Καὶ τήρει ὅπως ἡ Ἑβραϊκὴ φωνὴ οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων· ἀλλ’ ἤτοι κατὰ τὸν Ἀκύλαν, ἄρτον δυναστῶν· ἢ κατὰ τὸν Σύμμαχον, ἄρτον μεγάλων· ἢ κατὰ τὸν Θεοδοτίωνα, ἄρτον δυναστῶν· ἢ κατὰ τὴν πέμπτην ἔκδοσιν, ἄρτον δυναστῶν. Ἀγγέλων δὲ, οὐδεὶς ἡρμήνευσεν. Ἐπεὶ μηδὲ τὸ Ἑβραϊκὸν τοῦτον ἔχει τὸν τρόπον, ἵνα μή τις νομίσῃ καὶ τὰς ἀγγελικὰς δυνάμεις αἰσθητῇ χρῆσθαι τροφῇ. Μέμφεται δὲ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν Εὐαγγελίοις τοῖς νομίζουσιν, ὅτι ἀγγέλων ἦν τροφὴ τὸ ἐν τῇ ἐρήμῳ χορηγηθὲν τῷ λαῷ μάννα· διὸ ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· καὶ πάλιν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθνήσκῃ. Εἰ μὲν οὖν, φησὶν, οὐράνιος ἦν ἄρτος, ᾧ χρῆσθαι τοὺς ἀγγέλους εἰκὸς, οὐδ’ ἂν ἀπέθανον οἱ ἐν τῇ ἐρήμῳ μετασχόντες ἄρτου·
PG 23:919νῦν δὲ ἐπεὶ οὐκ ἦν οὐράνιος, οὐδὲ ἦν ἀληθῶς ἄρτος ἀγγέλων, διὰ τοῦτο ἀπέθανον. Οὗτος δέ ἐστιν ἀληθῶς οὐράνιος ἄρτος, οὗ ὁ μεταλαβὼν οὐκ ἂν ἀποθάνοι ποτέ. Καὶ τίς οὗτος ἦν διδάσκει λέγων· Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· παρίστησί τε αὐτὸν λέγων· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσει, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε· καὶ αὖθις· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Οὐκοῦν καὶ αἱ ἀγγελικαὶ δυνάμεις ἐκ τῆς τοῦ Λόγου μεταλήψεως αἰώνιον ζωὴν καρποῦνται. Μόνος γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος πάσης λογικῆς οὐσίας θρεπτικὸς τυγχάνει. Διόπερ ἀκριβῶς ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐν τοῖς προκειμένοις οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Ἀπῆρεν Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλαςσῶν πετεινὰ πτερωτά· καὶ ἐπέπεσεν ἐν μέσῳ τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν.
Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ὅτι μὴ μόνου ἄρτου, ἀλλὰ καὶ ὄψου προενόησεν αὐτοῖς, διδάσκει καὶ ἡ Μωσέως Γραφὴ, ἐν μὲν Ἐξόδῳ λέγουσα· Καὶ εἶπε Μωσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἑσπέραν γνώσεσθε, ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου· πρωὶ̈ δὲ ὄψεσθε τὴν δόξαν Κυρίου, ἐν τῷ εἰσακοῦσαι αὐτὸν πάντα τὸν γογγυσμὸν ὑμῶν, ἐν τῷ διδόναι τὸν Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωὶ̈ εἰς πλησμονήν. Καὶ ἐπιλέγει ἑξῆς· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωὶ̈ δὲ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς· καὶ ἰδοὺ ἐπὶ προσώπου τῆς ἐρήμου, λεπτὸν ὡσεὶ κόνιον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα εἴρηται ἐν Ἀριθμοῖς· Καὶ ὁ ἐπίμικτος ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαον οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, Τίς ψωμίσει ἡμῖν κρέα;
Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμυα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος. Εἶτα ἐπιλέγεται ἑξῆς· Καὶ ἀπῆλθε Μωσῆς εἰς τὴν παρεμβολὴν, αὐτὸς καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραήλ. Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξέβρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης, καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας, ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ συνήγαγεν ἕκαστος τὸ ἀρκοῦν· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους. Καὶ ἔψυξεν ἐν τοῖς ψυκτῆρσι κύκλῳ τῆς παρεμβολῆς τὰ κρέα ἦν πρὶν ἢ ἐκλιπεῖν. Καὶ ὠργίσθη Κύριος. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν· εἰκότως οὖν καὶ ἡ μετὰ χεῖρας περικοπὴ διδάσκει ταῦτα λέγουσα· Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονὴν, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ, ὡς ἄρα ὑπ’ ἀνέμων ἐλαυνόμενα τὰ πτηνὰ κατεφέρετο εἰς τὴν παρεμβολήν. Καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται·
PG 23:921Ὃς ἦρεν Εὖρον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ Νότον, ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Καὶ ἐπέβαλεν ἔνδον εἰς τὴν παρεμβολὴν αὐτῶν κύκλῳ τῶν σκηνῶν. Καὶ φαγόντες, ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἀπέστησαν τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τοῖς ὀδοῦσιν αὐτῶν, ὀργὴ οὖν Θεοῦ ἐπῆλθεν αὐτοῖς, καὶ ἀπέκτεινε τοὺς λιπαρωτέρους αὐτῶν καὶ τοὺς νεανίσκους τοῦ Ἰσραὴλ ὤκλασε. Καὶ ταῦτ’ ἔπασχον εὐλόγως· ὁ μὲν γὰρ αὐτοῖς εἰς ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως παραδόξως καὶ ταῦτα παρεῖχεν· οἱ δὲ ἀπλήστῳ χρώμενοι τῇ κρεωφαγίᾳ, χολερικῷ πάθει διεφθείροντο, μὴ προσέχοντες μὲν τῷ τοῦ παραδόξου θαύματι, μηδὲ δοξάζοντες τὸν παραδοξοποιόν· ὅλοι δὲ τῶν σαρκῶν γιγνόμενοι, διὸ καὶ ἐπεσπῶντο ἑαυτοῖς ὄλεθρον. Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ἐλεγκτικὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖ καὶ τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν, ὅτι μὴ μάτην αὐτοὺς τὰ τῆς ὀργῆς τοῦ Θεοῦ μετῆλθεν.
Καὶ δὴ διδάσκει, ὡς καὶ μετὰ τὰ προλεχθέντα πάντα, αὔξοντες ἑαυτῶν τὰ κακὰ, ἥμαρτον ἔτι· καὶ ἥμαρτον, ἐπεὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ. Τοιαῦτα γὰρ ὀφθαλμοῖς ὁρῶντες, ἐνικῶντο ὑπὸ τῆς ἐπιθυμίας. Εἶτα, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Δέον γὰρ θεωροὺς γενομένους τῶν τοῦ Θεοῦ μεγαλουργημάτων, ὅλους αὐτοὺς ἀναθεῖναι αὐτῷ· οἱ δὲ θρεμμάτων ἀλόγων δίκην τῇ τῶν σωμάτων προσεῖχον ματαιότητι, ἐν ἀλογίᾳ καὶ ἀνοίᾳ κατηγοροῦντες, καὶ μηδὲν πλέον ἐκ τῶν εἰς αὐτοὺς χορηγουμένων εἰς γνῶσιν Θεοῦ καὶ ψυχῆς σωτηρίαν ποριζόμενοι. Οὕτως οὖν ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· οὐ μόνον, ἀλλὰ καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς ἐξέλιπον· κατὰ κοινοῦ γὰρ ἀκουστέον τοῦ, ἐξέλιπον· ἀνθ’ οὗ πεποίηκεν ὁ Ἀκύλας· Καὶ συνετέλεσεν ὡς ἀτμὸν τὰς ἡμέρας αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν κατέσπευσε. Τοῦ μὲν γὰρ ἐν ματαιότητι τὰς ἡμέρας καταναλίσκοντος καὶ τὰ ἔτη παρατρέχει κατεσπευσμένως· τοῦ δὲ τὰς ἡμέρας ἐν φωτὶ καὶ ἐν ἔργοις ἀγαθοῖς ἐκτελοῦντος αἱ ἡμέραι οὐκ ἐκλείπουσιν, ἀλλὰ πλήρεις γίνονται, καὶ τὰ ἔτη αὐτοῦ ἐντελῆ τυγχάνει καὶ μεμακρυμμένα.
PG 23:923Διὸ κἀκείνοις τοῖς μετὰ τοιαύτας παραδοξοποιίας ἐν ἀπιστίᾳ καταγηράσασιν μάταιος καὶ ἐσπευσμένως παρατρέχων ὁ χρόνος. Αὐτίκα δ’ οὖν διὰ μὲν τῶν θαυμάτων καὶ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν οὐδὲν πλέον ἐκτῶντο πρὸς ὠφέλειαν, διὰ δὲ τῆς μετερχομένης αὐτοὺς ὀργῆς κρείττους ἐγίγνοντο. Διὸ ἑξῆς ἐπιλέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Μαστιζόμενοι γὰρ καὶ κολαζόμενοι, κτηνῶν ἀλόγων δίκην αἴσθησιν ἀνελάμβανον τοῦ τύπτοντος, λόγῳ μὲν ὀρθῷ μὴ σωφρονιζόμενοι· πρὸς οὓς εἶπεν ἂν ὁ λόγος· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν· τοὺς δὲ ἐλπίζοντας ἐπὶ Κύριον ἔλεος κυκλώσει. Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. Τῶν μὲν παραδόξων ἀπολαύοντες οὐκ ἐπίστευον· μαστιζόμενοι δὲ καὶ ἀποκτεινόμενοι, ἐπέστρεφον πρὸς τὸν Θεόν.
Ἀλλ’ οὐδὲ τοῦτο γνησίως ἐποίουν, προσποιήσει δὲ καὶ εἰρωνείᾳ μέχρι χειλέων εὐφημεῖν ἐδόκουν, οὐ μὴν καθαρῷ λογισμῷ τοῦτ’ ἔπραττον· ὡς καὶ ἐπ’ αὐτῶν ἁρμόττειν τὸ φῆσαν λόγιον· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με. Καὶ αὐτοὶ μὲν εἰς τοσοῦτον ἤλαυνον μοχθηρίας· ὁ δὲ, πατρὸς ἀγαθοῦ δίκην οἶκτον αὐτῶν πλείονα λαμβάνων, ἱλάσκετο ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ παρεδίδου αὐτοὺς εἰς ἐσχάτην διαφθοράν· ἀλλὰ καὶ τὸν φθοροποιὸν δαίμονα καὶ τὸν τῆς ὀργῆς ὑπηρέτην ἄγγελον τιμωρὸν, θυμὸν αὐτοῦ ὀνομαζόμενον, ἀπέστρεφεν ἐξ αὐτῶν, τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ αὐτῶν ἱλασκόμενος. Διὸ εἴρηται· Αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἔτι γὰρ τότε μακροθύμως αὐτοὺς ἔφερεν οὔπω εἰς τέλος αὐτοὺς ἀπωθούμενος. Κατὰ δὲ τὸν Σύμμαχον· Αὐτὸς, φησὶν, ἐλεήμων, ἐξιλάσκων ἁμαρτίας, καὶ μὴ διαφθείρων. Καὶ ἐπὶ πολὺ ἀπέστρεψεν τὴν ὀργὴν αὐτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὐτοῦ. Ἐπὶ τούτοις ἄλλοτι αὐτῶν κατηγορεῖ λέγων·
Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ἐπειδὴ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, καὶ ὁ κολλώμενος τῇ σαρκὶ ἓν σῶμα γίνεται, εἰκότως κρεώδεις τινὰς καὶ σαρκώδεις φησὶν αὐτοὺς γεγονέναι διὰ τὸ φιλήδονον καὶ φιλοσώματον, καὶ οὕτως αὐτοὺς γενέσθαι σάρκας. Διό φησιν· Ἐμνήσθη ὅτι σάρξ εἰσι. Πῶς δὲ σάρκες ἦσαν διασαφεῖ λέγων ἑξῆς· Πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Τὸ γὰρ πνεῦμα τῆς σαρκὸς τοιοῦτον, γεῶδες καὶ θνητὸν καὶ ἀπολλύμενον. Τοιοῦτοι δέ τινες γεγόνεισαν καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, περὶ ὧν εἴρητο· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ὡς ἑτέρου μὲν ὄντος τοῦ θείου πνεύματος τοῦ κατ’ ἀρχὰς ἀνθρώποις ἐμπνευσθέντος, ἑτέρου δὲ τοῦ τῆς σαρκὸς πνεύματος. Τό γέ τοι τῆς σαρκὸς πνεῦμα τοιοῦτον ἂν εἴη, οἷον καὶ τὸ ἐν τοῖς ἀλόγοις ζώοις, ὅπερ ἐστὶ πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ὀνομάζει δὲ αὐτὸ οἰκείῳ ὀνόματι ὁ Ἀπόστολος, φρόνημα σαρκὸς, ἐν οἷς φησι· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη.
PG 23:925Οὕτω δὲ σάρκες οἱ κατηγορούμενοι γεγόνεισαν ἐκ τοῦ φιλοσωματεῖν· ὡς καὶ περὶ αὐτῶν δικαιότατα ἂν εἰρῆσθαι τό· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. Καὶ ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.
Μετὰ τὰ προλεχθέντα πάντα παρέμενον παραπικραίνοντες, τουτέστι πικρὸν ἑαυτοῖς τὸν Θεὸν καθιστῶντες, χρηστὸν ὄντα τῇ φύσει καὶ ἀγαθὸν καὶ γλυκὺν, τοῖς δὲ τιμωρίας ἀξίοις πικρὸν νομιζόμενον. Οὗτοι γοῦν οἱ ἐν τῇ ἐρήμῳ παρώργισαν αὐτὸν, ἑαυτοῖς τὴν ὀργὴν ἐπισπώμενοι. Καὶ πάλιν ἐπέστρεφον καὶ ἐπείραζον τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυνον. Καὶ ταῦτα πάντα διέπραττον μὴ ἀναλαμβάνοντες τῇ μνήμῃ τὰς πάλαι δειχθείσας αὐτοῖς παραδόξους δυνάμεις· καθ’ ὃν καιρὸν λυτρούμενος αὐτοὺς ἐκ χειρὸς θλίβοντος τοῦ Φαραὼ, ἠλευθέρου τῆς τῶν Αἰγυπτίων δυναστείας, διαφόρως τοὺς ἐχθροὺς αὐτῶν αἰκιζόμενος ἐν τῷ Τάνεως πεδίῳ· ἐν ᾧ πρῶτον ἐγίγνετο ἡ τοῦ ποταμοῦ εἰς αἷμα μεταβολὴ, Αἰγυπτίοις οὖσα τοιαύτη, οὐ μὴν καὶ τοῖς βοηθουμένοις. Ὅθεν καὶ τὰ ὀμβρήματα αὐτῶν, ἢ κατὰ τὸν Ἀκύλαν, αἱ κατάῤῥοιαι αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον, τὰ ῥεῖθρα αὐτῶν, μετεβάλλετο εἰς αἷμα. Πᾶσα γὰρ σύστασις ὑδάτων τὰ ὅμοια τῷ ποταμῷ ἔπασχεν.
Ἀλλὰ τούτων οὐδεμίαν ἐποιοῦντο μνήμην οἱ κατηγορούμενοι, οὐδὲ τῇ διὰ τῆς κυνομυίας κατ’ Αἰγυπτίων πληγῇ προσεῖχον τὸν νοῦν, οὐδὲ τῇ διὰ τῶν βατράχων μάστιγι, οὐδὲ τῇ διὰ τῆς ἐρυσίβης· ἀλλ’ οὐδ’ ὅπως δι’ αὐτοὺς οἱ Αἰγύπτιοι ἀκρίδι καὶ χαλάζῃ, καὶ πάχνῃ καὶ πυρὶ παραδοθέντες ἐκολάζοντο. Τούτων δ’ ἔργοις τὴν πεῖραν εἰληφότες, ἀμνήμονες ἁπάντων ἐγίγνοντο. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Οὐκ ἀνεμιμνήσκοντο τὴν χεῖρα αὐτοῦ, τὴν ἡμέραν ἐν ᾗ ἐῤῥύσατο αὐτοὺς ἐκ τοῦ θλίβοντος· τοῦ ποιήσαντος τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως· τοῦ μεταβαλόντος εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ῥεῖθρα αὐτῶν, ἵνα μὴ πίωσι· τοῦ ἐπιπέμψαντος αὐτοῖς κυνόμυιαν φαγεῖν αὐτοὺς, καὶ βάτραχον διαφθεῖραι αὐτούς· τοῦ δόντος τῷ μυζήτῃ τὰ γεννήματα αὐτῶν, καὶ τοὺς κόπους αὐτῶν τῇ ἀκρίδι· τοῦ ἀποκτείναντος ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκομόρους αὐτῶν ἐν σκώληκι· τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀντὶ δὲ τοῦ, τῇ ἐρυσίβῃ, ὁ μὲν Σύμμαχος ὁμοίως τῷ μυζήτῃ, ὁ δὲ Ἀκύλας τῷ βρούχῳ, ἡρμήνευσε·
PG 23:927καὶ πάλιν ἀντὶ τοῦ, τῇ πάχνῃ, ὁ μὲν Σύμμαχος τῷ σκώληκι, ὁ δὲ Ἀκύλας ἐν κρύει, ἐκδεδώκασι. Σεσιωπημένα δὲ ταῦτα παρὰ Μωσεῖ τὸ παρὸν λόγιον ἐδίδαξεν. Ἔοικε δὲ ἡ ἐρυσίβη καὶ ὁ μυζήτης αὐτὸς εἶναι ὁ παρὰ Μωσεῖ κεκλημένος κνίψ. Τῆς γὰρ Μωσέως Γραφῆς μνημονευούσης δέκα πληγῶν, ὁ παρὼν λόγος τοῦ αἵματος ἐμνημόνευσε καὶ τῶν βατράχων καὶ τῆς κυνομυίας καὶ τῆς ἀκρίδος καὶ τῆς χαλάζης, καὶ τοῦ θανάτου τῶν κτηνῶν, καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· σκνιπῶν τε οὐκ ἐμνήσθη, οὐδὲ τῶν φλυκτανῶν, οὐδὲ τοῦ σκότους· ἀντὶ δὲ τούτων ἐρυσίβην εἶπε καὶ πάχνην· ἀνθ’ ὧν μυζήτην ἢ βροῦχον, ἢ σκώληκα, ἢ κρύος οἱ λοιποὶ ἡρμήνευσαν. Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτηνὴ αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ. Πρὸς τοῖς λεχθεῖσι καὶ ταῦτα κατὰ τῶν Αἰγυπτίων ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ ὁ Θεὸς εἰργάζετο·
Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν. Πολλαχοῦ δὲ τῆς ὀργῆς ὀνομαζομένης καὶ τοῦ θυμοῦ, ὁ παρὼν λόγος τὴν διάνοιαν ἑρμηνεύει τῆς τοιαύτης φωνῆς ἑξῆς ἐπιλέγων· Ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπαποστολὴν ἀγγέλων κακούντων. Ἡ γὰρ τῶν κακούντων ἀγγέλων ἐπαποστολὴ ὡς πρὸς ἀνθρώπους ἐνομίζετο θυμὸς εἶναι καὶ ὀργὴ Θεοῦ. Οὐ γὰρ δὴ πάθος εἶναι ὀργῆς περὶ τὸν Θεὸν προσήκει νομίζειν· τὰς δὲ κατὰ τῶν ἀσεβῶν τιμωρίας κρίσει δικαίᾳ Θεοῦ δι’ ἀποστολὴν ἀγγέλων τῶν εἰς τοῦτο τεταγμένων γιγνομένας ὀργὴν καὶ θυμὸν καλεῖσθαι. Πλὴν ἀλλὰ τοῖς Αἰγυπτίοις ἐπαποστολῆς ἀγγέλων κακούντων γενομένης, αὐτὸς ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, διέστρωσε ἀτραπὸν τῇ ὀργῇ αὐτοῦ. Καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὴν παραδοθεῖσαν τῷ λαῷ μυστικὴν λατρείαν κατὰ τὸν καιρὸν τῆς ἐπελθούσης τοῖς Αἰγυπτίοις ὀργῆς. Τότε γὰρ διατάττεται τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελέσαι, θύσαντας μὲν πρόβατον κατὰ σύμβολον τοῦ μέλλοντος ὑπὲρ ἀνθρώπων τυθήσεσθαι Ἀμνοῦ τοῦ Θεοῦ, χρίσαντας δὲ ἑαυτῶν τὰς φλιὰς τῶν οἴκων τῷ αἵματι·
PG 23:929ὡς ἂν, τοῦτο θεασάμενος ὁ ὀλοθρευτὴς, ἀναχωρήσειε τῆς κατὰ τῶν τοῦτο πραξάντων ἐπιβολῆς. Γέγραπται γοῦν· Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους· καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν. Καὶ παρελεύσεται Κύριος τὴν θύραν· καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰςελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι. Ἀλλὰ τούτοις μὲν ὡδοποίησε τρίβον πρὸς τὸ ἐκφυγεῖν τὴν ὀργὴν αὐτοῦ· τῶν δὲ Αἰγυπτίων οὐκ ἐφείσατο· παρεδίδου δὲ εἰς θάνατον τὰς ψυχὰς αὐτῶν, ἀξίων ὄντων τῆς τοιαύτης τιμωρίας· ἐπειδήπερ, ἀσεβείαις ἐκδεδομένοι καὶ τῇ πολυθέῳ καὶ Αἰγυπτιακῇ δεισιδαιμονίᾳ, ἄλλῳ θανάτῳ τὰς ψυχὰς ἐτύγχανον βεβαπτισμένοι. Διόπερ ὁ παρὼν λόγος οὐ κοινὸν θάνατον ἐπεληλυθέναι αὐτοῖς διδάσκει, ἀλλὰ ψυχῶν θάνατον. Ὁ γὰρ ὀλοθρευτὴς, ᾧ παρεδόθησαν, ἅμα τῇ τοῦ σώματος διαλύσει, τὰς ψυχὰς αὐτῶν παρελάμβανεν, εἰς ὄλεθρον αὐτὰς ἀπάγων. Διὸ καὶ αὖθις γέγραπται· Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. Εἶτα διασαφεῖ λέγων ἑξῆς· Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν. Ἀντὶ δὲ τοῦ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ· ὁ Σύμμαχος·
Πρωτεῖον δυνάμεων αὐτῶν, ἡρμήνευσε. Τὰ γὰρ πρωτότοκα καὶ πρωτεῖον ἦν τῆς δυνάμεως τῶν γεννησάντων. Διὰ μὲν οὖν τῶν πρώτων πληγῶν, ὥσπερ εἰς μετάνοιαν αὐτοὺς προσκαλούμενος διὰ τῆς ἀνοχῆς καὶ μακροθυμίας, πεφεισμένως αὐτοῖς ἐπῆγε τὰς τιμωρίας. Ἐπὶ τέλει δὲ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· ἀλλὰ καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν. Ἐπεὶ καὶ πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀνῃρεῖτο, κτηνῶν τε καὶ ἀνδρῶν. Σφόδρα δὲ ἀκριβῶς ἐπὶ μὲν τῶν ἀνθρώπων θανάτῳ φησὶ τὰς ψυχὰς αὐτῶν παραδεδόσθαι· ἦν γὰρ ὁ ὀλοθρευτὴς δαίμων, ὁ τὰς ψυχὰς αὐτῶν καὶ μετὰ θάνατον παραλαμβάνων· ἐπὶ δὲ τῶν κτηνῶν οὐκέτι ψυχῶν ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου· οὐ γὰρ μετέχει ψυχῆς τὰ κτήνη τῆς μετὰ τὴν τοῦ σώματος λύσιν παραμενούσης ὁμοίως ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Τὴν δὲ αὐτὴν ἱστορίαν διαφόρως Μωσῆς τε καὶ ὁ παρὼν λόγος ἡρμήνευσεν· ὁ μὲν ὀλοθρευτὴν εἰπὼν διακονῆσαι τὸν θάνατον τῶν πρωτοτόκων· ὁ δὲ παρὼν λόγος δι’ ἀγγέλων πονηρῶν ταῦτα γεγονέναι. Κἀκεῖ μὲν ὁ Μωσῆς τῷ αἵματι κεχρῖσθαι τὰς φλιὰς, καὶ τοῦτο φυλακτήριον γεγονέναι τῶν διαφυγόντων τὸν ὀλοθρευτήν·
ἐνταῦθα δὲ ὡδοποιηκέναι τρίβον εἴρηται ὁ Θεὸς πρὸς τὸ ἀποφυγεῖν τὴν ὀργὴν αὐτοῦ. Ταῦτα δὲ, φησὶ, συνετελεῖτο ἐν τοῖς σκηνώμασι Χάμ· ἢ, ἐν ταῖς σκηνώσεσι Χὰμ, κατὰ τὸν Σύμμαχον· ἢ, ἐν ταῖς σκέπαις Χὰμ, κατὰ τὸν Ἀκύλαν. Δι’ ὧν διδασκόμεθα τὴν Αἴγυπτον γεγονέναι σκηνώματα τοῦ Χάμ. Τριῶν γὰρ παίδων τοῦ Νῶε γενομένων, Σὴμ, Χὰμ, Ἰάφεθ, ὁ Χὰμ γέγονε πατὴρ τοῦ Χαναὰν, Χαναὰν δὲ πατὴρ τοῦ Μεσραὶ̈μ, ὃς ἦν Αἴγυπτος, ἀφ’ οὗ Αἰγύπτιοι πάντες· ὥστ’ εἰκότως τὴν τῶν Αἰγυπτίων χώραν σκηνώματα τοῦ προπάτορος τοῦ Μεσραὶ̈μ εἰρῆσθαι. Οὗτος δὲ ἦν ὁ Χὰμ τὴν Αἴγυπτον πρῶτος οἰκήσας. Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὰ ἑξῆς. Μετὰ τὴν κατὰ τῶν Αἰγυπτίων δεκάτην πληγὴν, ὅπως τὴν ἀπ’ Αἰγύπτου πορείαν πεποίηνται διδάσκει φάσκων· Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς καὶ ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ καθωδήγησεν αὐτοὺς εἰς πεποίθησιν, καὶ οὐκ ἐπτοήθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Ὡδήγησεν αὐτοὺς ἀφόβους καὶ ἀπτοήτους· καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν ἡ θάλασσα.
PG 23:931Καὶ ταῦτα μὲν πρότερα ἦν τῆς κατὰ τὴν ἔρημον διατριβῆς· οὐ μὴν καὶ ὁ λόγος τῇ τάξει κέχρηται τῶν πεπραγμένων· ὡς ἐν ὕμνῳ δὲ καὶ ᾠδῇ τὰ δεύτερα πρῶτα τίθησι καὶ τὰ πρῶτα δεύτερα. Διὸ τὰ κατὰ τὴν ἔρημον συμβάντα, καὶ ὅσα ἥμαρτον ἐν τῇ ἐρήμῳ, καὶ ὁσάκις παρεπίκραινον προδιηγησάμενος, μετὰ ταῦτα τὴν τῶν πρώτων μνήμην ποιεῖται, ὡς ἂν τὸν λόγον περιγράψειε μὴ εἰς λυπηρὰ, ἀλλ’ ἐπὶ ταῖς τοῦ Θεοῦ εὐεργεσίαις. Διόπερ ἑξῆς ἐπισυνάπτει τοῖς κατὰ τὴν Αἴγυπτον ὑπὸ τοῦ Θεοῦ πεπραγμένοις, καὶ τῇ διόδῳ τῆς Ἐρυθρᾶς θαλάσσης, τὸ, Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ· τὰ κατὰ τὴν ἔρημον ἐνταῦθα ἀποσιωπήσας, διὰ τὸ προειληφέναι αὐτῶν τὴν διήγησιν. Ὄρος δὲ ποῖον ἢ τὸ Σιὼν, ἐφ’ ᾧ Ἱερουσαλὴμ ὕστερον μετὰ τοὺς χρόνους τοῦ Ἀσὰφ καὶ τοῦ Δαυὶ̈δ ᾠκοδομήθη; εἶτ’ ἐπαναλαμβάνει τὴν διήγησιν διὰ τῶν ἑξῆς λέγων· Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. Μνημονεύσας τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας.
καὶ ὡς ἀπειλήφασι τὸ ὄρος τὸ Σιὼν, ὅπερ μακροῖς ὕστερον χρόνοις ἐκτήσατο Δαυὶ̈δ ἐν ῥομφαίᾳ τὸν Ἰεβουσαῖον ἐλάσας, ἐπαναλαμβάνει τὴν ἱστορίαν ἐπιτεμνόμενος, ὡς μετὰ τὴν τελευτὴν Μωσέως, ἡγουμένου αὐτῶν Ἰησοῦ τοῦ Ναυῆ, παρῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὡς ἐξέβαλον τοὺς ἀλλοφύλους πολέμῳ κρατήσαντες τῆς χώρας, καὶ ὡς κλήρῳ διείλαντο σχοίνῳ μετρήσαντες τὴν γῆν. Εἶτ’ αὖθις αὐτῶν κατηγορεῖ, διδάσκων, ὡς πρὸς τοῖς ἡμαρτημένοις κατὰ τὴν ἔρημον προσθήκας κακῶν ἐποιήσαντο· καὶ μετὰ τὸ κτήσασθαι τὴν γῆν, ἐπείρασαν πάλιν ἐνταῦθα καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ τὰ διὰ Μωσέως αὐτοῖς παραδεδομένα οὐκ ἐφύλαξαν· ἀλλ’ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς οἱ πατέρες αὐτῶν, καὶ μετετέθησαν εἰς τόξον στρεβλόν. Δέον γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ τὰς πολεμίους αὐτῶν δυνάμεις τὰς ἀντικειμένας τοξεύειν καὶ βάλλειν, οἱ δὲ εἰδωλολατρήσαντες τὸν Θεὸν ἔβαλλον βλασφήμοις καὶ ἀθεμίτοις λόγοις. Διὸ γεγόνασιν εἰς τόξον στρεβλόν· ὃ δὴ κατ’ ἀρχὰς ἐδήλου τὸ λόγιον φῆσαν· Υἱοὶ Ἐφραὶ̈μ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.
Πῶς δὲ ἐστράφησαν εἰς τόξον στρεβλὸν διασαφεῖ λέγων ἑξῆς· Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ. Καταλέξας καὶ τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας πεπραγμένα αὐτοῖς κακὰ, παρίστησιν ἑξῆς τὴν δικαιοκρισίαν τοῦ Θεοῦ, δεικνὺς, ὡς εὐλόγως μετὰ πάντα τὰ προλελεγμένα μετῆλθεν αὐτοὺς ἡ ὀργή. Ὅτε γὰρ ἐστράφησαν εἰς τόξον στρεβλὸν, καὶ ὅτε παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτὸν, τὸ τηνικαῦτα οὐδὲ ἐμβλέπειν αὐτοὺς ὁ Θεὸς τοιούτους ὄντας, ἀλλ’ οὐδὲ ὁρᾷν ἠξίου· ἀλλ’ οὐδὲ ἀκούειν αὐτῶν τῆς ἀσεβοῦς φωνῆς. Διὸ ἐπιλέγει· Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, κατὰ τὸν Ἀκύλαν, καὶ ἀνυπερθέτησε· μηκέτι ἀναβολὴν μηδὲ ὑπέρθεσιν αὐτοῖς ἐνδούς· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἀπεδοκίμασε σφόδρα τὸν Ἰσραήλ. Οὕτως δὲ ἤκουσεν ὁ Θεὸς, ὡς καὶ ἐπὶ Σοδομιτῶν εἴρητο· Φωνὴ Σοδόμων καὶ Γομόῤῥας βοᾷ πρὸς μέ. Τῶν γὰρ ἀσεβῶν αὐτὰ κέκραγε καὶ βοᾷ τὰ τῆς ἀσεβείας πράγματα· ὧν ἀκούσας ὁ Θεὸς ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις.
PG 23:933Ἐν γὰρ τῇ Σηλὼμ πρῶτον ἔστη ἡ σκηνὴ, ἔνθα ἱερᾶτο Ἡλεὶ καὶ Σαμουὴλ, ὡς παρίστησιν ἡ Γραφὴ τῶν Βασιλειῶν. Ταύτην οὖν ἀπώσατο πρώτην τὴν ἐν Σηλὼμ σκήνωσιν διὰ τὰς ἀσεβείας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Καὶ ἀπέῤῥιψε τὴν σκήνωσιν τὴν Σηλὼμ, καὶ τὴν σκήνωσιν τὴν ἱδρυθεῖσαν ἐν ἀνθρώποις. Ὅπως δὲ τοῖς ἀνθρώποις παρεδόθη ἡ κιβωτὸς διὰ τὰ ἀσεβήματα τοῦ λαοῦ, καὶ ὡς ἐκράτησαν αὐτῆς οἱ πολέμιοι, ἀπήγαγόν τε παρ’ ἑαυτοῖς, καὶ ὡς οἱ υἱοὶ Ἰσραὴλ ἐτροπώθησαν, καὶ ὡς οἱ υἱοὶ Ἡλεὶ πεπτώκασιν, οἱ ἱερεῖς ὄντες, ὅ τε τούτων πατὴρ ὡς ἀπώλετο ἐπὶ τῇ τῶν παίδων ἀγγελίᾳ, ἡ πρώτη παρίστησι τῶν Βασιλειῶν. Διὸ εἴρηται ἐνταῦθα· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλῶ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν. Ἀντὶ δὲ τοῦ, τὴν ἰσχὺν αὐτῶν, τὸ κράτος αὐτῶν ἡρμήνευσεν ὁ Ἀκύλας. Κράτος δὲ αὐτῶν καὶ ἰσχὺν καὶ καλλονὴν, εἰς αἰχμαλωσίαν καὶ εἰς χεῖρας θλίβοντος παραδοθέντα τίνα ἂν εἴποις ἢ τὴν κιβωτὸν, ἣν ὁ παρὼν αἰνίττεται λόγος φάσκων· Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ;
Ἀλλὰ ταῦτα μὲν παρέδωκεν εἰς χεῖρας ἐχθροῦ, τὸν δὲ λαὸν συνέτριψεν ἐν ῥομφαίᾳ. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Καὶ ἐξέδωκεν εἰς μάχαιραν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερίδεν· καὶ δὴ ὑπεριδόντος αὐτοὺς τοῦ Θεοῦ, τὰ ἑξῆς ἐγίνετο. Τίνα δὲ ταῦτα; Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Κατὰ δὲ τὸν Ἀκύλαν, Οὐχ ὑπεμνήσθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Οὐκ ἐπῃνέθησαν. Οὐκέτι γὰρ μετὰ ὕμνων καὶ ἐπαίνων συνήθως ταῖς γαμουμέναις παρεδίδοντο ἀνδράσι, κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν, διὰ τὴν καταλαβοῦσαν αὐτοῖς τότε συμφοράν. Κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἔκδοσιν, αἰχμάλωτοι ἀπαχθεῖσαι, ἐν τῷ θνήσκειν αὐτὰς οὐκ εἶχον τοὺς πενθοῦντας, διὰ τὸ μὴ παρεῖναι αὐτοῖς τοὺς προσήκοντας· ἀλλὰ καὶ οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν [ϟοὗτοι δ’ ἦσαν οἱ τοῦ Ἡλεὶ υἱοί]ϟ, καὶ αἱ χῆραι δὲ αὐτῶν οὐ κλαυσθήσονται. Καὶ ἔστιν εὑρεῖν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν, ὅπως, τῶν υἱῶν Ἡλεὶ πεσόντων ἐν τῷ πολέμῳ, αἱ τούτων γυναῖκες, χῆραι καταλειφθεῖσαι, δεινὸν ὑπέμειναν θάνατον. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Καὶ αἱ χηρευθεῖσαι αὐτῶν οὐκ ἔκλαυσαν·
PG 23:935οὐδὲ γὰρ ὑπέστησαν, ὥστε κλαῦσαι· συναπώλοντο δὲ καὶ αὗται τοῖς τικτομένοις κατὰ τὴν φάσκουσαν ἱστορίαν· Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· εἶθ’ ἑξῆς προελθόντος τοῦ λαοῦ εἰς τὸν πόλεμον, Πταίει, φησὶν, ἀνὴρ Ἰσραήλ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων· καὶ ἡ κιβωτὸς δὲ τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλεὶ ἀπέθανον, Ὀφνεὶ καὶ Φινεές. Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Καὶ ἰδοὺ Ἡλεὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν δίοδον· ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Εἶθ’ ἑξῆς εἴρηται· Καὶ Ἡλεὶ ὡς ϟη ἐτῶν· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπε. Καὶ ὁ ἀνὴρ προσελθὼν εἶπεν· Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, καὶ ἐγὼ ἐκ τῆς παρατάξεως πέφευγα σήμερον. Καὶ εἶπε· Τί ἐστι τὸ γεγονὸς ῥῆμα, τέκνον; Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε·
Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν· ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς, Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀπαγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν αἱ ὠδῖνες αὐτῆς ἐπ’ αὐτήν· καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. Καὶ εἶπαν αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. Καὶ ἑξῆς ἐπιλέγεται τούτοις· Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγκαν αὐτὴν εἰς Ἄζωτον. Καὶ ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγών. Τούτων δὴ πάντων ἐπιτέμνεται τὴν μνήμην ὁ παρὼν λόγος, καὶ ἐπιλέγει·
Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου Μετὰ τὸ ληφθῆναι τὴν κιβωτὸν ὑπὸ τῶν ἀλλοφύλων, καὶ μετὰ τὸ πραχθῆναι τὰ προλελεγμένα κατὰ τοῦ λαοῦ, τὴν ἐπισκοπὴν αὐτοῦ δεικνὺς ὁ Θεὸς, μετέρχεται τοὺς ἀλλοφύλους ἀοράτῳ δυνάμει κολάζων αὐτούς. Διὸ λέλεκται· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου· κατὰ δὲ τὸν Σύμμαχον, Ὡς δυνατὸς διαλαλῶν ἐξ οἴνου· κατὰ δὲ τὸν Ἀκύλαν, Ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Εἶτα διεγείρας αὐτὸς ἑαυτὸν, πατάσσει τοὺς ἐχθροὺς αὐτοῦ, δηλαδὴ τοὺς τὴν κιβωτὸν τῆς Διαθήκης ἀπολαβόντας· καὶ πατάσσει αὐτοὺς εἰς τὰ ὀπίσω, δίδωσί τε αὐτοῖς ὄνειδος αἰώνιον. Πῶς δὲ εἰς τὰ ὀπίσω ἐπάταξεν αὐτοὺς, διδάσκει ἡ ἱστορία τοῦτον ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἔχουσα τὸν τρόπον· Καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς· καὶ αὖθις· Καὶ μετῆλθε, φησὶν, ἡ κιβωτὸς τοῦ Κυρίου εἰς Γεθθά. Καὶ ἐγένετο μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου ἐν τῇ πόλει κράτος μέγα σφόδρα.
PG 23:937Καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν. Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες· Τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ θανατῶσαι ἡμᾶς; Καὶ ἐπιλέγει ἑξῆς· Ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐκεῖ· καὶ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες ἐπλήχθησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν. Διὰ δὴ ταῦτα λέλεκται ἐν τῷ παρόντι ψαλμῷ· Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω· ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Ὄνειδος γὰρ ἦν τὸ ἐν ταῖς ἕδραις πληγῆναι αὐτοὺς, ὡς ἂν ἀκολασταίνοντας ἐν ἐκείνοις τοῖς μέρεσι. Τοὺς μὲν ἐχθροὺς οὕτως ἐτιμωρήσατο· τοὺς δὲ οἰκείους ἑτέρῳ μετήρχετο. Διὸ εἴρητο· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Ποῖον δὲ τοῦτο ἀλλ’ ἢ τὴν Σηλώμ; Ἦν γὰρ αὐτὴ τῆς κληρονομίας Ἐφραί̈μ· Ἐφραὶ̈μ δὲ τοῦ Ἰωσὴφ υἱὸς ἦν. Διὸ ἐπιλέγει· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραὶ̈μ οὐκ ἐξελέξατο· καίπερ αὐτὴν πρώτην ἐκλεξάμενος, καὶ τὸ σκήνωμα Ἰωσὴφ πρῶτον τιμήσας. Διὸ καὶ ἡ Σηλὼμ εἰς ἐσχάτην ἐρημίαν κατέστη.
Παιδεύει δὲ διὰ τούτων ὁ λόγος διὰ τοῦ παραδείγματος τῆς Σηλὼμ μὴ μέγα φρονεῖν τοὺς ἐν τῇ Ἱερουσαλὴμ, τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ὑποδεξαμένους· πείσεσθαι γὰρ τὰ ὅμοια τοῖς πρώτοις, εἰ μὴ ἄξιοι γίνοιντο τοῦ Θεοῦ· ὃ δὴ καὶ ἀπέβη ἐν τοῖς μετὰ ταῦτα χρόνοις. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος Σιὼν ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Φυλὴν μὲν φυλῆς ἀντικατηλλάξατο, τὴν φυλὴν Βενιαμὶν ἀντὶ τῆς φυλῆς Ἰωσήφ· καὶ τόπον δὲ ἀντὶ τόπου εἵλατο, τῆς Σηλὼμ τὴν Ἱερουσαλὴμ προκρίνας· ἀλλὰ καὶ ὄρος ἀντὶ ὄρους ἠγάπησε, τὸ Σιὼν δηλαδὴ ἀντὶ τοῦ ὄρους τοῦ ἐν Σηλώμ. Εἶτά φησι· Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ. Ὁμοίως οὖν ὑψηλοῖς καὶ ὡς τὰ ὕψη ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ.
PG 23:939Ἀναπέμπει δ’ ἡμᾶς ὁ λόγος εἰς βαθὺ καὶ ἀπόῤῥητον νοῦν, διδάσκων, ὡς τὸ ἐπὶ γῆς ἁγίασμα τὸ ἐπὶ τῆς Ἱερουσαλὴμ καὶ τῷ ὄρει Σιὼν καταστὰν ὁμοίωσιν εἶχε τῶν ἐν τοῖς ὑψηλοῖς, καὶ ᾠκοδόμητο ὡς τὰ ὕψη κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν γενόμενον τῶν ἐν οὐρανοῖς ὑψηλῶν· ἃ δὴ καὶ ὁ Ἀπόστολος παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Ὡς μονοκερώτων ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ· νοούντων ἡμῶν μονοκέρωτας εἶναι τοὺς τὸ ἓν κέρας ἐπιγραφομένους κατ’ οὐρανὸν, οὓς ἐδήλου λέγων ὁ Ἀπόστολος· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἀλλὰ καὶ ἐν τῇ γῇ, φησὶν, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Κατὰ δὲ τὸν Σύμμαχον, Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Τὸ γὰρ ἁγίασμα τὸ ἐν τῇ αἰσθητῇ καὶ ἐπιγείῳ Ἱερουσαλὴμ οὕτως ᾠκοδόμησεν εἰς τὴν γῆν. Ὥσπερ γὰρ ἡ γῆ μέση ἀπείληπται ὑδάτων κατὰ τὴν Γραφήν·
οὕτω καὶ ἡ Ἱερουσαλὴμ μέση τῶν ἀλλοφύλων ἐθνῶν συνειστήκει. Διὸ λέλεκται ἐν προφητείαις· Αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτήν. Εἶτ’ ἐπὶ τούτοις· Ἐξελέξατο, φησὶ, Δαυὶ̈δ τὸν δοῦλον αὐτοῦ, περὶ οὗ εἴρηται· Εὗρον Δαυὶ̈δ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃν ἐξελέξατο, οὐχ ὥστε πρῶτον ἐκ φυλῆς Ἰούδα βασιλεῦσαι μόνον, ἀλλὰ καὶ ὥστε ἄξιον κριθῆναι τοῦ προελθεῖν ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν τοῦ Θεοῦ. Ἐξελέξατο δὲ αὐτὸν τῶν ἀδελφῶν πλειόνων ὄντων προκρίνας. Ἀνέλαβέ τε αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, καὶ ἐξόπισθεν τῶν λοχευομένων. Ὁ γὰρ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα, καὶ τὸν Δαυὶ̈δ ταπεινὸν ὄντα καὶ ἀπεῤῥιμμένον, ὡς μηδὲ συγκαταριθμεῖσθαι τοῖς αὐτοῦ ἀδελφοῖς, μηδὲ εἰς ἄνδρα λογίζεσθαι, ἐξελέξατο προπαιδαγωγούμενον ἐν τῇ ποιμαντικῇ, καὶ διὰ τῆς τῶν λοχευομένων θρεμμάτων προνοίας τὸ ἐπιμελὲς τῶν δεομένων κηδεμονίας ἐκδιδασκόμενον. Ἔνθεν αὐτὸν ἀναλαβὼν ἐκ τῆς τῶν ἀλόγων προβάτων ποιμαντικῆς, προήγαγεν ὁ Θεὸς καὶ κατέστησε ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ.
Ὡς γὰρ δοκιμὴν δεδωκότα ἐν τῇ τῶν ἀλόγων θρεμμάτων ποιμαντικῇ, ἐπὶ τὴν λογικωτέραν καθίστη ποίμνην. Ὅπως δ’ ἐποίμαινε τὰ θρέμματα παρίστη λέγων αὐτὸς πρὸς τὸν Σαούλ· Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ· καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ, καὶ ἐπάταξα αὐτὸν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ ἐπανίστατο ἐπ’ ἐμὲ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτὸν, καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου. Καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς εἷς τούτων, ὃς ὠνείδισε παρατάξει Θεοῦ ζῶντος. Καὶ εἶπε Δαυί̈δ· Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, οὗτος ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. Διὰ γὰρ τούτων δοκιμὴν δεδωκότα πίστεως καὶ εὐσεβείας, τῆς τε τῶν ὑπ’ αὐτὸν θρεμμάτων ἀλόγων προνοίας, ἐξελέξατο Θεὸς καὶ προήγαγεν ἐπὶ τὴν τῶν λογικωτέρων θρεμμάτων ἀρχήν. Ὁ δὲ, ὑποδεξάμενος τοὺς παραδοθέντας αὐτῷ, οὐκ ἀπηνῶς, οὐδὲ σκληρῶς, οὐδὲ ὑπερηφάνως, ἀλλ’ ἐν ἀκακίᾳ τῆς καρδίας αὐτοῦ ἐποίμαινεν αὐτούς·
PG 23:941ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, κατὰ τὴν ἁπλότητα τῆς καρδίας αὐτοῦ. Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐν φρονήσεσι ταρσῶν αὐτοῦ καθωδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Ἐποίμαινε τοίνυν ὁ Δαυὶ̈δ τὴν ἀνθρωπίνην καὶ λογικὴν ποίμνην· ἀλλ’ οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, οὐδὲ ἐν τῇ ἑαυτοῦ συνέσει, ἀλλ’ ἐν ἀκακίᾳ καὶ ἁπλότητι, τὴν πᾶσαν ἐγχειρίζων τῷ Θεῷ φροντίδα. Τήν γε μὴν ἑαυτοῦ σύνεσιν διὰ τῶν χειρῶν ἐπεδείκνυτο, τουτέστι διὰ τῶν πράξεων καὶ διὰ τοῦ βίου, καὶ τῆς λοιπῆς πολιτείας. Καὶ μέχρι τούτου ἵσταται τὰ τῆς παρούσης ὑποθέσεως, κατηγορίαν περιέχοντα τῆς τοῦ Ἰουδαίων λαοῦ μοχθηρίας, διδασκαλίαν τε τῆς τοῦ Θεοῦ μακροθυμίας διὰ τὰς ἐν τοῖς ἔμπροσθεν ἐπηπορημένας φωνὰς, πρὸς ἃς ὥσπερ ἀπολογία τις ἀναγκαίως ἐπενήνεκται τῆς τοῦ Θεοῦ δικαιοκρισίας. Ταῦτα δὲ πάντα ἡμᾶς· τοὺς ἐξ ἐθνῶν ὁ Χριστὸς τοῦ Θεοῦ παιδεύει, σωφρονίζων ἡμᾶς διὰ τῶν παλαιῶν παραδειγμάτων, ὥσπερ οὖν ἀρχομένοις ἡμῖν εἴρηται τοῦ λόγου.

Psalm 3ΨΑΛΜΟΣ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:981ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΗ.
PG 23:941Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ὅτι πρὸ τοῦ τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱερουσαλὴμ, γέγονεν ὁ Ἀσὰφ τῷ Δαυὶ̈δ συνακμάσας, δῆλον ἐκ τῆς ἱστορίας. Προφητικῶς οὖν τὰ μέλλοντα μακροῖς ὕστερον χρόνοις συμβήσεσθαι καὶ διὰ τῶν παρόντων θεσπίζει. Ἀλλὰ διὰ μὲν τοῦ ο καὶ γ τὴν ὑστάτην τῆς πόλεως ἅλωσιν καὶ τὸν ἔσχατον ἀφανισμὸν τοῦ ναοῦ, τὸν ἐπὶ Ῥωμαίων γενόμενον μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῶν οἰκητόρων, προανεφώνει, ὡς προαποδέδεικται· διὰ δὲ τῶν μετὰ χεῖρας ἐπεληλυθέναι μὲν ἔθνη τῇ κληρονομίᾳ τοῦ Θεοῦ, καὶ τὸν ἐν αὐτῇ νεὼν μεμιαγκέναι, αὐτήν τε τὴν πόλιν εἰς ὀπωροφυλάκιον τεθεικέναι σημαίνει· οὐ μὴν πυρὶ παραδεδόσθαι τὸν τόπον, οὐδὲ τοιαῦτα πεπονθέναι ὁποῖα ἐδήλου διὰ τοῦ προλεχθέντος. Ἔτι δὲ διὰ τοῦ παρόντος προστίθησιν, ὡς ἄρα οἱ τὸν τόπον μιάναντες πολλοὺς ἀνεῖλον ὁσίους ἄνδρας καὶ Θεοῦ δούλους· ὧν τὰ νεκρὰ σώματα μὴ συγχωρήσαντες τῇ κατὰ φύσιν παραδοθῆναι ταφῇ, τοῖς πετεινοῖς τοῦ οὐρανοῦ βορὰν ἔθεντο. Ταῦτα δὲ οὐκ ἂν εὕροις πραχθέντα οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν τοῦ τόπου·
ἐπεὶ μηδὲ ὑπῆρχεν τοῖς τότε παρ’ αὐτοῖς ὁσίοις, τῶν τὴν πόλιν οἰκούντων, ἀνοσίων καὶ ἀσεβῶν ἁπάντων γεγονότων διὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν κατά τε τῶν ἀποστόλων αὐτοῦ τετολμημένα αὐτοῖς. Ἀλλ’ οὐδὲ ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εὕροις ἂν τὰ μετὰ χεῖρας γενόμενα· ἐπεὶ μηδὲ τότε ὁσίους ἄνδρας καὶ θεοφιλεῖς ὑπὸ τῶν Βαβυλωνίων ἀνῃρῆσθαι ἡ ἱστορία παραδίδωσι. Πότε τοίνυν ἐπληροῦτο ταῦτα; Οὐκ ἔστιν ἕτερον εἰπεῖν χρόνον, ἢ τὸν ἐπὶ Ἀντιόχου, καθ’ ὃν ἡ τῶν Μακκαβαίων γραφὴ τὰ μετὰ χεῖρας προλεγόμενα δι’ ἔργων κεχωρηκότα δείκνυσι. Γέγραπται γοῦν ἐν αὐτῇ τοῦτον τὸν τρόπον· Καὶ ὑπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι τὴν Αἴγυπτον ἐν τῷ ρ καὶ μ καὶ γ ἔτει, καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ ἐν ὄχλῳ βαρεῖ· καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ. Καὶ ἔλαβε τὸ θυμιατήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδία, καὶ τὰς φιάλας, καὶ τὰς θυί̈σκας τὰς χρυσᾶς, καὶ τὸ καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν κατὰ πρόσωπον τοῦ ναοῦ. Καὶ ἐλέπισε πάντα· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε.
PG 23:943Καὶ λαβὼν σύμπαντα, ἐπιστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Καὶ ἐποίησε φονοκτονίαν μεγάλην· καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραήλ. Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα, καὶ ἐγκαταλιπεῖν ἕκαστος τὰ νόμιμα αὐτοῦ. Καὶ ἀπεδέξαντο πάντα τὰ ἔθνη τὸν λόγον τοῦ βασιλέως· καί γε πολλοὶ ἀπὸ υἱῶν Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ Σάββατον. Καὶ μετὰ ταῦτα εἴρηται· Καὶ ᾠκοδόμησε βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον. Καί γε ἐν πόλεσι Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς· καὶ διὰ τῶν θυρῶν τῶν οἰκείων, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων ἐπ’ αὐτούς. Καὶ τὰ βιβλία τοῦ ψαλμοῦ ἃ εὗρον κατασχίσαντες, ἐνεπύρισαν ἐν πυρί. Καὶ ἐπιλέγεται· Καὶ πολλοὶ ἐν Ἰσραὴλ ὠχυρώθησαν ἐν αὐτοῖς τοῦ μὴ φαγεῖν κοινά. Καὶ ἀπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ ἀπέθανον. Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα. Ταῦτα δὲ μακροῖς ὕστερον ἐπληροῦτο χρόνοις μετὰ τὰ Ἀσσύρια καὶ Μηδικὰ, καὶ μετὰ τὰ Περσικὰ καὶ μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακέδονος τελευτήν. Τό γε μὴν Πνεῦμα τὸ θεῖον διὰ τοῦ μετὰ χεῖρας προφήτου αὐτὰ δὴ ταῦτα θεσπίζει λέγον·
Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρῶμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων. Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. Ἀντὶ δὲ τοῦ, εἰς ὀπωροφυλάκιον, ὁ μὲν Ἀκύλας, εἰς λιθολογίαν, ὁ δὲ Σύμμαχος, εἰς δρυμοὺς ἐκδεδώκασι. Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Δοκεῖ μοι ὁ προφήτης Ἀσὰφ μετὰ τὴν τοῦ Ἰουδαίων ἔθνους κατηγορίαν, ἣν πεποίηται ἐν τῷ πρὸ τούτου, τὰ προκείμενα καὶ ἀκολούθως ἐπάγειν, ἐξιλεούμενα ὥσπερ καὶ θεραπεύοντα τὰ διὰ τῶν ἔμπροσθεν ἐληλεγμένα. Καταλέγει γοῦν τοὺς ὑπὲρ εὐσεβείας θανάτους τῶν παρ’ αὐτοῖς Ἰουδαίοις μεμαρτυρηκότων· ὧν τὰ θνησιμαῖα οἱ ἐχθροὶ τοῦ Θεοῦ ἔθεντο βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τὰς σάρκας τῶν ὁσίων τοῦ Θεοῦ τοῖς θηρίοις τῆς γῆς.
PG 23:945Εὐκαίρως τοίνυν ἐπὶ τούτοις ἱλάσκεται τὸν Θεὸν, ὡσανεὶ θυσίας αὐτῷ προσενηνεγμένης τοῦ θανάτου τῶν ὁσίων αὐτοῦ. Διό φησιν· Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; Ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν μνήμην τῶν ἔμπροσθεν, δι’ ὧν εἴρητο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Βούλεται γὰρ τὴν εἰς τέλος ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ λαοῦ ἐπισχεθῆναι, καὶ τὰ τῆς ὀργῆς παύσασθαι διὰ τῆς μνήμης τοῦ αἵματος τῶν ὁσίων αὐτοῦ. Κατ’ ἀμφότερον δὲ ἀκούσῃ τὸ, Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· καὶ κατὰ τοὺς ἑξῆς ἐπιλεγομένους, Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Ἕως πότε γὰρ καὶ τοῦτο ἔσται; Λέλεκται δὲ ὁ ζῆλος κατὰ παραβολὴν τῶν δι’ ὑπερβολὴν διαθέσεως ζηλούντων τὰς ἑαυτῶν γαμετὰς, εἰ προσέχοιεν ἑτέροις ἀνδράσιν· οὕτω γοῦν καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἐκδίκησιν τῶν τὰς πρὸς αὐτὸν συνθήκας παραβαινόντων ζῆλον εἴωθε καλεῖν ὁ λόγος.
Ἱκετεύει τοίνυν ὁ Προφήτης ἤτοι ἐξ ἰδίου προσώπου, ἢ καὶ ὡς ἐκ τῶν κατὰ τοὺς Ἀντιόχου χρόνους διασωθέντων, μετὰ τὴν πρόῤῥησιν τῶν μελλόντων ἔσεσθαι κατὰ Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα, καθ’ ὃν οἱ ὅσιοι τοῦ Θεοῦ τὸν ὑπὲρ εὐσεβείας θάνατον ὑπομεμενήκασι, παύσασθαι μὲν τὰ τῆς ὀργῆς τῆς κατὰ τοῦ λαοῦ, μετελθεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ. Διό φησιν· Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Κατὰ καιρὸν δὲ ἐν τούτοις τοῦ Ἰακὼβ οἶμαι πεποιῆσθαι τὴν μνήμην τῆς τοῦ παλαιοῦ προπάτορος θεοσεβείας ἕνεκα. Ὡς γὰρ ὑπομιμνήσκων τὸν Θεὸν τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ τῆς ἐκείνου ἀρετῆς, δυσωπεῖ διὰ τῆς ἐκείνου μνήμης, καὶ ἱλεοῦται τὰ παρόντα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ, ὁπηνίκα τοῦ Ἰωσὴφ ἐμνημόνευεν, οὐ τὸν Ἰωσὴφ, ἀλλὰ τὸ σκήνωμα αὐτοῦ ἀποβεβλῆσθαι ἔλεγε διὰ τοῦ· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραὶ̈μ οὐκ ἐξελέξατο, τοῦ λόγου σημαίνοντος τὸν ἐν Σηλὼμ τόπον· ἐπείπερ ἐν κλήρῳ τῆς φυλῆς Ἰωσὴφ ἔκειτο ἡ Σηλώμ· ἐν τούτοις δὲ τοῦ Ἰακὼβ μέμνηται καὶ τοῦ τόπου αὐτοῦ·
διὰ μὲν τοῦ Ἰακὼβ τοὺς ἀπογόνους τοῦ θεοφιλοῦς ἀνδρὸς δηλῶν, διὰ δὲ τοῦ τόπου αὐτοῦ τὴν Ἱερουσαλὴμ σημαίνων, ἣν εἰς ἔρημον ἐλθεῖν κατὰ τοὺς Ἀντιόχου συνέβη χρόνους. Εἶθ’ ἑξῆς ἐπιλέγει· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Οἱ δ’ ὑπὲρ ἀρχαίων ἁμαρτημάτων εὐχόμενοι δῆλοι ἂν εἶεν μὴ νεωτέροις ἐνεχόμενοι πταίσμασιν. Ἀντὶ δὲ τοῦ, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὁ Σύμμαχος, Τάχυνον, προκαταλαβέτω ἡμᾶς τὰ ἐλέη σου, ὅτι ἠτονήσαμεν σφόδρα, ἡρμήνευσεν. Ὥσπερ δὲ ἀθλητὴς, πολλοὺς ὑποστὰς ἀγῶνας καὶ ἄθλους ὑπομείνας πολλοὺς ἐν φροντίδι καθέστηκε, μή πη ἐξατονήσας πέσῃ· τὸν αὐτὸν τρόπον καὶ οἵδε ἱκετεύουσι προκαταληφθῆναι καὶ βοηθείας τυχεῖν. Διό φασι· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δοξῆς τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ὁ Προφήτης ἐκ προσώπου τῶν κατὰ Ἀντίοχον βασιλέα δεδιωγμένων προφέρεται·
PG 23:947προφητικῶς τὴν εὐχὴν διὰ τῆς γραφῆς τοῖς μέλλουσι διώκεσθαι καταλιπὼν, ὡς ἂν ἔχοιεν ἐξ ἑτοίμου εἰδέναι, ὁποίοις προσήκει κεχρῆσθαι αὐτοὺς λόγοις ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς. Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγόμενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ’ ἡμᾶς διωγμοῖς, μυρίοι τὰ ὅμοια τοῖς προλεχθεῖσιν ὑπομεμενήκασιν· οἳ καὶ εὐκαίρως χρήσαιντο ταῖς προκειμέναις φωναῖς, ἐν αἷς διδασκόμεθα λέγειν· Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Κἂν γὰρ ἡμεῖς μὴ ἄξιοι ὦμεν βοηθείας, ἀλλὰ τό γε ὄνομα τῆς σῆς δόξης μὴ βλασφημείσθω παρὰ τοῖς ἔθνεσιν, ὡς μὴ ἰσχῦσαν ἡμᾶς ῥύσασθαι· Καὶ ἱλάσθητι, δέ φησι, ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Ἀνωτέρω μὲν οὖν ἐλέγετο· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ἀλλ’ ἐκεῖ μὲν ἀνομιῶν· ἀνομίαι δὲ ἦσαν πάλαι ἡμῖν πεπραγμέναι πρὸ τῆς τοῦ θείου νόμου ὑπακοῆς, αἵτινες εἰκότως ἀρχαῖαι εἴρηνται. Πρὸς γὰρ τῆς τοῦ Θεοῦ γνώσεως τὰ πλημμελούμενα ἡμῖν ἀνομήματα ἦν ἀρχαῖα· νῦν δὲ, ὅτε τὰ τῆς εὐχῆς ἀναπέμπομεν, οὐκέτι μὲν ἀνομίας, ἁμαρτίας δὲ ἑαυτοῖς συνοίδαμεν·
ἀλλὰ καὶ ταύτας ἱλασθῆναι ἀξιοῦμεν διὰ τὸ ἐπικεκλημένον ἡμῖν σὸν ὄνομα. Τοῦ γὰρ σαυτοῦ φειδόμενος ὀνόματος τοῦ κοσμοῦντος ἡμᾶς, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, μήποτε, λαβόντες ἡμᾶς ὑποχειρίους οἱ ἐχθροὶ, βλασφημήσωσι τὸ σὸν ὄνομα λέγοντες· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλὰ γὰρ τοῦτο μὲν, ποῦ, εἰπεῖν αὐτοῖς μὴ συγχωρηθείη· ἐμφανὴς δὲ γενόμενος σὺ αὐτὸς ὁ Σωτὴρ ἡμῶν τὴν ἐκδίκησιν ποίησαι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Ταῦτα λέγειν ἐν εὐχαῖς παιδευόμεθα κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, ἀντὶ θυσίας καὶ ὁλοκαυτωμάτων τὰ αἵματα τῶν ἁγίων μαρτύρων προβαλλόμενοι, καὶ τοιαύτας ἀναπέμποντες ἱκετηρίας. Ταῦτα δὲ καὶ πρὸ ἡμῶν οἱ ἐν τῷ Ἰουδαίων ἔθνει τὰ ὅμοια πεπονθότες κατὰ τὸν δηλωθέντα καιρὸν λέγειν ἐδιδάσκοντο· καθ’ ὃν παρ’ αὐτοῖς γενναῖοι μάρτυρες ἀπεδείχθησαν. Ὧν μέμνηται ἡ γραφὴ τῶν καλουμένων Μακκαβαίων· ἐν οἷς ἦν Ἐλεάζαρός τις, ἐπιφανὴς ἀνὴρ, προβεβηκὼς μὲν τὴν ἡλικίαν, τὸ δὲ μετ’ εὐκλείας θάνατον τῆς ζωῆς αὐτῆς προτιμήσας ὑπὲρ τῆς εἰς τὸν Θεὸν εὐσεβείας. Ἀλλὰ καὶ μήτηρ ἑπτὰ παίδων θαυμασία τις καὶ ὑπὲρ πάντα λόγον ἐναθλήσασα τῷ μαρτυρίῳ·
παῖδές τε ταύτης ἑπτὰ διαφόροις ὑποστάντες ἄθλοις, ἐξαίσιον ἀρετὴν καρτερίας ἐνεδείξαντο. Ἄλλοι τε παρὰ τούτοις πλεῖστοι ὅσιοι, ὧν τῆς τελευτῆς καὶ τῶν αἱμάτων τῆς ἐκχύσεως διὰ τῆς εὐχῆς μνημονεύων ὁ λόγος φησί· Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Οἱ μὲν τὰ αἵματα ἑαυτῶν ὥσπερ σπονδὰς ὑπὲρ τοῦ παντὸς ἔθνους ἐκδεδώκασιν· οἱ δὲ, μὴ τὰ ὅμοια τούτοις πεπονθότες, ἄλλῳ τρόπῳ τὸν ὑπὲρ εὐσεβείας ὑπέμειναν ἀγῶνα, ἔργοις καὶ δεσμοῖς πεδούμενοι. Ὧν καὶ αὐτῶν τοὺς στεναγμοὺς καὶ τὰς ὀδύνας καὶ τοὺς πόνους εὐκαίρως διὰ τῆς εὐχῆς ἀναμιμνήσκει λέγων· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Πεπεδημένους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν καὶ τοὺς ἐν τοῖς θνητοῖς σώμασι πάντα τὸν τῆς ζωῆς αὐτῶν βίον κατατρυχομένους. Ὁποῖος ἦν Παῦλος λέγων· Ἡμεῖς οἱ ζῶντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τοῦ Θεοῦ προφῆται, καὶ πάντες οἱ μὴ καθηδυπαθοῦντες ἐν τοῖς ἑαυτῶν σώμασι, μηδὲ τρυφῇ καὶ ἡδονῇ σχολάζοντες·
PG 23:949τοὔμπαλιν δὲ πιέζοντες ἑαυτῶν τὴν ζωὴν ἀσιτίαις καὶ πόνοις καὶ ταῖς ἄλλαις ἀσκητικαῖς κακοπαθείαις· οἳ καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ παντὸς λαοῦ ἐκ βάθους καρδίας πρὸς τὸν Θεὸν ἔστενον. Διὸ λέλεκται· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Τίνες δέ εἰσι οἱ ταῦτα διδασκόμενοι λέγειν, ἑξῆς παρίστησι φάσκων· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Ἡμεῖς μὲν γὰρ οὐ κατηξιώμεθα μέχρι θανάτου ἀγωνίσασθαι, οὐδὲ ὑπὲρ Θεοῦ κενῶσαι τὰ ἑαυτῶν αἵματα· ἀλλ’ ἐπειδὴ τῶν ταῦτα πεπονθότων ἐσμὲν υἱοὶ, σεμνυνόμενοι ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ, δεόμεθα δι’ ἐκείνους ἐλεηθῆναι. Διό φαμεν· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Ἡμᾶς μὲν περιποίησαι, εἰ καὶ μὴ δι’ ἡμᾶς, ἀλλὰ διὰ τοὺς πατέρας.
Τοῖς δὲ γείτοσιν ἡμῶν, τουτέστι τοῖς ἐπανισταμένοις ἡμῖν καὶ τὸν καθ’ ἡμῶν πόλεμον διεγείρουσιν, ἀπόδος τὰ ἀμοιβαῖα, πολυπλασιάζων τὴν ὀφειλομένην αὐτοῖς ὑπὲρ ὧν ἔδρασαν τιμωρίαν, μὴ τοῖς καθ’ ἡμῶν ἀρκεσθέντες κακοῖς, ἀλλ’ ἤδη καὶ σὲ τὸν ἐπὶ πάντων Κύριον βλασφήμοις καὶ ὀνειδιστικοῖς περιβάλλοντες λόγοις. Ἀλλ’ ἐκείνοις μὲν, φησὶν, ἀπόδος τὴν ἀξίαν τιμωρίαν πρὸς ὠφελείας αὐτῶν γενησομένην, ἐπιστρεφομένων καὶ σωφρονιζομένων δι’ αὐτῆς· ἡμᾶς δὲ σῶζε, τοὺς υἱοὺς τῶν τεθανατωμένων· οἳ, εἰ καὶ μὴ τοῖς πατράσι γεγόναμεν ὅμοιοι, ἀλλ’ ὅμως σου τυγχάνομεν λαὸς καὶ τῆς σῆς νομῆς πρόβατα· διὸ ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εὐχαριστοῦντες δηλαδὴ καὶ τοὺς πρέποντας ὕμνους καὶ δοξολογίας ὑπὲρ ὧν εὖ πεπόνθαμεν σοὶ τῷ πάντων ἀγαθῶν δοτῆρι Θεῷ ἀναπέμποντες. Ἐφεξῆς τε κατὰ γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου παισὶν ἡμετέροις καὶ παίδων παισὶ, διαδόχοις τε αὐτῶν τοῖς μετὰ ταῦτα γενησομένοις, ὥσπερ ἀγαθὸν κλῆρον παραδώσοντες τῆς αἰνέσεως τὰ σωτήρια μαθήματα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΜΑΡΤΥΡΙΟΝ ΤΩ ΑΣΑΦ. ΟΘ.
PG 23:951Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Τέσσαρές εἰσιν οἱ ἐπιγεγραμμένοι, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· δύο μὲν τοῦ Δαυὶ̈δ, ὁ νθ καὶ ὁ ξη, τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδ, καὶ τοῦ Ἀσὰφ ὡσαύτως ὁ μετὰ χεῖρας. Ὁ μὲν οὖν νθ ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐδήλου καὶ κλῆσιν ἐθνῶν· ἔλεγε δ’ οὖν ἀρχόμενος, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ τὰ τούτοις ἑξῆς. Εἶτα προϊὼν, ἐπῆγε· Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν· ἢ, ὑπετάγησαν. Ὡσαύτως καὶ ὁ ξη, Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, τὰ πάθη τοῦ Σωτῆρος καὶ τὴν τοῦ Ἰσραὴλ ἀποβολὴν παρίστησι λέγων· Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτὸν διαπαντὸς σύγκαμψον. Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· ὅτι ὃν σὺ ἐπάταξας κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
Οὗτοι μὲν οὖν οἱ τοῦ Δαυί̈δ. Τῶν δὲ υἱῶν Κορὲ ὁ μδ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων τὴν ἐπιγραφὴν ἔχων, ᾠδὴν ἀνέπεμπε ὑπὲρ τοῦ Ἀγαπητοῦ, οὗ τὴν παρουσίαν θεσπίσας ἐπισυνῆπτε τὴν κλῆσιν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τοῦτον αἰνιττόμενος τὸν τρόπον· Ἄκουσον, θύγατερ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσουσιν αὐτῷ, θυγάτηρ Τύρου ἐν δώροις. Κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ μετὰ χεῖρας Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος, καὶ εἰς τὸ τέλος ἀναπέμπων, Χριστοῦ παρουσίαν, τοῦ τε Ἰουδαίων ἔθνους τὴν αἰχμαλωσίαν καὶ τὸν ἐμπρησμὸν τῆς Ἱερουσαλὴμ ὃν πέπονθεν ὑπὸ Βαβυλωνίων προαναφωνεῖ. Πρῶτον μὲν οὖν διεξέρχεται τὴν ἀπ’ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τὴν κατοίκησιν αὐτῶν τὴν ἐπὶ τῆς τῶν Παλαιστίνων γῆς· ἔπειτα συνάπτει τὴν μετὰ ταῦτα εἰσελθοῦσαν αὐτοῖς πολιορκίαν ὑπὸ Ἀσσυρίων καὶ Βαβυλωνίων καὶ πρὸς τούτοις ἱκετηρίαν ἐκτίθεται ὑπὲρ τῆς τοῦ Χριστοῦ ἐπιφανείας· ταῦτα δὲ κατὰ μέρος δειχθήσεται ἐν τῇ τῶν προφητευομένων ἑρμηνείᾳ·
κατὰ δὲ τὴν ἀρχὴν ἀνακαλεῖται ὁ ψαλμὸς τὸν ποιμαίνοντα τὸν Ἰσραήλ· οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ὡς πολλάκις ἀπεδείξαμεν παριστῶντες, μὴ τὸν ἐπέκεινα τὸν ὅλων Θεὸν εἶναι τὸν ὦφθαι τῷ Ἀβραὰμ ἐν ἀνδρὸς σχήματι ἀναγεγραμμένον, καὶ τῷ Μωϋσεῖ κεχρηματικέναι, καὶ ἐν τῇ ἐρήμῳ προωδευκέναι τοῦ λαοῦ· εἶναι δὲ τοῦτον οὐδέτερον τοῦ ἐν Εὐαγγελίοις εἰρηκότος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἶδε καὶ ἐχάρη. Αὐτὸν δὴ οὖν ἐπὶ τοῦ παρόντος ἀνακαλεῖται φάσκων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, καὶ τὰ ἑξῆς, ἐπιφάναι τε τὸ πρόσωπον αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἁπάντων σωτηρίας ἀντιβολεῖ, τήν τε παρουσίαν αὐτοῦ ᾗ τάχος γενέσθαι ἀξιοῖ λέγων· Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ, εἰς τὸ σῶσαι ἡμᾶς. Τρίτον δὲ εἰπὼν, Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, τὸν τρόπον τῆς ἐπιφανείας παρίστησιν ἑξῆς ἐπιλέγων· Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Τὸν γὰρ ἀσώματον τοῦ Θεοῦ Λόγον ἀξιοῖ δι’ ἀνδρὸς δεξιᾶς αὐτοῦ καὶ διὰ Υἱοῦ ἀνθρώπου τὴν εὐεργετικὴν αὐτοῦ δύναμιν δωρήσασθαι τοῖς πᾶσι.
PG 23:953Τῆς μὲν οὖν σωτηρίου θεοφανείας τὴν μνήμην τοῦτον ἐποιήσατο τὸν τρόπον, τὴν δὲ τοῦ Ἰσραὴλ ἀπόπτωσιν ὡδέπη θεσπίζει λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; δηλονότι τῆς ἀμπέλου, ἣν ἐξ Αἰγύπτου μετήγαγε, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ κατεσκαμμένη. Ταῦτα περὶ τῆς ἀμπέλου διελθὼν, τὴν τοῦ Ἰουδαίων ἔθνους ἐθέσπιζεν ἐρημίαν. Εἰκότως οὖν ἐν τῇ προγραφῇ καὶ μαρτύριον κέκληται τὰ λεγόμενα· μαρτύριον γὰρ ταῦτα ἔσεσθαι, καὶ διεμαρτύρατο. Ὅθεν παρὰ τῷ Συμμάχῳ καὶ παρὰ τῷ Ἀκύλᾳ μαρτυρία εἴρηται. Ἀντὶ δὲ τοῦ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὁ μὲν Σύμμαχος, ὑπὲρ τῶν ἀνθῶν, ὁ δὲ Ἀκύλας, ὑπὲρ τῶν κρίνων, ἡρμήνευσαν· ἄνθεσι καὶ κρίνοις τὴν πρόσκαιρον βραχὺν γενομένην ποτὲ τοῦ Ἰουδαίων ἔθνους εὐπραγίαν παραβάλλοντος τοῦ λόγου. Ἀναπέμπει δῆτα ὁ Προφήτης ἱκετηρίαν πρὸς τὸν πάλαι ἐφορῶντα καὶ ἐπισκοποῦντα τὸν Ἰςραὴλ τοῦ Θεοῦ Λόγον, καὶ τοῦτον ἀνακαλούμενός φησιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· οὕτω δὲ δυσωπεῖ ὑπομιμνήσκων τῆς πάλαι αὐτοῦ ἐπισκοπῆς.
Τοῖς γὰρ σοῖς, φησὶ, θρέμμασι καὶ τοῖς σοῖς προβάτοις πρόσχες, ὁ ποτὲ ποιμάνας αὐτά. Εἰ γὰρ καί ποτε ἄλλοτε τὴν ποιμαντικὴν ὑπέμεινας ἀνθρώπων φροντίδα, ὡδήγησάς τε τὸν ἐν ἀνθρώποις γενόμενόν σου λαὸν, τούτων αὐτῶν μνήσθητι· καὶ μὴ παρίδῃς οὓς τοσαύτης ἠξίωσας προνοίας. Πρόσχες οὖν, φησὶ, καὶ κατανόησον ὁποῖα πέπονθεν ἡ σὴ ποίμνη, καὶ ὡς ἐλυμήνατο αὐτοὺς ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτὴν, καὶ ὡς γέγονεν ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου. Διδάσκει δὲ ταῦτα ἐν Πνεύματι ἁγίῳ ὁ Προφήτης τὸ Ἰουδαίων ἔθνος, μελετᾷν καὶ ἀπαγγέλλειν προλαβὼν τοὺς χρόνους καὶ τὰ πράγματα· ἵν’ ἐπειδὰν ἐπιστῇ καὶ δι’ ἔργων χωρήσῃ τὰ προπεφητευμένα, δέχοιεν ἐξ ἑτοίμου τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας τὴν γνῶσιν. Τίς δέ ἐστιν ὁ ποιμαίνων τὸν Ἰσραὴλ, αὐτὸς παρίστησιν ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά· καὶ αὖθις· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Αὐτὸς δὲ ἦν καὶ ὁ τὸν Ἰωσὴφ ὡσεὶ πρόβατον ὁδηγῶν ἤτοι τὴν φυλὴν, ἢ τὸ πᾶν Ἰουδαίων ἔθνος μεταφορικῶς ἀπὸ μιᾶς ὀνομάζων φυλῆς τῆς τοῦ Ἰωσήφ· ἢ καὶ μᾶλλον αὐτὸν τὸν ἄνδρα τὸν τῆς φυλῆς προπάτορα. Ἐπειδὴ συνῆν αὐτῷ ἐπιβουλευομένῳ ὑπὸ τῶν ἀδελφῶν, καὶ πιπρασκομένῳ τοῖς Ἰσμαηλίταις, καὶ εἰς Αἴγυπτον καταγομένῳ, καὶ τῷ Πετεφρῇ δουλεύοντι, τήν τε ἀκόλαστον δέσποιναν ἀποστρεφομένῳ, ὡς εἰς δεσμωτήριόν τε καθειργμένῳ. Ἐν πᾶσι γοῦν τούτοις ἐπισημαίνεται ἡ Μωϋσέως γραφὴ λέγουσα· Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ. Ὅθεν μοι δοκεῖ κυριώτερον ἡρμηνευκέναι ὁ Θεοδοτίων φήσας· Ὁ καθοδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Οὕτω δ’ ἂν εἴποις καὶ πεποιμάνθαι αὐτὸν τὸν Ἰσραὴλ τὸν πρῶτον χρηματίσαντα ταύτῃ τῇ προσηγορίᾳ. Ἦν δὲ οὗτος Ἰακὼβ, ὁ παῖς τοῦ Ἰσαάκ. Ἐπεὶ κἀκεῖνος μόνος εἰς τὴν μέσην τῶν ποταμῶν καταβὰς μετὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, αὐτὸν εὕρατο ποιμένα τὸν συνόντα αὐτῷ τοῦ Θεοῦ Λόγον, τὸν τὰς ἐπιφανείας αὐτῷ πεποιημένον. Εὐκαίρως οὖν δυσωπῶν ὁ λόγος τὸν Θεὸν, οὐ βούλεται μὲν τοῦ πλήθους τῶν ἀσεβῶν μνημονεύειν·
PG 23:955ἑνὸς δὲ καὶ δευτέρου τῶν πάλαι θεοφιλῶν ἀνδρῶν μνήμην ποιεῖται, διὰ τῆς τῶν προπατόρων ἀρετῆς καὶ θεοσεβείας τοὺς ἐξ αὐτῶν γενομένους ἐλέου τυχεῖν ποτνιώμενος. Ὁ δὲ αὐτὸς οὗτος ὁ τῶν ἁγίων ἀνδρῶν ποτε γενόμενος ποιμὴν, καὶ τοῖς χερουβὶμ ἐποχούμενος ἦν. Ποίοις δὲ χερουβὶμ ἢ τοῖς παρὰ τῷ Ἐζεκιὴλ τεθεωρημένοις, ὧν εἰκόνας καὶ σύμβολα Μωϋσῆς διὰ χρυσοῦ ὑπεράνω τῆς κιβωτοῦ κελευσθεὶς ἐποίει; Μέμνηται δὲ τῶν χερουβὶμ ὁ Ἐζεκιὴλ, τοῦτον λέγων τὸν τρόπον· Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τοῦ χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ’ αὐτῷ. Καὶ μεθ’ ἕτερά φησι· Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ· καὶ ἀνέλαβε τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. Καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης τοῦ οἴκου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτῶν ὑπεράνω. Ὁρᾷς ὅπως ἐν τούτοις τὸ ἅρμα τοῦ Θεοῦ διαγράφεται, περὶ οὗ λέλεκται ἐν ἑτέρῳ, Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων;
Χερουβὶμ δὲ ἦν τὸ ἅρμα, ὡς ὑπὲρ κεφαλῆς θρόνου ὁμοίωμα, καὶ ἐπὶ τούτῳ δόξα Κυρίου. Τίς δὲ ἡ δόξα Κυρίου ἦν κατ’ ἀρχὰς τῆς βίβλου δηλοῦται, ἔνθα εἴρηται· Ὑπεράνω τῶν χερουβὶμ ὡς ὅρασις ἦν λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ’ αὐτοῦ· καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος ἕως ἄνω· καὶ ἀπὸ ὁράσεως ὀσφύος ἕως κάτω, ὡς ὅρασις πυρὸς, καὶ φέγγος αὐτοῦ κύκλῳ· καὶ ἐπιλέγει· Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Ὁρᾷς ὅπως ὁ λόγος τὴν ἐπὶ τοῦ θρόνου ὀχουμένην δόξαν Θεοῦ διερμηνεύων εἶδος ἀνθρώπου διέγραψε; Τί δ’ ἂν γένοιτο τοῦτο τὸ εἶδος τοῦ ἀνθρώπου, ὅπερ οὐκ αὐτὸς ὁ Θεὸς, ἀλλὰ δόξα τοῦ Θεοῦ εἴρηται, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὃν ποτὲ μὲν δόξαν Θεοῦ τοῦ Πατρὸς ὀνομάζει, ποτὲ δὲ εἶδος ἀνθρώπου δι’ ὃν ἀνείληφεν ἄνθρωπον; οὗ τὰ μὲν τῆς θεολογίας ἠλέκτρῳ τῷ πάσης ὕλης τιμαλφεστέρῳ παρεικάζετο, τὰ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, πὴ μὲν ὁράσει πυρὸς, πὴ δὲ φωτὸς φέγγει· ἐπειδὴ τὰ ἐκ γενέσεως μέτοχα, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι διαφόρων αὐτοῦ δυνάμεως ἐπιδέονται·
οἱ μὲν φωτὸς ἄξια πράξαντες τῆς φωτιστικῆς ἐνεργείας, οἱ δὲ τὰ πυρὸς ἄξια τῆς καυστικῆς καὶ τιμωροῦ δυνάμεως. Τῶν δ’ οὐρανίων εἰκόνας καὶ σύμβολα κατασκευάσαι Μωϋσῆς κελευσθεὶς, τὰ χερουβὶμ ἀπὸ χρυσοῦ κατεσκεύασεν· ἐπέκειτό τε ταῦτα τῇ κιβωτῷ, μέσον ἔχοντα τὸ ἱλαστήριον ἐκ χρυσοῦ πεποιημένον· καὶ ἦν τὸ ἱλαστήριον μέσον τῶν χερουβὶμ ἡνιόχου δίκην ἐπικείμενον αὐτοῖς· ὥστ’ εἶναι εἰκόνα καὶ τύπον τὸ ἀπὸ χρυσοῦ πεποιημένον ἱλαστήριον τοῦ ἐν τῷ προφήτῃ Ἐζεκιὴλ ὑπὲρ τὰ χερουβὶμ ὀφθέντος· ὃν ἀποδείκνυμεν εἶναι τὸν Λόγον τοῦ Θεοῦ. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἱλαστήριον αὐτὸν καλεῖ λέγων· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ταῦτα δὲ τυπικῶς παρὰ Μωϋσεῖ διὰ χρυσοῦ πεποιημένα, λέγω δὲ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον, προηγεῖτο τοῦ ἐν τῇ ἐρήμῳ λαοῦ κατὰ πρόσωπον Ἐφραὶ̈μ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Ἐν γὰρ τῇ πορείᾳ τῶν ιβ φυλῶν ἔμπροσθεν μὲν τῆς κιβωτοῦ παρενέβαλον φυλαὶ τρεῖς, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών· εἵποντο δὲ τῇ κιβωτῷ ὁμοίως φυλαὶ τρεῖς, Ἐφραὶ̈μ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ, κατὰ νώτου ἀκολουθοῦσαι τοῖς χερουβίμ. Διὸ λέλεκται ἐνταῦθα·
PG 23:957Ἐμφάνηθι καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐναντίον Ἐφραὶ̈μ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Καθήμενε τοῖς χερουβὶμ, ἐπιφάνηθι εἰς πρόσωπον Ἐφραὶ̈μ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Σὺ γὰρ, φησὶν, ὁ εἰς πρόσωπον καὶ ἐνώπιον Ἐφραὶ̈μ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ προπορευόμενος ἐμφάνηθι. Ἀνακαλεῖται δὲ ἐν τούτοις τὸν τοῦ Θεοῦ Λόγον ὁ Προφήτης ἀπὸ τῶν γνωριζομένων τῷ λαῷ τὴν ἐπίκλησιν ποιούμενος· ἀλλ’ οὐκ ἀπὸ τῆς θεοπτίας, τῆς τῷ Προφήτῃ Ἐζεκιὴλ τεθεαμένης. Δυσωπεῖ δὲ τὸν παρακαλούμενον διὰ τῆς εὐχῆς· Εἰ γὰρ ὑπέμεινας, φησὶ, καιρῷ τινι προοδεῦσαι ἀνθρώπων, καὶ τῶν προλεχθεισῶν ἡγήσασθαι φυλῶν, καὶ νῦν τοῖς αὐτοῖς χειμαζομένοις καὶ ἀπολλυμένοις ἐμφάνηθι· καὶ σύ γε αὐτὸς, ὁ καὶ τότε ποιμάνας καὶ προηγησάμενος τοῦ λαοῦ, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ἱκετεύει τε ἐν τούτοις τὴν εἰς ἀνθρώπους αὐτοῦ ἄφιξιν ποιήσασθαι καὶ τοὺς ἀποστραφέντας καὶ ἐν ἀποπτώσει γενομένους πάλιν ἀναλαβεῖν, πάλιν καὶ εἰς αὐτὸν ἐπιστρέψαι ποιῆσαι. Διὸ λέγει· Ὁ Θεὸς, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σοῦ; Ὁ λεγόμενος ἐπὶ τοῦ παρόντος Κύριος καὶ Θεὸς τῶν δυνάμεων, αὐτὸς ἦν ἐκεῖνος ὁ ποιμαίνων τὸν ἀληθινὸν Ἰσραὴλ, καὶ ὁδηγήσας ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καὶ ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· προοδεύων τε ἐναντίον Ἐφραὶ̈μ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Κύριος δὲ καὶ Θεὸς τῶν δυνάμεων εἴρηται, ὡς ἐν ἑτέροις ἀρχιστράτηγος δυνάμεως Κυρίου καὶ μεγάλης βουλῆς Ἄγγελος. Τῷ μὲν οὖν διαδόχῳ Μωϋσέως Ἰησοῦ, ἐν σχήματι ἀνδρὸς φανεὶς, ἑαυτὸν ὡμολόγει ὅστις ἦν λέγων· Ἐγώ εἰμι ἀρχιστράτηγος δυνάμεως Κυρίου. Ἐν δὲ τῷ Ἡσαί̈ᾳ λέλεκται, ὅτι Παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Θεὸς δυνατὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ αἰῶνος. Τοῦτο τοίνυν διδάσκεται ὑπὸ τοῦ Πνεύματος τοῦ προφητικοῦ εὐχὴν ἀναπέμπειν ὁ καταλειφθεὶς ἔρημος λαὸς, καὶ αὐτῷ λέγειν· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; Ἀνθ’ οὗ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, τοῦ λαοῦ σου, ἡρμήνευσαν.
Διδάσκονται δὲ καὶ ἄρτον δακρύων ἐσθίειν ἐφ’ οἷς τετολμήκασιν· ἵν’, ἀποκλαυσάμενοι τὰ ἑαυτῶν κακὰ καὶ πενθήσαντες, τύχοιεν παρακλήσεως κατὰ τὸν φήσαντα μακαρισμόν· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Κατὰ δὲ τὸν Σύμμαχον· Ἐψώμισας ἡμᾶς, φησὶν, ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κλαυθμοῦ καὶ δακρύων ἄξιοι γεγόναμεν, ὥστε ἀντὶ ἄρτου τρέφεσθαι κλαυθμοῖς καὶ στεναγμοῖς, καὶ ποτίζεσθαι δάκρυσι καὶ γόοις· ἀλλ’ αὐτὰ ταῦτα μεμετρημένα ἡμῖν γινέσθω, ὥστε μὴ εἰς ἄπειρον ἡμῖν παραταθῆναι· λῆξαι δέ ποτε, καὶ μεταβαλεῖν ἐπὶ τὸ φαιδρότερον. Σὺ γὰρ ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς, μηδὲν τούτων πάλαι καθ’ ἡμῶν τολμῶντες, ὅτε σε προστάτην εἴχομεν. Διὸ δεόμεθα, καὶ τὸν Θεὸν τῶν δυνάμεων ἀνακαλούμεθα, ἐπιστρέψαι ἡμᾶς καθικετεύοντες. Τοῦτο δὲ ἔσται εἰ ἐπιφανὴς γένοιο, καὶ τὸ σαυτοῦ πρόσωπον ἐπιδείξειας ἡμῖν. Τούτου γὰρ γενομένου, σωθησόμεθα λέξοντες ἂν καὶ ἡμεῖς· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας·
PG 23:959ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν. Ἀρχόμενος τῆς ἱκετηρίας ὁ Προφήτης, τὸν ποιμαίνοντα τὸν Ἰσραὴλ ἀνεκαλεῖτο. Ἦν δὲ ὁ Ἰσραὴλ ἕτερος τῆς ἐνταῦθα λεγομένης ἀμπέλου. Ὁ μὲν γὰρ ἀεὶ ποιμαίνεται ὑπὸ τοῦ Κυρίου· ἡ δὲ παροῦσα ἄμπελος πολλὴν ὑπέμεινε τὴν ἐπὶ τὰ χείρῳ ῥοπήν. Δυσωπεῖ δὲ διὰ τοῦ θεοφιλοῦς ἀνδρὸς τοῦ πάλαι Ἰσραὴλ τὸν Θεὸν εἰς τὸ ἐπιβλέψαι κακῶς πράττουσι τοῖς ἐκείνου ἀπογόνοις. Εἴη δ’ ἂν Ἰσραὴλ καὶ πᾶσα διορατικὴ ψυχὴ ὑπὸ τοῦ καλοῦ ποιμένος διὰ παντὸς ποιμαινομένη. Λεχθείη δ’ ἂν καὶ ἄμπελος Θεοῦ ἡ τὴν εἰκόνα σώζουσα τοῦ φήσαντος ἐν Εὐαγγελίοις· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἡ δ’ ἐξ Αἰγύπτου μετενηνεγμένη ἄμπελος ἡ παθοῦσα διαστροφὴν τυγχάνει ψυχή· ὁποῖος γέγονεν ὁ Ἰουδαίων λαὸς εἰδωλολατρήσας ἐν Αἰγύπτῳ μακροῖς χρόνοις, μικρούς τε προενεγκάμενος καρποὺς ὡς μαρτυρεῖ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ταῦτα περὶ αὐτῶν· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.
Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος· ἀλλὰ γὰρ καὶ οὕτως ἔχοντας αὐτοὺς ἐπισκεψάμενος ὁ Θεὸς μετεφύτευσεν, ἐκριζώσας μὲν τῆς Αἰγυπτιακῆς συμφυί̈ας, μεταφυτεύσας δὲ ἐν ἑτέρᾳ χώρᾳ καὶ τόπῳ πίονι, ὡς διδάσκει λέγων Ἡσαί̈ας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. Καὶ δὴ ἐν τόπῳ πίονι καὶ πολὺ κρείττονι τῆς Αἰγύπτου χώρας μεταγαγὼν τὴν προλεχθεῖσαν ἄμπελον κατεφύτευσεν. Εἶθ’, οἷα γεωργὸς ἄριστος, μετὰ τὴν πρώτην μεταμόσχευσιν, ὡδοποίησε ἔμπροσθεν αὐτῆς, πᾶν τὸ βλαστικὸν ἀποσκευάσας, καὶ πᾶσαν ἀλλοτρίαν ὕλην ἐκτεμὼν, ὡς μή τι κώλυμα ἐμποδὼν αὐτῇ γένοιτο πρὸς τὴν τῶν καρπῶν ἐκφυήν. Ἀντὶ δὲ τοῦ· Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, ὁ Σύμμαχος· Ἀπεσκεύασας ἔμπροσθεν αὐτῆς, ἡρμήνευσεν. Εἶτ’ ἐπήγαγε, καὶ ἐριζοβόλησας τὰς ῥίζας αὐτῆς.
PG 23:961Τοιαύτης δ’ ἐπιμελείας παρὰ τοῦ Θεοῦ Λόγου τυχοῦσα ἡ δηλωθεῖσα ἄμπελος, εἰκότως ἐπλήρωσε τὴν γῆν, ὡς ὄρη μὲν ἐπισκιάσαι, κέδρους δὲ καλύψαι ταῖς αὐτῆς ἀναδενδράσιν, ἐκτεῖναι δὲ τὰ κλήματα ἕως θαλάσσης, καὶ τὰς φυάδας μέχρι ποταμῶν. Ταῦτα πάντα ὑπῆρξεν αὐτῇ. Καὶ ἐπειδὴ τοσούτων ἠξιώθη, εἰκότως ὁ λόγος ὡς ἐν εὐχῇ τοῦτον ὑπομνήσας τὸν γεωργὸν, δυσωπεῖ διὰ τῆς ἱκετηρίας καί φησι πρὸς αὐτόν· Ἐπειδὴ τοσαύτης κατηξίωσας προνοίας καὶ ἐπιμελείας τὴν εἰρημένην ἄμπελον, φιλανθρωπίᾳ καὶ χάριτι πάντα ταῦτα εἰς αὐτὴν ἐνδειξάμενος, τίς οὐκ ἂν ἀμηχανήσειε καὶ εἰς ἀπορίαν ἐμπέσοι ζητῶν, Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καταπατεῖν τε αὐτὴν ἅπασι τοῖς ἐθέλουσι συνεχώρησας· ὡς τρυγᾷν αὐτὴν τοὺς βουλομένους, μηδενός τε περιφράττοντος, ποτὲ μὲν ὗν ἐκ δρυμοῦ λυμαίνεσθαι αὐτὴν, ἄλλοτε δὲ μονιὸν ἄγριον καταβόσκεσθαι αὐτήν; Ἀλλὰ γὰρ πρὸς ταύτην τὴν ἐπαπόρησιν ἀποκρίνεται διὰ Ἡσαί̈ου τοῦ προφήτου, ὥσπερ ἀπολογούμενος ὁ γεωργὸς, καὶ τὴν αἰτίαν παρίστησι λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.
Ταῦτα δ’ ὅτι περὶ τοῦ Ἰουδαίων λέλεκται λαοῦ, οὐδεὶς ἂν ἀμφιβάλοι. Νοήσεις δὲ ὅπως ἐκάλυψεν ὄρη ἡ σκιὰ τῆς ἀμπέλου, ἐπιστήσας, ὡς σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, ποτὲ μὲν ἐπὶ τοῦ ὄρους συνετελεῖτο τοῦ ἐν Σηλὼμ, ἔνθα τὸ πρότερον ἵδρυτο ἡ σκηνὴ, ποτὲ δὲ ἐπὶ τοῦ Σιὼν ὄρους καὶ τῆς Ἱερουσαλὴμ, καὶ αἱ ἀναδενδράδες δὲ αὐτῆς ἐκάλυψαν τὰς κέδρους τοῦ Θεοῦ. Τίνας δ’ ἂν εἴποις τὰς ἀναδενδράδας τῆς ἀμπέλου, ἢ τὰς προφητικὰς ψυχὰς καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ εἰς ὕψος ἐπηρμένους, Θεοῦ τε ἀξίως πολιτευσαμένους, οἳ καὶ ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ διανεπαύοντο, τὰς δυνάμεις δὴ τὰς ἀοράτους καὶ θείας; Μέχρι γὰρ τούτων ἐξετάθησαν αἱ διαπρέψασαι ἐν τῷ προτέρῳ λαῷ ψυχαὶ, ὡς καὶ Πνεύματος ἁγίου μετέχειν, καὶ τοὺς καρποὺς ἐκτείνειν μέχρι τῆς ἀγγελικῆς δυνάμεως. Τὰ δὲ κλήματα τῆς ἀμπέλου, ἕτερα ὄντα παρὰ τὴν σκιὰν καὶ παρὰ τὰς ἀναδενδράδας, ἐξετάθη ἕως θαλάσσης. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ, τὰ κλήματα, τὰς χαίτας αὐτῆς, φησὶν, ἐξέτεινεν ἕως θαλάσσης.
Εἶεν δ’ ἂν χαῖται καὶ κόμαι, ὥσπερ ἀναρίθμητοι τρίχες, ἢ καὶ κλήματα πληθύνοντα, κατὰ τὸ τῆς ἀμπέλου παράδειγμα, ὁ πολὺς τοῦ Ἰουδαίων ἔθνους ἀριθμὸς, ὃς δὴ ἔφθασε μέχρι θαλάσσης, πληρώσας πάντα τὸν τῶν ἀνθρώπων βίον. Διὸ λέλεκται ἐν Ὠσηὲ τῷ προφήτῃ· Καὶ ἦν ὁ ἀριθμὸς τῶν. υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται. Παραφυάδες δὲ ἄλλαι τινὲς παρὰ τὰ κλήματα νεώτεραι καὶ ἀρτιφυεῖς ἕως ποταμοῦ παρετάθησαν, οἱ τῆς Καινῆς Διαθήκης κήρυκες· λέγω δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν· τὴν μὲν φυὴν καὶ τὴν γένεσιν ἐσχηκότες ἐκ τῆς προλεχθείσης ἀμπέλου, καὶ ὥσπερ τινὲς παραφυάδες αὐτῆς γενόμενοι, οὐκέτι δὲ ὁμοίως ταῖς χαίταις καὶ τοῖς κλήμασι ἕως θαλάσσης προελθόντες, ἀλλ’ ἕως ποταμοῦ διὰ τὸ μυστήριον τῆς δι’ αὐτῶν χορηγουμένης ἐν Χριστῷ παλιγγενεσίας. Ἔνθεν καὶ ὁ Σωτὴρ αὐτὸς ἐν οα ψαλμῷ λέλεκται· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξαμένου γὰρ ἀπὸ τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τοῦ βαπτίσματος, τὴν σύμπασαν ἐπλήρωσεν οἰκουμένην.
PG 23:963Τέσσαρα δὲ τάγματα τῆς εἰρημένης ἀμπέλου ὁ μετὰ χεῖρας διαγράφει λόγος· σκιὰν μὲν αὐτῆς καλύπτουσαν ὄρη· ἀναδενδράδας δὲ αὐτῆς εἰς ὕψος μετεωριζομένας, ὡς καλύπτειν οὐχ ἁπλῶς κέδρους, ἀλλὰ τὰς κέδρους τοῦ Θεοῦ· καὶ ἐπὶ τούτοις κλήματα ἐκτεινόμενα ἕως θαλάσσης· καὶ μετὰ πάντα παραφυάδας τὰς μέχρι ποταμοῦ διηκούσας. Ὧν τὴν διάνοιαν κατὰ τὴν δοθεῖσαν ἡρμηνεύσαμεν χάριν, σκιὰν μὲν ἀποδόντες τὴν τυπικὴν καὶ σκιώδη λατρείαν, ἥτις ἐν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ὄρεσιν ἐτελεῖτο· ἀναδενδράδας δὲ τὰς προφητικὰς ψυχὰς, αἵτινες ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ, τὰς ἀγγελικὰς καὶ θείας δυνάμεις ἐπεστηρίζοντο· κλήματα δὲ ἢ κόμας, ἢ χαίτας τὸ πᾶν Ἰουδαίων πλῆθος ἕως θαλάσσης ἐκτεινόμενον διὰ τὸν ἄστατον καὶ κυμαινόμενον τῶν ἀνθρώπων βίον· καὶ τέλος παραφυάδας, τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν τῷ ποταμῷ συνόντας, περὶ οὗ εἴρηται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλ’ ἐπειδὴ τοσούτων ἠξιώθη ἡ δεδηλωμένη ἄμπελος ὑπὸ τοῦ πρότερον ἐπισκοποῦντος αὐτὴν Θεοῦ Λόγου, ἀκολούθως ὁ λόγος ἑξῆς ὡς πρὸς αὐτὸν τὸν τὰ τοσαῦτα δεδωρημένον ἐπαπορεῖ λέγων·
Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Ὁ δὲ ἀποκρίνεται λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ ὁ αὐτὸς ἐλέγχει τὴν ἄμπελον, λογικὴ γὰρ ἦν, φάσκων· Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Προστίθησι δὲ καὶ διὰ Ἡσαί̈ου λέγων· Καθελῶ τὸν φραγμὸν αὐτῆς, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτῆς, καὶ ἔσται εἰς καταπάτησιν. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ σκαφῇ, οὐδὲ μὴ τμηθῇ. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καθαιρεθέντος δὲ τοῦ φραγμοῦ, τουτέστι τῆς φυλαττούσης αὐτοὺς καὶ περιφραττούσης δυνάμεως, εἰκότως πάντες λοιπὸν πολέμιοι ἀόρατοί τε καὶ ἀφανεῖς, θηρῶν ἀγρίων ὄντες ἀνημερώτεροι, ἐλυμήναντο αὐτοὺς, δηλαδὴ τοὺς ὑπὸ τοῦ λόγου κατηγορουμένους. Καί τις πρῶτος ἀκάθαρτος ὗς, ὁ Ἀσσύριος, εἰσελθὼν ἰσχυρῶς, τὴν δηλωθεῖσαν ἄμπελον διέφθειρεν, ὡς καὶ ἀπαγαγεῖν αἰχμάλωτον τὸ πλῆθος εἰς τοὺς Ἀσσυρίους.
Εἶτα δεύτερος πολέμιος, εἰσελθὼν, τὰ ὑπὸ τοῦ πρώτου καταλειφθέντα κατενεμήσατο, ὁ Ναβουχοδονόσορ, ὁ καὶ τὸ ἱερὸν πυρπολήσας καὶ εἰς ἔδαφος ἀγαγών. Διὸ λέλεκται καὶ κατὰ τὸν Σύμμαχον· Κατενεμήσατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατεβοσκήσατο αὐτήν. Ἀντὶ δὲ τοῦ, καὶ μονιὸς ἄγριος, ὁ Ἀκύλας, καὶ παντοδαπὴν χώραν, ἡρμήνευσε. Καθ’ ἑτέραν δὲ ἑρμηνείαν, ἐλυμήνατο αὐτὴν, δηλαδὴ τὴν ἀποδοθεῖσαν ἄμπελον, πρῶτος ὁ Βαβυλώνιος, ὁ καὶ πρῶτος τὴν Ἱερουσαλὴμ πολιορκίᾳ δῃώσας· ἔπειτα μετ’ ἐκεῖνον ὁ Ῥωμαϊκὸς στρατὸς, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἐπελθὼν, κατενεμήσατο αὐτήν. Ταῦτα δὲ πάντα προφητεύει Ἀσὰφ κατὰ τοὺς χρόνους γεγονὼς τοῦ Δαυὶ̈δ, πρὸ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλὴμ, θεσπίζων αὐτῇ τὰ συμβησόμενα κατὰ τοὺς δηλωθέντας χρόνους. Διὰ μὲν οὖν τῶν μετὰ χεῖρας ἔοικεν ὁμοῦ καὶ τὴν πρώτην πολιορκίαν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων προφητεύειν· διὰ δὲ τοῦ πρὸ τούτου τὰ κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ συμβάντα· διὰ δὲ τοῦ ο καὶ γ μόνα τὰ τῆς ὑστάτης πολιορκίας τῆς ὑπὸ Ῥωμαίων γενομένης, ὡς ἀποδέδεικται ἐν τοῖς κατὰ τὸν ογ εἰρημένοις.
PG 23:965Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη, ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Ὡς ἀγαθὸν γεωργὸν ὑπομνήσας τῆς πολλῆς αὐτοῦ περὶ τὴν ἄμπελον ἐπιμελείας, καὶ τῆς μετὰ ταῦτα συμβάσης αὐτῇ ἐρημίας, ἑξῆς καὶ ἀκολούθως ἱκετεύει ἐπιστρέψαι ὡς ἀποστραφέντα, καὶ διὰ τῆς ἀποστροφῆς τοῖς ἐναντίοις πᾶσιν ἐκδεδωκότα τὴν ἄμπελον. Ἐπισκέψαι δὲ αὐτὸν ἱκετεύει, καὶ ἐπιβλέψαι ἄνωθεν ἐξ οὐρανοῦ· μνησθῆναί τε, ὡς ἄρα εἴη αὐτοῦ φυτεία, καὶ τῆς αὐτοῦ δεξιᾶς γεωργία ἡ προλεχθεῖσα ἄμπελος, καὶ μνησθέντα ἐπισκέψασθαι αὐτὴν, ὡς ἂν πάλαι μὲν ὑπὸ τῆς αὐτοῦ δεξιᾶς φυτευθεῖσαν, νυνὶ δὲ ἐμπεπυρισμένην πυρὶ καὶ ἀνεσκαμμένην, καὶ ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου αὐτοῦ ἀπολωλυῖαν. Ἀξιοῖ τε καταρτίσασθαι αὐτὴν ἀναλαβόντα καὶ ἀνακτησάμενον δίκην σωτῆρος καὶ ἰατροῦ· καὶ ταῦτα πρᾶξαι διὰ τοῦ Υἱοῦ ὃν ἐκραταίωσεν ἑαυτῷ.
Δι’ ὧν σαφῶς ὁ λόγος διδάσκει πρῶτον εἶναι τὸν ἐμπρησμὸν ὃν πρῶτον ὑπέμεινεν ὁ τόπος ὑπὸ Βαβυλωνίων. Οὐ γὰρ ἂν μετὰ τὸν δεύτερον ἐμπρησμὸν τὸν ὑπὸ Ῥωμαίων γενόμενον τὴν τοῦ Σωτῆρος θεοφάνειαν γενέσθαι ἠξίου τὴν ἤδη γεγενημένην. Χώραν δὲ ἔχει μετὰ τὰ πρῶτα συμβάντα τῷ τόπῳ ἱκετεύειν καὶ δέεσθαι τὸν Λυτρωτὴν ἐπιστῆναι· οὗ ἐπιστάντος, ἐπεὶ μὴ παρεδέξαντο τὴν πρώτοις αὐτοῖς δι’ αὐτοῦ καταγγελθεῖσαν χάριν, εἰκότως τὴν ὑστάτην ὑπέμειναν ἐρημίαν· ἣν αὐτὸς προσετίμησεν αὐτοῖς εἰπών· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ὅτε καὶ κατὰ τὸν Ἀπόστολον, ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς. Μίαν τῶν προλεχθέντων ἁπάντων θεραπείαν διδάσκει τὸ Πνεῦμα τὸ ἅγιον, τὴν εἰς ἀνθρώπους τοῦ Χριστοῦ τοῦ Θεοῦ παρουσίαν.
Διόπερ μετὰ τὰ προφητευθέντα περὶ τῆς ἐρημίας τοῦ ἀμπελῶνος καὶ τοῦ ἐπελθόντος αὐτῷ ἐμπρησμοῦ ἱκετεύει τὰ προκείμενα εἰς τὸ προσδοκᾷν λυτρωτὴν τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν ὑπὸ τοῦ Θεοῦ κεκραταιωμένον. Οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ Θεοῦ, ὃν εἰδέναι καὶ παρεῖναι δι’ εὐχῆς τίθεσθαι παραδίδωσι τοῖς ἐντυγχάνουσιν· ὡς ἂν, γνόντες αὐτὸν οἱ ταῦτα προδιδασκόμενοι καὶ εἰς αὐτὸν πιστεύσαντες, δι’ αὐτοῦ τυχεῖν τῆς τῶν κακῶν θεραπείας ἐλπίσειαν. Διὸ ἐκ προσώπου τῶν θεραπείας δεομένων φησὶ τὸ, Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Ἡ δὲ δύναμις τοῦ λόγου τοῦτον ἔχει τὸν νοῦν· Ἤδη ποτὲ ἡ χείρ σου ἡ ἀφανὴς καὶ ἀόρατος ἐπιλαμψάτω ἐπὶ τὸν ὑπηρέτην τῆς σῆς δεξιᾶς ἄνδρα, καὶ ἐπὶ τὸν μέλλοντα χρηματίζειν Υἱὸν ἀνθρώπου· ὃν σὺ σαυτῷ κατεσκεύασας, ἐκραταίωσας ὄργανον τῆς σῆς δυνάμεως, καὶ ὥσπερ ἄγαλμα τῆς σαυτοῦ θεότητος τοῦτον αὐτὸν ἀναστήσας. Τούτου γὰρ φανέντος, εἰδώλοις οὐκέτι λατρεύσομεν· ἀλλ’ οὐδὲ τῇ πολυθέῳ πλάνῃ δουλεύσομεν, οὐδὲ ἀναχωρήσομέν σου τοῦ λοιποῦ·
PG 23:967δι’ αὐτοῦ δὲ ζωωθέντες καὶ τῆς παρὰ σοὶ σωτηρίας τυχόντες, τὸ ὄνομά σου ἐπικαλεσόμεθα, οὐκέτ’ ἐξ ἀνθρώπου τινὸς χρηματίζοντες, οὐδ’ Ἰσραηλῖται ἀπὸ τοῦ Ἰσραὴλ καλούμενοι, ἀλλ’ οὐδὲ ἀπὸ τοῦ Ἰούδα Ἰουδαῖοι· ἀπὸ δὲ τοῦ σοῦ ὀνόματος τοῦ Χριστοῦ Χριστιανοὶ χρηματίσομεν. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ζωώσεις ἡμᾶς, καὶ τῷ ὀνόματί σου κληθησόμεθα. Θαυμάσαι δὲ ἔστι τίνα τρόπον τούτοις ἐντυγχάνοντες Ἰουδαίων παῖδες, ἐξ ἁπαλῶν τε ὀνύχων ταῦτα καταμελετῶντες, οὐ ζητοῦσι τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ τίς ποτε ἦν, οὐδὲ τὸν λεγόμενον Υἱὸν ἀνθρώπου ἐπιγινώσκουσι· διὸ καὶ παραμένουσι τῇ ἑαυτῶν συμφορᾷ. Ὡς εἴπερ ἐπέγνωσαν καὶ μεμαθήκεισαν αὐτὸν, ἔγνωσαν ἂν καὶ τὸν ἐν αὐτῷ κατοικήσαντα Θεοῦ Λόγον ὃν ἡ παροῦσα δέησις ἀνεκαλεῖτο. Ἀλλ’ ἡμεῖς αὐτὸν εἰδότες προόντα, καὶ ἐκ τοῦ παντὸς ἀνθρώπων ἐπιμελόμενον· Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ἴσμεν αὐτὸν καὶ εἰς τὰ ἴδια ἐλθόντα, ὅτε καὶ γέγονεν αὐτοῦ ἡ χεὶρ, τουτέστιν ἡ πρακτικὴ δύναμις ἐπὶ τὸν ἄνδρα τῆς δεξιᾶς αὐτοῦ, τὸν καὶ διὰ τῶν Εὐαγγελίων Υἱὸν ἀνθρώπου χρηματίσαντα·
ὃν αὐτὸς ἑαυτῷ συνεστήσατο ἐξ ἁγίου Πνεύματος καταρτίσας· ὃν ἐπιγνόντες ἀναπόστατοι λοιπὸν γενησόμεθα δι’ αὐτοῦ ζωούμενοι, τῷ τε ὀνόματι αὐτοῦ χρηματίζοντες. Ἡμεῖς μὲν οὖν οἱ τὸν Υἱὸν τοῦ ἀνθρώπου προσδοκῶντες καὶ τὰς ἐλπίδας εἰς αὐτὸν ἀνηρτημένοι, ταῦτα περὶ ἑαυτῶν φαμεν· περὶ δὲ τῶν ἡμετέρων μελῶν, τὴν λοιπὴν ἱκετηρίαν ἀναπέμπομεν φάσκοντες· Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κοινοποιοῦντες τὸν λόγον ὑπὲρ τῶν μηδέπω ἐπιστρεψάντων, μηδὲ τὴν ἐπιφάνειαν ἐπεγνωκότων αὐτοῦ, καὶ διὰ τοῦτο μηδέπω τῆς παρὰ τῷ Θεῷ σωτηρίας τετυχηκότων.

On 21ΕΙΣ ΤΟ 21

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ ΤΩ ἈΣΑΦ. Π Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Οἱ ἐπιγεγραμμένοι τῶν ληνῶν ψαλμοὶ τρεῖς τὸν ἀριθμὸν τυγχάνουσιν· εἷς μὲν τοῦ Δαυὶ̈δ, ὁ ὄγδοος, εἷς δὲ τοῦ Ἀσὰφ, ὁ μετὰ χεῖρας, καὶ τῶν υἱῶν Κορὲ ὁ π καὶ γ. Ὁ μὲν οὖν η σαφῶς τῶν ἐθνῶν τὴν κλῆσιν ἐθέσπιζεν, ἣν τῷ Πνεύματι τῷ θείῳ προθεωροῦντες οἱ τοῦ Θεοῦ προφῆται, ὑπερεξεπλήττοντο· διὸ καὶ ἀποθαυμαστικῶς ἀνεφώνουν τό·
PG 23:969Κύριε ὁ Θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ Καὶ ὁ γ δὲ καὶ π πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια καὶ πολλὰς αὐλὰς προεώρα· δηλαδὴ τὰς καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, καὶ τὰ ἐν αὐταῖς πολλὰ θυσιαστήρια· ἃ δὴ παρίστη λέγων· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων καὶ αὖθις· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ ἑξῆς· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Ὁ δὲ μετὰ χεῖρας ἑτέροις μὲν ἀγαλλιᾷν καὶ ἀλαλάζειν καὶ ψάλλειν παρακελεύεται, τοῦ δὲ Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν καὶ τὴν ταύτης αἰτίαν παρίστησι, καὶ σφόδρ’ ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν προφητείαις. Ἐπειδὴ γὰρ ἐν τῷ πρὸ τούτου ἠρώτα λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; ἐπιλύεται τὴν ἐπαπόρησιν, διὰ τοῦ μετὰ χεῖρας φάσκων· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ εἰ ταῖς ὁδοῖς μου ἐπορεύθη· ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· καὶ ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι.
Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἐπεὶ τοίνυν τὸ ἀνήκοον καὶ τὸ ἀπειθὲς αὐτῶν παρίστησι, μεταβάλλει τὸν λόγον εἰκότως, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν εὐαγγελίζεται τὸ Πνεῦμα τὸ ἅγιον, πᾶσιν ἀνθρώποις προσφωνοῦν καὶ λέγον· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Λέγει δὲ ταῦτα ἐκ προσώπου τοῦ χοροῦ τοῦ προφητικοῦ. Ὡς γὰρ ἐν τῷ η ἔλεγε· Κύριε ὁ Κύριος ἡμῶν, ἰδιοποιουμένων τὸν Θεὸν τῶν ταῦτα λεγόντων, διὰ τὸ πρώτων αὐτῶν γεγονέναι τὸν Θεόν· οὕτω καὶ ἐνταῦθα οἱ αὐτοὶ, τοὺς ἀπεξενωμένους καὶ ἀλλοτρίους ἀνακαλούμενοι, φασίν· Ὦ οὗτοι, καταλείποντες τοὺς πεπλανημένως νομιζομένους ὑμῖν θεοὺς, ἥκετε σπεύδοντες πρὸς τὸν ἡμέτερον Θεὸν, καὶ τούτῳ ἀγαλλιᾶσθε τῷ πάντοτε ἡμῶν τῶν αὐτῷ ἀνακειμένων βοηθῷ γενομένῳ. Τίς δ’ ἦν οὗτος, ἑξῆς παριστῶσι λέγοντες· Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· τῷ γὰρ πάλαι ὀφθέντι τῷ ἡμετέρῳ προπάτορι Θεῷ ἐλθόντες, ἀλαλάξατε, κατὰ τὸ εἰρημένον καὶ ἐν ξε· Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τίς δὲ ἦν ἡ πᾶσα γῆ διασαφεῖ ὁ εἰπών· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Τοῖς οὖν αὐτοῖς καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων ὁ χορὸς τῶν προφητῶν· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν δὲ Ἰακὼβ τὸν Σωτῆρα σημαίνει τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακώβ· ὅτε καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ὤφθη αὐτῷ ὁ Θεὸς, Εἶδος Θεοῦ, ἐπειπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Τούτῳ οὖν, ὡς ἂν αὐτῷ ὄντι τῷ βασιλεῖ ἡμῶν, ἀλαλάζειν προστάττει, νικητήριον ὕμνον ἀναπέμποντας αὐτῷ. Ὅπως δὲ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς καθίσταται, αὐτὸς διδάσκει λέγων· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Οὐ μόνον δὲ ἀλαλάζειν τῷ Θεῷ Ἰακὼβ βούλεται τοὺς κεκλημένους, ἀλλὰ καὶ λαμβάνειν ψαλμὸν καὶ διδόναι τύμπανον, καὶ ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Κατὰ δὲ τὸν Ἀκύλαν· Ἄρατε, φησὶ, μελῳδίαν, καὶ δότε τύμπανον, κιθάραν εὐπρεπῆ μετὰ νάβλης· κατὰ δὲ τὸν Σύμμαχον· Ἀναλάβετε ᾠδὴν, καὶ δίδοτε τύμπανον, λύραν ἡδεῖαν μετὰ νάβλης. Οὐκοῦν τὸ μέν τι προστάττει λαμβάνειν, τὸ δὲ διδόναι· λαμβάνειν μὲν, κατὰ τὸν Ἀκύλαν, μελῳδίαν, κατὰ δὲ τὸν Σύμμαχον, ᾠδήν· ἀντιδιδόναι δὲ τύμπανον ἢ λύραν ἡδεῖαν μετὰ νάβλης.
PG 23:971Δι’ ὧν ὁ λόγος προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν· Ὠδὴ μὲν γὰρ καὶ μελῳδία λόγῳ ἀκοαῖς παραδίδοται· διό φησι· Λάβετε ᾠδὴν καὶ μελῳδίαν, κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον. Ταῦτα δὲ λαμβάνοντες ὑμεῖς, ἀντίδοτε ψαλτήριον τερπνὸν μετὰ κιθάρας, ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ δορᾶς σωματικῆς κατεσκευασμένον, καὶ τὸ ψαλτήριον κιθάρας εἶδος ὧδέ πη διὰ χορδῶν κατηρτισμένον, δι’ ὧν τὸ σῶμα τὸ ἡμέτερον ᾐνίξατο. Βούλεται τοίνυν αὐτοῖς ἔργοις καὶ πράξεσι τὰ διὰ τῶν λόγων παραγγέλματα ἀποπληροῦν· καὶ ταῦτα πράττειν ὁ λόγος τοῖς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ καθ’ ὅλης τῆς οἰκουμένης συγκροτουμένοις προστάττει. Διὸ Εἰς τὸ τέλος καὶ Ὑπὲρ τῶν ληνῶν προγέγραπται τὰ λελεγμένα. Ληνοὺς γὰρ μηδὲ ἄλλο τι νόμιζε λέγεσθαι ἢ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἐν αἷς συγκροτούμενοι καὶ τοὺς ἑαυτῶν καρποὺς κατὰ τὸ αὐτὸ συμβαλλόμενοι, μίαν κρᾶσιν ποιούμεθα εἰς δόξαν καὶ εὐφροσύνην τοῦ Λόγου τοῦ Θεοῦ.
Θαυμάσαι δὲ ἔστιν ὅπως ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐμπυρισμὸν ἐδήλου, καὶ παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν τῆς ἐξ Αἰγύπτου μετενηνεγμένης ἀμπέλου· ὁ δὲ μετὰ χεῖρας, ὥσπερ ἑτέρας ὑποστάσης ἀμπέλου καὶ ἀμπελῶνος ἑτέρου, μᾶλλον δὲ πλειόνων ἀμπελώνων ληνοὺς ὑφίστησι πλείους, φαιδρά τε εὐαγγελίζεται τοῖς ἐπὶ ταύτας κεκλημένοις. Ἐπὶ μὲν οὖν τοῦ προτέρου λαοῦ ἕνα ἀμπελῶνα καὶ μίαν ληνὸν, μίαν τε ἄμπελον εἰσήγαγεν ὁ φήσας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Εἶθ’ ἑξῆς· Καὶ προλήνιον, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἐφύτευσα ἄμπελον Σωρήκ. Καὶ ἐν τῷ πρὸ τούτου μίαν ἄμπελον ἐδήλου λέγων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Ἐν δὲ τοῖς Ὑπὲρ τῶν ληνῶν πλείους δηλοῖ ληνοὺς, δηλαδὴ πλειόνων ἀμπελώνων. Εἰ δὲ καὶ τὴν ἄμπελον τὴν καινὴν γνῶναι βουληθείης, τὴν μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἐν ἀνθρώποις φυεῖσαν, μάνθανε παρὰ τοῦ Θεοῦ Λόγου περὶ αὑτοῦ ταῦτα διδάσκοντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός. Πᾶν κλῆμα μὴ φέρον καρπὸν ἐν ἐμοὶ, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
PG 23:973μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, καὶ οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε φέρειν. Τῆς μὲν οὖν προτέρας ἀμπέλου τὰ τέλη διέγραψεν ὁ πρὸ τούτου ψαλμός· ἡ δὲ ἀληθινὴ ἄμπελος ὁποῖον ἔχει φυτουργὸν καὶ γεωργὸν, καὶ ὁποῖα κλήματα, καὶ ὁποίους βότρυς, ἡ σωτήριος παρίστησι διδασκαλία. Ἐκ τῶν ταύτης τοιγαροῦν κλημάτων διαδοθέντων καθ’ ὅλης τῆς οἰκουμένης συνέστησαν ἀμπελῶνες· καὶ τούτων οἱ καρποὶ κατὰ τὸ αὐτὸ συναγόμενοι ἐν ταῖς καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίαις πολὺ πλῆθος ἀπειργάσαντο ληνῶν· ὧν ἕνεκα διὰ τοῦ ἁγίου Πνεύματος οἱ Ἐπιλήνιοι ψαλμοὶ προφητικῶς ἀνεφωνήθησαν. Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἐκάλει μὲν ὁ λόγος ἀρχόμενος ἐπὶ ἀγαλλίασιν· προσέταττε δὲ ἀλαλάζειν, τουτέστιν ὕμνον ἐπινίκιον ἀναπέμπειν τῷ δηλωθέντι Θεῷ Ἰακώβ· εἶτα λόγους διδασκαλικοὺς παραλαμβάνοντας, ἔργοις τούτους ἀποπληροῦν·
πληρωτὰς δὲ γενομένους τῶν ἔργων, ἤδη λοιπὸν καὶ εἰς πάντας ἀνθρώπους κηρύττειν καὶ σαλπίζειν, ἐξηχεῖν τε καὶ ἐξάκουστον τοῖς πᾶσι ποιεῖν τὸ Εὐαγγέλιον· ὥσπερ οὖν καὶ ὁ Σωτὴρ παρεκελεύετο λέγων τοῖς αὐτοῦ μαθηταῖς· Ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων. Διὸ λέλεκται τοῖς τὰ πρῶτα κατωρθωκόσι· Σαλπίσατε. Πῶς δὲ αὐτοὺς βούλεται σαλπίζειν, ἢ ὡς ἐσάλπιζον πάλαι πρότερον οἱ τὰς εἰκόνας ἐπιτελοῦντες, καὶ τὰ σύμβολα καὶ τοὺς τύπους τῶν ἀληθῶν; Ἐσάλπιζον δὲ ἐκεῖνοι ἐν νεομηνίᾳ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς. Καὶ τοῦτ’ ἔπραττον κατὰ τὸν ἕβδομον μῆνα, ἐν ᾧ συνερχόμενοι, τὴν ἑορτὴν τῶν Σαλπίγγων ἐπετέλουν, ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο πράττοντες. Λέγει δ’ οὖν ἡ γραφὴ τοῦ νόμου· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν. Οὕτως οὖν ὥσπερ ἐν τῇ νεομηνίᾳ τῇ τότε ἐσάλπιζον, βούλεται καὶ νῦν τοὺς κεκλημένους σαλπίζειν. Ἦν δὲ ἡ ἡμέρα ἐκείνη ἡ τῆς ἑορτῆς τῶν Σαλπίγγων εὔσημος ἡμέρα· λέγει δ’ οὖν Μωσῆς περὶ αὐτῆς· Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. Διὸ καὶ ἐνταῦθα λέλεκται·
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἦν οὖν ἡμέρα εὔσημος καὶ ἑορτὴ οὐδενὸς ἑτέρου ἢ σαλπίγγων· ἔνθεν καὶ Σαλπίγγων ἑορτὴ κέκλητο. Τριῶν δὲ οὐσῶν ἑορτῶν κατὰ τὸν αὐτὸν μῆνα· πρώτης μὲν τῆς τῶν Σαλπίγγων ἐν τῇ νεομηνίᾳ συντελουμένης· ἑτέρας δὲ τῆς τοῦ Ἱλασμοῦ ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς γιγνομένης· καὶ τρίτης τῆς τῶν Σκηνῶν· μόνην τὴν τῶν Σαλπίγγων μιμεῖσθαι κελεύει φάσκων· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· σαφέστερον δὲ οὕτως ἂν εἶπεν. Ὥσπερ ἐν τῇ νεομηνίᾳ ἐσάλπιζόν ποτε περιτρέχοντες πάντα τόπον εἰς τὸ σημῆναι τὴν ἑορτὴν, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, οἷς ὁ λόγος προστάττει, σαλπίσατε. Βούλεται δὲ τοὺς κήρυκας τῶν ἐθνῶν μὴ ταῖς λοιπαῖς προσέχειν Ἰουδαϊκαῖς παρατηρήσεσι, μόνῳ δὲ χρῆσθαι τῷ κηρύγματι, καὶ σαλπίζειν εἰς ἅπαντας ἀνθρώπους τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. Τούτων γὰρ αὐτῶν τὰ σύμβολα καὶ Μωσῆς ἐποίει, καὶ ἦν πρόσταγμα τῷ Ἰσραὴλ ἰδίως τοῦτο νενομοθετημένον, τὸ δεῖν σαλπίζειν, καὶ διὰ τῆς σάλπιγγος σημαίνειν τοῖς πᾶσι τὴν τοῦ καιροῦ ἑορτήν. Τὸ δὲ πρόσταγμα τοῦτο κατὰ κρίσιν ἐγένετο, καὶ κατὰ βούλημα καὶ κρῖμα τοῦ Θεοῦ Ἰακώβ.
PG 23:975Αὐτὸς γὰρ τῷ Ἰακὼβ ὀφθεὶς πάλαι Θεὸς ἐν ἀνδρὸς εἴδει καὶ σχήματι, οὗτος ἦν ὁ ταῦτα καὶ διὰ Μωσέως εἰκονικῶς τῷ λαῷ πράττειν διαταξάμενος. Ὅτι δὲ τὸ σαλπίζειν ἀντὶ τοῦ βοᾷν καὶ εἰς πάντας καταγγέλλειν λέλεκται, διδάσκει ὁ Σωτὴρ λέγων· Ὅταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου. Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε. Τὸ προλεχθὲν περὶ σαλπίγγων πρόσταγμα μαρτύριον, φησὶν, ἔθετο ἐν τῷ Ἰωσήφ· κατὰ δὲ τὸν Σύμμαχον, Μαρτυρίαν διὰ τοῦ Ἰωσὴφ ἔταξεν αὐτό· τὸ δὲ μαρτύριον ὥσπερ διαμαρτυρόμενος ἐδίδου· καὶ ἦν τοῦτο σημεῖον ἑτέρου πράγματος· ᾐνίττετο γὰρ περί τινων σαλπίγγων, ὧν ἐκ μέρους μὲν οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, καὶ οἱ τοῦ εὐαγγελικοῦ λόγου κήρυκες ἀπεπλήρουν τὰ ἔργα, εἰς πᾶσαν τὴν γῆν σαλπίζοντες, καὶ πᾶσιν ἔθνεσι κηρύττοντες τὴν τῆς σωτηρίου θεοφανείας ἑορτήν. Τὰ δὲ ἀποτελέσματα τῶν ἀποῤῥητοτέρων δι’ ἀγγέλων ἔσεσθαι διδάσκει ὁ εἰπών· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι· καὶ πάλιν· Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· καὶ πάλιν·
Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται. Ταῦτα δὲ καὶ ὁ Σωτὴρ ἐμυσταγώγει τοὺς αὑτοῦ μαθητὰς, λέγων· Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρον αὐτῶν. Ἀλλ’ ἡ μὲν τῶν νεκρῶν ἀνάστασις ἔσται ποτὲ διὰ σαλπίγγων εὐαγγελικῶν εὐαγγελιζομένων τὴν ἄφιξιν τῆς βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀπόστολοι δὲ ἐντεῦθεν ἤδη κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν σάλπιγξι χρώμενοι, ταῖς τοῦ ἁγίου Πνεύματος μεγαλοφωνίαις πάντας ἀνεκαλοῦντο τοὺς ψυχὰς νενεκρωμένους ἐπὶ τὴν ἐν Θεῷ ζωήν· ὧν τὰ σύμβολα Μωσῆς παραδιδοὺς, τὴν περὶ σαλπίγγων ἐνομοθέτει ἑορτήν. Διὸ λέλεκται· Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτό. Τί δὲ αὐτὸ ἦν τὸ πρόσταγμα; τὸ περὶ τῶν σαλπίγγων· ἀπὸ μιᾶς δὲ φυλῆς τῆς τοῦ Ἰωσὴφ τὸ πᾶν ἐδήλου ἔθνος. Διὰ τί δὲ ἐν τούτοις τὸ πᾶν ἔθνος Ἰωσὴφ ὠνόμασεν; Ἐπειδήπερ προφάσει τοῦ Ἰωσὴφ οἱ πάντες κατεληλύθεισαν εἰς Αἴγυπτον.
Πότε δὲ μαρτύριον τὸν περὶ σαλπίγγων νόμον ἔθετο τῷ λαῷ, ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὁπηνίκα γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν; Ἐπὶ τῆς ἐρήμου γὰρ διατρίβοντες, φωνῆς Θεοῦ κατηξιώθησαν, τὴν Δεκάλογον αὐτοῖς ἐξάκουστον διαταττομένου. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ τῆς παρ’ Αἰγυπτίοις δουλείας τε καὶ κακοπαθείας ἠλευθεροῦντο. Διὸ λέλεκται· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν· κατὰ δὲ τὸν Σύμμαχον· Παρεῖλον ἀπὸ βασταγμοῦ τὸν ὦμον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ κοφίνου ἀπηλλάγησαν. Ὅτε γὰρ ἐδούλευον τῷ Φαραὼ, πηλῷ τε καὶ πλινθείᾳ κατειργάζοντο, οἰκοδομοῦντες αὐτῷ τὰς πόλεις, τὸ τηνικαῦτα κοφίνοις μὲν τὰς χεῖρας, βαστάγμασι δὲ τοὺς ὤμους κατεπονοῦντο. Πλὴν ἀλλὰ τούτων ἁπάντων ἐλεύθεροι κατέστησαν τῆς ἐπισκοπῆς αὐτοῖς γενομένης. Διό φησιν· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Τίς δὲ ἀπέστησεν, ἀλλ’ ἢ ὁ ἐλευθερώσας αὐτοὺς Θεός; Τούτων δὲ αὐτοὺς ἠξίου, ἐπειδήπερ ἐν θλίψει αὐτὸν ἐπεκαλοῦντο· καὶ τοῦτο δὲ ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα·
PG 23:977Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Οἷς ἀκολούθως καὶ τὸ παρόν φησι λόγιον· Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἀντὶ δὲ τοῦ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ὁ μὲν Ἀκύλας· Ἐπακούσω σου ἐν ἀποκρύφῳ βροντῆς· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως. Εἶτα ἐπιλέγει· Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὃ δὴ καὶ αὐτὸ σαφῶς ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Οὐκ ἦν δὲ ὕδωρ πιεῖν τῷ λαῷ· καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, καὶ ἔλεγον· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Ὁ δὲ ἔλεγε· Τί λοιδορεῖσθέ μοι, ἢ τί πειράζετε Κύριον; Καὶ ἑξῆς· Εἶπε Μωσῆς πρὸς Κύριον λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν, καὶ λιθοβολήσουσί με. Εἶθ’ ὁ Κύριος πρὸς αὐτόν φησιν· Ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ, ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τοῦ πειράζειν αὐτοὺς Κύριον, λέγοντας·
Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Ταῦτα πάντα τὸν ἐξ ἐθνῶν λαὸν διδάσκει ἡ μετὰ χεῖρας προφητεία, ὡς ἂν μάθοιο ποίων ἔτυχεν ὁ πρῶτος λαὸς, καὶ εἰς οἷον ἐλήλυθε τέλος, σωφρονίζοιτό τε ἐκ τοῦ παραδείγματος. Διὸ τοῖς προλεχθεῖσιν ἐπισυνάπτει τὰ ἑξῆς ἀναγκαίως, ἐν οἷς εἴρηται· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται σοι Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Τὰ μὲν παρ’ ἐμοῦ, φησὶ, δεδωρημένα τῷ λαῷ τοιαῦτα ἦν, ὁποῖα διεξῆλθεν ὁ λόγος· τὰ δ’ ἐξ αὐτῶν εἰς ἐμὲ οὐχ ὅμοια, οὐδὲ ἄξια ὧν ἔτυχον παρ’ ἐμοῦ. Ἐγὼ μὲν γὰρ ὁ τῶν τοσούτων αὐτοῖς χορηγὸς ἀγαθῶν, ἓν τοῦτ’ αὐτοῖς, τὸ δὴ τῶν νόμων κεφάλαιον, λέγω δὲ τὸ μὴ εἰδωλολατρεῖν, ἐμὲ δὲ μόνον Θεὸν εἰδέναι, παρεκελευσάμην, αὐτὰ δὴ ταῦτα παραινῶν καὶ λέγων· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι·
PG 23:979Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Ταῦτα παρῄνουν, ταῦτα παρεκελευόμην, ταῦτα ὁ πᾶς τῆς ἐμῆς νομοθεσίας ἐβούλετο νοῦς. Συνῆπτό τε τοῖς παραγγέλμασιν ἀγαθῶν ἐπαγγελία, δι’ ὧν ἔφασκον· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Εἰ γὰρ ταῦτα φυλάξετε, ἀκοπιάτως ἕξετε καὶ πεπληρωμένως τὰς τροφὰς, εἴτε τὰς τοῦ σώματος, εἴτε καὶ τὰς διὰ θείων μαθημάτων τῇ ψυχῇ χορηγουμένας. Ἐγὼ μὲν οὖν ταῦτα παρῄνουν καὶ ἐπηγγελλόμην· οἱ δὲ οὐκ ἤκουον τῆς ἐμῆς φωνῆς· καὶ ὁ τοσούτων κατηξιωμένος εὐεργεσιῶν Ἰσραὴλ οὐ προσέσχε μοι· ὅθεν εἰκότως ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Οὐχ ὑπήκουσε δὲ ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐκ ἐπείσθη μοι. Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος διδάσκει περί τινων λέγων· Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν. Ἀντὶ δὲ τοῦ· Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, ὁ Ἀκύλας·
Οὐκ ἔσται ἐν σοὶ ἰσχυρὸς ἀλλότριος· ὁ δὲ Σύμμαχος· Μὴ ἔστω ἐν σοὶ Θεὸς ξένος, ἡρμήνευσε. Ξένον δὲ καὶ ἀλλότριον Θεὸν καὶ πρόσφατον, τὸν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένον ὠνόμασε, τὴν πολύθεον εἰδωλολατρείαν οὕτω παραπεμπόμενος. Οἷς ἐπιλέγει· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, παριστὰς ἑαυτὸν οὔτε ξένον, οὔτε ἀλλότριον, οὔτε πρόσφατον ὄντα Θεόν. Ἦν γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ ὁ πάλαι διαφόρως τοῖς παλαιοῖς χρηματίζων, ὁ δὴ καὶ Θεὸς Ἰακὼβ ἐπικεκλημένος, ὁ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ γῆς ὀφθείς. Ἐν γὰρ τῷ κόσμῳ ἦν καὶ πρὸ τῆς θεοφανείας, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. Διόπερ παρακελεύεται λέγων· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. Ἱκανῶς ἀπολελόγηται, ὅτι μὴ ἀκρίτως μήτε ὡς ἔτυχε μετῆλθε τὸ Ἰουδαίων ἔθνος ἡ ἐκ Θεοῦ ὀργή. Καί μοι δοκεῖ πρὸς τὰς ἀνωτέρω λελεγμένας πεύσεις, ἐν τῷ Ἵνα τί ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ πάλιν·
Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; τὴν ἀπόκρισιν πεποιῆσθαι. Ἵνα τί γὰρ τὰ τοιαῦτα πεπόνθασι διδάσκει λέγων· Ὅτι οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. καὶ, Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐν ὀλιγίστῳ ἂν ἐχθροὺς αὐτῶν ἥττησα, καὶ ἐπὶ τοὺς ἐναντίους αὐτῶν ἀνέστρεψα ἂν τὴν χεῖρά μου. Ταῦτα ἂν ἔπραξα, φησὶ, κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ, εἰ ἔσχον αὐτοὺς ὑπηκόους, καὶ εἰ ταῖς ὁδοῖς μου αἷς διεταξάμην αὐτοῖς ἐπορεύθησαν. Νῦν δὲ ἀνήκοοι καὶ ἀπειθεῖς γενόμενοι, αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ κατέστησαν. Εἶτ’ ἐπειδήπερ λαὸν αὐτοῦ ὠνόμασε τοὺς ἀπειθεῖς καὶ ἀνηκόους καθ’ ὑπερβολὴν φιλανθρωπίας τὸ Πνεῦμα τὸ ἅγιον, διδάσκει ὅτι οὐδεὶς Θεῷ ἀπειθήσειε λαὸς αὐτοῦ. Διὸ ἐπιλέγει· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· κατὰ δὲ τὸν Σύμμαχον· Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ. Καὶ προςτίθησι· Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Εἰ γὰρ καὶ τοιαῦτα τετολμήκασιν, ὅμως τὸν παρόντα αἰῶνα ἕξουσι.
PG 23:981Καὶ οὗτός ἐστιν αὐτῶν ὁ καιρὸς, ἐν ᾧ καὶ μετὰ τοσαῦτα πλημμελήματα ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Κατὰ τοῦτο δὲ ἐπλήρου καταξιώσας αὐτοὺς τῆς οἰκείας τροφῆς, οὐ μόνον τῆς σωματικῆς, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ πνευματικῆς, ὁπηνίκα πρώτοις αὐτοῖς ἐπεδήμει ὁ Χριστὸς τοῦ Θεοῦ, τροφὴν αὐτοῖς παρεῖχε τὸν ἐπουράνιον ἄρτον αὐτὸς ἑαυτόν. Οὐ μὴν ἀλλὰ καὶ ἐψώμισεν αὐτοὺς ἐκ πέντε ἄρτων παραδόξως ἐπὶ τῆς ἐρήμου· ὥσπερ πάλαι διὰ Μωσέως τὸ μάννα. Ἔτι δὲ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς· πέτρα δὲ ἦν αὐτὸς, χορηγῶν αὐτοῖς τὰ πάσης ἡδονῆς καὶ παντὸς μέλιτος γλυκύτερα μαθήματα, περὶ ὧν ἦν εἰπεῖν· Ὡς γλυκέα τὰ λόγιά σου τῷ φάρυγγί μου ὑπὲρ μέλι τῷ στόματί μου. Καὶ πάλαι δὲ διὰ Μωσέως ἐκ πέτρας αὐτοῖς παρεῖχε ποτόν. Μέλι δὲ ἐνταῦθα τὸ ἐκ πέτρας οὐδ’ ἄλλως ἢ κατὰ διάνοιαν ἐκδεκτέον· ἐπεὶ καὶ αὐτὸς Μωσῆς τὴν αὐτὴν τίθησι μαρτυρίαν, λέγων ἐν μεγάλῃ ᾠδῇ· Ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. Ἅπερ πρὸς μὲν ψιλὴν τὴν λέξιν οὐχ ὑφέστηκεν, ἀλληγορικῶς δὲ κατὰ μόνην τὴν διάνοιαν ἐξακούεται.
Αὐτὸς γὰρ ὁ Χριστὸς ἡ πέτρα, ταῦτα πάντα παρέχων αὐτοῖς διὰ τῆς αὐτοῦ διδασκαλίας, οὐ καθ’ ὃν χρόνον ἐπεδήμει μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐνσάρκου ἐπιδημίας αὐτοῦ· ὡς ἐξ ἅπαντος αὐτοὺς μὲν εἶναι ἀναπολογήτους, δικαίαν δὲ τὴν τοῦ Θεοῦ κρίσιν μετὰ τὰ τοσαῦτα τὴν ἀποβολὴν αὐτῶν ἐργασαμένην. Ἀλλὰ γὰρ ταῦτα ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν ἔνθεον ἀγαλλίασιν διὰ τῶν πρώτων κεκλημένους ὁ λόγος διδάσκει προφυλαττομένους, μή πη τοῖς ὁμοίοις καὶ αὐτοί ποτε περιπέσοιμεν.

Psalm 4ΨΑΛΜΟΣ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΠΑ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ὁ μὲν πρὸ τούτου λόγος κατηγορεῖ τοῦ παντὸς Ἰουδαίων λαοῦ, σαφῶς τοῦ Θεοῦ φάσκοντος· Οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν· καὶ πάλιν· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· ὁ δὲ μετὰ χεῖρας ἀκολούθως ἐκείνοις τῶν προέδρων τοῦ λαοῦ κατηγορεῖ· ὡς πρὸς ἄρχοντα γοῦν καὶ κριτὰς ἀποτείνεται λέγων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
PG 23:983Κρίνατε πτωχὸν καὶ ταπεινὸν, ὀρφανὸν καὶ πένητα δικαιώσατε. Εἶτα ἐπιλέγει· Ἐγὼ ταῦτα παρεκελευόμην· οἱ δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Θεοὺς δὲ αὐτοὺς ἀποκαλεῖ, ἤτοι διὰ τὴν τιμὴν ἣν ἀπένεμεν αὐτοῖς ὁ λαός· οὕτω μετὰ πλείστου φόβου καὶ τιμῆς προσιὼν αὐτοῖς ὡσεὶ καὶ αὐτῷ τῷ Θεῷ· ἢ ἐπειδήπερ χώραν Θεοῦ ἐπεῖχον τὸ κρίνειν ἀναδεδεγμένοι, κολάζοντές τε καὶ τιμωρούμενοι τοὺς ἀδικοῦντας κατὰ τὸν παρ’ αὐτοῖς νόμον· ἢ διὰ τὸ τετιμῆσθαι αὐτοὺς ὑπὸ τοῦ Θεοῦ τῷ τῆς υἱοθεσίας ὀνόματι, ὡς λέγεσθαι περὶ αὐτῶν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ἢ διὰ τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονέναι διὰ τὴν ἐν ἀνθρώποις νοερὰν καὶ λογικὴν οὐσίαν. Αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ ψαλμῷ προϊὼν, ὁ λόγος φησὶ πρὸς τοὺς κατηγορουμένους· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τοὺς δὴ οὖν τοῦ λαοῦ προεστῶτας, ἱερέας δηλαδὴ καὶ ἀρχιερέας, τούς τε λοιποὺς ἄρχοντας ἀνακρίνων ὁ Θεὸς Λόγος, τὰ μετὰ χεῖρας διεξέρχεται. Διὸ εἴρηται· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει· κατὰ δὲ τὸν Ἀκύλαν·
Θεὸς ἔστη ἐν συναγωγῇ ἰσχυρῶν, ἐν ἐγκάτῳ Κύριος κρίνει· κατὰ δὲ τὸν Σύμμαχον· Ὁ Θεὸς κατέστη ἐν συνόδῳ Θεοῦ, ἐν μέσοις Θεὸς κρίνων. Κρίνων δὲ οὗτος ὁ Θεὸς, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, καὶ διακρίνων τὴν λεγομένην συναγωγὴν τῶν θεῶν, ἐλέγχους προσάγει τοῖς κρινομένοις. Καὶ ἐπεὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται, εἰκότως τὸ τάγμα τῶν προλελεγμένων θεῶν ἀφορίζει ἰδίως καὶ κρίνει, προδιελθὼν ἐν τῷ πρὸ τούτου λόγῳ τὸν ἔλεγχον τοῦ πλήθους τοῦ λαοῦ. Ἀλλὰ καὶ διακρίνει, κρίνων τοὺς ἀξίους σωτηρίας καὶ τοὺς μὴ τοιούτους. Κρίνει δὲ οὐκ ἐπηρμένως, οὐδὲ τυραννικῶς, ἐν ὕψει τε προκαθεζόμενος, ἀλλὰ συγκαταβαίνων τοῖς κρινομένοις, μέσος αὐτῶν ἵσταται, ὁμοιούμενος αὐτοῖς τῷ σχήματι δι’ οὗ ἀνείληφεν ἀνθρώπου. Ἐντεῦθέν τε ἤδη προλαβὼν ἀποτείνεται σωφρονίζων τοὺς μέλλοντας κρίνεσθαι, καὶ προφυλαττόμενος αὐτοὺς πρὸς τὸ μὴ περιπεσεῖν τῇ τῆς κρίσεως τιμωρίᾳ, προκατορθῶσαι δὲ καὶ προφυλάξασθαι διὰ τῶν προσαγομένων αὐτοῖς ἐλέγχων. Διὸ φάσκει· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχῷ καὶ ὀρφανῷ. Τὰ ὅμοια δὲ τούτοις καὶ διὰ Ἡσαί̈ου τὸ προφητικὸν Πνεῦμα κέκραγε λέγον·
Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἀλλὰ ταῦτα μὲν ὁ λόγος προδιαστέλλεται· οἱ δὲ τῇ τῶν θεῶν ἐπηγορίᾳ τιμηθέντες, καὶ τοσαύτης διδασκαλίας ἀξιωθέντες, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Ταῦτα δὲ καὶ εἰς τὸν καιρὸν τῆς πρώτης τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἀναφέροιτο ἂν, καθ’ ὃν ἐν ταῖς συναγωγαῖς παραβάλλων τοῦ Ἰουδαίων ἔθνους, καὶ μέσος τῶν ἀρχόντων παριὼν, τὰς πρὸς αὐτοὺς ἐποιεῖτο διαλέξεις, ἐλέγχους τε αὐτοῖς ἐπῆγε, μαρτυρόμενος καὶ διαστελλόμενος τὰ περὶ τῆς μελλούσης αὐτοὺς διαλήψεσθαι κρίσεως. Οὕτως οὖν ὁ Θεὸς ἦν κατ’ ἐκεῖνο καιροῦ ἑστὼς ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ τε τοὺς προλεχθέντας κρίνων θεούς· ἀντὶ γὰρ τοῦ, διακρίνει, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, κρίνων, ἐκδεδώκασι. Καὶ ὅρα ὅπως θεοὺς ὠνόμασε τοὺς κρινομένους, καὶ θεῶν συναγωγὴν οὐκ ὤκνησεν ἀποκαλέσαι, εἰς δυσώπησιν τῶν ἀρνουμένων τοῦ Σωτῆρος τὴν θεότητα.
PG 23:985Εἰ γὰρ τοὺς ἐλεγχομένους καὶ ἐπὶ κακίᾳ διαβαλλομένους οὐκ ὤκνει θεοὺς ὀνομάζειν, τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν, τὸν τὴν κρίσιν παρὰ τοῦ Πατρὸς εἰληφότα, πῶς οὐ δικαιότατον τῇ τοῦ Θεοῦ σεβασμίῳ τιμῇ σεμνύνειν; Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ δυσωπητικῶς πρὸς αὐτοὺς τοὺς Ἰουδαίων ἄρχοντας προὔτεινεν, αὐταῖς δὲ ταύταις κεχρημένος ταῖς παρούσαις λέξεσιν. Εἰρηκότων γὰρ αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· ἀνταπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι, Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ Θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι. Εἰ δὲ λέγοι ὁ Σωτὴρ, ὅτι, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ; μὴ θαυμάσῃς· ἐπεὶ πάντα λόγον Θεοῦ, οὐ μόνον τὸν διὰ Μωσέως, ἀλλὰ καὶ τὸν διὰ τῶν προφητῶν λελεγμένον, ὥσπερ τινὰ βασιλικὸν νόμον ἀποδέχεσθαι διδάσκει· ὥστε καὶ τὰ διὰ τῶν προφητῶν παρηγγελμένα εὐλόγως ἄν τινα εἶναι φάναι νόμους Θεοῦ· καὶ τὸ διὰ τῆς ψαλμῳδίας ὁμοίως.
Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔστη ἐν συναγωγῇ θεῶν, καὶ μέσος τῶν ἐν ἀνθρώποις ὠνομασθέντων θεῶν γεγονὼς, ἔκρινεν αὐτοὺς, ὁπηνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ὁ λόγος ὃν ἐλάλησα πρὸς ὑμᾶς, αὐτὸς ὑμᾶς κρίνει. Καὶ μᾶλλον οὕτω πρέποι ἂν ἐκδέχεσθαι τὴν παροῦσαν Γραφὴν, ἢ νομίζειν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, αὐτὸν τὸν Πατέρα, ἐν τούτοις εἰσάγεσθαι μεταξὺ θεῶν ἑτέρων ἑστῶτα. Οὔτε γὰρ ἰσοτίμους αὐτῷ τινας εἶναι ὑπονοεῖν θέμις, οὔτε αὐτὸν εἰς τοσοῦτον καταγαγεῖν, ὡς μέσον ἀνθρώπων παρεῖναι καὶ ἑστάναι ὑποτίθεσθαι. Ταῦτα δὲ πάντα ἂν ἁρμόζοι τῷ Χριστῷ τοῦ Θεοῦ· ὃς δὴ φάσκων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; οὐ πρὸς ἐκείνους μόνους οἷς παρὼν ὡμίλει, ἀλλὰ καὶ πρὸς πάντας εἴποι ἂν ταῦτα, τοὺς τὴν ἐξουσίαν τοῦ κρίνειν ἑτέρους εἰληφότας. Μέμφεται δὲ εἰκότως τοὺς καθυποκρινομένους μὲν τὰ τῶν πλουσίων πρόσωπα, καταπονοῦντας δὲ τοὺς πένητας· δέον τῷ τῆς δικαιοσύνης ζυγῷ δικάζειν, μνημονεύοντας φάσκοντος νόμου· Οὐ λήψῃ πρόςωπον ἐν κρίσει.
Νυνὶ δὲ πολλάκις καὶ ἡμεῖς ἐπὶ μὲν τῶν πενήτων πταιόντων σμικρά τινα ἀπότομοι γιγνόμεθα κριταὶ, καὶ ἀπαραίτητοι ἐν ταῖς κατ’ αὐτῶν ἀποφάσεσι· πλουσίων δὲ τὰ μέγιστα ἐξαμαρτανόντων, ἔπειτα παραβαλλόντων εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, πρόσωπα λαμβάνομεν· ὥστε καὶ πρὸς ἡμᾶς ἁρμόττει τό· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόςωπα ἁμαρτωλῶν λαμβάνετε; Ἐν δὲ τῷ λέγειν, ἕως πότε, ὑπομιμνήσκει τῆς τοῦ βίου ἀπαλλαγῆς. Πόσον γὰρ, φησὶν, ἕξετε χρόνον ἐν ᾧ τοιοῦτοι ἔσεσθε; καὶ λοιπὸν διαλήψεται ὑμᾶς ἡ τοῦ Θεοῦ κρίσις. Διὸ ἐπιλέγει· Κρίνατε πτωχὸν καὶ ὀρφανὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Ἐὰν μὲν οὖν τούτων ἀκροώμενοι παιδευώμεθα καὶ τὰ παραγγέλματα φυλάττοιμεν, τῆς ἐκ τῶν λόγων ὠνάμεθα ὠφελείας. Ἐπεὶ καὶ ἡμῖν λεχθήσεται· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Τί δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἢ ὅτι ὅσον οὔπω καὶ αὐτοὶ παραστήσονται τῷ βήματι τοῦ Θεοῦ, λόγον δώσοντες περὶ ὧν οὐ δικαίως ἔκριναν;
PG 23:987Οἱ δὲ μὴ πρὸ ὀφθαλμῶν θέμενοι τὴν κρίσιν τοῦ Θεοῦ ἐν σκότει διαπορεύονται, τῷ τῆς ἀγνοίας σκότῳ τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα πληρώσαντες. Διὸ προσήκει, τῷ τοῦ λόγου φέγγει φωτιζομένους, ἢ μὴ κρίνειν, μνημονεύοντας τοῦ εἰρηκότος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἢ εἰ ἀνάγκη ποτὲ κρίνειν, κατὰ τὸ δικαιότατον τοῦτο ποιεῖν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας, κἂν δέοι ὑπὲρ ἀληθείας θνήσκειν, πεπεισμένους ἀκριβῶς, ὅτι πάντων ἔσται συντέλεια καὶ μεταβολὴ ἐπὶ τῇ καθολικῇ κρίσει τοῦ Θεοῦ, ἣν ποιήσεται διὰ τοῦ Χριστοῦ αὐτοῦ· ἣν καὶ ὁ παρὼν παρίστησι λόγος ἐπισυνάπτων ἑξῆς τό· Σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ἔτι πρὸς τοὺς προλεχθέντας θεοὺς, ἡγουμένους δηλαδὴ καὶ ἄρχοντας τοῦ λαοῦ, ὁ μέσος αὐτῶν γενόμενος Θεὸς καὶ τὰ παρόντα ἀποτείνεται, διδάσκων, ὡς αὐτὸς μὲν, τὴν τοῦ Πατρὸς ἀφθονίαν μιμούμενος, πᾶσιν αὐτοῖς τῆς αὐτοῦ θεότητος οὐκ ἐφθόνησε μεταδοῦναι, ὡς καὶ θεοὺς ἀναγορεῦσαι αὐτοὺς καὶ υἱοὺς Ὑψίστου πάντας ἂν εἰπεῖν, ὅπερ αὐτῷ μόνῳ προσῆν· οἱ δὲ τὴν χάριν ἐνύβρισαν.
Νοήσεις δὲ πῶς τιμὴν θεῶν οἱ ὑπὸ τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότες παρὰ τοῖς ἀρχομένοις ἐκτήσαντο, ἐπιστήσας ὅπως εἴρηται τῷ Μωσεῖ· Ἰδοὺ καθέστηκά σε σήμερον θεὸν τῷ Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης. Ὥσπερ γὰρ Μωσῆς, ἄνθρωπος ὢν Θεοῦ καὶ παρ’ αὐτοῦ τὴν τιμὴν λαβὼν, θεὸς ἀνηγορεύθη τοῦ Φαραώ· τὸν αὐτὸν τρόπον καὶ πάντες οὓς ἂν τιμήσειεν ὁ Θεὸς, θεῶν χώραν παρὰ τοῖς ὑποτεταγμένοις εἰλήφασιν. Ἔνθεν καὶ οἱ ἀρχόμενοι προσίασιν αὐτοῖς μετὰ εὐλαβείας καὶ δέους, οὐ διά τινα δορυφορίαν στρατιωτικὴν, οὐ διὰ πλοῦτον καὶ δυναστείαν, διὰ δὲ τὴν ὑπὸ Θεοῦ περιθεῖσαν αὐτοῖς τιμήν. Οὕτω γὰρ καὶ Μωσέως ἦν δεδοξασμένον τὸ πρόσωπον· οὕτω καὶ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ τῶν πάλαι τοῦ Θεοῦ προφητῶν, οὕτω καὶ πάντων τῶν ἀληθῶς τοῦ Θεοῦ δούλων, ἀδόξως μενόντων καὶ πτωχῶν κατὰ τὸν βίον, τετιμημένων δὲ παρὰ τοῖς θεοσεβέσι διὰ τὴν ἐκ Θεοῦ δεδομένην αὐτοῖς χάριν. Ἐγὼ μὲν οὖν, φησὶ, καὶ ἠθέλησα, καὶ εἶπον· Θεοί ἐστε· βουληθεὶς ὑμᾶς ὁμοίως ἐμοὶ τῷ μέσῳ ὑμῶν ἑστῶτι Θεῷ υἱοὺς γενέσθαι τοῦ Ὑψίστου· ὑμεῖς δὲ τὴν χάριν ἠθετήσατε.
PG 23:989Ταῖς γοῦν ἀνθρωπίναις κακίαις καὶ ταῖς ὑμετέραις ἁμαρτίαις ἐναποθνήσκετε. Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ καὶ ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς γὰρ ἦν ποτε ὁ διάβολος τιμῆς ἠξιωμένος παρὰ τῷ Θεῷ καὶ τῶν ἐν οὐρανοῖς ἀρχοντικῶν ἀγγέλων εἷς· εἶτα μοχθηρᾷ προαιρέσει χρησάμενος ἀποπέπτωκε τῆς αὐτοῦ χώρας, ὡς εἰρῆσθαι περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; τοιοῦτοί τινες καὶ ὑμεῖς γεγόνατε, οὐκ ἐκ φύσεως ὄντες κακοὶ, χρησάμενοι δὲ οὐκ ἀγαθῇ τῇ προαιρέσει. Διὸ τὰ μὲν παρ’ ἐμοῦ εἰς Θεοῦ τιμὴν ὑμᾶς ἐκάλει· ὑμεῖς δὲ τὸν ἄρχοντα τῆς πτώσεως μιμησάμενοι, ὡς εἷς τῶν ἀρχόντων καὶ αὐτοὶ πίπτετε. Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σφόδρα ἀκολούθως διὰ τοῦ πρὸ τούτου ψαλμοῦ κατηγορήσας ὁ λόγος τοῦ παντὸς Ἰουδαίων ἔθνους, καὶ διὰ τοῦ μετὰ χεῖρας δὲ ὡσαύτως τῶν ἀρχόντων τοῦ λαοῦ κατηγορίαν πεποιημένος, διαλλαγὴν αἰτεῖ καὶ ἐπιφάνειαν εὔχεται γενέσθαι οὐκέτι τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι. Διὸ ἐπιλέγει·
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Τίς δέ ἐστιν ὁ κληρονομήσας ἐν πᾶσι τοῖς ἔθνεσι, μὴ ἐρώτα, τὸ δὲ πρᾶγμα ἐξέταζε, καὶ εὑρήσεις οὐδὲ ἄλλον ἢ τὸν Χριστὸν τοῦ Θεοῦ· πρὸς ὃν λέλεκτο ὑπὸ τοῦ Πατρός· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τοῦτον οὖν διεγείρων τὸν ἐν μέσῳ τῶν θεῶν Θεὸν στάντα καὶ διελέγξαντα τοὺς προλεχθέντας, ἤδη ποτὲ ἐπὶ πέρας ἐπαγαγεῖν τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ὁ παρὼν ἀξιοῖ λόγος φήσας· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Οἱ μὲν γὰρ προκατηγορηθέντες, φησὶ, κακοὶ γενόμενοι κριταὶ, ἐν σκότῳ διεπορεύθησαν· ἐπεὶ δέ σοι πρέπει τὸ δικαίως κρίνειν· μόνῳ γὰρ τὴν κρίσιν ὁ Πατὴρ ἔδωκε τῷ Υἱῷ· ἤδη ποτὲ σὺ αὐτὸς ἀνάστηθι, διὰ τῆς σαυτοῦ ἀναστάσεως τὴν κοινὴν πάντων ἀνθρώπων ἀνάστασιν ποιησόμενος· καὶ κρῖνον τὴν γῆν, πάντας δηλαδὴ τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους. Πρέπει δέ σοι πάντας ἀνθρώπους κρίνειν, ἐπειδὴ σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Καὶ ὁ μὲν παρὼν ψαλμὸς συναγωγὴν θεῶν ὠνόμασε, καὶ Θεὸν μέσον ἑστῶτα, καὶ θεοὺς διακρίνοντα, πᾶσάν τε τὴν διδασκαλίαν περὶ κρίσεως ἐποιήσατο· ἐπήγαγέ τε ἐπὶ τέλει τὸ, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Ταῦτά τε πάντα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἀσὰφ ἐξενήνεκται. Ἐπεὶ δὲ εὕρομεν καὶ τὸν μθ ψαλμὸν καὶ αὐτὸν ἐπιγεγραμμένον Τοῦ Ἀσὰφ, καὶ τὰ περὶ κρίσεως διειληφότα ὁμοίως τοῖς προκειμένοις· εἰκότως ἡγησάμεθα ἀκόλουθον εἶναι ἐκεῖνον τούτῳ, ὄντα μὲν ὁμοίως τοῦ Ἀσὰφ, τὴν αὐτὴν ὑπόθεσιν εἰσηγούμενον. Εἴρηται γοῦν καὶ ἐν αὐτῷ· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Θέα γὰρ ὅπως τὸ μὲν τέλος τοῦ μετὰ χεῖρας φάσκει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν· ἡ δὲ τοῦ μθ ἀρχή· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ ἐνταῦθα μὲν εἴρηται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν ἐκείνῳ δὲ, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ πάλιν ἐν μὲν τῷ μθ λέλεκται· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐλθὼν δὲ τί ποιήσει, ὁ μετὰ χεῖρας διδάσκει λέγων· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρίνει.
PG 23:991Πῶς δὲ διακρίνει, ὁ μθ διασαφεῖ φάσκων· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τούτων τοιγαροῦν ἕνεκα εἰκότως ἕπεσθαι τῷ μετὰ χεῖρας ἡγησάμεθα τὸν μθ. Κἀκεῖνο δὲ τηρητέον, ὡς ὁμοίως τοῖς ἐνταῦθα συνημμένοις τοῦ Ἀσὰφ ψαλμοῖς τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, καὶ ταύτης τὰς αἰτίας περιέχουσι. Καὶ ὁ μθ τοῦ αὐτοῦ τυγχάνων προφήτου, ἀνατροπὴν τοῦ Μωσέως νόμου εἰσάγει διὰ τῆς τῶν θυσιῶν παραιτήσεως· ὥστε καὶ ἐν ταὐτῷ τὴν ἀκολουθίαν δείκνυσθαι τῆς τῶν ἐμφερομένων διανοίας. Διὰ τί δὲ μετατέθειται ὁ μθ ἐκ τῆς τῶν προκειμένων συναφείας, προτέτακται δὲ τῆς ἐν τῷ ν ψαλμῷ ἐξομολογήσεως, ἐν τοῖς εἰς αὐτὸν τεθεωρημένοις ἡμῖν προδιείληπται.

Ode of a Psalm of AsaphΩ|ΔΗ ΨΑΛΜΟΥ ΤΩ| ΑΣΑΦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΩΔΗ ΨΑΛΜΟΥ ΤΩ ΑΣΑΦ. ΠΒ. Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραύ̈νῃς, ὁ Θεός. Ὁ μὲν οθ ψαλμὸς προανεφώνει τὸν ἀφανισμὸν τοῦ ἀμπελῶνος καὶ τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους, τοῦ τε παρ’ αὐτοῖς τετιμημένου τόπου τὸν ἐμπρησμὸν καὶ τὴν ἐρημίαν· οἱ δ’ ἑξῆς αὐτῷ δύο τὴν αἰτίαν ἐδίδασκον δι’ ἣν πεπόνθασι ταῦτα·
ὁ δὲ παρὼν, συνημμένος ἐκείνοις, ἱκετηρίαν καὶ δέησιν ὑπὲρ τοῦ λαοῦ ποιεῖται. Ἔδει γὰρ μετὰ τὰ σκυθρωπὰ ὥσπερ τινὰ θεραπείαν προςάγειν τοῖς προλεχθεῖσι, μέλλοντας ἐν τούτῳ περιγράφεσθαι τοὺς Τοῦ Ἀσὰφ ψαλμούς. Διὸ καὶ Ὠδὴ ψαλμοῦ ἐπιγέγραπται ὁ παρὼν λόγος, διὰ τὸ τὰ χρηστὰ ὑπερεύχεσθαι τοῦ λαοῦ. Ἔστι δὲ ὁ παρὼν τῶν ἐπιγεγραμμένων Τοῦ Ἀσὰφ ια, ὧν πρῶτος ἦν ὁ οβ, συμπαραλαμβανομένου τοῖς προκειμένοις τοῦ μ καὶ θ, διὰ τὸ καὶ αὐτὸν εἶναι τοῦ Ἀσάφ. Γένοιντ’ ἂν οἱ πάντες τὸν ἀριθμὸν ιβ. Λέγει δὲ διὰ τοῦ παρόντος ὁ Προφήτης ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραύ̈- νῃς, ὁ Θεός. Ὁ μὲν γὰρ, φησὶ, τῷ Θεῷ μακροθύμῳ ὄντι καὶ ἀνεξικάκῳ, καὶ διὰ τοῦτο πάντων ἀνεχομένῳ, οὐδεὶς ὅμοιος. Τίς γάρ σοι παραπλησίως τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν δυσφημίας καὶ ὑπερηφανίας οἷός τ’ ἂν εἴη φέρειν; Διὸ σοὶ μὲν, ὁ Θεὸς, οὐδεὶς ὁμοιωθήσεται· ἐγὼ δὲ ὡς ἄνθρωπος, ἡττώμενος ὑπὸ τῆς ἐμαυτοῦ ἀσθενείας, τολμῶ δεῖσθαι, καὶ σοὶ τῷ Θεῷ μεθ’ ἱκετηρίας λέγειν· Μὴ σιγήσῃς, μηδὲ καταπραύ̈νῃς, ὁ Θεός.
Σιγᾷν δὲ λέγεται ὁ Θεὸς, ἐπειδὰν ἐπαιρομένων τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν, ἀπροσποίητος μένει, μὴ ἐπάγων παραχρῆμα τὴν κατ’ αὐτῶν ὀργὴν, μηδὲ ταῖς κατ’ αὐτῶν τιμωρίαις χρώμενος. Διὸ καὶ τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς Ἀσὰφ ἐν τῷ μ καὶ θ τὸν Θεὸν εἰσάγει λέγοντα· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Τὰ δὲ αἴτια τῆς σιγῆς τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας παιδεύει ὁ Ἀπόστολος γράφων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Ἀλλὰ σὺ μὲν, φησὶν, ὡς Θεὸς πάντων ἀνεχόμενος, πάντας φέρεις πράως, καὶ ἐπὶ τοῖς ἀσεβῆ καὶ ἄθεα ἁμαρτάνουσι, καὶ κατὰ σοῦ τοῦ Θεοῦ βλασφημοῦσι, σιωπᾷς· ἐγὼ δὲ, μὴ δυνάμενος ταῦτα ὁρᾷν, δέομαι καὶ ἱκετεύω συγγνώμης τυχεῖν ἐπὶ τὸ μὴ δύνασθαι φέρειν σοι τῷ Θεῷ παραπλησίως· τίς γάρ σοι ὁμοιωθήσεται; Διὸ ὡς ἄνθρωπος, ζῆλον ἔχων τὸν ὑπὲρ τῆς σῆς εὐσεβείας, τολμῶ ἱκετηρίαν σοι προσάγειν· ὥστε παύσασθαι μὲν τῆς ἀφάτου μακροθυμίας καὶ τῆς ἀνεξικάκου σιωπῆς· ἤδη δέ ποτε κινηθῆναι κατὰ τῶν τὰ ἀνήκεστα τετολμηκότων. Διό φημι·
PG 23:993Μὴ σιγήσῃς, μηδὲ καταπραύ̈νῃς· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Μὴ καθησυχάσῃς, ὁ δὲ Σύμμαχος, Μὴ ἐρημάσῃς, εἰρήκασιν. Εἶτ’ ἐπιλέγει ἑξῆς· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Κατὰ δὲ τὸν Ἀκύλαν· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ὤχλασαν, καὶ μισοποιοῦντές σε ἦραν κεφαλήν· κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ οἱ ἐχθροί σου, φησὶ, συνηχοῦσι, καὶ οἱ μισοῦντές σε ἐπαίρουσι κεφαλήν. Ἠχοῦσι δὲ καὶ ὀχλάζουσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ὅτε οὐκέτι κρύβδην, οὐδὲ πεφεισμένως τολμῶσι παραφθέγγεσθαι τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας· ἤδη δὲ ἐκ τοῦ προφανοῦς καὶ ἀθρόως οἱ πάντες κατὰ τοῦ Θεοῦ τὰ ἄθεα προφέρονται ῥήματα, ὁποῖα τολμῶσι πράττειν κατὰ τοὺς τῶν διωγμῶν καιρούς. Εἶτα δὲ καὶ ὑψαυχενοῦντες καὶ φρυαττόμενοι τὴν κεφαλὴν ἐπαίρουσιν, ὅτε μάλιστα ἐπιτριβὴν αὐτοῖς ἡ σιωπὴ τοῦ Θεοῦ κατεργάζεται. Τούτων δὲ τὴν κεφαλὴν αἰρόντων, οἱ τοῦ Θεοῦ ἄνθρωποι καταπονούμενοι ταπεινοῦνται· ὡς ἔμπαλιν ταπεινουμένων τῶν ἐχθρῶν τοῦ Θεοῦ αἱ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν κεφαλαὶ ὑψοῦνται. Διὸ εἴρηταί που ἐξ αὐτῶν προσώπου τό· Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ’ ἐχθρούς μου.
Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπαν· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. Δυσωπεῖ τὸν Θεὸν ὁ Προφήτης ἐν ἁγίῳ Πνεύματι, διὰ τοῦ ὑπομιμνήσκειν, ὡς ἄρα λαὸς αὐτοῦ γεγόνοιο τὰ τοσαῦτα πεπονθώς. Εἶτα καὶ τῶν ἐν τῷ λαῷ διαλαμψάντων πάλαι πρότερον ἁγίων τοῦ Θεοῦ μέμνηται, δεόμενος καὶ ἀντιβολῶν μὴ τῶν ἐν αὐτοῖς ἀσεβῶν καὶ παρανόμων, μόνων δὲ τῶν ἁγίων αὐτοῦ μνησθῆναι, καὶ δι’ αὐτοὺς τὸ πᾶν κατελεῆσαι ἔθνος. Ἀκόλουθα δὲ αὐτοῖς ποιοῦντες οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὸν λαὸν αὐτοῦ πολεμοῦσι, πανουργίᾳ χρώμενοι καὶ δόλῳ, πρὸς τὸ καταβαλεῖν αὐτὸν καὶ ἀποστῆσαι τῆς τοῦ Θεοῦ εὐσεβείας. Διὸ λέλεκται· Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Μεμελημένως γὰρ καὶ πεφροντισμένως μηχανάς τινας κρυφίους κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ καττύουσι, κατά τε τῶν ἁγίων αὐτοῦ ἐπιβουλὰς κατασκευάζονται, δι’ ἕνα σκοπὸν ὃν ἐν ἑαυτοῖς προθέμενοί φασι· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἔτι.
PG 23:995Οἱ μὲν οὖν θεομάχοι οὐ βούλονται ἐν ἀνθρώποις ἔθνος Θεοῦ ὑφεστάναι· ἀλλὰ καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν. Ὁ δὲ Θεὸς, ἀεὶ ἔθνος ἑαυτῷ ἐπὶ γῆς καταρτίζων, μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν τὴν ἐξ ἐθνῶν συνεστήσατο Ἐκκλησίαν, καὶ τὸ καινὸν καὶ νέον ἔθνος, τὸ καθ’ ὅλης τῆς οἰκουμένης ἐκ τῆς τῶν ἐθνῶν ἐκλογῆς ὑποστάν. Διὸ μειζόνως καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ, καὶ πάντων τῶν θεοφιλῶν ἀνδρῶν ἡ μνήμη ἀνυμνεῖται, τά τε τῆς θεοσεβείας κατορθώματα διαλάμπει. Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό· κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Διάψαλμα. Ὥσπερ διεγείρων καὶ παροξύνων τὸν Θεὸν ὁ Προφήτης ἐν τῇ ἱκετηρίᾳ τῇ ὑπὲρ τοῦ λαοῦ φάσκει τὸ, κατὰ σοῦ. Οὐ γὰρ κατὰ τοῦ λαοῦ, φησὶν, ἀλλὰ κατὰ σοῦ καὶ κατὰ τῆς σῆς διαθήκης τετολμήκασιν οἱ τοῦ λαοῦ σου πολέμιοι. Εἶθ’ ἑξῆς διεξέρχεται τὰ ἐν τῇ τῶν Ἀσσυρίων ἐπιθέσει κατὰ Ἰουδαίων ἔθνους πραχθέντα.
Καὶ ταῦτα θεσπίζει προδιελθὼν τὰς αἰτίας, δι’ ἃς τοῖς πολεμίοις παρεδόθησαν. Ἐν μὲν γὰρ τῷ πρὸ τούτου ψαλμῷ τοὺς ἄρχοντας ἀπήλεγχε τοῦ λαοῦ φήσας· Ἕως πότε κρίνετε ἀδικίαν; καὶ πάλιν· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Ἐν δὲ τῷ ἀνωτέρω τὸ πᾶν διέβαλλεν ἔθνος εἰπών· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Ἀλλὰ καὶ ἐν τῷ οζ μακρὸν κατάλογον τῶν παρανομημάτων αὐτῶν διεξῆλθεν. Ἀκολούθως οὖν τὰ συμβεβηκότα αὐτοῖς μακροῖς ὕστερον χρόνοις διὰ τὰς προλεχθείσας αἰτίας προφητεύει. Καὶ ἐκεῖ κατὰ διαφόρους χρόνους πεπολιόρκηνται· πρότερον μὲν ὑπὸ Βαβυλωνίων, δεύτερον δὲ ὑπ’ Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως, καὶ τὸ πάντων ὕστατον ὑπὸ Ῥωμαίων μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν. Εἰκότως τῇ προγνώσει τοῦ Πνεύματος τὰς τρεῖς ταύτας ὁ αὐτὸς προφήτης προαναφωνεῖ πολιορκίας· ἐν μὲν τῷ ογ τὴν ὑστάτην σημαίνων, ὡς κατὰ τοὺς οἰκείους τόπους παρεστήκαμεν· ἐν δὲ τῷ οη τὴν ἐπὶ Ἀντιόχου τοῦ Σύρου, καθὼς ἀποδέδεικται·
ἐν δὲ τῷ μετὰ χεῖρας τῆς πρώτης μέμνηται, λέγω δὲ τῆς Ἀσσυρίων, ἣν καὶ ὁ οθ ἐθέσπισε, τὸν ἐμπρησμὸν τοῦ ἀμπελῶνος καὶ τὴν ἐρημίαν αὐτοῦ σημήνας. Ἔστι δ’ οὖν καὶ ἀπὸ τῆς ἱστορίας μαθεῖν, ὅσα κατὰ τὸ αὐτὸ συνῆλθον ἔθνη κατὰ τοῦ Ἰουδαίων λαοῦ ἐν τῇ πρώτῃ τῶν Ἀςσυρίων ἐπιθέσει, ἃ καὶ ἡ μετὰ χεῖρας καταριθμεῖται προφητεία· πρώτους Ἰδουμαίους ὀνομάζουσα, εἶτα Ἰσμαηλίτας, καὶ τρίτους Μωαβίτας, καὶ τετάρτους Ἀγαρηνοὺς, εἶτα Γεβαληνοὺς, καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας. Καὶ ἐπὶ τούτοις, Ἀλλόφυλοι, φησὶ, μετὰ τῶν κατοικούντων Τύρον. Ἀντὶ δὲ τοῦ, ἀλλόφυλοι, Ἀκύλας καὶ Σύμμαχος, Φυλισταίαν, ἐκδεδώκασιν· ἔθος δὲ καλεῖν τούτῳ τῷ ὀνόματι τοὺς τὴν Γάζαν καὶ τὴν Ἀσκάλωνα καὶ τὴν πάραλον οἰκοῦντας. Καὶ οὗτοι τοίνυν ἐφεξῆς οἱ παραλιῶται ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον ἐπέθεντο, φησὶ, κατὰ τοῦ λαοῦ σου· καὶ ἐπὶ πᾶσιν ὁ Ἀσσύριος, τὸ δὴ κεφάλαιον τῶν κακῶν, σὺν τούτοις ὁρμώμενος, καὶ τούτοις συμμάχοις χρώμενος, τὴν παράταξιν ἐποιήσατο· ὁμοῦ τε πάντες οἱ προλεχθέντες ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Ἐγένοντο, φησὶ, βραχίων τοῖς υἱοῖς Λώτ·
PG 23:997ὁ δὲ Σύμμαχος, Ἐγένοντο σύμμαχοι τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ ἦσαν Ἀμμανῖται καὶ Μωαβῖται· δύο γὰρ οὗτοι γεγόνασιν υἱοὶ τοῦ Λὼτ, Μωὰβ καὶ Ἀμμών. Ταῦτα δὲ ὅτι μηδὲ ἄλλοτε ἐπληροῦτο ἢ κατὰ τοὺς Ἀσσυρίων χρόνους, σαφῶς ἡ ἱστορία παρίστησι. Τὸ τηνικαῦτα γὰρ πάντα τὰ ἐκ γειτόνων ἔθνη διαφθονούμενα τῇ Ἱερουσαλὴμ καὶ τῷ ἐν αὐτῇ γεγραμμένῳ ναῷ τοῦ Θεοῦ, διψῶντά τε τὴν ἀπώλειαν τοῦ παντὸς Ἰουδαίων ἔθνους, ὁμοῦ οὖν ἐπέθεντο κατ’ αὐτῶν τῇ τῶν Βαβυλωνίων δυναστείᾳ συμμαχήσαντα. Τότε μὲν οὖν πολλὰ συνῆκτο κατ’ αὐτῶν τὰ τοῖς Ἀσσυρίοις συμμαχοῦντα ἔθνη. Οὔτε δὲ κατὰ Ἀντίοχον, οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν, τὰ προκατηριθμημένα ἔθνη φαίνεται συμμαχήσαντα Ῥωμαίοις, ὁπηνίκα τὸν πρὸς Ἰουδαίους συνεστήσαντο πόλεμον. Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰν καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισών. Ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶ. Τοιαῦτα θεσπίζει γενέσθαι τοῖς προλεχθεῖσιν ἔθνεσιν ὁ Προφήτης, ὁποῖα τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, καὶ τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισὼν συνέβη ποτέ·
οἵτινες ὁμοῦ πάντες ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, καὶ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἀλλὰ καὶ τοὺς ἄρχοντας τῶν προλεχθέντων ἐθνῶν τοιαῦτα παθεῖν ἀξιοῖ, ὁποῖα πεπόνθασιν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶς. Τούτων δὲ πάντων τὴν ἱστορίαν εὑρήσεις ἐν τῇ βίβλῳ φερομένην τῶν Κριτῶν· ἔνθα καὶ ὁ Σισάρα καὶ ὁ Ἰαβὶς, καὶ οἱ λοιποὶ κατωνομασμένοι, ὁπόσα καὶ τίνα κατὰ τοῦ Ἰσραὴλ ἐμηχανήσαντο, καὶ ὁποῖα πεπόνθασιν, ἡ Γραφὴ παρίστησιν. Ἐφ’ ἣν ἀναπέμψωμεν τὸν βουλόμενον τὰ κατ’ αὐτοὺς εἰδέναι, διὰ τὸ μακροτέραν εἶναι τὴν περὶ αὐτῶν διήγησιν. Τὰ αὐτὰ σὺν ἐκείνοις καὶ τούτους ἱκετεύει παθεῖν, διότι ὁμοίως ἐκείνοις καὶ οὗτοι εἰρήκασι, Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. Ἔλεγον δὲ ταῦτα καὶ οἱ περὶ τὸν Σισάρα, καὶ Ἰαβὶς, οἵ τε λοιποὶ, οὓς ὁ λόγος κατὰ λέξιν, περὶ τῆς σκηνῆς καὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Τὸ γὰρ ἁγιαστήριον τοῦ Θεοῦ ταῦτα ἦν, μήπω τῆς Ἱερουσαλὴμ συνεστώσης. Ἐπηύξατο δὲ ταῦτα ὁ Προφήτης κατὰ τῶν δεδηλωμένων· εἶτ’ οὐκ εἰς μακρὸν ἐπληροῦτο τὰ τῆς εὐχῆς. Αὐτίκα γοῦν παραχρῆμα τῇ κατὰ τῶν Ἰουδαίων πολιορκίᾳ καὶ ἡ Ἀσσυρίων κατελύθη δυναστεία διαρκέσασα χρόνοις·
καὶ μέχρι τούτου συστᾶσα μέχρις οὗ τοιαῦτα τετολμήκασι κατὰ τῆς Ἱερουσαλήμ. Μετ’ οὐ πολὺ γοῦν Κῦρος, τῆς Περσῶν βασιλείας κρατήσας, καταλύει τὴν Ἀσσυρίων ἀρχήν. Καὶ τὰ λοιπὰ δὲ κατὰ μέρος ὠνομασμένα ἔθνη τοιαῦτα πέπονθεν, ὁποῖα ὁ λόγος προέφησεν· ὥστ’ εἰκότως ἄν τινα φῆσαι, μὴ κατεύχεσθαι τὸν Προφήτην ἐν τούτοις τῶν δηλουμένων, προφητεύειν δὲ αὐτοῖς τὰ ἐσόμενα, κατά τινα συνήθειαν τῆς Γραφῆς προστακτικῷ τρόπῳ ἀντὶ προαγορευτικοῦ κεχρημένον· ὥσθ’ ἡμᾶς ἐξακούειν τὸ, Ποίησον αὐτοῖς, ἀντὶ τοῦ, Ποιήσεις ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ. Ταῦτα δὲ περὶ τοῦ τέλους τῶν Ἀςσυρίων καὶ τῶν σὺν αὐτοῖς καταλεχθέντων ἐθνῶν προφητεύεται. Οὐ μὴν καὶ περὶ τῶν τὴν ὑστάτην πολιορκίαν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν κατειργασμένων τοιαῦτά τινα ἐφέρετο. Διὸ οὐδὲν Ῥωμαῖοι τοιοῦτον πεπόνθασι μετὰ τὴν κατὰ τοῦ ἔθνους ἐπιχείρησιν. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Οὐκ ἀκαίρως ὁ Προφήτης, μᾶλλον δὲ τὸ ἐν αὐτῷ ἅγιον Πνεῦμα, ἰδιοποιεῖται τὸν Θεὸν ἐν τῇ προκειμένῃ ἱστορίᾳ φάσκον, ὁ Θεός μου·
PG 23:999οὐ γὰρ, ὁ Θεὸς ἡμῶν, φησὶν, ἀλλ’ ὁ Θεός μου, ὡς ἂν ἑνός που καὶ σπανίου περιλελειμμένου κατὰ τὸν δηλωθέντα καιρὸν τῆς τῶν Ἀσσυρίων πολιορκίας, ἀξίου τοῦ Θεοῦ. Ὡς γὰρ τοῦ λαοῦ παντὸς ἐκπεσόντος, καὶ διὰ τὰς ἁμαρτίας τοῖς πολιορκηταῖς παραδοθέντος, οὐ κοινοποιεῖ τὴν ἐπίκλησιν· ἐξ οἰκείου δὲ μόνου προσώπου ἐπάγει λέγον· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τροχοῦ δὲ φύσις στρεπτὴ καὶ οὐχ ἑστῶσα ἐν ταὐτῷ. Τοιοῦτος δὲ πᾶς ὁ τῶν ἀθέων βίος, καιρῷ μὲν εἰς ὕψος ἐπαιρόμενος, εἶτα στροφὴν ποιούμενος τὴν ἐπὶ τοὐναντίον, τροχῷ παραπλησίως. Πρῶτον τοίνυν, Θοῦ αὐτοὺς ὡς τροχὸν, φησίν· εἶτα, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· καὶ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν· καὶ ἐπὶ τούτοις, ὡσεὶ φλὸξ, ἣ κατακαύσει ὄρη. Αὐτοὺς γὰρ κατ’ αὐτῶν ἐπαναστῆναι, καὶ δι’ ἑαυτῶν τὰς τιμωρίας ὧν τετολμήκασιν ὑποσχεῖν διὰ τούτων θεσπίζει εἰπών· Θοῦ αὐτούς. Παραθήσεις δὲ τῷ, ὡς καλάμην κατὰ πρόςωπον ἀνέμου, τὸ ἐν ἑτέροις λελεγμένον· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ’ ὡς χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Τὸ δὲ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμὸν, παρίστησιν αὐτοὺς εἶναι τὸ πῦρ, καὶ αὐτοὺς εἶναι τὸν δρυμόν·
ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν φλεχθήσεσθαι κατὰ τὸ φάσκον λόγιον· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε. Τὸ δὲ, ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, δείκνυσι τῆς αὐτῶν κακίας τὸ μέγεθος, καὶ ὡς ἡ αὐτῶν φλὸξ τὰ ἐπάρματα αὐτῶν καὶ τὰ ὑψώματα, ὥσπερ τινὰ ὄρη, κατακαύσει. Ἐπιλέγει δὲ τούτοις· Οὕτω καταδιώξεις αὐτούς. Καὶ ἐν ἑτέροις δὲ λέλεκται· Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ἐδίδαξε δὲ διὰ τούτων ὁ λόγος, ὅτι ἡ καταιγὶς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐ πάθη τυγχάνει τοῦ Θεοῦ, ἀλλ’ ἡ τοιάδε τις ἐπίσκηψις, δι’ ἧς αὐτοὺς καθ’ ἑαυτῶν ἐπαναστάντας ἐξ ἑαυτῶν λαβεῖν ὧν ἔδρασαν τὴν τιμωρίαν συνέβαινε. Ταῦτα δὲ πάντα ἱκετεύει, ἢ καὶ μᾶλλον θεσπίζει κατὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ ἔσεσθαι· ἵνα κἂν οὕτω ποτὲ ὠφεληθεῖεν. Εἰ δὴ ὠφέλεια μεγίστη τυγχάνει τὸ γνῶναι τὸν Θεὸν, καὶ ἐπὶ ζήτησιν τοῦ ὀνόματος αὐτοῦ ἐλθεῖν, ὅπερ ἔσεσθαι περὶ αὐτῶν μετὰ τὰ προλεχθέντα διδάσκει λέγων· Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος·
PG 23:1001σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Τῆς τῶν ἐχθρῶν τοῦ Θεοῦ τελευτῆς δύο τρόπους ἔσεσθαι θεσπίζει· ἕνα μὲν καθ’ ὃν χρηστὰς αὐτοῖς ἐλπίδας ἐπιγράφει· εἰ δὴ ἀγαθὸν ἡ γνῶσις τοῦ Θεοῦ, καὶ ἡ τοῦ ὀνόματος αὐτοῦ κατάληψις, καὶ τὸ παιδευθῆναι τοὺς πρότερον μὴ εἰδότας τὸν Θεὸν, ὡς ἄρα αὐτὸς εἴη μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τοὺς γὰρ ταῦτα ὁμολογοῦντας, λήθην μὲν πεποιῆσθαι τῆς προτέρας ἑαυτῶν πολυθέου πλάνης, εἰκὸς ἀποθέσθαι τε τὴν ματαίαν καὶ ἀπατηλὴν περὶ θεῶν ψευδολογίαν· τὸν δὲ ἕτερον τρόπον, καθ’ ὃν αἰσχύνην καὶ ταραχὴν καὶ ἐντροπὴν, καὶ ἐπὶ πᾶσι τούτοις ἀπώλειαν προαγορεύει τοῖς τούτων ἀξίοις. Τοῖς μὲν γὰρ ἐκ τῆς θείας ἐπιστροφῆς μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον τὴν θείαν γνῶσιν παρέσεσθαι διδάσκει· τοῖς δὲ τῇ ἑαυτῶν ἐγκαταγηρῶσι κακίᾳ τὸν ὄλεθρον καὶ τὴν ἀπώλειαν ἀπειλεῖ. Διὸ περὶ μὲν τῶν χειρόνων λέλεκται· Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· Περὶ δὲ τῶν ἐπὶ τὸ κρεῖττον μεταβληθησομένων τὸ, Καὶ γνώτωσαν, ὅτι τὸ ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Δύναται δὲ καὶ περὶ τῶν αὐτῶν τὰ πάντα λέγεσθαι, ὡς τῶν ἐχθρῶν τοῦ Θεοῦ, καθ’ ὃν πείσονται καιρὸν τὰ προκαταλεχθέντα, ἐντραπησομένων καὶ αἰσχυνθησομένων, καὶ ἀπωλείᾳ παραδοθησομένων, καὶ τότε αὐτῇ πείρᾳ γνωσομένων καὶ ὁμολογησόντων ἕνα εἶναι καὶ μόνον Θεὸν τὸν ὕψιστον καὶ ἐπὶ πᾶσαν τὴν γῆν, τὸν καὶ δικαίᾳ κρίσει μετελθόντα αὐτοὺς τῶν τετολμημένων αὐτοῖς χάριν.

On 22ΕΙΣ ΤΟ 22

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ. ΠΓ. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Διαλελοιπότων τῶν ἐπιγεγραμμένων ψαλμῶν τοῦ Ἀσὰφ, ὧν πρῶτος μὲν ὁ οβ, τελευταῖος ὁ β καὶ π, ἕπεται ὁ παρὼν πγ, τοῖς υἱοῖς Κορὲ ἐπιγεγραμμένος, περὶ ὧν ἐν τοῖς προτεχνολογουμένοις τὰ δόξαντα διειλήφαμεν. Ἐπιτηρῆσαι δὲ ἀναγκαῖον, ὡς οἱ πάντες τοῦ Ἀσὰφ δώδεκα τυγχάνουσι τὸν ἀριθμὸν ψαλμοί· ἰσάριθμοι δὲ τούτοις εἰσὶ καὶ οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορέ. Ἀλλὰ τῶν υἱῶν Κορὲ ὀκτὼ μὲν ἦσαν ἑξῆς συνημμένοι οἱ ἀπὸ τοῦ μα ψαλμοῦ· οἱ δὲ λείποντες τέσσαρες ἐνταῦθα πρόκεινται, ἀρχόμενοι μὲν ἀπὸ τοῦ πγ, ἐφεξῆς δὲ κείμενοι τῶν ἐπιγεγραμμένων τοῦ Ἀσάφ. Ὡσαύτως δὲ καὶ οἱ τοῦ Ἀσὰφ ια μέν εἰσι συνημμένοι, οἱ ἀπὸ οβ καὶ ἐπὶ τὸν πβ.
Ὁ δὲ ιβ ἑξῆς κατατέτακται τοῖς πρώτοις ὀκτὼ τῶν υἱῶν Κορὲ, ὥσπερ ἀντιδόσεως γενομένης διὰ τὰς ἐν ταῖς παρ’ ἑκατέροις προφητείας ἐπικοινωνούσας ἀλλήλαις θεωρίαις. Ἦσαν μὲν οὖν οἱ πρῶτοι τῶν υἱῶν Κορὲ ὀκτὼ τὸν ἀριθμὸν, οἱ πάντες ἀπὸ τοῦ μα ἀρχόμενοι, καὶ λήγοντες εἰς τὸν μη. Περιεῖχον δὲ, ὥσπερ ἐν κεφαλαίῳ εἰπεῖν, ἐπὶ τῷ ἐκ περιτομῆς λαῷ κλαυθμὸν καὶ θρῆνον καὶ ὀδυρμὸν, Χριστοῦ τε παρουσίαν καὶ κλῆσιν ἐθνῶν. Ἀλλὰ τῶν μὲν εἰρημένων ὀκτὼ τοιαύτη τις ἦν ἡ ὑπόθεσις· τῶν δὲ ἐπὶ τοῦ παρόντος ἐπιγεγραμμένων καὶ αὐτῶν υἱῶν Κορὲ τεσσάρων ὄντων, οἱ μὲν ὕστατοι δύο γένεσιν καὶ θάνατον αὐτοῦ περιειλήφασιν, ὥσπερ ἐπίτηδες ταμιευσαμένου τοῦ Λόγου ἐπὶ τέλει πάντων τὰς περὶ τούτων προῤῥήσεις ἐκφῆναι. Πολὺς γοῦν ἦν ὁ περὶ τῆς γενέσεως αὐτοῦ λόγος, ἣν ἐν τῷ πϛ ψαλμῷ ἐπικεκρυμμένως ᾐνίξατο· καὶ ἐπιπλείων καὶ βαθύτερος ὁ περὶ τοῦ θανάτου αὐτοῦ, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, ὃς ἔνι τῶν πάντων ἐπιγεγραμμένων υἱῶν Κορὲ τελευταῖος· λέγω δὲ τῷ πζ περιείληπται.
PG 23:1003Οἱ δὲ τούτων ἡγούμενοι δύο ψαλμοὶ, ὅ τε μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ, τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν καὶ τὰ ἐπὶ ταύτῃ κατορθώματα θεσπίζουσιν. Ὅ γε μὴν προκείμενος ἐπιγέγραπται, εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Τριῶν δὲ ὄντων τῶν τὴν τοιαύτην ἐπιγραφὴν ἐχόντων, εἷς μὲν οὗτος τυγχάνει· ὁμοίως δὲ ἐπιγέγραπται καὶ ὁ η, καὶ πάλιν ὁ π. Ἀλλὰ τούτων μὲν δύο ὠνομάσθησαν ψαλμοὶ, ὅ τε η καὶ ὁ παρών. Διὸ χρηστῶν παρόντων ἀπαγγελίας περιέχουσιν. Ὁ δὲ π ἦν μὲν Ὑπὲρ τῶν ληνῶν, οὐ μὴν καὶ ψαλμὸς, διὰ τὸ σκυθρωπά τινα περιέχειν κατὰ τοῦ Ἰσραήλ. Τρεῖς δὲ ὄντες οἱ Ὑπὲρ τῶν ληνῶν, τρισὶν ἀνάκεινται προσώποις· ὁ μὲν η τῷ Δαυὶ̈δ, ὁ δὲ π τῷ Ἀσὰφ, ὁ δὲ μετὰ χεῖρας τοῖς υἱοῖς Κορέ. Καὶ συμφώνως γε οἱ τρεῖς ἐπιγράφονται εἰς τὸ τέλος, ὡς οἶμαι, διὰ τὰς ἐν αὐτοῖς προφητείας, εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἐπιτελεσθείσας. Πάλαι μὲν οὖν, ὡς ἂν ἑνὸς ὑπάρχοντος ἀμπελῶνος, περὶ οὗ εἴρητο, Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι· μία ὥσπερ ληνὸς ἦν ἐν αὐτῷ, ἧς μέμνηται ὁ Ἡσαί̈ας ἐκ προσώπου τοῦ Κυρίου λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ.
Ἐσήμαινε δὲ ἄρα, διὰ μὲν τοῦ πύργου τὸν ἐν Ἱεροσολύμοις νεὼν, διὰ δὲ τοῦ προληνίου τὸ πρὸς τῷ ναῷ θυσιαστήριον, ὅπερ οὐ ληνὸν, ἀλλὰ προλήνιον ὠνόμασεν, εἰκότως· ἐπειδὴ τῶν νοητῶν τὰ σωματικὰ προηγεῖτο, καὶ πρὸ τῆς Καινῆς Διαθήκης ἡ παλαιὰ σύμβολα καὶ εἰκόνας τῶν ἀληθῶν παρὰ Ἰουδαίοις ἐφυλάττετο· διόπερ οὐ ληνὸς, ἀλλὰ προλήνιον ὠνομάζετο τὸ παρ’ ἐκείνοις θυσιαστήριον. Ὡς ἑνὸς δὲ τοῦ ἀμπελῶνος, μία ἦν πάλαι ληνὸς, καὶ ἑνὸς ναοῦ θυσιαστήριον. Οἱ δὲ ἐν τῷ παρόντι δηλούμενοι τρεῖς ψαλμοὶ οὐ περὶ μιᾶς, ἀλλὰ περὶ πολλῶν μνημονεύουσι ληνῶν, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν τοῦτον δηλουμένων τὸν τρόπον. Αὐτίκα διὰ τῶν προκειμένων εἴρηται μὲν ἐν τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν· ἑξῆς δὲ ἐπιλέγεται· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων μονονουχὶ σαφηνίζοντος τοῦ λόγου τὰς προτεταγμένας ληνοὺς, τίνες ποτὲ εἶεν. Δηλοῖ γὰρ ταύτας εἶναι τὰ σκηνώματα τοῦ Κυρίου, δηλαδὴ τὰς ἐκκλησίας αὐτοῦ, ἃς προϊὼν λευκότερον πάλιν ὀνομάζει λέγων· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Καὶ αὖθις προϊών φησι· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.
PG 23:1005Καὶ ὅρα εἰ μὴ συμφώνως τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν περιεχούσῃ πληθυντικῶς τὰ σκηνώματα εἴρηται, καὶ αὐλαὶ καὶ τὰ θυσιαστήρια, σαφῶς τοῦ λόγου οὐκέτι τὸ παλαιὸν ἓν σκήνωμα ἐν Ἱεροσολύμοις, οὐδὲ τὸ ἓν θυσιαστήριον τὸ αὐτόθι ἱδρυμένον, οὐδὲ τὴν αὐτόθι μίαν αὐλὴν, ἀλλὰ τὰ καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια καὶ τὰ σκηνώματα καὶ τὰς αὐλὰς δηλοῦντος. Ἄλλοι μὲν οὖν ἄλλα, φησὶν, ἀγαπῶσι, καὶ περὶ πολλοῦ ποιοῦνται· ἐμοὶ δὲ, ὦ Κύριε, τὰ σὰ σκηνώματα προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει, ἐν οἷς κατηξίωσας αὐτὸς ἅμα ἀνθρώποις τὰς διατριβὰς ποιησάμενος κατασκηνῶσαι, φήσας· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Οὕτω δέ μοι προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει τὰ εἰρημένα, ὥστε δι’ ὑπερβολὴν ἐπιθυμίας αὐτῶν ὁμολογεῖν ἐκλείπειν τὴν ψυχήν μου τῷ περὶ αὐτὰς πόθῳ νικωμένην, καὶ τῆς ζωῆς αὐτῆς προτιμᾷν τὰς ἐν ταῖς αὐλαῖς σου διατριβάς. Καὶ οὐ μόνη γε ἡ ψυχή μου ἐκλείπει, ἀλλὰ καὶ ἡ καρδία μου καὶ πρὸς τῇ καρδίᾳ μου καὶ αὐτό μου τὸ σῶμα καὶ ἡ σὰρξ ἣν περιβέβλημαι. Καὶ ταῦτα γὰρ ἐκ τῆς μνήμης τῆς παρὰ σοὶ ζωῆς χαρᾶς πληροῦται καὶ εὐφροσύνης·
ὥστ’ ἀληθεύοντά με λέγειν· Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Ζῶν γὰρ ὁ ἡμέτερος Θεὸς, καὶ μόνος ἰδιόκτητον καὶ φυσικὴν ἐν αὐτῷ κεκτημένος ζωὴν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ πηγὴ πάσης ζωῆς, πᾶσι τοῖς πλησιάζουσι ταύτης μεταδίδωσι. Διόπερ καὶ αὐτὴ ἡ φύσει θνητὴ καὶ φθαρτή μου σὰρξ χαίρει καὶ συγχαίρει, ἅτε δι’ αὐτῆς κοινωνήσουσα αἰωνίου ζωῆς, καὶ τῆς τοῦ Θεοῦ χάριτος μεταληψομένη. Ταῦτα δέ φησιν ὁ Προφήτης διδάσκων, ὁποῖον εἶχε ἔρωτα καὶ πόθον περὶ τὰ ὑπ’ αὐτοῦ προφητευόμενα. Διόπερ ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Τὴν σάρκα δέ φησιν ἅμα τῇ καρδίᾳ ἀγαλλιᾶσθαι ἐπὶ Θεὸν ζῶντα, αἰνιττόμενος, ὡς οἶμαι, καὶ τοῦ Σωτῆρος τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπειδὴ γὰρ οἱ τῶν ἐθνῶν νομιζόμενοι θεοὶ νεκροὶ ἄψυχοι τυγχάνουσι· Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ταῦτα δὲ ἔσεβον οἱ τότε ἄνθρωποι· ἐγὼ, φησὶν, οὐ τοιοῦτόν τινα Θεὸν, ἀλλὰ ζῶντα Θεὸν προθεωρῶν, τῇ καρδίᾳ εὐφραίνομαι·
καὶ αὕτη δέ μου ἡ σὰρξ ἐπὶ τούτῳ τῷ Θεῷ ἠγαλλιάσατο, ὡς ἐπὶ Θεῷ ἀληθῶς ζῶντι καὶ ζωοποιοῦντι τοὺς νεκροὺς, ὃς καὶ αὐτήν μου ζωοποιήσει τὴν σάρκα διὰ τῆς ἑαυτοῦ ἀναστάσεως. Διὸ πρὸς τῇ ψυχῇ καὶ ἡ σάρξ μου ἠγαλλιάσατο. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Καὶ πῶς γὰρ οὐ δίκαιον, φησὶ, προσφιλῆ καὶ ἀγαπητὰ ὁμολογεῖν εἶναι τὰ σκηνώματά σου, ὦ Κύριε, ὁπότε καταφυγὴ γέγονε παντὶ τῷ οἵῳ τε λέγειν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· καὶ πάλιν τῷ φάσκοντι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν. Πολλῶν γὰρ τὴν τοῦ θεοφιλοῦς ψυχὴν παγίσι μεταβάλλειν καὶ δικτύοις ὥσπερ θηρεύειν αὐτὴν πειρωμένων, διιπταμένην ὧδε κἀκεῖσε, καὶ πάντη περινοστοῦσαν, τῷ μὴ ἔχειν ἀνάπαυσιν ἐν τῷ θνητῷ βίῳ, μόνα τὰ τοῦ Θεοῦ σκηνώματα καταφυγὴ τῇ τοιαύτῃ γέγονε. Διὸ εἴρηται· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, ἀλλὰ καὶ τρυγὼν νοσσιάν·
PG 23:1007ἡ κατὰ τὴν ἐνεστῶσαν ζωὴν σεμνότητα καὶ σωφροσύνην ἀσκοῦσα ψυχὴ [ϟτοιοῦτον γὰρ εἶναι λέγεται τὸ ὄρνεον]ϟ, ἀποκλᾳομένη καὶ θρηνοῦσα τὴν ἐν ἀνθρώποις κακίαν, εὗρε καταφυγὴν καὶ αὐτὴ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθέντα διὰ τῆς τοῦ Χριστοῦ σου διδασκαλίας θυσιαστήρια· ἔνθα ὥςπερ ἐν καλιαῖς καὶ νεοττίαις τὰ ἀρτιγενῆ καὶ νεογνὰ τῶν αὐτῆς τέκνων ἀποθήσεται, ἀσφαλῆ καὶ ἀνεπιβούλευτον εὑροῦσα τοῖς ἑαυτῆς νεοττοῖς μονήν· ὥστε εἶναι τὰ θυσιαστήριά σου στρουθίῳ μὲν οἰκίαν, καλιὰν δὲ τρυγόνι. Ταῦτα γὰρ τὰ ὄρνεα, τὸ στρουθίον λέγω καὶ ἡ τρυγὼν, πάλαι μὲν, πρὸ τοῦ συστῆναι τὰ πανταχοῦ γῆς θυσιαστήρια, οὐκ εἶχε καταφυγήν· ἐπλανᾶτο δὲ μακροῖς χρόνοις, ἐν οἷς ἠλαύνετο καὶ ἐδιώκετο πρὸς τῶν θηρευτῶν. Διὸ δὴ ἔλεγον ὁ δίκην στρουθίου ἐλαυνόμενος· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Καὶ ῥυσθέντες γε ἐκ χειρὸς ἐχθρῶν, ὡμολόγουν λέγοντες καὶ αὐτοί· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων.
Ἀφανεῖς οὖν καὶ ἀόρατοι οἱ θηρευταὶ ταῖς τὸν οὐράνιον καὶ μετάρσιον βίον μεταδιωκούσαις ψυχαῖς ἐπιβουλεύοντες, δίκτυα καὶ παγίδας ἱστῶντες, θήρατρά τε παντοῖα κατεσκεύαζον εἰς ἐπιβουλὴν αὐτῶν. Καὶ ταῦτά γε παρίστατο διὰ τοῦ προηγουμένου ψαλμοῦ, ἐν ᾧ εἴρητο· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, ἐβουλεύσαντο κατὰ τῶν ὁσίων σου. Κατὰ τούτους τῶν διωγμῶν καιροὺς, καθ’ οὓς οἱ ἐχθροὶ τοῦ Θεοῦ τὸν λαὸν αὐτοῦ πολεμοῦντες ἤλαυνον, οἱ τοῦ Θεοῦ ἄνθρωποι δίκην στρουθίων ὧδε κἀκεῖσε περιφεύγοντες, ὕστερόν ποτε εἰρήνης καταξιωθέντες, εὗρον τὰ σκηνώματα τοῦ Θεοῦ, καὶ τὰς αὐλὰς αὐτοῦ, καὶ τὰ θυσιαστήρια καταφυγὴν ἑαυτοῖς καὶ ἀνάπαυσιν. Εἴποις δ’ ἂν τοὺς μὲν εὐζώνους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους εἶναι στρουθίον, τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πρόνοιαν πεποιημένους, τὴν τρυγόνα, ἣν τῷ Θεῷ φησι προσφέρειν δεῖν τοὺς ἑαυτοὺς νεοττοὺς καὶ ἀνατιθέναι αὐτοὺς, ὡς ἐν καλιᾷ ἐν τοῖς θυσιαστηρίοις αὐτοῦ.
Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Διάψαλμα. Διὰ τί προσφιλῆ μοι τυγχάνει καὶ ἀγαπητὰ τὰ σκηνώματά σου, καὶ τίνος ἕνεκα ἐκλείπει ἡ ψυχή μου περὶ αὐτὰ, ἀλλὰ καὶ ἡ καρδία μου καὶ ἡ σάρξ μου ἐπὶ τίνι ἠγαλλιάσατο; Ἐπειδήπερ εὗρεν ἑαυτῷ στρουθίον οἰκίαν καὶ τρυγὼν νοσσιὰν, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· παρ’ οἷς θυσιαστηρίοις οἱ μὴ πρὸς βραχὺ διατρίβοντες, ἀλλ’ εἰς τὸ διηνεκὲς κατοικοῦντες, καὶ παραμόνως ἐμμένοντες, τρισμακάριοι τυγχάνουσι. Τοῦτο δ’ εἰπὼν, πάντα τὰ παρὰ Μωϋσεῖ νόμιμα περιέγραψεν. Οὐ γὰρ μακαρίους εἶπε τοὺς ἐμπεριτόμους, οὐδὲ τοὺς τὰ Σάββατα φυλάττοντας, οὐδὲ τοὺς τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ τὰς λοιπὰς τοῦ σωματικοῦ νόμου ἐντολὰς ἐπιτηροῦντας, ἀλλ’ οὐδὲ τοὺς ἀπογόνους Ἀβραὰμ, οὐδὲ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλ’ ἁπαξαπλῶς ἅπαντας τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.
PG 23:1009Τί γὰρ ἂν γένοιτο ἀληθῶς μακαριώτερον τοῦ βασιλέα μὲν τὸν Θεὸν αὐτοῦ, καὶ τὸν Κύριον τῶν δυνάμεων ἐπιγράφεσθαι, οἰκεῖν δὲ τὸν οἶκον αὐτοῦ διηνεκῶς, ἐξ οὗ πορίζεται ἡ τοῦ Θεοῦ ἀθανασία καὶ ἡ αἰώνιος ζωή; Τοῦτο γοῦν παρίστησιν ὁ λόγος φάσκων· Εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. Πῶς δ’ ἂν ἄλλως δύναιτό τις εἰς τοὺς αἰῶνας τῶν αἰώνων τὸν Θεὸν αἰνεῖν ἢ διαιωνίζων καὶ αὐτὸς, ἀί̈διόν τε καὶ ἀθάνατον κεκτημένος ζωήν; Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. Πληρώσας τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς διανοίας, μεταβολῇ κέχρηται τοῦ λόγου ἀπὸ διαψάλματος. Διόπερ ἀνωτέρω πληθυντικῶς μακαρίους τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰπὼν, ἐνταῦθα ἕνα τινὰ μακαρίζει κατὰ ἐξαίρετον. Τίνα δὲ τοῦτον ἢ τὸν ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος ἀντιλήψεως τῆς παρὰ τοῦ Θεοῦ ἠξιωμένον, τὸν καὶ ἀναβάσεις ἐσχηκότα Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ; Τοῦτον γὰρ τὸν ἄνδρα πάλιν μακαρίζει· ἀλλ’ οὐ τὸν τῶν παρὰ Μωϋσεῖ σωματικῶν ἐντολῶν φύλακα.
Τοιοῦτος δέ ἐστι πᾶς ὁ ἀποκλᾳόμενος ἑαυτὸν ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ, καὶ τὴν ἐπίγειον ταύτην ζωὴν βαρούμενος, ἢν κοιλάδα κλαυθμῶνος ὁ λόγος ὀνομάζει, διὰ τὸ κλαυθμοῦ ἄξια εἶναι τὰ ἐνταῦθα, κλαυθμοῦ τε ἄξια πράττειν τοὺς ἐπὶ γῆς ἀνθρώπους, καὶ διὰ τὸ τοὺς ἁγίους τοῦ Θεοῦ κατὰ τὸν παρόντα βίον ἀποκλᾴεσθαι, στενάζοντας καὶ βαρουμένους κατὰ τὸν Ἀπόστολον. Πᾶς οὖν ὁ ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ θνητῷ βίῳ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως τυγχάνων, μακάριος ἀληθῶς ἂν εἴη, ὅτε μάλιστα ἀναβάσεις τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ γίνονται. Τῶν γὰρ ἄλλων ἀνθρώπων θνητοῖς λογισμοῖς καθελκομένων εἰς πᾶν εἶδος ἁμαρτίας, ἀλλὰ καὶ δαιμόνων ἐπιβολαῖς, καὶ πονηρῶν πνευμάτων ἐνθυμήσεσι ὑποσκελιζομένων, ὁ μὴ τούτοις ἁλισκόμενος, κατὰ δὲ Θεοῦ χάριν ἀναβάσεις ἀγαθὰς καὶ λογισμοὺς ἐκ Θεοῦ πεμπομένους ἐν τῇ καρδίᾳ αὐτοῦ κτώμενος, οὗτος ἀληθῶς μακάριος, ὁ καὶ διὰ παντὸς κατοικῶν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ὥσπερ ἱερεύς τις μόνῃ τῇ λατρείᾳ τοῦ Θεοῦ σχολάζων, καὶ μακάριος οὗτος· ἅτε πρῶτον μὲν ἀντιλήπτορα ἔχων τὸν Θεὸν βοηθοῦντα αὐτῷ, καὶ ἀντιλαμβανόμενον ἐν πάσαις αὐτοῦ ταῖς πράξεσιν·
ἔπειτα κεκτημένος ἀναβάσεις Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἀγαθοὺς δὲ λογισμοὺς σημαίνουσιν αἱ ἀναβάσεις καὶ ἀγαθὰς ἐνθυμήσεις τὰς κατὰ Θεοῦ βουλὴν ἀνιούσας καὶ ἀνατρεχούσας ἐπὶ τὴν μνήμην τοῦ μακαριζομένου. Νοήσεις δὲ τοῦτο παραθεὶς τό· Ὅταν διώκωσιν ὑμᾶς καὶ ἄγωσιν εἰς συνέδρια, μὴ μεριμνήσητε πως ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ὁ λόγος ἐν ἀνοίξει τοῦ στόματος ὑμῶν. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς τὸ λαλοῦν ἐν ὑμῖν. Ἐν ᾧ γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ λαλεῖ, τούτου ἀναβάσεις Θεοῦ ἐν καρδίᾳ αὐτοῦ γίγνονται. Διὸ εἰκότως μακαρίζεται. Οὗτος δὲ αὐτὸς ἐν τῷ χωρίῳ τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ τὴν τοῦ Θεοῦ Διαθήκην καὶ τὰ λόγια αὐτοῦ πρεσβεύων διέθετο. Ἀντὶ δὲ τοῦ, Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, ὁ Σύμμαχός φησι, Προοδεύων κοιλάδα ἔκλαιεν. Κοιλάδα δὲ κλαυθμῶνος ἐν τούτοις τὸν ἀνθρώπινον ἔφαμεν δηλοῦσθαι βίον, ὃν ὁ μακαριζόμενος παροδεύων καὶ παρατρέχων, ὥσπερ τις πάροικος καὶ παρεπίδημος, τὴν ἐπουράνιον ἑαυτοῦ πατρίδα ποθῶν, ἀποκλᾴεται κλαυθμὸν τὸν μακαριοποιὸν κατὰ τό· Μακάριοι οἱ κλαίοντες. Οἷος ἦν ὁ Παῦλος λέγων·
PG 23:1011Ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἀντὶ δὲ τοῦ, Εἰς τόπον ὃν ἔθετο, ὁ μὲν Ἀκύλας φησὶ, Πηγὴν θήσονται αὐτήν· ὁ δὲ Σύμμαχος, Πηγὴ τάξεται. Τίνα δὲ αὐτὴν, φησὶ, πηγὴν θήσονται, ἢ δηλονότι τὴν κοιλάδα τοῦ κλαυθμῶνος; Ὅλον γοῦν οὕτως ἡρμήνευσεν ὁ Ἀκύλας εἰπών· Παρερχόμενοι ἐν κοιλάδι τοῦ κλαυθμοῦ, πηγὴν θήσονται αὐτήν. Δηλοῖ δὲ διὰ τούτων, ὡς ἄρα οἱ πάροικοι καὶ παρεπίδημοι ἐν τῷ βίῳ τούτῳ τὴν τῶν ἀνθρώπων κοιλάδα πηγὴν θήσουσι, ἢ τάξουσι πηγὴν κατὰ τὸν Σύμμαχον, τὴν ἔνθεον διδασκαλίαν τοῦτον ὀνομάσαντες τὸν τρόπον. Πηγὴ γὰρ ζωῆς καὶ ποτὸν ἀθανασίας ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος τῷ τῶν ἀνθρώπων βίῳ καταβέβληται ὑπὸ τῶν τοῦ Θεοῦ ἀνθρώπων διὰ τῆς ζωοποιοῦ καὶ θεοσεβοῦς διδασκαλίας, ἣν αὐτοὶ μετῆλθον, καὶ ἑτέροις καταλελοίπασιν ἐν ταῖς ἑαυτῶν γραφαῖς. Τούτοις δὲ αὐτοῖς, φησὶν, εὐλογίας μισθὸν τοῦ κλαυθμοῦ καὶ καρπὸν ἐπάξιον δώσει ὁ νομοθέτης αὐτῶν. Τίσι δὲ τούτοις δώσει τὰς εὐλογίας, ἢ δηλονότι τοῖς ἐν τῇ κοιλάδι ταύτῃ ἀποκλᾳομένοις καὶ πηγὴν ἐν αὐτῇ θεμένοις; Ἀντὶ δὲ τοῦ, ὁ νομοθετῶν, ὁ μὲν Ἀκύλας, πρώϊμος, ὠνόμασεν, ὁ δὲ Σύμμαχος, ὁ ὑποδείκτης·
ἡ δὲ πέμπτη ἔκδοσις, ὁ φωτίζων· ἄλλη δέ τις παρὰ ταῦτα ἔκδοσις ἕκτη, ὁ διδάσκων· ὥστε ἐξ ἁπάντων τὸν σωτήριον λόγον ὑπονοεῖν. Αὐτὸς γάρ ἐστιν ὁ νομοθετῶν· αὐτὸς καὶ ὁ φωτίζων καὶ ὁ διδάσκων· αὐτὸς καὶ ὁ πρώϊμος, αὐτὸς καὶ ὁ ὑποδείκτης, καθ’ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ δυνάμεων ταύταις χρώμενος ταῖς ἐπωνυμίαις, παρ’ οὗ οἱ ἐν τῇ κοιλάδι κλαίοντες, μεταλαβόντες εὐλογίας, πορεύσονται τὴν ἑαυτῶν πορείαν διανύοντες, καὶ δυναμούμενοι ὁσημέραι· ὡς ἀεὶ προκόπτειν ἐπιδιδόναι ἐκ δυνάμεως βραχυτέρας ἐπὶ δύναμιν μείζονα, καὶ ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος λέγων, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Ὅθεν καὶ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ὁδεύσουσιν ἐκ δυνάμεως εἰς δύναμιν. Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Εἰπὼν, Εὐλογίας δώσει ὁ νομοθετῶν, ἀκολούθως διδάσκει ὅπως δώσει τοῖς ἐν τῇ κοιλάδι τὰς εὐλογίας. Πῶς οὖν, φησὶ, δώσει, ἀλλ’ ἢ καταξιώσας ὀφθῆναι ἐπὶ τῆς γῆς;
PG 23:1013Σφόδρα δὲ ἀκολούθως θεσπίσας ὁ λόγος ληνοὺς Θεοῦ πλείστας μέλλειν ἔσεσθαι καθ’ ὅλης οἰκουμένης καὶ σκηνώματα πλεῖστα καὶ αὐλὰς πλείους, καὶ θυσιαστήρια πλεῖστα, ἐπάγει τὴν αἰτίαν, δι’ ἣν ἤμελλε ταῦτα πάντα ἐπὶ γῆς συνίστασθαι. Τίς δὲ ἦν ἡ αἰτία διδάσκει λέγων· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· σαφῶς παρουσίαν εἰς ἀνθρώπους Θεοῦ καὶ φανέρωσιν αὐτοῦ διδάσκων. Θεὸς δὲ θεῶν ὁ τοῦ Θεοῦ Λόγος ὠνόμασται, νοουμένων ἡμῖν θεῶν τῶν μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο· οἷς καὶ εἴρηται· Ἐγὼ εἶπον· Θεοί ἐστε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· καὶ, Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ γὰρ ἐν τούτοις Θεὸς θεῶν οὐδὲ ἄλλος ἢ μόνος ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγος ἀνηγόρευται· ὁ δὴ καὶ θεοὺς αὐτοὺς διὰ τῆς αὐτοῦ χορηγίας καὶ μετοχῆς τοῦ αὐτοῦ Πνεύματος ἀπεργασάμενος. Θεοὺς γὰρ εἶναί φησιν ἐκείνους, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Ἑξῆς δ’ οὖν καὶ ὀνομαστὶ τοῦ Χριστοῦ μνημονεύει, λέγων ἐν εὐχῇ· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ἀντὶ δὲ τοῦ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, ὁ Ἀκύλας φησὶν, Ὀφθήσεται ἰσχυρὸς Θεὸς ἐν Σιών.
Τίς δ’ ἂν εἴη οὗτος ὁ μέλλων ὁρατὸς καὶ ὀφθαλμοῖς θεατὸς ἔσεσθαι, διδάσκει προϊὼν καὶ λέγων· Ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Οὗτος γὰρ ἦν αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος, ὁ πάλαι καὶ τῷ Ἰακὼβ ἐν ἀνθρώπου σχήματι ὀφθεὶς, φήσας τε πρὸς αὐτόν· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἐφ’ ᾧ καὶ ὁ θεοφιλὴς, συναισθόμενος τοῦ χρηματίζοντος αὐτοῦ Θεοῦ φησι· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Αὐτὸς οὖν ἐκεῖνος ὁ Θεὸς ὁ τῷ Ἰακὼβ ὀφθεὶς αὖθις ὀφθήσεται, φησὶν, ἐν Σιὼν, διαῤῥήδην τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιφανείας τοῦτον σημαινομένης τὸν τρόπον. Αὐτὸν δὴ οὖν τοῦτον τὸν Θεὸν Ἰακὼβ ἐπικαλούμενος, ἐπισπεῦσαι τὴν παρουσίαν αὐτοῦ ἱκετεύει. Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεός. Τίνας δέ φησιν ἰδὲ, ἀλλ’ ἢ τοὺς ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος καταπονουμένους; Ἐπιλέγει δὲ ἑξῆς· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου, εὐχόμενος ἐπιταχῆναι τὴν τοῦ Θεοῦ Λόγου εἰς τὸν Χριστὸν αὐτοῦ, ὃν ἐκ σπέρματος Δαυὶ̈δ ἐνεδύσατο, παρουσίαν.
Διὸ καὶ ὁ Ἀκύλας φησὶ, Θυρεὲ ἡμῶν, ἴδε, Θεὲ, καὶ ἐπίστρεψον πρόσωπον ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεὸς, καὶ πρόσβλεψον τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ταῦτα δὲ εὔχονται οἱ τὸν πάντα ψαλμὸν λέγοντες· οὗτοι δὲ ἦσαν οἱ τοῦ Θεοῦ προφῆται, οἱ διασωθέντες ἀπὸ τῶν νοητῶν πολεμίων, καὶ μεταβαλόντες ἀπὸ πολέμου εἰς εἰρήνην, τά τε σκηνώματα τοῦ Θεοῦ λοιπὸν τῷ θείῳ Πνεύματι προορῶντες, καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια ποθοῦντες. Οἳ καὶ παρακαλοῦσι τὸν τοῦ Θεοῦ Λόγον, τὸν ἐν τῷ καιρῷ τῶν πολέμων ὑπερασπιστὴν αὐτῶν γενόμενον, ἐπιβλέψαι ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ αὐτοῦ, ἵν’, ἐπιφανέντος αὐτοῦ καὶ τὸν ἐκ σπέρματος Δαυὶ̈δ κατὰ σάρκα Χριστὸν ἀναλαβόντος, λύσις μὲν γένηται προτέρων κακῶν τοῖς πᾶσιν, ἀγαθὰ δὲ διὰ τοῦ Χριστοῦ τὸ τῶν ἀνθρώπων διαδέξηται γένος. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Τῆς τοῦ Θεοῦ παρουσίας τὴν μίαν, τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡμέραν, πολὺ κρείττω χιλιάδων καὶ προτιμοτέραν ὁ τὸν παρόντα ψαλμὸν λέγων ἡγεῖται. Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τῶν χιλιάδων τὸν χρόνον τῆς συστάσεως τῆς Ἱερουσαλήμ.
PG 23:1015Ἐν ὅλοις γὰρ χιλίοις ἔτεσι συνέστη ὁ ἐν αὐτῇ νεώς· τοσαῦτα γὰρ ἦν τὰ ἀπὸ τῆς Σολομῶντος κατασκευῆς τοῦ ναοῦ μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, ἃ καὶ αὖθις δηλοῦσθαι ἡγοῦμαι διὰ τοῦ πθ ψαλμοῦ, ὃς ἐπιγέγραπται μὲν, Προσευχὴ Μωϋσέως, φησὶ καὶ προϊὼν, Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τῆς οὖν χιλιάδος ἐκείνης ἡ μία ἡμέρα τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν προκριτέα καὶ προτιμοτέρα τυγχάνει τῷ ταύτης ἐπιθυμητῇ γενομένῳ. Διὸ εὔχεται ταχῦναι τὴν παρουσίαν αὐτοῦ λέγων· Ἰδὲ, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου, ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Οὐ πάντως δὲ πληθυντικῶς ἀκουστέον τῶν χιλιάδων· παρὰ γὰρ Ἑβραίοις αὕτη ἡ λέξις μίαν χιλιάδα σημαίνει, ὡς παντὶ τῷ ἐπιστήσαντι δῆλον ἔσται. Καὶ ἐπειδήπερ ἡ μία ἡμέρα προτιμοτέρα ἐστὶ τῆς χιλιάδος ἐν ταῖς αὐλαῖς ταῖς καθ’ ὅλης τῆς οἰκουμένης, διὰ τῆς θεοφανείας τοῦ προφητευομένου Θεοῦ, ἱδρυθείσαις· διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.
Καὶ πάλιν ἐπειδήπερ ἀνωτέρω ἔλεγε τὸ, Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· τούτῳ πιστεύων καὶ ἀκριβῶς πεπεισμένος ἀληθῆ εἶναι τὸν λόγον, διὰ τοῦτό φημι· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον· ἵν’ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ὢν, δύνωμαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνεῖν τὸν Θεόν. Μᾶλλον δὲ ἐξελεξάμην ὥσπερ τὴν μίαν ἡμέραν ὑπὲρ τὴν χιλιάδα, οὕτω τὸν οἶκον τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, μᾶλλον ἢ οἰκεῖν ἐν πολλοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν. Μιμήματα γὰρ τῶν σκηνωμάτων τοῦ Θεοῦ καὶ οἱ ἁμαρτωλοὶ ἑαυτοὺς κατεσκεύασαν· ἀλλὰ τὰ μὲν τοῦ Θεοῦ ἀγαπητὰ τυγχάνει, μίσους δὲ ἄξια τὰ τῶν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος. Ἀντὶ τοῦ, Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Ἀκύλας φησὶν, Ὅτι ἔλεος καὶ θυρεὸς Κύριος ὁ Θεός· καὶ ἡ πέμπτη ἔκδοσις, Ὅτι ἥλιος καὶ σκεπαστὴς Κύριος ὁ Θεός· καὶ ὁ Σύμμαχος δὲ τούτοις συμφώνως, Ὅτι ἥλιον, ὠνόμασε.
Διὰ τοῦτο γὰρ, φησὶν, ἐκείνη ἡ μία ἡμέρα κρείσσων ἐστὶ χιλιάδων, ἐπειδήπερ αὐτὸς ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἥλιος τυγχάνει τῆς ἡμέρας ἐκείνης. Τοῦτον δὲ καὶ ὁ προφήτης τὸν ἥλιον ᾐνίττετο φήσας· Τοῖς δὲ φοβουμένοις με ἀνατεῖλε Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Τὸν αὐτὸν δὲ ἐδήλου καὶ ὁ εἰπών· Καὶ δύσεται ὁ Ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου· γυμνότερον δὲ ὁ Ἡσαί̈ας, Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, φησὶν, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Τοιοῦτος δὲ ἥλιος ὢν ὁ Κύριος, χάριν καὶ δόξαν καὶ ἔτι μεῖζον καὶ κρεῖττον, ἄῤῥητόν τε καὶ ἀπόῤῥητον ἀγαθὸν δώσει τοῖς πορευομένοις ἐν ἀκακίᾳ· ἢ κατὰ τὸν Σύμμαχον, Τοῖς ὁδεύουσιν ἐν τελειότητι. Διὰ τοῦτο πιστεύων τοῖς εἰρημένοις, καὶ ἀκριβῶς ἐμαυτὸν πείσας ἀληθεῖς εἶναι τοὺς περὶ τούτων λόγους, τέλος τοῦ παντὸς λόγου φημί· Κύριε τῶν δυνάμεων, μακάριος ὁ ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Πᾶς γὰρ ὁ ἄλλως παρὰ τοῖς πολλοῖς μακαριζόμενος πεπλανημένως ἂν μακαρίζοιτο.
PG 23:1017Μόνος δὲ, εἰ χρὴ τἀληθῆ φάναι, μακάριος διὰ τὰ προλελεγμένα, ὡς ἂν πάντων τῶν ἀγαθῶν ἔμπλεος, ὅ σοι μόνῳ ἑαυτὸν ἀναρτήσας, καὶ πάσας ἑαυτοῦ τὰς ἐλπίδας ταῖς παρὰ σοὶ ἐπαγγελίαις ἀναθείς. Ἤδη δὲ τρίτον ἐν τῷ παρόντι ψαλμῷ μακαρίσας ὁ λόγος τοὺς ἐμφερομένους ἐν αὐτῷ, οὐδαμῶς τοῦ Ἰουδαίων ἔθνους, οὐδὲ τοῦ Ἰςραὴλ ἐμνημόνευσεν, οὐδὲ τοὺς τὰ Μωϋσέως δι’ ἔργων ἀποπληροῦντας ἐμακάρισεν· ἀλλὰ πρῶτον μὲν καθόλου τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· δεύτερον πάντα ἄνδρα οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ Κυρίου· καὶ ἐπὶ τέλει τοῦ παντὸς λόγου ἀορίστως καὶ καθολικῶς πάντα ἄνθρωπον τὸν ἐλπίζοντα ἐπὶ Κύριον. Χρῆν γὰρ ἐπιφανείας Θεοῦ καὶ Χριστοῦ παρουσίας εἰς ἀνθρώπους καταγγελλομένης μὴ Ἰουδαίοις μόνον ἀλλὰ καὶ πᾶσι τοῖς ἀνθρώποις τοὺς παρὰ τῷ Θεῷ μακαρισμοὺς ἀναγγελίζεσθαι.

ΕΙΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ. ΠΔ. Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ μετὰ τὴν ἐν ἐκείνῳ θεσπισθεῖσαν θεοφάνειαν ἐν τῷ μετὰ χεῖρας κακῶν ἀπαλλαγὴ προφητεύεται, καὶ λύτρωσις μὲν αἰχμαλωσίας, συγχώρησις δὲ καὶ ἄφεσις ἁμαρτημάτων.
Εἵπετο γὰρ ταῦτα τῇ τοῦ Θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, καὶ τοῖς λοιποῖς τοῖς ἐπὶ τῷ πρὸ τούτου ψαλμῷ δεδηλωμένοις. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ σκηνώματα Θεοῦ πλεῖστα καὶ αὐλαὶ καὶ θυσιαστήρια ἐπὶ τῆς γῆς ἐθεσπίζετο συστήσεσθαι, καὶ τὸ τούτων αἴτιον Θεὸς ἦν μέλλων ἐπὶ γῆς φαίνεσθαι, καὶ ὀνομαστὶ Χριστὸς ἦν ἐπιβλεπόμενος· ἐλέγετο γοῦν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· καὶ πάλιν· Ἐπίφανον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου· εἰκότως ἐν τῷ προκειμένῳ ψαλμῷ τὰ μέλλοντα ἔσεσθαι καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης προαναφωνεῖται. Ἃ δὴ καὶ πεπλήρωται ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, καθ’ ἣν εὐδόκησεν ὁ Θεὸς καταξιώσας αὐτὴν τῆς ἐπιβάσεως τοῦ Χριστοῦ αὐτοῦ. Πάλαι μὲν γὰρ εἴρητο τῷ πρωτοπλάστῳ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· καὶ ἄλλος προφητῶν ἔλεγεν· Ἀρὰ καὶ φόνος καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσιν· Ὡς δὲ ἐπεδήμει τῇ γῇ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀπὸ γῆς σῶμα ἀνελάμβανε·
μεταβολὴ προτέρων ἐγίγνετο κακῶν, καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον ἀντὶ τῆς προτέρας ἀρᾶς εὐλογίας Θεοῦ μετελάμβανεν, ἐκκλησίαι τε καὶ οἶκοι τῷ Θεῷ προσευκτήριοι καθ’ ὅλης τῆς οἰκουμένης συνίσταντο. Διὸ νῦν μὲν λέλεκται· Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἐν ἑτέροις δὲ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ πάλιν· Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἰκότως οὖν καὶ αὐτοῦ λέλεκται τοῦ Κυρίου ἡ γῆ κατὰ τὸ, Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Οὐ μόνον γὰρ κτίσμα αὐτοῦ καὶ ποίημα, ἀλλὰ καὶ κτῆμα γέγονε διὰ τὰ λελεγμένα. Πῶς δὲ εἴρηται τὸ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, νοήσεις ἐκ τῆς σωτηρίου φωνῆς, δι’ ἧς τὴν φήσασαν τοῦ Ἡσαί̈ου προφητείαν,

The Spirit of the Lord is Upon MeΠνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1019Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀναγνοὺς ἐπήγαγε, Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, διδάσκων εἰς ἑαυτὸν πληροῦσθαι τὸ λόγιον. Ὅτι δὴ αὐτὸς ἦν ὁ Σωτὴρ καὶ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν, ἃς ἀπὸ τῆς πικρᾶς δουλείας τῆς πολυθέου πλάνης καὶ τῆς δαιμονικῆς ἐνεργείας ἠλευθέρου, λύσας αὐτῶν τὰς σειρὰς τῶν ἁμαρτιῶν.
Ὃ δὴ καὶ αὐτὸ παρίσταται διὰ τοῦ προκειμένου ψαλμοῦ φάσκοντος· Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἀνομίας δὲ ἀφιεμένας καὶ καλυπτομένας οἶδε καὶ ἀλλαχοῦ ὁ φάσκων λόγος· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· Σημαίνει δὲ διὰ τούτων τὸ Πνεῦμα τὴν ὑπὸ τοῦ Σωτῆρος δεδωρημένην ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων τοῖς ἀπὸ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας λελυτρωμένοις· οἷς, εἰ μετὰ τὴν ἄφεσιν πάλιν ἁμάρτοιεν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ’ ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. Διὰ γὰρ δευτέρων κατορθωμάτων καλύπτειν τὰ προημαρτημένα συνεχώρησε. Ταῦτα δὲ πάντα τῇ τῶν ἀνθρώπων γῇ, καὶ δηλαδὴ τοῖς κατοικοῦσιν αὐτὴν, διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὁ τῶν ὅλων Θεὸς ἐδωρήσατο, καταπαύσας τὴν ὀργὴν καὶ τὸν θυμὸν, ὧν ἄξιοι τὸ πρὶν ἐτύγχανον οἱ τὴν γῆν οἰκοῦντες, ἅτε δὴ ἐχθροὶ ὄντες αὐτοῦ διὰ τὰς τῶν ἀσεβειῶν αὐτῶν ὑπερβολάς· ἀλλὰ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος δὲ αὐτοῖς τὰ παραπτώματα. Διὸ λέλεκται· Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν. Μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Τὰ μὲν πρότερα προεφητεύετο περὶ τῶν γενησομένων καθ’ ὅλης τῆς γῆς, ἃ δὴ καὶ τέλους ἔτυχε διὰ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν· τὰ δὲ προκείμενα εὐχὴν περιέχει ὑπὲρ τοῦ ἐκ περιτομῆς λαοῦ. Ἐπειδὴ γὰρ ὁ προφήτης προεώρα τῷ θείῳ Πνεύματι τὴν εἰς τὸν Χριστὸν ἀπείθειαν τοῦ Ἰουδαίων ἔθνους, καὶ τὴν καταληψομένην αὐτοὺς ὀργὴν τῶν τολμηθησομένων αὐτοῖς ἕνεκεν, εἰκότως τὴν προκειμένην εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει· ὡς μηκέτι δοκεῖν ἐναντιολογίαν περιέχειν τὸν ψαλμὸν, ἀνωτέρω μὲν τὰ χρηστότερα θεσπίσαντα πάσῃ τῇ γῇ, ἐν δὲ τοῖς προκειμένοις, ὡς μηδενὸς ἀγαθοῦ πεπραγμένου τὴν εὐχὴν διεξιόντα. Τὰ τοίνυν πρῶτα περὶ τῶν διὰ τοῦ Σωτῆρος ἡμῶν παρασχεθεισῶν τῷ τῶν ἀνθρώπων βίῳ εὐεργεσιῶν προεφητεύετο·
PG 23:1021τὰ δὲ δεύτερα ὁ προφήτης ὑπὲρ τῶν ὁμοεθνῶν εὔχεται, ἱκετεύων παύσασθαι μὲν τὴν κατ’ αὐτῶν ὀργὴν, καταξιωθῆναι δὲ καὶ αὐτοὺς τῆς τοῦ Θεοῦ ἐπιστροφῆς καὶ τῆς ἐπὶ τῷ Χριστῷ τοῦ Θεοῦ εὐφροσύνης. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἔτι καὶ ταῦτα ὁ Προφήτης εὔχεται, ἱκετεύων καταξιωθῆναι καὶ αὐτὸς ὀφθαλμοῖς παραλαβεῖν τὰ μέλλοντα ἔσεσθαι διὰ τοῦ ἐλέους τοῦ Θεοῦ, ἃ δὴ ἐν τοῖς ἀνωτέρω προεφητεύετο. Παρακαλεῖ δὲ καὶ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιλάμψεως τυχεῖν, διὰ τοῦ φάσκειν· Καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Σαφῶς δὲ τὸ σωτήριον αὐτὸν εἶναι τὸν Χριστὸν ἐδίδαξεν ὁ Συμεὼν ἐν τοῖς Εὐαγγελίοις· λαβὼν γοῦν μετὰ χεῖρας ἔτι νήπιον ὄντα τὸν Ἰησοῦν, εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸν λόγον σου ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Τοῦτο οὖν αὐτὸ καὶ ὁ Προφήτης ἰδεῖν εὔχεται· διό φησιν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν.
Εὐξάμενος ὁ Προφήτης, τῇ σιωπῇ ἑαυτὸν παραδίδωσι, πιστεύσας ἐπακουσθήσεσθαι. Εἶτα προσδοκήσας ἀποκρίσεως τυχεῖν φησιν αὐτὸς πρὸς αὑτόν· Τὰ μὲν τῆς εὐχῆς μοι τοιαῦτα γέγονε· καιρὸς δὲ λοιπὸν ἐπακοῦσαι τοῦ ἁγίου Πνεύματος, καὶ μαθεῖν παρ’ αὐτοῦ τί μέλλοι θεσπίζειν περὶ τῆς εἰρήνης τοῦ λαοῦ αὐτοῦ, καὶ περὶ τῶν μελλόντων διὰ τοῦ Χριστοῦ αὐτοῦ ἐπιστρέφειν. Εἶτα βραχύ τι ἐφησυχάσας, πληροῦται τοῦ Πνεύματος τοῦ θείου, καὶ προφητεύει ἑξῆς ὧδέ πως λέγων Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν· Παρίστησι δὲ διὰ τούτων, ὅσον οὐδέπω μέλλειν ἐπιστήσεσθαι ἀνθρώποις τὸ σωτήριον τοῦ Θεοῦ, περὶ οὗ ἀνωτέρω ηὔξατο εἰπών· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Αὐτὸ δὴ οὖν τοῦτό φησι τὸ Σωτήριον ἔγγιστα τυγχάνειν, καὶ πλησίον ἤδη καὶ ἐγγὺς τῶν φοβουμένων αὐτὸν εἶναι, αἴτιον ὑπάρχον τοῦ κατασκηνῶσαι δόξαν καὶ σκηνώματα συστῆσαι ἐν τῇ γῇ ἡμῶν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ σωτήριον ὀνομάζειν, πολλάκις διὰ πολλῶν ἀπεδείξαμεν.
Ὃ δὴ καὶ νῦν θεσπίζων ὁ λόγος, παρίστη διδάσκων ἀντὶ τῆς προτέρας ἀτιμίας τῆς κατὰ τὴν εἰδωλολατρείαν ὑποστάσης ἐν τῇ γῇ δόξαν ἐν αὐτῇ κατασκηνώσειν, καὶ σκηνώματα πανταχοῦ γῆς ἱδρυθήσεσθαι δόξης τῆς τῷ Θεῷ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἀνατεθησομένης. Εἶτα τούτοις ἑξῆς τὸν τρόπον, καθ’ ὃν ἔμελλεν ἀποπληρωθήσεσθαι τὰ ἐπηγγελμένα, διασαφεῖ λέγων· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Δύο δὴ διὰ τούτων συζυγίας φησὶν ἀλλήλαις συνηντηκέναι, ὧν ἡ πρώτη ἐλέους ἦν καὶ ἀληθείας, ἡ δὲ δευτέρα δικαιοσύνης καὶ εἰρήνης. Συνήντησαν ἀλλήλαις, φησὶ, καὶ φιλικοὺς ἀσπασμοὺς ἀποδεδώκασι· κατεφίλησάν τε ὁμοῦ τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην ἡ ἀλήθεια καὶ τὸ ἔλεος. Πόθεν δὲ ἀφικόμεναι ἀλλήλαις συνήντησαν, πάλιν ὑποβὰς διδάσκει λέγων· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν Ὡς ἐκ μακροῦ τοιγαροῦν διαστήματος συντυχοῦσαι ἀλλήλαις, περιεπτύξαντο καὶ κατεφίλησαν· ἄνωθεν μὲν ἐξ οὐρανοῦ διακύψασα ἐπὶ τὴν γῆν ἡ δικαιοσύνη, κάτωθεν δὲ ἀπὸ τῆς γῆς ἀνατείλασα ἡ ἀλήθεια.
PG 23:1023Τούτοις ἀκολούθως ἑξῆς παραθησόμεθα καὶ συνάψομεν τὰ πρῶτα τοῦ ψαλμοῦ, ἐν οἷς ἐλέγετο· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὴν ἀνομίαν τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ταῦτα γὰρ πάντα μέλλειν ἔσεσθαι προεφητεύετο, τοῦ σωτηρίου τοῦ Θεοῦ ἐπὶ γῆς ὀφθέντος. Ἐπεὶ σὺν τῷ Σωτηρίῳ ἀλήθεια ἐκ τῆς γῆς ἀνατείλασα, ταύτῃ τε συναντήσασα ἡ ἐκ τοῦ οὐρανοῦ διακύψασα δικαιοσύνη, εἰς πάντας ἀνθρώπους ἐξ ἴσου καὶ κατὰ τὸ δικαιότατον τὴν τοῦ Θεοῦ χάριν ἐξήπλωσε. Σαφῶς δὲ διὰ τούτων ἡ θεοφάνεια τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρίσταται· δι’ οὗ μόνου ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· ἐπειδήπερ αὐτὸς ἦν ἡ ἀλήθεια, ὅ τε τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος οὐκ ἔθ’ ὡς τὸ παλαιὸν ἐν τύποις καὶ διὰ συμβόλων παραδέδοτο, ἀλλὰ δι’ αὐτῆς ἀληθείας. Διὸ εἴρηται· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ πράξεις ἀλήθεια ἦσαν, ἥ τε γένεσις αὐτοῦ καὶ τὸ πάθος καὶ τὰ λοιπὰ, ἃ δὴ κατὰ δόκησιν καὶ φαντασίαν ὑπέλαβον γεγονέναι οἱ ἄθεοι αἱρεσιῶται.
Εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης, μόνος ἂν αὐτὸς εἰκότως, ἀλήθεια ὢν, ἀπὸ τῆς γῆς ἀνέτειλε, ξένον τι χρῆμα τῆς γῆς, καὶ οἷον οὐδεπώποτε προηνέγκατο ἀγαθὸν, ἀποδούσης· ἐφ’ ὃν καὶ ἡ ἐξ οὐρανοῦ διακύψασα δικαιοσύνη ἀνεπαύσατο. Τίς δ’ ἂν εἴη ἡ δικαιοσύνη ἡ ἀναπαυσαμένη ἐπὶ τὴν ἀλήθειαν ἀλλ’ ἢ αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ εἴρηται, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; Οὗτος γὰρ, ἐξ οὐρανῶν καταβὰς, ἐπανεπαύσατο τῇ ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ, ἡνώθη τε αὐτῇ, καὶ ὡς φίλῃ περιπλοκὰς ἔδωκε φιλικάς. Συνῆν δὲ τῇ μὲν ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ τὸ ἔλεος προτρέχον αὐτῆς· διὰ γὰρ τὸ τοῦ Θεοῦ ἔλεος ἡ πᾶσα τῆς ἀληθείας γέγονεν οἰκονομία· τῇ δὲ ἐξ οὐρανῶν κατελθούσῃ δικαιοσύνῃ εἵπετο ἡ εἰρήνη, ὅπως οἱ ἐπὶ γῆς οἰκοῦντες ἄνθρωποι μὴ μόνον ἐλέου Θεοῦ καὶ ἀληθείας ἀπολαύσωσιν, ἀλλὰ καὶ τῆς ἐξ οὐρανῶν δικαιοσύνης, ἅμα καὶ τῆς ταύτης φίλης εἰρήνης. Πάλαι μὲν γὰρ οἰκητήριον ἐτύγχανε τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης οὐρανός· νῦν δὲ καὶ ἡ γῆ, ὅτε ἐπὶ τῆς γῆς ὑπέστη τὸ ἔλεος τοῦ Θεοῦ. Τοῦτο γὰρ ἦν καὶ τῶν ἑξῆς αἴτιον·
διὰ γὰρ τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα ἐπηκολούθησε· μετὰ γὰρ τὸ ἔλεος ἡ ἀλήθεια, ἔπειτα ἡ δικαιοσύνη, καὶ ἐπὶ πᾶσιν ἡ εἰρήνη. Γέγραπται δὲ σαφῶς περὶ τοῦ Σωτῆρος ἡμῶν, Ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ποιήσας τὰ ἀμφότερα ἕν· καὶ, Εἰρηνοποιήσας δι’ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Εἰκότως οὖν διὰ ταῦτα ἐν τῷ ψαλμῷ εἴρηται τὸ, Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν Πολλὴ γὰρ καὶ μεγάλη δόξα ἐν τῇ ἡμετέρᾳ γῇ, λέγω δὲ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ, διὰ τῆς τῶν προφητευομένων ἐκβάσεως συνέστη. Καὶ πῶς γὰρ οὐκ ἤμελλε κατασκηνοῦν δόξα ἐν τῇ γῇ ἡμῶν, ὅτε καὶ τὸ σωτήριον τοῦ αὐτοῦ, αὐτὸς ὁ Χριστὸς αὐτοῦ, καὶ ἡ ἐξ οὐρανοῦ δικαιοσύνη, ταύτης ἐπιβῆναι κατηξίωσε; Ταῦτα δὲ πάντα ἐπακούσας τοῦ Θεοῦ προορίσαντος καὶ προλαλήσαντος ἐπὶ τὸν λαὸν αὐτοῦ, θεσπίζει μετὰ τὴν εὐχὴν, εἰπών· Ἀκούσομαι τί λαλήσει Κύριος ὁ Θεός· διὸ ἐπήγαγεν ἑξῆς· Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ.
PG 23:1025Αὕτη δὲ ἡ εἰρήνη γέγονε τῷ λαῷ, ὅτε τὸ ἔλεος καὶ ἡ ἀλήθεια συνήντησαν, ἥ τε δικαιοσύνη καὶ ἡ εἰρήνη κατεφίλησαν. Ὧν οὕτως ἐχόντων, καὶ τὰ τῆς εὐχῆς ἀποδέδοται τοῦ Προφήτου, καὶ τὰ πρὸ τῆς εὐχῆς εἰρημένα. Καὶ γὰρ εὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καταξιώσας αὐτὴν ἐλέους καὶ ἀληθείας καὶ τῶν λοιπῶν· ἀλλὰ καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν τῶν ἀνθρωπίνων ψυχῶν, λύσας μὲν πάντα πόλεμον, χαρισάμενος δὲ τὴν εἰρήνην, καὶ διαῤῥήξας τοὺς δεσμοὺς, καὶ τοὺς κλοιοὺς τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐγγενομένους. Διὸ καὶ συνῆπται τῷ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, τὸ, Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, καὶ τὸ, Ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἡ γὰρ ἐπιστροφὴ τῆς αἰχμαλωσίας οὐκ ἄλλως ἀπετελέσθη ἢ δι’ ἀφέσεως τῶν ἁμαρτιῶν. Ὅτι δὲ καὶ ταῦτα διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τέλους ἔτυχεν, αὐτὸς ἐδίδαξεν ἐν τοῖς Εὐαγγελίοις, ὅτε, λαβὼν τὴν βίβλον τοῦ Ἡσαί̈ου, καὶ ἀναγνοὺς τὸ, Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰ ἑξῆς, ἐπήνεγκεν εἰπών· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
Εἰ δ’ οὖν ἐννοήσειέ τις, εἴποι ἂν τὸ γένος τῶν ἀνθρώπων πάλαι πρότερον αἰχμαλωσίαν ὑπὸ τῶν ἀοράτων πολεμίων, τῶν ἀληθῶς ἐχθρῶν τοῦ Θεοῦ, καθελκυσθὲν εἰς εἰδωλολατρείας, καὶ πάσας πράξεις αἰσχρὰς καὶ ἀθεμίτους, οὐκ ἂν ὀκνήσει δεινὴν ταύτην φάναι ψυχῶν αἰχμαλωσίαν, ἧς ἀπαλλάξας καὶ ἐλευθέρους καταστησάμενος ἡμᾶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἄφεσίν τε διὰ λουτροῦ παλιγγενεσίας παλαιῶν πλημμελημάτων καὶ λύσιν προτέρων ἀσεβημάτων παρασχὼν, αἴτιος ἡμῖν κατέστη τῆς ἐν τῷ ψαλμῷ εὐχαριστίας, ὡς δύνασθαι καὶ ἡμᾶς λέγειν· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Πάλαι μὲν, ὅτε ὑπὸ κατάραν ἦν ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἔφυε, κατὰ τὸ εἰρημένον· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· νῦν δ’ ὅτε τοιαῦτα ἀγαθὰ εἰς αὐτὴν ἐλήλυθεν, ἀκολούθως καὶ αὐτὴ τὸν προσήκοντα καρπὸν ἀποδιδόναι λέγεται, ἅτε δὴ τυχοῦσα τῆς παρὰ τοῦ Κυρίου χρηστότητος.
PG 23:1027Καρπὸς δὲ ἐπάξιος Θεοῦ οὐκ ἄκανθαι καὶ τρίβολοι, ἀλλὰ πάντως που ταῦτα δι’ ὧν καταξιοῦται εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, φέρουσά τε βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Εἰκότως οὖν τὰ καινὰ ᾄσματα ᾄδειν προστάττεται ἡ γῆ, ὡς ἂν τοιούτων ἀρτίως δεδηλωμένων κατηξιωμένη, τοῦ ἁγίου Πνεύματος ἐπιφωνοῦντος αὐτῇ καὶ λέγοντος· Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· καὶ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ ὅσα τούτοις ὅμοια τυγχάνει. Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Τούτου τὴν διάνοιαν σαφέστερον ἐκδεδώκασιν οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μάλιστα ὁ Σύμμαχος εἰπών· Δικαιοσύνη ἑκάστου προελεύσεται αὐτὸν, καὶ θήσει εἰς ὁδὸν τοὺς πόδας αὐτοῦ. Μετὰ γὰρ τὰ τῇ γῇ κεχαρισμένα ἀγαθὰ ἕκαστος τῶν τὴν γῆν κατοικούντων, ὡς ἂν τῆς ἐξ οὐρανῶν διακυψάσης δικαιοσύνης μετασχὼν, καὶ αὐτὸς ἰδίαν κτησάμενος δικαιοσύνην, ἕξει αὐτὴν προάγουσαν αὐτὸν εἰς τὴν ἄνω φέρουσαν ὁδὸν, καὶ τὰ διαβήματα αὐτῆς κατατάττουσαν·
ὅπως ὁδεύσας τὴν εἰς οὐρανοὺς φέρουσαν, ἐπιστηριζόμενός τε καὶ χειραγωγούμενος ὑπὸ τῆς προαγούσης αὐτὸν δικαιοσύνης αὐτοῦ, τύχοι τῶν ἐπουρανίων ἐπαγγελιῶν, ἃς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐκήρυττε πᾶσιν ἀνθρώποις λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Μακάριοι οἱ τοιοίδε, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

PrayerΠΡΟΣΕΥΧΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΠΡΟΣΕΥΧΗ ΤΩ ΔΑΥΙΔ ΠΕ. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τεσσάρων ὄντων ἐφεξῆς ψαλμῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ κατὰ τοὺς παρόντας τόπους, πρώτου μὲν τοῦ πγ, ἔπειτα τοῦ πδ, καὶ τρίτου τοῦ πϛ, καὶ τελευταίου τοῦ πζ, πῶς ἡ προσευχὴ τοῦ Δαυὶ̈δ ἀκαίρως, ὡς ἂν εἴποι τις, παρεμβέβληται μέση, εὐλόγως ἄν τις ἐξετάσειεν. Ἡγοῦμαι τοίνυν οὐκ ἀλόγως, ἀλλ’ εὐκαιρότατα ταῖς περὶ τοῦ Χριστοῦ προφητείαις παραμεμίχθαι τὴν προκειμένην εὐχήν. Ἐπειδὴ γὰρ ἀγαθῶν ἐπαγγελίας καὶ ἀφέσεις ἁμαρτημάτων, Θεοῦ τε εἰς ἀνθρώπους παρουσίαν καὶ Χριστοῦ ἄφιξιν λυτρωτοῦ καὶ Σωτῆρος ἀνθρώπων, οἱ πρῶτοι τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ προεφήτευον, ὅτε πγ καὶ πδ.
Ἀλλὰ καὶ οἱ ἑξῆς ἐπιλεγόμενοι τῶν υἱῶν Κορὲ, καὶ αὐτοὶ ἐθνῶν κλῆσιν εὐηγγελίζοντο, καὶ Χριστοῦ γένεσιν, καὶ τὸν ὑπὲρ ἀνθρώπων αὐτοῦ θάνατον· ἀναγκαίως ἡγοῦμαι τῆς περὶ τούτων προφητείας μέσην παρεμβεβλῆσθαι τὴν προσευχὴν τοῦ Δαυὶ̈δ, δι’ ἧς ἱκετεύει τυχεῖν καὶ αὐτὸς τῶν διὰ τοῦ Σωτῆρος πᾶσιν ἀνθρώποις προξενουμένων ἀγαθῶν· ὡς ἂν, καὶ αὐτὸς γενόμενος κοινωνὸς τῶν προφητευομένων, τύχοι μὲν ἀφέσεως ἁμαρτιῶν, ἀπολαύσοι δὲ τῆς σωτηρίου μεγαλοδωρεᾶς τῆς πᾶσι τοῖς ἔθνεσι εὐαγγελιζομένης. Μνημονεύει γοῦν ἐν τῇ αὐτοῦ προσευχῇ ὁ Δαυὶ̈δ τῆς εἰς τὰ ἔθνη χυθείσης τοῦ Θεοῦ χάριτος, ἀποθαυμάζων καὶ ἐκπληττόμενος τὴν χάριν, δι’ ὧν φησιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ηὔχετο τοῦ ἴσων ἀγαθῶν τυχεῖν, εἰκότως τὴν ἑαυτοῦ προσευχὴν μέσην τῶν εὐαγγελικῶν ψαλμῶν παρεμβάλλει. Ταῦτα μὲν οὖν εἰς τὴν λεχθεῖσαν πρότασιν εἰρήσθω. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι καὶ ἄλλοι πλείους εἰσὶ Προσευχῆς ἐπιγεγραμμένοι ψαλμοί· ἀλλ’ οὗτος μετὰ προσθήκης, τοῦ Δαυὶ̈δ, εἴρηται·
PG 23:1029ἕτερος δὲ ἐπιγέγραπται, Προσευχὴ τοῦ Μωϋσῆ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἄλλος, Προσευχὴ τοῦ πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον τοῦ Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. Ἀλλ’ ὡς ἐπαναβεβηκότες τὰς ἐν τῇ Παλαιᾷ Γραφῇ προσευχὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι προσελθόντες ἠξίουν αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι· ὁ δὲ διδάσκει, μόνοις αὑτοῖς καὶ τοῖς ὁμοίοις κατάλληλον παραδιδοὺς προσευχήν. Διό φησι πρὸς αὐτούς· Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν ἑαυτὸν δοκιμαζέτω, εἴτε ἄξιός ἐστιν, ὡς ἤδη υἱὸς Θεοῦ γεγονὼς, τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι Πατέρα, καὶ λέγειν τὸ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς. Εἰ μὴ τοσοῦτος εἴη, ἀναλέγεσθαι ἑαυτῷ σπουδαζέτω τὴν ἁρμόζουσαν τῇ αὐτοῦ καταστάσει προσευχὴν ἀπό τε τῆς βίβλου τῶν Ψαλμῶν καὶ ἀπὸ τῶν προφητικῶν φωνῶν. Ἡ μέντοι παροῦσα προςευχὴ τοῦ Δαυὶ̈δ οὖσα τυγχάνει· οὕτως γὰρ ἡρμήνευσεν ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ, τῷ Δαυὶ̈δ, τοῦ Δαυὶ̈δ, εἰρηκότες. Δοκεῖ δὲ ὁ Δαυὶ̈δ τῷ θείῳ Πνεύματι μὴ ἠγνοηκέναι τὸν περὶ τῶν πτωχῶν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον μακαρισμόν·
διὸ πτωχὸν ἑαυτὸν καὶ πένητα ὑπάρχειν ὁμολογεῖ, καὶ ταῦτα βασιλεὺς ὢν καὶ πλούτῳ πολλῷ περιῤῥεόμενος. Ἀλλ’ ἐπειδὴ τῷ πνεύματι τοιοῦτος ἦν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, εἰκότως ἐν τῇ προσευχῇ, ὡς ἀρετὰς ἑαυτοῦ καὶ τὰ κατορθώματα προβάλλεται τὴν πτωχείαν καὶ πενίαν. Καὶ ἄλλως δὲ ἐρεῖς, ὅτι, ὥσπερ Μωϋσῆς, φωνῆς ἀκούσας Θεοῦ, ἰσχνόφωνον ἑαυτὸν εἶναι ὡμολόγει, κατὰ παράθεσιν τῆς θείας φωνῆς τοῦτο φήσας· οὕτω καὶ ὁ Δαυὶ̈δ, εἰ καὶ μέγας ἦν καὶ πλούσιος καὶ σοφὸς ἀνθρώποις συγκρινόμενος, ἀλλ’ ἀνατείνας πρὸς τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ὁρᾷ ἑαυτὸν τὸ μηδὲν ὄντα· καὶ ἐπεὶ μήπω ἦν δυνατὸς πατέρα τὸν Θεὸν ὀνομάζειν, Κύριον αὐτὸν καλεῖ, δούλου χώραν ἑαυτὸν ἐπέχειν σημαίνων. Εἶθ’ ὡς αὐτὸς μένων κάτω που καὶ ἐν βυθῷ, τοῦ δὲ Θεοῦ ὄντος ἐν ὕψει, κλῖναι τὸν Θεὸν ἱκετεύει τὸ οὖς ἑαυτοῦ· ἅτε μὴ τοσοῦτον βοᾷν δυνάμενος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὡς ἀναπέμπειν εἰς ὕψος καὶ τείνειν πρὸς τὸν Θεὸν τὴν ἑαυτοῦ φωνήν. Διὸ δεῖται κλῖναι ἑαυτοῦ τὸ οὖς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ ταπεινότητι συγκαταβῆναι τὴν θείαν ἀκοήν. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι·
σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐν οἷς ἦν, ἐν τούτοις φυλαχθῆναι ἀξιοῖ ὑπὸ τοῦ Θεοῦ, ὡς ἂν μὴ συληθείη αὐτοῦ ἡ ψυχὴ ὧν ἐκέκτητο ἀρετῶν· ἃς ἐδήλωσε πρῶτον εἰπὼν, Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· δεύτερον, Ὅτι ὅσιός εἰμι· διὸ καὶ ἀλλαχοῦ φάσκει· Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἐπεὶ δὲ συνῄδει ἑαυτῷ μηδέπω ὄντι υἱῷ, εἰκότως δοῦλον ἑαυτὸν ὁμολογεῖ καί φησι· Σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Δοῦλος δὲ Θεοῦ ἐστιν ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει ὑποκείμενος, μόνῳ δὲ Θεοῦ Λόγῳ ὑποτεταγμένος, καὶ ὁ ἐπὶ μηδένα ἕτερον ἐλπίζων ἢ ἐπὶ μόνον τὸν Θεόν. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Εἰ καὶ ὅσιός εἰμι, φησὶν, εἰ καὶ πτωχὸς καὶ πένης τῷ πνεύματι· ἀλλ’ οὔπω θαρσῶν ἐμαυτῷ τὴν εὐχὴν ἀναπέμπω. Δέομαι δὲ καὶ ἱκετεύω ἐλέου τοῦ παρὰ σοῦ τυχεῖν, καὶ αὕτη μού ἐστιν ἡ διηνεκὴς προσευχή. Ἀντὶ γοῦν τοῦ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος ἐξέδωκεν, Ὅτι πρὸς σὲ βοῶν καθ’ ἑκάστην ἡμέραν. Οὐ γὰρ πρὸς μίαν ἡμέραν δεῖ τῇ προσευχῇ σχολάζειν, ἀλλὰ διὰ πάσης τῆς ἑαυτῶν ζωῆς.
PG 23:1031Καὶ ἐπειδήπερ ἐπ’ οὐδενὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔχαιρε μέγα, ἠξίου διὰ τῆς προσευχῆς παρασχεθῆναι αὐτῷ ὑπὸ τοῦ Θεοῦ· τοῦτο δὲ ἦν τὸ εὐφροσύνης τῆς παρ’ αὐτῷ τῷ Θεῷ καταξιωθῆναι τὴν ἑαυτοῦ ψυχήν· τὸ μὲν γὰρ σῶμα ἑαυτοῦ καὶ τὴν σάρκα τοῖς σωματικοῖς χαίρειν ἠπίστατο. Διὸ ταῦτα μὲν παραιτεῖται· μόνην δὲ τὴν παρὰ τοῦ Θεοῦ εὐφροσύνην αἰτεῖ τῆς κατὰ ψυχὴν τρυφῆς μεταποιούμενος. Εἰδὼς δὲ, ὅτι οὐ πάντων ἐστὶ δύνασθαι ταύτης τυχεῖν ἀλλ’ ἢ τῶν μακρυνόντων μὲν ἑαυτοὺς τοῦ θνητοῦ βίου καὶ τῶν σωματικῶν ἐπιθυμιῶν, μόνῳ δὲ αὐτῷ τῷ Θεῷ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς πλησιαζόντων, εἰκότως ἐπιλέγει, Ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἀντὶ τοῦ, καὶ ἐπιεικὴς, ὁ μὲν Ἀκύλας καὶ Θεοδοτίων, καὶ ἱλαστὴς, εἰρήκασιν· ὁ δὲ Σύμμαχος, καὶ ἀφίων. Καὶ ταῦτα δὲ χρησίμως ἐλέχθη τῷ Δαυὶ̈δ, θεραπεύοντι τὸ νομισθὲν φορτικὸν ῥῆμα· τοιοῦτον δὲ ἦν τὸ πρὸς σὲ τὴν ψυχήν μου ἦρα· καὶ πάλιν ἀνωτέρω τὸ, Ὅτι ὅσιός εἰμι. Καὶ ταῦτα γάρ μοι, φησὶν, οὐκ ἐξ ἐμῆς δυνάμεως ἐπορίσθη, ἀλλ’ ἐκ τῆς σῆς χάριτος.
Σὺ γάρ με ἐπὶ ταῦτα ἤγαγες, χρηστὸς ὢν καὶ ἀφίων ἁμαρτίας, οὐ μόνον ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις σε· πολυέλεος γὰρ τυγχάνεις. Κοινοποιήσας δὲ τὸν λόγον διὰ τοῦ, καὶ πᾶσιν τοῖς ἐπικαλουμένοις σε, προτρέπει πᾶσιν ἡμῖν ἐπὶ τῷ τὰ ἴσα αὐτῷ προσεύχεσθαί τε καὶ ἐλπίζειν. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου πρὸς σὲ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου. Καὶ ἐντεῦθεν παρίσταται, ὅτι προσευχὴ τυγχάνει ὁ ψαλμὸς, ὡς καὶ διὰ τῆς προγραφῆς. Ἐπεὶ δὲ κατὰ παρῳχηκότα χρόνον εἴρηται τὸ, ἐκέκραξα, καὶ τὸ, ἐπήκουσας, σημειώσῃ, ὅτι ὁ Ἀκύλας φησὶν, Ἐπικαλέσομαί σε, ὅτι εἰςακούσεις μου· ὥστε εἶναι τὰ τῆς προσευχῆς ἀναπεμπόμενα εἰς μέλλοντα χρόνον αἰτοῦντα παρὰ τοῦ Θεοῦ βοήθειαν· ἵν’, εἴποτε καιρὸς γένοιτο περιστατικὸς, καὶ εἴποτε θλίψις ἐπέλθοι, ἐπικαλούμενος τὸν Κύριον ἐν ταῖς θλίψεσιν, ἐπήκοον αὐτὸν σχοίη. Καλὸν δὲ πρὸ θλίψεως καὶ πρὸ τῶν σκυθρωπῶν καιρῶν μὴ ὑπτιοῦσθαι ἐν ταῖς ἐπιθυμίαις, μηδὲ ἀποῤῥᾳθυμεῖν τῶν πρὸς τὸν Κύριον εὐχῶν, ἀλλὰ προπαρασκευάζεσθαι εἰς τὸν μέλλοντα χρόνον.
PG 23:1033Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ Θεοῦ προσευχαί· νομίζω καὶ μὴ πάσας γεγράφθαι, ἀλλ’ ἢ μόνας ἐκείνας ἐν αἷς προσευχόμενοι ἐκ θείου Πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. Ἡγοῦμαι δ’ οὖν καὶ τὸν Δαυὶ̈δ προσευχὰς πολλὰς ἀναπέμψαι τῷ Θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ’ αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. Διόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν παρεμβέβληται, ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις, καὶ κλῆσιν ἐθνῶν περιέχουσα. Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. Ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου ηὔξατο, Ἐπάκουσόν μου, εἰπὼν, καὶ, Φύλαξον τὴν ψυχήν μου, καὶ, Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, καὶ τὸ, Ἐλέησόν με, καὶ, Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου·
ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος Θεὸς δείκνυσιν αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ Δαυὶ̈δ τυχεῖν ἠξίου. Ὅθεν τῷ Πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος, ὑπερεκπλήττεται τῆς τοῦ Θεοῦ χάριτος τὴν μεγαλοδωρίαν, καί φησι τὰ προλεγόμενα. Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεοφιλεῖς ἄνδρας, διὰ τὸ λέγον· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὁ δὲ τὰς κατ’ οὐρανὸν θείας δυνάμεις, διὰ τὸ φάσκειν τὸν Ἀπόστολον· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, [ϟὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·]ϟ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις, οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χριστοῦ λέγεσθαι τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε.
Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομίζεσθαι εἶναι θεοὺς, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν καθ’ ὅλης τῆς οἰκουμένης Θεὸν ἀνηγορεῦσθαι, ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ περιπεποιῆσθαι· τούτου χάριν προφητικῶς εἰς πρόσωπον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας. Εἶτ’ ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ Σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταὶ, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν ἐμφέρεται, καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς· διὰ τοῦτο λέγεσθαι καὶ τὸ, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐὰν δὲ ἐπιφέρηται τὸ, Σὺ εἶ Θεὸς μόνος, καὶ τοῦτο ἐφαρμόσεις τῷ Σωτῆρι, παραθεὶς τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν σὺ εἶ Θεὸς μόνος.
PG 23:1035Ἐπειδήπερ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν ἀρχῇ ἦν, καὶ Θεοῦ Λόγος ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν· διόπερ οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν θεοῖς, καὶ μόνος αὐτὸς ὡς ἐν θεοῖς εἴη ἂν Θεὸς, οὐδενὸς τῶν λεγομένων πολλῶν θεῶν ἐν τῇ αὐτοῦ παραθέσει δυναμένου χρηματίζειν Θεοῦ. Ἄλλος δὲ διὰ τὸ ἐπιφέρεσθαι πᾶσι τούτοις τὸ, ὅτι Σὺ εἶ Θεὸς μόνος, εἴποι ἂν πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων τὰ προκείμενα πάντα διὰ τῆς εὐχῆς ἀναπέμπεσθαι· τῇ γὰρ αὐτοῦ δωρεᾷ καὶ χάριτι ἡ κλῆσις τῶν ἐθνῶν διὰ τοῦ Υἱοῦ αὐτοῦ γέγονε· καὶ αὐτὸς ἦν ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς καὶ ποιητὴς διὰ τοῦ Υἱοῦ τὰ πάντα συστησάμενος, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς ἦν ὁ πάντα θαυματουργήσας διὰ τοῦ Υἱοῦ, τά τε κατὰ τὴν Παλαιὰν Διαθήκην ἱστορούμενα, καὶ τὰ ἐν τῇ Καινῇ ἀναγεγραμμένα· διὸ λέγεσθαι, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου· καὶ, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος. Τὸ δὲ, μόνος, εἴρηται καὶ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν πρὸς τὸν Πατέρα ἐν τῷ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.
Ἐπεὶ δὲ τῆς τοῦ Πατρὸς θεότητος κοινωνὸς ὑπάρχει ὁ Υἱὸς, τῆς αὐτῆς μέτοχος ὢν βασιλείας, ἅτε μονογενὴς Υἱὸς ὢν καὶ Θεοῦ Λόγος, καὶ Θεοῦ σοφία, εἰκότως ἂν καταλέγοιτο καὶ αὐτὸς τῇ παρούσῃ θεολογίᾳ διδασκούσῃ, ὅτι οὐκ ἔστιν ὅμοιος τῷ ἐπὶ πάντων Θεῷ ἐν τοῖς πολλοῖς ὀνομαζομένοις θεοῖς· ἐν ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ αὐτοῦ Λόγῳ ἡ τοῦ Πατρὸς ὁμοιότης σώζεται. Διὸ καὶ εἰκὼν χρηματίζει Θεοῦ, καὶ, Θεὸς ἦν Λόγος, ὡς ἐν αὐτῷ μὲν σώζεσθαι μόνῳ τὴν τοῦ Πατρὸς ὁμοίωσιν, οὐκέτι δὲ καὶ ἐν τοῖς πολλοῖς θεοῖς. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Εἰς τὸ μὴ ἀποσφαλῆναι τῆς ἀληθείας Θεοῦ, ποδηγοῦ δεόμεθα· διόπερ ὁ μὲν Ἀκύλας, Φώτισόν με, φησὶ, Κύριε, τῇ ὁδῷ σου, περιπατήσω ἐν ἀληθείᾳ σου· ὁ δὲ Σύμμαχος, Ὑπόδειξόν μοι, Κύριε, τὴν ὁδόν σου, ἵνα ὁδεύσω τῇ ἀληθείᾳ σου. Καὶ πάλιν ἀντὶ τοῦ, Εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου, ὁ μὲν Ἀκύλας φησί· Μονάχωσον τὴν καρδίαν μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου· ὁ δὲ Σύμμαχος, Ἕνωσον τὴν καρδίαν μου εἰς φόβον τοῦ ὀνόματός σου.
Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου, ἐν ὅλῃ τῇ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Πολλὰ χρηστὰ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς, ἀναγκαίως ἀναφέρει τῇ μνήμῃ τὴν περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν ἐξομολόγησιν, ὡς ἂν μὴ δοκοίη διὰ τῆς παρασχεθείσης αὐτῷ συγχωρήσεως καὶ τῶν μετὰ ταῦτα ὑπαρχθέντων αὐτῷ, χαυνοῦσθαι, καὶ ῥᾳθυμότερον ἀναστρέφειν. Ἐπιστρέφει τοίνυν αὐτὸς ἑαυτὸν, καὶ μνήμην ποιεῖται τῆς αὐτοῦ ἁμαρτίας, ἵνα μείζων γένηται ἡ πρὸς τὸν Θεὸν εὐχαριστία· διό φησιν· Ἐξομολογήσομαί σοι· καὶ ἐπάγει· Ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ἡ γὰρ πρὸς θάνατον ἁμαρτία τοιαύτη τυγχάνει, εἰς τὸν κατώτατον ᾅδην κατασπῶσα. Πολλῶν γὰρ οὐσῶν ἁμαρτιῶν, ἐοίκασιν αἱ μὲν τοῦ ᾅδου εἰς τὰ ἐπιπόλαια φέρειν, αἱ δὲ εἰς τὰ κατώτατα, καὶ, ὡς ἂν εἴποι τις, εἰς αὐτὸν τὸν πυθμένα, περὶ οὗ εἴρηται· Ὁδοὶ ἀνδρὸς αἱ δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Ἀλλ’ ἐκεῖθεν, φησὶν, ἐῤῥύσω με, ἐπειδὴ γέγονε τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ.
PG 23:1037Εὐξάμενος γὰρ μεγάλου τυχεῖν ἐλέους ἐν τῷ ν ψαλμῷ, ἐν ᾧ εἴρηκεν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, ἐν τούτοις ὁμολογεῖται τετυχηκέναι τῆς εὐχῆς· διὸ καὶ ἐξομολογεῖται οὐχ ἁπλῶς, ἀλλ’ ἐν ὅλῃ αὐτοῦ τῇ καρδίᾳ. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησε τὴν ψυχήν μου, καὶ οὐ προέθετό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε ὁ Θεὸς, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Μεταβαλὼν ἀπὸ τῆς προσευχῆς εἰς τὴν ἐξομολόγησιν, καὶ ὁμολογήσας τῷ Θεῷ τὴν χάριν, ὅτι ἐῤῥύσατο τὴν ψυχὴν αὐτοῦ ἐξ ᾅδου κατωτάτου, ἀπολογεῖται τὴν αἰτίαν ἐξαγορεύων δι’ ἣν ἥμαρτε, καί φησιν, ὅτι ἐξ ἐπιβουλῆς πολλῶν ἀοράτων ἐχθρῶν τοῦτο πέπονθε, φθονησάντων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ. Διό φησιν· Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ. Οἱ δὲ λοιποὶ πάντες ἑρμηνευταὶ, ὑπερήφανοι, εἰρήκασι, τὰς ἀοράτους καὶ ὑπερηφάνους δυνάμεις αἰνιξάμενοι. Ὁποίαν δὲ βίαν πέπονθεν ἡ τοῦ Δαυὶ̈δ ψυχὴ οὐχ ὑπὸ μιᾶς δυνάμεως, ἀλλ’ ὑπὸ πλειόνων, διδάσκει λέγων· Καὶ συναγωγὴ κραταιῶν· ἢ ὡς ὁ Ἀκύλας, Καὶ συναγωγὴ κατισχυρευομένων· ἢ ὡς Σύμμαχος, Καὶ συναγωγὴ ἀνυποστάτων ἐζήτησε τὴν ψυχήν μου.
Ἀλλ’ ἡ μὲν τῶν ἐχθρῶν συναγωγὴ ἐζήτησε τὴν ψυχήν μου, μὴ θεμένων πρὸ ὀφθαλμῶν τὸν Θεὸν, σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προςεδόκησαν, συνεχώρησας καὶ ἐδωρήσω, ῥυσάμενός μου τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου· καὶ τοῦτ’ ἔπραξας, ὡς οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέλεος, καὶ ἐν πᾶσι τούτοις ἀληθινὸς ὑπάρχων. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ὁρῶν με, φησὶν, ἐλέησόν με. Δείκνυσι δὲ ἑαυτοῦ ὁ Δαυὶ̈δ τὴν ταπείνωσιν καὶ τῆς ψυχῆς τὴν κάκωσιν, ἣν παρίστη καὶ ἀρχόμενος τῆς προσευχῆς ἐν οἷς ἔλεγε· Πτωχὸς καὶ πένης ἐγώ εἰμι. Ἀντὶ δὲ τοῦ, Δὸς τὸ κράτος τῷ παιδί σου, σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπὼν, Δὸς ἰσχὺν παρὰ σοῦ τῷ δούλῳ σου. Ἵνα γὰρ μὴ ἐξασθενήσας ὀλισθήσω, μετὰ τῶν ἄλλων ὧν παρέσχου, δυναμωθῆναι ἀξιῶ, πρὸς τὸ μὴ αὖθις καταπαλαισθῆναι ὑπὸ τῆς συναγωγῆς τῶν κραταιῶν. Οὕτω δέ με ἰσχυροποιήσας σώσεις, ὡς ἄν σου δοῦλον γενόμενον, υἱὸν δὲ τῆς παιδίσκης σου, ἤτοι τῆς Ἐκκλησίας σου, ἢ καὶ τῆς ἐν τῇ κατὰ Θεὸν παιδείᾳ θρεψαμένης αὐτὸν μητρός.
PG 23:1039Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. Ὥσπερ τῷ Κάϊν σημεῖον ἔθετο ὁ Θεὸς τῆς πονηρίας αὐτοῦ δηλωτικὸν, ὅπερ σημεῖον οἱ θεωροῦντες εἴργοντο τοῦ ἀνελεῖν αὐτὸν, διὰ τὸ κρῖναι τὸν Θεὸν στένειν καὶ τρέμειν αὐτὸν ἐπὶ γῆς· οὕτω καὶ τοῖς τελείοις αὐτοῦ σημεῖον εἰς ἀγαθὸν δίδωσιν, ὅπερ ὁρῶντες, οἱ μὲν φίλοι χαίρουσιν, οἱ δὲ ἐχθροὶ καὶ οἱ μισοῦντες αἰσχύνονται, γνώρισμα λαβόντες διὰ τοῦ σημείου, ὅτι βεβοήθηται καὶ παρακέκληται ἐπὶ τῷ συμβεβηκότι. Καὶ τάχα ἐπὶ μὲν τοῦ Κάϊν αἱ ἐχθραὶ δυνάμεις, ὁρῶσαι τὸ ἐπιτεθὲν αὐτῷ σημεῖον ὑπὸ τοῦ Θεοῦ, ἐπέχαιρον αὐτῷ, ἅτε ἐπιχαιρησίκακοι οὖσαι· οἱ δὲ τοῦ Θεοῦ ἄγγελοι ἐπέστενον αὐτῷ διὰ τοῦ σημείου τὴν ἐπηρτημένην αὐτῷ ἐκ Θεοῦ ὀργὴν ἐπιγινώσκοντες. Ἐπὶ δὲ τῆς θεοφιλοῦς ψυχῆς τοὐναντίον, αἱ μὲν ἐχθραὶ δυνάμεις καταισχύνονται τὸ ἀγαθὸν σημεῖον ἐπικείμενον ὁρῶσαι αὐτῇ· οἱ δὲ θεῖοι καὶ ἀγαθοὶ ἄγγελοι χαίρουσι καὶ συνευφραίνονται αὐτῇ. Τοῦτο καὶ ὁ Σωτὴρ ἡμῶν ἐδίδαξεν εἰπὼν, χαρὰν γίγνεσθαι ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
PG 23:1083ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ ΩΔΗΣ.

Πϛ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1039Πϛ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Ἀντὶ τοῦ, Τοῖς υἱοῖς Κορέ, ὁ Ἀκύλας καὶ Σύμμαχος, Τῶν υἱῶν Κορὲ, ἐκδεδώκασιν, ὡς ὑπ’ αὐτῶν πεποιημένου, ἢ διὰ τούτων εἰρημένου τοῦ ψαλμοῦ καὶ λεχθέντος, οὐ μόνον διὰ ψαλτηρίου, ἀλλὰ καὶ μετ’ ᾠδῆς. Ζητῶν δὲ παρ’ ἐμαυτῷ, τίνι λόγῳ μὴ πάντες ἦσαν ἐφ’ ἑνὶ συνημμένοι οἱ ἐπιγεγραμμένοι Τῶν υἱῶν Κορὲ, ἀλλ’ οὕτω μὲν ἰδίως πρῶτοι οἱ ἀπὸ τοῦ μα· καὶ πάλιν ἰδίως ἀφωρισμένοι δύο ὁ πγ, ὁ δ καὶ π· καὶ πάλιν ἕτεροι δύο, ὁ μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ· μέσος δὲ παρεμβέβληται τούτων ὁ πε ἐπιγεγραμμένος Προσευχὴ τοῦ Δαυί̈δ· τὰ μὲν ἐμοὶ παραστάντα εἰς τὴν τῶν τελευταίων θεωρίαν διὰ τῶν εἰρημένων ἤδη πρότερον δεδήλωται. Εἴποι δ’ ἄν τις καὶ ἄλλως, ὅτι πάντες οἱ ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν φερόμενοι λόγοι, ὑπὸ διαφόρων ἀνδρῶν προφητικῷ Πνεύματι λελαλημένοι, ἰδιάζοντες ἦσαν, ὡς ἂν μήτε ὑφ’ ἕνα καιρὸν λεχθέντες, μήτε ὑπὸ τῶν αὐτῶν προφητευθέντες.
Αὐτίκα γοῦν ἐπιγέγραπταί τις Μωϋσέως, καὶ ἕτεροι τοῦ Ἀσὰφ, καὶ τοῦ Δαυὶ̈δ πάλιν ἕτεροι, καὶ ὁ Σολομῶντος ἄλλος, καὶ πάλιν Αἰθὰν τοῦ Ἐσδραί̈του· καὶ ἕτεροι δὲ πλεῖστοι ὅσοι παρὰ τούτους φέρονται ἀνεπίγραφοι, οὐ δυναμένων ἡμῶν εἰδέναι τίνος ἄρ’ εἶεν. Διαφόρως οὖν εἰρημένων τὸ παλαιὸν σποράδην ὑπῆρχε παρὰ τοῖς περὶ ταῦτα σπουδαίοις πεφυλαγμένον. Εἶθ’ ὕστερον συναχθῆναι τοὺς ρν ὑπὸ μίαν βίβλον. Μήποτ’ οὖν ὁ συναγαγὼν, εἴτ’ Ἔσδρας οὗτος ἦν, ὥς φασιν Ἑβραίων παῖδες, εἴτε τις ἕτερος παρὰ τοῦτον, τοὺς πρώτους εἰς αὐτὸν ἐχομένους πρώτους ἐν τῇ βίβλῳ κατέταττεν. Οὐκ ἀθρόως γὰρ τοὺς πάντας ὑφ’ ἕνα καιρὸν εὑρὼν, ἐξ ἀνάγκης τοὺς πρὸς χεῖρα παρεμπίπτοντας συνῆπτε τοῖς προειληφόσι. Διόπερ καὶ τοὺς πρώτους η Τῶν υἱῶν Κορὲ εἰκὸς τότε κατατάξαι, ὅτε καὶ ἀθρόως ὁμοῦ πάντες εὕρηνται· μετ’ ἐκείνους δὲ συνάψαι τοὺς μετὰ ταῦτα εἰς αὐτὸν ἐλθόντας. Εἶτα πολλῶν ἐν τῷ μεταξὺ εὑρημένων, καὶ εἰς τὴν βίβλον τῶν Ψαλμῶν ἀναληφθέντων μετὰ τὸν πβ ψαλμὸν, εὑρῆσθαι πάλιν ἄλλους δύο Τῶν υἱῶν Κορὲ, οὓς καὶ ἀκολούθως συνάψας ἐν τῷ τρίτῳ καὶ π καὶ τῷ πδ κατέταξεν.
PG 23:1041Εἶτα μεταξὺ τοῦ χρόνου τῆς τοῦ Δαυὶ̈δ Προσευχῆς εὑρεθείσης, ἐνθεῖναι καὶ ταύτην μετὰ τὸν πδ. Καὶ πάλιν μετὰ τὴν Προσευχὴν τοῦ Δαυὶ̈δ, ἐν πε τόπῳ καταλεχθεῖσαν, εὑρεθῆναι ἑτέρους δύο Τῶν υἱῶν Κορὲ, τὸν μετὰ χεῖρας καὶ τὸν ἐφεξῆς αὐτῷ· ἐξ ἀνάγκης τε καὶ αὐτοὺς συναχθῆναι τῇ Προσευχῇ τοῦ Δαυί̈δ. Τὸν αὐτὸν δὲ λόγον ὑπάρχειν ὁ αὐτὸς εἴποι ἂν καὶ ἐπὶ τῆς τῶν λοιπῶν ψαλμῶν συνθέσεως. Πιστώσεται δὲ τὸ λελεγμένον ἀπὸ προφητικῶν ἀποδείξεων· ἐπεὶ γὰρ ἐν ταῖς προφητικαῖς βίβλοις πολλάκις ἐστὶν εὑρεῖν τὰ τῷ χρόνῳ προλεχθέντα δεύτερα κείμενα τῇ τάξει, καὶ τὰ προφητευθέντα ὕστερα προτεταγμένα τῶν προαγόντων τοῖς χρόνοις. Ὁ γοῦν Ἱερεμίας προφητεύειν μὲν ἄρχεται ἐπὶ Ἰωσίου, παρατείνει δὲ μέχρι Σεδεκίου καὶ τῆς αἰχμαλωσίας· Σεδεκίας δ’ ἦν τέταρτος ἀπὸ Ἰωσίου βασιλεύς. Μετὰ γὰρ Ἰωσίαν δεύτερος Ἰωακεὶμ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν· μεθ’ ὃν τρίτος Ἰεχωνίας υἱὸς Ἰωακείμ· μεθ’ ὃν τέταρτος Σεδεκίας ἀδελφὸς Ἰωακείμ· καθ’ οὓς ἅπαντας τοῦ Ἱερεμίου προφητεύσαντος, ἡ ἐπώνυμος αὐτοῦ γραφὴ ἄρχεται μὲν ἀπὸ Ἰωσίου· εἶτα προϊοῦσα μέμνηται Ἰεχωνίου τοῦ τρίτου ἀπὸ Ἰωσίου·
εἶτα προφητεύει τὰ ἐπὶ Σεδεκίου, ὃς ἦν τέταρτος ἀπὸ Ἰωσίου· οἷς ἑξῆς τίθησι τὰ ἐν τῷ τετάρτῳ ἐπὶ Ἰωακεὶμ προφητευθέντα, ὃς ἦν δεύτερος μετὰ Ἰωσίαν. Εἶθ’ ἑξῆς ἐπάγει τὰ ἐν ἀρχῇ τοῦ αὐτοῦ Ἰωακείμ· εἶτα τὰ ἐπὶ Σεδεκίου, καὶ πάλιν τὰ ἐπὶ Ἰωακείμ. Εἶτα μέμνηται τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, καὶ ὡς μετὰ Σεδεκίαν κατέστη ἡγούμενος τῶν ἀπολειφθέντων Γοδολίας, καὶ ὡς Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, μεθ’ ὃν Ἰωανᾶν υἱὸς Καριὲ ἡγεῖται. Καὶ μετὰ τούτους ἅπαντας ἑξῆς ἐπάγει τὰς ἐν τῷ δ ἔτει Ἰωακεὶμ λεχθείσας προφητείας, καὶ πάλιν τὰς ἐν ἀρχῇ βασιλείας Σεδεκίου εἰρημένας. Εὕροις δ’ ἂν καὶ παρὰ τῷ Ἐζεκιὴλ τὰ παραπλήσια. Ἐπεὶ καὶ ἐν τῇ τούτου γραφῇ οὐχ ἑξῆς τοῖς χρόνοις σύγκεινται αἱ προφητεῖαι· ἀλλ’ εἰσὶν αἱ μὲν κατὰ τὸ κζ ἔτος τῆς αἰχμαλωσίας προτεταγμέναι τῷ ια τῆς αἰχμαλωσίας εἰρημένῳ· μετὰ γὰρ τὰς ἐν τῷ κζ ἔτει φέρονται αἱ λεχθεῖσαι ἐν τῷ ια τῆς αἰχμαλωσίας ἔτει· καὶ πάλιν μετὰ τὰς ἐν τῷ ια ἄλλαι φέρονται ἐν τῷ ι ἔτει εἰρημέναι, καὶ ἑξῆς αἱ ἐν τῷ κε ἔτει. Καὶ τούτων ἁπάντων εἴποι ἄν τις τὴν αἰτίαν οὐκ ἄλλην εἶναι τῆς ἀποδεδομένης.
Σποράδην γὰρ, ὡς εἰκὸς, τῶν κατὰ χρόνους καὶ καθ’ ἕκαστον βασιλέα μερικῶς προπεφητευμένων, τὸ παλαιὸν παρὰ τοῖς σπουδαίοις σωζομένων, ἤτοι τὸν Ἔσδραν, ἢ καί τινας ἑτέρους, ὑπὸ μίαν περιγραφὴν συνάγοντας τὰ ἑκάστῳ τῶν προφητῶν κατὰ χρόνους διαφόρους λεχθέντα, τοὺς πρώτους εὑρισκομένους λόγους κατατάσσειν πρώτους· εἶθ’ ἑξῆς συνάπτειν τοὺς μετὰ ταῦτα εὑρισκομένους, εἰ καὶ προῆγον τῷ χρόνῳ. Τὸν δ’ αὐτὸν εἶναι λόγον καὶ ἐπὶ τῆς τάξεως τῶν Ψαλμῶν, καθόλου μὲν ἁπάντων, ἰδίως δὲ καὶ τῶν μετὰ χεῖρας ἡμῖν ἐξεταζομένων· εἰ μὴ ἄρα τις βαθύτερος νοῦς λανθάνων ἡμᾶς ἑτέρους τινὰς λογισμοὺς παραστήσει τῆς τῶν ἐζητημένων αἰτίας Τά γε μὴν ἡμῖν ὑποπεσόντα εἴς τε τὴν τάξιν Τῶν υἱῶν Κορὲ, καὶ περὶ τῆς Προσευχῆς τοῦ Δαυὶ̈δ τῆς πρὸ τοῦ μετὰ χεῖρας ψαλμοῦ κειμένης, καὶ μέσης Τῶν υἱῶν Κορὲ παρεμβεβλημένης, πρόκειται τοῖς ἐθέλουσιν ἐντυγχάνειν τοῖς εἰρημένοις ἡμῖν ἔμπροσθεν. Ταῦτα μὲν οὖν ἡμῖν ὧδέ πη προγεγυμνάσθω. Ἐπεὶ δὲ ἀορίστως ἀρχόμενος ὁ λόγος ἐν τῷ ψαλμῷ φησιν· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· εἰκότως ἄν τις ζητήσειε, τίνος αὐτοῦ. Προχείρως μὲν οὖν εἴποι τις ἂν νοεῖσθαι τοῦ Θεοῦ·
PG 23:1043ἐπειδὴ ἑξῆς ἐπιλέγεται, ἡ πόλις τοῦ Θεοῦ. Ἐγὼ δὲ, ἐπιστήσας τῇ ἀκολουθίᾳ τοῦ ψαλμοῦ, καὶ εὑρὼν ἑξῆς εἰρημένον τό· Μὴ τῇ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκε· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτήν· Ὁ δὲ Σύμμαχος· Περὶ δὲ Σιὼν λεχθήσεται· Καθ’ ἕκαστον ἄνθρωπον αὐτὸς ἐτέχθη ἐκεῖ· αὐτὸς δὲ ἥδρασεν αὐτήν· ἡγοῦμαι σφόδρα ἀκολούθως εἰρῆσθαι τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι, καὶ μὴ προκεῖσθαι τὸ, τοῦ Θεοῦ· ἵν’, ἐπιζητήσαντες τίνος αὐτοῦ, εὕρωμεν ἀπὸ τῶν ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, τὸν καὶ γεννηθέντα ἐκεῖ· Ἄνθρωπος, γάρ φησιν, ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἢ καὶ αὐτὸς ἥδρασεν αὐτήν. Λεγομένου τοιγαροῦν τοῦ· Οἱ θεμέλιοι αὐτοῦ, προσυπακούσωμεν ἡμεῖς τὸ τοῦ ἀνδρὸς τοῦ θεμελιώσαντος αὐτήν· δῆλον δ’ ὅτι τὴν τοῦ Θεοῦ πόλιν. Πόλιν δὲ τοῦ Θεοῦ νομίζειν τὴν κατὰ Παλαιστίνην τὸ πάλαι συνεστῶσαν Ἰουδαίων μητρόπολιν οὐ μόνον ταπεινὸν, ἀλλὰ καὶ δυσσεβές.
Τὸ γὰρ περὶ τῆς νῦν ὑπὸ ἀλλοφύλων ἐθνῶν οἰκουμένης ἐν τῇ Ἰουδαίᾳ πόλεως λέγεσθαι νομίζειν τό· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, τὰς νῦν ἐρήμους καὶ ἠφανισμένας· καὶ τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ· καὶ πάλιν ἀλλαχοῦ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ πάλιν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ· καὶ ταῦτα πάντα νομίζειν λέγεσθαι περὶ πόλεως ἣν ἄνδρες οἰκοῦσι νῦν Ἕλληνες καὶ ἀλλόφυλοι καὶ εἰδωλολάτραι, σφόδρα μοι δοκεῖ ταπεινῆς εἶναι, καὶ μικροπρεποῦς διανοίας. Εἰ δέ τις νοήσειεν ὅπως εἰώθασιν αἱ θεῖαι καὶ προφητικαὶ φωναὶ πόλιν Θεοῦ καλεῖν τὸ θεοσεβὲς πολίτευμα, ὄψεται τίνα τρόπον καθ’ ὅλης τῆς οἰκουμένης τὴν θεοφιλῆ ταύτην καὶ θεοσεβῆ πολιτείαν τε καὶ πόλιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ, ἐθεμελίωσέ τε καὶ ἥδρασε. Διὸ καὶ ποικίλως κηρύττεται ὑπὸ τῶν προφητῶν ἐν οἷς λέγεται περὶ αὐτοῦ, καὶ τό· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου.
Τὴν γὰρ τοῦ Θεοῦ πόλιν, δηλαδὴ τὴν κατὰ Θεὸν πολιτείαν καὶ τὸ θεοσεβὲς πολίτευμα καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μόνος αὐτὸς γεννηθεὶς ἐν αὐτῇ ἱδρύσατο, καὶ κατεπήξατο διὰ τῆς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ καὶ πόλει συνεστώσης αὐτοῦ καθολικῆς Ἐκκλησίας· περὶ ἧς πεπεῖσθαι προσήκει λέγεσθαι τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ τό· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ταῖς θείαις φέρεται Γραφαῖς. Τῆς οὖν μεγίστης ταύτης καὶ θεοπρεποῦς πόλεως, λέγω δὲ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καὶ τοῦ κατ’ αὐτὴν ἐμφαινομένου θεοσεβοῦς πολιτεύματος, οἱ θεμέλιοι τυγχάνουσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἑρμηνεύει δὲ τὸν λόγον ὁ Ἀπόστολος φάσκων· Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἄλλως δὲ οἱ θεμέλιοι αὐτοῦ οὐκ ἐνταῦθα κάτω καὶ παρ’ ἡμᾶς τυγχάνουσιν, ἀλλ’ ἄνω που καὶ ἐν τοῖς καλουμένοις ἁγίοις ὄρεσι. Διὸ λέλεκται· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
PG 23:1045Εἶεν δ’ ἂν ταῦτα τὰ ὄρη οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἔνθα τὸ μέγα πολίτευμα τῆς ἐπουρανίου Σιὼν, καὶ τῆς ἀληθῶς μεγάλης τοῦ Θεοῦ πόλεως συνέστηκεν. Οὐκ ἐμὸς δὲ οὗτος ὁ λόγος, ἀλλὰ καὶ αὐτὸς τοῦ φήσαντος Ἀποστόλου· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καί· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτης οὖν τῆς μεγάλης πόλεως τοῦ Θεοῦ εἰκὼν μὲν εἴη ἂν ἡ ἐπὶ γῆς Ἐκκλησία τοῦ Θεοῦ· τὰ δὲ στηρίγματα αὐτῆς καὶ θεμέλιοι, οἱ ἐν τοῖς ἀποδεδομένοις ἡμῖν ἁγίοις ὄρεσιν ὑφεστήκασιν· αἱ δὲ εἴσοδοι καὶ αἱ πρῶται στοιχειώσεις αὐτῆς ἐκείνης τῆς οὐρανοπόλεως ἐνταῦθα τυγχάνουσι παρ’ ἡμῖν. Ἅσπερ εἰσόδους καὶ εἰσαγωγὰς τοῦ θεοσεβοῦς πολιτεύματος πύλας ὠνόμασε Σιὼν ὁ λόγος φάσκων· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Σκηνώματα δὲ Ἰακὼβ αἱ Ἰουδαικαὶ παραδόσεις, καὶ αἱ κατὰ Μωϋσέως σωματικαὶ θρησκεῖαι ἐνταῦθά μοι δοκοῦσι λέγεσθαι·
ὧν προτιμότεραι τυγχάνουσι παρὰ τῷ Θεῷ αἱ πύλαι τῆς Σιὼν, τουτέστιν αἱ εἴσοδοι καὶ εἰσαγωγαὶ τῆς ἐπουρανίου βασιλείας ἐπὶ τῆς Ἐκκλησίας ἱδρυμέναι. Ἐν μόνῃ γὰρ ταύτῃ κηρύσσεται ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τοῦ σωτηρίου γε Εὐαγγελίου ὁ πᾶς σκοπὸς ἐκεῖσε βλέπει. Ἐπεὶ καὶ αἱ σωτήριοι ἐπαγγελίαι, καὶ τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἡ πᾶσα ἐλπὶς τοῦ κατὰ Χριστὸν πολιτεύματος, τὴν βασιλείαν τῶν οὐρανῶν ὁρᾷ. Γέγραπται γοῦν, ὅτι ἐκήρυξεν ὁ Σωτὴρ λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐμακάριζέ τε τοὺς ἀξίους τῶν οἰκείων μακαρισμῶν, ἐπαγγελλόμενος αὐτοῖς βασιλείαν οὐρανῶν· ἀλλὰ καὶ ἐδίδασκεν εὔχεσθαι τοὺς αὐτοῦ μαθητὰς καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐξαιτεῖσθαι φάσκοντας ἐν τῇ προσευχῇ· Γενηθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου. Εἰκότως τοίνυν πάντα τὰ τοιαῦτα πύλαι τῆς τῶν οὐρανῶν βασιλείας ὠνομάσθησαν, εἴσοδοί τινες καὶ εἰσαγωγαὶ τυγχάνουσαι τῆς ἐκεῖσε πορείας. Ἀγαπᾷ τοίνυν ταύτας τὰς πύλας τῆς ἐπουρανίου Σιὼν ὑπὲρ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς συναγωγὰς, ἅσπερ ὠνόμασε σκηνώματα Ἰακώβ.
PG 23:1047Οὐδὲν γοῦν παρ’ ἐκείνοις περὶ τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ μνημονεύεται, οὐδέ τις αὐτοῖς σκοπὸς περὶ βασιλείας οὐρανῶν ἔνεστι, κάτω δὲ δι’ ὅλου νενευκότες τὰς ἐλπίδας ἐπὶ γῆς ἔχουσι, καὶ τὰς ἐπαγγελίας ἐνταῦθά που προσδωκῶσι· διὸ προτιμότεραι παρὰ τῷ Θεῷ τυγχάνουσι τῶν σκηνωμάτων Ἰακὼβ αἱ προδηλωθεῖσαι ἡμῖν πύλαι τῆς ἐπουρανίου Σιών· ἧς οἱ θεμέλιοι οὐκ ἐνταῦθα κάτω που ἐπὶ γῆς, ἀλλ’ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ὑπάρχουσι, τοῖς προτεθεωρημένοις. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Ἀντὶ τοῦ· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ὁ μὲν Ἀκύλας φησίν· Ἀναμνήσω ὁρμήματος καὶ Βαβυλῶνος· ὁ δὲ Σύμμαχος· Ἀναμνήσω ὑπερηφανίαν καὶ Βαβυλῶνα. Ἡγοῦμαι δὲ διὰ Βαβυλῶνος καὶ Τύρου καὶ Ῥαὰβ, διά τε τῶν ἀλλοφύλων καὶ τοῦ λαοῦ τῶν Αἰθιόπων, τὴν κλῆσιν τῶν ἐθνῶν αἰνίττεσθαι, τῶν μεταθεμένων καὶ μεταβεβλημένων ἀπὸ τῆς προτέρας ἀγωγῆς, καταξιωθέντων τε ἀναγεννήσεως τῆς ἐν τῇ πόλει τοῦ Θεοῦ· οὓς ὁ Λόγος ἀναμιμνήσκειν βούλεται τοῦ προτέρου ἑαυτῶν γένους.
Τῷ γὰρ φάσκειν ἀλλοφύλους, καὶ Τύρον καὶ λαοὺς Αἰθιόπων γεγενῆσθαι ἐκεῖ, τί ἕτερον ἢ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐν τῇ πόλει τοῦ Θεοῦ ἀναγέννησιν; Καὶ ὁ Ἀκύλας δέ φησι· Φυλιστιαία καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ· ὁμοίως δὲ καὶ ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ἰδοὺ Φυλιστιαῖοι καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ. Ἐκεῖ δὲ, ποῦ φησι τετέχθαι τοὺς ἀλλοφύλους, ἀλλ’ ἢ ἐν τῇ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς πύλαις αὐτῆς ταῖς νενοημέναις; Τοῦτο γὰρ ἡ ἀκολουθία τῆς συμφράσεως ὑποβάλλει νοεῖν. Προειπὼν γάρ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, ἐπιλέγει συνάπτων ἑξῆς, ὡς ἄρα οἵδε καὶ οἵδε ἀλλόφυλοι ἐγενήθησαν ἐκεῖ, καὶ ὁ λαὸς Αἰθιόπων ἐτέχθη ἐκεῖ· δηλονότι ἐν τῇ προειρημένῃ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς ταύτης τεθεωρημέναις πύλαις. Ἃ δὴ καὶ ἔργοις ἐπιτελεσθέντα τὴν τῶν λόγων ἀλήθειαν πιστοῦται τῆς σωτηρίου χάριτος, καὶ Βαβυλωνίου, καὶ Τυρίους, καὶ πάντας τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας, καὶ τῶν τῆς Καινῆς Διαθήκης μυστηρίων ἀναγεννώσης ἐν τῇ δηλωθείσῃ πόλει τοῦ Θεοῦ. Μήτηρ Σιὼν ἐρεῖ·
Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Αἱ τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεις λευκότερον τὴν τῶν προκειμένων διάνοιαν παρέστησαν. Ὁ μὲν γὰρ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· Περί τε Σιὼν λεχθήσεται καθ’ ἕκαστον· Ἄνθρωπος οὗτος ἐτέχθη ἐκεῖ· αὐτὸς ἥδρασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Καὶ ὁ Θεοδοτίων φησί· Καὶ τῇ Σιὼν ῥηθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν, καὶ ἡτοίμασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐν αὐτῇ. Καὶ πρόσχες τίνα τρόπον ἐν τούτοις οἷσπερ εἴρηται περὶ τῶν ἀλλοφύλων, τό· Ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Οὕτω καὶ ἐνταῦθα, Λεχθήσεται, φησίν· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐκεῖ· καὶ πάλιν ἑξῆς· Κύριος γράφων λαοὺς, Οὗτος ἐτέχθη ἐκεῖ. Πρότερον μὲν γὰρ εἴρητο περὶ τοῦ λαοῦ τῶν ἀλλοφύλων· δεύτερον δὲ περὶ τοῦ ἀνδρὸς τοῦ λεγομένου τετέχθαι ἐκεῖ, καὶ τρίτον περὶ αὐτοῦ τοῦ Κυρίου. Ὁ γὰρ Κύριος, φησὶν, αὐτὸς ὁ θεσπίζων ταῦτα καὶ γράφων λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ.
PG 23:1049Σαφῶς δὲ ὁ Λόγος τὸν μὲν ἄνδρα τὸν τεχθέντα ἐκεῖ, τουτέστιν ἐν τῇ τοῦ Θεοῦ πόλει, τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν ᾐνίξατο· τὸν δὲ Κύριον καὶ αὐτὸν τετέχθαι ἐκεῖ φάσκων, παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Λόγου κατοίκησιν. Ὥσπερ γὰρ ἡ Σιὼν, πόλις οὖσα τοῦ Θεοῦ, χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρὸς, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος Θεοῦ Λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος. Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ Λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγενήθησαν ἐν τῇ τοῦ Θεοῦ πόλει, καὶ γεγόνασιν υἱοὶ Θεοῦ διὰ τῆς παρ’ αὐτῷ ἀναγεννήσεως. Ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς οὐρανοὺς ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα Κύριον. Οἷς ἅπασιν ἐπιλέγει τὸ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶ, Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί· ὁ δὲ Σύμμαχος, Καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί.
Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τούτων τὴν τῶν πιστῶν ἁπάντων, τῶν δὴ τῆς ἁγίας τοῦ Θεοῦ πόλεως καταξιωθησομένων, ἐπισυναγωγὴν, καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. Τῷ γὰρ λέγεσθαι, ἐν σοί, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ Θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ’ ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ’ εὐφροσύνης συναγόμενοι κατοικήσειν προφητεύονται. Ὅρα δὲ τίνα τρόπον ὁ παρὼν ψαλμὸς, Θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν τῆς τῶν Ἑβδομήκοντα ἑρμηνείας, ἐπέκρυψε τὸ μυστήριον. Τὸ γὰρ, Κύριος ἀριθμήσει γράφων λαούς· Οὗτος ἐτέχθη ἐκεῖ, κατὰ Σύμμαχον· ἢ κατὰ Ἀκύλαν, Κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς· Οὗτος ἐτέχθη ἐκεῖ· ἢ κατὰ τὸν Θεοδοτίωνα, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐκεῖ, οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς Ἑβδομήκοντα τὸν τρόπον· ἀλλ’ εἴρηται, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ·
ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν τὴν ἑρμηνείαν πεποιημένων, διὰ τὸ ἔθνεσιν ἀλλοφύλοις μέλλειν ἐκδίδοσθαι τὴν Γραφὴν κατὰ τοὺς Πτολεμαίου χρόνους, οὔπω τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος τῷ βίῳ. Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγματώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ’ αὐτοῦ μὴ διασαφῶν· καὶ πάλιν ὄρη ἅγια ὀνομάζων, καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ Κυρίου τῶν σκηνωμάτων Ἰακὼβ, καὶ πόλιν Θεοῦ δεδοξασμένως λαλουμένην· καὶ ἐπὶ πᾶν, ἐν τῇ πόλει, οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα, Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλοφύλους. Τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πόλει τοῦ Θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς, καὶ τοῦ Κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί· ἐφ’ οἷς πᾶσαν εὐφροσύνην κοινὴν καὶ χορείας, ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ἐπὶ τέλει τοῦ ψαλμοῦ θεσπίζει.
PG 23:1051Ἐπὰν δὲ λέγῃ ἐν γραφῇ λαῶν ταῦτα πάντα ἔσεσθαι, σημαίνειν ἡγοῦμαι τὸν καιρὸν τῆς ἀπογραφῆς τῶν ἐθνῶν, ἥτις ἐπληροῦτο ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως· τότε γὰρ ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ὅτε Κυρήνιος ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς ἀπογραφὰς ἐποιεῖτο. Ἐπισημαίνεται γοῦν ὁ εὐαγγελιστὴς λέγων· Αὕτη ἡ ἀπογραφὴ πρώτη· ὥστε καὶ τὸν καιρὸν αὐτὸν ἀκριβῶς διὰ τοῦ παρόντος ψαλμοῦ δηλοῦσθαι. Μήποτε δὲ καὶ διὰ τοῦτο ἀφώρισται ὁ ψαλμὸς, καὶ μακρὰν ἀπεσχοίνισται τῶν λοιπῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ, ἐπειδὴ κρύπτεσθαι ὁ λόγος τὰ δηλούμενα ἐν αὐτῷ μυστήρια περὶ τῆς τοῦ Κυρίου γενέσεως ἐβούλετο· ὥστε καὶ ταύτην ἑτέραν εἶναι αἰτίαν τῶν ἐζητημένων ἡμῖν κατὰ τὴν ἀρχὴν τῶν προκειμένων. Τὸ αὐτὸ δ’ ἂν εἴποις καὶ ἐπὶ τοῦ πζ ἑξῆς τούτῳ ἐπιλεγομένου, ἐπιγεγραμμένου τε καὶ αὐτοῦ τῶν υἱῶν Κορέ· ἐπεὶ καὶ αὐτὸς τὸν θάνατον τοῦ Σωτῆρος ἡμῶν προφητεύει ἀκολούθως τῷ μετὰ χεῖρας τὴν γένεσιν αὐτοῦ περιέχοντι.

Ode of a Psalm for the Sons of KorahΩ|ΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΤΟ ΤΕ-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΤΟ ΤΕ- ΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΤΟΥ ΑΠΟΚΡΙΘΗΝΑΙ, ΣΥΝΕΣΕΩΣ ΑΙΜΑΝ ΤΩ ΕΣΔΡΑΙΤΗ. ΠΖ.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σοῦ. Καὶ ὁ παρὼν ψαλμὸς Τῶν υἱῶν Κορὲ, ὡς καὶ ὁ πρὸ αὐτοῦ, τυγχάνει. Ἀλλ’ ὁ μὲν πρὸ αὐτοῦ, Χριστοῦ γένεσιν ᾐνίττετο φάσκων· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτὴν, ὡς ὁ Ἀκύλας ἡρμήνευσε· καὶ τὸν καιρόν γε σημαίνει τῆς γενέσεως τοῦ εἰρημένου ἀνδρὸς, προϊὼν ἑξῆς· ἔφασκε γοῦν· Ἐν τῷ γράφειν λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Τούτου δὲ τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ἡ πέμπτη ἔκδοσις, ἐν ᾗ εἴρηται· Ἐν ἀπογραφῇ λαῶν, οὗτος γεννηθήσεται ἐκεῖ. Σαφέστατα γὰρ τῆς ἀπογραφῆς ἐμνημόνευσε, καθ’ ἣν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐγεννήθη, ὥσπερ οὖν δηλοῖ λέγων ὁ εὐαγγελιστής· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύσαντος τῆς Συρίας Κυρηνίου. Ἀλλ’ ἐκεῖνος μὲν τὴν γένεσιν ἐσήμανεν αὐτοῦ, ὁ δὲ μετὰ χεῖρας τὸν θάνατον. Τὸ δὲ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ, ἡρμήνευσεν ὁ Σύμμαχος· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείας.
Καί μοι δοκεῖ τὸν Χριστοῦ λαὸν αἰνίττεσθαι καὶ τὴν ἐκκλησιαστικὴν χορείαν, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν ὁ θάνατος ἀνυμνεῖται. Ἐπεὶ δὲ καὶ ἡ γένεσις αὐτοῦ διὰ τῆς χορείας ταύτης ᾄδεται, εἰκότως καὶ ὁ πρὸ τούτου ψαλμὸς τὴν γένεσιν αὐτοῦ θεσπίσας ἐπήγαγε λέγων· Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοὶ, τοὺς ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χοροὺς ᾄδοντας αὐτοῦ καὶ ἀνυμνοῦντας τὰ μυστήρια δηλώσας. Τὸν δὲ λεγόμενον Αἰμὰν τὸν Ἐσδραί̈την φασὶν εἶναι ἕνα τῶν υἱῶν Ζαρὰ τοῦ υἱοῦ Ἰούδα, κεκλῆσθαί τε αὐτὸν παρ’ Ἑβραίοις πατρωνυμικῶς Ζαραί̈την· εἶναι δὲ πέντε τοὺς πάντας· μαρτυρεῖν δὲ τῷ λόγῳ τὴν πρώτην τῶν Παραλειπομένων, τοῦτον περιέχουσαν τὸν τρόπον· Υἱοὶ Ἰούδα Φαρὲς καὶ Ζαρά· καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰμ καὶ Αἰμὰν καὶ Χαλχὰλ καὶ Δαρδά· πάντες πέντε. Τούτους ἔλεγεν ὁ Ἑβραῖος ἐν Αἰγύπτῳ προφητεῦσαι, πρὸ Μωϋσέως γενομένους, αὐτῶν τε εἶναι τοὺς ψαλμοὺς τοὺς εἰς ὄνομα αὐτῶν προγεγραμμένους· οἷον τὸν μετὰ χεῖρας, καὶ τὸν ἑξῆς αὐτῷ, καὶ αὐτὸν ἐπιγεγραμμένον, Αἰθὰμ τῷ Ἐσδραί̈τῃ· ἀλλὰ καὶ περὶ αὐτῶν λελέχθαι ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν·
PG 23:1053Καὶ ἐσοφίσατο Σολομὼν ὑπὲρ Αἰθὰν τὸν Ἐσδραί̈την, καὶ Αἰμὰν, καὶ τὸν Χαλχὰλ καὶ τὸν Δαρδάν. Ταῦτα μὲν οὖν εἰς τὴν ἱστορίαν εἰρήσθω. Εἰ δέ τι συμβάλλονται τῇ τοῦ ψαλμοῦ θεωρίᾳ αἱ τούτων τῶν ὀνομάτων ἑρμηνεῖαι, καὶ αὐτὸς ἐπιστήσεις. Ὕστατος δὲ ὢν ὁ παρὼν τῶν ἐπιγεγραμμένων Υἱῶν Κορὲ, τὴν κάθοδον τὴν εἰς τὸν ᾅδην τοῦ Σωτῆρος ἡμῶν περιείληφεν, ὥσπερ ἐξεπίτηδες ταμιευσαμένου τοῦ λόγου τὸ μυστήριον τοῦ θανάτου ἐπὶ τέλει τοῦ παντὸς παραδοῦναι. Καί μοι δοκοῦσιν οἱ δ οὗτοι Τῶν υἱῶν Κορὲ, λέγω δὲ ὁ τρίτος καὶ π, καὶ ὁ δ καὶ π, ὅ τε πϛ καὶ ὁ πζ ἔχειν τινὰ πρὸς ἀλλήλους ἀκολουθίαν. Ὁ μὲν γὰρ πγ σαφῶς Θεοῦ παρουσίαν εἰς ἀνθρώπους καὶ Χριστοῦ προφητείαν ὀνομαστὶ περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ ᾗ τάχος ἐπιστῆναι τὰ τεθεσπισμένα ηὔχετο· ὁ δὲ πρὸ τοῦ μετὰ χεῖρας ἤδη τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ᾐνίττετο· τούτοις δὲ πᾶσιν ἀκολούθως ὁ προκείμενος τὸν θάνατον, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, προαναφωνεῖ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐναντίον σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ἐν τῷ κα ψαλμῷ καὶ αὐτῷ εἰς τὸν Χριστὸν ἀναφερομένῳ, καὶ τὸ πάθος αὐτοῦ σαφῶς προφητεύοντι, ὅπερ διὰ τῆς ἀρχῆς παρίστησιν ὁ λόγος φάσκων· Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; ὃ καὶ μεμαρτύρηται κατὰ λέξιν ἐπὶ τοῦ πάθους ὁ Σωτὴρ ἡμῶν εἰρηκὼς, μετὰ τὴν ἀρχὴν ἑξῆς ἐπιλέγεται· Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καὶ ὁ παρὼν δὲ ψαλμός φησιν· Ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Καί μοι δοκεῖ τὸ λόγιον τὸν βίον τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν ὑπογράφειν διὰ πάσης οὐ μόνον ἡμέρας ἀλλὰ καὶ νυκτὸς ἀνακειμένου τῷ Θεῷ. Ἔχει δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις ὅπως ταῖς εὐχαῖς διὰ παντὸς ἐσχόλαζεν. Ἐπὶ δὲ τοῦ παρόντος δέεται τοῦ Πατρὸς καὶ ἀξιοῖ κλῖναι τὸ οὖς πρὸς τὴν δέησιν αὐτοῦ· τουτέστιν ἐπινεῦσαι τοῖς αἰτήμασιν αὐτοῦ. Καὶ τοῦτ’ εὔχεται, ὡς ἂν μέλλων ὑπὲρ ἁπάντων τῶν ἐθνῶν, αὐτὸς ἑαυτὸν τῷ Πατρὶ προσφέρειν θυσίαν. Πολλὰ δὲ περὶ τοῦ ἰδίου θανάτου μέλλων ἑξῆς διεξιέναι, ὁρῶν τε τὴν μετὰ θάνατον διαδεξομένην αὐτὸν σωτηρίαν, εἰκότως τὴν ἀπαρχὴν τοῦ ψαλμοῦ τῇ αὐτοῦ σωτηρίᾳ προλαβὼν ἀνατίθησι·
PG 23:1055διό φησι, Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Σαφῶς διὰ τούτων τὴν εἰς τὸν ᾅδην κάθοδον αὐτοῦ παρίστησι, καὶ τὰ κακὰ ὧν πεπληρῶσθαι ἑαυτοῦ ἔφασκε τὴν ψυχήν. Κακὰ δὲ ἤτοι τὰς περιστάσεις ὀνομάζει, κοινότερον ἐξακουομένου τοῦ τῶν κακῶν ὀνόματος, ἢ καὶ τὴν τῶν ἀνθρώπων κακίαν, ἧς πεπληρῶσθαι τὴν ψυχὴν αὐτοῦ ἔλεγεν· ἀλλὰ καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ἃς εἰς ἑαυτὸν ἀνείληφε, δι’ ἃς καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα κατὰ τὸν Ἀπόστολον, ὃς ἔφη· Κύριος ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Διὸ καὶ κατὰ τὸν ψαλμὸν, ἐπλήσθη κακῶν ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ζωὴ αὐτοῦ τῷ ᾅδῃ ἤγγισεν· ὃ δὴ καὶ αὐτὸ σαφῶς τὴν εἰς τὸν θάνατον κάθοδον αὐτοῦ δηλοῖ. Διόπερ ὁ μὲν Ἀκύλας ἐξέδωκεν εἰπὼν, Καὶ ἡ ζωή μου εἰς ᾅδην κατήντηκεν· ὁ δὲ Σύμμαχος, Καὶ ἡ ζωή μου ᾅδῃ ἥψατο. Ὥσπερ δὲ εἴρηται ἀλλαχοῦ τὸ, Μετὰ ἀνόμων ἐλογίσθη· Οὕτω καὶ ἐνταῦθα, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον·
ἀνθ’ οὗ ἐξέδωκεν ὁ Σύμμαχος, Ἐλογίσθην μετὰ τῶν καταγομένων εἰς λάκκον. Οἱ μὲν γὰρ πάντες ἄνθρωποι καθέλκονται καὶ κατάγονται εἰς τὸ χωρίον τοῦ θανάτου, τὸ νῦν λάκκῳ παραβαλλόμενον· καὶ καταβαίνουσιν ἐκεῖ διὰ τὰς ἑαυτῶν ἁμαρτίας, τῆς αὐτόθι χώρας ἄξιοι εἶναι κριθέντες. Κἀγὼ δὲ ἐν τούτοις ἐλογίσθην, οὐκ ὢν ἄξιος, ἀλλ’ ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου. Ἐνθάδε μὲν οὖν ἡ ζωή μου, φησὶ, τῷ ᾅδῃ ἤγγικε· καὶ, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐν ἑτέρῳ δὲ ψαλμῷ, τούτων αὐτῶν μνημονεύων, τὴν ἐκεῖθεν ἄνοδον σημαίνει φάσκων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον· Καὶ πάλιν ἀλλαχοῦ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. Καὶ ἔστησε ἐπὶ πέτραν τοὺς πόδας μου· καὶ ἐν τῷ ιε ψαλμῷ εἴρηται· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν.
Οἱ ἀληθῶς ἀβοήθητοι ὑπὸ τοῦ θανάτου κυριευόμενοι, κατάγονται καὶ ἀπάγονται ὑπ’ αὐτοῦ. Μόνος δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου· καὶ ὥσπερ γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὕτως ἐγενήθη ὡς εἷς τῶν ἀβοηθήτων ἀνθρώπων. Ἀλλ’ ἐπεὶ μὴ ἀληθῶς εἷς ἦν τῶν πολλῶν, μόνος ἐν νεκροῖς ἦν ἐλεύθερος, ἀδούλωτος τῷ θανάτῳ μείνας. Ἀντὶ δὲ τοῦ, Ἐν νεκροῖς ἐλεύθερος, ὁ Ἀκύλας, Ἐν τεθνηκόσιν ἐλεύθερος, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, Ἐντὸς νεκρῶν ἀφεὶς ἐλεύθερος. Ἀναγνώσῃ δὲ καὶ μετὰ ὑποδιαστολῆς, ἰδίως μὲν ἀφορίσας τὸ, Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· εἶτα ὑποστίξας εἰς τὸ, ἐν νεκροῖς, ἀποφατικῶς ἐπάξεις τὸ, ἐλεύθερος· τῆς διανοίας τοῦτο δηλούσης, ὅτι Ἐγὼ ὁ ἐλεύθερος καὶ μόνος ἀληθῶς ἁπάντων Κύριος γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· ἀλλ’ οὐκ ἀληθῶς ἀβοήθητος, ἀλλ’ ὡς ἀβοήθητος. Ταῦτα δὲ ὅτι μηδενὶ ἑτέρῳ λέγειν ἁρμόζει ἢ τῷ ἁψαμένῳ μὲν τοῦ θανάτου, καὶ εἰς ᾅδην καταβεβηκότι, μὴ καταδουλωθέντι δὲ αὐτῷ, παντί τῳ οἶμαι φανερὸν τυγχάνειν·
PG 23:1057ὡς μὴ δύνασθαι ἐφ’ ἕτερον ἄνθρωπον ἐφαρμόζειν τὰ ἐν τῷ ψαλμῷ λεγόμενα ἢ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ὥσπερ δὲ γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, οὕτω καὶ ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι. Διὰ δὲ τούτων καὶ ἡ ταφὴ αὐτοῦ σημαίνεται, ἧς καὶ ὁ θεῖος Ἀπόστολος μνημονεύει γράφων Κορινθίοις, λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη. Καὶ Ἡσαί̈ας δὲ τῆς ταφῆς αὐτοῦ μέμνηται λέγων· Ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ μέσου. Ἀντὶ δὲ τοῦ, Ὡσεὶ τραυματίαι, ὁ μὲν Ἀκύλας φησίν, Ὅμοιος ἀνῃρημένοις· ὁ δὲ Σύμμαχος, Ὡσεὶ τετρωμένοι· καὶ σαφές τινα τρόπον καὶ τοῦτο ἐπληροῦτο, ὁπηνίκα ὁ στρατιώτης λόγχῃ ἔτρωσεν αὐτοῦ τὴν πλευράν. Ἀλλ’ ὅτι μὲν τραυματίας γέγονε καὶ ἐν τάφῳ, σαφῶς παρίσταται· πλὴν εἰ λέγοι γεγονέναι ὡσεὶ τραυματίας, καὶ ὅμοιος τοῖς καθεύδουσιν ἐν τάφῳ, ἀλλ’ οὐ μέχρι τούτου ἵσταται· ὅλον δὲ συνάψας, ὄψει τὴν διάνοιαν τοῦ λόγου. Γέγονα γάρ φησιν, ὡσεὶ τραυματίαι, ὧν οὐκ ἐμνήσθης ἔτι.
Οἱ μὲν γὰρ λοιποὶ, μετὰ τὸν θάνατον ἐν τοῖς τάφοις γενόμενοι, ἀπελείφθησαν, καὶ ἀπέμειναν γῆ καὶ κόνις, μηκέτι μετὰ τὸν θάνατον μνημονεύσαντος αὐτῶν τοῦ Θεοῦ· ἐγὼ δὲ ἐγενήθην ὡς εἷς τῶν τοιούτων, μὴ ὢν ὅμοιος αὐτοῖς· ἐμοῦ γὰρ μετὰ τὴν τρῶσιν καὶ μετὰ τὸν θάνατον καὶ μετὰ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης, ζωῆς μετὰ ταῦτά με καὶ σωτηρίας τῆς παρὰ σοὶ καταξιώσας Διὸ καὶ ἀρχόμενος καὶ εὐχαριστήριον ἀνέπεμπεν ὕμνον, λέγων· Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Καὶ τὰ μὲν κατ’ ἐμὲ τοιαῦτα ἦν. Ὅμως δ’ οὖν γέγονα ὅμοιος τοῖς πολλοῖς τοῖς ἐν τάφῳ γενομένοις, καὶ μηκέτι τῆς σῆς κατηξιωμένοις μνήμης, διὰ τὸ ἀπὸ τῆς σῆς χειρὸς ἀπεῶσθαι. Ἀντὶ γὰρ τοῦ, Ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, Ὧν οὐκ ἐμνήσθης αὐτῶν ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπετμήθησαν· ὁ δὲ Σύμμαχός φησιν, Ὧν οὐ μνημονεύσεις ἔτι, οἵτινες ὑπὸ τῆς χειρός σου ἐξεκόπησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Ἀντὶ τοῦ, Ἔθεντό με, ὁ μὲν Ἀκύλας, Ἔθου με, ὁ δὲ Σύμμαχος, Ἔταξάς με, ἐκδεδώκασι.
PG 23:1059Δι’ ὧν παρίστησιν, ὅτι νεύματι τοῦ Πατρὸς καὶ βουλῇ, οὐχ ἁπλῶς εἰς τὸν θάνατον, οὐδὲ εἰς τὸν ᾅδην καὶ τὸν καλούμενον λάκκον κατελήλυθεν, ἀλλὰ καὶ εἰς τὰ βαθύτατα καὶ τὰ κατώτατα καὶ τὰ ἔσχατα, ὡς ἂν εἴποι τις, τῶν ἐκεῖ χωρίων. Παρίστησι δὲ τοῦτο καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις φάσκων· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀντὶ δὲ τοῦ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου, ὁ Ἀκύλας, ἐν σκοτεινοῖς, φησὶ, καὶ ἐν βυθοῖς· ὁ δὲ Σύμμαχος, ἐν σκοτεινοῖς ἐσκεπασμένον· ἡ δὲ πέμπτη ἔκδοσις, ἐν σκοτεινοῖς, ἐν καταδύτοις. Τοῦτο δέ μοι παρατετήρηται ἀναγκαίως, ὡς ἂν μή τις ὑπολάβῃ μὴ ἐν θανάτῳ αὐτὸν γεγονέναι, διὰ τὸ λέγεσθαι παρὰ τοῖς Ἑβδομήκοντα, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Δέδεικται γὰρ, ὅτι ἐν ἐσκοτισμένοις καὶ βυθοῖς καὶ καταδύτοις αὐτοῦ τοῦ θανάτου γέγονε· διόπερ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, σκιὰν θανάτου, ἡρμήνευσαν. Τὸν γὰρ παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν, πολλάκις ὁ λόγος σκιὰν θανάτου εἴωθεν ἀποκαλεῖν. Ἐνταῦθα δὲ ὁ Σωτὴρ, ἐν αὐτῷ τῷ θανάτῳ γεγονὼς, πᾶσαν αὐτοῦ τὴν οἰκονομίαν διαγράφει.
Ἐπ’ ἐμὲ ἐστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ. Διάψαλμα. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Ἐπειδὴ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὸν Ἀπόστολον, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· δι’ ὃ γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ ἐπειδὴ τὸν μὴ γνόντα ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, κατὰ τὸν αὐτὸν, εἰκότως τὴν ἡμῖν τοῖς πρότερον ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπικειμένην ὀργὴν τοῦ Θεοῦ, καὶ τὸν θυμὸν αὐτοῦ τὸν καθ’ ἡμῶν εἰς ἑαυτὸν ἐπισπασάμενος, δι’ ὑπερβάλλουσάν τε φιλανθρωπίαν ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν τιμωρίαν τε καὶ κόλασιν, τὰς προκειμένας προφέρεται φωνάς· ἅτε δὴ γενόμενος Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διό φησιν ὁ προφήτης περὶ αὐτοῦ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Τοῦτο τοίνυν καὶ αὐτὸς παρίστησι διὰ τοῦ ψαλμοῦ φάσκων· Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ.
Ἀνθ’ οὗ φησιν ὁ Σύμμαχος, Ἐμοὶ ἐπέβρισεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσιν ἐκάκωσάς με. Οἷα γάρ τις φιλόστοργος πατὴρ ἐν ὥρᾳ χειμῶνος ἢ πολέμου, γνησίων υἱῶν προασπίζων, τοὺς μὲν ἐκάλυπτεν ἀποκρύπτων καὶ σκέπων ὑπὸ τὰς ἰδίας ἀγκάλας· ἑαυτὸν δὲ ἀντὶ πάντων ταῖς καταιγίσι καὶ τοῖς βέλεσι παρεῖχε, τῆς τῶν παίδων σωτηρίας τὸν αὐτοῦ θάνατον ἀντικαταλλαττόμενος, καὶ τὸν κατ’ ἐκείνων θυμὸν εἰς ἑαυτὸν ἀποστρέφων. Δι’ ὃ γέγονε κατάρα, ἡ εὐλογία τοῦ Θεοῦ αὐτὸς ὤν· καὶ γέγονεν ἁμαρτία, δικαιοσύνη τυγχάνων, καὶ τὸν κατ’ ἀνθρώπων ἐπιβρίσαντα θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν περισπάσας, τὸν μὲν ἐξ ἑαυτοῦ διεσκέδασεν, ὡς μηδὲν μήτ’ αὐτὸν, μήθ’ ἑτέρους ἀδικῆσαι· τὸν δ’ οἷα Πατέρα ἵλεων τῷ τῶν ἀνθρώπων κατεστήσατο γένει. Ὅπως δὲ πάντες οἱ μαθηταὶ καταλελοίπασιν αὐτὸν παρὰ τὸν καιρὸν τοῦ πάθους, οἱ δὲ καὶ ἠρνήσαντο, οὐδὲν δεῖ λέγειν, τῶν τεσσάρων εὐαγγελιστῶν συμφώνως τὰ αὐτὰ διδασκόντων. Αὐτὰ δὴ οὖν ταῦτα προλέγει προφητεύων τὸ μέλλον διὰ τῶν προκειμένων φωνῶν, ἃς ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Μακρὰν ἐποίησας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ·
PG 23:1061ἔταξάς με βδελυκτὸν αὐτοῖς, φρουρούμενον καὶ μὴ προερχόμενον. Τότε γοῦν αὐτὸν καὶ ἠρνήσαντο οἱ μαθηταὶ, ἡνίκα ἐφρουρεῖτο ἐν τῇ οἰκίᾳ Καϊάφα τοῦ ἀρχιερέως. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Σαφέστερον καὶ ταῦτα ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως· ἐπεκαλεσάμην σε καθ’ ἑκάστην ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Ἀπεκλᾴετο γὰρ ἀεὶ τὰς τῶν ἀνθρώπων ταλαιπωρίας, καὶ τοὺς ὀφθαλμοὺς ἑαυτοῦ κατεπόνει. δάκρυσι πενθῶν τὴν ἀπώλειαν τῶν μὴ καταδεξαμένων αὐτόν. Καὶ ὡς τὴν Ἱερουσαλὴμ ἀπεκλαύσατο, οὕτως εἰκὸς ἦν καὶ τοῦ προδεδωκότος αὐτὸν ἀποστόλου τὴν ἀπόπτωσιν καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν, καὶ τῶν λοιπῶν τῶν ἀπολλυμένων τὸν ὄλεθρον, οἷα φιλάνθρωπον καὶ παναγάθου Πατρὸς υἱὸν ἀποκλαύσασθαι· δι’ οὗ καὶ τὰς χεῖρας ἐξήπλου καὶ φωνὰς ἀνέπεμπε, βοῶν ἐν ταῖς πρὸς τὸν Πατέρα προσευχαῖς, στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων τῷ Πατρί.
Καὶ ἄλλως δὲ ὀφθαλμὸν αὐτοῦ ἢ ὀφθαλμοὺς ἀσθενήσαντας οὐκ ἂν ἁμάρτοις εἶναι εἰπὼν τοὺς ἀποστόλους, εἰ δὴ σῶμα αὐτοῦ πᾶς ὁ λαὸς αὐτοῦ τυγχάνει, ὡς ἐδίδαξεν ὁ εἰπών· Ὑμεῖς δὲ πάντες σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· χεῖρας δὲ αὐτοῦ, τὰς πράξεις ἃς ἐνήργει εἰς δόξαν τοῦ Πατρὸς, διεπετάννυεν, ἐξαπλῶν αὐτὰς τῷ μόνῳ θεάσασθαι αὐτὰς δυναμένῳ· ἀλλὰ καὶ ἐν ταῖς συνεχέσιν εὐχαῖς ἔν τε τῷ πάθει τὰς χεῖρας διεπέτασεν ὑπὲρ τοῦ κόσμου, οὗ περιῄρει τὴν ἁμαρτίαν, τὸν Πατέρα ἱλασκόμενος. Τίνα δὲ ἦν ἅπερ τὰς χεῖρας ἐξαπλῶν πρὸς τὸν Πατέρα προσηύχετο, καὶ κατ’ ἐκείνην τὴν δηλουμένην ἡμέραν αὐτῷ πρὸς τὸν Πατέρα αὐτοῦ βεβοημένα, προϊὼν διδάσκει ἐν τούτοις· Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; Διάψαλμα. Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειαν ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ἀντὶ τοῦ, Μὴ ἐν νεκροῖς ποιήσεις θαυμάσια; φησὶν ὁ Σύμμαχος, Ἆρα νεκροῖς ποιήσεις τεράστια; Καὶ δι’ ὅλων τῶν ἑξῆς, ἐν οἷς λέγεται, Μὴ διηγήσεταί τις ἐν τάφῳ;
καὶ πάλιν, Μὴ γνωσθήσεται ἐν τῷ σκότει; ὁ Σύμμαχος, Ἢ διηγήσεται, ἢ γνωσθήσεται; ἐξέδωκεν. Οὐ γὰρ ἀπογινώσκων τὰ λεγόμενα, ταύτας προέφερε τὰς φωνὰς, κατ’ ἐκείνην τὴν ἡμέραν δηλαδὴ τὴν τοῦ πάθους· τῷ Πατρὶ δὲ μόνῳ δύναται εἶναι ταῦτα πεπεισμένος, τὰς αἰτίας τῆς εἰς θάνατον αὐτοῦ ἐδίδασκε καθόδου λέγων· Ἆρα νεκροῖς ποιήσεις τεράστια; Ἢ τάδε, ἢ τάδε ποιήσεις; Οὐ γὰρ ἂν ἄλλως ἠθέλησας, ὦ Πάτερ, μέχρι τούτου με προελθεῖν, καὶ ἐν θανάτῳ γενέσθαι, καὶ ἐν τῷ λάκκῳ τῷ κατωτάτῳ, εἰ μὴ πάντως που καὶ ἐν τοῖς νεκροῖς θαυμάσια παρέχειν ἐβουλήθης, ἵν’ ἅπερ μὴ δύνανται ἰατροὶ, ταῦτα ἡ σὴ δύναμις κατεργάσηται· τουτέστιν, ὅπως οἱ ἐν θανάτῳ γενόμενοι, ἀναστάντες, ἐξομολογήσονταί σοι. Οὐ γὰρ ἰατρῶν ἦν ταῦτα δύνασθαι ἐνεργεῖν, ἀλλὰ τῆς σῆς ἐνθέου μεγαλουργίας. Ἄρ’ οὖν διὰ ταῦτα ὑπελθεῖν με τὸν θάνατον ἐβουλήθης, ἵν’ ἐν μὲν τοῖς τάφοις τὸ ἔλεός σου διηγηθῇ, ἐν δὲ τῇ ἀπωλείᾳ ἡ ἀλήθειά σου γνωσθῇ· ἐν δὲ τῷ σκότει τὰ θαυμάσιά σου κηρυχθῇ, ἔν τε τῇ ἐπιλελησμένῃ γῇ ἡ δικαιοσύνη σου μνημονευθῇ.
PG 23:1063Εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε τοῖς καθ’ ἡμᾶς ἀμφὶ τὸ μνῆμα, καὶ τὸ μαρτύριον τοῦ Σωτῆρος ἡμῶν ἐπιτελεσθεῖσι θαυμασίοις, ἀληθῶς εἴσεται ὅπως πεπλήρωται ἔργοις τὰ τεθεσπισμένα. Θέα δὲ διὰ τούτων ὅπως τὴν ἐν τῷ θανάτῳ χώραν διαφόρως ἑρμηνεύει. Πρῶτον μὲν νεκροὺς σαφῶς ἀποκαλῶν, δεύτερον τοὺς ἐν τάφῳ, τρίτον τοὺς ἐν ἀπωλείᾳ, τέταρτον τοὺς ἐν σκότῳ, πέμπτον τοὺς ἐν τῇ ἐπιλελησμένῃ γῇ. Ταῦτα γὰρ πάντα περὶ τῶν αὐτῶν διεξέρχεται, οἷς ἤμελλεν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς δεικνύναι τε καὶ παρέχειν θαυμάσια· τὸ ἔλεος αὐτοῦ δηλαδὴ καὶ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ διηγήσονται. Ἔστι δὲ ἐπιγνῶναι ὅπως πάντα ταῦτα, λέγω δὲ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, καὶ ἡ ἀλήθεια αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἔφθασεν ἐπὶ τοὺς πάλαι νεκροὺς, καὶ ἐν τάφοις, καὶ ἐν ἀπωλείᾳ, καὶ ἐν σκότῳ, καὶ ἐν γῇ ἐπιλελησμένῃ, εἰ νοήσομεν ὅσων ἀγαθῶν αἴτιος γέγονεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῖς πάλαι ἐν τῷ θανάτῳ γεγενημένοις, δι’ οὓς καὶ ἐν ἐκείνοις κατεληλύθει τοῖς τόποις, ἵνα μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ.
Τὰ γὰρ αἴτια τῆς μέχρι τοῦ θανάτου καθόδου αὐτοῦ διὰ τῶν προκειμένων τηλαυγῶς παρέστησεν· ἅπερ ἐπληροῦτο κατὰ τοὺς εὐαγγελιστὰς, ὅτε πολλὰ σώματα κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ σὺν αὐτῷ τῷ Σωτῆρι εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν τοῦ Θεοῦ, δηλαδὴ τὴν ἐπουράνιον. Καὶ ἐγὼ πρὸς σὲ κέκραξα, καὶ τὸ πρωὶ̈ ἡ προςευχή μου προφθάσει σε. Ὥσπερ ἐν τῷ κα ψαλμῷ σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν εἰρημένῳ κατὰ τὴν προγραφὴν λέλεκτο, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, τοῦ λόγου τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν αἰνιττομένου κατὰ τὴν ἑωθινὴν ὥραν γεγενημένην· οὕτω καὶ νῦν ταὐτὸν σημαίνεσθαι ἡγοῦμαι διὰ τούτου, Πρωὶ̈ ἡ προσευχή μου προφθάσει σε, δηλοῦντος τοῦ λόγου, ὅτι μὴ ἄλλῳ καιρῷ τὰ τῆς προσευχῆς τοῦ Σωτῆρος εἰς ἔργα ἐχώρει ἢ κατὰ τὴν ἕω καὶ τὸ πρωὶ̈, ὅτε καὶ τὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως γεγενῆσθαι μεμαρτύρηται. Δι’ ὃ οὔτε ἑσπέρας, οὔτε μεσημβρίας, οὔτε ἄλλῳ τινὶ καιρῷ, ἀλλὰ τῷ πρωὶ̈, φησὶν, ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Καὶ ἐν τῷ κα ἔλεγε τὸ, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με;
PG 23:1065λέγει δὲ ἐν τούτοις, ἵνα τί, ἐρωτηματικῶς πυνθανόμενος δι’ ἣν αἰτίαν ἐγκαταλέλειπται ὑπὸ τοῦ Πατρὸς, καὶ ἱνατί ἀπώσατο αὐτοῦ τὴν ψυχήν· ὡς ἂν καὶ ἡμεῖς, εἴ ποτε διαποροῖμεν δι’ ἣν αἰτίαν ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ παρέδωκεν αὐτὸν θελήσας ὑποχείριον ἀνθρώποις γενέσθαι· τοῦτο γὰρ ἦν τὸ καταλιπεῖν αὐτὸν καὶ ἀπώσασθαι· μανθάνοιμεν, ὅτι τοῦτο ὑπὲρ ἡμῶν γέγονεν, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· Ἀλλ’ ὑπὲρ ἡμῶν πάντων, ἵνα γένηται ἀμνὸς Θεοῦ καὶ πρόβατον ἱερουργούμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διόπερ ἔλεγε καὶ ὁ προφήτης· Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Ἐπιφέρει δὲ λέγων ἐν κα· Ὁ Θεὸς, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί· καὶ ἐν τοῖς προκειμένοις· Ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Ὅμοια δὲ ἡγοῦμαι εἶναι ταῦτα τοῖς ἐν τῷ Εὐαγγελίῳ ἔργῳ τετελειωμένοις, ἔνθα διαστὰς τῶν μαθητῶν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων·
Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· καὶ πάλιν· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερόν πως ἐξέδωκεν εἰπών· Πτωχὸς ὢν καὶ ἐκλείπων ἀπὸ νεότητος, ἀνέλαβον τὸν φόβον σου. Πρὸς τούτοις δι’ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, αἱ ἐκπλήξεις σου κατεσιώπησάν με. Περιῆλθόν με ὡς ὕδατα, πᾶσαν τὴν ἡμέραν περιεκύκλωσάν με. Καὶ ὁ Ἀκύλας, Ἐπ’ ἐμὲ, φησὶ, παρῆλθον αἱ ὀργαί σου. Ὅπως δὲ πτωχὸς ἦν καὶ ἐν κόποις ἐκ νεότητος, διδάσκει αὐτὸς ἐν τοῖς Εὐαγγελίοις περὶ ἑαυτοῦ λέγων· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ὁ Ἀπόστολός φησιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν·
ὥστε εἶναι σαφὲς πῶς εἴρηται παρὰ τοῖς Ἑβδομήκοντα τὸ, Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Ἀλλ’ ἐν μὲν τῇ νεότητι αὐτοῦ, καὶ ἄλλως ὑπὸ τὸν νομιζόμενον πατέρα τὸν Ἰωσὴφ, καὶ τὴν κατὰ σάρκα μητέρα τρεφόμενος, πτωχὸς ἦν ἐν πτωχοῖς· καὶ τὸν ἄλλον δὲ αὐτοῦ βίον πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ὅπως ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Ὅτε δὲ λοιπὸν παραδοξοποιῶν καὶ Θεοῦ δυνάμεις ἀποτελῶν, ὑψώθη τε καὶ διὰ τοῦ πάθους ὑψωθεὶς ἐταπεινώθη. Δι’ ὃ ἔλεγεν· Ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ πάλιν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ ἐν τῷ προκειμένῳ· Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Τὸ δὲ, Δι’ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν· Ἐπ’ ἐμὲ παρῆλθον αἱ ὀργαί σου, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, σαφῶς παρίστησιν, ὅτι οὐκ εἰς αὐτὸν ἐπέσκηψαν, ἀλλὰ δι’ αὐτοῦ παρῆλθον· καὶ ὅτι μὴ ἔστησαν, ἀλλὰ διῆλθον. Τὸ δὲ, ἐξετάραξάν με, κατὰ τοὺς Ἑβδομήκοντα, ὅμοιόν ἐστι τῷ εἰρημένῳ ἐν τοῖς Εὐαγγελίοις·
PG 23:1067Νῦν ἡ ψυχή μου τετάρακται, καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ τὰ λοιπὰ δὲ κατὰ τὴν ἱστορίαν ἐπληροῦτο, ὅτε καταλιπόντες αὐτὸν οἱ ἀπόστολοι ᾤχοντο· ὁ δὲ Πέτρος καὶ τρίτον αὐτὸν ἠρνήσατο. Καὶ ἄλλως δὲ τὰ προκείμενα ἅπαντα ἔφασκεν, ἰδιοποιούμενος τὰ ἑτέρων κακά· λέγω δὲ τοῦ προδότου Ἰούδα τὴν ἀπώλειαν, καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀπόπτωσιν· ἐφ’ οἷς δι’ ὑπερβολὴν εὐσπλαγχνίας καὶ φιλανθρωπίας, ὡς ἐφ’ υἱοῖς πονηροῖς, διὰ τὰς αὐτῶν κακίας ἀπολλυμένοις, ταῦτα εἰς ἑαυτοῦ πρόσωπον ἀναλαμβάνων, ἀπωδύρετο. Νοήσεις δὲ τοῦτο ἐπιστήσας τῷ λέγοντι προφήτῃ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Διὸ ὑπὲρ αὐτῶν ὀδυνώμενος ἐβόα λέγων· Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἑώρα γὰρ τὴν οὐκ εἰς μακρὸν ἐπελευσομένην αὐτοῖς ὀργὴν, ἥτις αὐτῶν ἀθρόως τὰ σεμνὰ πάντα ἐξηφάνισεν·
ὡς τὰ μὲν Ἅγια τῶν ἁγίων, καὶ τὸ θυσιαστήριον ἐκ βάθρων ἀπολέσθαι, βασιλέας δὲ αὐτῶν, τοὺς ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο καιροῦ διαρκέσαντας, καταλυθῆναι, τήν τε αὐτονομίαν καθ’ ἣν ἐξ αἰῶνος μακροῦ ἐπολιτεύοντο, καὶ τὴν κατὰ νόμους λατρείαν αὐτῇ ἱερωσύνῃ καὶ τοῖς λοιποῖς ἡγεμόσι τε αὐτῶν καὶ ἄρχουσιν ἀποσβεσθῆναι· ὡς μηδὲ ἴχνος αὐτῶν εἰσέτι νῦν περιλείπεσθαι. Ἃ δὴ πάντα πεπόνθασιν ὑπὸ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς οὐκ εἰς μακρὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ πᾶν αὐτῶν ἔθνος καταλαβούσης διὰ τὰ τετολμημένα αὐτοῖς κατ’ αὐτοῦ· ἃ δὴ ἐδήλου λέγων· Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου· ὡσεὶ ἔλεγε, Δι’ ἐμέ· ἢ κατὰ τὸν Σύμμαχον, Δι’ ἐμοῦ· ἐπεὶ καὶ κατὰ τὸν ἀληθῆ λόγον δι’ αὐτὸν ταῦτα πάντα πεπόνθασιν. Ἀλλὰ καὶ προορῶν αὐτῶν τὸν ὄλεθρον ἔλεγεν· Οἱ φοβερισμοί σου ἐξετάραξάν με. Εἰ γὰρ καὶ τὰ μάλιστα διὰ τὴν ἀναισθησίαν οὐκ ἐτάραττον ἐκείνους οἱ διὰ τῶν προφητῶν ἀπειλούμενοι κατ’ αὐτῶν φοβερισμοὶ τοῦ Θεοῦ, ἀλλ’ ἐμὲ, φησὶν, ὁρῶντα τῶν φοβερῶν σου λόγων τὰς ἐκβάσεις, ἐξετάρασσον οἱ φοβερισμοί σου.
Οὕτως οὖν διὰ τὰς ἐκείνων δυσσεβείας παρακαλῶν τὸν Πατέρα ὑπὲρ αὐτῶν, καὶ τὴν ψυχὴν ὑπεραλγῶν καὶ δι’ αὐτοὺς ταραττόμενος, περίλυπος ἦν μέχρι θανάτου· ἐπειδὴ τὰ τῆς ὀργῆς τοῦ Θεοῦ σφοδρῶς ἐπέκειτο κατ’ αὐτῶν, ὡς μηδὲ τυγχάνειν τῶν εὐχῶν, ὧν ἀνέπεμπεν ὑπὲρ αὐτῶν· δι’ ὧν παρακαλῶν καὶ δεόμενος ἐν τοῖς Εὐαγγελίοις προςέπιπτεν πρηνής τε κατὰ προσώπου κείμενος ἐβόα, Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· εἶθ’ ὁρῶν ἀνανεύουσαν τὴν βουλὴν τοῦ Πατρὸς, ἐπέφερε· Πλὴν ἀλλ’ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Καὶ δεύτερον ἀπελθὼν, ἐπὶ πρόσωπον πίπτει, καὶ προσεύχεται λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ τρίτον δὲ πορευθεὶς τὸν αὐτὸν λόγον προὔφερε. Διὸ δὴ ταῦτα σημαίνων καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; καὶ τὸ, Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ὁρῶν δὲ μακρὰν ἐκπίπτοντας τῆς τοῦ Θεοῦ σωτηρίας τοὺς ὑπὲρ ὧν τὰς εὐχὰς ἐποιεῖτο φιλτάτους ὄντας αὐτοῦ καὶ ἀγαπητοὺς διὰ τοὺς πατέρας, ἔλεγεν·
PG 23:1069Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Δηλοῖ δὲ τοὺς ἐν τῷ ἔθνει γνωστοὺς ὄντας αὐτοῦ πρότερον καὶ φίλους· ἐπεὶ καὶ μέρος ἦσαν αὐτοῦ καὶ κληρονομία· ἀλλ’ ἐμακρύνθησαν ἀληθῶς ἀπ’ αὐτοῦ διὰ τῆς ἑαυτῶν ἀπιστίας· καὶ πάλαι ὄντες φίλοι, ἐχθροὺς ἑαυτοὺς κατέστησαν· καὶ γνωστοὶ τυγχάνοντες αὐτοῦ, ἐλθόντα αὐτὸν οὐκ ἐπέγνωσαν, οὐδὲ παρεδέξαντο. Ὧν ἕνεκα πάντων καὶ ἀπὸ τοῦ Θεοῦ ἐμακρύνθησαν δι’ αἰτίαν τῆς ἑαυτῶν ταλαιπωρίας. Οὕτω δ’ οὖν καὶ ἐκπεπτώκασι τοῦ Θεοῦ κατὰ τὸ φάσκον λόγιον, Ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Καὶ εἰς τοῦτο καταλήγουσιν οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ ψαλμοί.

Of Understanding: EthanΣΥΝΕΣΕΩΣ ΑΙΘΑΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΣΥΝΕΣΕΩΣ ΑΙΘΑΝ ΤΩ ΕΣΔΡΑΙΤΗ. ΠΗ. Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἐπειδὴ προϊὼν ἑξῆς μέλλει λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶ̈δ ἐν τῇ ἀληθείᾳ σου; προθεραπεύει τὸ μέλλον ῥηθήσεσθαι διὰ τῶν προκειμένων, δυνάμει τοῦτο λέγων·
Εἰ καὶ τὰ ἀνθρώπινα πράγματα τὴν ἐμὴν ψυχὴν εἰς ἀμηχανίαν ἐμβαλόντα ταράττει, ἴλιγγόν τέ μοι καὶ ἀπορίαν ἐμποιεῖ, τῶν σῶν, ὦ Κύριε, κριμάτων, ὡς μέλλειν μικρὸν ὕστερον ἀποτολμᾷν καὶ ἀπορεῖν, ὑπὲρ ὧν σὺ μὲν ὁ ἀψευδὴς Θεὸς πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελιῶν πεποίησαι· τἀναντία δὲ συμβέβηκε ταῖς σαῖς ὑποσχέσεσι· διὸ καὶ μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀλλ’ ὅμως πεπεισμένος, ὅτι μὴ διαψεύσεταί σου ἡ ἐπαγγελία, οὐδὲ διαπεσεῖται ἡ τοῦ σοῦ λόγου ἀλήθεια, προλαβὼν τοὺς μέλλοντας ἐξ ἀνθρωπίνης ἀσθενείας ῥηθήσεσθαί μοι λόγους, τὴν ἐμαυτοῦ πίστιν καὶ τὸ εὐσεβὲς τῆς ἐμαυτοῦ γνώμης προασφαλίζομαι· διό φημι· Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Οὐ γὰρ νῦν μόνον, ὅτε ταῦτα λαλῶ καὶ φθέγγομαι, τὰ ἐλέη τοῦ Κυρίου ᾄσομαι, ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποτέροις καιροῖς, καὶ ἐν αὐτοῖς ἐκείνοις δι’ οὓς μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Καὶ τότε γὰρ καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον, καὶ διὰ παντὸς τοῦ αἰῶνος οὐ παύσομαι ἀνυμνῶν τὰ ἐλέη σου, Κύριε, ἀκριβῶς εἰδὼς, ὅτι, ἅπαξ ἐπαγγειλάμενος τὰς ἐν τῷ ψαλμῷ προφητείας, οὐ διαψεύσεις, ἅτε Θεὸς ὢν ἀληθής.
Διόπερ οὐ μόνον τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, ἀλλὰ καὶ τὴν ἀλήθειάν σου καθ’ ἑκάστην γενεὰν ἀπαγγελῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα τοιαῦτά τινα μεταξὺ γενήσεται, ὡς δοκεῖ, ἐναντία ταῖς σαῖς πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελίαις συμβαίνειν, ἀλλὰ καὶ οὕτως ἐγὼ πεπίστευκα, καὶ ἀληθῶς ἐμαυτὸν πέπεικα, ὅτι τῶν λόγων σου, ὦ Κύριε, ἡ ἀλήθεια οὐδέποτε διαπεσεῖται. Διόπερ τὸν πάντα μου χρόνον τῆς ζωῆς οὐ παύσομαι ἐν τῷ στόματί μου τὴν ἀλήθειάν σου ἀπαγγέλλων. Ἀλλὰ καὶ παραδιδοὺς τῇ ἐμαυτοῦ γραφῇ ταύτην καταλείψω τοῖς μεταγενεστέροις, εἰς τὸ καὶ αὐτοὺς διδάσκεσθαί τε καὶ μανθάνειν ὁμοίως ἐμοὶ καθ’ ἑκάστην γενεὰν τὴν ἀλήθειάν σου διὰ στόματος φέρειν, καὶ πεπεῖσθαι μηδέποτε δύνασθαι διαπίπτειν τὰς σὰς ἐπαγγελίας. Ὁ δὲ πᾶς λόγος τὴν ἐκ σπέρματος Δαυὶ̈δ γένεσιν τοῦ Χριστοῦ καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει. Ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν ἡ εἰς ἀνθρώπους γένεσις αὐτοῦ προεφητεύετο κατὰ τὰ ἐν τῷ π καὶ ϛ ψαλμῷ παραστάντα· ἐχρῆν δὲ πρὸς τῇ γενέσει μαθεῖν καὶ πόθεν προελεύσεται·
PG 23:1071διδάσκει τοῦτο ἀναγκαίως ἡ παροῦσα Γραφὴ, τὴν πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελίαν τοῦ Θεοῦ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι περιέχουσα· ὥστε ἔχειν ἀκολουθίαν καὶ τοῦτον πρὸς τοὺς πρὸ αὐτοῦ κατατεταγμένους ψαλμούς. Συνέσεως δὲ ἐπιγέγραπται αὐτὸς μόνον, οὔτε δὲ ψαλμὸς, οὔτε ὕμνος. Εἴη δ’ ἂν ᾠδὴ προφητικὴ συνέσεως τῆς κατὰ Θεὸν δεομένη. Δι’ ὃ λέλεκται· Εἰς τὸν αἰῶνα ᾄσομαι, καὶ, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου. Ἀπὸ μὲν γὰρ τοῦ· Εἰς τὸν αἰῶνα ᾄσομαι, ᾠδὴν αὐτὴν εἰκότως ἄν τις εἴποι· ἀπὸ δὲ τοῦ· Ἀπαγγελῶ τὴν ἀλήθειάν σου εἰς γενεὰν καὶ γενεὰν, καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, προφητείαν. Λέλεκται δὲ Αἰθὰν τοῦ Ἐσδραί̈του περὶ οὗ τὰ παραστάντα ἐν τοῖς προτεχνολογουμένοις τῶν ψαλμῶν διειλήφαμεν. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἀντὶ τοῦ· Ὅτι εἶπας, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Ὅτι εἶπα· ὁ δὲ Σύμμαχος· Ὅτι εἶπον· καὶ ὁ Θεοδοτίων ὁμοίως· Ὅτι εἶπον· καὶ ἡ πέμπτη ἔκδοσις· Ὅτι εἶπα· ὡς ἐκ προσώπου τοῦ Προφήτου λεγομένου τοῦ λόγου. Οὗτος δὲ ἦν Αἰθὰν ὁ Ἐσδραί̈της, ὡς ἡ προγραφὴ παρίστησι.
Τοιαύτην δέ τινα διάνοιαν ὑποβάλοι ἂν ὁ Προφήτης· Φθάσας ἤδη πρότερον εἶπον· ὅτι Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Τοῦτι δὲ πῶς ποτ’ ἂν γένοιτο ἢ τοῦ πρώτου ἐλέους τοῦ Θεοῦ ἐξ ἀρχῆς καὶ ἀπὸ πρώτης κοσμογονίας καταβληθέντος εἰς ἀνθρώπους, ἐπίδοσιν κατὰ χρόνους λαμβάνοντος, καὶ δίκην οἰκοδομῆς αὔξοντος; Αὔξει γὰρ ὁσημέραι τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀνθρώπους, καὶ δίκην οἰκοδομῆς προκόπτει καὶ οἰκοδομεῖται κατὰ γενεὰν καὶ γενεάν. Ἐπειδὴ τοίνυν εἶπον καὶ διεβεβαιωσάμην, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος τοῦ Θεοῦ οἰκοδομηθήσεται, καὶ διὰ τοῦτο τὰ ἐλέη αὐτοῦ εἰς τὸν αἰῶνα ᾄσομαι, οὐ προσήκει ἀγνοεῖν, ὅτι τοῦ λόγου ἡ ἀλήθεια ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται. Τὰ γὰρ περίγεια πράγματα καὶ ἡ ἐν ἀνθρώποις κακία δόξειεν ἂν μὴ πάνυ τι ἐμφαίνειν τὸ ἀκριβὲς τοῦ λόγου, τῷ πολλὴν ἀνωμαλίαν εἶναι δοκεῖν κατὰ τὸν ἀνθρώπινον βίον. Ἀλλ’ ἐπειδήπερ αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, αἱ πρὸς τὸν Δαυὶ̈δ γεγενημέναι, θεῖαι καὶ οὐράνιοι τυγχάνουσι, καὶ οὐχ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαίων παῖδες, γεώδεις καὶ σωματικαί·
εἰκότως διὰ τοῦτο προδιαστέλλεται ὁ Προφήτης, ὅτι μὴ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν τοῖς οὐρανοῖς ἡ ἀλήθεια τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἑτοιμασθήσεται. Διόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· Ἐν τοῖς οὐρανοῖς ἑδρασθήσεται ἡ ἀλήθειά σου. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαυὶ̈δ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Διάψαλμα. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Σαφῶς ταῦτα ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· διόπερ δοκεῖ μοι παρὰ τοῖς Ἑβδομήκοντα ἀνωτέρω εἰρῆσθαι τό· Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· οἷς ἐπισυνῆπτε τό· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ἵνα καθ’ ὑπερβατὸν εἴη οὕτως ἔχων ὁ νοῦς τῶν προκειμένων· Ἐπειδὴ σὺ αὐτὸς, ὦ Κύριε, ἐν ταῖς περὶ τοῦ Δαυὶ̈δ ἐπαγγελίαις εἶπας· Εἰς τὸν αἰῶνα τὸ ἔλεός μου τὸ πρὸς τὸν Δαυὶ̈δ, ἢ καὶ τὸ εἰς πάντας ἀνθρώπους οἰκοδομηθήσεται· καὶ προςέθηκας λέγων· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ἤτοι ἐπιλέκτῳ μου, καί·
PG 23:1073Ὤμοσα Δαυὶ̈δ τῷ δούλῳ μου, καὶ τὰ τούτοις ἀκόλουθα· πέπεισμαι, ὅτι οὔποτε διαψευσθήσονταί σου αἱ ἐπαγγελίαι, μένουσι δὲ ἀληθεῖς καὶ ἀδιάπτωτοι· ἀλλ’ οὐχ ὥστε ἐπὶ τῆς γῆς συνίστασθαι αὐτάς· οὐδὲ γὰρ ἐπίγειοι καὶ αἰσθηταὶ, οὐδὲ ὠνηταὶ καὶ ὀλιγοχρόνιοι τυγχάνουσιν, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, ἀλλ’ ἀθάνατοι καὶ αἰώνιοι καὶ τῇ σῇ θεότητι πρέπουσαι. Διόπερ οὐκ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια τῶν σῶν πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελιῶν. Ἀντὶ δὲ τοῦ· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, οἱ λοιποὶ πάντες ἑρμηνευταί· Τῷ ἐπιλέκτῳ μου, εἰρήκασι. Καὶ μᾶλλον ἁρμόζει τῇ διανοίᾳ ἡ τοιαύτη ἔκδοσις· οὐδὲ γὰρ περὶ πολλῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ μόνου τοῦ Δαυί̈δ· αὐτῷ γὰρ, φησὶ, καὶ ὤμοσα, ἅτε δούλῳ μου ὄντι καὶ ἐπιλέκτῳ μου. Οὐ γὰρ ἤρκει ἁπλῶς διαθέσθαι αὐτῷ διαθήκην, ὥσπερ διεθέμην τῷ Νῶε, καὶ μετὰ ταῦτα τῷ Ἀβραὰμ, καὶ πάλιν μετ’ ἐκεῖνον τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως· ἐκείνοις γὰρ δίχα ὁρκωμοσίας· τῷ δ’ ἐπιλέκτῳ μου καὶ τῷ ἐμῷ θεράποντι καὶ δούλῳ Δαυὶ̈δ διεθέμην μετὰ ὅρκου παραλήψεως·
ὤμοσα γὰρ αὐτῷ περὶ τοῦ δεῖν τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα ἑτοιμάσειν καὶ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν, καὶ οὐκ εἰς μίαν γενεὰν, ἀλλ’ εἰς γενεὰν καὶ γενεάν. Περὶ δὲ τοῦ ὀμνύναι τὸν Θεὸν, ὁ ἱερὸς Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φησίν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Κατ’ ἐπίτασιν γὰρ μείζονος διαβεβαιώσεως καὶ ὅρκος παρείληπται τῷ Θεῷ. Κατὰ τίνος δὲ ὁ ὅρκος ἑξῆς προϊὼν διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἔνθα καὶ ἐπιστήσεις, τίς ποτε ἄρα οὗτος ἦν ὁ ἅγιος τοῦ Θεοῦ, καθ’ οὗ ὄμνυσιν ὡς κατὰ Υἱοῦ μονογενοῦς, εἰς τὸ ἐξ ἅπαντος τὰ τῆς ἐπαγγελίας κρατυνθῆναι. Τὸν μὲν οὖν ἅγιον ὡμολόγουν καὶ οἱ δαίμονες ἐν τοῖς Εὐαγγελίοις, ὅτε μὴ φέροντες αὐτοῦ τὴν ἔνθεον δύναμιν κολαστικὴν οὖσαν αὐτῶν καὶ ἀπελαστικὴν, ἐβόων λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρῆνε; Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Κατὰ τούτου τοίνυν ὀμνὺς ὁ Θεὸς, οἷα πατὴρ κατὰ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, τῷ Δαυὶ̈δ τὴν ἐπαγγελίαν ἐποιεῖτο· Ὃ δὴ καὶ διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶ̈δ ψεύσομαι.
PG 23:1075Ζητῶν δὲ παρ’ ἐμαυτῷ τὴν αἰτίαν, δι’ ἣν οὐδενὶ μὲν ἄλλῳ τῶν ἁγίων, μόνῳ δὲ τῷ Δαυὶ̈δ δι’ ὅρκου πεποίηται τὴν περὶ τοῦ σπέρματος αὐτοῦ ἐπαγγελίαν ὁ Θεὸς, δοκῶ μοι ταύτην εὑρηκέναι, καταλαβὼν καὶ αὐτὸν τὸν Δαυὶ̈δ ὅρκῳ κεχρημένον πρὸ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τοῦ Θεοῦ. Ὀμωμοκέναι δὲ αὐτὸν διδάσκει τὸ θεῖον Πνεῦμα ἐν ρλα λέγον· Μνήσθητι, Κύριε, τοῦ Δαυὶ̈δ, καὶ πάσης τῆς πραύ̈τητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Τοιαῦτα εὐξαμένῳ καὶ ἐπαγγειλαμένῳ τῷ Δαυὶ̈δ, καὶ ἐπὶ τοιούτοις ὀμωμοκότι, τὴν ἴσην ἀμοιβὴν ἀντιδιδοὺς ὁ Θεὸς αὐτῷ, ἀντομνύει καὶ αὐτὸς, καὶ ἀντεπαγγέλλεται ἓν ἀνθ’ ἑνὸς διδοὺς, καὶ ὅρκῳ τὸν ὅρκον ἀμειβόμενος. Διόπερ ἐν αὐτῷ τῷ ρλα, ἐν ᾧ λέγεται ὀμωμοκέναι ὁ Δαυὶ̈δ, συνῆπται ἑξῆς ἡ τοῦ ἁγίου Πνεύματος μαρτυρία, ὧδέ πη λέγουσα· Ὤμοσε Κύριος τῷ Δαυὶ̈δ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν.

Of the fruit of your body I will set upon…Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Οὐκοῦν πρῶτος ὤμοσεν ὁ Δαυὶ̈δ, εἶτα ἀμειβόμενος αὐτὸν ὁ Θεὸς, ἀντωμοσίαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ πρῶτος ὁ Δαυὶ̈δ, εὐσεβεῖ λογισμῷ κινηθεὶς, ἐπηγγείλατό τι τῷ Θεῷ· εἶτα πάλιν ὁ Θεὸς, ὥσπερ ἀντιδιδοὺς αὐτῷ χάριν ἀντὶ χάριτος, καὶ αὐτὸς ἀντεπηγγείλατο ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀκολούθως φωναῖς, δι’ ὧν φησιν· Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Μέτρον καλὸν, σεσαλευμένον, πεπιεσμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Ὧ μέτρῳ τοίνυν καὶ ὁ Δαυὶ̈δ ἐμέτρησεν, ἐπ’ ἀγαθῷ καὶ θεοσεβεῖ λογισμῷ πρέπουσαν ἐπαγγελίαν μεθ’ ὅρκου ποιησάμενος, ἀντεμετρήθη αὐτῷ, καὶ δίδονται αὐτῷ ἀμοιβαὶ, αἱ ἐπαγγελίαι μεθ’ ὁρκωμοσίας Θεοῦ. Τί δὲ βούλεται ἡ τοῦ Δαυὶ̈δ μεθ’ ὅρκου ἐπαγγελία, θεωρῆσαι καιρός. Ὁρῶν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη τῇ δαιμονικῇ καὶ πολυθέῳ πλάνῃ δεδουλωμένα, καὶ πανταχοῦ γῆς ναοὺς καὶ τεμένη καὶ ἱερὰ τοῖς πονηροῖς δαίμοσιν ἀνεγηγερμένα, ἔν τε πόλεσι καὶ χώραις καὶ κώμαις, ἐν ὄρεσί τε καὶ βουνοῖς τὴν πονηρὰν καὶ ἀντικειμένην δύναμιν παρὰ πᾶσιν ἀνθρώποις τιμωμένην· Θεοῦ δὲ τοῦ πάντων ποιητοῦ τε καὶ δημιουργοῦ μηδαμοῦ μνήμην παρά τισι γιγνομένην·
δηχθεὶς τὴν ψυχὴν ἐπὶ τῷ πράγματι, καὶ ζῆλον ἀγαθὸν ζηλώσας, κατὰ τὸν εἰπόντα· Ζῆλον ἐζήλωσα τῷ Κυρίῳ, εὐχὴν ηὔξατο, καὶ ἐπαγγελίαν ἐπηγγείλατο, καὶ ταύτην ὅρκῳ κατεδήσατο ἦ μὴν τῷ παμβασιλεῖ Θεῷ πρῶτος νεὼν ἐπὶ γῆς καὶ ἱερὸν ἅγιον οἰκοδομήσειν, ἔνθα τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς Διαθήκης τὴν ὑπὸ Μωϋσέως κατὰ τὴν ἔρημον ἐκ προστάγματος Θεοῦ κατασκευασθεῖσαν ἀποθέμενος ἀναπαύσειν. Περιήγετο γοῦν ὧδε κἀκεῖσε μέχρι τῶν τοῦ Δαυὶ̈δ χρόνων τόπου μετακομιζομένη, ποτὲ μὲν ἐν Γαλγάλοις, ποτὲ δὲ ἐν Μανασῆφα, ποτὲ δὲ ἐν Σηλὼ, καὶ ἄλλοτε παρ’ ἀλλοφύλοις, κἀκεῖθεν εἰς Βεσαμὺς, ἔνθεν εἰς Καρειαθιρείμ· εἶτα εἰς οἶκον Ἀμιναδάβ· κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρά· ἔνθεν εἰς Σιὼν τὴν πόλιν ὁ Δαυὶ̈δ μετεστήσατο. Ὃ δὴ συνιδὼν γινόμενον, διενοήθη οἶκον ἱερὸν ἐγεῖραι καὶ ναὸν οἰκοδομῆσαι, ἐνταῦθά τε τὴν κιβωτὸν ἱδρῦσαι τοῦ Θεοῦ. Καὶ περὶ τούτου ὤμοσε Δαυὶ̈δ τῷ Κυρίῳ, καὶ ηὔξατο τῷ Θεῷ Ἰακὼβ λέγων·
PG 23:1077Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ταῦτα δὲ αὐτοῦ διανοηθέντος, τὴν μὲν προαίρεσιν τῆς εὐσεβείας ἀποδέχεται ὁ Θεός· οὐ μὴν ἐπιτρέπει τὸν οἶκον γενέσθαι· μὴ γὰρ δεῖσθαι Θεὸν ὄντα οἴκου αἰσθητοῦ, μηδ’ ἐξ ἀψύχων λίθων οἰκοδομῆς συστησομένου· ἀλλ’ εἰ ἄρα ἐχρῆν Θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐτοῦ, τοῦ Δαυὶ̈δ προελεύσεσθαι τὸν ὑποδεξόμενον αὐτοῦ τὴν θεότητα, ὃς καὶ οἰκοδομήσει τῷ Θεῷ ἐπάξιον ἱερὸν οἶκον καὶ ναὸν ἅγιον, οὗ τὸν θρόνον εἰς τὸν σύμπαντα διαρκέσειν αἰῶνα. Ἐδήλου δὲ ἄρα τὸν Χριστὸν αὐτοῦ τὸν ἐκ σπέρματος Δαυὶ̈δ κατὰ σάρκα γενησόμενον, καὶ τὴν δι’ αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης συστησομένην Ἐκκλησίαν. Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ἡ τῶν Βασιλειῶν γραφὴ τοῦτον διδάσκει τὸν τρόπον· Καὶ ἐγένετο ὅτε ἐκάθισε Δαυὶ̈δ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῷ· καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην·
Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς· ἢ, ἐν μέσῳ δέῤῥεως, ὡς ἡ Ἑβραϊκὴ λέξις σημαίνει. Καὶ εἶπε Ναθὰν πρὸς τὸν βασιλέα· Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ναθὰν λέγων· Πορεύου πρὸς τὸν δοῦλον μου Δαυὶ̈δ, καὶ εἰπέ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀφ’ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης· καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων· Τί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυί̈δ· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἀπὸ ὄπισθεν τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου· καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν καὶ κατασκηνώσει καθ’ ἑαυτόν· καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου. Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. Καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐν τῇ κοιλίᾳ σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν σου. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων. Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην. Οὕτως ἐλάλησε Ναθὰν πρὸς τὸν Δαυί̈δ.
PG 23:1079Ταῦτα δὴ πάντα παρεθέμην, παραστῆσαι βουλόμενος, ὡς, πρώτου ἐπηγγειλαμένου τοῦ Δαυὶ̈δ οἶκον κατασκευάζειν τῇ κιβωτῷ τοῦ Θεοῦ, ἀποδεξάμενος αὐτὸν τῆς εὐσεβείας ὁ Θεὸς, ἀντεπαγγέλλεται τὸ σπέρμα αὐτοῦ ἀναστήσειν, καὶ διὰ τούτου κατασκευάζειν ἑαυτῷ οἶκον· καὶ ὡς τοῦ Δαυὶ̈δ πρώτου ὀμωμοκότος μὴ πρότερον ἄλλοτι ποιήσειν τοῦ τόπον εὑρεῖν τῷ Θεῷ, ἀμοιβαίως καὶ ὁ Θεὸς ἀντόμνυσι διὰ τῆς ἐπαγγελίας, ἀνθρωπινώτερον συγκαταβαίνων τῷ λόγῳ· ἐπειδὴ καὶ ἄλλα μυρία ἐν τῇ θείᾳ Γραφῇ ἀνθρωποπαθῶς περὶ τοῦ Θεοῦ λέλεκται κατά τινα νοουμένην θεωρίαν. Ὧν οὕτως ἀποδεδειγμένων, καιρὸς ἤδη καὶ τὴν ἐν τῷ ψαλμῷ λέξιν ἐπιθεωρῆσαι. Τί τοίνυν βούλεται ἡ ἐπαγγελία τοῦ Θεοῦ; Δύο ταῦτα προαγορεύει· πρῶτον μὲν τὸ σπέρμα τοῦ Δαυὶ̈δ ἕως τοῦ αἰῶνος φυλάξειν· δεύτερον δὲ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. Εἶτ’ ἐπειδήπερ ἤμελλε ταῦτα μὴ ἐπὶ γῆς αἰσθητῶς συνίστασθαι, μηδὲ ἐν τῇ κατὰ ἄνθρωπον βασιλείᾳ, εἰς οὐρανοὺς ἑξῆς ἀναπέμπει τῶν ἐπαγγελιῶν τὰ ἀποτελέσματα. Δι’ ὃ ὥσπερ ἀνωτέρω ἔφησεν· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, οὕτω καὶ νῦν μετὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ ἐπιφέρει τό·
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Οὐ γὰρ οἱ ἐπὶ γῆς ἄνθρωποι, φησὶ, δυνήσονται συνιέναι, ὁποῖον νοῦν ἔχουσιν, ὦ Κύριε, αἱ ἐπαγγελίαι, οὐδ’ ὁποῖα τὰ ἀποτελέσματα τῶν προφητικῶν τυγχάνει λόγων· ἀλλ’ οἱ οὐρανοὶ αὐτοὶ δηλαδὴ, καὶ αἱ κατ’ οὐρανὸν θεῖαι δυνάμεις· διόπερ τοῖς οὐρανοῖς ἁρμόζει τὰ θαυμάσιά σου τὰ ἐμφερόμενα ταῖς ἐπαγγελίαις διηγεῖσθαι καὶ διερμηνεύειν. Ὥσπερ πάλιν τὴν ἀλήθειάν σου, τὴν ἐν ταῖς πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελίαις δεδοξασμένην, οὐκ ἄλλων ἦν νοεῖν καὶ διηγεῖσθαι ἀλλ’ ἢ μόνων τῶν οὐρανῶν καὶ τῶν ἐν οὐρανοῖς ἀγγέλων· οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν Ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. Εἰ γάρ ποτε γένοιτο Ἐκκλησία τις τοιαύτη ἐπὶ γῆς, ὡς ἁγίων Ἐκκλησίαν αὐτὴν χρηματίζειν, παρὰ τούτοις οἱ οὐρανοὶ, εἴτε δυνάμεις θεῖαι, εἴτε καὶ οὐράνιοι ἄνδρες, τὰ θαυμάσιά σου καὶ τὴν ἀλήθειάν σου, τὴν ἐμφερομένην ἐν ταῖς προκειμέναις ἐπαγγελίαις, ἐξομολογήσονται.
PG 23:1081Εἰ δέ ἐστι καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς Ἐκκλησία τις πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, κυριώτερον καὶ ἀληθέστερον λεχθείη ἂν ἐκείνη Ἐκκλησία ἁγίων εἶναι Ἐκκλησία, ἐν ᾗ οἱ οὐρανοὶ τὴν ἀλήθειαν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ τὰ θαυμάσια τὰ ἐν αὐταῖς ἀποκείμενα διηγήσονται. Θαυμάσια δὲ τίνα ἦν ἀλλ’ ἢ τὸ ἐκλεκτὸν τοῦ Θεοῦ χρηματίσαι τὸν Δαυὶ̈δ, καὶ τὸ ἐξ αὐτοῦ γενέσθαι σπέρμα θρόνον αἰώνιον καθέξον, καὶ τὸ διαθήκην αἰώνιον διατίθεσθαι πρὸς αὐτὸν τὸν Θεὸν, ἢ συνθήκην πρὸς αὐτὸν γενέσθαι; οὕτω γὰρ ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν, συνθήκην ἀντὶ διαθήκης εἰρηκότες. Θαυμάσιον ἦν καὶ τὸ ὀμνύναι τὸν Θεὸν ἀνθρώπῳ καὶ τὸ φάσκειν πρὸς τὸν αὐτόν· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, κατὰ τὸν Σύμμαχον· Καὶ οἰκοδομήσω εἰς ἑκάστην γενεὰν τὸν θρόνον σου, κατὰ τὸν αὐτόν. Τὸ δὲ μεῖζον ἁπάντων θαῦμα τοῦτο ἦν, τὸ τοιαῦτα ἐπαγγελλόμενον τὸν Θεὸν ὅρκῳ ταῦτα ἐπισφραγίσασθαι· καὶ τὸ πάντων θαυμασιώτερον τὸ μετὰ τὸν θεῖον ὅρκον δοκεῖν μὴ τέλος εἰληφέναι τοὺς τοῦ Θεοῦ λόγους, τἀναντία δὲ τῇ ὁρκωμοσίᾳ συμβῆναι. Ἐπιφέρει γοῦν ἑξῆς, ἐναντία ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις δηλῶν συμβεβηκέναι·
δι’ ἃ καὶ μάλιστα ἐκπλήττεται καὶ θαυμάζει ὁ Προφήτης· ἀποδυσπετεῖ γοῦν ἑξῆς λέγων· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶ̈δ ἐν τῇ ἀληθείᾳ σου; Ἀλλ’ ἀποθεραπεύει τὴν ἑαυτοῦ ἀμηχανίαν, ἀνωτέρω μὲν εἰρηκώς· Ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, ἐν δὲ τοῖς μετὰ χεῖρας· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ἀντὶ τοῦ· ἐν νεφέλαις, ὁ Σύμμαχός φησι· Τίς γὰρ ἐν αἰθέρι; Σφόδρα δὲ ἀκολούθως ἐπήγαγε τὰ προκείμενα τοῖς προλεχθεῖσι· τὴν γὰρ ἀλήθειάν σου, φησὶ, καὶ τὰ θαυμάσιά σου, εἰ καὶ μὴ ἄνθρωποι συνεῖναι δύνανται· δι’ ὃ μέλλω λέγειν μικρὸν ὕστερον· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυί̈δ; Ἀλλ’ οὐρανοὶ διηγήσονται καὶ Ἐκκλησία ἁγίων μαρτυρήσει, ὅτι μηδὲν ὧν ὤμοσας τῷ Δαυὶ̈δ, διαπεσεῖται, οὐδὲ ψεύσονταί σου αἱ ἐπαγγελίαι· ἀδύνατον γάρ ἐστι τὸ σὲ ψεύσασθαι. Τίς γάρ σοι ἐξισωθήσεται ἐν ἀληθείᾳ, ἢ τίς ὁμοιωθήσεται ἐν τῷ λέγειν καὶ πιστοῦσθαί σου τὰς ἐπαγγελίας;
Οὐδὲ γὰρ ἀντιστῆναί σου τῇ βουλῇ δύναταί τις, ὡς ἀνατρέπειν τὰ ἅπαξ ὑπὸ σοῦ ὡρισμένα, μήτιγε τὰ μεθ’ ὅρκου ἐπηγγελμένα· ὥστε εἰ μὴ καὶ ἡμῖν ἔγνωσταί πω ἡ τῶν ἐπαγγελιῶν σου ἀλήθεια, ἀλλ’ ἐκεῖνο ἀκριβῶς ἴσμεν, ὅτι δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Πάντ’ οὖν ὅσα καὶ βεβούλησαι δύνασαι, καὶ τῶν λόγων σου τῶν περὶ τοῦ Δαυὶ̈δ προῤῥηθέντων ἡ ἀλήθεια ἀμφὶ σὲ εἱλεῖται· ὡς πᾶσι μὲν τοῖς περὶ σὲ οὖσι καὶ τὴν σὴν θεότητα δορυφοροῦσι γινώσκεσθαι, ἀγνοεῖσθαι δὲ τοῖς μακρὰν ἀφεστηκόσιν ἀπὸ σοῦ. Δοκεῖ δέ μοι διὰ τούτων ὁ Προφήτης, ἁγίῳ Πνεύματι θεοφορηθεὶς, καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς φωτὶ νοερῷ καταυγασθεὶς, τὴν δόξαν ἑωρακέναι τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἐν μέσῳ τῆς Ἐκκλησίας τῶν ἁγίων ἑστῶτος, καὶ δορυφορουμένου ὑπὸ τῶν ἁγίων τῶν ἐν βασιλείᾳ αὐτοῦ. Μνημονεύσας γοῦν τῶν οὐρανῶν, καὶ τῷ θείῳ Πνεύματι ἐνατενίσας τῇ τῶν ἁγίων Ἐκκλησίᾳ, ἔοικεν ἑωρακέναι μέσον τὸν Υἱὸν τοῦ Θεοῦ· εἶτα μετὰ τὴν ἐκείνου κατανόησιν ἐπιστρέφειν τοὺς ὀφθαλμοὺς ἐπὶ τῶν πέριξ ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, πνευμάτων τε θείων καὶ δυνάμεων χορόν· καὶ θαυμάζειν τὴν τούτων θειότητα·
PG 23:1083ὑπερεκπλήττεσθαι δὲ τὸν ἐπέκεινα πάντων, καὶ ὑπὲρ πάντας τὸν Μονογενῆ τοῦ Θεοῦ· εἶτ’ ἐκ τοῦ θαύματος ἀναπεφωνηκέναι τό· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ κατὰ τὸν Σύμμαχον· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ταῦτα δὲ περὶ μὲν τοῦ Μονογενοῦς τοῦ Θεοῦ λεγόμενα σώζοι ἂν εὐσεβῆ τὴν διάνοιαν, οὐ μὲν περὶ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων· ἀνοίκειος γὰρ καὶ ἀσεβὴς ἡ παράθεσις. Τὸ γὰρ υἱοῖς Θεοῦ παραβάλλειν τὸ πάντων αἴτιον, καὶ τὸ συγκρίνειν ἑτέροις τολμᾷν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, πάντων ἂν γένοιτο ἀνοσιώτατον. Ἀκίνδυνος δ’ ἂν εἴη ὁ λόγος υἱοῖς Θεοῦ συγκρίνων Υἱὸν Θεοῦ μονογενῆ, καὶ τὸ πρὸς πάντας ἀσύγκριτον αὐτοῦ καὶ ἀπαράθετον, καθ’ ὑπερβολήν τε ὑπερέχον σημαίνειν διὰ τοῦ· Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἀντὶ τοῦ, οὐδείς. Εἰ γὰρ καὶ πολλοὶ ἅγιοι καὶ μυριάδες ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων, ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πνεύματά τε ἅγια, καὶ δυνάμεις θεῖαι ἐν ταῖς κατ’ οὐρανὸν στρατιαῖς πολιτεύονται, τὴν ἐπουράνιον συμπληροῦντες Ἐκκλησίαν·
ἀλλὰ τίς, φησὶν, ἐν τῷ αἰθέρι τῷ ἐπέκεινα τοῦ στερεώματος ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ δὲ πολλοὶ υἱοὶ Θεοῦ καὶ θεοὶ κατὰ τό· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καί· Θεὸς θεῶν Κύριος ἐλάλησε, καί· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Μυρίων γὰρ ὄντων υἱῶν, οὐδεὶς, φησὶ, τούτῳ ὁμοιωθήσεται, οὐδὲ ἐξισωθήσεται, ἐκλεκτῷ ὅτι καὶ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως, Λόγῳ τε σοφίᾳ καὶ δυνάμει καὶ σοφίᾳ Θεοῦ. Καί μοι δοκεῖ τὴν τούτων γνῶσιν διὰ τῶν ἀνωτέρω σημαίνειν, ἐν οἷς ἔφη· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Ἓν γὰρ τῶν θαυμασίων καὶ τοῦτο ἦν, ὅπερ ἤμελλεν ἑξῆς ἐπιλέγειν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ· ἀναγκαίως δέ· ἐπειδὴ ἤμελλε τὸν ἐκ σπέρματος Δαυὶ̈δ γενησόμενον διὰ τῆς προφητείας σημαίνειν, τὴν θεότητα τοῦ κατοικήσοντος ἐν αὐτῷ προθεωρεῖ· ὡς ἂν ὁμοῦ μάθοιμεν, τίς ἡ μέλλουσα κατοικεῖν ἐν αὐτῷ δύναμις, καὶ ὡς ὁ μὲν υἱὸς ἦν Δαυὶ̈δ, ὁ δὲ ἐν αὐτῷ κατοικήσων Υἱὸς τοῦ Θεοῦ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
Τὸν μὴ ἔχοντα σύγκρισιν, μηδὲ παράθεσιν, μηδὲ ὁμοίωσιν πρός τινα τῶν ὠνομασμένων υἱῶν Θεοῦ, ὁποῖός τίς ἐστι παρίστησι λέγων· Οὗτός ἐστιν ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν τῇ βουλῇ τῶν ἁγίων. Βουλὴν δὲ ἁγίων προσεῖπε τὴν ἀνωτέρω λεχθεῖσαν Ἐκκλησίαν ἁγίων· καὶ ἐῴκει τὴν Ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς βουλὴν ὠνομακέναι, ἀναλόγως τοῖς κατὰ τόπον βουλευτηρίοις. Ἐν ταύτῃ δὲ τῇ βουλῇ τῶν ἁγίων ἐνδοξαζόμενός ἐστιν ὁ μὴ ἔχων σύγκρισιν, μηδὲ ὁμοίωσιν πρὸς τοὺς ὀνομαζομένους υἱοὺς Θεοῦ· καὶ οὐ μόνον ἐνδοξαζόμενός ἐστιν ἐν τῇ βουλῇ τῶν ἁγίων, ἀλλὰ καὶ φοβερὸς ὑπάρχει ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τίνες δ’ ἂν εἶεν οἱ περικύκλῳ αὐτοῦ ἀλλ’ ἢ οἱ υἱοὶ τοῦ Θεοῦ, καὶ αὐτοὶ θεοὶ χρηματίζοντες, δι’ οὓς εἴρηται, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν; Καὶ γὰρ τὸ, Ἐν βουλῇ ἁγίων, καὶ τὸ, Ἐν ἐκκλησίᾳ πρωτοτόκων, καὶ τὸ, Ἐν συναγωγῇ θεῶν, ἓν καὶ ταυτὸν εἶναί μοι δοκεῖ. Τούτων τοιγαροῦν ἐν μέσῳ ἑστὼς καὶ ὑπὸ τούτων δορυφορούμενος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐνδοξαζόμενος εἴρηται καὶ μέγας καὶ φοβερός. Ὅ γε μὴν Σύμμαχος τὰ προκείμενα τοῦτον ἐξέδωκε τὸν τρόπον·
PG 23:1085Θεὲ ἀήττητε ἐν ὁμιλίᾳ ἁγίων πολλῇ, καὶ ἐπίφοβος ἐν πᾶσι τοῖς περὶ σεαυτόν· ὁ δὲ Ἀκύλας φησί· Ἰσχυρὸς κατισχυρευόμενος ἐν ἀποῤῥήτῳ ἁγίων, πλῆθος, πλῆθος, καὶ ἐπίφοβος ἐπὶ πάντας κύκλῳ αὐτοῦ. Ἡ δὲ τοῦ λόγου διάνοια τὴν ἀκολουθίαν παρίστησιν. Ἐπειδὴ γὰρ δυνατὸς εἶ, Κύριε, φησὶν, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, εἰκότως μέγας εἶ, καὶ φοβερὸς εἶ, καὶ ἐνδοξαζόμενος εἶ ἐν βουλῇ ἁγίων, καὶ ἐν τοῖς τὴν σὴν θεότητα περιπολοῦσιν, οἳ, τῶν σῶν ἐπαγγελιῶν τὴν ἀλήθειαν συνορῶντες, τὰς πρεπούσας εὐχαριστίας μετὰ θαυμασμοῦ τῆς σῆς θεότητος ἀναπέμπουσι. Διὸ μικρῷ πρόσθεν ἔλεγον· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύ̈νεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Καὶ ἐν τούτοις οὐδὲν ἀφίησι τῶν γενητῶν εἶναι ὅμοιον τῷ θεολογουμένῳ Υἱῷ τοῦ Θεοῦ·
αὐτὸν γὰρ εἶναι τὸν δυνατὸν, καὶ τὸν τῶν δυνατῶν Θεὸν, καὶ αὐτῶν τῶν δυνάμεων Κύριον, ὡς μηδένα αὐτῷ ἀντιλέγειν δύνασθαι, μηδὲ τῇ αὐτοῦ βουλῇ ἀνθίστασθαι· δι’ ὃ λέγειν αὐτὸν καὶ ποιεῖν, ἅτε μόνον δυνατὸν, τὰ πάντα· τὸ γὰρ, Τίς ὅμοιός σοι; καὶ ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου, ἀλλ’ ἐπὶ τοῦ μηδενὸς παρείληπται. Οὐδένα γοῦν ὅμοιον εἶναί φησι τῷ κυριολογουμένῳ, ἀντιπαραβάλλων αὐτῷ τοὺς ἀνωτέρω εἰρημένους υἱοὺς Θεοῦ. Τῆς γὰρ αὐτῆς ἔχεται διανοίας τὰ παρόντα καὶ τὰ πρότερα, ἐν οἷς εἴρητο· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ νῦν δ’ οὖν, Τίς ὅμοιός σοι; φησὶν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθεια τῶν λόγων σου, αἵ τε ἐπαγγελίαι σου περὶ σὲ καὶ παρὰ σοὶ τυγχάνουσι. Παρὰ σοὶ γάρ ἐστι, καὶ παρὰ τοῖς κυκλοῦσί σε, ἡ ἀλήθειά σου· εἰ γάρ τινές σου πλησίον καὶ κύκλῳ περιεστῶτες εἶεν, οὗτοι αὐτοὶ τὴν ἀλήθειάν σου γινώσκουσιν. Ἡμεῖς δὲ οἱ ἐπὶ γῆς, ἔτι μακράν σου τυγχάνοντες, τὰς μεγαλουργίας σου ἀπὸ τῶν κατὰ θάλασσαν ἐνεργουμένων ὑπὸ τῆς σῆς προνοίας θεωροῦντες, ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
PG 23:1087Τῆς τε γὰρ θαλάσσης καὶ τοῦ τοσούτου τῶν ὑδάτων κύτους σὺ μόνος δεσπόζεις, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ μόνος καταπραύ̈νεις, περιθεὶς αὐτῇ κλεῖθρα καὶ πύλας, καὶ ὅρια αὐτῇ πηξάμενος, ὡς ἂν μὴ ὑπερβᾶσα κατακλύσειε τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ὃ δὴ καὶ αὐτὸ ἕν τι τυγχάνει μέγιστον τῆς σῆς δυνάμεως δεῖγμα. Ὡς γὰρ δεσπότῃ δουλεύουσα ἡ τοσαύτη τῶν ὑδάτων κίνησις, κυρτουμένη εἰς ὕψος καὶ ἐπαιρομένη πτήσσει, καὶ εἰς ἑαυτὴν καταράσσεται, εἴσω τῶν οἰκείων ὅρων ἀποκεκλεισμένη. Ὥσπερ δὲ τὰ κύματα καὶ τὰς ἀπειλὰς τῆς θαλάσσης ἐχαλίνωσας τῷ σῷ προστάγματι, καὶ τὰ ὑψώματα αὐτῆς, τάς τε ὁρμὰς καὶ τοὺς θυμοὺς κατεπράϋνας· οὕτω δὲ καὶ ἐπὶ τῶν ἀοράτων δυνάμεων, εἴ τινές ποτε εἶεν ἐχθραὶ καὶ ἐναντίαι τῇ βουλῇ τῆς σῆς προνοίας, καὶ ταύτας, ἅτε μόνος καὶ ὑπὲρ πάντας ὢν δυνατώτατος, διεσκόρπισας, τόν τε τούτων ἄρχοντα καὶ τύραννον καὶ ἀλαζόνα τινὰ ὄντα καὶ ὑπερήφανον, ἄρχοντα τοῦ αἰῶνος τούτου, σὺ τῇ σαυτοῦ δυνάμει ἐταπείνωσας, καὶ τραυματίαν εἰργάσω, πατάξας αὐτὸν τῇ ῥομφαίᾳ τῇ μεγάλῃ καὶ τῇ φοβερᾷ, ἀκολούθως τῇ φασκούσῃ προφητείᾳ·
Ἐπάξει Κύριος τὴν ῥομφαίαν τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, φεύγοντα· καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Καὶ ἐπειδήπερ ἄλλος προφήτης τὸν τραυματίαν τοῦτον δράκοντα ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς ἐδίδαξε, φήσας· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· ἐπίστησον μήποτε ταύτην αὐτὴν ᾐνίξατο τὴν θάλασσαν καὶ ὁ παρὼν λόγος φήσας· Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύ̈νεις· τούτοις γοῦν συνῆψε τὸ, Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Τὸ γὰρ χωρίον τῶν ἀντικειμένων δυνάμεων, τῶν τε δαιμόνων καὶ τῶν πνευμάτων πονηρῶν, θάλασσαν ἔοικεν ἀποκαλεῖν. Διὸ καὶ ἐπήγαγε τῷ περὶ τῆς θαλάσσης λόγῳ τὰ περὶ τοῦ τραυματίου καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ἄντικρυς τὰς ἀντικειμένας δυνάμεις καὶ τὸν τούτων ἄρχοντα σημήνας. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· καὶ ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. Λαλήσει δέ σοι δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον. Καὶ ἑξῆς ἐπάγει· Αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. Κατὰ τὸ αὐτὸ εἴρηται περὶ τοῦ αὐτοῦ δράκοντος ἐκ προσώπου τοῦ Κυρίου πρὸς τὸν Ἰώβ· Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι τὰ χοῦν; καὶ διὰ τῶν προκειμένων ἀναγκαίως τούτων ἐμνημόνευσε τὸ θεῖον Πνεῦμα, διδάσκον τοῦ Μονογενοῦς τοῦ Θεοῦ τὴν μέχρι τῆς δηλωθείσης θαλάσσης κάθοδον. Προθεολογήσας γοῦν αὐτὸν, καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν τὴν ἐν τοῖς ἁγίοις εἰπὼν, τίς τέ ἐστι, καὶ μεθ’ ὁποίων καὶ ἐν ποίοις πρόεισιν , ἑξῆς καὶ παρίστησιν, ὅτι δὴ αὐτὸς ἐκεῖνος καὶ τῆς δηλωθείσης ἡμῖν θαλάσσης κρατήσει, καὶ τὸν ἐν αὐτῇ τραυματίαν ταπεινώσει, καὶ ἐν τῷ βραχίονι τοῦ κράτους αὐτοῦ πάντας τοὺς ἐχθροὺς πρόσεστιν. αὐτοῦ διασκορπίσει. Λέγει δὲ ταῦτα ἀναγκαίως·
PG 23:1089προειπὼν γὰρ, Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, παρίστησιν αὐτοῖς ἔργοις πῶς ὑπάρχει δυνατὸς ὁ Κύριος εἰς πίστωσιν τῆς ἀληθείας αὐτοῦ, ὑπὲρ τοῦ τὰς ἐπαγγελίας πρὸς τὸν Δαυὶ̈δ γεγενημένας ἀληθεῖς ἀποδεῖξαι. Σοί εἰσιν οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας, τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἡ διάνοια τῶν προκειμένων τοιαύτη τίς ἐστι· Πεποίησαι μὲν, ὦ Κύριε, πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελίας περὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ εἰς αἰῶνα διαρκέσοντος θρόνου αὐτοῦ· καὶ ταύτας ὤμοσας τῷ Δαυὶ̈δ ἐπιτελέσειν. Ὁρῶμεν δὲ ἡμεῖς οἱ ἄνθρωποι μὴ πληρουμένας αὐτὰς, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις· διό φαμεν, Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; πλὴν ἀλλὰ πεπείσμεθά σε ἐξ ἅπαντος ἀληθεύειν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Καὶ μάρτυρές γε τῆς ἀληθείας σου πάντες οἱ περὶ σέ· αἱ γοῦν οὐράνιοι δυνάμεις ἐξομολογήσονται τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ὁσίων.
Καὶ εἰκότως αἱ οὐράνιοι δυνάμεις τὴν ἀλήθειάν σου ἐξομολογήσονται, ἐπειδὴ ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· ὡς μηκέτι δεῖν τὰς ἐπαγγελίας σου, τὰς πρὸς τὸν Δαυὶ̈δ, ἐπιγείους εἶναι καὶ σωματικὰς νομίζειν· ἐν γὰρ τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ταῦτα δὲ καὶ αὐτὸς ἐκ τοῦ ἁγίου Πνεύματος μεμαθηκώς φημι· Τὰ ἐλέη σου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀληθεύειν δέ σε Θεὸν ὄντα καὶ Κύριον τῶν ὅλων πεπεῖσθαι χρὴ, διὰ τὸ μηδένα εἶναι ὅμοιον τῇ σῇ δυνάμει· καὶ γὰρ καὶ τῶν ἀσωμάτων καὶ θείων δυνάμεων Κύριος εἶ, καὶ δυνατὸς εἶ μόνος καὶ ὑπὲρ πάντας, ὡς τὴν ἀλήθειάν σου πιστοῦσθαι. Εἰ δὲ καὶ ἔστι τις ἐν τοῖς οὖσιν ὑπερήφανος, ὁ καλούμενος διάβολος ἀντικείμενος ἀεὶ, καὶ πολεμῶν τῇ σῇ ἀληθείᾳ, ἀλλὰ σὺ τοῦτον ἐταπείνωσας· εἴτε τινές εἰσιν ὑπὲρ τοῦτον ἐχθραὶ καὶ ἀντικείμεναι δυνάμεις, ἀλλὰ καὶ ταύτας διεσκόρπισας. Πάντοτε σὺ κρατεῖς, καὶ τῆς τῶν ὅλων οὐσίας σὺ δεσπόζεις, ἐπεὶ καὶ ποιητὴς τῶν ὅλων τυγχάνεις. Αὕτη γὰρ ἡ θάλασσα καὶ τὸ τοσοῦτον τῆς ὑγρᾶς οὐσίας στοιχεῖον ἔργον ὑπάρχει σὸν, καὶ σὲ κύριον ἐπιγράφεται.
Page scan enlarged

Notebook

Full View