PG 23Eusebius of Caesarea
Commentary on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 23:1089Εἰ δὲ καὶ οὐρανοί τινες ἀνώτεροι τοῦ στερεώματος νοοῦνται, θείων πνευμάτων καὶ δυνάμεων ἁγίων, τῶν τε τὴν σὴν θεότητα περιπολούντων ἀγγέλων καὶ ἀρχαγγέλων οἰκητήρια, καὶ οὗτοι σοί εἰσιν ἅμα πᾶσι τοῖς οἰκοῦσιν αὐτοῖς. Καὶ ἄλλο δὲ στοιχεῖον οὐ μικρὸν ἡ ξηρὰ οὐσία, καὶ ἡ τοῖς οὐρανοῖς ὑποκειμένη γῆ, σή ἐστι καὶ αὕτη. Ὅτε τοίνυν τὰ σύμπαντα τοῖς σοῖς νεύμασι δουλεύει, καὶ σὺ πάντων κρατεῖς, κύριος ὢν ἁπάντων καὶ βασιλεὺς καὶ Θεὸς, τίς ἀντιστήσεταί σοι; Ἢ τί τὸ ἐμποδὼν ἔσται τοῦ μὴ πιστώσασθαι τὰς σὰς πρὸς τὸν ἐκλεκτόν σου Δαυὶ̈δ ἐπαγγελίας, ἃς μεθ’ ὅρκου πρὸς αὐτὸν ἐποιήσω; Σφόδρα τοίνυν καὶ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρημένοις διὰ τῶν προκειμένων ἐπήγαγε τὸ, Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Οὐ γὰρ μόνον τὸν οὐρανὸν, φησὶ, καὶ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλὰ καὶ τὴν γῆν σὺ ἐθεμελίωσας· συμφώνως τῇ ἐν ταῖς Παροιμίαις λεγούσῃ φωνῇ. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Κατ’ ἐξαίρετον δὲ ἐνταῦθα τὸ οἰκούμενον μέρος τῆς γῆς οἰκουμένην ὠνόμασεν, ἀποδιαστείλας τῆς ἐρήμου καὶ τῆς οἰκητοῦ.
PG 23:1091Ἀλλὰ καὶ τὸ πλήρωμα τῆς οἰκουμένης προσέθηκεν, οὕτω σημήνας τὸ τῶν ἀνθρώπων γένος, τῶν τὴν οἰκουμένην πληρούντων. Πλήρωμα δὲ καὶ ἄλλως τῆς οἰκουμένης οὐκ ἂν ἁμάρτοις λέγων τὴν τοῦ Σωτῆρος Ἐκκλησίαν, ἣν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐθεμελίωσεν ἐπὶ τὴν πέτραν. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πῶς δὲ ἐθεμελίωσε τὴν οἰκουμένην, ἐπιλέγει ἑξῆς, Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας αὐτά· ἡ δὲ πέμπτη ἔκδοσις, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Δοκεῖ δέ μοι διὰ τῶν δύο πλευρῶν τε καὶ ἄκρων τῆς οἰκουμένης τὸν σύμπαντα κόσμον δηλοῦν, ὃν ἐπλήρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν δύναμις. Θέα δὲ τίνα τρόπον διὰ τούτων παρίσταται πρόσωπον τοῦ σύμπαντος κόσμου τὸ ἀνατολικὸν μέρος· ἀριστερὸν δὲ τὸ βόρειον, δεξιὸν δὲ τὸ μεσημβρινὸν καὶ νότιον. Ἐν τῷ γὰρ φάναι, Τὸν βοῤῥᾶν καὶ τὰ δεξιὰ σὺ ἔκτισας, τὸ βόρειον πλευρὸν ἀριστερὸν εἶναι ἐδίδαξεν· εἴ γε δεξιὸν τὸ νότιον. Εἰ δὴ οὖν ἑστῶτες ἔχοιμεν ἐν δεξιᾷ μὲν ἑαυτῶν τὸν νότον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸν βοῤῥᾶν, ἀντιπρόσωπον σχήσομεν τὴν ἀνατολὴν, κατὰ νώτου δὲ τὴν δύσιν·
ὥστε κατά τινα φυσικὴν θεωρίαν εἰρῆσθαι ταῦτα, τὴν θέσιν τοῦ παντὸς κόσμου παριστῶντα. Ἃ καὶ αὐτὰ ἀναγκαῖον ἐπισημήνασθαι εἰς παράστασιν τοῦ μηδὲ τὴν τούτων γνῶσιν παραλελοιπέναι τὴν τῶν θείων Γραφῶν διδασκαλίαν. Τὰ πάντα γὰρ, φησὶ, σὺ ἔκτισας, τά τε δεξιὰ τοῦ κόσμου μέρη, καὶ τὰ ἀριστερά. Ἀλλὰ τὰ μὲν δεξιὰ ὀνομαστὶ προςεῖπεν, ἐφυλάξατο δὲ χρήσασθαι τῷ τοῦ ἀριστεροῦ ὀνόματι. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Εἰς βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας· καὶ κατὰ τὸν Ἀκύλαν, Βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας. Ἡ δὲ πέμπτη ἔκδοσις σαφέστερον ἡρμήνευσε τίνα τὰ δεξιὰ φήσασα, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Τὸ δ’ ἀριστερὸν πάντη σεσιώπηται παρὰ τοῖς πᾶσι, διὰ τὸ νομίζεσθαι σκαιὸν εἶναι καὶ ἐναντίον τῷ δεξιῷ· οὐδὲν δὲ ἐν τῷ παντὶ σκαιὸν, οὐδὲ τῷ καλῷ ἐναντίον. Πάντα μὲν οὖν, φησὶ, σὺ ἔκτισας. Ὄρη δὲ δύο, τὸ Θαβὼρ καὶ τὸ Ἑρμὼν ἐξαίρετόν τι κέκληται παρὰ πάντα· τῷ γὰρ ὀνόματί σου ταῦτα ἀγαλλιάσονται. Κατὰ δὲ τὸν Ἀκύλαν, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου αἰνέσουσι· κατὰ δὲ τὸν Σύμμαχον, Θαβὼρ καὶ τὸ Ἑρμὼν τὸ ὄνομά σου εὐφημήσουσι. Τούτων δὲ τῶν ὀρέων μέμνηται διαφόρως ἡ τῆς Παλαιᾶς Διαθήκης ἱστορία·
PG 23:1093καὶ οἶμαί γε ἐν τούτοις τοῖς ὄρεσι τὰς παραδόξους τοῦ Σωτῆρος ἡμῶν γεγονέναι μεταμορφώσεις, καὶ τὰς πλείους διατριβὰς, ὅτε σὺν ἀνθρώποις ἐπολιτεύετο. Εἰ δὲ καὶ τῶν ὀνομάτων ἡ ἑρμηνεία συμβάλλεταί τι ἡμῖν εἰς τὴν τῶν προκειμένων διάνοιαν, καὶ αὐτὸς ἐπιστήσεις. Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου. Ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. Καὶ ταῦτα εἰς τὴν τοῦ Μονογενοῦς τοῦ Θεοῦ δοξολογίαν παρείληπται, ἅπερ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, τοῦτον ἀποδοὺς τὸν τρόπον· Σὸς ὁ βραχίων μετὰ δυναστείας· ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου· δικαιοσύνη καὶ κρῖμα βάσις τοῦ θρόνου σου. Καὶ ταύτας δὲ ἀναγκαίως τὰς θεοπρεπεῖς ἀρετὰς ἐν τῇ θεολογίᾳ παρείληφε διὰ τὰς τοῦ Θεοῦ πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελίας. Οὐδὲν γὰρ, φησὶν, ἀντιστήσεται σοῦ τῇ βουλῇ· μετὰ γὰρ τοῦ θέλειν καὶ τὸ δύνασθαί σοι οἷα Θεῷ καὶ δεσπότῃ τῶν ὅλων πάρεστι.
Καὶ γὰρ βραχίων σοί ἐστι μέγας καὶ δυναστεία καὶ ἀρχὴ τῶν πάντων, κεκραταιωμένη τε χεὶρ καὶ ὑψηλοτάτη δεξιὰ, ὅτε θρόνος τῆς σῆς βασιλείας, ὥσπερ οἱ τῶν ἐπὶ γῆς βασιλευόντων θρόνοι ἐξ ὕλης τιμίας πεποίηνται, καὶ αὐτὸς οὗτος ἐκ τῶν πρεπόντων σοι τῷ Θεῷ κατεσκεύασται. Ἀρεταὶ γοῦν θεοπρεπεῖς, δικαιοσύνη καὶ κρῖμα, τὸν σὸν κατακοσμοῦσι θρόνον. Διόπερ τοσούτων οὐσῶν παρὰ σοὶ τῷ Θεῷ δυνάμεων, ὁμαλῶς καὶ ἀκωλύτως ἡ ἀλήθεια τῶν σῶν ἐπαγγελιῶν προτρέχει, μηδενὸς παραποδίζειν δυναμένου τὰς σὰς ἀποφάσεις, ἃς ὤμοσας τῷ Δαυὶ̈δ ἐλέῳ καὶ χάριτι τὰς ἐκτεθείσας ἐπαγγελίας πρὸς αὐτὸν πεποιημένος. Ἀντὶ δὲ τοῦ, Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, κατὰ τὸν Ἀκύλαν, Δικαιοσύνη καὶ κρῖμα τὸ ἕδρασμα τοῦ θρόνου αὐτοῦ, εἴρηται· ὁ δὲ Σύμμαχος τὴν βάσιν αὐτὴν εἶναί φησι τὴν δικαιοσύνην καὶ τὸ κρῖμα. Τῆς γε μὴν δικαιοσύνης καὶ τοῦ κρίματος μετὰ δικαιοσύνης ἐκφερομένου, προτρέχει ἔλεος καὶ ἡ ἀλήθεια. Τῷ γοῦν ἐλέῳ τὴν δικαιοσύνην ἀνακιρνὰς, πραοτέρας ποιεῖται τὰς κατὰ τῶν ἡμαρτηκότων ἀπειλάς·
ἄλλως γὰρ ἄκρατον αὐτοῦ τὴν δικαιοσύνην οὐκ ἄν τις ἀνθρώπων ὑπομείνειεν Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις ἡμῶν, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Νοήσεις τε καὶ ἄλλως τὸν ἀλαλαγμὸν ἀπὸ τῶν κατὰ τοὺς καιροὺς τῶν πολέμων ἀλαλαζόντων στρατιωτῶν καὶ φόβον ἐμποιούντων τοῖς ἐχθροῖς διὰ τῆς μείζονος βοῆς καὶ τῆς κατὰ ταύτην συμφωνίας. Ὁ δὲ θεῖος Ἀπόστολος τὰς ἐν ἁγίῳ Πνεύματι εὐχὰς, τὰς μὴ διὰ γεγωνοῦ βοῆς, ἀλλὰ ἐν δυνάμει Πνεύματος ἀναπεμπομένας, τοιαύτας εἶναι διδάσκει λέγων· Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Οὕτω δὲ μέγας τίς ἐστι καὶ σπάνιος ὁ πολλάκις ὑπὸ τῶν θείων Γραφῶν ὀνομαζόμενος ἀλαλαγμὸς, ὡς μακαρίζεσθαι τὸν ἐπιστήμονα τούτου, ὁμοίως τοῖς μακαριζομένοις ἐπὶ τοῖς ἄλλοις κατὰ Θεὸν κατορθώμασι. Διὸ ἐνταῦθα λέλεκται· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
PG 23:1095Ἐν ἑτέροις δὲ ὁ θεῖος λόγος θυσίαν εἶναι τὸν τοιοῦτον ἀλαλαγμὸν διδάσκει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Δοκεῖ δὴ οὖν μοι ἐνταῦθα τὸ θεῖον Πνεῦμα σαφῶς μακαρίζειν τὸν Χριστοῦ λαόν· οὗτος γὰρ, γνῶσιν ἀνειληφὼς τῆς κατὰ τῶν πολεμίων τοῦ Σωτῆρος ἡμῶν νίκης, ἀλαλάζει κατὰ τῶν ἐχθρῶν, ὑπὲρ τοῦ οἰκείου βασιλέως τὸν ἀλαλαγμὸν ποιούμενος. Ἀλλὰ καὶ τὴν θυσίαν τὴν ἄναιμον λογικὴν μόνος οὗτος ὁ λαὸς δι’ ἀλαλαγμοῦ εἴωθε προσφέρειν τῷ Θεῷ, διὰ τοῦ σύμφωνον ἀναπέμπειν τῷ Θεῷ εὐχαριστίαν ἐν ταῖς πνευματικαῖς ἱερουργίαις καὶ ταῖς κατὰ τὴν Καινὴν Διαθήκην ἐπιτελουμέναις ἡμῖν λατρείαις, ταῖς τε ἀναίμοις καὶ ἀύ̈λοις καὶ πνευματικαῖς θυσίαις. Ἀντὶ δὲ τοῦ, Ὁ γινώσκων ἀλαλαγμὸν, Ὁ γινώσκων σημασίαν, ὁ Σύμμαχος ἡρμήνευσε. Διὰ τί δὲ μακάριός ἐστιν οὗτος ὁ Χριστοῦ λαὸς ὁ τὸν εἰρημένον ἀλαλαγμὸν ἐπιστάμενος, ἀλλ’ ἢ ἐπειδήπερ τὴν θεότητα τοῦ Σωτῆρος ἐπιγινώσκων, ἥτις ὠνόμασται πρόσωπον αὐτοῦ, τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ καταυγαζόμενος, τὴν ἑαυτοῦ ποιεῖται πορείαν λέγων, Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· καὶ, Ἐν τῷ φωτί σου ὀψόμεθα τὸ φῶς;
Καὶ διὰ τοῦτο γοῦν μακάριός ἐστιν οὗτος ὁ λαός. Καὶ τρίτον ἐπεὶ μὴ ἀρκούμενος τῷ διὰ τῆς γνώσεως τοῦ Χριστοῦ φωτίζεσθαι, ἔτι καὶ τῷ ὀνόματι αὐτοῦ σεμνυνόμενος, καὶ Χριστιανὸς ἐξ αὐτοῦ καλούμενος, χαίρει καὶ ἀγαλλιᾷ ὅλην τὴν ἡμέραν, μᾶλλον δὲ πᾶσαν ἡμέραν· οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ διὰ τοῦτο γοῦν ἐστι μακάριος. Καὶ τέταρτον ἐπειδὴ εἰς μέγεθος καὶ ὕψος ἐπιδοὺς τῇ τοῦ Θεοῦ δικαιοσύνῃ ὑψοῦται, δίκαιον εἶναι κρίναντος τοῦ Θεοῦ εἰς ὕψος ἄγειν καὶ ἐπὶ μέγα δόξης τὸν ἐπιστήμονα τοῦ εἰρημένου ἀλαλαγμοῦ λαὸν, καὶ τὸν ὑπὸ τοῦ προσώπου τοῦ Σωτῆρος φωτιζόμενον, καὶ τὸν ἐν ὀνόματι αὐτοῦ ἀγαλλόμενον, καὶ τὸν ἐγκαυχώμενον, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν. Ἀναγκαίως δὲ καὶ τοῦ δηλωθέντος μνήμην ὁ λόγος ἐποιήσατο, θεσπίζων τὸ κατόρθωμα τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας. Μέλλων γοῦν τὴν γένεσιν διδάσκειν τοῦ ἐκ σπέρματος Δαυὶ̈δ προελευσομένου, καὶ τὴν καταστροφὴν τῶν παρὰ Ἰουδαίων σεμνῶν προαγορεύειν, δι’ ἣν καὶ ἀπορῶν ἐπιλέγει, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε;
ἀναγκαίως περὶ μὲν τοῦ ἐπαληθεύσειν ἐξ ἅπαντος τὰς πρὸς τὸν Δαυὶ̈δ τοῦ Θεοῦ ἐπαγγελίας τὰς προειρημένας ἐποιήσατο διδασκαλίας. Ἐπεὶ δὲ ἐχρῆν προμαθεὶν ἡμᾶς καὶ ποίῳ λαῷ ἡ χάρις τῆς τοῦ Σωτῆρος εὐεργεσίας ἐταμιεύετο, ἀκολούθως ἐμνημόνευσεν οὐ τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τοῦ λαοῦ τοῦ γινώσκοντος ἀλαλαγμόν· καὶ τοῦτον εἰκότως τὸν λαὸν ἐμακάρισε, πλεῖστα αὐτῷ ἀγαθὰ ἐπαγγειλάμενος. Διὰ γὰρ τὸ εἰδέναι ἀλαλαγμὸν, πρῶτον μὲν ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ἔπειτα ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται καθ’ ἑκάστην ἡμέραν· καὶ τρίτον ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται· καὶ τέταρτον καύχημα τῆς δυνάμεως αὐτῶν ἔσται αὐτὸς ὁ Κύριος. Ἐπειδὴ γὰρ κραταιὸς καὶ δυνατὸς τυγχάνει ὁ λαὸς οὗτος, ἅτε ἐπὶ τὴν πέτραν ᾠκοδομημένος, ὡς μήτε πύλας ᾅδου κατισχύειν αὐτοῦ· εἰκότως καυχήσεται, ἀλλ’ οὐκ ἐπὶ τῇ οἰκείᾳ δυνάμει, ἀλλ’ ἐπὶ τῷ τεθεμελιωκότι αὐτὸν ἐπὶ τὴν πέτραν Κυρίῳ. Διὰ δὲ ταῦτα πάντα μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ Πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται.
PG 23:1097Ποῖον δὲ κέρας ἢ τὸ μέλλον ἐκ σπέρματος Δαυὶ̈δ κατὰ τὴν σὴν, ὦ Κύριε, ἐπαγγελίαν προελεύσεσθαι; Καὶ τοῦτο γὰρ τὸ κέρας ἡμῶν, ἐν ᾧ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται, σοῦ τοῦ Ἁγίου Ἰσραὴλ, τοῦ βασιλέως ἡμῶν, ἀντιλαμβανομένου τῆς τούτου τοῦ κέρως γενέσεως. Εἶεν δ’ ἂν αὗται φωναὶ προφητικαὶ ἐξ οἰκείου προςώπου τὰ προκείμενα ἀναφωνοῦσαι, κέρας τε αὐτῶν ὁμολογοῦσαι εἶναι τὸν κατὰ σάρκα φανησόμενον Χριστὸν τοῦ Θεοῦ. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Εὗρον Δαυὶ̈δ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ἅπαξ διὰ τῶν ἔμπροσθεν μνημονεύσας ὁ λόγος τοῦ κέρως ἐν οἷς ἔφη·
Ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ἀναγκαίως προϊὼν διδάσκει τί ποτε ἦν τοῦτο τὸ κέρας, καὶ πόθεν ἥξει, καὶ πῶς ὑψωθήσεται. Διό φησιν· Ὅτι τοῦ Κυρίου ἐστὶν ἡ ἀντίληψις, ἡ τοῦ κέρως δηλονότι. Κυρίου δὲ ποίου, ἢ τοῦ Ἁγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; Αὐτὸς γὰρ ὁ Κύριος καὶ ὁ Ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ Θεοῦ Λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ’ ἃς πεποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφητῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυὶ̈δ προελεύσεσθαι. Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς ἁγίοις σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὦ Θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι’ αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυὶ̈δ, τούτοις ἐχρήσω τοῖς λόγοις· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐπέθηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ μου. Εὗρον Δαυὶ̈δ τὸν δοῦλόν μου, καὶ τὰ ἑξῆς τοῖς Ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διάνοια τοῦτον ἔχει τὸν τρόπον·
Πολλὰ ζητήσας ἐν ἀνθρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυὶ̈δ, τὸν δι’ ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶνος διανενοημένον. Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ’ οὗ διανενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. Νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυὶ̈δ γεγονὼς ἄνθρωπος τοῦ κατασκηνώσαντος ἐν αὐτῷ Θεοῦ Λόγου. Ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ σφόδρα γε καταλλήλως τῇ τοῦ Δαυὶ̈δ ἐπαγγελίᾳ καὶ ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἀμοιβὴν ἐποιήσατο. Ἐπειδὴ τοίνυν, φησὶν, ἐπιτήδειον εὗρον καὶ ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν τὸν Δαυὶ̈δ, διὰ τοῦτο κατηξίωσα αὐτὸν τῆς ἐμῆς βοηθείας, ἐκλεκτὸν αὐτὸν ἀποφήνας, καὶ ὑπὲρ πάντα τὸν λαὸν ἀνυψώσας. Καὶ ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ ζητήσας, μόνον αὐτὸν εὗρον ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν, καὶ εὑρὼν κατηξίωσα χρίσεως τοῦ ἁγίου μου ἐλαίου, δι’ οὗ καὶ Χριστὸν αὐτὸν ἀπειργασάμην, καὶ ταῦτα αὐτῷ δωρήσασθαι ἐπαγγέλλομαι·
PG 23:1099Ἡ δεξιά μου βεβαίως συνέσται αὐτῷ, καὶ ὁ βραχίων μου στερεώσει αὐτόν. Οὐκ ἐξαπατήσει αὐτὸν ἐχθρὸς, οὐδὲ υἱὸς ἀδικίας κακώσει αὐτόν. Ἀλλὰ καὶ συγκόψω ἀπὸ ἔμπροσθεν αὐτοῦ τοὺς μισοῦντας αὐτὸν, καὶ τοὺς κακοποιοῦντας αὐτὸν πατάξω· ἡ δὲ βεβαίωσις καὶ ἡ χάρις μοῦ συνέσται αὐτῷ. Καὶ ταῦτα μὲν αὐτῷ πάντα ἔσται κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Ἡ χείρ μου, φησὶ, συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ τέλος μετὰ ταῦτα πάντα, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῦτο δὲ τὸ κέρας αὐτοῦ τὸ μέλλον ἐξ αὐτοῦ προελεύσεσθαι, καὶ ὁ νεὼς ὁ ἐκ σπέρματος αὐτοῦ μέλλων μοι κατασκευάζεσθαι· ὅπερ κέρας αὐτοῦ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται· καταξιωθήσεται γὰρ τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς προσηγορίας. Χρηματίσει γοῦν καὶ αὐτὸ τοῖς ἐμοῖς χρηματισμοῖς, καὶ διὰ τῶν ἐμῶν προσηγοριῶν παρὰ τοῖς πᾶσιν ὑψωθήσεται.
Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ἀλλ’ ὁ μὲν τῶν προφητῶν χορὸς πρὸς τὸν Θεὸν ἀνεφώνει πρότερον λέγων, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· αὐτὸς δὲ νῦν ὁ Θεὸς τὰς ἐπαγγελίας περὶ τοῦ Δαυὶ̈δ ποιούμενος, ἐπισφράγισμα πάντων προστίθησι καὶ τὸ, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τὸν ἐξ αὐτοῦ προελευσόμενον Χριστὸν δηλώσας, κέρας οὐ μόνον καὶ προφητῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ Δαυὶ̈δ ὠνομασμένον· περὶ οὗ ἑξῆς ἐπιλέγει· Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ Διαθήκη μου πιστὴ αὐτῷ, Εἴ τις ἀκριβῶς ἐπιστήσειε τῇ τῶν λεγομένων διανοίᾳ, εὕροι ἂν ταῦτα οὐ περὶ τοῦ Δαυὶ̈δ, ἀλλὰ περὶ τοῦ προελευσομένου ἐξ αὐτοῦ κέρως προφητευόμενα. Εἰπὼν γὰρ ὁ λόγος, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, ἐπισυνάπτει περὶ τοῦ κέρως, καὶ λέγει· Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, δῆλον δ’ ὅτι τοῦ κέρως, καὶ τὰ ἑξῆς·
PG 23:1101καὶ ἁρμόζει γε ἐντεῦθεν πάντα ἐπὶ τὸν Χριστὸν τὸν ἐκ σπέρματος Δαυὶ̈δ γενησόμενον ἀναφέρεσθαι. Εἰ γοῦν τις μὴ τοῦτον ἐκλάβοι τὸν τρόπον, ἀλλ’ ἐπὶ τὸν Δαυὶ̈δ ἀνάγοι τὰ προκείμενα, ἀσύστατος εἴη ἂν αὐτῷ ὁ λόγος. Πῶς γὰρ τοῦ Δαυὶ̈δ ἐν θαλάσσῃ ἔταξεν ὁ Θεὸς τὴν χεῖρα καὶ ἐν ποταμοῖς τὴν δεξιὰν, ὁ βουλόμενος ἑρμηνευέτω. Οὐδὲ γὰρ ἐκράτησεν ὁ Δαυὶ̈δ τῆς παράλου χώρας. Ἢ πῶς περὶ τοῦ Δαυὶ̈δ λέγοιτ’ ἂν τὸ, Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν; Ἀντὶ τίνος γὰρ μᾶλλον τοῦ Ἀβραὰμ, ἢ τοῦ Ἰσαὰκ, ἢ τοῦ Ἰσραὴλ, ἢ αὐτοῦ Μωσέως, ἢ τοῦ Ἠλία, ἢ τῶν ἄλλων δικαίων τε καὶ προφητῶν, πρωτότοκος τοῦ Θεοῦ νομισθείη ἂν ὁ Δαυί̈δ; Πῶς δὲ ἀληθεύσει περὶ αὐτοῦ φάσκων ὁ Θεὸς, Θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς; Πότ’ οὖν ὁ Δαυὶ̈δ παρὰ Πέρσαις φέρε, ἢ Σκύθαις, ἢ Ἰνδοῖς, ἢ Αἰθίοψιν, ἢ Μαύροις, ἢ Σπάνοις, ἢ Βρετανοῖς, ἢ παρὰ τοῖς λοιποῖς τῶν ἐθνῶν βασιλεῦσιν ὑψώθη; Εἰ δὲ ἐκλάβοις ταῦτα ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεγονότα, βεβαιότατα καὶ κυριώτατα εὕροις ἂν ἐφαρμόζοντα αὐτῷ τὰ λεγόμενα.
Μαρτυρεῖ δὲ τῇ τῆς προφητείας ἐκβάσει καὶ τὸ Εὐαγγέλιον, ἐν ᾧ κατὰ τὸν Λουκᾶν Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προφητικῇ δυνάμει καὶ αὐτὸς κέρας αὐτὸν ὠνόμασε. Λέγει δ’ οὖν ὁ εὐαγγελιστής· Καὶ Ζαχαρίας ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε λέγων· Εὐλογητὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τοῦ λαοῦ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶ̈δ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ. Κέρας δὲ κυρίως ὠνόμασται ὁ Χριστὸς τοῦ Θεοῦ. Διὸ καὶ μονόκερως εἴρηται κατὰ τὴν φάσκουσαν Γραφήν· Καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων· ἐπείπερ δι’ αὐτοῦ πᾶσα ἡ ἀντικειμένη καὶ ἐχθρὰ τοῦ Θεοῦ δύναμις ἐνετράπη κερατισθεῖσα καὶ κεραϊσθεῖσα. Μόνος γοῦν ὡς ἀληθῶς τῶν γενομένων τοῦ Δαυὶ̈δ διαδόχων Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐκ σπέρματος αὐτοῦ προελθὼν τῷ κέρατι τῆς ἐν αὐτῷ θεότητος, πᾶσαν τὴν δαιμονικὴν καὶ εἰδωλικὴν ἀνατρέψας καθεῖλε πλάνην. Διὸ καὶ κέρας εἰκότως καὶ μονόκερως ἐν τοῖς ἱεροῖς ὠνόμασται λόγοις. Αὐτοῦ δὲ, καὶ οὐδὲ ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις·
ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδασκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς Κύριον αὐτὸν καὶ Θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει. Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, τῷ ἐν οα ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξάμενος οὖν ὁ Σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. Καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προφήτῃ λέλεκται· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραὺ̈ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολὰς γῆς. Ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν περιέχει, Καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς. Εἴποι δ’ ἄν τις ἀποῤῥητότερον καὶ ἄλλως διὰ τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννήσεως διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῆς καταξιοῦσθαι·
PG 23:1103δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τούτους γὰρ, οὓς πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στήσειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀποῤῥητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς ἔσεσθαι. Ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· Καὶ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται. Τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
Ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ’ ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολάζουσα καὶ τιμωροῦσα τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς. Αὐτὸς δὲ οὗτος ὁ δηλούμενος [ϟδῆλον δ’ ὅτι κέρας Δαυὶ̈δ]ϟ, ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν Θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατοικήσεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν. Διὸ καὶ αὐτὸς ὁ Θεὸς Λόγος, ὁ Πρωτότοκος πάσης κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος Δαυὶ̈δ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος Δαυὶ̈δ γενηθεὶς χρηματίσῃ Υἱὸς Θεοῦ, καὶ ὀνομασθείη Πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν Μονογενῆ τοῦ Θεοῦ. Ταῦτα γὰρ ἦν, δι’ ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς τῷ κατὰ σάρκα υἱῷ Δαυὶ̈δ ἐπιτέθεικε, Πρωτότοκον καὶ Θεοῦ Υἱὸν καὶ αὐτὸν ἀναγορεύσας.
Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμαχον, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Πάντων γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δοξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. Ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι τὸ ἔλεος αὐτοῦ, καὶ τὴν Διαθήκην αὐτοῦ πιστοποιήσειν αὐτῷ· πάντως που τὴν Καινὴν Διαθήκην, ἣν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσεῖ διαθήκης τὸ Εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσι, καὶ τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.
PG 23:1105Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Τὰ μὲν εἰρημένα περὶ τοῦ κέρως διὰ τῶν ἔμπροσθεν πεπλήρωται. Ἐδείκνυτο δὲ κέρας οὐκ ἀλλότριον τοῦ ἐκ σπέρματος Δαυὶ̈δ κατὰ σάρκα γενηθέντος Χριστοῦ. Τούτου δ’ οὖν, ἀκολούθως μετὰ τὰ περὶ αὐτοῦ τεθεσπισμένα, τὴν διαδοχὴν διὰ τῶν προκειμένων, ὁποία τίς ἐστι, παρίστησι φάσκων· Οὐχ ἁπλῶς εἰς ἕνα μόνον τὸν παρόντα αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν μετέπειτα αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα δηλωθέντος κέρως θήσομαι· καὶ τὸν θρόνον αὐτοῦ οὐ πρὸς ὀλίγας ἡμέρας, οὐδὲ εἰς ἐτῶν περιόδους βραχείας φυλάξω, ἀλλὰ ταῖς ἡμέραις τοῦ οὐρανοῦ συμπαρεκτείνεσθαι ποιήσω. Καὶ ὁ Σύμμαχος δὲ οὕτως ἡρμήνευσεν εἰπών· Καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ἐφ’ ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ. Σπέρμα δὲ τοῦ Χριστοῦ τί χρὴ νοεῖν ἢ τὰς καθ’ ὅλης τῆς οἰκουμένης συνεστώσας ἐξ αὐτοῦ Ἐκκλησίας, καὶ τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἀναγεννηθέντας αὐτῷ λαούς; θρόνος δὲ αὐτοῦ τυγχάνει ὁ κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῶν ἐξ αὐτοῦ κατὰ διαδοχὴν προέδρων ἱδρυμένος·
ὅντινα θρόνον διαμένειν φησὶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· οὐχ ὁμοίως τῷ Ἰουδαίων βασιλικῷ θρόνῳ, ὃς ἐπ’ ὀλίγῳ διαρκέσας, ἀπεσβέσθη, ἐγγύς που φυλαχθεὶς τετρακοσίοις μόνοις ἔτεσι, τοῖς ἀπὸ τοῦ Δαυὶ̈δ καὶ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. Οὗτος δὲ ὁ παρὼν θρόνος, ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος τῶν τῆς Ἐκκλησίας προέδρων, διαμενεῖ καὶ φυλαχθήσεται ὁμοίως ταῖς ἡμέραις τοῦ οὐρανοῦ. Εἰ δὲ συμβαίη ποτὲ πλημμελεῖν τὸν λαὸν καὶ τοὺς υἱοὺς τοῦ προφητευομένου, λέγω δὲ τοὺς διαδόχους αὐτοῦ, πειραθήσεσθαι μὲν αὐτοὺς ἐπιστροφῆς τῆς διὰ τῶν διωγμῶν φησι, μὴ μὴν ἐκπεσεῖσθαί ποτε τῶν θρόνων, μηδὲ στερηθήσεσθαι τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐὰν γὰρ τάδε καὶ τάδε πράξωσιν οἱ υἱοὶ αὐτοῦ, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τάδε ἔσεσθαι αὐτοῖς φησιν· Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, δηλαδὴ τῶν υἱῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ. Καὶ πρόσχες, ὅτι μὴ εἴρηται, ἀπ’ αὐτῶν, ἀλλ’, ἀπ’ αὐτοῦ, δῆλον ὅτι τοῦ προφητευομένου, καίτοι τῶν ἀνωτέρω πληθυντικῶς εἰρημένων, κατὰ τὸ, Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν.
Τίνων δὲ αὐτῶν, ἢ δηλονότι τῶν τοῦ κέρως υἱῶν; Ἐν δὲ τῷ, τὸ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, περὶ ἑνὸς λέλεκται, ἤτοι τοῦ θρόνου ἢ τοῦ κέρως τοῦ προφητευομένου. Καὶ ἐπιλέγει ἑξῆς· Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, δῆλον ὅτι τὴν νέαν καὶ καινὴν, περὶ ἧς ἀνωτέρω ἔφησε τὸ, Καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ πάλιν ἐπισφραγίζεται τοῦ λόγου τὴν ἀλήθειαν εἰπών· Οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἀλλὰ πιστὰ καὶ ἀληθῆ, φησὶ, ποιήσω τὰ ἐπηγγελμένα, ἐπιθεὶς τοῖς λόγοις ἔργα δι’ αὐτῶν τῶν ἀποτελεσμάτων. Καὶ τὰ μὲν τῶν πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς Καινῆς Διαθήκης αὐτοῦ τοσαῦτα. Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγελίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νομίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λόγον, ὅρκῳ ἐπισφραγιζόμενος τὰ εἰρημένα εἰς βεβαίωσιν τῶν ἐπηγγελμένων. Διό φησιν·
PG 23:1107Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, εἰ τῷ Δαυὶ̈δ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Διάψαλμα. Ἀψευδὴς μέν ἐστιν ὁ Θεὸς, καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ Θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰκείων λόγων· καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι τοὺς ὅρκους, Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι’ ἣν ὀμνὺς ὁ Θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ Δαυὶ̈δ μεθ’ ὅρκου ἐπαγγελίας. Ὀμνύει δὲ ὁ Θεὸς κατὰ τοῦ Ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτηρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ Ἁγίῳ μου, τουτέστι κατὰ τοῦ Ἁγίου μου, εἰ τῷ Δαυὶ̈δ ψεύσομαι. Τί δὲ περιεῖχεν ὁ ὅρκος; Τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν αἰῶνα μένει. Τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος·
περὶ οὗ καὶ ἀνωτέρω ἐλέγετο· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. Δευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν, οὔποτε διαφθαρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐτοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, Ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος. Μήποτε δὲ προειπὼν ὁ λόγος, Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, καὶ ἐπισυνάψας ἑξῆς, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ Ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει; ὡς εἶναι σπέρμα τοῦ Ἁγίου τοῦ Θεοῦ, δηλαδὴ τοῦ Μονογενοῦς τοῦ Θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ τὴν λεχθεῖσαν ὑπ’ αὐτοῦ παραβολὴν, δι’ ἧς εἴρηται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔσται καὶ γενήσεται καὶ πιστωθήσεται.
PG 23:1109Ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν Θεός. Συνίστησι δὲ τοῦ λόγου τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλμοῖς γὰρ ὁρῶμεν τοῦ κέρως Δαυὶ̈δ, τουτέστι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδοχήν· ἀλλὰ καὶ τοῦ Ἁγίου τοῦ Θεοῦ τοῦ μονογενοῦς αὐτοῦ Λόγου τὸ καταβληθὲν ἐπὶ γῆς οὐράνιον σπέρμα τῆς εὐαγγελικῆς διδασκαλίας διαιωνίζον· οὐ μὴν ἀλλὰ καὶ καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν πᾶσιν ἔθνεσι, πόλεσί τε καὶ κώμαις καὶ χώραις ὁρῶμεν τὸν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἱδρυμένον θρόνον πληροῦντα τὸν σύμπαντα κόσμον. Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ Ἰουδαϊκῶς ἐκλάβοι τὸν θρόνον, τὴν σωματικὴν βασιλείαν τοῦ Δαυὶ̈δ λέγεσθαι νομίζων, ψευδεῖς ἐλεγχθήσονται αἱ προφητεῖαι. Μετὰ γὰρ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, οὐδεὶς εἰς τὸν θρόνον ἐκαθέσθη Δαυί̈δ· ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο, ἐγγύς που ἔτη τυγχάνει χίλια, ἐξ οὗ, καθαιρεθείσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ παυσαμένης, λέλυτο τοῦ Δαυὶ̈δ ὁ θρόνος.
Διὸ δὴ τὰ ἑξῆς τοῦ ψαλμοῦ αὐτὰ ταῦτα ἀποδύρεται, σαφῶς τοῦ σωματικοῦ θρόνου τὴν καταστροφὴν σημαίνοντα, καὶ τἀναντία παριστῶντα συμβεβηκέναι ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῷ αἰσθητῷ θρόνῳ καὶ τῇ σωματικῇ διαδοχῇ τῆς τοῦ Δαυὶ̈δ βασιλείας· ἃ δὴ καὶ αὐτὰ ἐχρῆν μὴ ἀποσιωπηθῆναι, ἀναγκαίως δὲ ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ παραληφθῆναι· ὡς ἂν μάθοιμεν, ὅτι, τοῦ καιροῦ τῶν προφητευομένων ἐπιστάντος, τῶν μὲν αἰσθητῶν παρὰ Ἰουδαίων νομιζομένων παντελῶς ἔσται λύσις, ἑτέρων δὲ θεοπρεπῶς νοουμένων ἀποτελεσμάτων τῆς τοῦ Θεοῦ ἐπαγγελίας συμπλήρωσις. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. Διήρπαζον αὐτὸν πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτὸν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς γῆν κατέῤῥαξας·
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην· Διάψαλμα. Ἀποδέδεικται ταῦτα τῇ σωματικωτέρᾳ τοῦ Δαυὶ̈δ διαδοχῇ καὶ τῇ σωματικῇ αὐτοῦ βασιλείᾳ, ἥτις καθῃρέθη κατὰ τοὺς χρόνους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων λαοῦ. Ἐξ ἐκείνου γὰρ καὶ ὁ Χριστὸς, τουτέστιν ὁ αἰσθητὸς βασιλεὺς, ὁ ἀπὸ γένους Δαυὶ̈δ διαλέλοιπε, καὶ ὁ θρόνος τῆς βασιλείας αὐτοῦ κατεῤῥάγη, καὶ τὰ λοιπὰ πάντα τὰ προπεφητευμένα πεπλήρωται· ἐφ’ οἷς ἐκ προσώπου τοῦ Ἰουδαίων ἔθνους ἀπολοφύρεται ὁ λόγος, ὡς ἕτερα μὲν τοῦ Θεοῦ ἐπαγγειλαμένου, ἑτέρων δὲ ἀποβάντων. Προσήκει δὲ ἡμᾶς ἐπιστῆσαι τὸν νοῦν, ὡς, τοῦ Θεοῦ ἀψευδοῦς ὄντος, ἀνάγκη πᾶσα ἐπαληθεύσεσθαι τοὺς αὐτοῦ λόγους· εἰ δὲ μὴ ἀληθεύοιντο ἐπὶ τῆς αἰσθητῆς τοῦ Δαυὶ̈δ βασιλείας, ὥρα ἕτερον τρόπον νοεῖν τὰ ἐπηγγελμένα. Τίς οὖν ὁ τρόπος, αὐτὸ τὸ θεῖον ἐδίδαξε Πνεῦμα διὰ τῶν ἔμπροσθεν, ἐν οἷς εἴρητο· Ἐν οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· καὶ πάλιν· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων· καὶ πάλιν· Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· καὶ αὖθις·
PG 23:1111Ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. Ταῦτα γὰρ πάντα παραστατικὰ τυγχάνει τοῦ μὴ διαψεύσασθαι τὰς τοῦ Θεοῦ ἐπαγγελίας, πληροῦσθαι δὲ αὐτὰς, καθ’ οὓς οἶδε λόγους. Ἐν γὰρ τῷ οὐρανῷ, φησὶν, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· σαφῶς δηλῶν ἐπουρανίους εἶναι καὶ θείας τὰς τοῦ Θεοῦ ἐπαγγελίας. Καὶ παρέστηκε τῶν λόγων τὰ ἀποτελέσματα διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶ̈δ πεπληρωμένα· τούτου γὰρ ἡ βασιλεία καὶ θρόνος οὐκ ἀνθρώπινος ἦν, οὐδὲ ἐκ τοῦ κόσμου τούτου. Διὸ ἔλεγεν ἐπὶ τοῦ Πιλάτου· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἐρωτηθείς τε ὑπ’ αὐτοῦ εἰ βασιλεὺς εἴη, ἀπεκρίνατο, Εἰς τοῦτο καὶ γεγέννημαι. Οὐκοῦν εἰ γεγέννηται, μενεῖ εἰς τοῦτο. Καὶ μαρτυρεῖ τῷ λόγῳ ὁ τὴν γένεσιν αὐτοῦ τῇ Παρθένῳ εὐαγγελισάμενος ἄγγελος ὁ Γαβριὴλ εἰπὼν πρὸς αὐτήν· Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Γεγέννηται τοίνυν εἰς τοῦτο, ἀλλ’ οὐκ ἦν ἡ βασιλεία αὐτοῦ ἐκ τοῦ κόσμου τούτου· ἡ μὲν γὰρ τοῦ κόσμου τούτου βασιλεία οὐχ οἵα τέ ἐστι διαρκεῖν εἰς τὸν αἰῶνα, οὐδ’ ἐστὶν ἀτελεύτητος, οὐδ’ εἰς τὸ ἄπειρον ἐκτεινομένη· ἡ δὲ τῷ σπέρματι Δαυὶ̈δ ἐπηγγελμένη βασιλεία αἰώνιός τις ἦν καὶ ἀθάνατος· Καὶ ὁ θρόνος, γάρ φησιν, ἔσται αὐτοῦ ὡς ἥλιος ἐνώπιόν μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Τοιαῦτα δὲ τυγχάνει τὰ καὶ τῇ Παρθένῳ ἐπηγγελμένα περὶ τοῦ ἐξ αὐτῆς γεννηθησομένου. Χρηματίζων γοῦν αὐτῇ ὁ ἄγγελος ἐπηγγείλατο λέγων· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ. Ποῖος δὲ οὗτος καὶ ποταπὸς ἦν, ἑξῆς διερμηνεύσει φάσκων· Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τοιοῦτος δ’ ἦν ὁ τῷ Δαυὶ̈δ μεθ’ ὁρκωμοσίας ὑπὸ τοῦ Θεοῦ ἐπηγγελμένος. Ὃ δὴ παριστὰς ἄγγελος, διηρμήνευε τὸν ἑαυτοῦ χρησμόν· πρότερον μὲν εἰπὼν, Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ· εἶθ’ ἑξῆς ἐπαγαγὼν, Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Ταῦτα δὲ τοῖς ἔργοις ἐπληροῦτο, εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαυὶ̈δ γεγονὼς κρατεῖ καὶ νομοθετεῖ καὶ βασιλεύει καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, οὐκ ἀνθρωπίνως, ἀλλὰ θεϊκῇ δυνάμει· καὶ τό τε σπέρμα αὐτοῦ ἀληθῶς εἰς τὸν αἰῶνα μένει· ἤτοι τὸ τῆς διαδοχῆς αὐτοῦ τῆς διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν τὸν σύμπαντα κόσμον πληρούσης· ἢ τὸ λογικὸν σπέρμα τῆς οὐρανίου διδασκαλίας αὐτοῦ. Ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐκλάμπει, φωτίζων καὶ καταυγάζων τὰς τῶν ἀνθρώπων ψυχάς. Ταῦτα δὲ πάντα τέλους ἠξιοῦτο, καὶ εἰςέτι νῦν πληροῦται ἀκολούθως οἷς ὤμοσεν ὁ Θεὸς τῷ Δαυί̈δ. Ἀλλ’ ἐπειδὴ μὴ ἀνθρωπίνως, μηδὲ συνήθως τοῖς κατὰ ἄνθρωπον βασιλεῦσιν εἰς τοὺς διαδόχους τοῦ Δαυὶ̈δ ἐπληροῦτο τὰ ἐπηγγελμένα, ἀλλ’ οὐδ’ ἐπ’ αὐτὸν τὸν ἡμέτερον Σωτῆρα σωματικῶς τέλους ἐτύγχανεν, ἐπεὶ μὴ γέγονεν αὐτοῦ ἡ βασιλεία ἐκ τοῦ κόσμου τούτου, μηδ’ ἐπὶ τὸν αἰσθητὸν θρόνον ἐκαθέσθη Δαυί̈δ· τοὐναντίον δὲ ἀπέβη διὰ τὸ συμβεβηκὸς περὶ αὐτὸν πάθος· εἰκότως καὶ ταῦτα αὐτὰ τὸ θεῖον καὶ προφητικὸν Πνεῦμα παρίστη, διεγεῖρον ἡμᾶς ἐπὶ ζήτησιν τῶν ἀποτελεσμάτων τῶν τοῦ Θεοῦ λογίων·
PG 23:1113διό φησι· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε, ἀπεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, καὶ τὰ τούτοις ἑξῆς· δι’ ὧν σαφῶς ὀνομαστὶ μνημονεύσας τὸν Χριστὸν ὁ λόγος, παρίστη ὅτι μηδὲν αὐτὸν ἔλαθε τῶν καὶ περὶ τὴν διαδοχὴν τοῦ Δαυὶ̈δ, καὶ τὴν σωματικὴν αὐτοῦ βασιλείαν, τῶν τε περὶ τὸ πάθος τῷ Χριστῷ τοῦ Θεοῦ συμβεβηκότων. Ταῦτα γοῦν ἐδίδασκε προσδοκᾷν ἔσεσθαι καὶ περὶ τὴν διαδοχὴν αὐτοῦ, καὶ περὶ τὴν βασιλείαν, περί τε τὸν ἐκ σπέρματος τοῦ Δαυὶ̈δ προελευσόμενον. Εἰ γὰρ καὶ τὰ μάλιστα πλεῖστα ὅσα διὰ τῶν ἀνωτέρω ἔνδοξα περὶ αὐτοῦ λέλεκτο, ὅτι τε ὑψωθήσεται, καὶ ἐν θαλάσσῃ καὶ ἐν ποταμοῖς τὴν χεῖρα αὐτοῦ ἐκτενεῖ, ἐπικαλέσεταί τε τὸν Θεὸν Πατέρα, καὶ πρὸς αὐτοῦ πάλιν Πρωτότοκος ἀναγορευθήσεται, ἔσται τε ἀνώτατος τῶν βασιλέων, καὶ διαθήκην ἕξει πιστήν· καὶ σπέρμα διαμένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ θρόνον διαρκοῦντα κατὰ τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ κατὰ τὸν ἥλιον καὶ τὴν σελήνην·
ἀλλ’ ὅμως καὶ τάδε τὰ σκυθρωπὰ περὶ αὐτὸν συμβήσεσθαι προλέγει, προφητεύει τε καὶ ταῦτα καὶ προδιδάσκει ἀναγκαίως τὸ θεῖον Πνεῦμα, ἵν’ εἴ ποτε τοῖς λόγοις ἀκόλουθα ἀπαντήσειε τὰ ἔργα περί τε τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ περὶ τὴν τοῦ Δαυὶ̈δ διαδοχὴν, μὴ ταράττοιντο οἱ πάλαι ταῦτα καὶ ἐκ προγόνων μέλλειν ἔσεσθαι παρειληφότες· εὖ εἰδότες ὅτι ταῦτα γενήσεσθαι περὶ αὐτὸν προεφητεύσατο, τά τε σκυθρωπὰ καὶ χρηστότερα· οἷς γοῦν καὶ ὁ αὐτὸς λόγος τἀναντία περὶ ἕνα καὶ τὸν αὐτὸν ἔσεσθαι θεσπίζει, ἃ δὴ καὶ ἔργοις αὐτοῖς παρειλήφαμεν. Κατὰ μὲν γὰρ τὸν χρόνον τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο εἰς αὐτὸν τὰ σκυθρωπότερα· κατὰ δὲ τὸν μετὰ ταῦτα αἱ τῶν κρειττόνων ἐπαγγελίαι ἔργοις πάλιν εἰς αὐτὸν ἐτελειοῦντο. Τὰ μὲν οὖν περὶ τὸ πάθος αὐτῷ συμβάντα ἀκριβῶς ἐδηλοῦτο διὰ τοῦ· Σὺ δὲ ἀπώσω, καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶν, Ὑπερηθέτησας μετὰ ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ἐχολώθης πρὸς τὸν Χριστόν σου.
Τηνικαῦτα δὲ καὶ τὰ τῆς Διαθήκης αὐτοῦ τῆς πρὸς τοὺς ἀποστόλους διεσκεδάσθη, ὅτε καὶ ἠρνήσαντο αὐτὸν, καὶ τὸ ἁγίασμα αὐτοῦ, τουτέστι τὸ σῶμα τὸ ἀπὸ τῆς ἁγίας Παρθένου, εἰς τὴν γῆν ἐβεβηλώθη· ἀλλὰ καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ τότε περιεῖλεν ὁ Θεός· δηλαδὴ τοὺς περιφράττοντας, ὥσπερ καὶ δορυφοροῦντας αὐτὸν καὶ περιέποντας ἀγγέλους· οὐ μὴν ἀλλὰ καὶ τὰ ὀχυρώματα αὐτοῦ. Ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ, οἳ ἐγένοντο εἰς δειλίαν, ὡς καὶ ἀρνήσασθαι αὐτὸν καὶ καταλιπόντας φυγεῖν. Τότε δὲ καὶ ἐγενήθη εἰς ὄνειδος τοῖς γείτοσιν αὐτοῦ, καὶ ὑψώθη ἡ δεξιὰ τῶν θλιβόντων αὐτόν· καὶ τὰ λοιπὰ δὲ πάντα τότε εἰς τὸν ἐκ σπέρματος Δαυὶ̈δ ἐπληροῦτο. Ἄλλως γὰρ οὐκ ἄν τις ἔχοι ταῦτα ἐπ’ αὐτὸν τὸν Δαυὶ̈δ ἐφαρμόζειν, οὐδ’ ἐπιδεῖξαι εἰς ἐκεῖνον πεπληρωμένα τὰ προκείμενα, ὡς οὐδὲ τὰ σεμνότερα καὶ χρηστότερα ἐμφερόμενα ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Οὐ γὰρ δὴ τοῦ Δαυὶ̈δ ὁ θρόνος κατηύγασε τὴν σύμπασαν οἰκουμένην, δίκην ἡλίου φωτίσας, οὐδ’ ὡς ἡ σελήνη διαρκὴς γέγονε, οὐδὲ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος διεφυλάχθη· οὐδ’ ἔχει λόγον τὸν Δαυὶ̈δ ἐκεῖνον Πρωτότοκον χρηματίσαι τοῦ Θεοῦ·
PG 23:1115ἐπεὶ καὶ πρὸ αὐτοῦ μυρίοι καλλίους αὐτοῦ καὶ μετ’ αὐτὸν γεγόνασιν. Ἀλλ’ οὐδὲ φαίνεται ὁ Δαυὶ̈δ τὴν δεξιὰν ἐπὶ ποταμοὺς ἐκτείνας, καὶ τὴν ἀριστερὰν ἐπὶ θάλασσαν, οὐδὲ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης, οὐδὲ βασιλείαν κτησάμενος τὴν παρεκταθεῖσαν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀλλ’ οὐδ’ ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον Σολομῶνα ταῦτα πάντα ἐφαρμοσθήσεται· οὐ πλέον γὰρ τῆς Ἰουδαίας οὐδ’ οὗτος κρατήσας ὁμοίως τῷ ἑαυτοῦ ἱστορεῖται πατρί· ἀλλ’ οὐδ’ ὑπερβὰς χρόνον ἐτῶν μ τῆς βασιλείας ὁμοίως τῷ ἑαυτοῦ πατρί· ἀλλ’ οὐδὲ ἀνεπίληπτον βίον διατελέσας. Τοιαῦτα γοῦν ἦν τὰ περὶ αὐτὸν ὡς καὶ γυναικομανίαν καὶ εἰδωλολατρείαν διαβάλλεσθαι, ὧν ἕνεκα καὶ Σατανᾶν αὐτῷ ἐπιπέμψαι λέγεται ὁ Θεός. Ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τὸν μετὰ Σολομῶνα τοῦ Ἰουδαίων ἔθνους ἐκ σπέρματος καὶ διαδοχῆς Δαυὶ̈δ βασιλευσάντων ἀναφέρεσθαι δύναται τὰ ἐπηγγελμένα· πάντα δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τά τε χρηστότερα καὶ τὰ σκυθρωπὰ εἰς ἕνα μόνον τὸν ἐκ σπέρματος Δαυὶ̈δ λεγόμενον Ἰησοῦν Χριστὸν τὸν ἡμέτερον Σωτῆρα συνίσταται πεπληρωμένα·
ἃ δὴ καὶ προείληφε τὸ θεῖον Πνεῦμα, προτάξαν μὲν τὰς ἐνθέους ἐπαγγελίας, διδάξαν δὲ χρῆναι προσδοκᾷν περὶ ἕνα καὶ τὸν αὐτὸν συμβήσεσθαι τὰ σκυθρωπότερα· μάλιστα ὅτε καὶ πάσης τῆς τοῦ Δαυὶ̈δ διαδοχῆς, τὸν αἰσθητὸν τῆς βασιλείας θρόνον καταλυθησόμενον θεωρεῖ. Μέχρι γοῦν τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ διήρκεσαν οἱ ἐκ σπέρματος Δαυὶ̈δ βεβασιλευκότες· καὶ οὐδὲ ὅλου τοῦ Ἰουδαίων ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων τριῶν φυλῶν, καὶ οὐδὲ τούτων ὅλων· ἀλλὰ καὶ σύμπας ὁ χρόνος τῆς τούτων ἀρχῆς ἀμφὶ τὰ τετρακόσια ἔτη μόνα συντείνει, μεθ’ ἃ, Ἰεχονίου ὑστάτου τῆς τοῦ Δαυὶ̈δ διαδοχῆς γενομένου, οὐδέτερος βασιλεὺς Ἰουδαίων ἐκ σπέρματος Δαυὶ̈δ γεγονὼς μνημονεύεται· ὡς καὶ κατὰ τοῦτον τὸν τρόπον πεπληρῶσθαι τὰ προκείμενα τοῦ θείου Πνεύματος λόγια, δι’ ὧν εἴρηται· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, καὶ ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καὶ τὰ τούτοις ἐπιφερόμενα.
Εἶτ’ ἐπειδήπερ τὰ μὲν τῶν τοῦ Θεοῦ πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελιῶν ἀγαθάς τινας καὶ μεγάλας ἐλπίδας τῷ σπέρματι Δαυὶ̈δ ὑπέγραφε, τὰ δὲ περὶ τὴν διαδοχὴν αὐτοῦ συμβεβηκότα τἀναντία πάντα περιεῖχεν, ὅ τε θρόνος τῆς κατὰ ἄνθρωπον βασιλείας αὐτοῦ λέλυτο πεπαυμένος ἀπὸ τῶν Ἰεχονίου χρόνων· εἰκότως ταῦτα προθεωρῆσαν τὸ προφητικὸν Πνεῦμα, ἐπὶ ζήτησιν ἡμᾶς παρορμᾷ τῆς τῶν λόγων τοῦ Θεοῦ ἀληθείας, καὶ παρ’ αὐτοῦ τοῦ Θεοῦ ζητεῖν καὶ μανθάνειν διδάσκει ἐρωτῶντας αὐτὸν καὶ λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυί̈δ; Ἥ τε γὰρ τῆς βασιλείας αὐτοῦ τῆς αἰσθητῆς καὶ κατὰ ἄνθρωπον διαδοχὴ λέλυτο, ἐκ μακροῦ καθῃρημένη, ὅ τε ἐκ σπέρματος αὐτοῦ γεγονὼς Ἰησοῦς ὁ Χριστὸς, προσδοκηθεὶς αὐτὸς εἶναι ὁ τῶν πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελιῶν κληρονόμος, αἰσθητὴν μὲν οὐκ ἐκτήσατο, οὐδ’ ἀνθρωπίνην βασιλείαν· τἀναντία δὲ πάντα καὶ αὐτὸς οἷς προσεδόκησαν ἄνθρωποι πέπονθε, μέχρι καὶ θανάτου φθάσας, καὶ πάντα ὑπομείνας, ἃ δὴ προγνωστικῇ δυνάμει τὸ θεῖον ἀνεφθέγξατο Πνεῦμα. Ὧν ἕνεκα εἰκότως ἀνερωτᾷν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας·
PG 23:1117Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, καὶ τὰ ἑξῆς, Μεθ’ ἃ ἐπιλέγει· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Διάψαλμα. Ἀντὶ τοῦ, ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, Ἕως πότε, Κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος; Καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόῤῥητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ Δαυὶ̈δ, καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει αἰνίττεσθαι. Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν Δαυὶ̈δ πεποιημένος Θεὸς ἀνεκηρύττετο. Διὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μακρὸν παρεκτεῖναι τὴν γενομένην κατ’ αὐτῶν ὀργὴν, ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ Θεοῦ. Εἶτα ἐκ προσώπου τῆς ἀνθρωπίνης ἀσθενείας λέγει, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς.
Διδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν Θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπτόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀνθρώποις τὰ τῷ Δαυὶ̈δ ἐπηγγελμένα. Ἐπειδήπερ, φησὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ, πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ’ εἰκόνα τὴν σὴν ἐδημιούργησας· δι’ ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελθούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέσεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θεραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγελιῶν ἐκβάσεως. Εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζώοις, οὐκ ἂν οὐδὲν αὐτοῖς ἐχρῆν μέγα ἐπαγγέλλεσθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελιζόμεναι αἱ πρὸς τὸν Δαυὶ̈δ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, Μνήσθητι τίς μου ὑπόστασις·
καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδ’ οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι, οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας. Ὥστε εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις τὰς πρὸς τὸν Δαυὶ̈δ εἰς τοὐναντίον αὐτοῖς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι· οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα παθεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν· ἀλλὰ μὴ εἰς τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὡς πῦρ ἐκκαυθῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων· μνησθῆναι δὲ καὶ σαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ’ ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί.
PG 23:1119Καὶ τούτων εἰς μνήμην ἐλθόντων ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ ἐκ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς Δαυὶ̈δ ἐπαγγελίας. Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶ̈δ ἐν τῇ ἀληθείᾳ σου; Ὅτι μὴ ματαίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰσιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, συνενεχθέντα κατὰ τοῦ Χριστοῦ σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ Δαυὶ̈δ καθαίρεσιν. Δέομαι δὲ ἐπιταχῦναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων ὑποστῆναι γένος. Τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνάμενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος;
Εἰ καὶ τοιαῦτα πείσεται, οἷα διείληφε ἡ προφητεία τὰ ἀπὸ τοῦ, Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φήσασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελιῶν τεύξεται. Τὰ γὰρ ἐλέη σου, Κύριε, καὶ ἡ ἀλήθειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν σῶν ἐπαγγελιῶν διαπεσεῖται. Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶ̈δ ἐν τῇ ἀληθείᾳ σου; ἀλλ’ οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέπων ἔλεγον· Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλεγον· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Αὐτὰ δ’ οὖν ἐκεῖνα τὰ ἐλέη σου, Κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει. Ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν.
Εἰ γὰρ μὴ ἐπιδείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ Δαυὶ̈δ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. Ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι’ ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα Δαυὶ̈δ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων. Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας.
PG 23:1121Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ Δαυὶ̈δ ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.
Ὁ δὲ ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν. Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι’ ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. Τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. Ταῦτα γὰρ εἰώθασιν ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν Δαυὶ̈δ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ, Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγελία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, Διεθέμην διαθήκην, καὶ, Ὤμοσα Δαυὶ̈δ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου·
PG 23:1123καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα, πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν διδασκαλίαν φάσκων· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ διαψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; μεταβαλὼν τὴν διάνοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ Θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας· ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι’ αὐτῶν σημαινομένης. Τοῦτο δὲ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλαγὴν ἢ τῆς διανοίας· ἔστι δ’ ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. Ὅ γε μὴν Ἀκύλας οὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. Ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν.
Τὸ δὲ ἐπισφράγισμα παντὸς τοῦ λόγου τὸ, Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο, κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Πεπιστωμένως, πεπιστωμένως, περιέχει· κατὰ δὲ τὸν Σύμμαχον, ὁμοίως τῷ Ἑβραϊκῷ, Ἀμὴν καὶ ἀμήν.

Prayer of MosesΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ. ΠΘ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός. Δόγμα παιδεύει ὁ λόγος, διδάσκων τὸ μὲν Θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀίδιον. Ὁ γὰρ εἰπὼν, Θεὸς ἐγώ εἰμι ὁ ὢν, ἀεὶ ὢν, καὶ ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμένων, οὔποτε μεταβάλλει τὴν αὑτοῦ φύσιν. Ἡμεῖς δὲ, κατὰ καιροὺς παριόντες εἰς τὸν βίον, χειμάῤῥου τρόπον ἀποῤῥέομεν· ἐπεὶ καὶ κατὰ τὸν Σολομῶνα, Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀνθρώπινα πράγματα δὲ οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ’ ἄλλως μεταβάλλει. Ὁ δὲ διαρκὴς καθ’ ἑκάστην γενεὰν Κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται. Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ Ἐνὼχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν·
ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ, πάλιν Νῶε καταφυγὴν αὐτὸν, ἀλλ’ οὔ τινα ἕτερον ἐκτήσατο. Καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐκ τῆς Σοδομιτῶν γενεᾶς, Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ’ αὐτὸν γενεᾶς, καὶ Μωϋσῆς πάλιν ἐπὶ ἄλλης· καὶ ἁπαξαπλῶς καθ’ ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα Κύριον καταφυγὴν ἐσχήκασιν οἱ εἰς αὐτὸν ἠλπικότες. Προτρέπει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν Θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ, ἐν ἑκάστῃ τε πράξει, καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπ’ αὐτὸν καταφυγεῖν. Καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης, οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι λιμένος, οἱ δὲ ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θηρῶν ἀγρίων διωκόμενοι, τείχους εἰς καταφυγὴν δέονται· πᾶσι δὲ τούτοις ὁ τοῦ Θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει· ἀναγκαίως διδάσκεται καταφυγὴν ἑαυτοῦ καὶ τεῖχος, λιμένα τε σωτήριον ἡγεῖσθαι τὸν ἑαυτοῦ Κύριον·
PG 23:1125ἵν’, εἴτε ἐν καιροῖς διωγμῶν ὑπ’ ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολεμίων πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πειρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν Κύριον ἡμῶν καὶ τὸν Θεὸν καταφύγοιμεν, τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν. Ἀντὶ δὲ τοῦ, Ἐν γενεᾷ καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν, Ἐν ἑκάστῃ γενεᾷ· καὶ πάλιν· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ οἰκουμένην, συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασι· Πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκουμένην. Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀποδεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ’ ἀναφυῆναι δίκην τῶν τικτομένων· διὸ εἴρηται· Πρὸ τοῦ ὄρη γενηθῆναι, ἢ, Πρὶν ὄρη τεχθῆναι· καὶ εἰκὸς ἅμα τῷ τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλλήλως τοῖς βρέφεσι, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑποστῆναι, ἀλλ’ ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα, ὥσπερ ἀρτιγενῆ τῶν βρεφῶν, μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι.
Φασὶ γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. Ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες, ἐξακολουθήσαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ παραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης αὐτῆς, καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν, καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας; Εἰ δ’ οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φάσκων, πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἶτα ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα· εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης Γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν, κυουμένη καὶ συλλαμβανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. Διὸ καὶ ἐν τῇ κοσμοποιίᾳ εἴρηται· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύςσου· ἀλλ’ ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ· αὕτη δὲ ἦν ἡ τοῦ Δημιουργοῦ βούλησις.
Ὡς γὰρ ἐπὶ τῶν κυοφορουσῶν γυναικῶν, βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς, τὸ κατὰ γαστρὸς προάγεται, τοῦ ὡρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ’ ὃν ὠδίνουσαι τίκτουσι· τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκουμένην τὰ ὕδατα προηνέγκατο. Καὶ τοῦτ’ ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτω. Θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότερον ἐγκεκρυμμένην, τρόπον τε ἰλύος ἀναλελυμένην, καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον· διὸ λέγεσθαι· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· εἶθ’ ὕστερον βουλήσει Θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ συμπήγνυσθαι, καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν εἰς φῶς προελθεῖν, καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα. Καὶ ἰδὲ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς διαφέρειν ἐδόκει τότε. Ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδάτων ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐοίκει·
PG 23:1127πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλουμένη πηγνυμένη τε, καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα, τὸ τηνικαῦτα συνελαμβάνετο· ὡς ὕστερον δὲ καὶ ὠδινηθεῖσα ἀπετέχθη, καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων. Ἀλλὰ πρὸ τοῦ ταῦθ’ οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ’ αὐτοῦ φάναι τὸ, ἦς, ἢ τὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε.
οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ’ Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναὶ̈ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι’ ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων.
PG 23:1129Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωὶ̈ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωὶ̈ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ’ ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ Μωϋσῇ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ’ αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ’ ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ’ ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· καὶ πάλιν· Αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου· καὶ πάλιν· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Ἀλλ’ ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωϋσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς Θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. Εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα ἀναφέρειν. Ἀλλ’ οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος. Τί γὰρ καί φησι· Τὸ πρωὶ̈ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωὶ̈ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου; Οὐκοῦν οὐ τῷ πρωί̈ φησιν ἐκλελοιπέναι, ἀλλὰ Τὸ μὲν πρωὶ̈ ὡς ἡ χλόη παρέλθοι· καὶ πάλιν, οὐ, Κατὰ τὸ πρωὶ̈ ἀποπέσοι, οὐδὲ, Κατὰ τὸ πρωὶ̈ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ’ Ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωὶ̈ καὶ παρέλθοι· τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέρας ἔσεσθαί φησι, λέγων τὸ, Ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· καὶ τό· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴρηται· ἐν τούτῳ γὰρ, φησὶν, ἐξελίπομεν·
ἐπειδήπερ τὸ πρωὶ̈ ἄνθης γενομένης, καὶ χλόης καὶ προσκαίρου τινὸς ὡραϊσμοῦ, κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπε. Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωϋσέως χρόνους καὶ τὴν κατ’ αὐτὸν γενεὰν συνάγειν τὰ εἰρημένα. Οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ· ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ Θεοῦ φέγγος. Διὸ καὶ τὸ πρωὶ̈ ὠνομάσθη ἡ τούτου τε καιροῦ κατάστασις, καὶ ἡ τοῦ Θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. Ἑσπέρα δὲ τότε αὐτοῖς γέγονεν, ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας Λόγος. Ἀλλὰ τότε μὲν ἀνατέταλκε καὶ πρωί̈αν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ’ αὐτοὺς πράγματα. Οὐ παρέμεινε δὲ ἐν τῇ ἀληθείᾳ· ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλθε, καὶ σκιᾶς δίκην παρέδραμε· διὸ λέλεκται· Τὸ πρωὶ̈ ὡς ἡ χλόη παρέλθοι. Μετὰ δὲ τὴν Μωϋσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν, οὐδὲ οὕτω διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται· Τὸ πρωὶ̈ ἀνθήσαι καὶ παρέλθοι.
PG 23:1131Τὰ δέ γε τελευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο· Ἑσπέρας ἀποπέσοι, καὶ σκληρυνθείη καὶ ξηρανθείη· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δικαιοσύνης Ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. Ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τὸ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν Ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τὸ, Δύσεται ὁ ἥλιος ἐπὶ τοῖσδε· καὶ πάλιν ἀλλαχοῦ· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐτοῖς ἡ ἑσπέρα ἐπῆλθε, δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτὸς, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε, καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν· Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωϋσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ καταστάσει τοῦ λαοῦ, τῇ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν.
Προφήτης οὖν ὢν, προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συνορῶν, φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο, τὴν παροῦσαν προσευχὴν ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ γραφῆς τοῖς δυναμένοις τὰ ἀπόῤῥητα παρ’ ἑαυτοῖς κατέχειν· παρ’ οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτὴν ἰδιαζόντως καὶ λεληθότως μέχρι πολλοῦ· ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα. Ἵν’ οὖν σώζοιτο, καὶ παραμένοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. Οὐδὲ γὰρ ψαλμοῦ τι περιέχει· θυμηδίας γὰρ ὁ ψαλμός· ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ Θεοῦ καὶ ἑτέρων σκυθρωπῶν, ἱλάσκεταί τε τὸ Θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων· τὸν ἱλασμὸν τοῦτον Μωϋσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ Θεοῦ λαὸν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν. Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πη ψαλμὸν καὶ τὰ δι’ αὐτοῦ περὶ τοῦ σπέρματος Δαυὶ̈δ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωϋσέως συνῆφθαι·
μετά τινος δὲ βαθυτέρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν ἔσεσθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν παρουσίαν τοῦ ἐκ σπέρματος Δαυὶ̈δ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις. Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωϋσῆς, προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέντος λαοῦ. Ἐπὰν οὖν λέγῃ· Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· Καὶ εἶπας· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν, προσευχομένους λέγειν· Ὦ Κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ’ ἑκάστην γενεάν· πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγχάνουσιν ἡμῖν, καὶ ὑπὸ τοῦ Φαραῶ καὶ τῶν Αἰγυπτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δὲ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι τοτὲ μὲν ὑπὸ τοῦ Ἀμαλὴκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὑπὸ ἀλλοφύλοις τε γενόμενοι, πολλάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν, καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, σὲ καταφυγὴν ἔσχομεν.
PG 23:1133Καὶ νυνὶ τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν, καί σε κτήσασθαι καταφυγήν· διὸ δεόμεθα, Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· τουτέστι, Μὴ ἀποστρέψῃς ἡμᾶς εἰς τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. Σὺ γὰρ τῇ σῇ φιλανθρωπίᾳ εἶπας, καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία, καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες χειμάῤῥου δίκην παρεδράμομεν. Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἐχθὲς, ἥτις διῆλθε. Γενόμενος δὲ ἐν τούτοις ἐφίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη. Εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ Θεοῦ καὶ εἰς παράστασιν τῆς ἀϊδίου ζωῆς τοῦ Θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλοπρεπὲς περιέχειν.
Οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον, τὸ ἀκαρὲς ἡγοῦμαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ’ οὐδὲ τῆς βραχυτάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ Θεοῦ, πρὸ πάντων ὑπάρχοντος αἰώνων, καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομένου λογισμοῦ, ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος. Διόπερ ἕτερόν μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ, διδάσκουσα τὸν λαὸν λέγειν· Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλὴμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέ τε καὶ ἤνθησεν ἐν ἡμέραις, ὥσπερ καὶ φωτὶ γέγονε, ταῦτ’ ἦν τὰ χίλια ἔτη. Ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρκεσε τὰ τῆς ἐν τόπῳ λατρείας· ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον. Ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρι τῆς ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβ·
μετὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου, αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ, κατὰ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος ἔτη συνάγεται φμη· ὥστε εἶναι τὰ πάντα ϡπ. Διέμεινέ τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν ἑτέροις ἔτεσι μ· μεθ’ ἃ ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος, καὶ ἡ ὑστάτη πολιορκία, ἡ ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασιανὸν αὐτοκράτορας. Ταῦτ’ οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται, Ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε. Διελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς τὸν Θεὸν ἱλεούμενοι· ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερινὴν ταῦτά φασι τὰ χίλια ἔτη παρεληλυθέναι. Λύχνος γὰρ ἦν ὁ Μωϋσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς· ἀλλὰ καὶ οἱ προφῆται, οἱ μετὰ Μωϋσέα, λύχνοι ἦσαν ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου Λόγου, τὴν οἰκείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος. Φυλακὴ δὲ νυκτερινὴ καιρὸς ὠνόμασται τῆς νυκτός·
PG 23:1135τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ Εὐαγγελίου, ἐν ᾧ εἴρηται· Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ πάλιν· Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. Δηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα, καὶ μηκέτ’ οὖσα μόνον, ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτὸς, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυλακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον. Τούτοις ἑξῆς εἴρηται· Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. Δοκεῖ μοι καὶ ἡ τούτων διάνοια τοιαύτη τις εἶναι· Τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. Οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ’ ἐξουθενημένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γενήσεται. Πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐτῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς· Τὸ πρωὶ̈ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωὶ̈ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Πάλαι μὲν οὖν, φησὶν, ὅτε ἀρχὰς εἶχε τὰ καθ’ ἡμᾶς καὶ ἐν πρωί̈ᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς γενεᾶς, παρῆλθεν ἡ χλόη.
Μετὰ ταῦτα δὲ ἠνθήσαμεν, μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. Ἐπ’ ἐσχάτων δὲ τῶν καιρῶν, δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς, καὶ ἑσπέρας ἡμᾶς καταλαβούσης, ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέντες· καὶ ταῦτα πεπόνθαμεν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Δύναται δὲ καὶ καθ’ ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀποδιδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύσεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστώσης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθούσης· εἶθ’ ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης. Ἑσπέραν δὲ σημαίνεσθαι τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὁ Σύμμαχος· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Πᾶσαι γὰρ αἱ ἡμέραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν.
Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. Νῦν γὰρ ὡς ἀληθῶς πᾶσαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῆ τοῦ Θεοῦ. Ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· διό φησιν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, καὶ, Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ἀνθ’ οὗ σαφέστερον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών· Τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ο ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαί̈ου προφητείαν, δι’ ἧς φησιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι.
PG 23:1137Ταῦτα δὲ ἐθέσπιζεν ὁ Προφήτης, ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, καθ’ ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνιθος τικτούσης τὰ ἑαυτῶν ἀπογεννώμενα τοσαῦτα προβάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ’ αὐτῶν τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας. Πάλαι μὲν οὖν ὕφαινον χιτῶνας τῷ ἀρχιερεῖ καὶ στολὰς ἁγίας· νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων Γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προφητικὸς λόγος. Διό φησιν· Ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησίν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι’ ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν ο καὶ π ἔτεσι συμπεραιουμένην.
Τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν ἐπαγγελλομένην ἀπογινώσκοντες. Ὅτε ἐπῆλθε πραύ̈της καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἀντὶ τοῦ, Ὅτι ἐπῆλθε πραύ̈της καὶ παιδευθησόμεθα, ὁ Σύμμαχός φησι· Τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα. Ἔχεται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λόγος. Τὰ γὰρ ἔτη ἡμῶν, φησὶ, τὰ τῆς προσκαίρου ζωῆς εἰς ο καὶ π ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπὶς, μεθ’ ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται· τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν, ἐκπεταννύμεθα· μετὰ δὲ ταῦτα τί ποτε ἡμᾶς διαδέξεται, τίς οἶδε; Τίς γὰρ ἑρμηνεῦσαι δύναται, ἢ καὶ ἀκριβῶς γνῶναι καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; Διό φησι· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου;
PG 23:1139Ἀλλὰ σύ γε ἡμῖν ὁ Θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου, εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνάμεις αὐτῆς ἀπαριθμεῖσθαι. Δεξιὰν δὲ Θεοῦ τὸν Χριστὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι. Παιδεύονται τοίνυν οἱ δηλούμενα μετὰ τὴν ἐξομολόγησιν εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ Θεοῦ πραύ̈τητος, ὡς ἂν παιδευθεῖεν δι’ αὐτῆς· ἔπειτα τῆς δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ, τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν, παιδευθέντες τὴν διάνοιαν, μετάσχοιεν τῆς τοῦ Θεοῦ σοφίας· Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ἐπίστρεψον, Κύριε, ἕως πότε, καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου. Ἐνεπλήσθημεν τῷ πρωὶ̈ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν· καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖσαν, ἔτι τὴν προσευχὴν ὁ Μωϋσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ, εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους, μετὰ τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα· ὧν τὴν διάνοιαν σαφέστερον ἑρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Ἐπιστράφηθι, Κύριε, ἕως πότε· παρακλήθητι ὑπὲρ τῶν δούλων σου. Χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφρανώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη ἐν οἷς εἴδομεν κακά. Φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον. Διδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν καταξιωθεῖεν τῆς ἀνατολῆς τοῦ Σωτῆρος. Τὸ ὀρθρινὸν γὰρ ἔλεος Χριστοῦ τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώπους.
Ὡς γὰρ πάλαι γέγονε πρωί̈α τῷ προτέρῳ λαῷ κατὰ τὴν ἐπισκοπὴν ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρίβοντες, οὕτως ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτηρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλωθέντες διὰ τῆς προσευχῆς αἰτεῖν· ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου καὶ τὸ κάλλος Κυρίου τοῦ Θεοῦ ἡμῶν· ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας, καὶ τῆς ἐνθέου δόξης αὐτοῦ, τοῦ τε κάλλους, περὶ οὗ εἴρηται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶν κατὰ τὸν Χριστὸν τοῦ Θεοῦ ἐπινοουμένων ἀγαθῶν. ϟ

He that dwelleth in the help of the Most High, under the shelter...Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἀνεπίγραφος ὁ ψαλμός. Μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; Πολλὴν δὲ ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν. Ὁ μὲν γὰρ τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως προσευχῆς ἐθέσπιζεν·
PG 23:1141ὁ δὲ παρὼν τοὺς ἀγῶνας καὶ τὰ πειρατήρια τοῦ κατὰ Κύριον τελειουμένου περιέχει· ἀλλὰ καὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν τὸν ἐν τῇ ἐρήμῳ πειρασμὸν προφητεύει, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ τὴν ἐπὶ πᾶσι νίκην αὐτοῦ. Τί δὴ οὖν φησιν ὁ προφητικὸς λόγος; Ὁ μὲν πρότερος λαὸς ὁ διὰ τῆς προηγουμένης Μωϋσέως προσευχῆς ἀποκλαυσάμενος ὁμολογεῖ φάσκων, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ τὰ λοιπὰ, ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων ὁ δὲ μέλλων συστήσεσθαι μετ’ ἐκεῖνον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ Ὑψίστου πεποιθὼς, καὶ ἀεὶ ἐν αὐτῇ κατοικῶν, ἀτάραχος καὶ ἀσάλευτος διαμένει· ὡς ἂν, ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ αὐλιζόμενος, οὐδένα τε τῶν πειρασμῶν ἐπιστραφήσεται, ἀλλ’ ἐφ’ ἑκάστῳ ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπ’ αὐτόν. Ἀντὶ δὲ τοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ὁ μὲν Σύμμαχος, Ὁ κατοικῶν ὑπὸ σκέπην τοῦ Ὑψίστου· ὁ δὲ Ἀκύλας, καὶ ἡ πέμπτη ἔκδοσις, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου, ἐκδεδώκασι·
σημαίνοντος τοῦ λόγου τοῦ κατὰ Θεὸν ἐν Χριστῷ ἀγωνιζομένου τὸ ἑδραῖον καὶ ἀπτόητον τῆς διανοίας, καὶ ὡς ἐν ἀποκρύφῳ τῆς αὐτοῦ ψυχῆς ἔνοικος ἐγκαθέζεται καὶ βοηθὸς αὐτὸς ὁ Ὕψιστος. Πάλιν δὲ ἀντὶ τοῦ, Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ὁ μὲν Ἀκύλας, Ἐν σκέπῃ ἱκανοῦ αὐλισθήσεται· ὁ δὲ Σύμμαχος, Ὑπὸ σκιὰν τοῦ ἱκανοῦ νυκτερεύων, εἰρήκασιν. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν προοιμίοις τὸ ἅγιον Πνεῦμα διελάλησε· τὰ δ’ ἑξῆς αὐτῷ προσφωνεῖ, καὶ τὸν πάντα λόγον εἰς αὐτοῦ πρόσωπον ἀποτείνεται, ἤτοι τοῦ τῷ Χριστῷ ἀγωνιζομένου καὶ νικῶντος, ἢ καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου, ᾧ δίκην ὀργάνου κέχρητο ὁ προὼν τοῦ Θεοῦ Λόγος· καὶ γὰρ οὗτος, ἐν βοηθείᾳ κατοικῶν τοῦ Ὑψίστου, ὑπὸ τὴν σκέπην ηὐλίζετο τοῦ ἐνοικοῦντος αὐτῷ Θεοῦ Λόγου, ἐπισκιάζοντος αὐτῷ τῇ αὐτοῦ θεότητι, εἶχέ τε ἀντιλήπτορα καὶ καταφυγὴν καὶ ἐλπίδας αὐτοῦ τὴν πληροῦσαν αὐτὸν τοῦ Θεοῦ Λόγου δύναμιν. Ὥσπερ δὲ σῶμα Χριστοῦ τὸ ἀνθρώπειον αὐτοῦ ὄργανον ἐχρημάτισεν, οὕτω καὶ ὁ λαὸς αὐτοῦ Χριστοῦ σῶμα προςηγόρευται ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου λέγοντος· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
PG 23:1143Εἰκότως τοιγαροῦν τὰ ἐν τοῖς προκειμένοις λεγόμενα ὡς περὶ τοῦ σώματος Χριστοῦ ἀναφέροιτ’ ἂν καὶ εἰς τὸ ἀνθρώπειον τοῦ Σωτῆρος ἡμῶν, καὶ εἰς τὸν ἐν αὐτῷ τελειούμενον. Ὧν οὕτως εἰρημένων, ἑξῆς ὁ λόγος διεξέρχεται ὅσα παρὰ τοῦ Θεοῦ ὑπάρξει τῷ κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου καὶ αὐλιζομένῳ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ, λέγοντί τε τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Τίνα δέ ἐστι τὰ περὶ αὐτὸν γενησόμενα, καταλέγει διὰ τῶν ἑπομένων· Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Πολλὰς ἐπαναστάσεις ὁ λόγος προαγορεύει γενήσεσθαι τῷ προφητευομένῳ.
Οὗτος δὲ ἦν σπάνιός τις καὶ θαυμαστὸς, ἐν ἀποκρύφῳ τοῦ Ὑψίστου καθήμενος, ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος, καὶ λέγων τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν· ἢ κατὰ τὸν Ἀκύλαν, Ὁ Θεός μου, πεποιθήσω ἐν αὐτῷ· ἢ, Ὁ Θεός μου, καὶ εὐθαρσήσω ἐν αὐτῷ, κατὰ τὸν Σύμμαχον. Τούτῳ δὴ οὖν τῷ τῶν εἰρημένων τρόπῳ ἀνακειμένῳ τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐπιβουλαί τινες καὶ συσκευαὶ μυρίων κατ’ αὐτοῦ στρατευομένων ἐπανέστησαν· παγίδες γοῦν θηρευτῶν ὠνομάσθησαν, καὶ λόγοι ταραχώδεις, καὶ φόβος νυκτερινὸς, καὶ βέλος πετόμενον ἡμέρας, καὶ πρᾶγμα ἐν σκότει διαπορευόμενον, καὶ σύμπτωμα δαιμονίου μεσημβρινοῦ· καὶ πρὸς τούτοις ἅπασι χιλιάδες καὶ μυριάδες· αἱ μὲν χιλιάδες τὰ ἀριστερὰ αὐτοῦ ἀπολαμβάνουσαι, αἱ δὲ τὰ δεξιὰ μυριάδες. Αὐταὶ γὰρ τοῖς δεξιοῖς ὡς ἂν κραταιοτέροις καὶ ἰσχυροτέροις μέρεσιν ἐπεβούλευον. Τούτων δὲ πάντων οὐδὲν προσψαύειν τῷ περὶ οὗ ὁ λόγος προφητεύει. Ἔτι δὲ πρὸς τούτοις ἐπιβήσεσθαι λέγεται, ὅτι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων· μικρὰ γὰρ ἦν ταῦτα· ἀλλ’ ἐπ’ ἀσπίδα καὶ βασιλίσκον, καταπατήσειν τε λέοντα καὶ δράκοντα·
ἃ δὴ βασιλικώτατα καὶ ἀρχικώτατα τῶν ἐν θηρίοις καὶ ἑρπετοῖς τυγχάνει. Οἶμαι γοῦν διὰ τούτων τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνεσθαι, καὶ τὰς ἀοράτους καὶ ἀρχοντικὰς δυνάμεις. Πλὴν ὅμως ὁ προφητευόμενος καταπατήσειν ἀθρόως λέγεται τὰς πάσας. Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Τίς οὖν γένοιτ’ ἂν τοιοῦτος, ὡς ἐφαρμόζειν αὐτῷ δύνασθαι τὰ τοιαῦτα, καὶ ὃς ὁ λαὸς μὲν ἐχθρῶν μὲν μυριάδας ἐπιστρατεύεται αὐτοῦ τοῖς δεξιοῖς, τοῖς δὲ κατὰ θάτερον μέρος χιλιάδας, μὴ τολμᾷν δὲ αὐτοῦ προσψαύειν, καταπίπτειν δὲ ἔμπροσθεν αὐτοῦ, φέρε κατανοήσωμεν. Φημὶ δὲ καθ’ ἕνα τρόπον ἀναφέρεσθαι ταῦτα ἐπὶ τὸν ἐν Χριστῷ τετελειωμένον ἄνθρωπον· οἷος ἦν ὁ Παῦλος λέγων· Οἶδα ἄνθρωπον ἐν Χριστῷ· ἐπὶ πάντα τε τὸν ὁμοίως ἐκείνῳ λέγειν δυνάμενον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν·
PG 23:1145Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· ὁ δὲ πρὸς τούτοις οἷός τε ὢν λέγειν· Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, ἄξιος ἂν γένοιτο τοῦ καὶ ἐπ’ αὐτῷ λεχθῆναι τὰς προκειμένας φωνάς. Ὁ γὰρ τοιοῦτος, κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ Θεοῦ αὐλιζόμενος, ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεὸς, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Ταῦτα δὲ αὐτοῦ διαθέσει τελείᾳ εἰρηκότος, θεσπίζει αὐτῷ τὸ θεῖον Πνεῦμα, ὅτι δὴ ἀσφαλῆ εἵλατο φύλακα, καὶ καλὴν ἐκτήσατο καταφυγὴν τὸν Κύριον. Τοιοῦτον γὰρ ἔχων βοηθὸν καὶ πρόμαχον καὶ ὑπερασπιστὴν, οὐδένα τῶν ἐχθρῶν φοβηθήσεται, ἅτε αὐτοῦ τοῦ Κυρίου ῥυομένου αὐτὸν ἐξ ἁπάντων. Καὶ γὰρ ἐκ παγίδος θηρευτῶν ἐξελεῖται αὐτὸν, καὶ ἀπὸ λόγου ταραχώδους τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει αὐτῷ· καὶ πάντα δὲ τὰ ἑξῆς κατηριθμημένα ἐπὶ πάντα τὸν ἐν Χριστῷ τέλειον ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ τὸ σῶμα δὲ Χριστοῦ, ἤτοι τὸν ἐκ τελείων ψυχῶν κατεσκευασμένον μαρτύρων χορόν·
ἢ τὴν τελείαν Ἐκκλησίαν αὐτοῦ, ἣν αὐτὸς ἑαυτῷ παρεστήσατο, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Ὁ γοῦν ἐπὶ τὴν πέτραν οἰκοδομήσειν ἐπηγγελμένος τὴν Ἐκκλησίαν αὐτοῦ, ὡς μὴ πύλας ᾅδου κατισχύσειν αὐτῆς, αὐτὸς αὐτῆς καὶ φύλαξ καὶ φρουρὸς ἔσται, περιφράττων αὐτὴν καὶ ἀσφαλιζόμενος, πρὸς τὸ μὴ τὰς πύλας τοῦ ᾅδου κατισχύειν αὐτῆς. Διὸ τῇ τοιαύτῃ Ἐκκλησίᾳ, καὶ τῷ τοιούτῳ δὴ Χριστοῦ μαρτύρων χορῷ, τῷ κατοικίαν μὲν μηδαμῶς ἔχοντι ἐπὶ γῆς, δυναμένῳ δὲ λέγειν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, λεχθήσεται· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Εἶτ’ ἐρεῖ μὲν αὐτὸς τῷ Κυρίῳ, οὗ εἵλατο κατοικεῖν ὑπὸ τὴν σκέπην· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Κτησαμένῳ δὲ αὐτῷ τοιοῦτον φύλακα καὶ τοιοῦτον σωτῆρα καὶ βοηθὸν ἐπιγραψαμένῳ λεχθήσεται ὑπὸ τοῦ θείου Πνεύματος, ὡς ἄρα εἴη καλὴν εὑράμενος ἑαυτῷ μερίδα καὶ τεῖχος ὀχυρὸν, ὅπλον τε ἄμαχον τὸν ἑαυτοῦ Κύριον. Τοῦτον γὰρ ἔχων ἐν ἀσφαλεῖ καὶ ἀμερίμνως οἰκήσει, ἅτε κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ ἱκανοῦ αὐλιζόμενος.
Εἰ γοῦν ποτε, φησὶν, οἱ τῶν ἀνθρωπείων ψυχῶν θηρευταὶ, ἀφανεῖς καὶ ἀόρατοι δυνάμεις κατὰ τὸ σύνηθες αὐτοῖς παγίδας λαθραίως ἐγκρύπτοντες, προβάλλεσθαι κατὰ σοῦ πειρῷντο, οὐδὲν αὐτοῖς ἔσται πλέον· ὅτι αὐτὸς Κύριος ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εἰ δὲ καὶ λόγοις θορυβεῖν ἐπιχειροῖεν ἱέντες ἑαυτῶν τὸν τῆς ἀσεβείας ἰὸν διὰ τῆς ἑαυτῶν γλώσσης, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν ὁ Κύριος ἀβλαβῆ τὸν ἑαυτοῦ ἄνθρωπον φυλάξει. Ἵνα μὴ ὁ φλογμὸς τοῦ τῶν ἀνθρώπων βίου καὶ ὁ τῆς κακίας καύσων, ἐπὶ πλεῖον ἐκκαυθεὶς, ἐξάψῃ τὰ κακὰ κατὰ τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, θεσπίζει φάσκων ὁ λόγος αὐτῷ· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ καὶ πολεμίων στίφη πεπυρωμένα καὶ θανατηφόρα βέλη λόγων ψευδῶν καὶ τῆς ἀληθείας ἐναντίων ἀκοντίζοι κατὰ τοῦ δηλουμένου, αὐτὸς μὲν ἡσυχάσει νόμῳ θείῳ πειθαρχῶν λέγοντι· Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε· λεχθήσεται δὲ αὐτῷ κατὰ καιρὸν τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
PG 23:1147Αὕτη γὰρ ἡ ἀλήθεια τῶν Χριστοῦ δογμάτων, μεγάλην κεκτημένη δύναμιν, τὸν ἔχοντα αὐτὴν περιφράξει, κυκλοῦσα αὐτὸν, καὶ περιβάλλουσα τῷ ἑαυτῆς ὅπλῳ, πρὸς τὸ μήτε νυκτὸς ἐπελθούσης, μήτε σκοτίας καταλαβούσης δεδιέναι, μηδ’ ὑπὸ φόβων ταράττεσθαι, μήτε τῶν ἐν ἡμέρᾳ πεμπομένων βελῶν φροντίζειν. Δηλοῖ δὲ διὰ μὲν τῆς νυκτὸς καὶ τῆς σκοτίας τοὺς περιστατικοὺς καιροὺς, καθ’ οὕς φησι μηδὲν φοβηθήσεσθαι τὸν ὑπὸ τοῦ τῆς ἀληθείας ὅπλου περιπεφραγμένον· διὰ δὲ τῆς ἡμέρας τοὺς ἐν γαλήνῃ καὶ εὐδίᾳ καὶ εἰρηνικῇ καταστάσει, καθ’ οὓς πόῤῥωθεν βέλη πετόμενα καθ’ ἡμῶν πέμπειν εἰώθασιν οἱ ἐχθροὶ, τοὺς βλασφήμους καὶ ἀσεβεῖς ἑαυτῶν λόγους. Κατὰ γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, οὐ πόῤῥωθεν ἑστῶτες βέλη πέμπουσιν, ἀλλ’ ἐγγύθεν ὁρμῶντες, καταπιεῖν ἡμᾶς ὅλους οἷα θανάτου φίλοι πειρῶνται· ὃς κατέπιε τότε ἰσχύσας. Ἀλλ’ ἡμεῖς γε, τῷ δηλωθέντι ὅπλῳ πεφυλαγμένοι, ἐροῦμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν,

When men rose up against usἘν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Οὔτ’ οὖν ἡμέρας οὔτε νυκτὸς δυνήσονταί τι καθ’ ἡμῶν οἱ ἐχθροὶ διὰ τὸν ὑπερμαχοῦντα ἡμῶν Κύριον. Διὸ λέλεκται·
Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀλλ’ οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ φοβηθησόμεθα. Εἰ δὲ καὶ χιλιάδες καὶ μυριάδες ἀοράτων ἢ καὶ ὁρατῶν ἐχθρῶν καὶ πολεμίων κατὰ τοῦ λαοῦ τοῦ Χριστοῦ καὶ κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπανασταῖεν, ἀλλὰ καὶ πάντας ἀθρόως ὁμοῦ καὶ πάσας ἡ αὐτοῦ δύναμις ἐν μιᾷ ῥοπῇ καθελεῖ, ὡς αὐτοῖς ὀφθαλμοῖς παραλαβεῖν ἡμᾶς τὴν ἐκδίκησιν. Διὸ λέλεκται· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ἡμεῖς δὲ τοῦ λόγου τὴν ἀλήθειαν ἐξ αὐτῆς τῆς ἑρμηνείας παρειλήφαμεν, κατὰ καιροὺς τὰ τέλη συνορῶντες τῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ πολεμησάντων, παραχρῆμά τε καὶ οὐκ εἰς μακρὸν ὑπὸ τοῦ Θεοῦ πολεμηθέντων. Πάντα δὲ ταῦτα καὶ τὰ τούτοις ἑξῆς ἐπιλεγόμενα ἐπὶ τὸν ἐν Χριστῷ ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ πάντα τὸν οἷόν τε λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Οὗτος δ’ ἂν εἴη ὁ Χριστοῦ χορὸς, ὁ ἐξ ἁγίων καὶ τελείων Θεοῦ μαρτύρων συνεστὼς, ὁ μέχρις αἵματος ἀγωνιζόμενος ὑπὲρ ἀληθείας, καὶ τὰ βραβεῖα τῆς ἐν Θεῷ νίκης κατὰ τῶν ἀντιπάλων αἰρόμενος.
Καὶ ἐπὶ τὸν ἄνθρωπον δὲ τοῦ Χριστοῦ ἁρμοσθήσεται τὰ λεγόμενα· τοῦτο γοῦν παρίστησιν αὕτη ἡ τῶν ἐμφερομένων ἀκολουθία. Εἰπὼν γὰρ ὁ λόγος πρὸς ἕνα τινὰ, Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, καὶ, Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· καὶ πρὸς τὸν αὐτὸν ἐπάγων τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ· καὶ τὸ, Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ· καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· καὶ τούτοις προστιθεὶς τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει· πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυνάπτει λέγων, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι Κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο. Μηδεμιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
PG 23:1149Ἐπειδὴ γὰρ σὺ, φησὶν, ὦ Κύριε, ἐφ’ ὃν ἐγὼ ἤλπισα, τὸν Ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω Θεὸν, καὶ σαυτοῦ Πατέρα, καταφυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔτε τι ἕτερον τῶν κατηριθμημένων· καὶ ἐπειδήπερ σὺ, ὦ Κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, Τὸν Ὕψιστον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγον περὶ σοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἢ, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου· ἐπειδήπερ ἐν ἀποῤῥήτοις καὶ ἀποκρύφοις σύνεδρόν σε καὶ σύνθρονον ὁ Ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· Κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου Θεοῦ τῶν ὅλων· Κυρίου δὲ Υἱοῦ τοῦ Θεοῦ, ὃς τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωϋσῆς τῷ αὐτῷ θείῳ Πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μέρος Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
Διὰ τούτων γοῦν καὶ ὁ Μωϋσῆς Ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον Θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· Κύριον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παρὰ τοῦ Πατρὸς τὸν Ἰσραὴλ ὑποδεδεγμένον. Αὐτὸς δ’ οὖν οὗτος ὁ Κύριος καὶ διὰ τῶν προκειμένων ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν Ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ Πατέρα. Διὸ λέλεκται πρὸς αὐτόν· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ Ὑψίστου καὶ περὶ τοῦ Κυρίου ἀποδεδομένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος· Σὺ γὰρ, Θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς Ἑβδομήκοντα, φήσασα καὶ αὐτή· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, Ἐλίων περιέχουσα τὸν Ὕψιστον δηλοῖ. Εὕρομεν γοῦν ἐν νϛ ψαλμῷ κείμενον τὸ, Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον·
PG 23:1151ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊκὸν Ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος. Οὐκ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν. Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν Κύριον λέλεκται, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ τὸν Σύμμαχον, Σὺ γὰρ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· ἀναφέρεταί τε ὁ λόγος, ὡς ἂν οἰηθεῖεν Ἰουδαίων παῖδες, ἐπὶ τὸν τῶν ὅλων Θεὸν, πῶς συνῆπται ἑξῆς κατὰ μὲν τὸν Ἀκύλαν τὸ, Οὐ μεταχθήσεται πρὸς σὲ κακία, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖταί σε φυλάξαι ἐν πάσαις ὁδοῖς σου. Ἐπὶ ταρσῶν ἀροῦσι, μήποτε προσκόψῃ ἐν λίθῳ ὁ ποῦς σου· κατὰ δὲ τὸν Σύμμαχον, μετὰ τὸ, Σὺ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· πῶς ἐπιλέγεται τὸ, Οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγίσει τῇ σκηνῇ σου. Ὅτι τοῖς ἀγγέλοις ἐντελεῖται περὶ σοῦ φυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν βαστάσουσί σε, ἵνα μὴ προσπαίσῃ ἐν λίθῳ ποδί σου; Ταῦτα γὰρ πρὸς τὸν τῶν ὅλων Θεὸν λέγεσθαι πῶς οὐκ ἂν εἴη πάντων ἀσεβέστατον;
Τίς γὰρ ὁ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελλόμενος περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὥστε φυλάττειν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; ἢ πῶς τὸν ἐπὶ πάντων Θεὸν ἐπὶ χειρῶν βαστάσουσιν, ἵνα μὴ προσπαίσῃ λίθῳ ὁ ποῦς αὐτοῦ; Ἀλλ’ ὁρᾷς, ὡς ὁ λόγος οὐκ ἐπιτρέπει εἰς πρόσωπον τοῦ ἐπὶ πάντων Θεοῦ ταῦτα ἀναφέρεσθαι· ἐπεὶ μηδὲ τὰ ἀνωτέρω ἀπὸ τοῦ, Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, καὶ τὰ τούτοις ἑπόμενα. Εἰ δέ τις ταῦτα ἐκλάβοι ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐνταῦθα Κύριον, ὥσπερ οὖν καὶ ἐν ἄλλοις ὠνομασμένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας· ἐπεὶ καὶ ὁ Ἀπόστολος, Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι’ οὗ τὰ πάντα· καὶ πάλιν, Εἷς Κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα. Εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Κύριοί τε δύο ἄντικρυς καὶ ὑπὸ τοῦ Δαυὶ̈δ ὠνομάσθησαν κατὰ τὸ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἀλλὰ καὶ Μωϋσῆς λέγων, Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ, τῆς αὐτῆς ἂν γένοιτο δόξης·
ὥσπερ οὖν καὶ ἐν οἷς ἔφασκε τὸ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἄντικρυς γὰρ διὰ τοῦ, τὸν Ὕψιστον καὶ Κύριον εἰδὼς φαίνεται· Ὕψιστον μὲν τὸν διανέμοντα καὶ κληροδοτοῦντα τοῖς ἑαυτοῦ ἀγγέλοις, Κύριον δὲ τὸν μετὰ τῶν ἀγγέλων κληρούμενον τὴν πάντων τῶν ἐθνῶν διαφέρουσαν μερίδα. Ἐπεὶ τοίνυν ὁ δηλούμενος ἐν τούτοις Κύριος μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος, ὑπέμεινέ τε πάντα πειρασμὸν μετὰ τὸ βάπτισμα τὸ ἐν Ἰορδάνῃ, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἐν τῇ ἐρήμῳ μ ἡμέρας καὶ μ νύκτας πειραζόμενος, καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστής· εἰκότως ταῦτα πάντα τὸ Πνεῦμα τὸ ἅγιον προλαβὸν θεσπίζει, σημαῖνον ὅσα τε ἐν ταῖς τεσσαράκοντα ἡμέραις πειραζόμενος ὑπέμεινε, καὶ ὅσα κατὰ τὰς ἰσαρίθμους ταῖς ἡμέραις νύκτας. Μέλλων γὰρ ἐπὶ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους δυνάμεις ἀνήγετο·
PG 23:1153ὅπως, ἐκείνας πρώτας καταγωνισάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι καταπονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι. Ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων Θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ’ οὕτως ἅπασιν ἀνθρώποις τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παραδοῦναι. Διὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις. Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ Πνεύματι ἀναγκαίως. Χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέντας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφητευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος Δαυὶ̈δ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνάμεων.
Ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προλέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ’ ὅλαις ἡμέραις μ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις, παγίδας αὐτῷ κατασκευάζουσαι. Καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι’ ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ’ αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐκ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς ἀκοαῖς, τὸν κατ’ αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, Ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦντος· ὁ δὲ Σύμμαχος, Οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα. Ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαιμονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῄεσαν αὐτῷ. Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιωκόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ ἀναιδέστατα καὶ δι’ ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. Τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ Σωτῆρι ἐπιόντα·
μεθ’ ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. Διὸ εἴρηται ἑξῆς· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου. Ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. Καί μοι δοκοῦσιν οἱ πάλαι παρ’ ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ Σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἁπανταχόθεν, ἀθρόα τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ. Καὶ τὰ μὲν πρῶτα δι’ ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· Καὶ ἦν μετὰ τῶν θηρίων. Ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
PG 23:1155Τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόποις ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ’ αὐτοῦ. Ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ διάβολος ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ’ αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι’ ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐτὸν καὶ λέγων, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε. Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ’ ἰσχυκέναι· ἀλλ’ ἐν τῷ πλησιάζειν αὐτῷ καταπίπτειν χαμαί. Διὸ λέλεκται· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Ἀντὶ δὲ τοῦ·
Ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, Ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς Γραφῆς τὰ ἀριστερὰ τοῦ Σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν. Πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τὸ, Πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι, καὶ τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπειδήπερ σὺ, ὦ Κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμένας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι πάσας ἀθρόως κατ’ αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ’ αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἀκούσασαι γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον Υἱὸν Θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ Θεοῦ.
PG 23:1157Διὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττονι καθαιρεθήσεσθαι προσεδόκησαν. Διὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀναδέδεκτο. Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώπων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ’ αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων. Ἐπεὶ δὲ τούτοις κατηγωνίσατο δι’ ὑπομονῆς παντὸς πειρασμοῦ, διό φησιν ὁ Λουκᾶς· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· Ἔα, τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ’ ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν ᾔδεσαν αὐτοῦ τὴν δύναμιν.
Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώματι ἁρμόσειεν ἂν λέγεσθαι· Εἰ γὰρ παρεμβάλλει ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχανόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος· τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ Θεὸν τελείῳ ἐπιβουλεύοντες. Οὕτω γοῦν καὶ τὸν προφήτην Ἑλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. Διὸ οὐδὲν τῶν βλαπτικῶν ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευομένῳ· ἀλλ’ οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην·
ταύτῃ γὰρ ἐμαστίχθησαν μυρίοι τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ δαιμονικῆς ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴρηται αὐτὸς ὁ Σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας. Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέλων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλήψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. Σκήνωμα δὲ αὐτοῦ καθ’ ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν Ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, Ἕως ἂν εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπανταχοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων Καθ’ ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ Θεοῦ Λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα.
PG 23:1159Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορθωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συνεργείας τοῦ μείζονος κατωρθοῦτο. Καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ Ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος Δαυὶ̈δ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν Ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ Ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Αὐτὸς γὰρ αὐτὸν ἐῤῥύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ. Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ Ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερίνου, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ Ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. Διὸ ἐλέγετο· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ Ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει·
τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προςέταττε. Ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακοποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐκ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ· αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. Διηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων· Ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους διακονεῖσθαι αὐτῷ. Ἔχεις δὲ καὶ ἐν Εὐαγγελίοις ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. Ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ τοῦ Σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι·
Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀλλὰ ὅτι μὲν οἱ ἄγγελοι διηκόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ διακονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν· ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν. Ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προςκόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου. Καὶ ταῦτα μὲν κατ’ αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ Σωτῆρος ἡμῶν ἡ Ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα Ἀπόστολον· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά Τούτων δὴ οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ Εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες.
PG 23:1161Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκκλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. Ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου Πνεύματος συνιέναι φωνάς; ἐν τῷ πειράζειν τὸν Σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν Σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκειμένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώπου φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆσθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ ἀπαραποδίστως ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐτοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ’ ἐπείραζε γνῶναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι. Πρὸς ταύτην αὐτοῦ τὴν ὑπόνοιαν διεψευσμένην οὖσαν ὁ Σωτὴρ ἀπεκρίνατο·
Γέγραπται, λέγων, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Τὸ γὰρ ἑαυτὸν κρημνίζειν καὶ καταβάλλειν ἀπὸ τῶν ὑψηλοτάτων, καὶ τοῦτο ποιεῖν ἵνα γνῷ. πότερόν ποτε βοηθείας τεύξεται τῆς διὰ τῶν ἀγγέλων, ἢ μὴ, πειράζοντος ἦν τὸν Θεόν· ὃ δὴ πειράζειν ἐβούλετο ὁ πειράζων. Οἰκεῖον γὰρ αὐτῷ ἦν πειράζοντι τὸν Σωτῆρα, καὶ τὸν Θεὸν πειράζειν τολμᾷν. Ἀλλ’ οὐχ ὁ Σωτήρ γε ἐπείραζεν· εὖ γὰρ ᾔδει καὶ πέπειστο περὶ τῆς τοῦ Πατρὸς δυνάμεως τῆς συνεργούσης αὐτῷ. Διὸ καὶ τῷ διαβόλῳ προστακτικῶς παρεκελεύετο λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, θείας Γραφῆς λέξιν τὴν ἀπὸ τοῦ νόμου ἀντιπαρατιθεὶς τῇ φωνῇ τῆς παρούσης Γραφῆς, ἣν μὴ νοήσας ὁ διάβολος προήγαγεν αὐτῷ, μὴ συνιεὶς, ὅτι οὐκ ἐδεῖτο βοηθείας ἀγγέλων ὁ Σωτὴρ, εἰ καὶ καθ’ ὑπόθεσιν οἰκείᾳ προαιρέσει καθεῖναι ἑαυτὸν ἐβουλήθη· ἐπεὶ καὶ κατὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν [ϟὅπερ ἦν μεῖζον τῆς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ἐπὶ τὴν γῆν δι’ ἀέρος καθόδου]ϟ, οὐκ ἀγγελικῆς ἐδεήθη χειρός. Ὅρα δὲ, πῶς, μνημονεύσας ὁ διάβολος τοῦ, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, τὸ ἑξῆς συνημμένον οὐ προσέθηκε·
PG 23:1163τοῦτο δὴ τὸ, Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, σαφῶς τὴν κατ’ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ νίκην τοῦ Σωτῆρος παριστῶντα. Οὐ γὰρ ἐβούλετο τὸν καθ’ ἑαυτοῦ ἔλεγχον παρατίθεσθαι. Εἰ δὲ μὴ τὴν ἑαυτῷ συνέσεως χρῆν ἐπιλογίσασθαι, ὡς οὐκ ἦν τοῦ αὐτοῦ τὸ δύνασθαι ἐπιβαίνειν καὶ καταπατεῖν τὰς τοιαύτας ἀρχοντικὰς δυνάμεις, καὶ μὴ προσκόπτειν πρὸς λίθον τὸν πόδα, ὡς δεῖσθαι φυλακῆς ἀγγέλων καὶ βοηθείας. Ἀλλ’ ἐκεῖνος μὲν οὐ συνιεὶς κέχρηται τῇ ἀπὸ προκειμένης προφητείας φωνῇ, διὰ τὸ τὰ λοιπὰ συνεωρακέναι πεπληρωμένα εἰς αὐτόν· ὁ δὲ Σωτὴρ οὐκ ἀπαρνεῖται μὲν τὸ περὶ αὐτοῦ εἰρῆσθαι τὸ λόγιον· μὴ συνιέντα δὲ αὐτὸ τὸν διάβολον, ἀφίησι καταλλήλῳ χρησάμενος τῇ πρὸς αὐτὸν ἀποκρίσει. Ἡμεῖς δὲ, τῇ αὐτοῦ χάριτι τοῦ Σωτῆρος ἡμῶν, ὅπως τὰ κατὰ τοὺς τόπους τεθεωρήκαμεν, πρόκειται τοῖς ἐντυγχάνουσιν ἐκ τῶν εἰρημένων διαγινώσκειν. Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ’ αὐτοῦ εἰμι ἐν θλίψει·
ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Τὰ μὲν περὶ τοῦ σκηνώματος ἀγγέλοις ἐνετέλλετο, κατὰ τὰ προαποδοθέντα, ὅπως ἄγγελοι τημελῶσι καὶ φυλάττωσι τοῦ ἐν Χριστῷ τετελειωμένου ἀνδρὸς, ἢ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, ἢ καὶ τῆς σαρκὸς, ᾗ κέχρητο δίκην ὀργάνου ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ταῦτα γὰρ ὡς βραχύτερα καὶ εὐτελέστερα ἀγγέλοις ἐπετέτραπτο· καὶ οἶμαι ὅτι, ὡς ἄν τις οἰκέταις ἐπιτρέψειεν ὑποδημάτων διακονίαν, ἢ ἄλλων τινῶν εὐτελεστέρων ὑπηρεσίαν, οὕτως ὅσα μικρὰ καὶ σωματικὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνηργεῖτο σαρκὸς, τούτων ὑπηρέται καθίσταντο ἄγγελοι, καὶ διηκόνουν αὐτῷ· περὶ ὧν καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι Προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ. Τὰ δὲ προὐργιαίτερα καὶ μείζονα καὶ ὑψηλότερα οὐκέτι ἀγγέλοις, ἀλλ’ αὐτῷ τῷ Σωτῆρι ἀνατίθησι. Τίνα δὲ ἦν ταῦτα, δεδήλωται διὰ τῶν ἔμπροσθεν· ἐν οἷς ἦν καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῶν δεξιῶν σου.
Τέλος δὲ πάντων καὶ ὑστάτη κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν νίκη παρίσταται διὰ τοῦ, Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις δράκοντα καὶ λέοντα. Δηλοῦσθαι δὲ διὰ τούτων ἡγοῦμαι ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ταύταις μὲν οὖν ἐπιβαίνειν, καὶ τὰ τοσαῦτα θηρία καταπατεῖν τοῖς θειοτέροις τῆς ἐνθέου δυνάμεως αὐτοῦ βαδίσμασιν αὐτὸς ὁ Σωτὴρ λέγεται· τὸ δὲ ἐν μηδενὶ προσκόπτειν, μηδ’ ἐμποδὼν γίνεσθαί τινα ταῖς σωματικωτέραις ἐνεργείαις αὐτοῦ, ἄγγελοι τὴν διακονίαν εἰλήφεσαν. Ἀλλ’ ὥσπερ ἐπὶ τοῦ σωματικοῦ σκηνώματος αὐτοῦ ἐλέγετο, Μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, καὶ τὸ αἴτιον ἐπήγετο διὰ τοῦ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· οὕτω καὶ νῦν μετὰ τὸ, Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, πάλιν ἡ αἰτία ἐπιλέγεται, οὐκ ἐπ’ ἀγγέλους ἀναφέρουσα, ἀλλ’ ἐπ’ αὐτὸν τὸν Ὕψιστον, οὗ ἐκ προσώπου λέλεκται, Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Πῶς δὲ ἐπ’ αὐτὸν ἤλπισε, προλαβὼν ἐδίδαξεν ὁ λόγος εἰπών· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· καὶ, Ἐρεῖ τῷ Κυρίῳ·
PG 23:1165Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Ἡ τοίνυν ἐπινίκιος καὶ τελευταία πρᾶξις μετὰ πάσας τὰς προκαταλεχθείσας τοῦ Σωτῆρος ἡμῶν, ἢ καὶ τοῦ ἐν αὐτῷ τελειουμένου ἀνδρὸς, ἢ καὶ τοῦ αὐτοῦ τελείου σώματος τῆς Ἐκκλησίας αὐτοῦ, δηλωθεῖσα διὰ τοῦ, Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, τὴν πᾶσαν ἀναφορὰν καὶ τῆς νίκης τὴν αἰτίαν ἐπὶ τῷ Ὑψίστῳ ἀνατίθησι. Διὸ λέλεκται· Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Μετ’ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. Καί μοι δοκεῖ καθ’ ἑτέραν διάνοιαν ἡ προφητεία θεσπίζειν πάντα τὸν τρόπον τοῦ κατὰ ἄνθρωπον βίου τοῦ Σωτῆρος ἡμῶν· λέγω δὲ τὸν πρῶτον πειρασμὸν, καὶ τὸν κατὰ τὸ πάθος, τήν τε μετὰ τὴν λύσιν τοῦ σώματος ἐπὶ τὰς ἀντικειμένας δυνάμεις ἔφοδον. Καὶ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ· κοινότερον δὲ οὕτω λεγέσθω ἡ παροῦσα προφητεία τὸν πειρασμὸν αἰνίττεσθαι τὸν ἐπὶ τῆς ἐρήμου, ὃν ἐν τοῖς Εὐαγγελίοις εἰσῆκται πειραθεὶς ὑπὸ τοῦ διαβόλου·
τὰ δὲ δεύτερα, ἐν οἷς ἀγγέλους διακονεῖσθαι τῷ αὐτοῦ σώματι παρέστησεν ὁ λόγος, τὴν κατὰ τὸν ἀνθρώπινον βίον διατριβὴν αὐτοῦ· τὰ δὲ τρίτα, δι’ ὧν λέγεται ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκέναι, καὶ καταπεπατηκέναι δράκοντα καὶ λέοντα, τὴν μετὰ τὸν θάνατον κατὰ τῶν ἀρχοντικῶν πνευμάτων νίκην· μεθ’ ἃ πάντα ἐπιλέγεται· Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, τῆς μετὰ τὸν θάνατον ἐκ νεκρῶν σωτηρίας, καὶ τῆς μακραίωνος καὶ ἀθανάτου ζωῆς, τῆς τε ἐνθέου δόξης καὶ τῆς παρὰ τῷ Πατρὶ τιμῆς τε καὶ βασιλείας διὰ τούτων παρισταμένης.

Psalm 5ΨΑΛΜΟΣ 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΩΔΗΣ, ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΣΑΒ- ΒΑΤΟΥ. ϟΑ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωὶ̈ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ. Τὰς τῶν Σαββάτων ἡμέρας οἱ πρὸ Μωϋσέως δίκαιοι καὶ θεοφιλεῖς ἄνδρες οὔτ’ ᾔδεσαν, οὔτ’ ἐφύλαττον. Οὔτ’ οὖν αὐτὸς Ἀβραὰμ, οὔτε Ἰσαὰκ, οὔτε Ἰακὼβ, οὔτε οἱ τούτου παῖδες, ἀλλ’ οὐδὲ οἱ ἔτι τούτων τῷ χρόνῳ παλαιότεροι φαίνονται γινώσκοντες ἡμέραν Σαββάτου.
PG 23:1167Ἐπεὶ τοίνυν οἱ ἐκ περιτομῆς, ὡς μέγα τι κατορθοῦντες, τὰ Σάββατα φυλάττειν ἡγοῦνται, ἃ οὐδὲ φυλάττουσι κατὰ τὸ βούλημα τοῦ νόμου, παραθετέον αὐτοῖς τὰ εἰρημένα. Καὶ ἐπειδὴ κατάπαυσιν σημαίνει τὸ Σάββατον, γέγραπται γοῦν· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ζ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ ἡγίασεν αὐτήν· ἐρεῖς, ὅτι προσήκει νοῆσαι Θεοῦ κατάπαυσιν, καὶ τὸ ἀληθινὸν Σάββατον ἐκδέξασθαι ἐπαξίως τοῦ Θεοῦ. Τοὺς γὰρ ἀσεβεῖς ἀνθρώπους φησὶ μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ λέγων ἐν ψαλμοῖς, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οὐκοῦν ἀναγκαῖον κατὰ διάνοιαν ἐκλαβεῖν Σάββατα Θεοῦ, καὶ ἀνάπαυσιν Θεῷ πρέπουσαν, ἧς ἀσεβεῖς μὲν οὐκ ἀξιοῦνται, μόνοι δὲ οἱ δίκαιοι καὶ τοῦ Θεοῦ φίλοι. Οὕτω γοῦν εἴποιμεν ἂν καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ, τούς τε πρὸ αὐτῶν καὶ μετ’ αὐτοὺς θεοφιλεῖς πάντας κατὰ διάνοιαν ἐγνωκέναι καὶ πεφυλακέναι τὰ Σάββατα τοῦ Θεοῦ, καὶ εἰςεληλυθέναι εἰς τὴν κατάπαυσιν αὐτοῦ. Τί δὴ οὖν σημαίνει τὸ Σάββατον, ἀναγκαῖον ἐπιστῆσαι.
Ὁ λόγος ἀνάπαυσιν δηλοῖ Θεοῦ· εἰσάγει τε ταύτην μετὰ τὴν τῶν αἰσθητῶν κοσμοποιίαν. Θεοῦ δὲ ἀνάπαυσις τίς ἂν γένοιτο ἑτέρα τῆς πρὸς τοῖς νοητοῖς καὶ ὑπερκοσμίοις διαγωγῆς; Ὅτε μὲν γὰρ περὶ τὰ αἰσθητὰ περισκοπεῖ καὶ περὶ τὰ ἔργα τῆς τοῦ κόσμου προνοίας καταγίνεται, ἐργάζεσθαι λέγεται· καὶ οὕτως ἀκουστέον λέγοντος τοῦ Σωτῆρος ἡμῶν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὅτε δὲ πρὸς τοῖς ἀσωμάτοις καὶ ὑπερκοσμίοις ἐστὶ, καὶ, ὡς ἂν εἴποι τις, ἐν τῇ αὐτόσε αὐτοῦ περιωπῇ, τὸ τηνικαῦτα ἀνάπαυσιν ἄγειν, καὶ τὸ αὐτοῦ Σάββατον ἐπιτελεῖν νοεῖται. Κατὰ τὰ αὐτὰ τοιγαροῦν καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ἐπειδὰν, τῶν κοπούντων τὴν ψυχὴν ἔργων [ϟτοιαῦτα δὲ πάντα τὰ σωματικὰ καὶ φίλα τῆς γεώδους σαρκὸς]ϟ, ἀπαλλαγέντες, ὅλοι γένωνται πρὸς τῷ Θεῷ καὶ πρὸς τῇ τῶν θείων καὶ νοητῶν σχολῇ τε καὶ θεωρίᾳ, τότε τὰ φίλα τῷ Θεῷ Σάββατα καὶ ἀνάπαυσιν Κυρίῳ τῷ Θεῷ ἄγουσι. Καὶ περὶ τῶν τοιούτων Σαββάτων διδάσκει λέγων· Ἆρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ; καὶ πάλιν· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.
Τὸ γὰρ τέλειον Σάββατον, καὶ ἡ τελεία καὶ ἡ τρισμακαρία κατάπαυσις ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ τυγχάνει, ὑπὲρ τὴν ἑξαήμερον δημιουργίαν καὶ τῶν αἰσθητῶν ἁπάντων ἐκτὸς ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός· ἔνθα τῆς θνητῆς καὶ φθαρτῆς ζωῆς ἀπαλλαγέντες, καὶ ἀργίαν ἀργήσαντες τὴν θεοφιλῆ καὶ μακαρίαν, τῶν τε σωματικῶν πράξεων καὶ τῆς δουλείας τῆς σαρκὸς ἐλευθερωθέντες, σὺν αὐτῷ τῷ Θεῷ καὶ παρ’ αὐτῷ γενόμενοι, σαββατίσομέν τε καὶ ἀναπαυσόμεθα. Διό φησιν ὁ Ἀπόστολος· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Εἰκόνα δ’ ἐκείνου τοῦ Σαββάτου καὶ τῆς τελείας ἐκείνης καὶ τρισμακαρίας ἀναπαύσεως φέροντες ἐπὶ γῆς τοῦ Θεοῦ ἄνδρες, σχολὴν μὲν ἐποιοῦντο καὶ ἀργίαν τῶν μακρὰν ἀφιστάντων τοῦ Θεοῦ, ὅλοι δὲ πρὸς τῇ τῶν θείων θεωρίᾳ γιγνόμενοι, δι’ ἡμέρας τε καὶ νυκτὸς τῇ τῶν ἱερῶν λόγων μελέτῃ προσκαρτεροῦντες, ἅγια Σάββατα καὶ ἀνάπαυσιν φίλην τῷ Θεῷ διανέπαυον τότε καὶ ἐσαββάτιζον.
PG 23:1169Ἔνθεν εἰκότως καὶ ὁ Μωϋσέως νόμος, σκιὰς τῶν εἰρημένων καὶ σύμβολα παραδιδοὺς, ἡμέραν τινὰ τοῖς πλήθεσιν ἀφώρισε, ὅπως κἂν ταύτῃ ἀπέχωνται μὲν τῶν συνήθων ἔργων, σχολάζοιεν δὲ τῇ τοῦ θείου νόμου μελέτῃ. Ὅ γε μὴν παρὼν ψαλμὸς διαῤῥήδην διδάσκει ἐπὶ τοῦτο δεῖν τὴν τοῦ Σαββάτου σχολὴν ποιεῖσθαι καὶ τὴν τῶν ἀνωφελῶν ἀργιῶν ἐπὶ τὸ κατὰ ταὐτὸν συνερχομένους ἐργάζεσθαι τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Ἦν δὲ πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ· δεύτερον ψάλλειν διὰ τῶν μουσικῶν ὀργάνων τῷ ὀνόματι αὐτοῦ· τρίτον ἀναγγέλλειν κατὰ τὰς ἑωθινὰς ὥρας τὸ ἔλεος αὐτοῦ· τέταρτον διηγεῖσθαι τὴν ἀλήθειαν αὐτοῦ κατὰ τοὺς νυκτερινοὺς καιρούς· καὶ ταῦτα πράττειν μὴ μόνον χείλεσι καὶ φωνῇ, ἀλλὰ καὶ διὰ τῆς τῶν μουσικῶν ὀργάνων ἀνακρούσεως· Ἐν δεκαχόρδῳ γὰρ, φησὶ, ψαλτηρίῳ καὶ μετ’ ᾠδῆς ἐν κιθάρᾳ. Ὁρᾷς οὖν ὅσα πράττειν ὁ παρὼν λόγος παραινεῖ κατὰ τὴν τῆς ἀναστάσεως ἡμέραν; Ἐπιγέγραπται γοῦν ὁ ψαλμὸς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Ἀλλὰ καὶ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ κατὰ τὸ Σάββατον ἕτερα πλεῖστα ἔπραττον κατὰ τὸν νόμον. Οὐκ ἄρα ὁλοσχερῶς ἀργεῖν προστάττει. Ἀλλ’ οὐδὲ τοῖς ἱερεῦσιν ἡ τοῦ Σαββάτου ἡμέρα νενομοθέτητο·
μόνοις δὲ τοῖς μὴ οἵοις τε οὖσι τὸν πάντα χρόνον τῆς αὐτῶν ζωῆς, καὶ πάσας αὐτῶν τὰς ἡμέρας τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς τῷ Θεῷ φίλοις ἔργοις σχολάζειν· τούτοις γὰρ ἐκ διαστημάτων ταῦτα πράττειν ἐνομοθέτει. Τοῖς γε μὴν πλησμονῇ γαστρὸς καὶ μέθῃ, καὶ πάσῃ ἀκοσμίᾳ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἑαυτοὺς παρέχουσιν, ὁ Θεὸς διὰ τοῦ προφήτου ἐπανατείνεται λέγων· Οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων· καὶ πάλιν· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Διὸ δὴ παρῃτημένων ἐκείνων, διὰ τῆς Καινῆς Διαθήκης Λόγος μετήγαγε καὶ μετατέθεικε τὴν τοῦ Σαββάτου ἑορτὴν ἐπὶ τὴν τοῦ φωτὸς ἀνατολὴν, καὶ παρέδωκεν ἡμῖν ἀληθινῆς ἀναπαύσεως εἰκόνα, τὴν σωτηρίαν καὶ Κυριακὴν καὶ πρώτην τοῦ φωτὸς ἡμέραν, καθ’ ἣν ὁ Σωτὴρ τοῦ κόσμου μετὰ πάσας αὐτοῦ τὰς ἐν ἀνθρώποις πράξεις, τὴν κατὰ τοῦ θανάτοι νίκην ἀράμενος, τὰς οὐρανίους πύλας ὑπερέβαινεν ὑπὲρ τὴν ἑξαήμερον κοσμοποιίαν γιγνόμενος, τό τε θεοπρεπὲς Σάββατον καὶ τὴν τρισμακαρίαν ἀνάπαυσιν ὑπολαμβάνων, τοῦ Πατρὸς εἰρηκότος αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἐν ᾗ, φωτὸς οὔσῃ καὶ πρώτῃ καὶ τοῦ ἀληθοῦς ἡλίου ἡμέρᾳ, καὶ ἡμεῖς αὐτοὶ συνερχόμενοι διὰ μέσου ἓξ ἡμερῶν, ἅγιά τε Σάββατα καὶ πνευματικὰ ἑορτάζοντες οἱ ἐξ ἐθνῶν δι’ αὐτοῦ λελυτρωμένοι καθ’ ὅλης τῆς οἰκουμένης, τὰ τῷ Σαββάτῳ πράττειν τοῖς ἱερεῦσι νενομοθετημένα κατὰ τὸν πνευματικὸν νόμον ἐπιτελοῦμεν. Θυσίας τε γὰρ καὶ ἀναφορὰς ποιούμεθα πνευματικὰς, τὰς καλουμένας θυσίας αἰνέσεως, καὶ θυσίας ἀλαλαγμοῦ· τό τε θυμίαμα τὸ εὐῶδες ἀναπέμπομεν, περὶ οὗ εἴρηται· Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ἀλλὰ καὶ τοὺς ἄρτους τῆς προθέσεως προσφέρομεν, τὴν σωτήριον μνήμην ἀναζωπυροῦντες, τό τε τοῦ ῥαντισμοῦ αἷμα, τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, τοῦ περιελόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, καθάρσιον τῶν ἡμετέρων ψυχῶν· ποιούμεθά τε τὰ φῶτα τῆς γνώσεως προςώπου τοῦ Θεοῦ ἐξαπτόμενα. Ἀλλὰ καὶ τὰ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ φιλοτίμως ἐκτελεῖν κατὰ τὴν αὐτὴν ἡμέραν σπουδάζομεν, ἔργοις τούτοις καὶ λόγοις ἐξομολογούμενοι Κυρίῳ, καὶ ψάλλοντες τῷ ὀνόματι τοῦ Ὑψίστου·
PG 23:1171ὄρθρου τε πρὸς αὐταῖς ἀνατολαῖς τοῦ ἡμετέρου φωτὸς τὸ γενόμενον ἔλεος ἐφ’ ἡμᾶς τοῦ Θεοῦ διαγγέλλοντες, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ τὰς νύκτας διὰ σώφρονος καὶ ἁγνῆς ἀναστροφῆς ἐν δεικνύμενοι, καὶ πάντα δὴ ὅσα ἄλλα ἐχρῆν ἐν Σαββάτῳ τελεῖν, ταῦτα ἡμεῖς ἐν τῇ Κυριακῇ μετατεθείκαμεν, ὡς ἂν κυριωτέρας οὔσης αὐτῆς, καὶ ἡγουμένης, καὶ πρώτης, καὶ τοῦ Ἰουδαϊκοῦ Σαββάτου τιμιωτέρας. Κατὰ ταύτην γὰρ ἐν τῇ κοσμοποιίᾳ εἰρηκότος τοῦ Θεοῦ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ κατ’ αὐτὴν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς δικαιοσύνης ἀνατέταλκεν Ἥλιος· διὸ δὴ καὶ ἡμῖν συνέρχεσθαι κατὰ ταύτην παραδέδοται, καὶ τὰ διὰ τοῦ ψαλμοῦ παρηγγελμένα καὶ ἡμῖν ἐπιτελεῖν προστέτακται· ὧν πρῶτόν ἐστι τὸ ἐξομολογεῖσθαι· ἀρχὴ γὰρ ἀγαθῶν ἡ τῶν προτέρων κακῶν ἀπόλυσις διὰ γνησίας μετανοίας καὶ ἐξομολογήσεως ἐγγιγνομένη, ἄγουσά τε ἐπὶ τέλος ἀγαθὸν αὐτὸν τὸν Θεόν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Θεὸς, ἀγαθῆς πορείας τῆς ἐπὶ τὸν Θεὸν ἀγούσης, ἀγαθὴ γένοιτ’ ἂν ἀρχὴ ἡ ἐξομολόγησις. Διὸ λέλεκται· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.
Καὶ γὰρ προσήκει μὴ ἀνθρώποις ἐπιδείκνυσθαι τὴν ἐξομολόγησιν, ἀλλ’ αὐτῷ τῷ τὰς καρδίας ἐρευνῶντι Κυρίῳ. Ἐπεὶ δὲ λαμβάνεται ἡ ἐξομολόγησις καὶ ἐπὶ τῆς εὐχαριστίας, ὡς πολλάκις ἡμῖν εἴρηται, εἰκότως κατὰ τὴν Κυριακὴν ἡμέραν καὶ τὰς εὐχαριστίας ἡμῶν ἀποδίδομεν τῷ Κυρίῳ, πανταχοῦ τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνερχόμενοι. Προκόψαντες δὲ διὰ τῆς ἐξομολογήσεως, ἤδη καὶ ψάλλειν κελευόμεθα ἐπὶ κρείττονα ψυχῆς κατάστασιν προελθόντες· ἐπιδόντες δὲ ἔτι καὶ βελτίους γενόμενοι ἑαυτῶν, ἤδη καὶ εἰς ἑτέρους ἀπαγγέλλειν, διδάσκειν τε τοὺς ἡμῖν πλησιάζοντας τὰ τοῦ Κυρίου ἐλέη προσταττόμεθα· καὶ τοῦτο πράττειν κατὰ τὰς πρωϊνὰς ὥρας ὥσπερ ἀπαρχὰς τῶν δι’ ἡμέρας πράξεων ἀνατιθέντες τῇ περὶ τοῦ ἐλέους τοῦ Θεοῦ διδασκαλίᾳ. Ταῦτα δὲ πράττειν ὁ λόγος παρακελεύεται ἅμα τῇ ἕῳ, προφυλάξαντας δηλαδὴ ἑαυτῶν τὰς ψυχὰς καὶ τὰ σώματα κατὰ τοὺς τῆς νυκτὸς καιροὺς ἅγια καὶ παντὸς μολυσμοῦ καθαρεύοντα, ἀλήθειάν τε εὐσεβείας ἐπιδεδεγμένους, διὰ τοῦ καὶ ταῖς νυκτεριναῖς ὥραις τῆς τοῦ Θεοῦ θεραπείας μεμνῆσθαι.
Πάλαι μὲν οὖν, ὁπηνίκα διὰ συμβόλων καὶ τύπων ἐλάτρευον οἱ ἐκ περιτομῆς, οὐκ ἀπεικὸς ἦν διὰ ψαλτηρίων καὶ κιθάρας ἀναπέμπειν τινὰς τῷ Θεῷ τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν ταῖς ἡμέραις τοῦ Σαββάτου, παραλύοντας δηλαδὴ τὴν ἀργίαν, καὶ παραβαίνοντας τὸν νόμον τὸν περὶ τοῦ Σαββάτου· ἡμεῖς δὲ, τὸν ἐν κρυπτῷ Ἰουδαῖον ἀποσώζοντες κατὰ τὸν φάσκοντα Ἀπόστολον· Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ ἡ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, ζῶντι ψαλτηρίῳ καὶ κιθάρᾳ ἐμψύχῳ, πνευματικαῖς τε ᾠδαῖς τὸν ὕμνον ἀποδίδομεν. Παντὸς δ’ οὖν ὀργάνου μουσικοῦ γένοιτ’ ἂν τῷ Θεῷ προσηνεστέρα ἡ τῶν Χριστοῦ λαῶν συμφωνία, καθ’ ἣν ἐν πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, ὁμογνώμονι ψυχῇ καὶ μιᾷ διαθέσει, ὁμοφροσύνῃ τε καὶ ὁμοδοξίᾳ πίστεως καὶ εὐσεβείας, ὁμόφωνον μέλος ἐν ταῖς ψαλμολογίαις ἀναπέμπομεν. Τοιαύταις οὖν ψαλμῳδίαις καὶ κιθάραις πνευματικαῖς χρῆσθαι εἰώθαμεν, ἐπεὶ καὶ τοῦτο διδάσκει ὁ Ἀπόστολος λέγων· Ψαλμοῖς καὶ ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς.
PG 23:1173Εἴη δ’ ἂν ἄλλως κιθάρα μὲν τὸ πᾶν σῶμα, οὗ διὰ τῶν κινήσεων καὶ τῶν πράξεων ἡ ψυχὴ τὸν πρέποντα τῷ Θεῷ ὕμνον ἀποδίδωσι· ψαλτήριον δὲ δεκάχορδον ἡ τοῦ ἁγίου Πνεύματος διὰ τῶν αἰσθητηρίων πέντε μὲν τοῦ σώματος, ἰσαρίθμων δὲ τῆς ψυχῆς δυνάμεων, ἐπιτελουμένη λατρεία· ἃ δὴ παριστὰς ὁ αὐτὸς Ἀπόστολός φησί που· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοί̈· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοί̈· ὡς καὶ τοῦ νοὸς ἰδίας ἔχοντος κινήσεις, δι’ ὧν ἀνακρούεται τὸ σῶμα, καὶ τοῦ πνεύματος πάλιν οἰκείας, δι’ ὧν τὴν ψυχὴν ἐνεργεῖ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ὁ νοήσας τὴν ὑπὸ τοῦ Θεοῦ πεποιημένην ἡμέραν, περὶ ἧς εἴρηται, Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, οὗτος ἐρεῖ, Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ἀλλ’ ἐπειδὴ περὶ τῆς ἡμέρας τοῦ Σαββάτου ὁ παρὼν ψαλμὸς προγέγραπται, ζητήσεις πῶς ἐν ἡμέρᾳ Σαββάτου ηὐφράνθαι λέγει, οὐκ ἐπὶ τῇ καταπαύσει τοῦ Θεοῦ, οὐδ’ ἐπὶ τῇ ἀργίᾳ αὐτοῦ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε.
Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ’ Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖσθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ’ οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ’ οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ’ ἂν ποίημα μὲν καθ’ ἕνα τρόπον αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρεστήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι, καθ’ ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ’ αὕτη μόνη ἡ ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος.
PG 23:1175Οὐδὲ γὰρ ἄλλο τι ἀλλ’ αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα. Κατὰ δὲ ἕτερον τρόπον λεχθείη ἂν ποίημα μὲν τὰ νοητὰ καὶ λογικὰ καὶ ἀσώματα τοῦ Θεοῦ κτίσματα, καθ’ ὃ καὶ ἡ κατ’ εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ πεποιῆσθαι ἀναγέγραπται· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ καὶ σωματικὰ αὐτοῦ δημιουργήματα, περὶ ὧν εἴρηται· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διδάσκει τοίνυν· ἡ μετὰ χεῖρας Γραφὴ, ἐν τῇ σχολῇ τῶν θείων ἀσκήσεων, καὶ τῇ τῶν σωματικῶν καὶ θνητῶν ἔργων ἀσχολίᾳ τε καὶ ἀργίᾳ, ἥν τινα Σάββατον καὶ ἀνάπαυσιν ὁ λόγος ἀποκαλεῖ, ἐν τῇ θεωρίᾳ τῶν τε νοητῶν ὁμοῦ καὶ τῶν αἰσθητῶν ἔργων τοῦ Θεοῦ σχολάζοντας λέγειν· Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται·
καὶ τὰ νοητὰ δὲ καὶ ἀσώματα καὶ ὑπερκόσμια, τά τε ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἐμὲ, φησὶν, ηὔφρανας, ὦ Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου· ἀλλ’ οὐ καὶ πᾶς ἀνὴρ τὴν αὐτὴν ἐμοὶ φέρει διάθεσιν. Πολλοὶ γάρ εἰσιν ἄφρονες καὶ ἀσύνετοι, οὐ γινώσκοντες, οὐδὲ συνιέντες αὐτὰ δὴ ταῦτα, ἐφ’ οἷς αὐτὸς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν ὁμολογῶ. Διόπερ ὁ ὡς ἀληθῶς ἄφρων καὶ ἀσύνετος ἀναιρεῖ μὲν τὸ προνοίᾳ καὶ λόγῳ Θεοῦ συνεστάναι τὸ πᾶν, εἱμαρμένῃ δὲ καὶ ἀνάγκῃ, ἀλόγῳ τε φορᾷ καὶ τύχῃ προσγράφει τὰ τηλικαῦτα τοῦ Θεοῦ δημιουργήματα. Ἀλλὰ καὶ ὡς ἀσύνετος προσκόπτει τῇ διοικήσει τοῦ παντὸς, διὰ τὸ δοκεῖν πολλὰς ἀνωμαλίας ἐν τῷ θνητῷ βίῳ θεωρεῖν. Ὁ μὲν οὖν ἄφρων καὶ ἀσύνετος δυσχεραίνων εὐθὺς ἐπὶ βλάσφημον καὶ ἀσεβῆ λογισμὸν τρέπεται, ἀθεότητά τε καὶ ἀπρονοησίαν, καὶ τὸ εἰκῆ, καὶ ὡς ἔτυχε, τούτων εἶναι φάσκων αἴτια·
ἐγὼ δὲ, καὶ ἐπὶ τῶν προειρημένων ἀδήλων εὐσεβεῖν δεδιδαγμένος, πέπεισμαι, ὅτι ὑπὲρ τὴν ἐμὴν σμικρότητα τυγχάνουσιν οἱ τῆς σῆς κρίσεως καὶ διοικήσεως λόγοι. Διό φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε σφόδρα ὑπερυψώθησαν οἱ διαλογισμοί σου. Καὶ πόθεν γὰρ θνητοῖς λογισμοῖς ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν τοὺς διαλογισμοὺς αὐτοῦ καθ’ οὓς διοικεῖ τὰ ἀνθρώπινα; Ὡς γὰρ οὐδεὶς ἔγνω τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ οὐχ οἷός τε λέγειν. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· περὶ οὗ εἴρηται· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἅπερ εἰδὼς, οὐδαμῶς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀνωμαλίᾳ ταράττομαι· χαίρω δὲ καὶ εὐφραίνομαι τοὺς τῆς προνοίας λόγους οὐκ ἀπὸ τῶν κατὰ ἄνθρωπον συμπτωμάτων, ἀπὸ δὲ τῶν ἔργων τῶν χειρῶν τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ποιημάτων αὐτοῦ καταλαμβάνων. Καὶ χαίρω γε καὶ ὑπερευφραίνομαι τοιούτων καταξιωθεὶς, ὧν ἐστέρηται πᾶς ἄφρων καὶ ἀσύνετος, οὐ δυνάμενος ἀπὸ τῶν ἔργων τοῦ Θεοῦ, τοῖς περὶ τῆς καθόλου προνοίας λόγοις μαθητεύεσθαι.
PG 23:1177Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἄφρων καὶ ἀσύνετος, ὁρῶν ἀσεβεῖς εὐθυμουμένους, δικαίους δὲ καὶ εὐσεβεῖς κακουμένους οὐ συνίησι τοὺς τῆς Προνοίας λόγους, ἀλλ’ εὐθὺς ἐπ’ ἀσεβεῖς τρέπεται λογισμοὺς, ἐκπίπτων εἰς ἀθεότητα· ἐγὼ δὲ, τῷ ποιήματί σου ἐνορῶν, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου, μετὰ τῶν ἄλλων συνεῖδον, ὅτι τὸ τέλος τῶν κατὰ τὸν βίον εὐθυμούντων ἀσεβῶν ὄλεθρον περιέχει καὶ ἀπώλειαν· διὸ πολὺ πλέον τοὺς τῆς θείας κρίσεως λόγους ὑπερεκπλήττομαι. Ὥσπερ γοῦν χόρτος καὶ τὰ ἀπὸ γῆς ἄνθη πρὸς ὀλίγον ὡραῖα φαίνεται, καὶ θέλγει τὴν ὅρασιν, καὶ τὴν αἴσθησιν ἅπασαν, ὅσον δὲ οὐδέπω μεταβάλλει καὶ τρέπεται, φθίνει τε ῥᾷστα καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τοῖς πολλοῖς θαυμαζόμενοι ἁμαρτωλοὶ ἅμα τε ἀνέτειλαν, καὶ πρὸς ὀλίγον ἀνθήσαντες, διέκυψαν, ἐφάνησάν τε τίνες ποτέ εἰσι, καὶ ὁποίας προαιρέσεως· εἶτ’ οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν οὐκέτι βραχὺς καὶ πρόσκαιρος ὄλεθρος, ἀλλὰ διηνεκὴς ἀπώλεια.
Ἐπειδήπερ ἡ σὴ δικαιοκρισία τοῖς ἀνθρωπίνοις ἐφέστηκε πράγμασι, διὸ δὴ μάλιστα συγκεχωρῆσθαι τοῖς ἁμαρτωλοῖς καὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν τὸ ἀνατεῖλαι καὶ διακῦψαι ἡγοῦμαι· ὡς ἂν ἐλεγχθείη αὐτῶν ἡ προαίρεσις, οὐ καλῶς τοῖς τοῦ Θεοῦ δωρήμασι κεχρημένη· διόπερ ἔκδικος αὐτοὺς ὄλεθρος αἰώνιος διαδέξεται. Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἐπακούσεται τὸ οὖς μου. Σὺ μὲν, φησὶν, ὦ Κύριε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων Ὕψιστος ἐν ὑψηλοῖς διαμενεῖς τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐ ταπεινούμενος, οὐκ ἀλλοιούμενος, οὐ κρείττων σαυτοῦ γινόμενος, οὐ τοῖς ταπεινοῖς τῶν ἐπὶ γῆς ὁμοιούμενος, οὐδὲ μικρόν τι καὶ ταπεινὸν φρονῶν καὶ πράττων, ἀλλ’ εἰς ἄπειρον σαυτῷ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως ἄλλοτε ἄλλως φερόμεθα, καὶ μεταβαλλόμεθα.
Οἱ μὲν οὖν ἐχθροί σου, ὦ Κύριε, ὡς ἂν ἑαυτοὺς ἀλλοτρίους καταστήσαντες τῆς παρὰ σοὶ ζωῆς, ἔχθραν τε ἀντὶ φιλίας πρὸς σὲ τὸν μόνον ἀγαθὸν ἑλόμενοι, ἀπολοῦνται, ἑαυτοῖς αἴτιοι γενόμενοι ἀπωλείας, διὰ τὸ μὴ ἐθελῆσαί σοι παραμένειν καί σοι φιλωθῆναι· ἔχθραν δὲ ἄρασθαι τὴν πρὸς σὲ τὸν ἑαυτῶν ποιητήν τε καὶ σωτῆρα. Διὸ κἂν μυρία συναγάγωσιν ἐν τῷ βίῳ τούτῳ χρήματα, καὶ πλοῦτον, καὶ θησαυροὺς, ἀλλὰ τὰ πάντα σὺν ταῖς αὐτῶν ψυχαῖς καὶ αὐτοῖς σώμασι διασκορπισθήσονται. Ἐγὼ δὲ ὁ τὴν πρὸς σὲ γνῶσιν καὶ φιλίαν ἀσπασάμενος, καὶ τῶν ἐχθρῶν σου ἀλλότριος γεγονὼς, πέπεισμαι, ὅτι τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς τεύξομαι τῇ σῇ δικαιοκρισίᾳ πιστεύων· ὥστε εἰ καὶ κατὰ τὸν παρόντα βίον ἄδοξός τις εἶναι δοκοίην καὶ ταπεινὸς παρὰ τοῖς πολλοῖς, ἀλλ’ ἐν τῷ τέλει τῶν πραγμάτων ὑψωθήσομαι, μᾶλλον δὲ τὸ κέρας μου ὑψωθήσεται, τουτέστιν ἡ ἐλπὶς τῆς προσδοκωμένης μου παρὰ σοὶ βασιλείας, ἥτις ὑψωθήσεται τοσοῦτον, ὅσον καὶ ἡ τοῦ μονοκέρωτος. Εἰ γάρ ἐστί τις ἐν νοητοῖς μονόκερως ἓν κέρας ἐπιγραφόμενός σε τὸν αὐτοῦ Πατέρα, εὖ οἶδα καὶ αὐτὸς ὁμοίως ἐκείνῳ ὑψωθησόμενος.
PG 23:1179Ἐπεὶ γὰρ κεκλήμεθα κληρονόμοι εἶναι Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, πέπεισμαι, φησὶ, τῆς αὐτῆς τῷ Χριστῷ σου βασιλείας ἀπολαύσειν, ὁπηνίκα τὸ γῆράς μου, τουτέστι τὰ ἔσχατα τῆς ἐμῆς ζωῆς ὑψωθήσεται ἐν ἐλαίῳ πίονι, Εἰ γὰρ καὶ τὰ μάλιστα τὰ τῆς νεότητος καὶ τὰ τῆς ἀκμῆς τῆς ἐμῆς ψυχῆς ὡς ἐν ἀγῶνι τῷ παρόντι βίῳ ταπεινοῦται γυμναζόμενα, ἀλλὰ τά γε ἔσχατα καὶ τῆς ψυχῆς αὐτῆς τὸ γῆρας, τουτέστιν ἡ τελείωσις τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς, ἐν ἐλαίῳ περιττεύοντι καὶ πλουσίῳ καὶ πίονι, τῷ παρὰ σοὶ, τῷ ἐλεήμονι Θεῷ ζησομένης. Τότε δὴ τότε καὶ ὁ νῦν ἐπὶ τοῖς ἁμαρτωλοῖς ἐκτηκόμενός μου ὀφθαλμὸς, καὶ τὸν θνητὸν βίον ἀποκλαόμενος, ἐπόψεται τοῖς ἐχθροῖς μου, ὁρῶν δίκην τὴν πρέπουσαν διδόντας τοὺς νῦν παρὰ τοῖς πολλοῖς δοξαζομένους, ὧν τὸ τέλος διασκορπισμῷ παραδοθήσεται. Τότε δὲ οὐ μόνον ὁ ὀφθαλμός μου, ἀλλὰ καὶ αὐτὸ τὸ οὖς τῆς ἐμῆς ψυχῆς τὸ τέλος ἀκούσεται τῶν σήμερον ἐπανισταμένων ἐπ’ ἐμὲ καὶ πονηρευομένων.
Τούτων δ’ οὖν ἕνεκα πάντων ὑπερθαυμάζων τοὺς τῆς σῆς προνοίας λόγους, καὶ τὴν ἀποκειμένην τοῖς πᾶσι παρὰ σοῦ δικαιοκρισίαν, ἐγὼ μὲν ὑπερευφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν σου· πᾶς δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος οὐ συνίησι ταῦτα. Διὸ δή φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε καὶ οὐχ ἁπλῶς ἐβαθύνθησαν, ἀλλὰ σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου· καθ’ οὓς διαλογισμοὺς ἀποῤῥήτως καὶ βαθέως διοικεῖς τὸ πᾶν, ἐπιτρέπων καὶ συγχωρῶν ἀσεβέσι μὲν κατὰ τὸν παρόντα καιρὸν ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, τοὺς δὲ εὐσεβεῖς ταπεινοῦσθαι, ὧν τὰ τέλη μαρτυρεῖ σου τῇ θαυμαστῇ καὶ πανσόφῳ διοικήσει· ἃ δὴ συνιδὼν καὶ ὁ θεῖος Ἀπόστολος ἐξεφώνησε τὸ, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματά σου, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οἱ μὲν ἁμαρτωλοὶ ὡσεὶ χόρτος ἐλέγοντο ἀνατέλλειν, καὶ καταλλήλως τῷ παραδείγματι τοῦ χόρτου, οὐκ εἰς μακρὸν διαφθείρεσθαι· ἅμα τε γὰρ ἀνέτειλεν ὁ χόρτος καὶ ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὥσπερ οὖν καὶ ἡ τῶν ἁμαρτωλῶν ζωή τε καὶ δόξα·
PG 23:1181ὁ δὲ δίκαιος οὐ κατὰ τὸν χόρτον, ἀλλὰ φοίνικος δίκην ἀνθήσει, ἄνω που φέρων τὰς ῥίζας, καὶ τὰς κομὰς, οὐ χαμαὶ κειμένας, ἀλλ’ εἰς οὐρανὸν ἐκτεινομένας. Τούτων μὲν οὖν ἕνεκα φοίνικι παραβληθείη ἂν ὁ δίκαιος, οὐκ ἔτι δὲ καὶ τῷ μονοφυεῖ στελέχει τοῦ φοίνικος· πολυπληθεῖ γὰρ ἐν τοῖς κλάδοις τοῖς ἅμα αὐτῷ καὶ δι’ αὐτοῦ σωζομένοις. Ὧν ἕνεκα παραβλητέον αὐτῇ τῇ κέδρῳ, οὐχ ἁπλῶς, ἀλλὰ τῇ ἐν τῷ Λιβάνῳ· πολλὴ δὲ αὕτη καὶ μεγαλοφυῶς πληθύουσα· ἅτε ἐν ὄρει φύουσα λιπαρωτάτῳ, φέροντι καὶ τρέφοντι οὐρανομήκη φυτά. Οὕτω δ’ οὖν καὶ ὁ δίκαιος, μυρίους ἔχων τοὺς δι’ αὐτοῦ καὶ σὺν αὐτῷ σωζομένους, κατὰ τοῦτο μὲν ἂν ἐμφερὴς τῇ κέδρῳ, τῷ δὲ φοίνικι κατὰ τὰ ἄλλως δεδηλωμένα. Ἀλλ’ οὐ τοιοῦτοι ἦσαν οἱ ἀσεβεῖς, οἱ ὡσεὶ χόρτος ἀνατέλλοντες καὶ παραχρῆμα ἀφανιζόμενοι. Πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Σπάνιος μὲν ὁ ἄκρως τέλειος, ὁ καὶ δίκαιος ὠνομασμένος, φοίνικι καὶ κέδρῳ παραβεβλημένος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, ἰστέον, ὅτι καὶ τῶν ἀτελεστέρων, πλὴν ἀλλὰ τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτείας ἠξιωμένων, ἔστι τι ἀγαθὸν τέλος·
ἐν γοῦν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Νοήσεις δὲ καὶ τοῦτο οἶκον μέγαν Κυρίου ἀκούων τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν ἐπὶ γῆς, κατὰ τὸν φήσαντα Ἀπόστολον· Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· πεφυτευμένους δὲ ἐν ταύτῃ τοὺς τὰς ἀρχὰς τῆς ἐν θεοσεβείᾳ προκοπῆς ἐντεῦθεν εἰληφότας, οἷοι ἦσαν, οὓς ἐφύτευσεν ὁ Παῦλος, δι’ οὓς καὶ ἔλεγεν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν. Οὗτοι οὖν οἱ ἐν τῇ περιγείῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ πεφυτευμένοι ἄνθος ἀποδώσουσιν εὐῶδες καὶ γόνιμον καὶ τῶν τελείων καρπῶν οἰστικὸν, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν μεταφυτευθέντες, τουτέστιν ἐν ταῖς ἐπουρανίοις μοναῖς· εἴ γε πολλαὶ παρὰ τῷ Πατρὶ, ἔνθα κατ’ ἀξίαν διαμερισθέντες οἱ νῦν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένοι, κατὰ καιρὸν τὸν προσήκοντα ἐξανθήσουσιν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται, τοῦ ἀναγγεῖλαι, ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Οὐ μόνον φησὶν, ὅτι ἐξανθήσουσιν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ οἱ σήμερον ἐν τῷ οἴκῳ αὐτοῦ πεφυτευμένοι, ἀλλὰ καὶ αὐτοὶ πληθυνθήσονται, ὥσπερ ἀνωτέρω ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπληθύνετο. Πότε δὲ τοῦτο αὐτοῖς ἔσται, ἀλλ’ ἢ ἐν τῷ γήρᾳ τῷ πίονι; Γῆρας δὲ ἐνταῦθα τὴν τελείωσιν πέπεισο λέγεσθαι τῆς ψυχῆς, ἐν ᾗ γενόμενοι εὐπαθοῦντες ἔσονται οἱ νῦν ἐν τῷ οἴκῳ Κυρίου πεφυτευμένοι. Εἰ γὰρ καὶ τὰ μάλιστα κατὰ τὸν παρόντα καιρὸν, ἐν ᾧ φυτεύονται ἐν τῷ οἴκῳ Κυρίου κακοπαθοῦντες διατελοῦσι, τοὺς πρώτους τῆς γεωργίας πόνους ὑπομένοντες· ἀλλ’ ἐπὰν τοῦ γήρως τοῦ πίονος ἀξιωθῶσιν, εὐπαθοῦντες γενήσονται ἀναπαυόμενοι τῶν καμάτων καὶ τῶν ἀγώνων τὰ ἔπαθλα ἀποληψόμενοι· Ὁμολογήσουσί τε, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Εἰ γὰρ μὴ τὰ κατηριθμημένα ἀγαθὰ ἔμελλε διαδέχεσθαι τοὺς τῷ Θεῷ ἀνακειμένους, καὶ εἰ μὴ τὸ ὀλέθριον τέλος περιέμενε τοὺς ἀσεβεῖς καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἦν ἂν τάχα ἀδικίαν ἐπικαλέσαι τῇ τοῦ Θεοῦ προνοίᾳ.
PG 23:1183Ὅτε δὲ τοιαῦτα τέλη καὶ τοῖς δικαίοις ἡτοίμασται, οἵων καὶ ἡμεῖς εὐχόμεθα τυχεῖν, καὶ τοῖς ἀσεβέσι τοιαῦται ἠπείληνται τιμωρίαι, ἀφ’ ὧν γένοιτο ἡμᾶς ῥυσθῆναι· πῶς οὐκ ἀκόλουθον ἂν εἴη ὁμολογεῖν, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ; Ἀλλ’ ὁ μὲν ἄφρων ταῦτα οὐ γνώσεται, οὐδὲ ἀσύνετος συνήσει ταῦτα, διὰ τὸ σκοτίζεσθαι ὑπὸ τῆς οἰκείας ἀφροσύνης· ἐγὼ δὲ ὁ γνοὺς αὐτὰ καὶ συνιεὶς διὰ τὸ ὑπὸ θείου Πνεύματος πεφωτίσθαι, καὶ διὰ τὸ θεωρεῖν ὅπως ἐβαθύνθησαν σφόδρα οἱ διαλογισμοὶ τοῦ Θεοῦ· εἰκότως εὐφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τῇ θείᾳ διοικήσει, φέρω τε τὰ παρόντα γενναίως διὰ τὴν τῶν μελλόντων ἐλπίδα. Ὧν ἕνεκα τὴν πᾶσαν ἐμαυτοῦ σχολὴν, καὶ τὴν ἀπὸ τῶν κακῶν ἀργίαν ἀνατιθεὶς τῷ Θεῷ, τὰ τρυφερὰ καὶ ἅγια Σάββατα ἐπιτελεῖν πειρῶμαι, διὰ τοῦ ἐξομολογεῖσθαι καὶ ψάλλειν καὶ ἀναγγέλλειν τὸ πρωὶ̈ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. Τότε γὰρ μάλιστα ἡ ἀλήθεια τῆς θεοσεβοῦς δείκνυται ψυχῆς, ὅτε, ἐν σκοτίᾳ καὶ σκότει τυγχάνουσα, ὡς ἐν λαμπροτάτῳ φωτὶ καὶ ἐν ἡμέρᾳ διαυγεστάτῃ τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς συνειδήσεως ἐπιδείκνυται.
Τοιοῦτος καὶ ὁ μετ’ ᾠδῆς εἰρημένος ψαλμὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, τουτέστι τὸν τῆς κατὰ Θεὸν σχολῆς τε καὶ ἀναπαύσεως καιρὸν, ἐν ᾧ καὶ ἡμᾶς τῇ μελέτῃ τῶν θείων μαθημάτων σχολάζοντας, τοὺς εὐχαριστηρίους λόγους τῆς προκειμένης ᾠδῆς ἀναπέμπειν προσήκει τῷ Θεῷ.

A song of DavidΣΙΝΟΣ ΩΔΗΣ ΤΩ ΔΑΥΙΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΣΙΝΟΣ ΩΔΗΣ ΤΩ ΔΑΥΙΔ. ϟΒ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, τουτέστιν ἀπὸ τῆς πρώτης ἀνθρώπων γενέσεως μέχρι τῆς κατὰ Μωϋσέα σωματικῆς λατρείας, ἥτις ἐπιγείου Ἱερουσαλὴμ πάλαι πρότερον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας συνετελεῖτο· εἰκότως ὅτε ὁ θάνατος ἐβασίλευε, καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, τουτέστιν ὁ διάβολος κατεκράτει, οὐκ ἦν τότε ἀνθρώπων βασιλεύων ὁ Κύριος, ἀλλά τις πολύθεος καὶ δαιμονικὴ πλάνη. Διδάσκει δὲ ὁ αὐτὸς Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.
Εἰκότως οὖν ὁ προὼν τοῦ Θεοῦ Λόγος, αὐτὸς ὢν ἡ ζωὴ, ἐπὶ καθαιρέσει τοῦ θανάτου θνητὸν ὄργανον τὸ σῶμα τὸ ἀνθρώπειον ἀναλαβὼν, καὶ τοῦτο τῷ θανάτῳ παραδοὺς εἰς ἔνδειξιν τῆς οἰκείας φύσεως, κἄπειτα αὐτὸ τοῦ θανάτου ἐξελὼν εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, λύει μὲν τοῦ θανάτου τὸ κράτος, λύει δὲ καὶ τοῦ διαβόλου τὴν κατὰ τῶν ἀνθρώπων τυραννίδα· ἀλλὰ καὶ τῶν πάλαι κατακρατούντων τοῦ ἀνθρωπείου γένους δαιμόνων πονηρῶν καὶ πνευμάτων ἀκαθάρτων τὴν ἐνέργειαν σβέννυσι, πᾶσάν τε καθελὼν τὴν ἀντικειμένην καὶ ἐχθρὰν τῷ Θεῷ δύναμιν, τὴν πατρικὴν τῷ Θεῷ βασιλείαν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πᾶσι τοῖς ἔθνεσι προξενεῖ. Διὸ δὴ καταλυθείσης τῆς τοῦ θανάτου δυναστείας, καὶ καταργηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου, τουτέστι τοῦ διαβόλου, βασιλεύοντος δὲ ἤδη λοιπὸν τῶν ἐπὶ γῆς ἁπάντων ἐθνῶν τοῦ Κυρίου, σὺν αὐτῷ βασιλευούσης ἀνθρώπων τῆς κατὰ Θεὸν ζωῆς, εἰκότως τὸ θεῖον Πνεῦμα, χορεῦον ἐπὶ τῷ κατορθώματι καὶ πάντας ἡμᾶς ἐπὶ τὴν χορείαν συνάγον, ἀναφωνεῖ καὶ λέγει· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
PG 23:1185Βασιλεύει δὲ ὁ Κύριος, αὐτὸς ὢν ἡ ζωὴ, καὶ αὐτὸς ὢν ὁ τοῦ Θεοῦ Λόγος, πάσης ψυχῆς, ἧς μὴ καθάπτεται ἀλογία καὶ ἀφροσύνη, καὶ ἧς μὴ βασιλεύει ἁμαρτία, καὶ ἧς μὴ κρατεῖ ὁ διάβολος, καὶ ἧς μὴ καταδυναστεύει θάνατος, τιτρώσκων αὐτὴν καὶ ἀναιρῶν διὰ τῶν ἰδίων κέντρων. Τὸ δὲ κέντρον τοῦ θανάτου τὴν ἁμαρτίαν εἶναι διδάσκει ὁ Ἀπόστολος, δι’ ἧς ἀναιρεῖται ψυχὴ κατὰ τὴν φάσκουσαν προφητείαν· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ ἀσκητέον τὸ μήτε ἀλογίαν, μήτε ἁμαρτίαν, μήτε τὸν διάβολον, μήτε τὸν θάνατον ἡμῶν διὰ τῆς ἁμαρτίας κρατεῖν· μόνον δὲ κυριεύειν ἡμῶν τὸν Λόγον καὶ τὴν ζωὴν, τουτέστι τὸν Κύριον, διὰ πάσης ἀρετῆς βασιλεύοντα τῶν κατηξιωμένων τῆς ὑπ’ αὐτοῦ βασιλείας. Ἐπεὶ δὲ μέλλων βασιλεύειν, οὐ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν ὁ τοῦ Θεοῦ Λόγος αὐτὸς ὢν ὁ Κύριος, καὶ οὐ μόνον τῶν ἐν οὐρανοῖς ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, καθὼς αὐτὸς διδάσκει λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, τουτέστι τὸ θνητὸν σῶμα καὶ τὸ ἀνθρώπειον ὄργανον· τοῦτο γὰρ ἦν ἡ μορφὴ τοῦ δούλου·
τότε μὲν, ὅτε ταῦτ’ ἔπραττεν, ἀπρέπειαν περιεβάλλετο, ὥστε περὶ αὐτοῦ λέγειν, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὅτε δὲ ἀπολαβὼν τὴν δόξαν, ἣν καὶ πρότερον εἶχε παρὰ τῷ Πατρὶ, τὴν τοῦ δούλου μορφὴν ἐπὶ τὸ κρεῖττον μετεσχημάτισε, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ τηνικαῦτα εὐπρέπειαν ἐνεδύσατο· ὅτε καὶ τὴν τοῦ Πατρὸς βασιλείαν, καὶ τὰ πάντων, οὐ μόνον τῶν ἐν οὐρανοῖς, ἀλλὰ καὶ τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν ἐκράτυνε, πᾶσαν τὴν πολύθεον καθελὼν πλάνην. Διὸ λέλεκται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· τὸ γοῦν ἐνεδύσατο, ὡς κατά τινα καιρὸν ἀποδυσαμένου τὴν εὐπρέπειαν, λέλεκται· καὶ ὅτε μὲν ὑπέμενε τὰ κατὰ τὸ πάθος, ἐσταυρώθη, φησὶν ὁ Ἀπόστολος, ἐξ ἀσθενείας· ὅτε δὲ νενικηκὼς τὸν θάνατον, τὴν κατὰ πάντων ἀπελάμβανε βασιλείαν, πάλιν ἐπλήρου τὸ, Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Χριστὸς γὰρ Θεοῦ δύναμις ἦν καὶ Θεοῦ σοφία.
PG 23:1187Εἶθ’ ἅτε τὴν οἰκείαν δύναμιν ἐνδυσάμενος, καὶ ταύτῃ περιζωσάμενος, μεγάλῳ κατορθώματι ἑαυτὸν ἐπιδίδωσι. Τί δὲ ἦν τοῦτο, ἑξῆς ὁ λόγος διδάσκει φάσκων· Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Μικροῦ γὰρ δεῖν ὅλην αὐτὴν διόλου κατὰ βαράθρων ἐνεχθεῖσαν, ὁπηνίκα τὰ τῆς δαιμονικῆς ἐνεργείας κατὰ πάντων ἴσχυεν, ἀνήγειρε καὶ διωρθώσατο, πᾶσαν τὴν ἐχθρὰν καὶ δαιμονικὴν δύναμιν, τήν τε πολύθεον πλάνην ἀνατρέψας. Οὕτω γοῦν ἐστερέωσε τὴν οἰκουμένην, ὡς μηκέτ’ αὐτὴν σαλεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλησίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐνανθρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι·
ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδαξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυτὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ’ ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ παρεκελεύετο. Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ’ οὐκ, ἦς, φησὶν, ἀλλ’, εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ’ οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ ποταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ’ οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι.
PG 23:1189Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον, δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο. Καὶ τῆς γε φωνῆς αὐτῶν ἐκεῖνα ἦν, δι’ ὧν ἐβόων λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ· καὶ πάλιν· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Καὶ τὰ πλήθη δὲ τῶν ἐν ἀνθρώποις τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν ποταμηδὸν ἐν αὐταῖς τῶν ἐξ ἐθνῶν πεπιστευκότων συῤῥεόντων ἀεὶ, ἐπαιρόντων τε φωνὴν ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς, ἔν τε ταῖς δι’ ὕμνων καὶ ψαλμῶν δοξολογίαις, δύνανται λέγεσθαι ποταμοί· ἐπεὶ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν τοὺς μέλλοντας ἐκ τῆς αὐτοῦ καὶ θείας διδασκαλίας ἀρύεσθαι, καὶ τοῦ ἁγίου Πνεύματος πίνειν, ποταμοῖς παραβάλλει λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Ἀροῦσι ποταμοὶ ἐπιτρίψεις αὐτῶν ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψίστοις ὁ Κύριος. Εἰ νενόηνται οἱ ποταμοὶ οἱ ἐπὶ τῇ δόξῃ τῆς τοῦ Κυρίου βασιλείας τὴν αὐτῶν φωνὴν ἐπαίροντες, ἐκ τοῦ ἐναντίου νοηθήτωσαν ἕτεροι ποταμοὶ ἐπιτριβόμενοι καὶ κατεπαιρόμενοι τῆς γνώσεως τοῦ Θεοῦ, ἐναντίως δέ τε διακείμενοι τοῖς ἐπαίρουσι τὴν φωνὴν αὐτῶν τῷ Θεῷ. Οὗτοι δὴ οὖν οἱ ἐναντίοι ποταμοὶ αἴρουσι, φησὶ, τὰς ἐπιτρίψεις αὐτῶν, τουτέστιν ἀποθήσονται πᾶν ἔπαρμα καὶ πάντα τῦφον, καὶ πᾶσαν ἐπιτριβήν· καὶ τοῦτο ποιήσουσιν ἀπὸ τῆς φωνῆς τῶν ἁγίων ὑδάτων. Νοήσεις δὲ τὸ εἰρημένον ἐπιστήσας, ὡς πάλαι μὲν ἐν ἀνθρώποις πολλάκις ἦν ἐπαγγελία σοφίας τοῦ αἰῶνος τούτου, καὶ φιλοσοφίας ἀνθρωπίνης ἐπιτριβή· ἐφ’ ᾗ καὶ ἐπήροντο φυσιούμενοι καὶ ἐπιτριβόμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν· ὡς δὴ μεγάλα τινὰ καὶ σοφὰ μαθήματα μετερχόμενοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου.
Ὅτε γε μὴν εἰς πᾶσαν τὴν γῆν παρ’ Ἕλλησί τε καὶ παρὰ βαρβάροις ἐκκλησίαι Θεοῦ συνέστησαν, τὴν ἀληθῆ σοφίαν μετιοῦσαι, καὶ τὰς πρεπούσας τῷ Θεῷ δοξολογίας τε καὶ ὑμνολογίας ποταμηδὸν καὶ μετὰ μείζονος καὶ πεπαῤῥησιασμένης βοῆς ἀναπέμπουσαι, καὶ ὥσπερ ὑδάτων πολλῶν φωνὴν διὰ τὸ πλῆθος θεοσεβούντων ἀφιεῖσαι, τὸ τηνικαῦτα καθῃρέθη ὁ τῦφος τῶν πάλαι νομιζομένων σοφῶν, καὶ πᾶσα αὐτῶν ἐπιτριβὴ τεταπείνωται, τῆς σοφίας αὐτῶν εἰς οὐδὲν λογισθείσης. Εἰ δέ τις πώποτε ἐθαύμασε καὶ τῆς θαλάσσης τοὺς μετεωρισμοὺς, τοῦ βίου δηλαδὴ τοῦ θνητοῦ τὰς τρικυμίας καὶ τοὺς κλύδωνας τοὺς ἐπαιρομένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ἀλλ’ ἴστω, ὅτι ὑπὲρ πάντας θαυμαστός ἐστιν ἐν ὑψηλοῖς ὁ Κύριος· ὡς μηκέτ’ εὐλόγως τοὺς μετεωρισμοὺς τῆς θαλάσσης φοβεῖσθαι δεῖν τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας. Εἰκὸς δὲ θαλάςσης εἶναι μετεωρισμοὺς τοὺς ἐπανισταμένους τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διωγμούς· οὓς ὁ τὴν θάλασσαν κατοικῶν δράκων ἐνεργεῖν εἴωθεν, ὁ μετεωρίζων κύματα αὐτῆς, βομβῶν τε καὶ ἠχῶν καὶ ταράττων, καὶ μονονουχὶ ἀπειλῶν πᾶσαν ἄρδην κατακλύσειν τε καὶ ἀφανίσειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
PG 23:1191Εἴποις δ’ ἂν καὶ ἄλλως πρὸς λέξιν ταῦτα διηγούμενος, ἐπαίρειν τοὺς ποταμοὺς, αὐτοὺς δὴ τούτους τοὺς αἰσθητοὺς, τὴν φωνὴν αὐτῶν τῷ Θεῷ, τοῦ δημιουργοῦ τοῦ δὴ καὶ κτίσαντος αὐτοὺς καὶ ὑποστησαμένου τὴν δόξαν ἐμφαίνοντας. Ὡς γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, τὸν αὐτὸν τρόπον ἐκ τῶν μερῶν τοῦ κόσμου τὸ θαῦμα τῆς τοῦ Θεοῦ μεγαλουργίας τοῖς ὁρᾷν δυναμένοις παρίσταται. Εἰ γοῦν τις παρ’ ἑαυτῷ λογίσαιτο, πόθεν ἄρα φέρεται ἡ τοσαύτη τῶν ποταμῶν φορὰ, πόθεν τὰ τοσαῦτα μεγέθη καὶ τὰ πλήθη τῆς ὑγρᾶς οὐσίας, πόθεν αἱ μηδὲ πώποτε ἐξ αἰῶνος διαλείψασαι πηγαὶ, αἱ τοὺς ἀεννάους καὶ παμμεγέθεις βρύουσαι ποταμούς· ἀπὸ ποίων ἆρα βυθῶν ὁρμῶνται, καὶ ἐκ ποίας ὑποστάσεως τὸν σύμπαντα ῥέουσιν αἰῶνα· εἴ τις ταῦτα ἐννοήσειεν, ὄψεται ὡς μονονουχὶ φωνὴν ἀφίησι, καὶ ἡ διὰ τῶν ποταμῶν αὐτῶν δὴ τούτων παρισταμένη τοῦ κτίστου καὶ δημιουργοῦ τῶν ὅλων μεγαλουργία, μαρτυροῦσα τῇ αὐτοῦ θεότητι.
Οὕτω δὲ καὶ τοὺς μετεωρισμοὺς τῆς θαλάσσης ὁρῶν τις, ὡς ἐπαίρεται κυρτούμενα αὐτῆς εἰς ὕψος τὰ κύματα, καὶ ὡς πάλιν ταῦτα συμπίπτοντα ἐν αὐτοῖς θραύεται, καὶ ὡς οὐ δύναται οὐδὲ τολμᾷ τὸν ὅρον καὶ τὸν νόμον ὑπερβῆναι τὸν αὐτοῖς διατεταγμένον, ὄψεται καὶ διὰ τούτων τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὴν δύναμιν. Εἶπε γοῦν αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ ἐν σοὶ συντριβήσονταί σου τὰ κύματα, καὶ ὅριον αὐτῇ ἔθετο, καὶ οὐχ ὑπερβήσεται, οὐδὲ ἐπιστρέψει καλῦψαι τὴν γῆν. Καὶ ἑτέρως δὲ παρὰ τὰ εἰρημένα εἴποι ἄν τις θαυμαστοὺς εἶναι τοὺς μετεωρισμοὺς τῆς θαλάσσης, ὁπηνίκα προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα· ὅτε καὶ ἐπετίμησεν αὐτῇ, καὶ γέγονε γαλήνη μεγάλη. Καὶ ἄλλοτε πάλιν, ὅτε τῷ τοῦ Κυρίου κελεύσματι διαιρεθεῖσα, καὶ εἰς ἑαυτὴν διαστᾶσα καὶ ἀναχωρήσασα, παρέσχε δίοδον τοῖς υἱοῖς Ἰσραὴλ διελθεῖν δι’ αὐτῆς ὡς διὰ ξηρᾶς γῆς. Καὶ τότε γὰρ θαυμαστοὶ γεγόνασιν αὐτῆς οἱ μετεωρισμοί. Οὐ μὴν ἀλλὰ καὶ οἱ ποταμοὶ ἐπῆραν φωνὴν ἑτέρως, ὅτε ἡ κιβωτὸς διῄει τὸν Ἰορδάνην, ὑπανεχώρει τε καὶ ἵστατο τὰ ὕδατα ἔργοις τὴν δόξαν ἐκβοῶντα τοῦ Θεοῦ·
καὶ ὅτε, αὐτοῦ τοῦ Σωτῆρος βαπτισθέντος ἐν τῷ αὐτῷ ποταμῷ, ἡ οὐράνιος φωνὴ Υἱὸν αὐτὸν ἀγαπητὸν εἰς τὰς πάντων ἀκοὰς ἀνεκήρυττε. Τὰ μαρτύρια ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Αἱ περὶ τῶν μελλόντων προφητεῖαι, καθ’ ἃς ἐφέροντο καὶ αἱ περὶ τῆς τοῦ Κυρίου βασιλείας μαρτυρίαι, πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, οὔπω παρεῖχον ὁρᾷν τὸ πιστὸν τῶν λόγων. Μετὰ δὲ τὴν ἔκβασιν, καὶ τὰ διὰ τῶν ἔργων ἐπιτελέσματα ἐπιστώθη τὰ μαρτύρια τοῦ Θεοῦ. Πάλαι μὲν γὰρ εἴρητο καὶ προπεφήτευτο, ἐκ μακροῦ τε προσεδοκᾶτο τὰ περὶ τῆς εἰς ἅπαντα τὰ ἔθνη τοῦ Θεοῦ βασιλείας· ἐπιστώθη δὲ τὸ φῆσαν τοῦτο μαρτύριον νῦν, ὅτε ἔργοις ὁρᾶται πεπληρωμένον τὸ λόγιον. Καὶ πάλαι μὲν ἐλέγετο περὶ τοῦ Κυρίου, ὡς ἄρα εὐπρέπειαν ἐνεδύσατο·
PG 23:1193νῦν δὲ, πιστουμένου τοῦ λόγου δι’ αὐτῶν τῶν ἔργων, πέφηνεν ἡ ἀλήθεια τῆς προῤῥήσεως, ὅτε ἀποδυσάμενος τὴν τοῦ Θεοῦ μορφὴν, καὶ τὴν τοῦ δούλου περιθέμενος, καὶ μέχρι γε τοῦ ἀπρεποῦς θανάτου φθάσας, μετὰ ταῦτα τὴν μὲν ἀπρέπειαν ταύτην ἀποτέθειται, ἐνεδύσατο δὲ τῆς πατρικῆς δόξης τὴν εὐπρέπειαν, τὴν κατὰ πάντων βασιλείαν, τῶν τε ἐν οὐρανοῖς καὶ τῶν ἐπὶ γῆς ἀναδησάμενος. Καὶ πάλιν τὰ μὲν προφητικὰ μαρτύρια περιεῖχεν, ὡς ἐνδυσάμενος δύναμιν ὁ Κύριος, ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἐπιστώθη δὲ καὶ ταῦτα, ὅτε μετὰ τὸ πάθος, τὴν οἰκείαν ἀπολαβὼν δύναμιν, ἐν πάσῃ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ τὴν Ἐκκλησίαν αὐτοῦ ἐστερέωσεν, εἰς τὸ μηκέτι σαλεύεσθαι ὧδε κἀκεῖσε τὰς τῶν ἀνθρώπων ψυχὰς περὶ τὴν ἄθεον δεισιδαιμονίαν πλανωμένας. Καὶ πάλιν τὰ μὲν διὰ τῶν προφητῶν μαρτύρια προεφήτευον, ὡς ἄρα οἱ ποταμοὶ ἐπαροῦσι φωνὴν αὐτῶν, καὶ ἄλλοι ποταμοὶ ἀροῦσι τὰς ἐπιτρίψεις αὐτῶν·
καὶ ταῦτα δὲ τὰ μαρτύρια ἐπιστώθη, ὅτε κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ καὶ καθ’ ὅλης τῆς οἰκουμένης τὰ πλήθη τῶν εὐσεβούντων κατὰ τὸ Εὐαγγέλιον ἐπαίρει φωνὰς εὐχαριστηρίους, τὰς δι’ εὐχῶν καὶ ὑμνολογιῶν τῶν πρὸς τὸν Θεὸν ἀναπεμπομένας, ὑφ’ ὧν οἱ πάλαι ἐπιτριβόμενοι σοφοὶ τοῦ αἰῶνος τούτου κατῄρηνται, καὶ τὰς ἐπιτρίψεις αὐτῶν περιεῖλον, ὡς πᾶσαν αὐτῶν σβεσθῆναι τὴν φιλοσοφίαν. Κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς λοιπὰς τῶν προφητειῶν προῤῥήσεις διεξιὼν, ἐφ’ ἑκάστῳ ἁρμόσεις τὸ, Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Αἱ μὲν οὖν ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαι, σφόδρα τὸ πιστὸν εἰλήφασι διὰ τῆς ἐν ταῖς ἐκβάσεσιν ὁρωμένης ἀληθείας· τῷ δὲ οἴκῳ σου, τουτέστι τῇ Ἐκκλησίᾳ σου, οὐδὲν οὕτω πρέπει εἰς τὸ φυλάττεσθαι αὐτὴν εἰς μακρότητα ἡμερῶν, ὡς ἁγιωσύνη. Ὡς γὰρ τοῖς μαρτυρίοις σου οἰκεία ἐστὶν ἡ ἀλήθεια καὶ ἡ πίστις, οὕτω καὶ τῷ οἴκῳ σου πρέπει ἁγιωσύνη· ὑφ’ ἧς φυλαττόμενος μένει καὶ παραμενεῖ εἰς μακρότητα ἡμερῶν. Εἰ γάρ ποτε συμβαίη ἀπρέπειαν ἐν τῷ οἴκῳ σου εὑρεθῆναι, καὶ ἀντὶ ἁγιάσματος βέβηλον, καὶ ἀκάθαρτον, καὶ μυσαρὰν πρᾶξιν, οὐκέθ’ οἷόν τε αὐτὸ εἰς μακρότητα ἡμερῶν διαμένειν.
Ἐρεῖ γὰρ ὁ ἐν αὐτῷ κατοικῶν Θεὸς ἅγιος ὢν καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἢ, ὃ μὴ γένοιτο, ἀπρεπές τι καὶ ἀλλότριον ἁγιάσματος περὶ τὸν οἶκον αὐτοῦ εὑρηθείη ποτὲ, τὸ, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Διὸ δεήσει ἡμᾶς πρὸ πάντων καὶ ὑπὲρ πάντων φροντίζειν, εἰσιόντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἁγιασμοῦ καὶ σωφροσύνης.

Psalm 6ΨΑΛΜΟΣ 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΤΕΤΡΑΔΙ ΣΑΒΒΑΤΩΝ. ϟΓ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ἀνεπίγραφος μέν ἐστι παρ’ Ἑβραίοις ὁ ψαλμὸς, περιέχει δὲ παράκλησιν καὶ παραμυθίαν τῶν κατὰ τὸν βίον τὸν ἐνεστῶτα διωκομένων καὶ καταπονουμένων εὐσεβείας ἕνεκα, ὧν καὶ τὴν εὐχὴν ὑποκαταβὰς τίθησι. Προτάττει δὲ τῆς εὐχῆς τὴν παράκλησιν καὶ τὴν παραμυθίαν προλαμβάνων τὴν δέησιν τῶν διωκομένων καὶ προθεραπεύων αὐτῶν τοὺς πόνους, ἔργοις τε παριστὰς πληρούμενον ἐπ’ αὐτοῖς τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Θαρσεῖτε τοιγαροῦν, ὦ οὗτοι, φησίν·
PG 23:1195ἔστι γὰρ ὁ Κύριος, ἐφ’ ὃν ἠλπίσατε, ὥσπερ Θεὸς ποιητὴς καὶ Θεὸς δημιουργὸς, καὶ Θεὸς σωτὴρ, καὶ Θεὸς εὐεργέτης, καὶ Θεὸς κριτὴς, καὶ Θεὸς πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, μακρόθυμός τε καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ἄλλας μορίας ἔχων θεϊκὰς ἐπινοίας· οὕτω καὶ Θεὸς ἐκδικήσεων. Μέλει γὰρ αὐτῷ τῶν ἐν οὐρανοῖς πραττομένων, ὡς καὶ δίκην τὴν ἀξίαν παρὰ τῶν ἀδικούντων εἰσπράττεσθαι, κρίνειν τε δικαίως καὶ κολάζειν οὓς δεῖ, ἀποδιδόναι τε ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Θαρσεῖτε τοιγαροῦν μαθόντες, ὅτι Θεὸν ἔχετε ἐκδικήσεων· πέφυκε γὰρ εἶναι Θεὸς ἐκδικήσεων ὁ ὑμέτερος Θεὸς, καὶ τῷ παῤῥησίαν ἄγειν ὡς Θεὸς ἔκδικος τῶν ἀδικουμένων, διαῤῥήδην τε καὶ μετὰ παῤῥησίας τοῦτο διὰ τῶν αὐτοῦ προφητῶν κηρύττει· οὕτω γοῦν αὐτοῦ καὶ ὁ περὶ προνοίας συνίσταται λόγος, καθ’ ἢν δικαίως καὶ σοφῶς τὰ σύμπαντα διοικεῖ. Τέως μὲν κατὰ τὸν ἐνεστῶτα βίον, ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ἐξ ἴσου τε τοῖς πᾶσι τὰ αὐτοῦ παρέχων ἀγαθά·
κατὰ καιρὸν δὲ τὸν προσήκοντα Θεὸς ἐκδικήσεων γινόμενος, ὅτε καὶ τὴν πρέπουσαν δίκην παρὰ τῶν μὴ καλῶς ταῖς εὐεργεσίαις αὐτοῦ κεχρημένων εἰσπράξεται. Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι ἀδικίαν; Τὸ μὲν θεῖον Πνεῦμα προφητικῶς καὶ περὶ τῆς εὐχῆς τὴν ἀπόκρισιν ἐποιήσατο προλαβὸν τὸ μέλλον ῥηθήσεσθαι μετὰ τὴν εὐχὴν διὰ τὴν πρόγνωσιν τῶν ἐν τῇ εὐχῇ περιεχομένων. Διόπερ οἱ δύο προετάγησαν στίχοι τὴν ἀπόκρισιν περιέχοντες τοῦ ἁγίου Πνεύματος, τὴν ἁρμόζουσαν τῇ προσευχῇ. Τά τε μὴν τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεὸν ἀπὸ τοῦ, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἄρχεται. Φησὶ τοίνυν ὁ Λόγος· Ἀφ’ οὗπερ ὁ τῶν ἀνθρώπων ἤρξατο συνεστάναι βίος, ἀπὸ τότε ἁμαρτωλοὶ κατισχύειν τῶν δικαίων ἤρξαντο· ὡς Κάϊν τοῦ Ἄβελ, καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ γίγαντες τῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ Ἠσαῦ τοῦ Ἰακὼβ, καὶ τοῦ Ἰωσὴφ οἱ ἀδελφοί· καὶ οὕτω προϊὼν τοῖς χρόνοις, εὕροις ἂν καθ’ ἑκάστην γενεὰν τοὺς ἁμαρτωλοὺς ἐπανισταμένους τοῖς δικαίοις.
Ἕως οὖν πότε, ὦ Κύριε, τοῦτο ἔσται; Ἕως πότε εἰς τοσοῦτον ἐπιτριβῆς ἐλάσουσιν οἱ ἁμαρτωλοὶ, ὡς καὶ ἐγκαυχᾶσθαι ταῖς ἀσεβείαις αὑτῶν, καὶ μηδὲ σιωπᾷν ἐφ’ οἷς πράττουσι, μηδὲ ἀποκρύπτειν τὴν αὑτῶν κακίαν, ἀλλὰ καὶ φθέγξασθαι καὶ ἐξάκουστον τοῖς πᾶσιν ἐκλαλεῖν τὰς ἀδικίας αὐτῶν; Ἕως οὖν πότε ἄρα προχωρήσῃ αὐτοῖς ταῦτα ποιοῦσι; Ἀλλὰ γὰρ ἤδη ποτὲ ἐπὶ τὸν ὑψηλὸν ἀναβὰς τῆς δικαιοκρισίας σου θρόνον, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, καὶ, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις, τὴν ἀξίαν. αὐτοῖς ἀποδιδοὺς τιμωρίαν. Νῦν γάρ σου αὐτοῦ καταπεφρονήκασιν, ὡς μηδὲν ὑψηλὸν ἔχοντος, μηδὲ ὁρῶντος, μηδὲ κρίνοντος τὴν γῆν. Διὸ καὶ ἄκριτα καὶ ἀπρονόητα ὑπειλήφασιν εἶναι τὰ κατὰ τὸν ἑαυτῶν βίον. Ἀλλ’ ἐγὼ τῆς ἀσεβείας αὐτῶν ἀλλότριος εἶναι εὐχόμενος, πέπεισμαι, ὅτι σὺ Θεὸς ἐκδικήσεων, ἢ καὶ σὺ εἶ ὁ κρίνων πᾶσαν τὴν γῆν. Εἰ γὰρ καὶ ταπεινοῖς σεαυτὸν, χρηστότητι καὶ ἀνοχῇ καὶ μακροθυμίᾳ χρώμενος, ἐπέχεις τε τὴν κατὰ τῶν ἀσεβῶν ὀργήν· ἀλλ’ ἐγὼ πιστεύων, ὅτι οὐδὲν ἔσται ἄκριτον σοῦ ἐφορῶντος τὰ σύμπαντα, ἱκετεύω καὶ δέομαι ὑψωθῆναί σε καὶ δεῖξαι τοῖς πᾶσι τὸ οἰκεῖόν σου μέγεθος καὶ τὸ ὕψος τῆς θεότητός σου·
PG 23:1197ὅπως ἤδη ποτὲ παύσωνται οἱ ἁμαρτωλοὶ ἐναβρυνόμενοι καὶ ἐγκαυχώμενοι ἐπὶ πᾶσιν οἷς παρανόμως διαπράττονται. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ προςήλυτον ἀπέκτειναν, καὶ ὀρφανοὺς ἐφόνευσαν. Καὶ εἶπαν, Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Οὐκ ἤρκει, φησὶ τοῖς ἁμαρτωλοῖς τὸ εἰς αὑτοὺς ἁμαρτάνειν, ἀλλ’ ἤδη καὶ τῷ σῷ λαῷ καὶ τῇ σῇ Ἐκκλησίᾳ ἐπανέστησαν, τοὺς μὲν ταπεινοῦντες, τοὺς δὲ κακοῦντες, τοὺς δὲ παντελῶς ἀναιροῦντες. Καὶ ταῦτα κατὰ τοῦ σοῦ λαοῦ, ὦ Κύριε, καὶ κατὰ τῆς σῆς κληρονομίας τετολμήκασι, μονονουχὶ τὰ ἀσεβῆ καὶ βλάσφημα περὶ σοῦ φρονοῦντες Εἶπον γὰρ ἐν ἑαυτοῖς ἀσεβὲς λογισάμενοι· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Διὸ, ὡς μὴ ἐφορῶντος, μηδὲ συνιέντος σοῦ, τὰ τοσαῦτα δρᾷν ἐπιχειροῦσι κατὰ τοῦ λαοῦ σου, καὶ κατὰ τῆς κληρονομίας σου, κατά τε χηρῶν καὶ προσηλύτων καὶ ὀρφανῶν, τῶν κατὰ ἀνθρώπειον ἀπεριστάτων καὶ ἀβοηθήτων. Οὐ τοσοῦτον δὲ κατ’ ἐκείνων ταῦτ’ ἔπραττον, ὅσον κατὰ σοῦ, ὦ Κύριε· σοῦ γὰρ ἦσαν λαὸς καὶ σοῦ κληρονομία οἱ καταπονούμενοι·
καὶ εἰς σὲ βλασφημοῦντες καὶ ἀσεβοῦντες οἱ καταπονοῦντες αὐτοὺς ταῦτ’ ἐλογίζοντο, ὡς οὐκ ὄντος σοῦ, οὐδ’ ἐφορῶντος, οὐδὲ συνιέντος, οὐδὲ ἐκδικοῦντος τὰ πραττόμενα. Διὸ εἰκότως ἔφην εὐχόμενος, Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε διαμενοῦσι ταῦτα ποιοῦντες; Λαόν τε καὶ κληρονομίαν Θεοῦ χρὴ νοεῖν πάλαι μὲν τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Μετὰ δὲ τὴν ἐκείνων ἀποβολὴν, ἣν παρίστησι προφητικός τις λόγος, φήσας· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου· νέον λαὸν τὸν ἐξ ἐθνῶν ἀντ’ ἐκείνων εἰσάγει ἀκολούθως ἑτέρα προφητεία εἰς πρόςωπον τοῦ Χριστοῦ φάσκουσα· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐκ ἀκούσεται; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.
PG 23:1199Ἀποδυςπετήσας καὶ ἀνθρωπίνως ἀποκλαυσάμενος ὁ Προφήτης περὶ τῶν τοῖς ἀσεβέσι τολμωμένων, εὐξάμενός τε καὶ εἰπών· Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· ἀλλὰ καὶ ὡς ἀνακινήσας τὸν Θεὸν, καὶ διεγείρας διὰ τοῦ φάναι· Τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν καὶ ἐταπείνωσαν, καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· ἐμπίπλαται τῆς τοῦ ἁγίου Πνεύματος δυνάμεως, καὶ ὡς πρὸς τοὺς εἰρηκότας· Οὐκ ὄψεται ὁ Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακὼβ, ἀποκρίνεται λέγων· Καὶ πῶς, ὦ τὴν διάνοιαν ἀληθῶς τυφλοὶ, οὐ δύναται μὴ ὁρᾷν, μηδὲ ἀκούειν, ὁ τοῖς μὴ ἔχουσι ταῦτα παρασχόμενος; Πάντως γάρ που ὁ μεταδιδοὺς ἑτέροις πρῶτος αὐτὸς κέκτηται ταῦτα, ὧν μεταδίδωσιν. Ἔστι δὲ ὁ λόγος κατὰ συλλογισμὸν εἰρημένος καὶ κατασκευαστικὸς τοῦ περὶ προνοίας δόγματος. Προσῆκε δὲ μάλιστα τοῖς τοιούτοις τῶν θείων Γραφῶν ἐφιστάναι τὸν νοῦν τόποις, εἰς ἀπόδειξιν τοῦ μὴ ἄλογον πίστιν προβάλλεσθαι ἡμῖν ὑπ’ αὐτῶν, μετὰ λογισμῶν δὲ ἐναργῶν καὶ ἀποδείξεων λογικῶν τὰς τῶν δογμάτων μαρτυρίας παρέχειν· Μυρία δ’ ἂν εἴη τοιαῦτα ταῖς ἱεραῖς βίβλοις κατεσπαρμένα.
Συλλογίζεται τοιγαροῦν τοὺς ἀσεβεῖς καὶ ἀθέους τοῦ μὴ ἐφορᾷν τὸν Θεὸν τὰ ἀνθρώπινα φάσκοντας. Πότερα γὰρ, φησὶν, ὦ οὗτοι, αὐτόματος ὑπέστη τῶν ζώων ἡ φύσις, ἢ γέγονεν ἔκ τινος αἰτίου; Τὸ μὲν οὖν φάσκειν εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλόγως καὶ αὐτομάτως τὴν ἄζωον καὶ ἄψυχον καὶ ἀνόητον ὕλην τὰ τοσαῦτα ζῶα καὶ τὴν ἐφ’ ἑκάστῳ γένει τῶν ζώων τοιάνδε κατασκευὴν, τάς τε ἐν αὐτοῖς μορφὰς καὶ τὰ εἴδη καὶ τὴν τοσαύτην τῶν μερῶν τε καὶ μελῶν διάθεσιν, τήν τε τοῦ κάλλους ποικιλίαν, καὶ τὰς τοσαύτας διαφορὰς προενηνοχέναι, σφόδρα μωρὸν καὶ ἠλίθιον, καὶ ἀνδρῶν ὡς ἀληθῶς τὰς ψυχὰς νενεκρωμένων. Πῶς γὰρ τὸ μὴ ζωῆς μετέχον ζωὴν ἑτέρῳ ἂν παράσχοι; ἢ τὸ ἄψυχον πῶς ἂν ψυχὴν ὑποστήσαιτο; ἢ τὸ ἄλογον πῶς ἂν λογικόν τι κατασκευάσειε; Πῶς δὲ τὴν ἀρχὴν κινηθήσεται, ἢ πῶς ἕτερον κινήσει τὸ ἐξ ἑαυτοῦ τὴν φύσιν ἀκίνητον; Τοιοῦτον δὲ τὸ τῆς γῆς στοιχεῖον, ἐξ οὗ παντοῖα προῆλθε ζώων γένη, ὀφθαλμοὺς ἔχοντα καὶ ὦτα καὶ τὰ λοιπὰ αἰσθητήρια, ζωῆς καὶ κινήσεως καὶ ὁρμῆς μέτοχα; ἄνθρωπος δὲ καὶ τούτων ἐπάγεται πλέον, λογικῆς ὢν φύσεως, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸς τυγχάνων.
Ἆρ’ οὖν ἐξ ἀλόγου καὶ ἀψύχου στοιχείου τὰ τοιάδε πάντα ὑπέστη; Ἀλλὰ καὶ τὸν μὴ βουλόμενον ὁμολογεῖν αὐτὰ νικᾷ ἡ ἐνέργεια, καὶ ὁ κατὰ φύσιν λογισμὸς τἀληθῆ λέγειν ἐκβιάζεται, τὸ μὴ τὴν ἄψυχον ὕλην, μηδὲ τὴν ξηρὰν καὶ ἄλογον οὐσίαν τούτων ὑπάρχειν αἰτίαν· νοῦν δέ τινα θεῖον καὶ δημιουργικὸν εἶναι Λόγον Θεοῦ τὸν κοσμοποιὸν, καὶ πάντων ποιητὴν αὐτὸν, καὶ τοῖς λοιποῖς ἅπασι καὶ αὐτῷ ἀνθρώπῳ αἰσθήσεις δεδωκότα σώματος, καὶ ψυχῆς λογισμὸν, καὶ νοῦν πρὸς τούτοις εἰς τὸ ἐπιβάλλειν τῇ φύσει τῶν πραγμάτων· καὶ θεωρεῖν μὲν ὀφθαλμοῖς τὰ ὁρατὰ, ὠσὶ δὲ τὰ ἀκουστὰ ἀκούειν, λογισμῷ δὲ συνιέναι τὰ νοητά. Πῶς οὖν οἷόν τε τὸν ἑτέροις τοῖς μὴ παρ’ ἑαυτῶν ἔχουσι παρεσχηκότα τὴν ὁρατικὴν δύναμιν, αὐτὸν μὴ ὁρᾷν; Πῶς δὲ δυνατὸν τὸν ἐν τῷ γεώδει καὶ πηλίνῳ σκεύει διατρήσαντα ἀκοὴν καὶ οὖς, ἔνθεν τὰ εἰς ὦτα ἀκούειν τὴν ἄναυδον καὶ κωφὴν ὕλην τῶν ἔξωθεν φωνῶν αὐτῶν, μὴ οὐχὶ πρὸ πάντων πολὺ κρειττόνως καὶ μειζόνως τοῖς τῶν ἀνθρώπων ἐπιβάλλει λογισμοῖς;
PG 23:1201Εἰ δὲ καὶ ὅλα ἔθνη τὰ ἐπὶ γῆς βάρβαρά τε καὶ Ἑλληνικὰ, φυσικαῖς ἐννοίαις κινούμενα, ἃς ὑπὸ Θεοῦ εἰλήφασι, νόμους τινὰς καὶ διατάξεις ἑαυτοῖς διετυπώσαντο· πῶς οὐχὶ ὁ ταύτην αὐτοῖς τὴν σύνεσιν δεδωρημένος Θεὸς ἐλέγξει τοὺς παρὰ τὴν φύσιν καὶ παρὰ τὰς ὀρθὰς ἐννοίας πράττειν τι τολμῶντας; Πόθεν δὲ ἀνθρώποις ἡ περὶ παντὸς οὑτινοσοῦν πράγματος γνῶσις; πόθεν αἱ τέχναι; πόθεν τῶν ἐπιστημῶν αἱ θεωρίαι, πόθεν οἱ τῶν μαθημάτων λόγοι; ἆρ’ οὐκ ἀπὸ τοῦ κατασπείραντος ἐν αὐτοῖς τὴν δύναμιν τῆς τούτων καταλήψεως; Τί οὖν; ὁ τοιαύτην ἀνθρώπῳ φύσιν χαρισάμενος, αὐτὸς ἐστέρηται τῆς γνώσεως, ὡς μηδὲ γινώσκειν ταῦτα, ὧν αὐτὸς τυγχάνει δοτήρ; Ἀλλὰ γὰρ παύσασθε ἀσεβοῦντες, ὦ μάταιοι· ἀληθεῖ δὲ λόγῳ πειθόμενοι, γνῶτε, ὅτι ὁ φυτεύσας ἐν ἀνθρώποις τὸ οὖς, πολὺ πρότερος αὐτὸς τῶν παρὰ ἀνθρώποις λαλουμένων ἀκούσεται· καὶ οὐ μόνον ὄψεται καὶ τὰ πραττόμενα ἐποπτεύσει ὁ ἐν ἀνθρώποις πλάσας ὀφθαλμὸν, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις, τὰς ἔτι κατὰ διάνοιαν κρυπτομένας συνήσει. Αὕτη γὰρ Θεοῦ δύναμις γινώσκοντος καὶ διακρίνοντος τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.
Ἀληθῶς γὰρ πᾶσα ἡ παρὰ ἀνθρώποις νομιζομένη ἀλήθεια, καὶ πᾶσα ἡ παρ’ αὐτοῖς σοφία, ἣν ἐξ οἰκείων λογισμῶν καὶ θνητῶν ἐνθυμήσεων προβάλλονται, μάταιος ἂν εἴη. Πᾶν γὰρ σοφὸν καὶ ἀληθὲς παρ’ αὐτῷ μόνῳ τυγχάνει, καὶ παρ’ αὐτοῦ μόνοις τοῖς ἀξίοις δίδοται. Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν, τοῦ πραῦναι αὐτῷ ἀφ’ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Πεισθεὶς ἐγὼ καὶ πιστεύσας τοῖς εἰρημένοις, καὶ ὅτι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων εἰσὶ μάταιοι, εἰκότως ἐκεῖνον μόνον μακάριον εἶναι ἡγοῦμαι, ὦ Κύριε, τὸν ἀπὸ τῆς σῆς σοφίας καὶ παιδείας, ὥσπερ ἀπὸ πηγῆς μεταλαμβάνοντα. Πῶς δὲ μεταλάβοι ἄν τις τῆς σῆς παιδείας ἢ τῷ νόμῳ σου τῷ θείῳ μαθητευθείς; Διὰ τοῦτο γὰρ καὶ ἐγγράφους παρέδωκας εὐσεβείας νόμους, εἰς τὸ μεταλαμβάνειν τῆς σῆς παιδεύσεως τοὺς μαθητευομένους αὐτοῖς. Διδασκόμεθα δὲ διὰ τούτων, ὅτι τὰ συμβαίνοντα τοῖς δικαίοις λυπηρὰ ἐπ’ ὠφελείᾳ αὐτῶν γίνεται, γυμναζομένων καὶ πειραζομένων δίκην ἀθλητῶν Θεοῦ διὰ πόνων καὶ διὰ πληγῶν ἐν ὑπομονῇ δοκιμαζομένων.
Διὸ οὐ χρὴ λυπεῖσθαι, οὐδὲ ἀδημονεῖν ἐπὶ τοῖς κακουμένοις κατὰ τὸν παρόντα βίον, μακαρίζειν δὲ μᾶλλον αὐτοὺς, ὡς ὑπὸ τοῦ Θεοῦ παιδευομένους· Μακάριος γὰρ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε; καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὁ γὰρ παιδευόμενος ὑπὸ σοῦ καὶ διδασκόμενος, πραύ̈νεται ἐν ταῖς πονηραῖς ἡμέραις. Ἐν αὐταῖς γοῦν ταῖς κακοπαθείαις καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς τὰς ἀπὸ τοῦ νόμου σου παραμυθίας λαμβάνων θεραπεύεται, ὑπομένειν διδασκόμενος καὶ μακροθυμεῖν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος· τοῦτο γὰρ αὐτὸν περιμένει τὸ τέλος, καθάπερ ὁ σὸς νόμος διδάσκει. Διὸ ταῦτα μανθάνων ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ὁ δίκαιος, πραύ̈νεται καὶ θεραπεύεται, τὰς ἐκβάσεις, τῶν πραγμάτων σκοπῶν, καὶ τοῦ μὲν καταπονοῦντος αὐτὸν ἁμαρτωλοῦ τὸν βόθρον εἰς ὃν ἐμπεσεῖται, ἑαυτοῦ δὲ τὰς παρὰ τῷ Θεῷ ἀγαθὰς ἐλπίδας πρὸ ὀφθαλμῶν τιθέμενος. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Διάψαλμα.
PG 23:1203Ἀκολούθως μετὰ τὸ διαγράψαι τὸν ἀποκείμενον τῷ ἁμαρτωλῷ βόθρον, τὰ χρηστὰ τέλη τῶν διὰ τὸν Θεὸν κακουμένων ὑφηγεῖται. Ἐπεὶ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο, Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, εἰκότως νῦν τὰ τέλη τοῦ ταπεινουμένου λαοῦ καὶ τῆς κακουμένης κληρονομίας παρίστησι λέγων· Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν ἐπιτρέπει τοῖς ἀσεβέσι συγχωρῶν ταπεινοῦν καὶ κακοῦν τὸν λαὸν αὐτοῦ, ἀλλ’ οὐκ εἰς τέλος ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν καταλείψει. Ποῖον δὲ λαὸν καὶ ποίαν κληρονομίαν, ἔγνωμεν ἀπὸ τῆς εἰς πρόσωπον τοῦ Χριστοῦ λεγούσης φωνῆς· Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τὸν αὐτὸν δὲ λαὸν, τὸν ἐξ ἐθνῶν, καὶ Ζαχαρίας ὁ προφήτης θεσπίζει λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Τοῦτον τοίνυν τὸν λαὸν αὐτοῦ οὐκ ἀπώσεται Κύριος, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Μέχρι γὰρ τούτου φυλάξει τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ, ἕως ἂν ἐπιστρέψῃ ἡ τοῦ Θεοῦ δικαιοσύνη, τὰ ἔπαθλα τῶν πόνων ἀποδώσουσα τοῖς καλῶς ἠγωνισμένοις. Οἱ δὲ ἐχόμενοι τῆς δικαιοσύνης τοῦ Θεοῦ πλησίον αὐτοῦ στήσονται ἐν τοῖς δεξιοῖς τοῦ βασιλέως καταταγησόμενοι· ἅτε δὴ ὀρθοὶ καὶ εὐθεῖς γενόμενοι τῇ καρδίᾳ, καὶ μηδὲν τῇ ψυχῇ σκολιὸν, μηδὲ σκαμβὸν ἐπενηνεγμένοι, μόνην δὲ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν βεβαδικότες. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Εἰ ἔλεγον, Σεσάλευται ὁ ποῦς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἡ κατὰ τὸ διάψαλμα διαστολὴ πλείστην καὶ τῆς διανοίας ἐποιήσατο μεταβολήν. Ὡς γὰρ συμπληρωθέντος τοῦ προτέρου λόγου ἀφ’ ἑτέρας ἀρχῆς φησι· Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους;
μεμαθήκαμεν γὰρ, φησὶν, ἀπὸ τῆς τοῦ θείου Πνεύματος διδασκαλίας, ὅτι Θεὸς ἐκδικήσεών ἐστι Κύριος, καὶ ὅτι ἀποδώσει ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· καὶ ὅτι ὀρυγήσεται τῷ ἁμαρτωλῷ βόθρος· καὶ ὅτι οὐκ ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ καταλείψει· ἀλλ’ ἐπὶ τέλει τῶν πραγμάτων, ἐπὰν ἐπιστρέψῃ ὁ λαὸς εἰς κρίσιν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ ὡς δεξιοὶ στήσονται πλησίον τῆς αὐτοῦ δικαιοσύνης πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ σὺν αὐτῷ τῷ Κυρίῳ τὰς διατριβὰς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ποιησόμενοι, καὶ πᾶσαν αὐτῶν τὴν ζωὴν αὐτῷ παραστησόμενοι. Τούτοις μὲν οὖν ἐπίστευσα, καὶ πιστεύσας παρεκλήθην. Ἀλλὰ τέως κατὰ τὸν ἐνεστῶτα καιρὸν τίς ὑπὲρ ἐμοῦ στήσεται κατὰ τῶν πονηρευομένων; ἢ τίς ἔκδικος συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;
PG 23:1205Ἀλλὰ γὰρ εἴποιμ’ ἂν ὁμολογῶν τἀληθῆ, μηδένα βοηθὸν ἐν ἀνθρώποις εὑρήσειν ἐμαυτῷ, ἕνα δὲ μόνον ἐπίκουρον κεκτῆσθαι, τὸν Κύριον, ὃς εἰ μὴ βεβοηθήκει μοι, πάλαι ἂν ὑπὸ τῶν πονηρευομένων καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν νενικημένος τῷ ᾅδῃ παρῴκουν, αὐτῆς μου τῆς ψυχῆς καὶ τῆς λογικῆς, καὶ τῆς κατ’ εἰκόνα Θεοῦ γενομένης οὐσίας, τὸν θάνατον καὶ τὸν ᾅδην οἰκητήριον λαχούσης ἔχειν. Ταῦτα δ’ οὖν ἔπαθον ἂν, εἰ μὴ αὐτὸς ὁ Κύριος παραστὰς βεβοηθήκει μοι. Εἴ ποτε γοῦν πειραζόμενος ἐν τοῖς ἀγῶσιν ἀντελαβόμην ἀσθενείας ἐμαυτοῦ, ὡς κινδυνεύειν σαλευθῆναι τοὺς πόδας τῆς ἐμῆς ψυχῆς, ὁμολογῶ παραχρῆμα τοῦ ἐλέους σου, Κύριε, αἴσθησιν εἰληφέναι, καὶ ὑπὸ σοῦ βεβοηθῆσθαι· ὡς εἰ μὴ τοῦτό μοι παρῆν ὑποστηρίζον μου τοὺς πόδας, πάλαι ἂν ὀλισθήσας ἐπεπτώκειν ἀπὸ τῆς παρὰ σοὶ στάσεως. Νῦν δὲ τὸ ἔλεός σου, Κύριε, δίδωσί μοι παῤῥησίαν τοῦ λέγειν· Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνας τὰ διαβήματά μου. Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου.
Οὐ μόνον τοῖς ποσί μου τὸ ἔλεός σου δύναμιν παρεῖχε πρὸς τὸ μὴ σαλευθῆναι, οὐδὲ μόνον ἡ παρὰ σοῦ βοήθεια τὴν ἐμὴν κατεκράτει ψυχὴν πρὸς τὸ μὴ παροικῆσαι τῷ ᾅδῃ· ἀλλὰ καὶ ἃς ἔφερον ἐν τῇ καρδίᾳ μου ὀδύνας, αἱ παρὰ σοῦ παρακλήσεις ἐθεράπευον, ἀποῤῥήτῳ δυνάμει τῆς σῆς χρηστότητος παρακαλούσης μου τὴν ψυχὴν καὶ εὐφροσύνης αὐτὴν πληρούσης. Οὐδὲ γὰρ μία τις ἦν παράκλησις, οὐδὲ δευτέρα, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι ἦν ἀριθμὸς τῶν ἐν τῇ καρδίᾳ μου ὀδυνῶν. Ἐφαμίλλως γοῦν ταῖς ἐμαῖς ὀδύναις τὰς παρὰ σοῦ μοι παρεῖχες παρακλήσεις πρὸς ἑκάστην ὀδύνην, ὥσπερ τι φάρμακον σωτήριον τὴν σὴν παράκλησιν προσφέρων, καὶ ὥσπερ πλείοσι τραύμασι, πλείους καὶ τὰς θεραπείας προσάγων. Τοιούτων δὲ παρακλήσεων ὁ θεῖος Ἀπόστολος ἀντιλαμβανόμενος, ἔφασκεν· Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
Καὶ ἦν ἂν εἰπεῖν πρὸς ταῦτα, μεταβαλόντα τό· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, τό· Οὐκ ἄξιον τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου πρὸς τὰς παρακλήσεις σου, ὦ Κύριε, ἐφ’ αἷς ηὔφρανας τὴν ψυχήν μου. Εἰ δὲ ἐφ’ ἑκάστῃ ὀδύνῃ παρακαλεῖταί τις ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐφροσύνης καταξιοῦταί τις· οὐκ ἂν εὔξαιτο διὰ Θεὸν πλείους ὑπομένειν ὀδύνας, ὡς ἂν πλειόνων τυγχάνοι παρακλήσεων, καὶ πλειόνων τῶν ἐπὶ ταῦτα εὐφροσυνῶν; Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάςσων κόπον ἐπὶ πρόσταγμα; Εἰκότως, φησὶ, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου· ἐπειδήπερ οὐ πρόσεστί σοι Θεῷ ὄντι δικαίῳ καὶ ἀγαθῷ θρόνος ἀνομίας· πάντα γὰρ κρίσει δικαίᾳ καὶ ὀρθῷ νόμῳ διοικεῖς· διὸ πλάσσεις κόπον ἐπὶ πρόσταγμα, τουτέστι, τὸ πρόσταγμά σου κόπων καὶ καμάτων ἐστὶ ποιητικὸν διὰ τὰς μετὰ τοὺς πόνους διαδεξομένας ἀμοιβὰς τοὺς καλῶς ἀγωνισαμένους καὶ τὸν κόπον προθύμως καὶ εὐτόνως ὑπομείναντας. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.
PG 23:1207Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Οἱ μὲν ἀσεβεῖς, φησὶν, ἐπὶ τοσοῦτον τὴν τοῦ δικαίου ψυχὴν θηρεύσουσι παγίσιν αὐτὴν καὶ δικτύοις περιβάλλοντες, ἕως ὅτε καὶ μέχρι θανάτου περιελάσωσιν αὐτὴν, αἷμα ἀθῶον καταδικάζοντες. Οὐκ ἀρκοῦνται γὰρ ταῖς διὰ χρημάτων ζημίαις, οὐδὲ ταῖς κατὰ τοῦ σώματος τῶν δικαίων πληγαῖς τε καὶ αἰκίαις, ἀλλὰ καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον κατ’ αὐτῶν ἐκφέρουσι. Κἀκεῖνοι μὲν τοιοῦτοι· ἐγὼ δὲ καὶ τοιούτων καταφρονεῖν μεμαθηκὼς, καὶ μέχρι θανάτου εὐθαρσῶς ἵστασθαι, εἰδὼς ἔχειν ἐμαυτῷ καταφυγὴν τὸν Κύριον, καὶ βοηθὸν ἐλπίδος μου τὸν Θεόν μου· ὃς ἐμοὶ μὲν βοηθήσει καταφυγή μου γινόμενος· τοῖς δὲ θηρεύουσι τὴν ψυχὴν τοῦ δικαίου, καὶ αἷμα ἀθῶον καταδικάζουσιν, ἀποδώσει τὴν ἀνομίαν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν στρέψει κατ’ αὐτῶν ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ, ὅτε καὶ ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν· διὸ καὶ Θεὸς ἐκδικήσεων κατ’ ἀρχὰς εἴρηται τοῦ ψαλμοῦ.

Psalm 4ΨΑΛΜΟΣ Δ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1256ΨΑΛΜΟΣ ϟΔ.
PG 23:1207Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Οὐ φέρεται παρ’ Ἑβραίοις ἡ προγραφή· καὶ εἰκότως· οὔτε γὰρ ψαλμὸν, οὔτε ὕμνον, οὔτε ᾠδὴν εὔλογον ἦν ἐπιγράφειν, τὸν καλοῦντα μὲν τὸν Ἰουδαίων λαὸν ἐπὶ ἀγαλλίασιν, ἀπειλοῦντα δὲ αὐτοῖς ὀργὴν καὶ τὰ τέλη τῶν παραγγελμάτων ἐπὶ σκυθρωποῖς περιγράφοντα. Σημειώσῃ δὲ εἴ που καὶ ἀλλαχοῦ τῆς Γραφῆς τὸ, δεῦτε, εἴρηται, καὶ τίνα τρόπον ὡς ἀφεστῶτας καὶ μακρὰν γεγονότας πλησιάζειν αὐτῷ καλεῖ· τηρήσεις καὶ ὅτι πάντοτε τὴν κλῆσιν ἐπ’ ἀγαθῷ ποιεῖται, ὡς ἐν τῷ, Δεῦτε τέκνα, ἀκούσατέ μου, καὶ, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ, Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες, καὶ, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου. Ἐν δὲ τῷ μετὰ χεῖρας ψαλμῷ σαφῶς ἐπὶ ἀγαλλίασιν ἥκειν παρακαλεῖ. Διὸ σημειώσῃ, ὅτι μὴ καλῶς ἡγοῦνται οἱ σκυθρωπὸν καὶ ἐπίλυπον νομίζοντες εἶναι τὸν τῆς θεοσεβείας ζυγόν· ἐπ’ ἀγαθοῖς γὰρ καὶ φαιδροῖς ποιεῖται τὴν κλῆσιν. Τούτοις παράθες τὸ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ τὰ ὅμοια, ἐναντίως τὸ, δεῦτε, τοῖς ἁμαρτάνουσι λεγόμενα.
PG 23:1209Ἐπειδὴ ἐν τοῖς καιροῖς τῶν πολέμων οἱ νικῶντες ἀλαλάζειν εἰώθασι, καὶ μέγα βοᾷν κατὰ τῶν πολεμίων, εἰκότως οὐ μόνον χαίρειν καὶ ἀγαλλιᾷν, ἀλλὰ καὶ ἀλαλάζειν ἐπὶ τῇ σωτηρίῳ νίκῃ προστάττει. Τίς δ’ ἂν εἴη ὁ Σωτὴρ ἡμῶν καὶ Θεὸς ἡμῶν, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὁ εἰπὼν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον; ὁ καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς πάλαι κατακρατούσης ἡμῶν δαιμονικῆς ἐνεργείας, οὗ καὶ τὸ Ἰησοῦς ὄνομα σωτήριον Ἑβραϊκῇ φωνῇ σημαίνει. Τίνας δὲ προηγουμένως ὁ λόγος ἐπὶ τὴν ἀγαλλίασιν παρακαλεῖ, εὕροις ἂν ἐπιστήσας τοῖς ἑξῆς, ἐν οἷς εἴρηται, Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Σαφῶς γὰρ διὰ τούτων δηλοῖ τοὺς υἱοὺς τῶν ἐν τῇ ἐρήμῳ παραπικρανάντων, δῆλον δ’ ὅτι τοὺς ἐκ περιτομῆς. Τούτους τοιγαροῦν ἀνακαλεῖται λέγων· Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Θεσπίζει δ’ ὅτι μὴ ὑπακούσονται τῇ κλήσει· λέγει δ’ οὖν ἐπὶ τέλει· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Ἐπεὶ οὖν ἐκεῖνοι ἀεὶ πλανῶνται τῇ καρδίᾳ, εἰκότως ὁ ἐπιφερόμενος ἑξῆς ψαλμὸς τὰ ἔθνη πάντα καλεῖ ἐπὶ τὸ καινὸν ᾆσμα, καὶ ἐπὶ τὴν ἐν Θεῷ ἀγαλλίασιν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἐπὶ μὲν τῆς πρώτης αὐτοῦ παρουσίας τὸ πρόσωπον αὐτοῦ τὸ ἔνθεον ἀποκρύψας ὁ τοῦ Θεοῦ Λόγος, τὴν τοῦ δούλου μορφὴν περιεβάλετο· διὸ εἴρηται· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Ἐπὶ δὲ τῆς δευτέρας αὐτοῦ παρουσίας ἀνακεκαλυμμένῳ προσώπῳ καὶ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστήσεται· διόπερ ὁ λόγος, προτάξας τὰ εἰρημένα διὰ τῶν πρώτων, ἅπερ ἐχρῆν ἐπὶ τῆς προτέρας αὐτοῦ παρουσίας πράττειν, ἑξῆς ἀκολούθως τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου ἐπιφανείας ὑπομιμνήσκει, παρακελευόμενος προβαλεῖν τὸ μέλλον, καὶ προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Καλὸν γὰρ προφθάσαι καὶ προλαβεῖν, καὶ πρὶν φανῆναι τὸ πρόσωπον αὐτοῦ ἔνδοξον, ἐφ’ οἷς ἡμάρτομεν ἀποκάθαρσιν ἑαυτοῖς πορίσασθαι διὰ τῆς ἐξομολογήσεως.
Γένοιτο δ’ ἂν ἡ ἐξομολόγησις γνησία, εἰ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ, τουτέστι διὰ τῶν ὀργάνων τῆς ψυχῆς, ἅπερ ἐστὶ τὰ σώματα· δι’ ὧν προσήκει τὸν καλούμενον ἀλαλαγμὸν ἐπιτελεῖν, βίῳ σώφρονι καὶ πολιτείᾳ ἐναρέτῳ τὴν τοῦ θείου Πνεύματος ἁρμονίαν καὶ τὸν ἅγιον ῥυθμὸν ἐπιδεικνυμένους. Ταῦτα δὲ προηγουμένως πρὸς τὸν Ἰουδαίων λέλεκται λαὸν, προκαλουμένου αὐτοὺς τοῦ λόγου ἐπὶ τὴν τοῦ Σωτῆρος ἡμῶν γνῶσιν· ὅμως δὲ καὶ πρὸς πάντας ἡμᾶς χρησίμως ἂν ἐφαρμοσθείη. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Τὰ παρηγγελμένα διὰ τῶν ἔμπροσθεν ἐν τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, δηλαδὴ τῷ τοῦ Θεοῦ Λόγῳ, ἐπιτελεστέον, διά τε τὰ ἄλλα, καὶ διότι φύσει μέγας ὢν Θεὸς καὶ μέγας τυγχάνει βασιλεὺς, ἅτε μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος. Βασιλεὺς δὲ μέγας ἐστὶν ἐπὶ πάντας τοὺς θεοὺς, ἢ κατὰ τὸν Σύμμαχον, ἐπάνω πάντων τῶν θεῶν· ἤτοι τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένων· ἢ τῶν Μωϋσεῖ παραπλησίων, ᾧ εἴρηται, Τέθεικά σε θεὸν Φαραώ· ἢ θεῶν περὶ ὧν εἴρηται· Θεὸς θεῶν Κύριος ἐλάλησε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· οὐδεὶς γὰρ αὐτῷ τούτων ὅμοιος. Δι’ ὃ καὶ ἀλλαχοῦ εἴρηται·
PG 23:1211Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Καὶ διὰ τοῦτο ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν τῷ Θεῷ, οὐ μόνον ὅτι Κύριος καὶ Θεός ἐστι καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεοὺς, ἀλλ’ ὅτι καὶ ὑπηγάγετο καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο τὰ πέρατα τῆς γῆς. Τοῦτο γὰρ αἰτήσας παρὰ τοῦ Πατρὸς εἴληφε κατὰ τό· Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἰ δὲ καί τινα ἦν ὕψη ὀρέων, ἤτοι τὰ παρὰ τῇ θείᾳ Γραφῇ τετιμημένα, ὡς τὸ Σιναὶ̈, καὶ τὸ Χωρὴβ, τό τε Θαβὼρ, καὶ τὸ ὄρος Σιὼν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ εἴ τι ἄλλο τούτοις παραπλήσιον· ἢ καὶ τὰ τούτοις ἐναντία, τὰ δὴ ὑπὸ δαιμόνων πάλαι κρατούμενα, ἐν οἷς ἐθυσίαζον ὡς θεοῖς τοῖς πονηροῖς δαίμοσι τὰ ἔθνη· ἀλλὰ καὶ ταῦτα πάντα δεδιδάγμεθα ὅτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἴδια τυγχάνει· αὐτὸς γὰρ ἦν ὁ ποιητὴς αὐτῶν.
Μήποτε δὲ ἐν μὲν τῇ χειρὶ αὐτοῦ τὰ πέρατά εἰσι τῆς γῆς, διὰ τὸ ὑπὸ τὴν αὐτοῦ χεῖρα διοικεῖσθαι τὰ περίγεια, τὰ δὲ ἐπουράνια, τροπικῶς ὕψη ὀρέων ὀνομαζόμενα, κρεῖττόν τι ἔχει τῶν ἐπὶ γῆς; ἐπειδήπερ αὐτοῦ ἐστιν οἷόν τι κτῆμα καὶ οἰκητήριον τῆς βασιλείας· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Μὴ θαυμάσῃς, φησὶν, εἰ τὰ πέρατα τῆς γῆς αὐτοῦ τυγχάνει· καὶ εἰ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. Ἀλλὰ γὰρ μάνθανε, ὅτι καὶ τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας, ἐφ’ ᾧ ἐστερέωται ἡ γῆ, αὐτοῦ ἔργον ὑπάρχει· οὐ μόνον κτῆμα ὂν, ἀλλὰ καὶ ποίημα αὐτοῦ. Τὴν μὲν οὖν θάλασσαν, δι’ ἧς τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας δηλοῦται, αὐτὸς ἐποίησε· τὴν δὲ ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν· τάχα διὰ τὸ λέγεσθαι· Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· καὶ πάλιν· Ἔπλασεν ὁ Θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ θηρία. Ἔοικε δὲ τὸ τῆς γῆς στοιχεῖον, σφαιροειδὲς ὂν, ὥς φασιν, ἢ καὶ ἄλλως κατά τινα τρόπον ἐσχηματισμένον, λόγῳ Θεοῦ καὶ αὐτὸ τὴν τοιάνδε πλάσιν εἰληφέναι. Διὸ ἀκριβῶς καὶ κατὰ φυσικὸν λόγον εἴρηται τό· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Τὴν ἔνθεον τοῦ Κυρίου δύναμιν διὰ τῆς προτεθείσης διδασκαλίας παραιτήσας ὁ λόγος, ἀνωτέρω τε εἰπὼν, Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, νῦν ἀναγκαίως διασαφεῖ τὸν τρόπον τῆς ἐξομολογήσεως. Πάνυ δὲ προτρεπτικῶς ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἀπὸ τῶν σκυθρωποτέρων ἤρξατο, ἀλλ’ ἀπὸ τῶν φαιδροτέρων, ὡς ἂν μὴ ἀποτραπεῖεν οἱ καλούμενοι τὸ, προσπέσωμεν καὶ κλαύσωμεν, εὐθὺς ἐν ἀρχαῖς ἀκούσαντες· εἰ μὴ ἄρα δύο τάγματα διὰ τούτων δηλοῖ· ἓν μὲν τὸ κρεῖττον, ὃ προηγουμένως ἐπὶ τὸν αἶνον καὶ τὴν ἀγαλλίασιν καλεῖ· δεύτερον δὲ τὸ δεόμενον θεραπείας· δι’ ὃ, Δεῦτε ἀγαλλιασώμεθα, ἐν τοῖς πρώτοις εἴρηται· εἶθ’ ἑξῆς μετὰ τὰ τεθεολογημένα περὶ τοῦ Κυρίου καὶ μετὰ τὴν τῶν προτέρων κλῆσιν ἐπὶ τοὺς δευτέρους μεταβαίνει, καὶ τούτους διδάσκων ἀντὶ ὕδατος καὶ περιῤῥαντηρίων, κλαυθμῷ καὶ ἐξομολογήσει ἐπὶ τοῖς πρώτοις αὐτῶν ἁμαρτήμασι χρήσασθαι.
PG 23:1213Προτρεπτικῶς δὲ τὸ, κλαύσωμεν ἐναντίον Κυρίου, ἐπαγαγὼν, τοῦ ποιήσαντος ἡμᾶς, ἀγαθὰς ὑπέγραψεν ἐλπίδας, διδάξας, ὅτι μὴ ἀλλότριοί ἐσμεν αὐτοῦ, ἀλλ’ ἔργον αὐτοῦ καὶ ποίημα αὐτοῦ· δι’ ὃ προσήκει τὰ χρηστότερα προσδοκᾷν, ἅτε δὴ κηδομένου αὐτοῦ τοῦ ἰδίου ποιήματος. Ἔτι πρὸς τούτοις διὰ τοῦ, Προσπέσωμεν καὶ κλαύσωμεν ἐνώπιον Κυρίου, διδάσκει μὴ ἐνώπιον ἀνθρώπων μηδὲ δι’ ἀνθρώπους τοῦτο ποιεῖν, ἀλλ’ ἐν τῷ κρυπτῷ κατὰ τὸ, Ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Καθόλου μὲν οὖν ἅπασιν ἁρμόζει τὰ παρηγγελμένα· κυρίως δὲ καὶ προηγουμένως ὁ Λόγος τὸν Ἰουδαίων λαὸν ἐπὶ μετανοίᾳ ὧν ἐτόλμησαν παρακαλεῖ, Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Οὐ μόνον Κύριος ἡμῶν ἐστιν ὡς οἰκετῶν δεσπότης, οὐδὲ μόνον ποιητὴς ὡς ἂν κτίστης ἡμῶν, ἀλλὰ καὶ Θεός ἐστιν ἡμῶν, ἅτε δὲ ἀγαθὸς ὢν καὶ ἵλεως. Δι’ ὃ καὶ φείσεται ἡμῶν καὶ ἐλεήσει ἡμᾶς· ὅτι οὐ μόνον ποίημα, ἀλλὰ καὶ κτῆμα αὐτοῦ τυγχάνομεν ὄντες· καὶ οἱ μὲν λογικώτεροι λαὸς αὐτοῦ, οἱ δὲ ἔτι ἀτελεῖς καὶ ἀλογώτεροι πρόβατα χειρὸς αὐτοῦ·
ὥστε ἐὰν ἐξομολογησώμεθα αὐτῷ καὶ προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ, ἐξ ἅπαντος σωθησόμεθα, οἱ μὲν ὡς λαὸς αὐτοῦ, οἱ δὲ ὡς πρόβατα χειρὸς αὐτοῦ. Λέγεται γοῦν αὐτὸς εἶναι ὁ ποιμὴν ὁ καλός· καὶ ἡμεῖς λέγειν διδασκόμεθα· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ἐν τῷ παραπικρασμῷ. Ἅπαξ τότε, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν, ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον ταὐτὸν πράξητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε ἐν ἀνθρώποις σήμερον γενομένου. Ὁ δὲ λόγος προηγουμένως πρὸς τοὺς ἐκ περιτομῆς λέλεκται ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν προφερόμενος· οἳ δὴ κατὰ μὲν τὴν ἀρχὴν τὰ πάντα ἔλεγον πληθυντικῶς, καὶ ἑαυτοὺς συγκαταλέγοντες τοῖς καλουμένοις· Δεῦτε, γὰρ ἔφασκον, ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν καὶ προφθάσωμεν· καὶ πάλιν· Δεῦτε προσκυνήσωμεν καὶ προςπέσωμεν καὶ κλαύσωμεν· ἐπὶ δὲ τοῦ παρόντος ἑτέρων εἰς πρόσωπον μὴ παραιτήσασθαι τὴν κλῆσιν παραινοῦσι· μηδ’ ἀπιστῆσαι τῇ φωνῇ τῇ σήμερον αὐτοῖς μελλούσῃ λαλεῖν.
PG 23:1215Τὸ δὲ, σήμερον, ὁ Ἀπόστολος εἰς πάντα τὸν παρατείνοντα τῆς ζωῆς ἡμῶν χρόνον ἐξείληφε, κατὰ τὸ, ἕως οὗ τὸ σήμερον καλεῖται. Προτρέπει δὲ καὶ ἡμᾶς ὁ λόγος ἐντεῦθεν ἀπάρξασθαι τῶν παρηγγελμένων. Εἰ γὰρ καὶ πολλή τις γέγονε ῥᾳθυμία ἐν τῷ παρελθόντι χρόνῳ· ἀλλὰ κἂν ἀπὸ τῆς σήμερον καλουμένης ἡμέρας καὶ ἀπὸ ἐνεστῶτος καιροῦ σπουδάσωμεν προσέχειν τοῖς εἰρημένοις· καὶ μὴ ζηλώσωμεν τὸν λαὸν ἐκεῖνον, ὃς, ἀκούσας φωνῆς Θεοῦ ἐπὶ τῆς κατὰ τὴν ἔρημον ὀπτασίας, ἐσκληρύνθη τὴν καρδίαν ἐν τῷ καιρῷ τοῦ παραπικρασμοῦ, ὁπηνίκα πάντων αὐτῶν τὰ κῶλα κατεστρώθη ἐν τῇ ἐρήμῳ, διὰ τὸ παρακοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ. Ἀναγκαίως οὖν ἐκείνων ὑπομιμνήσκει, ἵνα μὴ καὶ ἡμεῖς τῇ σήμερον ἡμέρᾳ τῶν τοῦ Θεοῦ παραγγελμάτων ἀκούοντες καὶ παρακούοντες παραπικραίνωμεν αὐτὸν σκληρυνόμενοι τὰς καρδίας, καὶ μὴ ὑπακούοντες τοῖς σωτηρίοις παραγγέλμασι, καὶ διὰ τοῦτο πικρὸν αὐτὸν καὶ ἀπότομον κριτὴν ἑαυτοῖς κατασκευάζοντες. Καὶ πρὸς πάντας μὲν οὖν ἡμᾶς, ὡς ἔφην, ἁρμόζει τὸ παράγγελμα· κατὰ δὲ τὸν προηγούμενον λόγον πρὸς τὸν ἐκ περιτομῆς λαὸν ταῦτα λέγεται, τοιαύτην ἔχοντα διάνοιαν·
Ἅπαξ ποτὲ ἤδη πρότερον ἐπὶ τῆς ἐρήμου τῆς φωνῆς ἀκούσαντες τοῦ Θεοῦ, παρεπικράνατε αὐτὸν σκληρύναντες ἑαυτῶν τὰς καρδίας ἐπὶ Μωϋσέως· ἀλλ’ ἐπειδήπερ ὁ αὐτὸς τοῦ Θεοῦ Λόγος μέλλει δεύτερον ἀνθρώποις λαλεῖν ἐπιφανεὶς τῷ βίῳ, καὶ παρ’ ὑμῖν αὐτοῖς διδάσκειν τὰ τῆς Καινῆς Διαθήκης μυστήρια, ὁρᾶτε μὴ πάλιν σκληρύνητε ἑαυτοὺς ὡς τὸ πρὶν ἐσκληρύνατε, μηδὲ αὖθις αὐτὸν παραπικράνητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μηδὲ τοὺς πατέρας ὑμῶν κατὰ τοῦτο μιμήσησθε, ὅπως μὴ στερήσητε αὑτοὺς τοῦ ἀληθινοῦ σαββατισμοῦ καὶ τῆς καταπαύσεως αὐτοῦ, ἣν καταπαύσει αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, τὴν οἰκείαν ἀπολαβὼν βασιλείαν, καὶ ἐν αὐτῇ ἀναπαυσόμενος, πάντας τε τοὺς παραδεχομένους αὐτὸν εἰς τὴν αὐτὴν ἀνάπαυλαν ὑποδεξόμενος, καὶ τὸ ἅγιον καὶ τὸ ἀληθὲς αὐτοῦ Σάββατον παρέξων τοῖς ἀξίοις τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως. Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προςώχθισα τῇ γενεᾷ ταύτῃ· καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ.
Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὅπως ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ οἱ πατέρες οὐχὶ τῶν πάλαι Ἰουδαίων μόνον, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ τῶν καὶ σήμερον ἀκουόντων μὲν τῆς φωνῆς τοῦ Θεοῦ, σκληρυνομένων δὲ, κεῖται παρὰ Μωϋσεῖ, καὶ ἐν ο δὲ καὶ ζ ψαλμῷ πολλάκις εἴρηται, καὶ ἐν ρε· ἅπερ καθ’ ἑαυτὸν ἐπιζητήσας εὑρήσεις. Ἐπεὶ τοίνυν διὰ ταῦτα ὤμοσεν ὁ Θεὸς μὴ εἰσελεύσεσθαι τοὺς παραπικράναντας εἰς τὴν κατάπαυσιν αὐτοῦ, ἣν ὁ λόγος διὰ βραχέων παρέστησε, προνοητέον καὶ ἡμῖν καὶ μεριμνητέον μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Τὰ αὐτὰ γὰρ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰς ἔτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνωμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ καὶ ἡμᾶς ὀργὴ Θεοῦ καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως. Ὁποία δέ ἐστιν ἡ ὀργὴ, παρίστησιν ὁ Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ.
PG 23:1217Τίς δὲ καὶ ἡ κατάπαυσις αὐτοῦ ἀλλ’ ἡ μετὰ τὴν ἔξοδον τοῦ παρόντος βίου σὺν αὐτῷ διατριβὴ, καθ’ ἣν ἀναπαυσόμεθα ἐν τῇ αὐτοῦ βασιλείᾳ, πάσης τῆς διὰ πράξεως ἀγωγῆς ἀπηλλαγμένοι, μόνῃ δὲ τῇ τῶν θείων καὶ ἐπουρανίων θέᾳ προσανέχοντες; ὅτε ἀποδράσεται μὲν ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀργία δὲ καὶ ἀπαλλαγὴ κακῶν, σχολή τε καὶ ἀνάπαυλα καὶ τὸ ἀληθινὸν Σάββατον ἡμᾶς διαδέξεται· ἐν ᾧ Σαββάτῳ ἀληθινῷ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἀναπαύσεται· τὸ μὲν περὶ τὸν αἰσθητὸν κόσμον, τῷ Ἰουδαίων λαῷ τὰ ἐν αὐτῷ προσφωνῶν, καὶ παρακαλῶν αὐτοὺς, εἰ δεύτερον καταξιωθεῖεν, ὡς τὸ πρῶτον ἐπὶ τῆς ἐρήμου, ἀκοῦσαι τῆς τοῦ Θεοῦ Λόγου φωνῆς, ἥτις ἤμελλεν αὐτοῖς πάλιν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ λαλεῖν, μὴ τοὺς πατέρας αὐτῶν ζηλῶσαι, μηδ’ αὖθις τὸν Θεὸν παραπικράναι ὡς καὶ πρότερον. Τοιαῦτα δὲ παρακαλῶν, προλέγειν μοι δοκεῖ καὶ προαινίττεσθαι τὴν ἐσομένην αὐτῶν εἰς τὸν Χριστὸν ἀπιστίαν, ἅτε τὸ μέλλον μὴ ἀγνοῶν· ἐπάγει δ’ οὖν ἑξῆς ἐκ προσώπου τοῦ Θεοῦ καὶ φησίν· Καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ πάλιν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Εἰ γὰρ ἀψευδὲς τυγχάνει τὸ θεῖον στόμα, ὅρον τε ἐξήνεγκεν καὶ ἀπεφήνατο, ὅτι ἀεὶ πλανῶνται, ὅρκῳ τε ἐβεβαίωσε τὸ μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν αὐτοῦ· σαφῶς τὸ μέλλον ἐθέσπισεν. Ὅθεν φαίνονται ὥσπερ τὸ πρῶτον ἐπὶ Μωϋσέως, οὕτω καὶ τὸ δεύτερον ἐπὶ τοῦ Κυρίου πλανηθέντες τῇ καρδίᾳ, καὶ διὰ τοῦτο τῆς ἐπαγγελίας στερηθέντες. Διόπερ ἀκολούθως μετὰ τὸν παρόντα ψαλμὸν ὁ ἑξῆς πάντα τὰ ἔθνη εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καλεῖ, ὡς ἂν τοῦ προτέρου λαοῦ μὴ ὑπακούσαντος.

Ode of David when the house was built afterΩ|ΔΗ ΤΩ| ΔΑΥΙΔ, ΟΤΕ Ο ΟΙΚΟΣ Ω|ΚΟΔΟΜΕΙΤΟ ΜΕΤΑ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΩΔΗ ΤΩ ΔΑΥΙΔ, ΟΤΕ Ο ΟΙΚΟΣ ΩΚΟΔΟΜΕΙΤΟ ΜΕΤΑ ΤΗΝ ΑΙΧΜΑΛΩΣΙΑΝ. ϟΕ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Φήσας ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τοῦ Ἰουδαίων λαοῦ τὸ, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ τὸ, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ἐπειδὴ πρώτους αὐτοὺς ἐπὶ τὴν κατὰ Θεὸν ἀγαλλίασιν προκαλεσάμενος ἀπειθεῖς εὗρεν, ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει·
προσφωνεῖ δὲ ταῦτα τοῖς ἀποστόλοις καὶ μαθηταῖς τοῦ Σωτῆρος, ὅπερ δῆλόν ἐστι ἀπὸ τοῦ, Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἑξῆς εἰρημένου, καὶ, Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ἐπεὶ μὴ δι’ ἄλλων ἢ διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων εἰς ἔργον προκεχωρήκασιν οἱ λόγοι. Δι’ ὃ καὶ μόνοις ἁρμόζει τὰ προκείμενα προσφωνεῖσθαι διὰ τὴν Καινὴν Διαθήκην καὶ τὸ καινὸν ᾆσμα τὸ εὐαγγελικὸν, τὸ πᾶσι τοῖς ἔθνεσι δι’ αὐτῶν κεκηρυγμένον. Οὗτοι δὴ οὖν προστάττονται ᾄδειν τῷ Κυρίῳ ᾆσμα καινὸν ἐν πάσῃ τῇ γῇ· ὅπερ καὶ ἔργοις πεπληρώκασιν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἦν δὲ τὸ ᾆσμα τὸ καινὸν, τὸ σωτήριον Εὐαγγέλιον, οὐ τὰ παρὰ Μωϋσεῖ παλαιὰ νόμιμα περιέχον, ἀλλὰ τὰ τοῦ Χριστοῦ πᾶσιν Ἕλλησιν ἁρμόδια παραγγέλματα· τὰ γὰρ Μωϋσέως οὐ τοιαῦτα ἦν. Προηγουμένως μὲν οὖν προστάττει ᾄδειν αὐτῷ τῷ Κυρίῳ τὸ καινὸν ᾆσμα· ἐπεὶ δὲ οὐ πᾶσα ἡ γῆ οἵα τε ἦν τίς ποτ’ ἦν ὁ Κύριος συνεῖναι, οὐδὲ τοὺς περὶ τοῦ Κυρίου βαθυτέρους εἰδέναι λόγους·
PG 23:1219ἀναγκαίως ἑξῆς κατὰ δεύτερον λόγον ἐπιλέγει τό· Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, τοιαύτην ἔχων τὴν διάνοιαν· εἰ μὴ συνιέναι τίς ἐστιν ὁ τοῦ σύμπαντος κόσμου δημιουργὸς, καὶ ὁ τῶν ὅλων δεσπότης Κύριος δύναται τὰ καθ’ ὅλης τῆς γῆς ἔθνη· καὶ εἰ μὴ συνορᾷν οἷά τέ ἐστιν ὅπως δημιουργικὸς ὢν Θεοῦ Λόγος, ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει τὰ πάντα διέπει καὶ διακυβερνᾷ· ἀλλ’ ἀπαρκεῖ γε αὐτοῖς ὡς ἐν εἰσαγωγῇ καὶ τὸ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ. Ἱκανὸν γάρ ἐστιν αὐτὸ τὸ τοῦ Κυρίου ὄνομα καὶ αὐτὴ ψιλὴ ἡ προσηγορία αὐτοῦ εὐφημουμένη καὶ εὐλογουμένη τὰ μέγιστα τοὺς εὐλογοῦντας ὠφελεῖν, μᾶλλον ἢ οἱ τὸν Ἀβραὰμ εὐλογοῦντες, πρὸς ὃν εἴρηται· Οἱ εὐλογοῦντές σε εὐλογηθήσονται. Τὸ καινὸν δὲ ᾆσμα μετὰ τὴν αἰχμαλωσίαν οἱ τῆς νέας οἰκουμένης κατηξιωμένοι καθ’ ὅλης τῆς οἰκουμένης ᾀδέτωσαν. Διό φησιν ἡ προγραφὴ τοῦ ψαλμοῦ, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν. Ὅτε γοῦν ὁ μέγας οἶκος τοῦ Θεοῦ, ἡ Ἐκκλησία αὐτοῦ, ἐν πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν οἰκοδομεῖσθαι ἤμελλεν ὑπὸ τοῦ μεγάλου καὶ σοφοῦ ἀρχιτέκτονος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν, περὶ οὗ φησιν ὁ προφήτης·
Οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει· τότε αὐτὸς ὁ Σωτὴρ, μέλλων ἔργοις ἀποπληροῦν τὰ διὰ τῶν προφητῶν προπεφωνημένα, μετὰ χεῖρας λαβὼν καὶ διελθὼν τὴν δι’ αὐτοῦ προσώπου φάσκουσαν τοῦ Ἡσαί̈ου περικοπήν· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, πτύξας τὴν βίβλον μετὰ τὴν ἀνάγνωσιν, εἶπε· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν· διδάσκων αὐτὸν μὲν εἶναι τὸν οὐ σωματικῷ μύρῳ τοῖς σωματικοῖς χριστοῖς ὁμοίως, τῷ δὲ Πνεύματι τῆς πατρικῆς θεότητος κεχρισμένον, καὶ διὰ τοῦτο Χριστὸν ἀνηγορευμένον· δι’ αὐτοῦ δὲ καὶ τὸ Εὐαγγέλιον τοῖς τὰς ψυχὰς αἰχμαλώτοις κεκηρῦχθαι ἀκολούθως τῇ προφητείᾳ. Οἱ μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους προφῆται οὐ τοιαῦτα ᾖδον, οὐδ’ ἀγαθῶν Εὐαγγέλια τοῖς καθ’ ἑαυτοὺς ἐκήρυττον· ἀλλ’ ὁποῖα Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ πρὸς τὸν λαὸν φάσκων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; καὶ τὰ τούτοις ἀκόλουθα·
PG 23:1221ἐν οἷς ἐστι καὶ τὸ, Παρώξυνάν με ἐν ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με. Ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· καὶ τὸ, Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ Ἡσαί̈ας δὲ τούτοις κατάλληλον ᾄδων ᾆσμα ἔλεγεν· Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου· οἷς ἐπιλέγει· Τί ποιήσω τῷ ἀμπελῶνί μου, ὅτι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας; Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν πύργον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ τὰ ἀκόλουθα τούτοις. Θρήνους δὲ καὶ Ἱερεμίας ᾖδε κατὰ τοῦ Ἰουδαίων λαοῦ· καὶ οἱ λοιποὶ δὲ ὁμοίως προφῆται, τὴν πτῶσιν αὐτῶν ἀπολοφυρόμενοι, ᾠδὰς αὐτοῖς ᾖδον καταλλήλους. Τὸ δὲ τοῖς ἔθνεσιν εὐαγγελιζόμενον ᾆσμα καινὸν οὐκ ἦν ἐκείνοις ὅμοιον, καινῶν δὲ καὶ νέων ἀγαθῶν ἐπαγγελίας περιέχον, καὶ οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πάσῃ τῇ γῇ προσπεφωνημένα. Σφόδρα δὲ ἀκριβῶς ἡ προγραφὴ τὸ καινὸν ᾆσμά φησι εὐαγγελισθήσεσθαι πᾶσι τοῖς ἔθνεσιν, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ μὲν αἰχμαλωσίαν.
Καὶ ἄλλως γὰρ μετὰ τὴν Ἰουδαίων αἰχμαλωσίαν καὶ μετὰ τὴν ἀπόπτωσιν αὐτῶν, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς ἐκ Θεοῦ ὀργὴν, ἣν ἐθέσπισεν ὁ πρὸ τούτου ψαλμὸς εἰπὼν, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, οἱ πᾶσαν τὴν γῆν οἰκοῦντες ἄνθρωποι βάρβαροί τε καὶ Ἕλληνες, ὁπηνίκα παρ’ αὐτοῖς ὁ οἶκος τοῦ Θεοῦ συνέστη, δηλαδὴ ἡ Ἐκκλησία αὐτοῦ, τὸ καινὸν ᾆσμα ᾄδειν ἐδιδάχθησαν, τὸ τῆς δαιμονικῆς καὶ πολυθέου πλάνης ἀποθέμενοι. Ἐξ ἐκείνου δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ εὐαγγελίζονται, καθ’ ὅλης τῆς οἰκουμένης τοῖς τῶν ἱερῶν Εὐαγγελίων ἀναγνώσμασι χρώμενοι. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς θαυμάσια αὐτοῦ. Καὶ τίσι ταῦτα προσήκει νομίζειν προστάττεσθαι ἢ τοῖς δι’ ἔργων ὕστερόν ποτε αὐτὰ πεπληρωκόσι, τοῖς δηλαδὴ εὐαγγελισαμένοις εἰς πάντα τὰ ἔθνη τὸ σωτήριον τοῦ Θεοῦ; Τούτοις γὰρ τὸ θεῖον Πνεῦμα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦτο πράττειν παρεκελεύετο.
Τοῖς αὐτοῖς δὲ καὶ τὰ ἑξῆς προσφωνεῖ, ὡς ἂν μέλλουσιν ἀναγγέλλειν τοῦ Κυρίου τὴν δόξαν ἐν πᾶσι τοῖς ἔθνεσι, μέλλουσί τε ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ κηρύττειν. Τίνες οὖν ἦσαν οἱ ταῦτα δι’ ἔργων ἐπιτελέσαντες; Εἰ μὲν ἦν ἑτέρους δυνατὸν ἐπιδεικνύναι, ἤτοι κατὰ τοὺς Κύρου χρόνους, ἢ κατὰ τοὺς Δαρείου τοιούτους αἱ προκείμεναι προστάξεις γίγνονται τοῖς Ἰησοῦ μαθηταῖς, ἀκούουσι τό· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Βούλεται γὰρ τὸ Πνεῦμα τὸ ἅγιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ἔργον· τῇ γὰρ, ἡμέρᾳ ἐξ ἡμέρας, τοῦτο παρίστησι, τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ σωτήριον, περὶ οὗ εἴρηται· Οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Οὐ μάτην ᾆσμα καινὸν ᾄδειν ἐν προοιμίοις τῆς ψαλμῳδίας ἐκέλευσεν, ἀλλ’ ἐπειδὴ καινή τις κλῆσις τοῦ παρόντος ψαλμοῦ, καινὸν τὸ κήρυγμα.
PG 23:1223Ἔθνη γὰρ, ὡς ὁρᾷς, οἱ καλούμενοι οὐ μόσχους οὐδ’ ἄρνας, οὐδ’ ἔξωθεν εἰςφοράν τινα τῶν οὐ τελείων [ϟπᾶν γὰρ ἄλογον ἐνδεὲς]ϟ, αὐτοὶ δὲ αὐτοὺς θύειν ἀπαιτούμενοι, δόξαν τε καὶ τιμὴν ὡς Θεῷ κομίζειν προσταττόμενοι. Ἐπεὶ δὲ δεῖ μὴ μόνον λόγοις καὶ ὀρθοῖς δόγμασι θεολογεῖν αὐτὸν, ἀλλὰ καὶ θυσίας προσφέρειν, ἐπάγει· Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ, προςκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴπατε ἐν τοῖς ἔθνεσι· ὁ Κύριος ἐβασίλευσε, καὶ τὰ ἑξῆς· θυσίας μὲν λέγων τὰς λογικὰς καὶ πνευματικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὲρ τῶν εὐσεβῶν προσφερομένας, καὶ ἱερουργουμένας ὑπὸ τῶν ἱερέων, τοιαῦται δὲ καὶ αἱ ἀρεταί· αὐλὰς δὲ τὰς ἐκκλησίας, ἐν αἷς τῆς Καινῆς Διαθήκης θυσίαι προσφέρονται, αἱ πνευματικαὶ λατρεῖαι, αἱ δι’ ἔργων καρποφορίαι αἱ χαριστήριοι ἀναφοραί. Ἄλλως δὲ οὐδὲ Ἰουδαίοις ταῦτα προςέταξεν, ἵνα μή τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, περὶ ὧν δι’ ἑτέρου προφήτου φησὶν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν·
ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προςφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Εὖ δὲ καὶ τὸ φάναι, Ἄρατε θυσίας, τουτέστι, Μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα μὴ χαμαιζήλως βουθυτοῦντες, καὶ τὰ λοιπὰ σφάζοντες ζῶα, ἀλλ’ ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι, τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας, ὧν ὑποδείγματα καὶ σκιαὶ ἦσαν αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. Ποίας δὲ θυσίας ἀπαιτεῖ ἡ ψαλμῳδία, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ εἰσπορεύεσθε, φησὶ, διὰ ποίας ἐρχόμενοι τρίβου; διὰ τῆς πίστεως δηλονότι· αὕτη γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Σαλευθήτω ἡ θάλασσα, κατὰ τὸν Ἀκύλαν, Βροντήσει, ἢ κατὰ τὸν Σύμμαχον, Ἠχήσει.
Σημαίνει δὲ διὰ τούτων ὁ λόγος διελεύσεσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὰ πελάγη καὶ τὰς ἐπὶ τῆς θαλάσσης νήσους, τούς τε ἐν ταύταις κατοικοῦντας ἀνθρώπους, πλήρωμα αὐτῆς ὠνομασμένους· ὃ καὶ αὐτὸ τέλους ἔτυχεν. Αὐτίκα γοῦν Ἐκκλησίαι Χριστοῦ τὰς νήσους ἁπάσας πληροῦσι, πληθύει τε ὁσημέραι, καὶ ἐπιδίδωσιν ἡ σωτήριος διδασκαλία μέχρι τῶν τὸν Ὠκεανὸν οἰκούντων παρεκτεινομένη. Καὶ τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

To David, When His Land Was EstablishedΤΩ| ΔΑΥΪ̀Δ, ΟΠΟΤΕ Η ΓΗ ΑΥΤΟΥ ΚΑΘΙΣΤΑΤΟ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1225ΤΩ ΔΑΥῚ̈Δ, ΟΠΟΤΕ Η ΓΗ ΑΥΤΟΥ ΚΑΘΙΣΤΑΤΟ. ϟϛ Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Ἐπειδὴ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ φέρεται ἡ προγραφὴ, ἐροῦμεν, ὡς, πολλάκις συμφοραῖς περιπεπτωκὼς ὁ Δαυὶ̈δ τότε μὲν ὅτε ὑπὸ Σαοὺλ ἠλαύνετο, καὶ τὰς ἐρήμους μετεδίωκε, τάς τε παρὰ τοῖς ἀλλοφύλοις διατριβάς·
τότε δὲ ὅτε πολέμοις ἐσχόλαζε, τὸν προκείμενον, οἶμαι, ψαλμὸν κατ’ ἐκεῖνον ᾖσε καθ’ ὃν κατέστη ἡ γῆ αὐτοῦ, ὁμοῦ καὶ τῆς διανοίας αὐτοῦ καὶ τῆς βασιλείας ἐν ἀταραξίᾳ καὶ εἰρήνῃ καὶ γαλήνῃ καταστάσης μετὰ τὴν πάντων τῶν ἐχθρῶν ἀναίρεσιν. Τότε οὖν ὁ προφήτης, ἐν εἰρηναίῳ καταστήματι γεγονὼς, ὑπὸ τοῦ θείου Πνεύματος ἐπὶ τὴν τῶν προκειμένων διδασκαλίαν ἀνακινεῖται. Ἐπειδὴ δὲ μήτε ᾠδὴ, μήτε ψαλμὸς ἐπιγέγραπται παρ’ Ἑβραίοις, εἴποις ἂν τὰ προκείμενα προφητείαν εἶναι καὶ διδασκαλίαν ἁπλῆν τὰ περὶ τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας τοῦ Σωτῆρος ἡμῶν περιέχουσαν· ἧς καὶ ὁ Δανιὴλ μνημονεύων φησίν· Ἐθεώρουν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ Υἱὸς ἀνθρώπου παρῆν, καὶ μέχρι τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ οὐ μὴ ἀφαιρεθῇ. Τότε, φησὶν, ἀγαλλιάσεται πᾶσα ἡ γῆ, ἤτοι ἡ καινὴ κτίσις, καὶ πάντες οἱ ἐξ αἰῶνος τὴν γῆν οἰκήσαντες ἄνθρωποι τοῦ Θεοῦ· ἢ καὶ οἱ μέλλοντες κληρονομεῖν τὴν ἐπουράνιον γῆν, κατὰ τό·
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τῆς γὰρ σωματικῆς οὐσίας εἰς ἀφθαρσίαν μεταβαλλούσης κατὰ τοὺς τῆς ἀναστάσεως λόγους, ἀγαλλιάσεται ἡ γῆ, ἅτε τῆς τῶν οὐρανῶν βασιλείας καὶ αὐτὴ καταξιωθησομένη. Εὐφρανθήτωσαν νῆσοι πολλαί· πολλαὶ δὲ, καὶ οὐ πᾶσαι, διὰ τῶν κακοδόξων· οὐ χρὴ γὰρ χαίρειν τοῖς ἀσεβέσι. Νήσους γὰρ ἔσθ’ ὅτε τὸ Γράμμα τὸ ἱερὸν τὰς Ἐκκλησίας ἀποκαλεῖ· οἷον ἐν θαλάσσῃ κειμένας ἐν τῷδε τῷ τόπῳ, καὶ πικροῖς ὕδασι περιεχομένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ ὡς ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς· πλὴν ἀδιαπτώτως ἐρηρεισμένας, καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. Ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ Ἐκκλησίαι, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῶν. Οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐννοεῖν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας, οὐκ ἀπὸ τοῦ πρέποντος βαδιεῖται σκοποῦ. Ἐγκαινίζονται γοῦν πρὸς Θεὸν νῆσοι τῷ Ἡσαί̈ᾳ, αἱ ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαι, ἄρτι καθιστάμεναι, καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνακύπτουσαι, καὶ πῆξιν λαμβάνουσι τῷ Θεῷ βάσιμον.
PG 23:1227Καλῶς τοίνυν κἀνταῦθα τὰς ψυχὰς τῶν ἐν τοῖς πειρασμοῖς τὸ ἑδραῖόν τε καὶ ἀμετάθετον ἐπιδεικνυμένων, νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἅλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπίπτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι. Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Νεφέλη μέν ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα· γνόφος δὲ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός. Δι’ ἀμφοτέρων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἀποσεμνύνει ὁ λόγος. Ὥσπερ γὰρ τὸν νεφέλῃ τινὶ καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατιδεῖν, οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρατον φύσιν. Σημαίνει δὲ καὶ τὴν λεληθυῖαν ἐν ἀνθρώποις τοῦ Κυρίου κάθοδον, ὅτε πέφυκεν ἐν τῇ τοῦ δούλου μορφῇ, ὡς νοεῖσθαι νεφέλην καὶ γνόφον τὴν προςληφθεῖσαν σάρκα, ἅτε τὴν θεότητα ὑποκρύπτουσαν, κατὰ τό· Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.
Ἀναμιμνήσκει δὲ καὶ ὡς αὐτός ἐστι καὶ ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν, καὶ διδάσκει, ὅτι, εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ’ οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεωρῆσαι. Δικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι. Ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσε· διὸ ἐπάγει· Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη, φησὶ, γέγονε τῆς παρουσίας ἡ αἰτία, τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίᾳ. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλαγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· σέσωκε δὲ ἡμᾶς καὶ δι’ ὕδατος τοῦ ἁγίου καὶ μυστικοῦ, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλλον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Ταῦτα ἡ τοῦ Χριστοῦ βασιλεία κατώρθωσε.
Δῆλον δὲ ἀφ’ ὧν ἡμεῖς μὲν τῶν καταδουλωσάντων ἀδίκως ἠλευθερώθημεν, ἐκεῖνοι δὲ κατεκρίθησαν. Τοῦτο γὰρ κρίσις δικαία, τὸ τὸν μὲν τυραννοῦντα διάβολον καθελεῖν, τοὺς δὲ τυραννουμένους ἀνθρώπους ἐλευθερῶσαι. Πλὴν ἀλλὰ καὶ ἡμᾶς ἀπαιτεῖ δικαιοσύνην καὶ κρίσιν κατορθοῦν. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ. Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Ἐν τούτοις τὰ φοβερὰ τῆς ἀνταποδοτικῆς δυνάμεως ὑποδείκνυσι, διὰ τοῦ πυρὸς καὶ τῆς διαττούσης ἀστραπῆς ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ· ἐκκαλύπτει δὲ καὶ τὴν εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκουμένης ἐκλάμπουσιν.
PG 23:1229Οὐ γὰρ δήπου φαμὲν, ὅτι τῆς εἰς ὑετοὺς γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην, ἀλλὰ τὴν τοῦ θείου καὶ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς κατασημαίνει ὀνόματι· ἢ ἀστραπὰς ὀνομάζων Χριστοῦ, τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην τὴν οἰκουμένην κατέλαμψαν· οἷς καὶ αὐτὸς ἔφη Χριστός· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ’ αὐτοῦ φωτὸς καὶ αὐτοὶ κατὰ τό· Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, χρηματίζουσι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν καθάπερ ἀστραπαὶ γεγόνασι τῇ ὑπ’ οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμπονται φῶς. Καὶ πῦρ δέ φησιν ὁ ψάλλων, οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὴν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον καὶ δυςάντητον καὶ δυσδιάφυκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθραίνοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ.
Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ’ αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἐπαφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὸν ὀργήν. Οὕτως ἐξείλετο τοὺς ὑπ’ αὐτοῦ γενομένους, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς. Τάχα δὲ πυρὸς καὶ ἀστραπῆς ἐμνημόνευσεν ὁ Δαυὶ̈δ, ἤγουν φλογὸς καὶ φωτός· ἐπειδὴ διπλῆ τοῦ πυρὸς ἡ ἐνέργεια· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει· καὶ τὸ μὲν φῶς τοῖς δικαίοις ἀποχαρίζεται, ἡ δὲ καῦσις τοῖς παρανόμοις ἀφώρισται. Ταῦτα καὶ τῆς δευτέρας ἐπιφανείας τὰ θεσπίσματα· ταῦτα καὶ Δανιὴλ ἐθεάσατο· Ποταμὸς, γάρ φησι, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· καὶ ὁ Κύριος εἶπεν, ὡς ἡ παρουσία αὐτοῦ ἔσται ὡς ἡ ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν φθάνουσα ἀστραπή. Τὸ μὲν πῦρ αὐτοῦ προπορεύσεται ἕνεκα τῶν ἐχθρῶν αὐτοῦ· τῶν δὲ εὐσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν χάριν ἀστραπαὶ αὐτοῦ ἐκ τοῦ αὐτοῦ φωτὸς ἐκπεμπόμεναι ἀντὶ ἡλίου καταλάμψουσι τὴν οἰκουμένην. Εἰ γὰρ τότε ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, κατὰ τὴν σωτήριον διδασκαλίαν·
πόθεν ἄλλοθεν φωτισθήσεται ὁ κόσμος εἰ μὴ ἐξ αὐτοῦ· Ἐπειδήπερ ἐστὶν αὐτὸς ὁ Κύριος φῶς αἰώνιον. Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ· ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Σιὼν μὲν τὴν Ἐκκλησίαν Χριστοῦ ὑπάρχειν ἰστέον, θυγατέρας δὲ τῆς Ἰουδαίας τὰς ἀποστολικὰς ψυχὰς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους διελθούσας· αἳ δὴ καὶ ἐμπίπλανται εὐφροσύνης καὶ ἀγαλλιάσεως, μανθάνουσαι περὶ τῶν κριμάτων τοῦ Κυρίου, τῶν τε τοῖς εἰδωλολάτραις ἀποκειμένων τιμωριῶν, καὶ τῶν τοῖς ἔθνεσι τετηρημένων ἐπαγγελιῶν. Εἰκότως δὲ χαίρουσιν ἅτε αὐτῷ ἀνακείμεναι, καὶ ἐλπίζουσαι τῆς ἐνδόξου αὐτοῦ παρουσίας καταξιωθήσεσθαι. Ὅτι σὺ εἶ Κύριος ὁ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. Εἰ ἀποστραφέντες, φησι, τὸ πονηρὸν ὅσιοι γένησθε, τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν, καὶ τῆς τοῦ διαβόλου ῥυσθῆναι χειρός· οὗτος γὰρ ὁ κυρίως ἁμαρτωλός.
PG 23:1231Ὁ μὲν οὖν τρόπος τῆς πρὸς τὸν Κύριον ἀγάπης τὸ μισεῖν πονηρά· μισθὸς δὲ τούτου τὸ ἔχειν αὐτὸν φυλακὴν τῆς ζωῆς, καὶ κρείττω τῶν ἐπανισταμένων δυσμενῶν γίνεσθαι. Εἶδες ἡλίκα τῆς πρὸς Θεὸν ἀγάπης ἀπολάβομεν; Γινόμεθα δὲ ὅσιοι ἀνακείμενοι αὐτῷ, καὶ φύλακα τὸν Θεὸν τοῦ μεγίστου κτήματος τῆς ἡμετέρας ψυχῆς ἔχομεν· ὥστε μὴ ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐξουσίαν γενέσθαι τοῦ ἐχθροῦ· Φῶς γὰρ ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

Psalm 7ΨΑΛΜΟΣ 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ϟζ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει, ἀλλὰ τὰ πλείονα περὶ τῆς δευτέρας διέξεισιν. Εἰκότως δὲ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ· ἐπειδὴ τῶν προτέρων πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινὴν πολιτείαν προαγορεύει. Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γενόμενα ἐπὶ σωτηρίᾳ ἡμετέρᾳ.
Ὁ γὰρ Σωτὴρ, ἐπιδημήσας τῷ κόσμῳ καὶ χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου ἐπὶ τῷ ᾆραι τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς διὰ τῶν ἑπομένων δηλωθήσεται στίχων, τῶν μεγάλων καὶ ἀποῤῥήτων ἡμᾶς κατηξίωσε μυστηρίων. Ἔσωσε αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Δεξιὰ καὶ βραχίων Θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ Σωτὴρ εἶναι κατὰ τοῦ τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένου. Σώζει οὖν αὐτῷ τῷ Θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἠρμένους. Οὐ γὰρ πᾶς σωζόμενος Κυρίῳ τῷ Θεῷ σώζεται· ἀλλὰ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος, καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ’ εὐσεβείας ἀνειληφώς. Ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως Θεῷ σώζεται, μάλιστα ὅτε οὐκ ἐπίσταται ἐκ Θεοῦ τὴν ὑγίειαν αὐτῷ δεδόσθαι. Ἅγιος δὲ ὁ βραχίων τοῦ Θεοῦ ἐστιν, οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων, ἀλλ’ ἁγίου Πνεύματος ὢν βραχίων. Καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ Θεοῦ δύναμις, οὐκ ἄλλη τοῦ Θεοῦ Λόγου τυγχάνουσα, καλεῖται, διὰ τὸ δεξιῶς, τουτέστιν ἁγίως, σοφῶς, ἀμέμπτως, ἐπαινετῶς πάντα ποιεῖν· βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι.
PG 23:1233Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν. Πάλαι τὸν Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐπαγγειλάμενος, τὴν τῶν λόγων ἀλήθειαν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐπιστώσατο· καὶ ὃ δι’ ὅρκου ἐπηγγείλατο παρέξειν ἔλεος, τοῦτο ἔδειξεν εἰς ἔργον ἐκβάν. Κομιδῆ δὲ ταῦτα ἔοικε τοῖς Ἡσαί̈ου θεσπίσμασι, δι’ οὗ ὁ Πατὴρ ἔφη πρὸς τὸν Μονογενῆ· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἐπειδὴ γὰρ τοῖς θαυμασίοις πατριάρχαις καὶ τῷ Δαυὶ̈δ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς ἐκ τοῦ σπέρματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις παρέξειν, διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν. Γένος δὲ αὐτοῦ τὸν Ἰσραὴλ κέκληκεν· ἐπειδὴ ἐξ Ἰουδαίων κατὰ σάρκα Χριστός. Δέδωκά σε τοίνυν εἰς διαθήκην γένους, τουτέστιν, ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ’ εἰς φῶς οὐκ ἔτι Ἰουδαίων, ἀλλ’ ἐθνῶν·
οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπιστίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ἔφη Δαυί̈δ· Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, ἤγουν τῷ Ἰσραὴλ, τουτέστι τὰς πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσε, καὶ εἰς ἔργον ἤγαγε· διὸ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν. Κηρυχθέντος γὰρ τοῦ Εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ’ οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, κατὰ τὴν Χριστοῦ χρησμῳδίαν, εἶδον πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν, τὸ Σωτήριον τοῦ Θεοῦ. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου, καὶ τὰ ἑξῆς. Κατὰ μὲν τὸ ῥητὸν, συνάψατε, φησὶ, τοῖς ὕμνοις καὶ ὄργανα ψαλμικά· κατὰ δὲ ἀναγωγὴν, κιθάρα ἡ πρακτική· φωνὴ δὲ ψαλμοῦ ἡ θεωρία. Δοξάσατε οὖν, φησὶ, τὸν Κύριον διὰ πράξεως καὶ θεωρίας, καὶ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον, ἤγουν τὰς διὰ τοῦ σώματος ἐνεργείας τὰς κατ’ ἀρετὴν, καὶ φωνή τις ᾀδέτω ἡ περὶ τῶν πρακτέων θεωρία·
κιθάραν γὰρ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν λέγει. Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον· τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα στόματα, καὶ χρώμεθα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι· πλήκτρου δὲ παντὸς ἡ γλῶσσα ὀξύτερον κινουμένη, τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ’ ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν. Αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα. Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου βοῶν· Ἀπόστησον ἀφ’ ἡμῶν ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι. Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἐλαταὶ λέγονται σάλπιγγες οἱ λόγοι τῶν· ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν διὰ τὸ βεβασανισμένον καὶ πεπυρωμένον τῆς πίστεως αὐτῶν· κεράτιναι δὲ διὰ τὸ πρακτικόν. Βοῶν γὰρ αἱ κεράτιναι σάλπιγγες· βοῦς δὲ ἐργατικὸν ζῶον. Καὶ περὶ τῶν ἀποστόλων δέ φησιν ὁ Παῦλος· Μὴ τῶν βοῶν μέλει τῷ Κυρίῳ; ἢ δι’ ἡμᾶς πάντως λέγει.
PG 23:1235Φωναὶ τοιγαροῦν τῶν ἱερῶν τοῦ Σωτῆρος ἀποστόλων ἐλαταὶ ὁμοῦ καὶ κεράτιναι σάλπιγγες ἐτύγχανον. Κιθάραν δὲ ἄλλως μὴ ὄκνει λέγειν τὸν σύμπαντα τοῦ Χριστοῦ λαὸν ἐκ διαφόρων ψυχῶν ὡς ἐκ πλειόνων χορδῶν ἡρμοσμένον, μίαν τε εὐχὴν καὶ εὐχαριστίαν τῷ Θεῷ ἀναπέμποντα.

Psalm 8ΨΑΛΜΟΣ 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ. ϟΗ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοὶ, ὁ καθήμενος ἐπὶ χερουβὶμ, σαλευθήτω ἡ γῆ. Ἀνεπίγραφος παρ’ Ἑβραίοις ὁ ψαλμός· εἷς δὲ καὶ αὐτὸς τυγχάνει τῶν εὐαγγελιζομένων τὴν τοῦ Χριστοῦ βασιλείαν. Ἐπεὶ μὲν γὰρ τῷ βασιλεύειν ἁπάντων τῶν ὅλων Θεὸν, οὐδένα ἄν τις ὀργίζεσθαι φαίη, ἐπὶ δὲ τῇ τοῦ Χριστοῦ βασιλείᾳ φησὶν ὁ παρὼν λόγος ὀργίζεσθαι λαούς· φησὶ δὲ τοὺς ἐκ περιτομῆς καὶ τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας αὐτῷ. Τίς δέ ἐστιν ὁ Κύριος διασαφεῖ λέγων ἑξῆς· Ὁ καθήμενος ὑπὲρ χερουβίμ. Δάκνει γὰρ τοὺς ἀπίστους καὶ λυπεῖ ὁ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν ζῆλος· οὐ γὰρ συνῆκαν τὰς περὶ τῆς βασιλείας αὐτοῦ προφητικὰς φωνάς· Σαλευθήτω ἡ γῆ. Οἵ τε γὰρ πάλαι πολλὰ δυνάμενοι δαίμονες ἐξησθένησαν, ὡς πάσας αὐτῶν τὰς δυνάμεις σαλευθῆναι, καὶ παυσθῆναι τὰς ἐνεργείας·
οἵ τε τὴν γῆν οἰκοῦντες ἄνθρωποι, μεταβαλόντες, τῆς πατρῴας πλάνης τὸν ὄλεθρον ἐπέγνωσαν, τὸν Θεὸν Λόγον αὐτῶν Κύριον ἐπιγραψάμενοι. Οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπιστοῦντες αὐτῷ, μεγάλως ἐσαλεύθησαν, κινούμενοι καὶ καταπληττόμενοι τῆς διδασκαλίας αὐτοῦ τὴν δύναμιν. Τὸ δὲ, καθήμενος, ὡς πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώματος φύσις ἀπερίληπτος καὶ ἀπερίγραφος. Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Σιὼν ἑρμηνεύεται σκοπευτήριον· οὕτω δὲ ὀνομάζειν ἔθος τὴν θείαν Γραφὴν πᾶν τὸ θεοσεβὲς πολίτευμα, τῶν τὰ ἐπουράνια σκοπούντων τοῦτον δηλουμένων τὸν τρόπον ὁποῖος ἦν λέγων ὁ Ἀπόστολος· Σκοπούντων ἡμῶν οὐ τὰ ἐπίγεια, ἀλλὰ τὰ ἐπουράνια. Παρὰ τούτοις οὖν μέγας ἐστὶν ὁ Κύριος. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Νῦν μὲν ὀργίζονται λαοὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν βασιλείᾳ· ἔσται δέ τις καιρὸς ἐν ᾧ καὶ αὐτοὶ ἐξομολογήσονται τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, Ὅτε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Πατρός. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.
Ἡ τοῦ βασιλέως τιμή τε καὶ ἀρετὴ εἰκότως μετὰ κρίσεως τοῖς μὲν ἐπίφοβον ποιεῖται τὸ ὄνομα αὐτοῦ, τοῖς δὲ ἅγιον. Εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον, δι’ αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν· οἱ κατορθοῦντες τὸν θεῖον νόμον δι’ αὐτοῦ τοῦ ἐνεργεῖν κατὰ ταὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασιλέα, ἀγαπῶντες τὴν παρ’ αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρῖμα αὐτοῦ, καὶ ὅτι τεύξονται θείων ἀμοιβῶν, κατὰ τὸ βούλημα αὐτοῦ, εὐσεβῶς καὶ δικαίως πολιτευσάμενοι. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ τὰ ἑξῆς. Μηδεὶς, φησὶ, νομίζοιτο ἕτερον εἶναι τὸν ἐνταῦθα δοξολογούμενον Κύριον τοῦ Θεοῦ τοῦ νομοθετήσαντος ἐν τῇ ἐρήμῳ. Σὺ γὰρ, φησὶ, Κύριε, οὗ τὴν βασιλείαν θεσπίζομεν, αὐτὸς ὢν τυγχάνεις, ὁ καὶ τῷ ἐκ περιτομῆς λαῷ κρίσιν καὶ δικαιοσύνην διαταξάμενος κατὰ τὴν δοθεῖσαν αὐτοῖς νομοθεσίαν, δικαιώματα καὶ κρίματα περιέχουσαν. Σὺ δὲ αὐτὸς καὶ εὐθύτητας ἡτοίμασας κατὰ τὸν τῆς ἀνταποδόσεως καιρὸν ἀποδοθησομένας τοῖς φυλάττουσι τὴν κρίσιν καὶ τὴν δικαιοσύνην.
PG 23:1237Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Τὸ, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, τῆς οὖν αὐτῆς ἔχεται διανοίας καὶ τὰ προκείμενα. Τοῦτον γὰρ τὸν Κύριον, καὶ οὐχ ἕτερον, φησὶ, τὸν ἐν τῷ παρόντι θεολογούμενον, καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ, καὶ εἴ τις ἕτερος εἴτε προφητῶν, εἴτε ἱερέων, ἐπεκαλοῦντο. Καὶ οὗτος ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ νῦν ἐπὶ πάντας τοὺς λαοὺς ὑψηλὸς ὑπάρχων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι δοξαζόμενος, ὁ κἀκείνων εἰσακούων καὶ λαλῶν αὐτοῖς ἐν στύλῳ νεφέλης. Οὐκ ἄλλως δὲ τῆς τοσαύτης ἀξίας ἔτυχον οἱ δηλωθέντες, εἰ μὴ ὅτι ἐφύλαττον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ δέδωκεν αὐτοῖς. Οὕτως οὖν καὶ ἡμῖν διὰ τῆς Καινῆς Διαθήκης ὁ αὐτὸς προστάγματα καὶ ἐντολὰς, καὶ μαρτύρια ἔδωκεν, ἅπερ εἰ φυλάττοιμεν, τῶν ἴσων καὶ αὐτοὶ καταξιωθησόμεθα.
Κύριε Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν, σὺ εὐί̈- λατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Σὺ, φησὶν, ὁ ἡμέτερος Κύριος καὶ Θεὸς, ὁ τῶν ἐθνῶν βασιλεὺς, ὁ ὑφ’ ἡμῶν κηρυττόμενος, αὐτὸς ἦσθα ὁ καὶ τῶν ἀμφὶ Μωϋσέα καὶ Ἀαρὼν ὑπακούων, καὶ τῆς τοσαύτης ἐκείνοις μεταδιδοὺς παῤῥησίας, ἱλεουμένοις σε ὑπὲρ τοῦ παροργίζοντος λαοῦ, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. Εἰ γὰρ καί τισιν ἀσθενείαις περιέπιπτον ὡς ἄνθρωποι, ὡς Μωϋσῆς ἐπὶ τῇ ἀπιστίᾳ τοῦ ὕδατος, καὶ Ἀαρὼν ἐπὶ τῇ μοσχοποιίᾳ, σὺ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱὸς, ἵλεως αὐτοῖς ἐγίνου, συγγνώμην νέμων τῇ θνητῇ ἀσθενείᾳ. Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Εἰ καὶ ἔδοξάν τι, φησὶν, ἁμαρτάνειν ὡς ἄνθρωποι, ἀλλ’ ἐπαίδευες αὐτοὺς ἐν οἷς παιδείας ἐδέοντο. Ἠλέγχετο γὰρ ἐπὶ τοῦ μόσχου ἁμαρτήσας Ἀαρὼν, καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Μηδὲν ταπεινὸν, φησὶ, καὶ ἀνθρώπινον περὶ τοῦ Κυρίου φρονεῖτε· ἀλλ’ ὑψοῦτε αὐτὸν ὑψηλὰ περὶ αὐτοῦ δοξάζοντες, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκατε σέβας.
PG 23:1239Ὄρος δὲ ἅγιον πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος· οὕτω γὰρ καὶ Ἡσαί̈ας καὶ Μιχαίας ἐθέσπισαν· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου· τουτέστιν ἡ τοῦ Θεοῦ γνῶσις πᾶσι δήλη γενήσεται. Οἶδε γὰρ καὶ ὁ Ἀπόστολος νοητὸν ὄρος Σιών· Προςεληλύθατε γὰρ ὄρει Σιὼν καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Προστετάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ προσκύνησιν· ὃς καὶ Κύριος ἡμῶν ἐστιν ὡς δούλων, καὶ Θεὸς ὡς πλάστης. Ἀλλ’ οὕτω μὲν πνευματικώτερον τὸν ψαλμὸν νοήσαιμεν.

Psalm of ConfessionΨΑΛΜΟΣ ΕΙΣ ΕΞΟΜΟΛΟΓΗΣΙΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΕΙΣ ΕΞΟΜΟΛΟΓΗΣΙΝ. ϟΘ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Τουτέστι τὰ ἐπὶ γῆς ἔθνη· καὶ διὰ τούτων κέκληται ἐπὶ ἐξομολόγησιν τῶν προτέρων ἁμαρτημάτων, ἐν οἷς ἐκαλινδοῦντο ὅτε τῇ εἰδωλολάτρῳ προσεῖχον πλάνῃ. Διὸ ἐπιγέγραπται ψαλμὸς Εἰς ἐξομολόγησιν. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, ὑποβαλόντες ἑαυτοὺς τῷ αὐτοῦ ζυγῷ. Ὅμοιον γάρ ἐστι τὸ δουλεύειν αὐτῷ τῷ δουλεύειν φωτὶ, καὶ δουλεύειν ζωῇ καὶ ἀληθείᾳ, καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ· πάντα γὰρ ταῦτά ἐστιν ὁ Κύριος. Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ. Ὅταν γὰρ γνῶμεν ὅτι αὐτὸς Θεός ἐστιν, αὐτὸς ὁ Κύριος, τὸ τηνικάδε αὐτοῦ τοῦ γινώσκειν ἐνώπιον αὐτοῦ εἰσεληλυθότες, καὶ ποιητὴν ἑαυτῶν ὁμολογήσομεν αὐτόν. Ὅτι δὲ οὐχ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν, κἂν αἴτιοι δοκῶμεν τυγχάνειν τῆς τῶν παίδων γενέσεως, δῆλον ἐντεῦθεν· ἐκ πατρὸς γὰρ καὶ μητρὸς γενόμενοι Ἰὼβ καὶ Δαυὶ̈δ, φασὶν ἑκάτεροι, Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· καὶ πρὸς Ἱερεμίαν αὐτὸς ὁ Θεὸς, Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Τῇ γοῦν ἐσφαλμένως λεγούσῃ τῷ ἀνδρὶ, Ἢ δός μοι τέκνα, εἰ δὲ μὴ, ἀπόκτεινόν με, σοφὸς ὢν ὁ ἀνὴρ, δογματικῶς ἐπιτιμᾷ, Μὴ ἀντὶ Θεοῦ σοι εἰμὶ ἐγὼ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; Εἰ γὰρ καὶ δοκοῦσιν οἱ πατέρες ποιεῖν τὰ τέκνα, ἀλλ’ οὖν ὁ Θεὸς ταῦτα ποιεῖ· καὶ ὁ μὲν αἴτιος, οἱ δὲ συναίτιοι, ὡς τῷ ἐξ ἀρχῆς αὐτοῦ διακονοῦντες προστάγματι. Διὰ τοῦτο πολλοὶ, καίτοι ἐπιθυμοῦντες παιδοποιεῖν, οὐ δύνανται.
Ὁ δὲ Σύμμαχός φησιν, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐγνώρισεν· οὐ μόνον γὰρ ἡμῶν δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῶν προσφέρων νομήν. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, ὡς βασιλέως, πρόβατα δὲ ὡς ποιμένος· λαὸς οἱ κρείττους καὶ λογικώτεροι· πρόβατα οἱ ὑποβεβηκότες, καὶ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων· κατὰ τὸ, Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Πλὴν ἀλλὰ πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντα καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ Θεός· τοὺς μὲν, ὡς λαὸν αὐτοῦ, τὰ δὲ, ὡς πρόβατα χειρὸς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Μνημονεύετε, φησὶ, τῶν κακῶν, ἐν οἷς πρῶτον ἐξετάζεσθε, ὅτε μακρὰν ἐτυγχάνετε τοῦ Κυρίου ὑφ’ ἑτέροις δεσπόταις πονηροῖς ἀγόμενοι. Διὸ ὡς περιῤῥαντηρίῳ χρώμενοι τῇ τῶν προτέρων ἀσεβημάτων ὁμολογίᾳ εἴσιτε εἰς τὰς πύλας αὐτοῦ θαῤῥοῦντες·
PG 23:1241ὅτι μετὰ τὰς πύλας, τουτέστι μετὰ τὰς ἀρχὰς καὶ τὰς πρώτας εἰςόδους τῆς τοῦ Θεοῦ δουλείας, εἰς τὰ ἐνδότατα καὶ τὰς αὐλὰς παρελθόντες, οὐκέτι χρήσεσθε τῇ ἐξομολογήσει, ἀλλ’ ὕμνοις λοιπὸν τοῖς εἰς αὐτὸν σχολάσετε. Ὥσπερ μέντοι εἰσιέναι δεῖ πρότερον εἰς τὰς πύλας, εἶτα εἰς τὰς αὐλὰς, οὕτως ἐξομολογεῖσθαι πρότερον χρὴ τὰ ἁμαρτήματα, εἶτα ὑμνεῖν τὸν Θεὸν, ἵνα, τῇ ἐξομολογήσει καθαρθείσης τῆς γλώττης, καθαρὸς ὁ ὕμνος προσενεχθείη. Ἐξομολογεῖσθε αὐτῷ. Αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς ὁ Κύριος· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. Δίκαιον, φησὶν, εὐχαριστεῖν καὶ ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας. Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκε, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο· καὶ οὐ παύσεταί ποτε ἡ εἰς ἡμᾶς παρ’ αὐτοῦ γενομένη εὐεργεσία, ἥτις ἐστὶν ἀλήθεια, κατὰ τὸ, Ἐμνήσθη διαθήκης αὐτοῦ εἰς τὸν αἰῶνα· ἢ τὸ, Ἐξομολογεῖσθε, ἀντὶ τοῦ, Ὡς ἰατρῷ τὰ τῆς ψυχῆς ἀπογυμνοῦτε τραύματα δι’ ἐξομολογήσεως·
Θαῤῥοῦντες δὲ τοῦτο πράττετε, δόγμα ἀληθὲς περὶ αὐτοῦ μαθόντες, ὅτι ἀγαθός ἐστι καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ κατὰ πᾶσαν γενεὰν ἀληθείας γέμουσιν οἱ λόγοι αὐτοῦ.

Psalm 9ΨΑΛΜΟΣ 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ. Ρ. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρὸς μέ; Ἤτοι τὸν σὸν ἔλεον καὶ τὴν σὴν κρίσιν ᾄσομαι, τὸν τρόπον διεξιὼν καθ’ ὃν πέφυκας, οὐ πρῶτον κρίνειν, ἔπειτα ἐλεεῖν· ἀλλὰ πρῶτον ἐλεεῖν, ἔπειτα κρίνειν, καὶ μετὰ φιλανθρωπίας καὶ ἐλέους ποιεῖσθαι τὰς ἀποφάσεις. Ἧ ἐγὼ αὐτὸς, ἔλεος ποιῶν καὶ κρίσιν ἐπὶ τοὺς πλησίον, θαῤῥῶ παριέναι ἐπὶ τῷ ᾄδειν σοι καὶ ψάλλειν. Συνιεὶς γοῦν ὅπως χρὴ τοῦτο ποιεῖν, τὰς ἐμαυτοῦ ὁδοὺς ἀμώμους καὶ ἀμέμπτους φυλάττω, πεπεισμένος τοῦτον τὸν τρόπον ἀρεσκόντως σοι δι’ ἔργων ἀγαθῶν ψάλλειν. Λοιπὸν οὖν ἧκε πρὸς μὲ, ὦ Κύριε, ἕτοιμον εὑρήσων παρ’ ἐμοὶ μονήν· ἐπειδήπερ πάντα μοι τὰ καλὰ παρεσκεύασται, περιμένοντι πότε ἥξεις πρὸς μέ. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ ὀφθαλμῶν πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα.
PG 23:1243Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων σχηματιζόμενοι κατὰ τὰς ἀγορὰς σεμνοὶ φαίνονται καὶ ἐπιεικεῖς· ἐν δὲ ταῖς ἑαυτῶν οἰκίαις, οὐκέτι κρύπτοντες τὸν ἑαυτῶν τρόπον, ἐλέγχονται φαῦλοί τινες ὄντες· ἐγὼ δὲ, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου ἐπορεύθην, οὐκ ἔχων ἔσωθεν ἐκ τῆς καρδίας μου ἐξιόντας διαλογισμοὺς πονηρούς. Οὐδέποτε γοῦν κατὰ προαίρεσίν τι ἥμαρτον· εἰ δὲ καί τι συνέβη ἀνθρώπινον, ἀλλ’ οὐ προθεμένου μου τοῦτο ἐγένετο. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ ἐστι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι, φησίν· εἰδὼς δὲ, ὅτι ὁ κολλώμενος δικαίῳ δίκαιος ἔσται, πάντα διάστροφον ἄνδρα παρῃτούμην συνάπτεσθαί μοι καὶ κολλᾶσθαί μοι. Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται ὡς ἀνάρμοστον. Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Ὁ τέλειος, καρδίαν σκαμβὴν οὐκ ἔχων, εἰς ἢν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ Θεοῦ πεπλήρωται· ὥστε τὸν πονηρὸν, μὴ ἔχοντα τόπον παρ’ αὐτῷ, ἐκκλίνειν ἀπ’ αὐτοῦ· ἐκκλίνοντος δὲ, φησὶν, οὐκ ἐγίνωσκον· τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι·
οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν αὐτοῦ ἔσχον παρ’ ἐμοί. Νοήσεις δὲ ταῦτα καὶ περὶ ἀνθρώπου πονηροῦ, ὅτι οὐδ’ ὅτε προσῆλθεν, οὐδ’ ὅτε ἀνεχώρει αἴσθησιν ἐλάμβανον, οὕτως ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς λοιμοὺς, καὶ οὐδὲν εἰδέναι προςεποιούμην· οὐ γὰρ ἠξίουν εἶναι φίλον αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησίν· ἀλλ’ εἰδὼς, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, οὐ συνδιετιθέμην τοῖς πονηροῖς. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ἄνθρωπον, φησὶ, καὶ λογισμὸν ὑποβάλλοντά τι πονηρόν μοι κατά τινος ἐξέβαλον ἐκ τῆς καρδίας μου, ὡς κύνα λαθροδήκτην. Ὁ γὰρ σπουδαῖος, ἐν παντί τῳ παῤῥησίαν ἔχειν ἀγαπῶν, ὥσπερ τὰ λάθρα δρώμενα τῷ αἰσχύνης εἶναι ἄξια, παραιτεῖται· οὕτω καὶ τὸ λέγειν ἢ ἀκούειν κατά τινος κρύβδην οὐκ ἀνέχεται· κακοήθους γὰρ καὶ ἀνελευθέρου τὸ χρῆμα, ἐπήρτηται δὲ κίνδυνος τῷ πράγματι, τῆς Γραφῆς λεγούσης· Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· καὶ, Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοὶ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε. Τί δέ ἐστι τὸ καταλαλεῖν ὡς ἐν τύπῳ παραδοτέον· οὐ γὰρ τὸ ὁπωσοῦν λέγειν περί τινος καὶ λάθρα ἐκείνου καταλαλεῖν ἐστι·
πολλάκις γοῦν ἀγορεύομέν τινα κακῶς ἀπόντα, οὐ καταλαλεῖν αὐτοῦ βουλόμενοι, ἀλλὰ λυπούμενοι διὰ τὸ εἶναι αὐτὸν ἴσως φαῦλον· πειρώμεθα δὲ λέγειν τὰ περὶ αὐτοῦ τοῖς ὡσαύτως ἡμῖν κηδομένοις αὐτοῦ καὶ φροντίζουσιν ἀπὸ διαθέσεως φιλικῆς. Ὁ οὖν οὕτω λέγων κατὰ ἀπόντος, οὐ κατάλαλός ἐστιν· ἀλλὰ σπουδὴν ἔχει σὺν ἡδονῆς κατ’ ἐκείνου λέγειν, οὐκ ἀχθόμενος ἐπὶ τῷ τοιαῦτα ἐκεῖνον πεποιηκέναι, ἀλλὰ καὶ χαίρων. Λέγει γοῦν ἐκείνοις τὰ περὶ αὐτοῦ τοῖς μισοῦσιν αὐτὸν, καὶ φανερῶσαι δυναμένοις δι’ ἐπαγγελίας ἑτέροις πλείοσι τὰ περὶ αὐτοῦ. Τί δὲ βούλεται προσκείμενον τὸ, λάθρα, φανεροῦ ὄντος, ὅτι πᾶσα κατηγορία λάθρα γίνεται; Ἢ αὐτὸ λέγει τὸ ὂν, ἢ διαιρετέον οὕτω, ὅτι τῶν κατηγορούντων τινὰς, οἱ μὲν κατὰ πρόσωπον παρόντας κακηγοροῦσι, λοίδοροι δὲ οὗτοι καὶ ὑβρισταὶ συνήθως καλοῦνται· ὅμως οὖν τῷ κατά τινος λέγειν κατάλαλοι ἂν εἶεν· οἱ δὲ λάθρα καὶ ἀπόντων τῶν κατηγορουμένων λέγουσι κατ’ αὐτῶν. Τὸν ταύτην οὖν ἔχοντα τὴν τάξιν ἐκδιώκειν ὁ ἅγιος λέγει, οὐ τοὺς εἰς πρόσωπον διαλοιδορουμένους. Ἐκεῖνος γὰρ καθ’ οὗ αἱ βλασφημίαι ἢ παρὼν ἀπολογήσεται, ἢ ἐλεγχθεὶς ἐπὶ τῷ τοιοῦτος εἶναι, αἰσχυνθήσεται.
PG 23:1245Δυνατὸν ἀντιδιαστέλλεσθαι τὴν λάθρα γινομένην καταλαλιὰν πρὸς τὴν ἐπὶ κριτῶν κατηγορίαν. Καὶ γὰρ αὕτη τῷ γένει καταλαλιὰ, ἀλλ’ οὐ λάθρα γινομένη. Καρπὸς μὲν οὖν διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφοῦ, καὶ ταῦτα λάθρα, ἀλλὰ μὴ εἰς πρόσωπον, ἵνα μὴ παρὼν ἀπολογήσηται ὁ κατηγορούμενος· ὡς ὅ γε ἐφ’ ἡμῶν ἑτέρου καταλαλῶν, οὗτος οὐδὲ ἡμῶν καταλαλεῖν ἐφ’ ἑτέρων ἀφέξεται. Ὅθεν χρὴ τὸν τοιοῦτον ὡς κοινὸν ἐχθρὸν εἰκότως ἐλαύνεσθαι, ὡς τὸν ἐν παραδείσῳ μιμούμενον δράκοντα, ὃς τοῦ Θεοῦ καταλαλήσας τὴν Εὔαν ἠπάτησεν. Ἡμεῖς δὲ μήτε λέγωμεν κακῶς, καὶ τοῖς λέγουσιν ἀκοὴν μὴ παράσχωμεν. Ἀκοὴν δὲ, φησὶ, ματαίαν μὴ παραδέξῃ· οὐκ εἶπε, μὴ πιστεύσῃς, ἀλλὰ, μὴ παραδέξῃ. Διὸ καὶ ὁ Προφήτης, Ἐξεδίωκον, φησὶ, τὸν καταλαλοῦντα· οὐκ εἶπεν· Οὐκ ἐπίστευον, ἢ, Οὐ παρεδεχόμην τὰ λεγόμενα· ἀλλὰ καὶ ὡς ἐχθρὸν ἀπήλαυνον. Εἰπὲ πρὸς τὸν καταλαλοῦντα, Ἔχεις ἐπαινέσαι τινὰ, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· κακῶς θέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι.
Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων. Μὴ δῴης τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. Διαφέρει δὲ τὸ κατακρῖναι, τὸ ἐξουδενῶσαι, καὶ τὸ καταλαλῆσαι. Καταλαλῆσαι γάρ ἐστι τὸ εἰπεῖν κατά τινος, οἷον, ὅτι Ἐψεύσατο ὁ δεῖνα, ἢ, ὠργίσθη, ἢ ἐπόρνευσεν, ἤ τι τοιοῦτον· ἐλάλησε γὰρ ἐμπαθῶς τὸ ἁμάρτημα τοῦ ἀδελφοῦ. Κατακρῖναι δέ ἐστι τὸ εἰπεῖν, ὅτι Ὁ δεῖνα ψεύστης ἐστὶ, πόρνος, ὀργίλος· ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ, καὶ ἀπεφήνατο καθ’ ὅλου τοῦ βίου αὐτοῦ λέγων, ὅτι τοιόσδε ἐστίν· ἄλλο γάρ ἐστι τὸ εἰπεῖν, Ὠργίσθη, καὶ ἄλλο τὸ, Ὀργίλος ἐστίν. Ἐξουδενῶσαι δέ ἐστι τὸ οἱονεὶ βδελύσσεσθαι τὸν πλησίον, καὶ σικχαίνεσθαι ὡς ἀηδῆ τινα· ὃ καὶ τοῦ κατακρῖναι ὀλεθριώτερον. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Ἄνω μὲν περὶ φίλου ὑπερηφάνου ἔλεγεν·
PG 23:1247ἐνταῦθα δὲ περὶ ὑπηρέτου φησὶν, ὅτι Οὐδένα τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ᾑρούμην, οὐδὲ πρωτείων καὶ παῤῥησίας ἠξιοῦτο παρ’ ἐμοὶ, ὡς τοῦ ἐν μέσῳ τῆς οἰκίας παῤῥησίαν καὶ ἐλευθερίαν ἔχοντος· ἐν ὄψεσι γὰρ δεσπότου ὁ τοιοῦτος. Ποιεῖν δὲ ὑπερηφανίαν ἐστὶ τὸ μετὰ ἀλαζονείας ἐνεργεῖν. Λέγοι δ’ ἂν, καὶ ὅτι· Οὐ κατῴκει ἐν τῇ καρδίᾳ μου λογισμὸς ὑποβάλλων ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Συντόμως εἰπεῖν, πᾶσαν ἀδικίαν ἀπεστρεφόμην, οὐδὲ τὴν μέχρι λόγων ὑπομένων· ὁ γὰρ λαλῶν ἄδικα οὐδὲν ἤνυεν, οὐκ εὐωδοῦτο ἐνώπιόν μου, οὐ κατώρθου ἃ ἐσπούδαζεν. Εἰς τὰς πρωί̈ας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν. Τὸ ἀκριβὲς καὶ ἀπλανὲς καὶ νηφάλιον τῆς δίκης παρίστησιν· ὅτι οὔτε θυμὸς, φησὶν, οὔτε μέθη τὴν ἀναίρεσιν ὑπετίθετο· ὁ μὲν γὰρ θυμὸς εἰ καὶ τῇ χθὲς ἡμέρᾳ παρώξυνεν, ἀλλὰ διὰ τοῦ μήκους τῆς νυκτὸς ἐμαλάσσετο· ἡ δὲ μέθη, κἂν ὀψίας πολλὴ προσεγένετο, διὰ τοῦ ὕπνου ἱκανῶς ἐλεπτύνετο.
Καθαρᾷ οὖν καὶ χειρὶ καὶ γνώμῃ κατὰ τῶν εἰς Θεὸν ἁμαρτανόντων ἐξωπλιζόμην, μήτε τῆς ἐξ οἴνου γνώμης, μήτε τῆς ἐκ θυμοῦ σφαλλούσης τὸν λογισμόν. Τοὺς δὲ ἁμαρτωλοὺς ἀπέκτεινον οὐχ ἁπλῶς ἁπάσης τῆς γῆς, ἀλλὰ τῆς ὑπ’ ἐμέ· καὶ πάντας δὲ οὐχ ἅμα, ἀλλὰ νῦν μὲν τοῦτον, νῦν δὲ ἐκεῖνον. Μᾶλλον δὲ τοῦτο παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται· οὐ γὰρ ὅτι καθ’ ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην, οὐ τοῦτό φησιν ὁ λόγος· τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει. Πῶς γὰρ πάντων ἠδύνατο καθ’ ἑκάστην πρωί̈αν αὐτόχειρ γίνεσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ περιγίνεσθαι πάντων δυνατὸν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων εἰς τὸ εἰκὸς ὄντων· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ ἂν ἀπέκτεινε πρωί̈ᾳ τοὺς σύμπαντας, ἀλλ’ οὐχὶ καθ’ ἑκάστην πρωί̈αν αὐτόχειρ αὐτῶν ἐγίνετο. Τί οὖν τοῦτό ἐστι; Συνετώτερον τῶν λεγομένων ἀκούσωμεν, ἵνα μὴ κατηγορήσωμεν ἐπὶ ψεύδει τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις. Πόλις τοῦ Κυρίου ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς·
ἁμαρτωλοὶ δὲ γῆς, περὶ ὧν φησιν ὁ Σωτὴρ, ὅτι Ἔσωθεν ἐκ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τούτους δὴ τοὺς ἐκ τῆς γῆς ἁμαρτωλοὺς, τουτέστι τοὺς ἐκ τῆς γηί̈νης σαρκὸς προϊόντας, καθ’ ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστάσεως ὁ ἑαυτῶν ἐκκαθαίρων. Πρωί̈α οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ’ ἑκάστην ἀνατολὴν σωτηρίου δόγματος γίνεται, ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίας κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀνάγκη εἰς ἔργον προχωρῆσαι τὰς ἐνθυμήσεις· οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμὸς, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς·
PG 23:1249οὗτος ἐὰν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωί̈ᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν [ϟπᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι]ϟ, μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος. Τοῦτο οὖν λέγει Δαυὶ̈δ ὅτι, Τοὺς ἁμαρτωλοὺς καὶ ἐμπαθεῖς λογισμοὺς τοὺς ἐκ τοῦ γεώδους σώματος φυομένους ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προςεδρίᾳ ἐκόλαζον· καὶ τῷ φωτὶ τῆς γνώσεως καὶ τῇ δι’ ἐξομολογήσεως φανερώσει διέκρινον καὶ ἐξωλόθρευον τὰ τοῦ σώματος πάθη, καὶ τοὺς ἀνομοῦντας λογισμοὺς ἐκ τῆς καρδίας μου. Αὕτη γάρ ἐστιν ἡ πόλις τοῦ Κυρίου, ὡς οἶκος τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Οὐκοῦν ἐπειδὴ πληγή ἐστιν, ὡς ἀληθῶς, κατὰ τῶν ἀρετῶν ἡ τῆς κακίας εὐημερία, καλῶς ἔχει τὸν προφητικὸν ζηλώσαντας λόγον πρωί̈αν ἑαυτοῖς ποιεῖν, διὰ τὸ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου, ψυχὴ δὲ ἡ πόλις, πάντας τοὺς λογισμοὺς τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὧν ὁ ὄλεθρος ζωὴ γίνεται τῶν ἀμεινόνων, κατὰ τὸ, Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. Νεκρουμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, ὑπωπιαζομένου τε καὶ δουλαγωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρτημάτων ἀφορμαὶ οὐχ οἷαί τέ εἰσιν ἐγεῖραι λογισμοὺς τῇ ψυχῇ τοὺς σπεύδοντας δι’ ἡδονῆς ἀπόλαυσιν τὴν ἀνομίαν ποιεῖν· καὶ λοιπὸν ζῶσι τὰ κρείττονα. Δεῖ τοίνυν ἡμᾶς μὴ μόνον παθῶν εἶναι σωματικῶν φονευτὰς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν ὀλετῆρας. Ἁμαρτωλοὶ γὰρ γῆς τὰ τοῦ σώματος πάθη, ἐργαζόμενοι δὲ ἀνομίαν ἐκ πόλεως Κυρίου ἐξολοθρευόμενοι, τῆς ψυχῆς οἱ ἀνομοῦντες λογισμοί.
Κατὰ δὲ τὸ ῥητὸν, Ἀπέκτεινον, φησὶ, τοὺς ἁμαρτωλοὺς, χάριν τοῦ ἐξολοθρεῦσαι τοὺς παρανομοῦντας, ἵνα τὴν ἀποτομίαν τῆς κολάσεως ἡ παρανομία βλέπουσα συσταλῇ καὶ ἀφανισθῇ. Ἡ δὲ πρωί̈α τὸ σπουδαῖον δηλοῖ κατὰ τὸ τάχος· νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε γὰρ, φησὶ, τὸν πονηρὸν ἐξ ὑμῶν.

Prayer 2ΠΡΟΣΕΥΧΗ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΠΡΟΣΕΥΧΗ ΤΩ ΠΤΩΧΩ, ΟΤΑΝ ΑΚΗΔΙΑΣΗ, ΚΑΙ ΕΝΑΝΤΙΟΝ ΚΥΡΙΟΥ ΕΚΧΕΗ ΤΗΝ ΔΕΗΣΙΝ ΑΥΤΟΥ. ΡΑ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἡ ἐπιγραφὴ ἔχει, Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ, νοήσεις τὸν ἐνταῦθα λεγόμενον πτωχὸν, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ, κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἁρμόσειε δ’ ἂν τῷ ἀκηδιῶντι πτωχῷ καὶ τό· Μακάριοι οἱ κλαίοντες καὶ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι· παρὰ δὲ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, ἀθυμίᾳ, κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν, κατέχεται, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων·
PG 23:1251Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· καὶ ὁ εἰπών· Οὐκ ἔστι ποιῶν χρηστότητα. Πλὴν ἐπὶ τούτοις ὁ πτωχὸς ἀκηδιῶν καὶ ἀθυμῶν, φάρμακον τοῦ πάθους θεραπευτικὸν περινοεῖ ἑαυτῷ· τοῦτο δὲ ἦν ἡ πρὸς τὸν Θεὸν εὐχὴ, ἣν μόνην εἶχε παραμυθίαν, δι’ ἧς ἐξαπλῶν αὐτοῦ τὴν ψυχὴν, καὶ σύμπαντας ἑαυτοῦ τοὺς λογισμοὺς προσφέρων ἐνώπιον τοῦ Θεοῦ, λέγεται ἐνώπιον Κυρίου ἐκχέειν τὴν δέησιν αὐτοῦ, ἢ, τὴν λογοποιίαν ἑαυτοῦ, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χορὸς, λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ προτέρου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ, τὰς ὑπὲρ τοῦ λαοῦ ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς ὁ λαὸς οἰκτειρηθῇ. Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι κλῖνον πρὸς μὲ τὸ οὖς σου. Ἐνταῦθα εἰρήσθω τὸ τοῦ Ἡσαί̈ου· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Χρὴ δὲ ἄρα καὶ πρὸ τοῦ θλίβεσθαι, ταῖς ἱκετηρίαις σχολάζειν, καὶ μὴ μόνον ἐν τοῖς περιστατικοῖς καιροῖς.
Ὁ μέντοι ἅγιος εὔχεται οὐχ ὅπως μὴ θλίβῃ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ’ ὅπως θλιβόμενος μὴ ἡττηθῇ, καὶ ὅπως τῇ ἐλπίδι χαίρων ὑπομένῃ τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. Ἡ γὰρ θλίψις τὴν ἐλπίδα διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς γεννᾷ. Ἐπάκουσον οὖν μου, φησὶν, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἐπικλίνας μου τὴν φιλάνθρωπον ἀκοήν. Κλίνειν δὲ ὁ Θεὸς τὸ οὖς αὐτοῦ λέγεται, ὡς οὐκ ἐφικνουμένης τῆς ἀνθρωπίνης δυνάμεώς τε καὶ κραυγῆς φθάνειν ἐπὶ τὸ ὕψος τῆς αὐτοῦ θεότητος· διόπερ αὐτὸς ὑποκατιὼν τῆς αὐτοῦ μεγαλειότητος ὑποκλίνει τὴν ἀκοὴν τοῖς καταξιουμένοις εἰσακούεσθαι. Τὸ δὲ, Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἀντὶ τοῦ, Μὴ νῦν μόνον, ἀλλὰ παρ’ ὅλην ζωὴν, πλέον δὲ ἐν θλίψεσι· τότε γὰρ μάλιστα χρεία βοηθείας. Ἢ τάχα οὐχ ὡς περὶ μελλούσης θλίψεως, ἀλλ’ ὡς ἐνεστώσης εἴρηται. Βούλεται γὰρ εἰπεῖν ὅτι, ἐπεὶ αὕτη ἐστὶν ἡ ἡμέρα ἧς οὐκ ἔστιν ὑπενεγκεῖν τὴν βαρύτητα, κάμφθητι καὶ ταχεῖαν δὸς τὴν βοήθειαν. Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. Καὶ τί τὸ κατεπεῖγον; αἰτία δὲ τίς, ἢ ποία τῆς ταχύτητος; Ὅτι ἐξέλιπον αἱ ἡμέραι μου ὡσεὶ καπνός· τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον διὰ τοῦ καπνοῦ δηλοῖ.
Καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητικὸς χορὸς, ἢ καὶ ὁ Δαυί̈δ· καὶ δείκνυσιν ὅτι πᾶσα δύναμις αὐτῶν, δι’ ἧς συνειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν. Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, καὶ ἡ αὐτονομία τοῦ ἔθνους. Ὑψηλότερον δὲ ὁ κατὰ Θεὸν πτωχὸς πρῶτον αὐτοῦ κατόρθωμα διδάσκει τὸ ἐκλελοιπέναι καπνοῦ δίκην τὰς τῆς προσκαίρου ζωῆς ἡμέρας αὐτοῦ, ἀδόξως καὶ ἀφανῶς αὐτὰς διεξάγοντος. Νοήσεις δὲ τοῦτο ἀφ’ ὧν ὁ Ἰώβ φησιν· Ὅτε ηὔγει ὁ λύχνος ὑπὲρ κεφαλῆς μου· ὅτε ἤμην ὑλώδης λίαν. Ηὔγει αὐτῷ ὁ λύχνος τότε ἐν εὐθηνίᾳ ὑπάρχοντι· ὅτε δὲ πάντα αὐτῷ τὰ ὑπάρχοντα διαπεπτώκει, εἶπεν ἂν καὶ αὐτός· Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Τοιοῦτος δέ ἐστιν ὁ κατὰ Θεὸν πτωχὸς, ἀδόξως καὶ ἀφανῶς τὰς ἡμέρας αὐτοῦ τῆς προσκαίρου ζωῆς διεξάγων. Εἶτα ἀσιτίαις ἑαυτὸν καὶ κακώσεσιν ὑποβάλλων, ἐν λιμῷ καὶ δίψει κατατρύχει καὶ καταφρύγει.
PG 23:1253Καὶ ἐπεὶ πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου, μαραίνων ἑαυτοῦ τὴν σάρκα φησὶν, Ἐπλήγην ὡσεὶ χόρτος. Ὁ δὲ ἀληθὴς στεναγμὸς, ὃς καὶ φωνὴν ἔχει ἀκουομένην παρὰ Θεοῦ, τήκει τὸ σῶμα, καὶ τῆς σαρκὸς ἐργάζεται νέκρωσιν, ὥστε τὸν ἔσω ἀνακαινοῦσθαι ἄνθρωπον. Ἐπιβαλεῖς δὲ καὶ ὧδε· Ἐκλείπει καπνὸς πυρὸς σβεννυμένου· ὑφεστηκὼς εἰς ὅσον ἐνεργεῖ τὸ πῦρ ᾧ αὐτὸς παρακολουθεῖ. Ἵν’ οὖν, φησὶ, καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν. Οὐ γάρ μοι πρὸς καλοῦ ἔσται τὸ σβεσθῆναι τὸ φῶς ἀπ’ ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου· παράγαγε τὰ θλιβερά. Εἰ γὰρ ἐπιμένοιεν, αἴτια γενήσονται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ἔτι μᾶλλον συμφρύξοιεν παραμένοντα, τουτέστι, τὰς εὐτόνους καὶ στεῤῥοτάτους τῆς ψυχῆς δυνάμεις, αἳ καὶ συμφρύγονται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτῷ τὴν καρδίαν φησὶν, οὐδὲν ἱλαρὸν οὐδ’ ἐφ’ ᾧ ἐστιν ἔχειν θυμηδίαν κεκτημένην. Γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον, ὡς μηκέτι οἷόντε εἶναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῇ τιμιωτέρᾳ αὐτῇ οὐσίᾳ ἄρτον τρέφεσθαι·
τούτου γὰρ τοῦ ἄρτου μεταλαμβάνειν ἔστι, μὴ περιελκόμενον, μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. Εἰς τοσοῦτον δέ φησι μὴ τεθράφθαι τοῦτον τὸν ἄρτον, ὡς καὶ λήθην ἔχειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα, τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν, ὡς ἐκ τῆς φωνῆς μου μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου, διὰ τὴν πολλὴν ξηρασίαν ἀναποθείσης πάσης τῆς παρεσπαρμένης τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. Αὕτη γὰρ ἡ ὑγρότης ὅτε μοι παρῆν, πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς, τὴν μέσην σάρκα καὶ ὀστέων ἔχουσα χώραν. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· φεύγων δηλονότι τὰς ἐν ὄχλῳ διατριβὰς ἐμονούμην καὶ ἐξηνθρώπιζον. Ἐπεὶ καὶ τὸ ζῶον τοῦτο φιλέρημον εἶναι λέγεται ὁ πελεκάν. Παρίστησι δὲ καὶ τὴν ἐρημίαν τοῦ ἔθνους, καὶ τοῦτό που καθ’ ἣν μόνος εὕρηται εἷς που καὶ δεύτερος καὶ βραχεῖς τινες· οἷον Ἱερεμίας ἢ Βαροὺχ, ἢ ἕτερος τῶν τότε ἀπολειφθέντων, ὧν ἐκ προσώπου λέγεται τὰ προκείμενα.
PG 23:1255Ὁμοιοῦται δὲ καὶ ὁ Κύριος ἐρημικῷ πελεκᾶνι κατὰ τὴν τοῦ ὀρνέου τούτου πρὸς τὰ ἔγγονα θαυμασιωτάτην συμπάθειαν. Τοῦτο γὰρ τὸ ζῶον τὰς νοσσιὰς παρὰ πέτραις ἀποτόμοις πηγνύμενον τοῖς νεοσσοῖς, τὸ μὴ ῥᾷστα παρά τινος τῶν ἐπιβούλων διαφθείρεσθαι, κατεργάζεται. Ἀλλ’ ὅ γε ὄφις, ἀποπτάντος αὐτῶν τοῦ πατρὸς, ἐπειδὴ καὶ μὴ προςεγγίζειν τῇ καλιᾷ δύναται, ἐπιχέει αὐτοῖς πόῤῥωθεν τὸν ἰόν· περισκοπεῖ γὰρ ὅθεν πνεῖ ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ, καὶ τελευτῶσιν. Ἀλλ’ ὁ γεννήσας, αὐτοῖς ἐπιπτὰς αὖθις, καὶ τὴν ἐπιβουλὴν φυσικοῖς λόγοις εἰδὼς, οἶδε πάλιν ὁμοίως ὅπως ἀναβιώσονται. Σκοπεῖ γὰρ νεφέλην καὶ πέτεται εἰς ὕψος, καὶ κατὰ κορυφὴν ἠρέμα ἐπ’ αὐτοῖς πτερύσσεται, καὶ τὰ πλευρὰ τοῖς πτεροῖς ἑκατέρωθεν πλήσσων σφοδρότερον, αἵματος αὐτοῖς ῥανίδας ἀφίησιν· αἱ δὲ διὰ τῆς νεφέλης ἐπιστάζουσαι ζωογόνον τοῖς νεκρωθεῖσιν ἐντιθέασι δύναμιν, καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν Κύριον, οἱ δὲ νεοττοὶ εἰς τοὺς πρωτοπλάστους, ἡ δὲ καλιὰ εἰς τὸν παράδεισον, ὁ δὲ ὄφις εἰς τὸν ἀποστάτην διάβολον.
Ἐνεφύσησεν οὖν οὗτος διὰ τῆς παρακοῆς τοῖς ἐν τῷ παραδείσῳ τεθεῖσι πρωτοπλάστοις, καὶ νέκρωσιν αὐτοῖς ἐντέθεικεν· ὁ δὲ Χριστὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦ γενόμενος ἐπὶ τοῦ σταυροῦ, καὶ νυγεὶς τὴν πλευρὰν, ἐκεῖθεν τὸ ζωήῤῥυτον ἐστάλαξεν αἷμα, καὶ διὰ τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος νεκρωθέντας ἡμᾶς ἀνεζώωσεν· Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Δειλὸν ὁ νυκτικόραξ· διὸ φεύγων πανταχόθεν τοῖς ἐρειπίοις τῶν οἰκημάτων ἐναυλίζεται, καὶ ἐν νυκτὶ κράζει ὑπὸ δειλίας. Διὰ μὲν οὖν τοῦ πελεκᾶνος τὴν παντελῆ ἐρημίαν τοῦ λαοῦ ἐσήμανε· διὰ δὲ τοῦ νυκτικόρακος τὸ κατειληφὸς σκότος τὸν λαὸν δηλοῖ· καὶ ὅτι, τοῦ καταυγάζοντος αὐτοὺς φωτὸς ἀποσβεσθέντος, οἷα ἐν σκοτίᾳ εἰσὶ καὶ νυκτὶ ἀγνωσίαν Θεοῦ ἔχοντες. Τάχα δὲ ὁ ἅγιος, ἐπειδὴ παννύχεις ἐβόα προσευχόμενος, ἀναγκαίως ἑαυτὸν παραβάλλει νυκτικόρακι. Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι, καὶ ὁ πάλαι ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι·
κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασι. Καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον· ὡς μὴ ἔχοντα βοηθὸν τὸν Θεόν. Καὶ οὐ μόνον οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτ’ ἔπραττον, ἀλλὰ καὶ οἱ ἀγαπῶντές με κατ’ ἐμοῦ ὤμνυον, τουτέστιν οἱ ἀπὸ τοῦ αὐτοῦ ἔθνους καὶ γένους. Καὶ οὗτοι γοῦν ἠπίστουν ταῖς αὐταῖς προφητείαις, τάς τε παρακλήσεις καὶ τὰς τῶν μελλόντων ἐπαγγελίας διασύροντες κατ’ ἐμοῦ ὤμνυον, τὸ μὴ πιστεύειν τοῖς ὑπ’ ἐμοῦ προφητευομένοις. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Τούτοις παραπλήσια τὰ ἐν τῷ οθ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, τίς ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν; Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς· ἐπειδὴ σὺ, Δέσποτα, κεκίνηκας κατ’ ἐμοῦ τὴν ὀργήν. Ταῦτα δέ φησιν ὁ Προφήτης, οἰκειούμενος τὴν τοῦ λαοῦ συμφορὰν, καὶ ὀλοφυρόμενος τὴν ἀπώλειαν τοῦ τοσούτου πλήθους, Ἀπὸ προσώπου τῆς ὀργῆς καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με.
PG 23:1257Τὰ συμβεβηκότα τῷ λαῷ καὶ τῷ τόπῳ ἰδιοποιεῖται διδάσκων, ὅτι εἰς μέγα δόξης ἀρθέντα τὸν λαὸν, ὡς Θεοῦ λαὸν χρηματίσαι, τόνδε τὸν οἶκον Θεοῦ ὀνομασθῆναι διὰ τὸ ἐν αὐτῷ ἁγίασμα. Ἐπάρας καὶ τιμήσας ὁ Θεὸς ἐφαμίλλως τῇ εἰς ὕψος ἀρθείσῃ αὐτῶν δόξῃ, εἰς τὸ ἐναντίον παραγαγὼν, κατέῤῥαξε· τὸν μὲν τόπον πολιορκίᾳ παραδοὺς καὶ παντελεῖ ἐρημίᾳ, τὸν δὲ λαὸν αἰχμαλωσίᾳ. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Πάλιν κοινοποιούμενος τὸν περὶ τοῦ λαοῦ λόγον, ἐπιλέγει· Καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν θνητὰ, φησὶ, καὶ ἀνθρώπινα τοιαῦτα, οἷα καὶ δεδήλωται, τυγχάνει, εὐμετάβολα καὶ ἀνώμαλα, οὐδέποτε ἐπὶ τοῖς αὐτοῖς μένοντα· ἀλλ’ ἐπαιρόμενα, καὶ καταῤῥηγνύμενα, ὑψούμενά τε καὶ ταπεινούμενα, καὶ παντοίας τροπὰς καὶ μεταβολὰς ὑπομένοντα διὰ τὴν ἐν ἀνθρώποις πολιτευομένην κακίαν·
σὺ δὲ, Κύριε, οὐδὲν ἔχων θνητὸν οὐδὲ ἐπίκηρον, εἰς τὸν αἰῶνα μένεις, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, ὡς ἀί̈διος καὶ ἀναλλοίωτος, καὶ τὰ ἅπαξ ὑπὸ σοῦ σαλευθέντα, καὶ ἐν ἐπαγγελίᾳ θεσπισθέντα μένει εἰς μνημόσυνον ἀί̈διον, ἢ κἂν μὴ τῇ παρούσῃ γενεᾷ, ἀλλὰ τῇ ἐρχομένῃ κατὰ τὴν ψαλμῳδίαν. Καὶ τοῦτο οὖν σε μάλιστα ἐπικάμψαι ὀφείλει, Δέσποτα, ὅτι ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω ἐπίκηρον καὶ ὀλιγοχρόνιον, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ αἰώνιος καὶ ἀθάνατος, ὥστε μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Δὸς, φησὶν, ἀμείνω μεταβολὴν τῆς συμφορᾶς· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ· συντετέλεσται γὰρ ὁ τῆς ταλαιπωρίας ἡμῶν χρόνος. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ο ἔτεσι περιωρισμένης τιμωρίας καὶ αἰχμαλωσίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον προσφέρει τὴν ἱκετηρίαν, καὶ συνᾴδει τούτοις τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα. Καὶ ὁ Ζαχαρίας δὲ προσευχόμενος ἔλεγε·
PG 23:1259Κύριε παντόκρατορ, μέχρι πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; τοῦτο ἑβδομηκοστὸν ἔτος. Προφητεύεσθαι δὲ ἐνταῦθα οἶμαι καὶ τὴν ἐν ἀνθρώποις Χριστοῦ ἐπιφάνειαν, αἰτίαν ἐσομένην τοῦ ἀνοικοδομηθῆναι τὴν Σιὼν, τουτέστι τοῦ ἀνεῳχθῆναι τὸ τῆς εὐσεβείας πολίτευμα. Τίς δὲ ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς, ἐν ᾧ πληρωθῆναι λέγεται τὰ παρὰ τῆς Σιὼν ἐπηγγελμένα; Ὁ τῆς ἀναστάσεώς σου, Κύριε. Ἐπεὶ γὰρ τὴν τοῦ κόσμου ἁμαρτίαν ἆραι ἐλήλυθας· οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν· ὅτε ἐνέστη ὁ χρόνος, καθ’ ὃν εἴρηται ὅτι, «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, τότε ὑπὲρ παντὸς ἐγεύσω θανάτου.» Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου. Εἰκότως δὲ μεταξὺ τοῦ εὐδοκεῖσθαι τοὺς λίθους τοῦ προτέρου λαοῦ τὴν τῶν ἐθνῶν ἐπισυνάπτει κλῆσιν, καὶ λευκότερον παρίστησιν, ὅτι τὸν σωτήριον ἀναλήψονταί ποτε φόβον, καὶ θεοσεβήσουσιν. Οἱ βασιλεῖς δὲ εἶπεν ἀντὶ τοῦ, αἱ βασιλεῖαι.
Οὐ γάρ ἐστιν, οὐκ ἔθνος, οὐ βασιλεία, ἡ μὴ προσκυνοῦσα τὴν δόξαν Χριστοῦ, ἢ καθόλου ἢ ἀπὸ μέρους. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἑτέρως δὲ οἰκοδομήσει τὴν Σιὼν ὁ Κύριος, τουτέστι τὴν Ἐκκλησίαν· οἰκοδομὴν δέ φημι καθ’ ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως· καὶ τότε δοξασθήσεται ἐν αὐτοῖς. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὑψηλότερον δὲ δοκεῖ μοι διὰ τούτων ὁ προφητικὸς χορὸς σημαίνειν τὴν διὰ τοῦ Σωτῆρος ἡμῶν κλῆσιν τῶν ἐθνῶν· ἀποκλαίεσθαι δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἔτυχον ταύτης.
Ἐν γὰρ τῇ τῶν μελλόντων ἀγαθῶν παρουσίᾳ, ὅτε τὰ ἔθνη καὶ οἱ τούτων βασιλεῖς λατρεύσουσιν, οὐκέτι τοῖς πατρῴοις δαίμοσι, ἀλλὰ τῷ Κυρίῳ· ἐν αὐτῷ δὴ τῷ τοιούτῳ καιρῷ, τὴν ἐμὴν, φησὶν, ἰσχὺν ἐκάκωσεν ὁ Κύριος, κολοβῶσαι τὰς ἡμέρας, ὡς μὴ φθάσαι κἀμὲ εἰς ἐκεῖνον τὸν καιρόν. Ὁ προφητικὸς μὲν οὖν ἐστι χορὸς ὁ ἀποκρινόμενος, ἤτοι ἐρωτῶν καὶ λέγων πρὸς τὸν Θεὸν ὁποῖος ἔσται ὁ ἡμέτερος βίος. Ηὔχετο γὰρ μαθεῖν εἰ φθάσειεν εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ’ ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Ὁδὸν δὲ ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν καλεῖ· ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Ἥμισυ δὲ τῶν ἑαυτοῦ ἡμερῶν, ἤτοι τῆς ζωῆς, τὸ τέως ἐν θεωρίᾳ γενέσθαι τῆς ἐπιφανείας. Ηὔχετο οὖν πληρωθῆναι τὸν ὅλον αὐτοῦ χρόνον, καὶ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῆναι· οὕτω γὰρ ἔμελλεν ἡ πᾶσα αὐτοῦ ζωὴ πληροῦσθαι. Τέως μὲν γὰρ, φησὶν, ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ·
PG 23:1261λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευομένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν· εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν εὐχὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Κατὰ δὲ τὴν ἱστορίαν, Βλέπων, φησὶν, ἐμαυτὸν ἀτονοῦντα καὶ βαρυνόμενον, ὀλίγον ὑπολαμβάνω καιρὸν ὑπολελεῖφθαί μοι ζωῆς. Μὴ οὖν ἐκδημήσαιμι τοῦ σώματος ἐν τῷ ἡμίσει καὶ ἀτελεῖ τῶν ἡμερῶν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Ἀναγκαίως προειπών· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, εὐξάμενός τε παραθεῖναι τὴν ζωὴν μέχρι τῆς ἐκβάσεως τῶν προφητευομένων, συνορᾷ τὸ ἀδύνατον διὰ τὸ ἀσθενὲς καὶ ὀλιγοχρόνιον τῆς θνητῆς φύσεως· εἶτα ἔφη· Σοῦ μόνου, Κύριε, τὰ ἔτη εἰς γενεὰν καὶ γενεὰν διατείνει· καὶ σὺ ἥξεις εἰς ἐκείνην τὴν γενεὰν, κἀκεῖνον τὸν λαὸν, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Γραφήτω αὕτη εἰς τὴν γενεὰν ἑτέραν, καὶ τὰ ἑξῆς. Κατ’ ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Εἰ μὲν γὰρ οὐ συνῆσθα, φησὶ, κατ’ ἀρχὰς, ὦ Κύριε, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἂν καὶ ἀτελεύτητα· νῦν δὲ, ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι, καὶ μὴ πρότερον ὄντα, σῇ βουλῇ καὶ δυνάμει γέγονεν. Ἓν γάρ ἐστι μένον ἀεὶ, καὶ οὔποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ αὐτὸς ὁ μόνος τῶν ὅλων ποιητής. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἑλιχθήσονται. Καὶ οἱ οὐρανοὶ δὲ, εἰ καὶ μέγα καὶ ἐξαίρετόν τι τυγχάνουσι κτίσμα, ἀλλ’ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ· ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς εὐχερῶς οὕτως ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Καινοῖς γενομένοις καὶ ἐπὶ τὸ κρεῖττον μεθαρμοσθεῖσι, καὶ τὸ σπέρμα ἑαυτῶν, δηλαδὴ τῶν δούλων σου, εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

To DavidΤΩ| ΔΑΥΙΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΩ ΔΑΥΙΔ. ΡΒ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Τάχα δὲ μέσην ἀπολειφθεῖσαν τὴν ψυχὴν τοῦ σώματος καὶ τοῦ πνεύματος, τὸ μὲν σῶμα ἐπὶ τὰς οἰκείας ἐπιθυμίας καὶ ἀνδραποδώδεις ἡδονὰς καθέλκει, ὥσπερ ἀφ’ ὕψους ἄνωθέν ποθεν καταβάλλον αὐτήν· τὸ δὲ πνεῦμα πάλιν πρὸς ἑαυτὸ ἀνέλκει ἄνω που πρὸς Θεὸν ἀνάγον, καὶ τοῦ Κυρίου μνημονεύειν παρακαλεῖ, εὐλογεῖν τε αὐτὸν, καὶ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχειν· ἢ αὐτὸς ἑαυτὸν ἐπὶ τὸν ὕμνον διεγείρειν καὶ εὐλογεῖν τὸν Θεὸν ἐγκελεύεται, καλὸν ἑαυτῷ σωτηρίας φάρμακον τὴν εἰς τὸν Θεὸν εὐλογίαν προβαλλόμενος. Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τοῖς ἐντὸς αὐτοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυρίου, τουτέστι τῇ φύσει τῶν ἔσωθεν ἐξερχομένων διαλογισμῶν, ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχθηροί εἰσι, φόνοι, μοιχεῖαι, κλοπαί· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι, φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικόν.
PG 23:1263Ὧ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν, καὶ πάντα τὰ ἐντὸς καθιεροῖ καὶ πάσας τῆς ψυχῆς τὰς δυνάμεις, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινεῖ· ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα καὶ τὰς διαφόρους δυνάμεις αὐτῆς, τὴν νοητικὴν, τὴν διανοητικὴν, τὴν βλεπτικὴν, τὴν ὁρμητικὴν, τὴν φανταστικὴν, τὴν μνημονευτικὴν, τὰς ἑτέρας· πολλαὶ γὰρ δυνάμεις καὶ διάφορα κινήματα ἐν τῇ ψυχῇ· καθ’ ἃ ποτὲ μὲν σπουδαῖόν τι διανοούμεθα, ποτὲ δὲ ἐπιθυμοῦμεν, ποτὲ δὲ ἐπιθυμούμεθα, ποτὲ δὲ κρίνομεν· καὶ ἄλλοτε μὲν ἐφιέμεθά τινων, ἄλλοτε δὲ ἀποστρεφόμεθα· καὶ πάλιν ἄλλοτε μὲν ὁρμῶμεν, ἄλλοτε δὲ ἐκκλίνομεν, καὶ ποτὲ μὲν διακείμεθα λυπηρῶς, ποτὲ δὲ εὐμενεῖς ἐσμεν καὶ φαιδροὶ καὶ ἀνειμένοι. Πάσας οὖν ὁμοῦ τὰς τοιαύτας τῆς ψυχῆς δυνάμεις προτρέπει τὸ θεῖον Πνεῦμα εὐλογεῖν τὸν Κύριον.
Εἰ δὲ καὶ σωματικώτερον βουληθείη τις ἐκλαβεῖν τὸν λόγον, εἴποι ἂν, ἐπειδὴ καὶ τοῦ σώματος τοῦ ἡμετέρου πάντα τὰ ἐντὸς ἔγκατά τε καὶ σπλάγχνα βαθυτάτῃ Θεοῦ σοφίᾳ κατεσκεύασται, ὡς μηδὲν ἄχρηστον εἶναι τῶν ἐν ἡμῖν, συμβάλλεσθαι δὲ τῇ τοῦ Θεοῦ δοξολογίᾳ τε καὶ εὐλογίᾳ τὴν ὁμοῦ πάντων πρὸς ἄλληλα συμφωνίαν τε καὶ ἁρμονίαν, εἰκότως καὶ ταῦτα ἐπὶ τὴν τοῦ Θεοῦ εὐλογίαν κέκληται. Εἰ μέντοι τὴν ψυχὴν αὐτὴν σωματοειδῶς ὁ λόγος πλάττει, καὶ μέρη σωματικὰ τῇ ἀμερεῖ περιπλάττει, ἑτέρως νοήσομεν ἐπ’ αὐτῇ τὰ περιτιθέμενα μέρη τῇ ἀμερείᾳ τῇ κατὰ ψυχὴν, οἰκείως κεφαλὴν μὲν τὸν νοῦν, αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λογικοῦ καὶ ἀλόγου· στῆθος τὸν θυμὸν, γαστέρα τὴν ἐπιθυμίαν, τοῖς τῶν μερῶν ὀνόμασι συμβόλοις τῶν δυνάμεων χρώμενοι. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Αὗταί εἰσιν αἱ περὶ ἡμᾶς ἀνταποδόσεις τοῦ Θεοῦ·
Πρῶτον ἱλασμὸν ἔθεικε τῶν ἡμετέρων ἁμαρτιῶν, ἃς ἐν πλάνῃ καὶ εἰδωλολατρείᾳ διεπραξάμεθα· καὶ ἵλεως ἑκάστῃ τούτων ἐγένετο, προλαβὼν πᾶσαν ἱκετηρίαν καὶ τὴν ἄφεσιν δοὺς διὰ τοῦ ἱλασμοῦ αὐτοῦ, ὅς ἐστι Χριστός· δεύτερον δὲ, ἐπειδὴ καὶ μετὰ τὴν ἄφεσιν συνέβη σε νοσεῖν, ὦ ψυχὴ, ὑπολισθήσασαν τοῖς ἀνθρωπίνοις πάθεσι, καὶ ταύτας τὰς νόσους ὁ Σωτὴρ καὶ λογικοῖς καὶ σωτηρίοις φαρμάκοις, τοῖς ἐν ταῖς θείαις αὐτοῦ Γραφαῖς καταβεβλημένοις, ἐθεράπευσε· τρίτον ἐπὶ τούτοις τὴν ζωήν σου μέλλουσαν χωρεῖν εἰς φθορὰν, καὶ καταπίνεσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ ἀποθανεῖται, ἀκόλουθα τῷ αὐτοῦ πράττων ἐλέῳ, λύτρα δοὺς ὑπὲρ σοῦ τῷ θανάτῳ τὸ τοῦ Μονογενοῦς αἷμα, ἐλυτρώσατο· τέταρτον, οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέει καὶ οἰκτιρμοῖς χρώμενος, ἐπεὶ ἐξ ἔργων οὐδεὶς δικαιοῦται, ἐστεφάνωσέ σε τῷ τῆς υἱοθεσίας χαρίσματι. Καὶ ἁπλῶς οὗτός σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι δεδώρηται τῶν παθῶν τὴν ἴασιν, τῆς ἀναστάσεως τὴν ἐλπίδα, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, καὶ τὸν τῆς ἀφθαρσίας χιτῶνα ἐνέδυσε, καὶ χάριτι σέσωκε. Χάριτος γὰρ καὶ φιλανθρωπίας ὁ στέφανος.
PG 23:1265Καὶ ταῦτα πάντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα· πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνον. Οὐ μόνον δὲ, ἀλλὰ καὶ πνευματικῶν ἀγαθῶν σε ἐνέπλησεν, ἢ καὶ τὴν ἐν ἀγαθοῖς ἐπιθυμίαν σου ἐπλήρωσεν, ὃς τήν γε ψυκτὴν ψυχὴν ἀπαγορεύει, δίδωσι δὲ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. Εἰ δὲ βούλει κατὰ ταὐτὸν ἰδεῖν παθήματα καὶ ἁμαρτήματα λυόμενα, ἔχεις τὸν παράλυτον τῆς διπλῆς ταύτης ἀπολαύσαντα χάριτος· ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, καὶ, Ἆρον τὸν κράββατόν σου· οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως, ὁ λῃστὴς, οἱ τελῶναι, ἀπλῶς ἅπαντες οἱ πιστεύσαντες. Τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποθεμένην ἄνθρωπον, τὸν δὲ νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτίσαντος αὐτὸν, λαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς μηκέτι παλαιοῦσθαι, μηδὲ εἰς φθορὰν αὖθις χωρεῖν, ἀεὶ δὲ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ.
Ἐπεὶ δὲ ὁ ἀετὸς τῶν ὀρνέων ἐστὶ βασιλικώτατον, ἀλλὰ καὶ ὑψιπετέστατος, μόνος δὲ ζώων ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸς, καὶ ἀτενὲς ἀφορᾷν αὐτῷ, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν πτῆσιν, καὶ τὸν βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις, ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Ἐκ τῆς αὐτῆς δὲ Μωσέως Γραφῆς μαθήσῃ ὁποῖα κρίματα παρέσχε τοῖς ἀδικουμένοις· κρίσει γὰρ δικαίᾳ μετῆλθε τοὺς Αἰγυπτίους, πληγαῖς θεηλάτοις κολάσας αὐτοὺς ὑπὲρ τῶν αὐτῶν ἠδικημένων υἱῶν Ἰσραήλ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
PG 23:1267Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Ὥσπερ ἀπὸ σκότους τῆς τῶν ἁμαρτημάτων ἀγνοίας ἐπὶ τὸ φῶς τῆς αὐτοῦ γνώσεως μετεστήσατο ἡμᾶς· καὶ ταῦτα ἔπραξεν ὡς ἀγαθὸς πατὴρ σπλαγχνιζόμενος ἐπὶ υἱοῖς μεμηνόσι, καὶ ἐπὶ κακῶς διακειμένοις τέκνοις μείζονα οἶκτον ἀναλαβών· τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ᾠκτείρησεν ἡμᾶς, ἐξ ἀθέων καὶ ἀφόβων εὐσεβεῖς καὶ φοβουμένους αὐτὸν ἀπεργασάμενος. Τὸ ἔλεος δὲ τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ τοὺς υἱοὺς τῶν υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Ὅμοιον καὶ τὸ, Ποιῶν ἔλεος τοῖς ἀγαπῶσί με.
Παρατείνει γὰρ τὸ ἔλεος Κυρίου, καὶ ἡ σύζυγος αὐτοῦ δικαιοσύνη, εἰς πᾶσαν τὴν γενεὰν ἐπὶ τοὺς φοβουμένους αὐτὸν καὶ τοὺς υἱοὺς αὐτῶν, τουτέστι τοὺς τῶν ἔργων αὐτοῦ ζηλωτὰς, τοὺς οὐχ ἁπλῶς μεμνημένους τῶν ἐντολῶν αὐτοῦ, ἀλλ’ ἐπιτιθέντας τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταὐτὸ τὸν οἰκεῖον βίον ῥυθμίζοντας. Δίδονται γὰρ αὗται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν καὶ γνῶσιν ἔχειν ἡμᾶς, ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. Τοῦτο καὶ ὁ Σωτὴρ παρίστησιν εἰπών· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· τῆς γὰρ ποιήσεως ἀλλ’ οὐ τῆς μνήμης αὐτῶν μόνης ὁ μισθός· καὶ οὐχ οἱ ἀκροαταὶ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καλῶς δὲ διαθήκη ὁ νόμος τοῦ Θεοῦ προσηγόρευται, ἵνα κληρονομίαν ἐλπίζωμεν ἐξ αὐτῆς οἱ φυλάσσοντες. Ὅτι δὲ ἡ μὲν φύσις ἡμῶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν, μυρία ἂν εὕροις μαρτύρια. Διὰ γὰρ τὴν τοῦ Ἀβραὰμ δικαιοσύνην, καὶ τὴν τοῦ Ἰσαὰκ καὶ Ἰακὼβ, τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσε·
τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν κτησαμένῳ εὐσέβειαν, ἀλλ’ ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον· τῷ θεσπεσίῳ Δαυὶ̈δ, ἄσβεστον ἐτήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει. Ἀκριβῶς δὲ τὸ πάντων δεσπόσει, εἴρηται, ἀλλ’ οὐ, πάντων δεσπόζει· ἐπεὶ μὴ πάντες ἄξιοι τυγχάνουσι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο. Δεσπόζει δὲ πάντων καθ’ ἑτέραν ἐπίνοιαν καὶ τῶν ἀναξίων τῆς βασιλείας αὐτοῦ κρατῶν, οἷα δὴ πάντων Κύριος. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀνωτέρω μὲν τὸ θεῖον Πνεῦμα τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐκάλει ἐπὶ τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν τοῦ Θεοῦ, φάσκον· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον·
PG 23:1269νῦν δὲ, ἐπειδὴ τοῦ θρόνου τοῦ Θεοῦ ἐμνημόνευσε, καὶ τῶν οὐρανίων διατριβῶν, ἃς τοῖς ἀξίοις ὁ Θεὸς ἡτοίμασε, σφόδρα ἀκολούθως ταῖς οὐρανίοις δυνάμεσι συγχαίρειν τῇ τῆς ψυχῆς σωτηρίᾳ παρακελεύεται, κατὰ τὸν σωτήριον λόγον φήσαντα χαρὰν ἔσεσθαι ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ἀλλὰ καὶ εἰς τέλος ἄγει τὴν ἀνθρώπου ψυχὴν καὶ τὰς οὐρανίους δυνάμεις· τὸ γὰρ αὐτὸ τῆς εὐλογίας ἔργον καὶ ταύτῃ κἀκείνοις ἐπιτάττει. Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ’ ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέρους δὲ ὅμως τοῦτο ποίει. Ἴσθι δὲ, ὅτι οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ἀκούειν τῆς φωνῆς αὐτοῦ καὶ τῶν λόγων αὐτοῦ, πρεπόντως καὶ κατ’ ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες τὸν ἰσάγγελον βίον μετερχόμενοι, ἅτε τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες, ἰσχύοντες δὲ καὶ αὐτοὶ ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ δυνατοὶ τῆς φωνῆς αὐτοῦ ὑπακούειν, κατὰ τὸν φήσαντα· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. Καὶ οὗτοι, ἰσάγγελοι ὄντες, εὐλογείτωσαν αὐτόν.
Μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προπετέστερον τολμάτω τοῦτο ποιεῖν. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ. Ὁ μὲν Δαυὶ̈δ, ἐπειδήπερ εἰσὶ καὶ ἀντικείμεναι δυνάμεις, σφόδρα ἀναγκαίως ἐπιφέρει τό· λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ, δεικνὺς τίνας βούλεται καὶ ὁποίας δυνάμεις εὐλογεῖν τὸν Θεόν· ὅτι μὴ πάσας, μηδὲ τὰς ἐναντίας, ἀλλὰ μόνος τὰς ἀξίας τὰς ἐν διαφόροις τάξεσι λειτουργούσας αὐτῷ, ἤτοι ποιούσας αὐτοῦ τὸ θέλημα. Λειτουργοὶ γάρ εἰσι Θεοῦ δυνάμεις ὑπερητοῦσαι αὐτῷ εἰς ἃ βούλεται ποιεῖν δι’ αὐτῶν ἐπ’ εὐεργεσίᾳ καὶ ὠφελείᾳ παντός· διὸ καὶ ποιεῖν τὰ θελήματα αὐτοῦ εἴρηνται. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἡ τῆς ἀκολουθίας διάνοια τοῦτον ἔοικεν ὑποβάλλειν τὸν νοῦν· Εἰ μὲν ἀγγέλων ἦν, φησὶ, μόνον, καὶ θείων δυνάμεων καὶ οὐρανίων λειτουργῶν Θεοῦ τὸ εὐλογεῖν αὐτὸν, καλῶς ἂν εἶχες, ὦ ψυχὴ, ὑποστέλλεσθαι ἑαυτὴν, τοῖς κρείττοσι παραχωροῦσα τὴν εὐλογίαν·
ἐπειδὴ δὲ ὁ θεῖος λόγος πᾶσι τοῖς ἔργοις αὐτοῦ εὐλογεῖν τὸν Κύριον προστάττει· προσήκει γὰρ πᾶσαν τὴν κτίσιν κατὰ τὴν αὐτῆς δύναμιν τὸν πρέποντα ὕμνον ἀποδιδόναι τῷ Θεῷ· τί μέλλεις, ὦ ψυχή; Οὐχὶ καὶ αὐτὴ, ἅτε ἔργον οὐκ εὐκαταφρόνητον οὖσα τοῦ Θεοῦ, ἀλλὰ κατ’ εἰκόνα ἑαυτοῦ πεποιημένη, ἀνεγείρῃ σεαυτὴν ἐπὶ τὴν θεολογίαν καὶ εὐλογίαν τοῦ Θεοῦ; Ἐπειδὴ ἡ δεσποτεία αὐτοῦ, κατὰ τὸ εἰρημένον, πάντων δεσπόζει, οὐρανίων, ἐπιγείων, καταχθονίων, ἀκολούθως πάντα τὰ ἔργα αὐτοῦ, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντα, τὰ σύμπαντα γὰρ, φησὶ, δοῦλα σὰ, ὡς ποιήματα, εὐλογείτω αὐτόν. Καὶ πῶς εὐλογοῦσι τὰ ἄλογα καὶ τὰ ἄψυχα; Ὡς οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, πάντως ἀντὶ φωνῆς χρώμενα τῇ ὄψει εἰς ἔμφασιν τῆς θείας δυνάμεως· παρ’ ὧν ἐγὼ λαμβάνω τοῦ ὑμνεῖν τὰς ἀφορμὰς, καὶ κινοῦμαι πρὸς εὐφημίαν τοῦ κτίσαντος. Ἄλλως τε εἰώθασιν οἱ προφῆται καὶ τὴν ἄλογον φύσιν πολλάκις παραλαμβάνειν εἰς εὐφημίαν τοῦ Θεοῦ, ὡς οὐκ ἀποχρώσης τῆς λογικῆς, καθάπερ ἀμέλει καὶ οἱ παῖδες ἐν τῇ καμίνῳ. Πλὴν τὸ ἐν παντὶ τόπῳ ᾄδειν οὐχ ἁρμόττει τοῖς Ἰουδαίοις.
PG 23:1271Ἐκεῖνοι γὰρ, ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προςταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν ἐν Βαβυλῶνι, ἔφασαν, ἔννομον δρῶντες· Πῶς ᾄσομαι τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένοις αἴρειν ὁσίους χεῖρας. Τοῦτο καὶ ὁ δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, τὴν τοπικὴν ἀναιρῶν προσκύνησιν, τὴν δὲ ἐν Πνεύματι καὶ ἀληθείᾳ διδάσκων λατρείαν.

Psalm 103ΨΑΛΜΟΣ ΡΓ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΓ Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Διὰ τῆς τῶν κτισμάτων μεγαλουργίας καὶ προνοίας καὶ ποικιλότητος χαίρειν δὴ ἐν ταὐτῷ καὶ θάρσος ἀναλαμβάνειν διδάσκεται ἡ ψυχὴ, διὰ τοῦ σεμνύνεσθαι, καὶ Κύριον ἑαυτῆς καὶ Θεὸν τῶν τοσούτων μεγαλουργὸν ἐπιγράφεσθαι, καὶ ἰδιοποιεῖσθαι αὐτὸν ἐν τῷ λέγειν· Ὁ Θεός μου, μετὰ διαθέσεως, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ὡς ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, οὕτω τὸ μὴ δύνασθαι διασχεῖν τὸ περὶ τὸν Θεὸν φῶς, ἀκατάληπτον αὐτοῦ τὴν οὐσίαν παρίστησιν. Ἀλλὰ τί φῂς, ὦ Δαυί̈δ; Ὁ εὐαγγελιστής φησιν·
Ὅτι αὐτός ἐστι φῶς ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ Παῦλος, ὅτι φῶς οἰκῶν ἀπρόσιτον, σὺ περιβεβλῆσθαι τὸ φῶς αὐτὸν φῂς ὡς ἱμάτιον; Ὁρᾷς, ὅτι, κἂν προφήτης ᾖ τις, κἂν εὐαγγελιστὴς, κἂν ἀπόστολος, οὐ δύναται περιδράξασθαι τῆς σαφηνείας, ἀλλ’ ἀπὸ τῶν παρ’ ἡμῖν ὀνομάτων ἀναβαίνοντες κατὰ μικρὸν ἀμυδράν τινα παριστῶσιν ἔννοιαν τῆς ἀῤῥήτου δόξης ἐκείνης. Ἐπειδὴ γὰρ αὐτὸ τί ποτέ ἐστι τὴν οὐσίαν οὐκ ἴσασιν, ἀπὸ τῶν παρ’ ἡμῖν λαμπρῶν φιλονεικοῦσιν ἐπιλαβέσθαι αὐτῆς ὡς οἷόν τε. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἐντεῦθεν εἰκότως. ἑρμηνευόμενα τὰ σεραφὶμ, εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπιπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσι. Καὶ τὸ, σεραφὶμ τὸν ἐμπρησμὸν δηλοῦν λέγεται. Διὸ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται· Ὁ ποιῶν ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
PG 23:1273Ἄβυςσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ἔναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ἐπεὶ καὶ ἀρχόμενος ἔλεγεν· Ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ· νῦν φησι· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων σου· εἰ μή τῳ φίλον ὑπερῷα τοῦ Θεοῦ ὡς παρ’ αὐτοῦ πεποιημένα τὸν ἀέρα νοεῖν, τοῖς νέφεσι περιβαλλόμενον. Ποτίζει τοιγαροῦν ὁ Θεὸς τὰ ὄρη καὶ τὰ ἐν τούτοις πεδία τήν τε λοιπὴν σύμπασαν γῆν οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, οὐδ’ ἀπὸ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ’ ἀπὸ τῶν ὑπερῴων αὐτοῦ ἄνωθεν ἀφ’ ὕψους τοὺς αὐτάρκεις καὶ μεμετρημένους ἐπιχορηγῶν ὑετούς. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου.
Ὄρη μέν εἰσιν οἱ πνευματοφόροι ἄνδρες· ποτίζονται δὲ ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ Θεοῦ, πληρούμενοι τῶν τοῦ Πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. Ὑπερῷα δὲ Θεοῦ, ἀφ’ ὧν τὰ ὄρη ποτίζει, ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσι, ὑπερῷα καλούμεναι, τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Αὐτὸς γὰρ εἶπε· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, καὶ τὰ ἑξῆς. Ἐκ τῶν Ἰησοῦ κατὰ τὴν οἰκονομίαν ἔργων, πολὺν καρπὸν ἐχόντων, ἅπασα ἡ γῆ χορτάζεται, μεταλαμβάνουσα τῶν οὕτω παραδόξως ὑπὸ Ἰησοῦ γεγενημένων· οὗτος γὰρ καρπὸς τῶν ἔργων αὐτοῦ τυγχάνει. Καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ἔργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς, οἷα καρπὸς ἔργων Θεοῦ τυγχάνων, χορτάσει τὴν γῆν· φημὶ δὴ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ τὰ ἑξῆς. Εἶπεν, ὅτι ἀπὸ τοῦ ὑετοῦ κτᾶται πλησμονὴν ἡ γῆ, τοῦ Θεοῦ ἐργαζομένου τὴν ἐκ θαλάσσης τῶν ὑδάτων ἀναγωγήν.
Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν, ὅτι πιανθεῖσα ἐκ τῆς τῶν ὑδάτων χορηγίας ἡ γῆ, ἐξανατέλλει τοῖς ἀπ’ αὐτῆς ἅπασι τὰς προσφόρους τροφάς· ἀνθρώπῳ μὲν εὐγενεῖ ζώῳ, καὶ ὑπὸ τοῦ Θεοῦ τετιμημένῳ, ἐξαίρετον καὶ ἀφωρισμένην τροφὴν, ἄρτον, καὶ οἶνον καὶ ἔλαιον· ἄρτον μὲν ἐπὶ τῷ στηρίζεσθαι καὶ δυναμοῦσθαι τὴν καρδίαν, οἶνον δὲ ἐπὶ τῷ κατευφραίνεσθαι τὴν ψυχὴν, ἔλαιον δὲ ἐπὶ τῷ φαιδρύνεσθαι τὸ σῶμα, καὶ ἁπαλύνεσθαι θεραπευόμενον ἐκ τῆς ἐπιπόνου σκληραγωγίας. Οὕτως αὐτῷ πλουσίαν καὶ ἐκ πλειόνων τράπεζαν εἰς ἀπόλαυσιν οἷα πατὴρ ὁ Θεὸς ἐδωρήσατο. Οὐ μὴν καὶ τῆς τῶν λοιπῶν ζώων κατωλιγώρησεν ἐπιμελείας· φροντίζων δὲ καὶ τῆς τούτων διαμονῆς τὴν ἁρμόζουσαν καὶ τούτοις ἀπένειμε τροφήν· χόρτον μὲν τοῖς κτήνεσι, τῇ δὲ δουλείᾳ τῶν ἀνθρώπων χλόην ἐξανατείλας. Σφόδρα δὲ ἀκριβῶς ὁ προφήτης τὴν τῶν ζώων πεποίηται διαίρεσιν· κτήνη μὲν γενικῶς πᾶν τὸ ποηφάγον ζῶον, δουλείαν δὲ ἀνθρώπων τὰ ἥμερα καὶ ὥσπερ πολιτικὰ ζῶα τὰ εἰς ὑπηρεσίαν ἀνθρώπων ἀφωρισμένα, ὧν τὰ μὲν ἀροῖ τὴν γῆν συνεργοῦντα ἀνθρώπῳ, ὡς βοῦς· τὰ δὲ ἀχθοφορεῖ, ὡς ὄνος· τὰ δὲ ἄλλην τινὰ χρῆσιν τῷ θνητῷ γένει παρέχεται·
PG 23:1275ἃ οἰκείως καὶ προσφυῶς δουλείαν ἀνθρώπων ὠνόμασεν, οἷς τὴν χλόην δεδόσθαι φησὶ, τουτέστι τὴν ὑπ’ ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν· τοῖς δὲ ἄλλοις κτήνεσι, τὸν αὐτομάτως βλαστῶντα χόρτον. Δύναται δὲ καὶ ἀμφότερα ἥ τε χλόη καὶ ὁ χόρτος, ὁμοῦ καὶ τοῖς κτήνεσι καὶ τῇ δουλείᾳ τῶν ἀνθρώπων δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ· τὰ μὲν γάρ ἐστι σαρκοβόρα· τὰ δὲ ἑρπετὰ, αὐτῇ τῇ γῇ κέχρηται τροφῇ Ὅρα δὲ κύκλῳ περιϊόντα τὸν λόγον καὶ τὰ σαφέστερα παρατρέχοντα, ἐμφιλοχωροῦντα δὲ τοῖς παρὰ τῶν πολλῶν ἀντιλεγομένοις, καὶ τῶν ἀλόγων οὐκ ἀφιστάμενον, καὶ τῆς χρείας αὐτῶν καὶ τῆς ὑπηρεσίας. Ποιεῖ δὲ τοῦτο διὰ δύο ταῦτα· δι’ ἓν μὲν, ἵνα ἐκ περιουσίας ἐπιστομίσῃ τὴν ἀναισχυντίαν τῶν λεγόντων εἶναί τι περιττὸν ἐν τῷ κόσμῳ καὶ ἄχρηστον· δι’ ἕτερον δὲ, ἵνα δείξῃ ὅση τῷ Θεῷ τῶν ἀνθρώπων ἡ κηδεμονία, ὅπου γε τῶν δι’ ἐκείνους γενομένων τοσοῦτον ποιεῖται λόγον. Τί ταύτης ἶσον γένοιτ’ ἂν τῆς κηδεμονίας, ὅταν καὶ τὰ δουλεύοντα ἡμῖν οὕτω τρέφῃ, καὶ μὴ συγχωρῇ πονεῖσθαι περὶ πάντα;
Οὔτε γὰρ εἴασε τὸν ἄνθρωπον, οὔτε βαρύνει τοῖς πόνοις αὐτὸν, ποικίλλων αὐτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα καλὸν εἰπεῖν πρὸς τὸν τοὺς ὁμογενεῖς καταδουλούμενον· μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα· σὺ δὲ ταῦτα ὀλιγωρεῖς· διὸ τὴν φύσιν δουλείας καὶ κυριότητος σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῇ κυριεύειν ἐποίησας. Τὸν καθ’ ὁμοιότητα Θεοῦ ὄντα καὶ πάσης γῆς ἄρχοντα τίς ὁ ἀπεμπολῶν; τίς ὁ ὠνούμενος; μόνου Θεοῦ τὸ δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ Θεοῦ· ἀμεταμέλητα γὰρ αὐτοῦ τὰ χαρίσματα. Εἰ δὲ ὁ Θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ Θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; Πλὴν ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι. Μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον. Ἐξανατέλλει δὲ ἐν τούτοις ὑπερφυέσι καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ὄρεσιν οὖσι χόρτον· ὃν φέρεσθαι τροφὴν οἷοί τέ εἰσιν οἱ ἀλογώτεροι. Ἔστι δὲ ὁ ἐν τούτοις τοῖς ὄρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς Γραφῆς· ἀλλὰ καὶ ὁ ἠθικώτερος, οὗ μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν τοιούτων λέγοντος·
PG 23:1277Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατάστασιν, οὐκέτι ἐν δουλείᾳ τῶν ἀνθρώπων ὄντες, ἀλλ’ ἄνθρωποι γεγενημένοι, ἐροῦσι πάλιν ἕκαστος· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν μου μεθύσκον ὡς κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου· τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἄξιον ἐνταῦθα ζητῆσαι τίνος χάριν εἰπὼν ὁ Δαυὶ̈δ, ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν, ἐπήγαγε· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, ἀπὸ τοῦ σίτου δηλαδὴ κατασκευαζόμενον. Τί ποτέ ἐστιν ὅπερ αἰνίξασθαι βούλεται; Ὅτι τὸ αὐτὸ σπέρμα κοινὴ γίνεται ἐδωδὴ καὶ ἀλόγοις καὶ ἀνθρώποις, οὐ κατὰ τὸ αὐτό. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας. Σκόπει δέ· Καταβάλλεται σῖτος, τέως μὲν ἀνθρώπων ἐστὶ τροφὴ μόνον·
ἐπειδὰν δὲ βλαστάνῃ, ἄνεισι καὶ τὴν τῶν ἀλόγων ἔχων τροφήν. Ὥσπερ γὰρ αὐτὸ τὸ εἶναι δι’ ἡμᾶς ἔλαβε τὰ ζῶα, οὕτω καὶ ἡ τροφὴ αὐτῶν ἐκ τῆς ἡμετέρας τροφῆς ἔχει τὴν ἀρχήν. Ἡ γὰρ χλόη διὰ τοῦτο προηγουμένως γέγονεν, ἵνα τὸν σῖτον διατηρῇ. Εἶδες οὖν τὰ ἄλογα οὐ μόνον ἡμῖν δουλεύοντα, ἀλλὰ καὶ τὴν τροφὴν τῶν ἀλόγων τῇ ἡμετέρᾳ τροφῇ ὑπηρετουμένην, καὶ τῇ τάξει πάλιν τὸ αὐτὸ τοῦτο μιμουμένην. Ὥσπερ γὰρ πρότερον ἄλογα, καὶ τότε ἄνθρωπος, ἐπειδὴ διὰ τὸν ἄνθρωπον τὰ ἄλογα· οὕτω καὶ πρῶτον χλόη, καὶ τότε σῖτος ἐν τῇ βλάστῃ, ἐπειδὴ διὰ τὸν σῖτον ἡ χλόη. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Οὐ πᾶς, ἢ μόνος ὁ τὴν γένεσιν ἔχων ἐκ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἀλλ’ ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται, εἰς τοῦτον δὲ λαβεῖν ἐστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά· καὶ οὗτος ὁ λόγος ἄρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος, ἐπὶ τὸ τρέφειν τὸν ἔνδον καὶ ἐν κρυπτῷ ἄνθρωπον, καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένον. Ἄρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. Τοῦ ἐξιλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς, ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν· Ἐγὼ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας· ἐκεῖ στρουθία ἐννοςσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Ὁ Ἑβραῖος καὶ οἱ λοιποὶ, ξύλα τοῦ Κυρίου, τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Καλῶς τῷ Θεῷ προσέγραψε τῶν κέδρων τὴν φυτείαν· ὅτι ἐκτὸς ἀνθρωπίνης ἐπιμελείας ἐπὶ τοσοῦτον ηὐξήθησαν. Οὐ γὰρ ἀλσοκόμος τις τούτων γέγονε φυτουργός·
PG 23:1279ἀλλ’ ὁ θεῖος Λόγος, ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν εἰργάσατο κορυφάς. Εἰ δὲ αὐτὸς ἐφύτευσε, πάντως ὅτι χρήσιμα· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν. Τοῦ μὲν Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τὰ ἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. Ἐκεῖ στρουθία ἐννοςσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὁ Ἀκύλας οὕτως ἔχει· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν. Ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, νῦν καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Οὐκ ἀσκόπως δὲ, οἶμαι τὰ δόξαντα ἐν τοῖς ἄνω παραλελεῖφθαι, ὅτε τὰ κατ’ οὐρανὸν καὶ τὰ περὶ νεφῶν καὶ ἀνέμων ἐλέγετο, νῦν ὁ λόγος ἐπαναλαμβάνει, μετὰ τοσαῦτα μνημονεύσας αὐτῶν, ἀλλ’ ὑπὲρ τοῦ διδάξαι, ὅτι καὶ ταῦτα χρείας ἕνεκεν ὑπέστη.
Τάχα γὰρ, εἰ πρῶτον αὐτῶν ἐμνημόνευσεν, ἀφορμή τις κατελείπετο τοῖς ὡς θεῖα δεῖν αὐτὰ σέβειν ἡγουμένοις, καὶ ὡς αἴτια τῆς τῶν ἐπὶ γῆς ζώων τε καὶ καρπῶν συστάσεως. Τοῦτο γοῦν οἱ τῆς εὐσεβείας ἀλλότριοι νομίσαντες ὡρμήθησαν σέβειν ὡς θεοὺς ἥλιον καὶ σελήνην, ὡς ἂν τῆς ἡμετέρας γενέσεώς τε καὶ τροφῆς καὶ αὐξήσεως αἰτίους. Ἀλλ’ οὐκέτι ὁ θεῖος λόγος τοῦτο παρίστησιν, ἀλλ’ ὅτι καὶ τούτων ἐκτὸς ἡ καθόλου πρόνοια τοῦ Θεοῦ οὐ μόνον τὰ κατ’ οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐπὶ γῆς συνεστήσατο ζῶά τε καὶ φυτά. Τοῦτο καὶ Μωσῆς διδάξαι βουληθεὶς, πρῶτον εἰσήγαγε τὴν τῶν ἀπὸ γῆς φυτῶν γένεσιν, εἶθ’ οὕτως τὴν τῶν φωστήρων σύστασιν. Καὶ νῦν δὲ ὁ Δαυὶ̈δ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν οὐρανοῖς πρόνοιαν, δι’ οὐδὲν ἕτερον τὴν σελήνην γεγενῆσθαι λέγων, ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν· τὸ γὰρ, εἰς καιροὺς, τοῦτο δηλοῖ· τουτέστιν, εἰς τὸ διαγινώσκειν διὰ τῶν ἐν αὐτῇ τροπῶν τὰς τῶν καιρῶν μεταβολὰς, εἰς τὸ μῆνας ἀριθμεῖν καὶ ἐνιαυτούς. Αἱ γὰρ τῆς σελήνης ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι· τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ ἐν τοσαύταις ἡμέραις αὐξάνουσά τε καὶ φθίνουσα·
PG 23:1281ὥστε ἡ τῆς σελήνης δημιουργία διὰ τὴν τῶν καιρῶν διδασκαλίαν γέγονεν· Οὐχ ἡ τυχοῦσα δὲ χρεία ἐντεῦθεν ἀνύεται ἐκ τοῦ καιροὺς εἰδέναι καὶ παρασκευάζεσθαι πρὸς ἅπαντα· ὡς, εἰ μὴ τοῦτο ἦν, πάντα ἂν ἀπολώλει, οὔτε γεωργοῦ, οὔτε ναύτου, τοῦ μὲν τὴν γῆν ἀνατέμνειν, τοῦ δὲ τὴν θάλασσαν εἰδότος ἐν καιρῷ τῷ προσήκοντι. Αὕτη ἡ ἐκ τῶν καιρῶν τούτων γνῶσις οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐπιτηδεία καὶ χρησιμωτάτη. Περὶ τῶν φωστήρων καὶ ἐν τῇ Γενέσει εἴρηται· Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· εἰς σημεῖα μὲν ἐπομβρίας, αὐχμῶν, πνευμάτων κινήσεως· εἰς καιροὺς δὲ, τὰς τῶν ἀέρων ἐναλλαγὰς, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου· ἃς εὐτάκτως ἡμᾶς περιοδεύειν τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει· εἰς ἡμέρας δὲ, οὐχ ὥστε ἡμέρας ποιεῖν· ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως· ἀλλ’ ὥστε κατάρχειν τῶν ἡμερῶν· εἰς ἐνιαυτοὺς δὲ, ὅτι σελήνη μὲν, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική· ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον τοῦ ἡλίου ἀποκατάστασις.
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συναχθήσονται, καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, τουτέστι τὴν ὑπὸ τοῦ κρείττονος αὐτῷ διατεταγμένην. Μόνον γὰρ φωτίζειν ἔμαθεν ἥλιος· Οὐδ’ ἀεὶ καὶ διαπαντὸς, τῆς δὲ ἡμέρας ἀρχὴν, ἀλλὰ καὶ ἐν νυκτὶ τοῖς ἐν ταύτῃ φαίνουσιν ἄστροις παραχωρεῖν τὸν οἰκεῖον ἀποτελεῖν δρόμον· ὅπως νυκτὸς γενομένης, καὶ ἐπιπολάσαντος τοῦ σκότους τῇ γῇ, ὑποσταλῆναι μὲν καὶ ἀναχωρῆσαι τὰ ἥμερα τῶν ζώων, ὅσα δέ ἐστιν ἄγρια θηρία, ταῦτα προσέλθοι ἐπὶ τὴν οἰκείαν τροφήν· ἐν οἰκείῳ γὰρ ἁρμόζοντι αὐτοῖς χρόνῳ, τῷ τῆς νυκτὸς διαστήματι. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ὅτι μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ὥσπερ τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Ὁ Θεὸς ὡς τῶν ἁπάντων κηδεμὼν, καὶ τῆς τῶν πάντων διαμονῆς τε καὶ ζωῆς πρόνοιαν εἰσφέρων, τὰ μὲν ἐλαύνεσθαι ὑπὸ τῶν τοῦ ἡλίου μαρμαρυγῶν, καὶ ὥσπερ ἐχθρὸν φεύγειν τὸ φῶς ᾠκονομήσατο· τὰ δὲ ὡς τοῦ φωτὸς συγγενῆ ἐν ἡμέρᾳ προϊέναι, καὶ τὸν βίον αὐτῶν ἐν τῷ φωτὶ διάγειν συνεχώρησε· τῶν μὲν θηρίων εἰς τὰς μάνδρας αὐτῶν κοιταζομένων, τοῦ δὲ λογικοῦ ζώου ἐν ἡμέρᾳ καὶ φωτὶ προϊόντος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων. Ἐν τούτοις παρίστησιν, ὅτι, ὥσπερ τὸ τῆς γῆς στοιχεῖον πολλῶν ἐστι ζώων γεννητικὸν καὶ θρεπτικὸν, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑγρὰ οὐσία παμπληθῆ γένη ζώων τρέφει. Οὐ γὰρ κενοὺς τοὺς χώρους ὁ Θεὸς ἐποίησεν, ἀλλὰ ζώων πάντα ἐνέπλησε τὸν ἀέρα, τὴν γῆν, τὴν θάλασσαν· τὸν μὲν ὀρνίθων μόνον, τὴν δὲ τετραπόδων καὶ πτερωτῶν, τὴν δὲ ἀπείρων ἰχθύων· ὧν οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, καὶ τροφὴ τοῖς μείζοσιν οἱ ἐλάττονες, καὶ τὸ γένος οὐ δαπανᾶται.
PG 23:1283Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις συνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ’ ἐκείνων καταναλίσκεσθαι· βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἀνηλώκασιν, ἀλλὰ νικᾷ τὴν δαπάνην ἡ πρόςοδος. Τούτοις ἐοίκασιν ὅσοι τῶν ἀνθρώπων τοὺς καταδεεστέρους καταπίνουσιν. Ἀλλ’ ἐκεῖ μὲν οὐκ ἔγκλημα τὸ γινόμενον· φύσεως γάρ ἐστι τὸ συμβαῖνον· σὺ δὲ οὐδὲ μίαν ἕξεις ἀπολογίαν, ὁ λόγῳ καὶ νόμῳ τετιμημένος καὶ πρὸς τὴν τῶν ἀλόγων σύγχυσιν ἑαυτὸν ἐξάγων. Ἑρπετά γε μὴν τοὺς ἰχθύας ὀνομάζει, διὰ τὸ ἄποδας αὐτοὺς οἱονεὶ ἐπισύρεσθαι τῷ ὕδατι, ὡς τὰ ἑρπυστικὰ τῇ γῇ. Ἐκεῖ πλοῖα διαπορεύονται· Ἐν τῇ θαλάσσῃ δηλαδή. Εἰπὼν ὅσην ἡ θάλασσα ἐκτρέφει γονὴν, καὶ ὅτι οὔτε τὰ ζῶα ἀριθμεῖται, οὔτε αὐτὴ μετρεῖται, λέγει καὶ ὅσον αὐτῆς χρήσιμον εἰς ἀνθρώπους. Διὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ’ ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ’ ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸ παρ’ ἐκείνοις γινόμενον· ὥστε μὴ τὸ περιττεῦον εἶναι ἀνόνητον, μήτε τὸ ἐνδέον ἀνεπινόνητον.
Ὑψηλότερον δὲ πλοίῳ παρεικάζει τὴν Ἐκκλησίαν, θαλάττῃ δὲ τὸν ἀνθρώπινον βίον, διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων. Ἑρπετῶν δὲ τὸ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων λέγει πληθὺν, εἰς τὴν τῆς ἕξεως ποικιλίαν νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχιδὴς δὲ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν, ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου, καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἐστὶν ὁρᾷν, οὔσας μὲν ἐν ὕδατι, πλὴν ὑδάτων ἀνωτέρας. Αἱ τοίνυν ὑδάτων πλοίων ἐκκλησίαι, τὴν νοητὴν διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ γῆν ἢ χώραν τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα τὴν ἀρετήν.
Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐν σχήματι οὖν θαλάσσης τοῦδε τοῦ καθ’ ἡμᾶς νοουμένου κόσμου, σκάφος ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστὸν εὐδίαν ἁπλοῦντα τὴν ἁπαλήν. Ἑτέρως δὲ πλοῖα ὀνομάζει τοὺς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένους. Καὶ ἔστιν ἐπαινούμενα πλοῖα τὰ διαβαίνοντα τὴν θάλασσαν, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου, καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς, συγκαταβαίνοντες ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Ἔτι τὸν τῇδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πικρὰν ἀνάχυσιν καὶ τὸν ἀναφυρμὸν, σημαίνων ἡμῖν ἀστείως ὁ μελῳδὸς, Αὕτη ἡ θάλασσα, φησὶν, ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων.
PG 23:1285Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ’ οὐδενὶ μὲν ἔσθ’ ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν τῇδε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς, καὶ εἰκαίους ἀνατλῆναι παρασκευάζει πόνους. Οὐκοῦν ἰχθύων διανηχόμεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τουτέστι τὸν κόσμον· διάφορος γάρ πως ὁ ἑκάστου βίος. Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσι· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ὅρα εἰ δυνήσῃ καθολικὸν ἀπὸ τούτου ἐκλαβεῖν δόγμα, ὡς πάντων τῶν γενητῶν πενομένων, λειπομένων τε καὶ δεομένων τῆς παρὰ τοῦ Θεοῦ χορηγίας, ἧς μεταλαβόντα δυναμοῦται καὶ ἰσχύει, ὥσπερ διὰ τροφῆς ζωούμενα. Πάντα πρὸς σὲ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Τὰ πάντα δὲ φήσας ὁ λόγος περιείληφεν ὁμοῦ τὰς νοητὰς καὶ ἁγίας δυνάμεις, τάς τε αἰσθητὰς καὶ τὰς ἐν θνητοῖς σώμασιν. Οὕτω γὰρ μᾶλλον μειζόνως ἡ ἀγαθότης διαλάμπει, τῷ καὶ ἀξίοις καὶ μὴ ἀξίοις τῆς παρ’ αὐτοῦ χρηστότητος μεταδοῦναι.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Περὶ ἀνθρώπων δὲ ὁ λόγος, καὶ οἶμαί γε διὰ τούτων τὴν τοῦ παρόντος αἰῶνος δηλοῦσθαι συντέλειαν, καὶ τὴν τοῦ μέλλοντος ἀνανέωσιν· ὡς ἂν μή τις ὑπονοήσῃ εἰς ἄπειρον κατατείνειν τὴν παροῦσαν τοῦ κόσμου σύστασιν, ἀλλ’ ἔχοιμεν ἐλπίδας εἰς ἐκεῖνον τὸν νέον αἰῶνα καὶ τὴν ἀνάστασιν, ἣν ὁ λόγος παρίστησι μετὰ τὸ φάναι, Εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν, ἐπαγαγών· Ἐξαποστελεῖς τὸ πνεῦμά σου τὸ ζωοποιὸν, καὶ κτισθήσονται, ἐκ γῆς ἀνιστάμενοι, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τὸ κάλλος τῆς γῆς, δηλαδὴ τοὺς ἀπὸ γῆς πλασθέντας ἀνθρώπους. Ἐνταῦθα σαφῶς ἡμῖν καὶ τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν, καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων, ἀναπλασμόν· τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν. Καὶ δείκνυσιν, ὡς αὐτός ἐστιν ὁ καὶ θανάτου καὶ ζωῆς δεσπότης.
Οὐ γὰρ βούλεται τοῖς σκυθρωποῖς ἐνδιατρίβειν, ἀλλὰ τοσοῦτον εἰπὼν ὅσον φοβῆσαι, πάλιν ἐπὶ τὰ χρηστὰ ἐπανάγει τὸν λόγον, καὶ ὅπερ ἀλλαχοῦ εἴρηται, ὅτι καὶ θανάτου καὶ ζωῆς αὐτός ἐστι Κύριος, τοῦτο ἐνταῦθα δηλοῖ, καί φησι τοὺς εἰς τὸν χοῦν ἐπιστρέψαντας ὑπὸ τοῦ Πνεύματος κτίζεσθαι, καὶ ἀνακαινίζεσθαι τῶν ἀνθρώπων τὸ γένος· ἡ γὰρ ἀνάστασις εἰς τὸ ἀρχαῖόν ἐστιν ἀποκατάστασις. Ἀποστολὴν δὲ καλεῖ τοῦ Πνεύματος τὴν πρὸς τὸ ἐνεργεῖν αὐτοῦ συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, ὑφ’ οὗ τὸ πρόσωπον τῆς γῆς ἀνακαινίζεται. Τοῦτο γὰρ κάλλος, τῆς οἰκουμένης τὰ ζῶα τὰ ἐν αὐτῇ, τὰ φυτὰ, τῶν ἀνθρώπων τὸ γένος· ὥστε δὲ ταῦτα συστῆναι, τῆς παρ’ αὐτοῦ διδομένης χρεία πνοῆς καὶ ζωῆς· ἣν καὶ δοῦναι καὶ λαβεῖν αὐτῷ ῥᾴδιον, καὶ πάντα μετὰ τάχους καὶ εὐκολίας. Καὶ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Ὁρᾷς καὶ ἐν τῷ παρόντι βίῳ μελετωμένην τὴν ἀνάστασιν ἐν τοῖς σπέρμασιν, ἐν τοῖς φυτοῖς, καὶ ἐν αὐτῷ τῷ γένει τῶν ἀνθρώπων.
PG 23:1287Καὶ ζῶα γὰρ καὶ φυτὰ κατ’ ἔσχατον ἀπήχημα τῆς ζωῆς ἔχουσι τὸ εἶναι, ἧς ἀνταναιρουμένης κατὰ τὸ λόγιον, ἐκλείπει πᾶσα ζωὴ, καὶ πρὸς ἓν τὰ ἐκλελοιπότα τῇ πρὸς τὸ μετέχειν αὐτῆς ἀσθενείᾳ πάλιν ἐπιστρεφόμενα, πάλιν ζῶα γίνεται. Τὸ δὲ θειότατον, ὅτι καὶ ὅλως ἡμᾶς, ψυχάς φημι καὶ τὰ συζυγῆ σώματα, πρὸς παντελῆ ζωὴν καὶ ἀθανασίαν ἐπήγγελται μεταθήσειν· πρᾶγμα τῇ παλαιότητι μὲν ἴσως παρὰ φύσιν δοκοῦν, τῇ δὲ ἀληθείᾳ καὶ θεῖον καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς, οὐ τὴν πανσθενῆ· αὐτῇ γὰρ οὐδὲ μία ζωὴ παρὰ φύσιν, ἢ ὑπὲρ φύσιν, ὥστε οἱ περὶ τούτων τῆς παροινίας Σίμωνος ἀντιῤῥητικοὶ λόγοι ἀπεληλάσθωσαν. Τινὲς δὲ οὕτω νοοῦσι τοὺς στίχους· Ἀποστελεῖς τὸ Πνεῦμά σου, τὸ διὰ τοῦ ἁγίου βαπτίσματος ἐπιφοιτῶν, καὶ κτισθήσονται εἰς καινὴν κτίσιν, εἰς νέον λαόν· ὡς νοεῖσθαι τὴν μὲν προτέραν ἑρμηνείαν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε καὶ ἡ γῆ ἀνακαινισθήσεται καὶ ἀπαλλαγήσεται τῆς φθορᾶς, τὴν δὲ δευτέραν περὶ τῆς ἐκ βαπτίσματος παλιγγενεσίας. Ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἐπειδὴ ταῦτα δεδίδαγμαι, φησὶ, τούτου χάριν πᾶσαν τὴν ζωήν μου εἰς ὕμνον καταναλώσω τῷ δημιουργῷ· καὶ ἕως ἂν ζῶ καὶ ὑπάρχω ἐν τῷ βίῳ τούτῳ τὸν ὀφειλόμενον ψαλμὸν ἀποδώσω τῷ Θεῷ μου. Πολλὴν δὲ ἐμφαίνει διάθεσιν καὶ οἰκείωσιν πρὸς τὸν Θεὸν ἡ προσθήκη. Οὐ γὰρ εἶπε, ψαλῶ τῷ Θεῷ, ἀλλὰ, τῷ Θεῷ μου. Ἔοικε γὰρ φάσκειν, τῷ κτίσαντί με καὶ θρέψαντι καὶ πάντων αἰτίῳ μοι γεγονότι τῶν ἀγαθῶν. Ὠδὴν δὲ ἐνταῦθα λέγει οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ εὗρεν ἑαυτὸν πολλῶν ὄντα ὑπεύθυνον τῷ Θεῷ, καὶ ἀντίδοσιν οὐδεμίαν ἀξίαν δυνάμενον καταβαλεῖν, ἣν ἔχει, ταύτην κατατίθησι, τὸ διηνεκῶς ὑμνεῖν, τὸ πᾶσαν εἰς τοῦτο δαπανῆσαι τὴν ζωήν. Ἀκουέτωσαν οἱ πραγματείαις καὶ καπηλείαις διὰ πάσης κατασηπόμενοι τῆς ἡμέρας, καὶ οὐδὲ ἅπαξ εἰς εὐχὴν τρεπόμενοι, ὅσον εἰσὶν ὑπεύθυνοι τῷ Θεῷ· τοῦτο τῆς ζωῆς τὸ κέρδος, τὸ εὐλογεῖν τὸν Θεὸν, ἐπὶ τούτῳ καὶ ζῇν ἄξιον. Εἰκότως δὲ προσέθηκε, ἐν τῇ ζωῇ μου, καὶ τὸ, ἕως ὑπάρχω, ψαλῶ τῷ Θεῷ.
PG 23:1289Οὐ γάρ ἐστιν ἐν θανάτῳ ὁ μνημονεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται; Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδηφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανώσαις. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου· ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εἴη, φησὶ, τοιαῦτά με ᾆσαι καὶ ψάλαι, ὡς ἡδυνθῆναι αὐτῷ τὸν ἐμοῦ καρπὸν, τὴν διαλογήν μου· τουτέστι τὴν διάλεξίν μου, τὴν ὁμιλίαν μου, τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. Τί δέ ἐστιν, Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου; εὐπρόσδεκτος γένοιτο, ἀρέσαι δεχθείη, ἡδίστη καὶ τερπνοτάτη ὀφθείη τῷ Θεῷ. Ἄρα ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς Θεόν. Ἐννόησον τοίνυν τὴν ψαλμῳδίαν, ἐν αὐτῇ τὴν ἀμοιβὴν ἔχουσαν. Τί γὰρ ἴσον γένοιτ’ ἂν τοῦ Θεῷ διαλέγεσθαι; Ἡ τοιαύτη θορύβων ἀπαλλάττεται ψυχὴ, εἰς τὸν οὐρανὸν μεθίσταται, τῶν συνδέσμων τοῦ σώματος ἀπολύεται, πτεροῦται, κουφοτέρα καθίσταται, ἀποτίθεται τὰ πάθη, ἀποδύεται τὰ νοσήματα. Εἰ γὰρ ἀνθρώπῳ τις συνετῷ καὶ νοῦν ἔχοντι διαλεγόμενος, ἀπὸ τῆς ὁμιλίας τι κερδάνας ἀπέρχεται, ὁ πρὸς τὸν Θεὸν ὁμιλῶν, ἐννόησον πόσην καρπώσεται τὴν ἀρετήν.
Ἄρα ὕμνος τοῦτό ἐστιν ἡ πρὸς Θεὸν ὁμιλία. Πῶς δ’ ἂν αὕτη ἡδυνθείη τῷ Θεῷ; Εἰ βίος εἴη καθαρὸς, εἰ ψυχὴ φιλοσοφοῦσα. Ὅταν γὰρ πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν εὐχόμενος, τῆς πολιτείας ἀντιπραττούσης, οὐκ ἀκουσθήσῃ ῥᾳδίως, οὐ μόνον αὐτὸς, ἀλλ’ οὐδ’ ἕτερος ὑπὲρ σοῦ τοῦτο ποιῶν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προςευχώμεθα, οὐδ’ ἵνα μὴ ψάλλωμεν, ἀλλ’ ἵνα μετὰ τοῦ ψάλλειν καὶ βίου καὶ πολιτείας ἐπιμελώμεθα. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Πολλοὶ κατὰ συναρπαγὴν παρηλλαγμένως τὰς κρίσεις ἐκφέρουσι, πρὸ καταλήψεως τῆς ἐξ ἱκανοῦ λόγου, καὶ ἐπιπλεῖον ἐρευνηθέντος, ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις. Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι, διαιρεῖν ἀκριβῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὅμοια γνωρίζειν, καὶ τὰ ἑαυτῆς διακρίνειν. Διόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγεν ὁ Δαυὶ̈δ τὸ, Ἡδυνθείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶς καὶ φιλονείκως ἐπεμβαινόντων τοῖς πράγμασι διαλεκτικὴ, οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστιν.
Ὅτι μὲν οὖν ἡδὺς Θεῷ λόγος ὁ εἰς ὀρθότητα βλέπων, αὐτὸς ἐν τῷ ᾄσματι λέγει· Κηρίον ἀποστάζουσι χείλη σου, ἀδελφή μου νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶςσάν σου. Ὅτι δὲ ὁ ψυχρολογεῖν εἰωθὼς ἀκαλλὴς, ἡ ψαλμῳδία παρίστησι· Τάφος γὰρ, φησὶν, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εὔχομαι, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν καὶ διάλεξιν ἡδίστην ὀφθῆναι τῷ Θεῷ. Τούτου γὰρ γενομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ, τουτέστιν ἐπὶ τῇ λατρείᾳ, ἐπὶ τῇ προσκυνήσει καὶ τοῖς ἐπιτάγμασι τοῖς αὐτοῦ, ἐπὶ τῷ τοιοῦτον ἔχειν δεσπότην. Καλὰ μὲν γὰρ καὶ τὰ ὁρώμενα, καὶ τέρπει ὁ οὐρανὸς, καὶ εὐφραίνει ὁ ἥλιος, καὶ γῆ ἀνίησι σπέρματα καὶ φυτά· ἀλλ’ ἐγὼ τούτων πάντων ἐπὶ τῷ ποιήσαντι πλέον εὐφραίνομαι. Τοῦτό μοι τρυφὴ, τοῦτό μοι εὐφροσύνη, τοῦτο ἡδονὴ, τοῦτο τὰ μυρία ἀγαθά. Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ, ἀκούσονται γὰρ, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·
PG 23:1291ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με· καὶ οὐκ ἔσονται ἐν τῇ μερίδι τῶν εὐλογούντων τὸν Θεόν. Ἀλλ’ ἐρεῖ τις τυχόν· Ἆρ’ οὖν ὁ μακάριος Προφήτης κατεύχεται τῶν ὄντων ἐν ἁμαρτίαις, καὶ πάντας ἀπολέσθαι καὶ ἀφανισθῆναι βούλεται; Καίτοι μᾶλλον ἐχρῆν ἅγιον ὄντα καὶ πνευματοφόρον ὑπερεύχεσθαι τῶν ἠσθενηκότων. Ἄκουε λοιπὸν, ἐρῶ γὰρ διὰ βραχέων· πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ’ οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωί̈ας τὴν ὁδὸν οὐκ ἠπίσταντο· μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν· Ἰουδαῖοι δὲ πάλιν εἶχον μὲν νόμον τὸν παιδαγωγόν· ἀλλ’ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ.
Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλιπον οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι· ὥστε ἐνταῦθα οὐ τὴν οὐσίαν ἀφανισθῆναι εὔχεται, οὔτε τοὺς ἀνθρώπους πανολεθρίᾳ παραδοθῆναι· ἀλλὰ τὴν πονηρίαν ἐκλίποι ἁμαρτωλὸς, ὥστε μὴ εἶναι ἁμαρτωλὸς, ἀλλὰ μετατεθῆναι· μὴ ὑπάρχοι ὁ ἄνομος, ἀλλὰ μεταβληθῆναι. Τοιαύτας γὰρ αἱ τῶν ἁγίων ψυχαὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλ’ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης τὰς δεήσεις ἀναφέρουσι. Καὶ νῦν τοίνυν ὁ Δαυὶ̈δ, τὸ θεῖον κάλλος κατὰ τὸν ἀπόῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους ἱμείρετο τῆς αὐτῆς μεταλαχεῖν γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στίφος ἀντιβολῶν, μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Ὥστε μάτην οἱ ἐριστικοὶ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς τοιαύτας φωνὰς παρατίθενται·
τὸν Δαυὶ̈δ ἐκλείπειν τὸν ἁμαρτωλὸν ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον· τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ τοῦ Θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα· τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον· καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς θείαις Γραφαῖς ἀναλέγονται, συνιστάμενοι τῷ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τὴν τοῦ Θεοῦ ἀγαθότητα. Ἀλλ’ οὐδεὶς τῶν ἀληθῶς ἁγίων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκονομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥσπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώπων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισμὸν ἐπιθυμεῖ γενέσθαι· οὕτω καὶ τῶν ἁγίων ἕκαστος τὸ τῇ φύσει πολέμιον, εἰς ἀφανισμὸν ἐλθεῖν εὔχονται. Ὅταν γὰρ ὁ Ψαλμῳδὸς εἴπῃ· Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρτίαν ἐκλιπεῖν καὶ τὴν ἀνομίαν εὔχεται.
PG 23:1293Οὐ γὰρ ἄνθρωπος ἀνθρώπῳ πολέμιος, ἀλλ’ ἡ κατὰ κακίαν τῆς προαιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμένον κατέστησε. Τὸ κακὸν τοίνυν ἐκλιπεῖν εὔχεται· ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστι. Πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσί σοι τὸ στίφος τῶν ἐναντίων, ἐκ τοῦ ἀοράτου τῇ ἀνθρωπίνῃ προσπολεμούντων ζωῇ. Ὅτι δὲ οὐκ ἀνθρώπων, ἀλλὰ δαιμόνων κατεύχεται, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος· Αἰσχυνθήτωσαν γὰρ, φησὶν, οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ ἐντραπήτωσαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι, Εὖγε, εὖγε. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Μόνοι γὰρ οἱ δαίμονες εἰς ψυχὴν ἐπιβουλεύουσι· ψυχῆς δὲ ἐπιβουλὴ Θεοῦ ἀλλοτρίωσις διὰ τῆς ἐμπαθοῦς γινομένης διαθέσεως. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι· οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν.
Οὕτως Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλολατροῦντος τοῦ βασιλέως καὶ τοῦ λαοῦ, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ’ ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων προσάγει τῷ Θεῷ τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Καὶ Ὠσηὲ δὲ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις τῇ ἀτεκνίᾳ καταδικάζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βούλεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κακὸν, μήτε τρέφοιτο. Καὶ εἴ τις ἄλλος τοιοῦτος ἐν τοῖς ἁγίοις εὑρεθῇ λόγος θυμοῦ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἢ ἐξορίζει τὸ κακόν· οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Εἰ δέ τις ἑτέρως τὰ τοῦ Δαυὶ̈δ νοεῖν βούλεται, ὡς τοῦ Προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ἀραῖς ὑποβάλλοντος· καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Παῦλος γὰρ Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων τὸ μισεῖν τοὺς μισοῦντας τὸν ἀγαπώμενον.
PG 23:1295Τάχα δὲ καὶ τὴν μετὰ τὴν ἀνάστασιν διὰ τούτων ὁ Δαυὶ̈δ σημαίνει κατάστασιν, ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέγει, ἐκλιπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσεται, τῆς ἁμαρτίας οὐκ οὔσης; Τοιαῦτα εὔχου καὶ σύ· Ἄνοιξον, Κύριε, τὴν πλουσίαν σου χεῖρα εἰς χορηγίαν πνευματικῆς εὐεργεσίας· ἵνα ἡ πικροτάτη καὶ ἀπηνής μου ψυχὴ πλησθῇ χρηστότητος. Ἀπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον, καὶ ἀνακαίνισον τὴν κατεφθαρμένην μου γῆν, ἵνα τότε εὐφρανθῶ ἐπὶ τοῖς ἔργοις σου, τῶν δαιμονικῶν μαγγανευμάτων ἐκλιπόντων ἀπὸ τῆς καρδίας μου. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνταῦθα καταλύσας τὸ πᾶν εἰς δοξολογίαν, εἰς εὐφημίαν τῷ αὐτῷ στίχῳ συγκλείει τὸν ψαλμὸν, ἀσφαλῆ μετὰ τοῦ θεμελίου τὸν ὄροφον ἐπιθεὶς τῷ λόγῳ, καὶ τῷ προοιμίῳ ἐοικὸς τὸ τέλος ἐπαγαγών. Σὺ γὰρ, φησὶν, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει δημιουργὸν καὶ Σωτῆρα. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τῶν ἁγίων ἀξιοῦσθαι ποιήσει. Καὶ ἀρχὴν τοῦ λόγου καὶ τέλος τὴν εἰς αὐτὸν εὐλογίαν ποιοῦ. Εὐλογία γὰρ Θεοῦ διηνεκὴς εἰς εὐζωί̈αν ῥυθμίζει τὸν ἡμέτερον βίον.

AlleluiaἈΛΛΗΛΟΥΙΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1347ἈΛΛΗΛΟΥΙΑ. ΡΔ.
PG 23:1295Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Τῶν ἐπιγεγραμμένων Ἀλληλούϊα πρῶτος ὁ παρὼν τυγχάνει ψαλμός. Ἔστι δὲ τὸ Ἀλληλούϊα παρακέλευσις μυστικὴ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπεγείρουσα· ἵνα τοιοῦτον ᾖ τούτου τὸ σημαινόμενον, Αἰνεῖτε τὸν Κύριον. Ἐν οἷς γὰρ μέρεσι τῆς ἁγίας Γραφῆς αὕτη πρόσκειται ἡ φωνὴ, ἡ λέγουσα, Αἰνεῖτε τὸν Κύριον, διὰ τοῦ Ἀλληλούϊα ἐν ταῖς Ἑβραϊκαῖς φωναῖς τὸ τοιοῦτον σημαίνεται. Τὸ μὲν Ἀλληλοὺ αἶνος νοεῖται, ὃς εἰς Θεὸν τὴν ἀναφορὰν ἔχει· τὸ δὲ Ἴα ἓν τῶν ἑρμηνευτικῶν τῆς φύσεως τῆς θείας ἐστὶν ὄνομα. Ὅλον δὲ κοινῇ τὸ, Ἀλληλούϊα, Αἶνος Θεοῦ ἑρμηνεύεται. Ὅταν τοίνυν τοῦτο τὸ ῥῆμα προγεγραμμένον ᾖ τῆς ψαλμῳδίας, νοητέον ἂν εἴη τὸ δεῖν πάντως τὸ ὑποκείμενον εἰς δοξολογίαν ἄγειν Θεοῦ.
Οὕτω καὶ τοῖς τελευταίοις μάλιστα τῆς βίβλου τῶν ψαλμῶν αἱ πολλαὶ τῶν τοιούτων ἐπιγραφαὶ ἐφευρίσκονται, δι’ ὧν ἔστιν ἐννοεῖν, ὅτι τοῖς ἤδη πρὸς τὸ τέλειον φθάσασι τῆς κατ’ ἀρετὴν πολιτείας, καὶ διὰ τῶν προλαβόντων σῆς ψαλμῳδίας τμημάτων κατὰ τὴν νοηθεῖσαν ἐπ’ αὐτῶν θεωρίαν ἐκκαθαρθεῖσιν, ἁρμόζει τὸ αἰνεῖν τὸν Θεὸν, καὶ ἐν τούτοις εἶναι, ἐν οἷς καὶ ἡ τῶν ἀγγέλων φύσις εἶναι πεπίστευται. Οὔτε γὰρ ἐκείνων μεμαθήκαμεν ἀσχολίαν ἄλλην τινὰ πλὴν τοῦ αἰνεῖν τὸν Θεὸν, οὔτε τοῖς κατ’ ἀρετὴν τελείοις ἕτερόν τι σπουδάζεται ἢ τὸ τὴν ζωὴν ἑαυτοῦ αἶνον εἶναι Θεοῦ παρασκευάσαι. Ἐπεὶ τοίνυν οἱ τὴν ἐπιγραφὴν ἔχοντες τοῦ Ἀλληλούϊα, πάντες σχεδὸν τῷ τελευταίῳ τμήματι τῆς ψαλμῳδίας εὑρίσκονται, σαφῶς ἔστι κατανοῆσαι, καὶ ὅτι πάσης ὑπέρκειται τῆς ὑψηλῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως τὸ τελευταῖον τμῆμα τῆς ψαλμῳδίας, ἐν ᾧ τὸ πλεῖστον Θεοῦ αἶνός ἐστιν, ἤτοι εἰς τὸ αἰνεῖν τὸν Θεὸν παρακέλευσις. Προστάττει μέντοι ἐν τῷ μετὰ χεῖρας ψαλμῷ τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς αὐτοῦ παρουσίας ὁ Κύριος·
PG 23:1297ναὶ μὴν καὶ ὅσα εὐηργέτησε τὸν πάλαι λαὸν, καὶ οἷον ἀνθ’ οἵου ἐποίησεν. Ἔτι δὲ ἐν τούτῳ καὶ μνήμη τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι’ ἐκείνους ὑπ’ αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ τούτων ἡ μνήμη τοὺς τοσούτων εὐεργεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι. Διδάσκει δὲ κατὰ ταὐτὸ καὶ τὸν νέον λαὸν, ἤγουν τοὺς ἐξ ἐθνῶν ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ὡς ὁμοῦ ἐκ τῆς κατ’ ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν Ἰουδαίοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδὸν ὁδεύοιεν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Διπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατ’ ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ’ ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ’ ἀρετὴν βίον χειραγωγούμεθα·
ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τινα καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζεται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει, καὶ τὴν περὶ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιίας. Παρακελεύεται τοίνυν ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Τὸ γὰρ ἐπικαλεῖσθε, κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσεν· ἕτερος δὲ ἑρμηνευτής φησι, Καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι αὐτοῦ· μέγα τι αἰνιττόμενος. Ἂν γὰρ ἐξομολογήσῃ, φησὶ, καὶ ἀποθῇς τὰ ἁμαρτήματα, δυνήσῃ, μετὰ παῤῥησίας τὸ ὄνομα αὐτοῦ καλέσας, μεγάλα ἐργάσασθαι ἀγαθά. Οὐ μάτην δὲ ἐξομολογεῖσθαι πρότερον, καὶ δεύτερον ἐπικαλεῖσθαι βούλεται· ἀλλ’ ἵνα, καθαροὶ διὰ τῆς ἐξαγορεύσεως γενόμενοι, ἐκ καθαροῦ ὀργάνου τὸν ὕμνον προσενέγκωμεν. Ἐπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ὁ μετὰ χεῖρας αἶνος τὴν ἱστορίαν ἐπιτέμνεται τὴν ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ἔξοδον τῶν υἱῶν Ἰσραὴλ τὴν ἀπὸ Αἰγύπτου·
ἣν καὶ ἐπαγγέλλειν τοῖς ἔθνεσι τὸ θεῖον Πνεῦμα παρακελεύεται, ὥστε διὰ τούτων δηλῶν ἐστιν, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐθνῶν πραγματεύεται, τοῦ Πνεύματος τοὺς τῶν ἐθνῶν διεγείροντος κήρυκας εἰς τὸ ζητεῖν τὸν Κύριον καὶ κηρύσσειν τὰ περὶ αὐτοῦ διηγήματα. Καὶ ταῦτα μεθ’ ὕμνων· φησὶ γοῦν· Ἄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Βούλεται ἀπαγγελθῆναι τοῖς ἔθνεσιν, ὡς ἀγνοοῦσι καὶ μηδέπω μεμαθηκόσιν, ὁποίας πάλαι πρότερον εὐεργεσίας ὁ Θεὸς τῷ προτέρῳ λαῷ παρέσχετο· καὶ ὅπως, μυρίων ἀγαθῶν παρὰ τοῦ Θεοῦ τετυχηκότες, παρέβησαν ἀσεβήσαντες· καὶ ὡς διὰ τὰς παρανομίας αὐτῶν τῆς θείας ἐπισκοπῆς ἐκπεπτώκασι. Κελεύει δὲ καὶ ἑρμηνέας γίνεσθαι καὶ σαφηνιστὰς τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· ἅπερ ἂν εἴη τὰ θαυμάσια αὐτοῦ· καὶ ἁπλῶς ὑμνῳδίαις αὐτὸν ἀμείβεσθαι καὶ τὰ παρ’ αὐτοῦ γενόμενα τοὺς ἀγνοοῦντας διδάξαι θαυμάσια. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις.
PG 23:1299Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἐπαινεῖσθε, καυχᾶσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος τοῖς ἀποστόλοις καὶ τοῖς διαδόχοις αὐτῶν, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ, μέγα φρονεῖν· ἀλλ’ ἐν τῇ τοῦ ἀληθινοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ καὶ τῷ καλεῖσθαι Χριστιανούς. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν ἐκεῖνος δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησι. Ταῦτα καὶ Ἱερεμίας καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι ὁ Κύριος ὁ ποιῶν ἔλεος καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· τουτέστιν ἐπικαλουμένων αὐτὸν εἰς βοήθειαν, ἢ δι’ ἀρετῆς πρὸς αὐτὸν ὁδευόντων, οἷς καὶ εὑρίσκεται Διδάσκει δὲ πόσον ὄφελος ἐκ τοῦ ἐξομολογεῖσθαι γενήσεται. Ὃ γὰρ ἐζητήσατε, φησὶ, τοῦτο συμβήσεται ὑμῖν, ἡ περὶ τὸν νοῦν εὐφροσύνη· τῆς γὰρ εἰς Θεὸν ἐλπίδος αὕτη καρπός.
Θέα δὲ ὅπως ἀπὸ ἐξομολογήσεως ἤρξατο, καὶ κατέληξεν εἰς εὐφροσύνην. Ἀρχὴ μὲν γὰρ τῆς κατὰ Θεὸν προκοπῆς ἐξομολόγησις· τέλος δὲ ἡ κατὰ Θεὸν εὐφροσύνη· πλεῖστα δὲ τὰ μεταξὺ τούτων. Δεήσει τοίνυν πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ διὰ γνησίας μετανοίας, καὶ καρπῶν πρεπόντων τῇ ἐξομολογήσει· ἔπειτα βελτιωθέντας θαῤῥεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ οὕτως μετὰ τὴν ἐξομολόγησιν ἐπικαλουμένους καταξιοῦσθαι τῶν παρὰ τοῦ Θεοῦ χαρισμάτων· εἶτα τούτων τυχόντες, ἑτέρους ὠφελεῖν διὰ τοῦ ἀπαγγέλλειν εἰς ἅπαντας, ἅπερ μεμαθήκασιν ἔργα αὐτοῦ· καὶ ἐπὶ τούτοις ὡς ἂν καταξιωθέντας τῆς κατὰ Θεὸν θυμηδίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν· καὶ μετὰ ταῦτα σαφηνιστὰς γίνεσθαι τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· εἶτ’ ἤδη κατωρθωκότας τὰ τοσαῦτα ἐπαινεῖσθαι ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τέλος μετὰ πάντα, εὐφραίνεσθαι κατὰ διάνοιαν, καρδίαν ὀνομαζομένην. Αὕτη, τὸν Κύριον ἐκζητοῦσα, ἐξ αὐτῆς τῆς ζητήσεως καὶ τῆς ἐπιγινομένης τῇ ζητήσει εὑρέσεως, ἀπολαυέτω τῆς κατὰ Θεὸν εὐφροσύνης. Ταῦτα δὲ πάντα ἡγοῦμαι εἰς πρόσωπον τῶν ἀποστόλων ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀναφέρεσθαι.
Τὸ γὰρ, Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ, οὐκ ἄλλοις ἁρμόζει λέγεσθαι ἢ αὐτοῖς. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἀποτέλεσμα· μόνοι γὰρ ἀπήγγειλαν τοῦ Θεοῦ τὰ ἔργα ἐν τοῖς ἔθνεσι τοῖς δι’ αὐτῶν τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκόσιν, οὓς ἀνωτέρω καινὴν γενεὰν καὶ λαὸν κτιζόμενον προσηγόρευσε. Δεῖ τοίνυν τὸν μέλλοντα ζητεῖν τὸν Κύριον ἐξομολογεῖσθαι πρότερον δι’ εἰλικρινοῦς μετανοίας καὶ τῶν ταύτης καρπῶν· ὁ γὰρ τοιοῦτος καὶ ζητεῖν δύναται, καὶ ζητῶν εὑρεῖν. Εἰ γὰρ ἐπὶ λίθων τιμίων τῶν εἰδότων χρεία, καὶ ἐπὶ κολυμβητῶν πολλῆς τῆς ἐπιστήμης δεῖ, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ κωλύοντα αὐτὸν εὑρεῖν, καὶ πραγμάτων ὄχλος, καὶ σαρκὸς ἐπαναστάσεις, καὶ νοσήματα ψυχῶν, καὶ δαιμόνων ἐπιβουλαὶ, καὶ ῥᾳθυμία γνώμης. Κἂν ἀπαλλαγῶμεν τούτων ἁπάντων, ταχέως αὐτὸν εὑρήσομεν, καὶ τὴν κακίαν ἀποδυσόμεθα, καὶ τὴν ἀρετὴν ἑλώμεθα. Αὕτη γάρ ἐστιν ἡ ἐκεῖ φέρουσα ὁδός. Τί οὖν ἐστι ζήτησις; τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν καὶ λογίζεσθαι· ὁ γὰρ ζητῶν ἐπὶ διανοίας ἔχει τὸ ζητούμενον. Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Τί ἐστι τὸ ζητεῖν τὸν Κύριον;
PG 23:1301τὸ τὰ ἐκείνου φρονεῖν, τὸ ἀεὶ αὐτὸν λογίζεσθαι, τὸ ἀεὶ ἐν διανοίᾳ ἔχειν, τὸ μηδέποτε παύεσθαι ὁμιλοῦντα αὐτῷ διὰ τῆς προσευχῆς καὶ τῶν ἀγαθῶν πράξεων. Ἄμαχοι δὲ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Παρορμήσας μέντοι ὁ λόγος τοὺς τῶν ἐθνῶν κήρυκας ἐπὶ τὸ προθύμως ἐκζητῆσαι τὸν Κύριον, ἔτι μᾶλλον αὐτοὺς ἐπιῤῥώννυσι λέγων, Κραταιώθητε, τουτέστι, Μὴ χαυνοῦσθε εἰς τὸ ζητεῖν αὐτόν. Τοῦτο δὲ προσφωνεῖ αὐτοῖς, ὡς δεομένοις κράτους καὶ δυνάμεως εἰς τὸ ἰσχῦσαι τὸ προστεταγμένον ποιῆσαι· ὅπερ ἦν τὸ ἔθνεσι κηρύξαι, Ἕλλησί τε καὶ βαρβάροις, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Διδάσκων δὲ πῶς δεῖ τὸ ζητεῖν ποιεῖν, καὶ ὅτι οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν καὶ τὴν ὠφέλειαν καρποῦσθαι, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός· οὐ τρίτον τοῦ ἐνιαυτοῦ, κατὰ τὸν ὑπὸ Μωϋσέως δοθέντα νόμον ἐνώπιον αὐτοῦ φαινόμενοι, ἀλλὰ παρὰ πάντα τὸν βίον. Πρόσωπον δὲ ἐνταῦθα τὴν ἐπιφάνειαν αὐτοῦ φησὶ, τὴν ἐπισκοπὴν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν βοήθειαν, τὴν συμμαχίαν, τὴν ἔννοιαν τὴν περὶ αὐτόν.
Τὸ γὰρ τῆς οὐσίας πρόσωπον οὐδεὶς ὄψεται καὶ ζήσεται. Πρόσωπον δὲ αὐτοῦ καὶ ὁ Υἱός. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· εἴτε τῶν ἐν τῇ Παλαιᾷ Γραφῇ, εἴτε τῶν ἐν τοῖς Εὐαγγελίοις. Ταῦτα γὰρ δεήσει ὑμᾶς τοὺς τῶν ἐθνῶν κήρυκας εἰς πάντα τὰ ἔθνη διαδοῦναι· ἐπεὶ μὴ πρότερον αὐτὰ παρά τινος ἄλλου μεμαθήκασιν. Ὅσα τοίνυν ἐνανθρωπήσας ὁ Λόγος διεπράξατο τοῖς παλαιοῖς ὁμοῦ συνάψαντες, μνήσθητε παραδοῦναι τοῖς ἔθνεσιν. Ἐνταῦθά μοι δοκεῖ τὴν ὁδὸν δεικνύναι δι’ ἧς δυνατὸν καὶ ζητεῖν καὶ εὑρεῖν τὸν Θεόν. Τίς δὲ ἡ ὁδός; τὸ διηνεκῶς ἐπὶ μνήμης φέρειν τὰ παράδοξα αὐτοῦ ἔργα, καὶ τοὺς νόμους καὶ τὰς ἐντολάς· διὸ ἐπάγει, Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· τέρατα μὲν τὰς θεοσημείας λέγων, κρίματα δὲ τὰς ἀποφάσεις, τὰς ἐντολὰς, ἢ τὰ ἐνδίκως καὶ κρίσει δικαίᾳ ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ποῖα δὲ τέρατα, εἰπέ μοι; Τὰ ἐν Αἰγύπτῳ, τὰ μετὰ τὴν Αἴγυπτον, τὰ πρὸ τῆς Αἰγύπτου, τὰ μετὰ τὴν παρουσίαν τὴν αὐτοῦ. Πάντα γὰρ ταῦτα θαυμαστὰ καὶ παράδοξα πράγματα, καὶ ἀκολουθίαν ἀνθρωπίνην ὑπερβαίνοντα.
PG 23:1303Ἢ τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάςσης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ τοιαῦτα· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας, ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς Διαθήκης. Μᾶλλον δὲ ἐνταῦθά μοι δοκεῖ κρίματα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ. Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα ἅπαντα· ἡ θάλασσα τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη τὸ πεπηγέναι, ἡ γῆ τὸ ἑστάναι, ὁ ἥλιος τὸ τρέχειν, ἡ σελήνη τὴν ἰδίαν εὐταξίαν, ὁ ποικίλος τῶν ἀστέρων χορὸς, ἡ φύσις τῶν σωμάτων, ἡ τῶν φυτῶν, ἡ τῶν ἀλόγων, ἡ τῶν ἄλλων ἁπάντων· οἰκείοις γὰρ ἅπαντα διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγμασι γέγονεν, ὅπερ δηλοῦται διὰ τοῦ στόματος. Ὅσα τοίνυν τὸ στόμα αὐτοῦ ἔκρινεν, εἴτε διὰ τῆς Παλαιᾶς, εἴτε διὰ τῆς Νέας Διαθήκης ἔκρινε, ἐπισυνάψατε, φυλάττειν ὡς νόμους βασιλικοὺς τὰ κρίματα αὐτοῦ τοῖς ἔθνεσι παραγγέλλοντες. Νοήσεις δὲ κρίματα τὰ δικαίᾳ ψήφῳ θαυματουργηθέντα. Ἐπειδὴ γὰρ τὰ ἐν Αἰγύπτῳ μέλλει διηγεῖσθαι, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον.
Ἔδει γὰρ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ὑποκειμένους τοῖς αὐτοῦ κρίμασι μὴ ἀγνοεῖν μήτε τὰ ἔργα αὐτοῦ μήτε τὰ κρίματα αὐτοῦ. Δι’ ὧν κριμάτων οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἔκρινε τῆς αὐτοῦ κλήσεως καταξιῶσαι. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, μηδὲ ὅσοι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, εἰκότως μὲν ὁ Σωτὴρ ἡμῶν τοῖς ἐκ σπέρματος εἶναι Ἀβραὰμ αὐχοῦσιν Ἰουδαίοις ἔλεγεν· Οἶδα, ὅτι σπέρμα Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· ὥς τινων τέκνα μὲν ὄντων τοῦ Ἀβραὰμ διὰ μιμήσεως, οἳ καὶ ἐκλεκτοὶ εἴρηνται· τινῶν δὲ σπέρμα μόνον ὄντων αὐτοῦ, καὶ διὰ τοῦτο ἐκλεκτῶν οὐκ ὄντων. Οὐ γὰρ τὸ σπέρμα ἐκλεκτὸν ἐλέχθη, ἀλλ’ οἱ υἱοί. Τὸ δὲ σπέρμα δοῦλοι αὐτοῦ. Ἐπεὶ τοίνυν οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἱ τῶν ἐθνῶν γενόμενοι κήρυκες, ἀμφότερα εἶχον, ἅτε καὶ δοῦλοι ὄντες καὶ ἐκλεκτοί· ὅθεν πρὸς αὐτοὺς λέλεκται· Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
Πρὸς δὲ τὸ, Ἐκλεκτοὶ αὐτοῦ, παραθήσεις τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ ἐξαίρετον τῶν ἐκλεκτῶν νοήσομεν ἀπὸ τοῦ· Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Οὐκ ἀγνοητέον, φησὶν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν, ὃς προνοίᾳ τὸν σύμπαντα κόσμον θείοις κρίμασι διοικεῖ, ὡς μηδὲν ἀκρίτως, μηδὲ ἄνευ τῆς τοῦ Θεοῦ προνοίας γίγνεσθαι. Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
PG 23:1305Ἐπιστήσας ἀκριβῶς τίς ἦν ὁ λόγος ὃν ἐνετείλατο εἰς πολλὰς γενεὰς ἐξικνούμενον, οὐ γὰρ ἐτῶν ἀριθμὸν, ἀλλὰ τὸ διηνεκὲς αἰνίττεται καὶ τὸ πλῆθος, ὡς τὸ ἑπτάκις, Στεῖρα ἔτεκεν ἑπτὰ, τουτέστι πολλὰ, καὶ, Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται· εὑρήσεις αὐτὸν εἰρημένον οὕτως πρὸς Ἀβραὰμ, Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη τῆς γῆς. Καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου. Εὕροις δ’ ἂν τὰ παραπλήσια καὶ τῷ Ἰσαὰκ ἐπηγγελμένα καὶ ὀμοσθέντα περί τε τῆς γῆς καὶ τοῦ πληθυσμοῦ τοῦ σπέρματος. Ταῦτα δὲ μετὰ πλείστας ὅσας γενεὰς ἐπληροῦτο διὰ τῆς ἐπιφανείας Χριστοῦ τοῦ ἐκ σπέρματος Ἀβραὰμ, γενομένου Σωτῆρος ἡμῶν. Εἰσέτι τε νῦν ἐνεργεῖ καὶ διαμένει ἡ ἐπαγγελία, μέχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Οὗτος οὖν μετὰ μακρὸν αἰῶνα, καὶ μετὰ πλείστας σφόδρα γενεὰς, τὰς γὰρ χιλιάδας ἀντὶ τῶν πολλῶν παρείληφε, καὶ ταύτας ἐπλήρου τὰς πρὸς τοὺς πατριάρχας ἐπαγγελίας, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας πᾶσι τοῖς ἔθνεσι τὴν τοῦ Ἀβραὰμ εὐλογίαν δεδωρημένος.
Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Ἐν τούτοις ὁ λόγος καὶ ἄλλο τι λεληθὸς τοὺς πολλοὺς διδάσκει. Τὴν γὰρ αἰτίαν τοῦ κληθῆναι δίκην ἐμψύχου ζώου τὸν λιμὸν ἐπὶ τὴν γῆν, λέγω δὴ τὴν ἐνεργητικὴν δύναμιν τοῦ λιμοῦ, καὶ τοῦ συντριβῆναι πᾶν στήριγμα ἄρτου, παρίστησιν, ἵνα καὶ φανιεῖ που ἄρτος μὴ στηρίζοι τοὺς ἐμπιπλαμένους ἐξ αὐτοῦ, κατὰ τὸ, Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συμβαίνει ἐν τοῖς λιμοῖς, κατ’ ὀργὴν Θεοῦ γιγνόμενον, τὸ καὶ τοὺς ἐσθίοντας μὴ στηρίζεσθαι. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Πάντα ταῦτα ὑπέμεινε μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ ἑαυτοῦ πατρὶ καὶ τοῖς ἀδελφοῖς φήσας, ἑωρακέναι αὐτὸν δράγματα καὶ τοὺς ἀδελφοὺς ὁμοίως ἀναλέγοντας, ἔπειτα τὰ ἐκείνων τὸ ἑαυτοῦ προσκεκυνηκέναι δράγμα· ὁμοίως δὲ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἕνδεκα ἀστέρας προσκυνεῖν αὐτῷ. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν.
PG 23:1307Τὸ, Λόγιον Κυρίου ἐπύρωσεν αὐτὸν, ὅμοιον τῷ, Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐκ ἂν γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ, τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ὅτε αὐτάρκως ἐπυρώθη ὑπὸ τῶν πειρασμῶν ὁ Ἰωσὴφ, τότε Θεοῦ ὑποβαλόντος τῷ Φαραὼ, ὃν καὶ βασιλέα καὶ ἄρχοντα νῦν ὁ λόγος καλεῖ, λύεται τῶν δεσμῶν, καὶ ἄρχων τοῦ οἴκου τοῦ βασιλέως καὶ πάσης τῆς κτήσεως αὐτοῦ καθίσταται. Ἐξήνεγκε γὰρ αὐτὸν, ὡς μὲν εἴποι ἂν ὁ πολὺς ἄνθρωπος, διὰ τὸ συναγαγεῖν τὰ γεννήματα τῆς εὐθηνίας, καὶ φυλάξαι αὐτὰ εἰς καιρὸν τοῦ λιμοῦ. Ὁ δὲ παρὼν λόγος διδάσκει οὐ τοσοῦτον τῆς τῶν καρπῶν φυλακῆς ἕνεκα εἰς τὴν ἀρχὴν προῆχθαι, ὅσον τῆς κατὰ ψυχὴν ὠφελείας τῶν μελλόντων ὑπ’ αὐτοῦ σοφίζεσθαι καὶ παιδεύεσθαι. Ἦσαν δὲ οὗτοι ἄρχοντες Φαραὼ καὶ πρεσβύτεροι· ὧν ὠφελουμένων, εἰκὸς ἦν καὶ τοὺς ὑπηκόους ἅπαντας τῆς παρ’ αὐτῶν μετασχεῖν βελτιώσεως.
Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τίς δὲ εἰσῆλθεν, ἀλλ’ ἢ Ἰσραήλ, Καὶ τίς παρῴκησεν ἐν γῇ Χὰμ, ἀλλ’ ἢ Ἰακώβ; Δηλοῦται δὲ διὰ τούτων αὐτός τε ὁ πατὴρ καὶ οἱ τούτου παῖδες. Ἐπεὶ γὰρ οὐ μόνος εἰσῆλθε Ἰακὼβ, ἀλλὰ καὶ ἑβδομήκοντα ψυχαὶ σὺν αὐτῷ, κατὰ τό· Ἐν ἑβδομήκοντα ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον· διὰ τοῦτο καὶ οἱ παῖδες καὶ ὁ πατὴρ ἐδηλώθησαν διὰ τῶν προκειμένων. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Οὐκ ἂν ηὐξήθησαν οὐδὲ ἐκραταιώθησαν, εἰ μὴ ἔτυχον προστάτου Ἰωσὴφ, καὶ τῆς παρὰ τοῖς Αἰγυπτίοις τιμῆς διὰ τοῦ Ἰωσὴφ αὐτοῖς παρασχεθείσης. Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.
PG 23:1309Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίων αὐτῶν. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμὸς, καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. Ὥσπερ τὸν Ἰωσὴφ πρῶτον συγχωρεῖ δουλεῦσαι, καὶ πέδαις καὶ σιδήρῳ ταπεινωθῆναι· εἶτα μετὰ ταῦτα δοκιμὴν δεδωκότα τῆς οἰκείας ἀρετῆς, προάγει ἐπὶ βασιλείαν· οὕτω καὶ νῦν, βουλόμενος τῆς αὐτοῦ ἐπισκοπῆς καταξιῶσαι τὸν λαὸν, πρῶτον αὐτὸν πειρατηρίοις ἐκδίδωσιν, ἵν’ ὕστερον λεχθῇ τό· Καὶ ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐκέκραξαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. Καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν· καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὑτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς.
Ἐπειδὴ δὲ εἴρηται, ὅτι μετέστρεψε τὴν καρδίαν αὐτῶν, δηλονότι τῶν Αἰγυπτίων, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, ἐρεῖς, ὅτι δικαίως ἔπραξεν ὁ Θεός. Ἐπειδὴ γὰρ, ἐν πολλῇ γεγονότες ἀνέσει καὶ ἐλευθερίᾳ καὶ τιμῇ παρὰ τοῖς Αἰγυπτίοις, εἰς λήθην ἦλθον τοῦ πατρῴου Θεοῦ, ἐξέδωκαν δὲ ἑαυτοὺς ταῖς τῶν Αἰγυπτίων εἰδωλολατρείαις· διὰ τοῦτο δικαίως αὐτοῖς ἐπανέστησε τοὺς Αἰγυπτίους, ἐπειδὴ πεποιθότες ἑαυτοῖς κατωλιγώρησαν τοῦ Θεοῦ, ὅπως θλιβέντες ὑπ’ αὐτῶν μάθωσι μὲν μὴ προσέχειν ἐκείνοις, μηδὲ τῇ πολυθέῳ αὐτῶν δεισιδαιμονίᾳ, ἐπιστρέψωσι δὲ ἐπὶ τὸν Θεὸν τῶν πατέρων αὐτῶν. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εὐφράνθη Αἴγυπτος ἐν ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ’ αὐτούς. Ὁ Θεὸς προστάττει τῷ λαῷ διὰ Μωϋσέως σκυλεῦσαι τοὺς Αἰγυπτίους ὡς νενικημένους, καὶ μισθὸν παρ’ αὐτῶν εἰσπράξασθαι τῆς μακροχρονίου δουλείας, ἧς αὐτοὺς κατεδουλώσαντο. Καὶ οὐκ ἦν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.
Τὸ γὰρ πολλῷ παραδοξότερον τοῦτο ἦν, ὅτι μετὰ τὸν πόνον, μετὰ τὴν πλινθείαν, μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ τὰς μάστιγας, οὐδὲ εἷς ἦν ὁ ἀσθενῶν, καὶ τοῦτο τοσούτων πληγῶν ἐν Αἰγύπτῳ κατενεχθεισῶν. Τοῦτο καὶ τῆς φύσεως αὐτῆς τὴν ἀκολουθίαν ὑπερέβαινεν. Διεπέτασε νεφέλην εἰς σκεπὴν αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Διελθὼν τὰς κατὰ τῶν Αἰγυπτίων μάστιγας, ἀκολούθως μεταβαίνει ἐπὶ τὰς γενομένας τῷ Ἰσραὴλ εὐεργεσίας· ὁμοῦ μὲν καὶ ἡμᾶς προτρέπων φεύγειν τὸν Αἰγύπτιον τρόπον, ὡς ἂν μὴ τοῖς ἴσοις περιπέσωμεν· εὔχεσθαι δὲ εἶναι τῆς μερίδος τοῦ Θεοῦ, ᾗ παρεῖχε τὰς ἐξ αὐτοῦ εὐεργεσίας· ὁμοῦ καὶ ὧν ἠξιώθησαν παραδόξων Θεοῦ οἱ ἐκ περιτομῆς μνημονεύων, εἰς ἔλεγχον μὲν τοῦ αὐτῶν ἐκείνων τρόπου, ἀπολογίαν δὲ τῆς μετὰ ταῦτα αὐτῶν ἀποβολῆς. Ἤτησε, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτων οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἀνέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί· ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ὁ Μωϋσῆς δὲ ἐν Δευτερονομίῳ πρὸς αὐτούς φησι· Μὴ εἴπῃς·
PG 23:1311Διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον ὃν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν. Καὶ γνώσῃ σήμερον, ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου, Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. Ἕκαστον γὰρ τῶν γενομένων εἰς θαῦμα μέγιστον ἦν, καὶ πολλὴν εἶχε τὴν παραδοξοποιίαν, τὸ ἀπαλλαγῆναι μεθ’ ἡδονῆς τῶν ὠθούντων ἐκείνων, καὶ μετ’ εὐπορίας ἁπάσης, τὸ ἐν ὑγείᾳ καθαρᾷ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ δὴ μόνον τῶν προτέρων ἀπήλλαξεν, ἀλλὰ καὶ τὰ τῶν ἑτέρων ἔδωκεν αὐτοῖς, οὐδαμοῦ πονεῖν συγχωρῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. Ταῦτα ἐπηγγείλατο, ἐπειδὴ ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ. Τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς, ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτόν. Τούτοις δὲ τοῖς ἐκείνων ἀπογόνοις τὰ τοσαῦτα παρέσχε καὶ ἐχαρίσατο, προτρέπων αὐτοὺς καὶ παρορμῶν εἰς τὸ φυλάττειν τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητεῖν.
Ἀλλ’ ὅτι τῶν τοσούτων ἠξιωμένοι οὐκ ἐφύλαξαν τὰ εἰρημένα, τὸ τηνικαῦτα ἤρθη ἀπ’ αὐτῶν ἡ χάρις, καὶ οὐ μόνον τὴν γῆν ἀπώλεσαν, ἀλλὰ καὶ τοῦ Θεοῦ ἐκπεπτώκασι, δοῦλοί τε τῶν ἐθνῶν καὶ πολεμίων γεγόνασι.

Alleluia 2ἈΛΛΗΛΟΥΙΑ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἈΛΛΗΛΟΥΙΑ. ΡΕ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μακάριοι οἱ φυλάσσοντες κρίσιν, ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν τῇ χρηστότητί σου τῶν ἐκλεκτῶν, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ τοῦ λαοῦ σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Αἶνον καὶ ὕμνον πρὸς τὸν Θεὸν καὶ ὁ παρὼν ψαλμὸς περιέχει· διὸ ἐπιγέγραπται, Ἀλληλούϊα· ὅπερ ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον. Προστάττει δὲ εὐθὺς ἀρχόμενος τοῖς ἁμαρτημάτων ὁρμωμένοις ὥσπερ ἰατρῷ καὶ σωτῆρι προσιέναι τῷ θεραπευτικῷ τοῦ Θεοῦ Υἱῷ, καὶ τὰ τραύματα τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ, διὰ τὸ ἐξομολογεῖσθαι τὰς οἰκείας ἁμαρτίας.
Ὁ δὲ τοῦτο πράττων γνησίως, καὶ ἀποκλαιόμενος ἐφ’ οἷς ἥμαρτε πρότερον, ὅτι μὴ λόγοις μόνοις τοῦτο πράξαι, ἀλλὰ τῇ διαθέσει καὶ αὐτοῖς τοῖς πράγμασι, παρὰ τοῦ Ψαλμῳδοῦ κομίζεται τὴν εἰσήγησιν. Προτρέπει δὲ προθύμως ἐπὶ τὴν ἐξομολόγησιν, διὰ τοῦ ἐπαγγέλλεσθαι, Ὅτι χρηστὸς ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Διὰ ταῦτα γὰρ, φησὶ, προθύμως ἐξομολογεῖσθε, ὅτι καὶ αὐτὸς ἕτοιμός ἐστιν εἰς φιλανθρωπίαν, εἰδὼς ὅτι ἐλέου δεῖται τὰ τοῦ ἐνεστῶτος αἰῶνος πράγματα θνητὰ ὄντα καὶ ἐπίκηρα. Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Οὐ μόνοι, φησὶν, ἡμάρτομεν· ἀλλ’ εἴ τις ἐξετάσειεν ἄνωθεν ἀπὸ τῶν πρώτων χρόνων, εὕροι ἂν ἀεὶ καὶ ἐκ τοῦ παντὸς ἁμαρτητικὸν τυγχάνον τὸ ἡμέτερον γένος. Τοσούτων γὰρ θαυμασίων διὰ Μωϋσέως ἐπιτελουμένων, οὐ συνῆκαν, ἀλλὰ καὶ σωτηρίας τυχόντες, καὶ τῆς ὑπ’ Αἰγυπτίοις δουλείας ἐλευθερωθέντες, οὐκ ἔγνωσαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, οὔτε διὰ τὸ εἶναι ἐπισκοπῆς Θεοῦ ἀξίους, διὰ δὲ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ τούτων τετυχήκασι. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.
PG 23:1313Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ταῦτα μὲν ὁ πρὸ τούτου διείληφε ψαλμὸς, ἐπετέμνετο δὲ αὐτὸς καὶ τὰς ἐπὶ τῆς ἐρήμου παραδοξοποιίας, μηδὲν κατηγορήσας τοῦ λαοῦ. Ὁ δὲ παρὼν ἐπαναλαμβάνει τὴν διήγησιν, καὶ πάσας τοῦ λαοῦ τὰς δυσσεβείας διέξεισιν. Ἔστι δὲ καὶ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων λαοῦ κατηγορικός. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Προσελθόντες Μωϋσῇ καὶ φήσαντες, Ὄφελον μὲν ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐπὶ τῆς ἐρήμου ταύτης· καὶ, Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς, θανατῶσαι ἐν τῇ ἐρήμῳ; Τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες· Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Καὶ ὅσον μὲν ἐπ’ αὐτοῖς πικρὸν αὐτοῖς ἀντὶ χρηστοῦ τὸν Θεὸν κατεστήσαντο. Ὁ δὲ ἀγαθὸς Θεὸς πλουτῶν ἐλέῳ καὶ φιλανθρωπίᾳ, πάλιν ἔσωζεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ· ὅπως μὴ εἴπωσιν οἱ ἀσεβεῖς, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;
διὰ τοῦτο παρεῖχεν αὐτοῖς καὶ τότε τὴν σωτηρίαν, πανταχόθεν αὐτοὺς συνελαύνων ἐπὶ τὴν σωτηρίαν αὐτῶν. Οἱ δὲ νικηθέντες πρὸς μὲν ὀλίγον ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, διελθόντες τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ. Ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ πᾶσι Θεὸς ἀνωμολόγηται. Εἰ οὖν καὶ Ἰησοῦς κλονουμένῃ ἐπιτάσσει τῇ θαλάσσῃ, πᾶσι Θεὸς ἀνωμολόγηται, ἵνα ἐκ τρικυμίας ἢ κλύδωνος γαλήνη γένηται. Θεὸς ὢν αὐτὸς ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, ὡς διοδεύσιμον αὐτὴν γενέσθαι, τὴν πάλαι θάλασσαν καὶ ἄβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος οὕτω καλουμένην. Καὶ ἔσωσε αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ζητήσῃ τις ἂν περὶ τῶν ἐπιμίκτων Αἰγυπτίων, τῶν διελθόντων τὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον ἅμα τῷ λαῷ γενομένων. Πρὸς ὃν ἐροῦμεν, ὅτι μὴ τῶν θλιβόντων ἦσαν τὸν Ἰσραήλ. Περὶ δὲ τῶν θλιβόντων εἴρητο τὸ, Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ὁ δὲ ἐπίμικτος λαὸς Αἰγύπτιος μὲν ἦν, πιστεύων δὲ ταῖς Μωϋσέως φωναῖς, σωτηρίας ἔτυχεν.
PG 23:1315Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Σὺν τῷ Μωϋσῇ καὶ Ἀαρὼν τὴν ᾠδὴν τὴν ἐν τῇ ἐξόδῳ παραυτίκα καὶ παραχρῆμα μεταβαλλόμενοι ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Καὶ παρώξυναν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν, τὸν ἅγιον Κυρίου. Ὅτε μὲν τὸν Θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος, ὢν ἀμνησίκακος, οὐκ ἀμειψάμενος αὐτοὺς ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. Ἀλλὰ καὶ ὅτε παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτούς· οὐκ ἔδει γὰρ καταφρονηθῆναι τοὺς θεράποντας. Ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ ἀποτομία παρ’ αὐτῷ, πρῶτα τὰ τῆς χρηστότητος αὐτοῖς παρέσχετο· ὡς δὲ οὐκ ὤναντο δι’ αὐτῆς, ἀκολούθως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ κολαστηρίῳ·
Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν κεφαλὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς. Μωϋσῆν μὲν οὖν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν εἰπόντες· Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεὸς, οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον προσαγαγεῖν, καὶ θυσίας τῷ Θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες, παρώργισαν· ἀλλὰ τοὺς μὲν καταλαλήσαντας τοῦ Μωϋσέως, τὸν Δαθὰν παγγενεῖ ἀνοιχθεῖσα ἡ γῆ κατέπιε, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ, καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν.
Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Κεῖται ἐν τοῖς Ἀριθμοῖς ἡ ἱστορία, ὅπως λαβὼν ὁ Φινεὲς τὸν σειρομάστην διέπειρε τὴν Μαδιανῖτιν ἅμα τῷ σὺν αὐτῇ πεπορνευκότι, καὶ ἐκόπασε παραχρῆμα ἡ κατ’ αὐτῶν ὀργὴ ἅμα τῇ τοιαύτῃ πράξει. Παρίστησι δὲ ὁ λόγος, πόσον ἰσχύει παρὰ Θεῷ ἑνὸς ἀνδρὸς δικαιοσύνη, ὡς κοπάσαι τὴν ὀργὴν, καὶ ἀνακρουσθῆναι τὴν κατὰ τῶν ἡμαρτηκότων θραῦσιν, διὰ τὸν Φινεὲς ὑπὲρ τοῦ Θεοῦ ζῆλον. Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ.
PG 23:1317Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδουλεύσαντο τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐπὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Εἰ διὰ ταῦτα πάντα ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, πῶς ἀνωτέρω εἴρηται· Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου; Ἀλλὰ ὅρα εἰ μὴ σαφῶς καὶ τὴν βδελυχθεῖσαν κληρονομίαν τοῦ προτέρου λαοῦ παρέστησεν ὁ λόγος, καὶ περὶ ἑτέρας κληρονομίας θεσπίζει, ὡς καὶ περὶ ἑτέρου λαοῦ μεθ’ ὧν εὔχεσθαι καταριθμηθῆναι διδάσκει. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς.
Οὐ παραδίδωσι δὲ Κύριος τὸν λαὸν αὐτοῦ, ἐὰν μὴ πρότερον βδελύξηται αὐτόν· βδελύσσεται δὲ αὐτὸν διὰ τὰς προλελεγμένας πράξεις. Ἐπειδὰν δὲ ὁ Κύριος παραδῷ, τίς οὐ δύναται τῶν αὐτοῦ κυριεύσειν; Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν· πλεονάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Αὐτὸς μὲν, φησὶν, ἐῤῥύετο, χρηστὸς ὢν αὐτοῖς καὶ γλυκὺς γενόμενος· οἱ δὲ παρεπίκραναν, πικρὸν ἑαυτοῖς ποιοῦντες αὐτόν· καὶ πάλιν αὐτὸς ἔσωζεν οἷα σωτήρ· οἱ δὲ ἀπώλλυντο, ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες· καὶ τοῦτο πλεονάκις ἐγίνετο, ἕως οὗ αὐτοὶ ἑαυτοὺς ἐταπείνωσαν ἐν ταῖς αὑτῶν ἀνομίαις. Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.
Καὶ τοῦτο ἐπληροῦτο, ὅτε ἐνέβαλεν ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου φιλανθρώπως χρήσασθαι τῷ Ἰουδαίων ἔθνει, κατὰ τὰ ἐν τῇ Γραφῇ τοῦ Ἔσδρα φερόμενα. Ἀλλὰ καὶ εἰσέτι νῦν τῇ ἀρχῇ τῶν Ῥωμαίων δουλεύοντες ἐν οἰκτιρμοῖς τυγχάνουσι, τοῦ Θεοῦ τοῦτο αὐτοῖς δεδωρημένου· οὐχ ὅτι ἦσαν ἄξιοι, ἀλλὰ πάλιν διὰ τὸ πλῆθος τοῦ ἐλέους. Καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίας ὀρέγει. Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογεῖσθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Διδάσκονται εὔχεσθαι τυχεῖν τῆς ἀπὸ τῶν ἐθνῶν συναγωγῆς, ἵν’ ἤδη ποτὲ τῆς διασπορᾶς ἀπαλλαγέντες ἐπὶ τὸ αὐτὸ συναχθῶσιν·
PG 23:1319ὅπερ Ἰουδαῖοι μὲν φαντάζονται μέλλειν ἔσεσθαι ἐν τῷ παρόντι βίῳ, ἐπιστάντος αὐτοῖς τοῦ ἠλειμμένου· ἡμεῖς δὲ, ἤδη τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος ἀνθρώποις, ὁρῶμεν ἐκ πάντων τῶν ἐθνῶν τὸ πλῆθος τῶν ὁσημέραι ὑπὸ τὸν τοῦ Θεοῦ Υἱὸν ἐπισυναγομένων ψυχῶν, ἐντεῦθέν τε παρασκευαζομένων ἐπὶ τὴν κρείττονα ἐπισυναγωγὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥντινα ἀληθῶς ἁγίαν ἐπαγγέλλεται. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ἀκολούθως τῷ Ἀποστόλῳ φήσαντι· Ἐν παντὶ εὐχαριστεῖσθε, καὶ νῦν ὁ λόγος διδάσκει, πάντοτε εὐλογεῖν τὸν Κύριον, καὶ ἐφ’ οἷς ἐλεεῖ καὶ ἐφ’ οἷς παιδεύει, καὶ ἐφ’ οἷς σώζει.

AlleluiaΑΛΛΗΛΟΥΙΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. Ρϛ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλύτρωσεν ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάςσης· ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ.
Τῷ Κυρίῳ ἐξομολογεῖσθαι δεῖ κατά τε τὸ ὁμολογεῖν τὰ ἑαυτῶν πλημμελήματα ὡς ἰατρῷ, κατά τε τὸ εὐχαριστεῖν αὐτῷ ἐπὶ ταῖς εἰς ἡμᾶς εὐεργεσίαις, τὸ ἐχέγγυον τῆς παρ’ αὐτοῦ θεραπείας ἔχοντας· ὅτι μὴ μόνον χρηστός ἐστιν, ἀλλὰ καὶ παρατείνει τὸ ἔλεος αὐτοῦ εἰς πάντα τὸν παρόντα αἰῶνα. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ χωρῶν συνήγαγεν αὐτούς. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος ἡ κλῆσις τῶν ἐθνῶν, ἡ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰς ἔργον χωρήσασα, προφητεύεται μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, τὴν διὰ τοῦ πρὸ τούτου ψαλμοῦ δηλωθεῖσαν· ἐν ᾧ μετὰ τὸν μακρὸν κατάλογον τῶν ἀσεβειῶν αὐτῶν ἐλέγετο· Καὶ ὠργίσθη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν· τοὺς πάλαι ὑπὸ τῶν ἐχθρῶν καὶ πολεμίων τῶν ἀνθρώπων, τουτέστι τοῦ διαβόλου καταδεδουλωμένους. Καὶ ἀπὸ χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ἐπισυνάγει δὲ αὐτοὺς εἰς τὴν αὐτοῦ Ἐκκλησίαν ἐκ παντὸς ἔθνους· πᾶσαν γὰρ τὴν οἰκουμένην διὰ τῶν τεσσάρων ἐδήλωσε κλιμάτων.
PG 23:1321Ἐκ τούτων γὰρ ἔθνος καινὸν καὶ κληρονομία τοῦ Θεοῦ νέα συνέστη. Εἰκὸς μὲν οὖν τινα νομίσαι τὴν τῶν Ἰουδαίων ἐκ τῶν ἐθνῶν συναγωγὴν διὰ τοῦ παρόντος δηλοῦσθαι ψαλμοῦ, ὡς μελλόντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης Ἰουδαίων ἀποχωρίζεσθαι τῶν ἐθνῶν, καὶ τῆς κατὰ τὴν ἀλλοδαπὴν διατριβῆς ἀπαλλάττεσθαι, συνάγεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν γῆν. Τοιαῦτα γὰρ εἰσέτι καὶ νῦν παῖδες Ἰουδαίων φαντάζονται. Ἀλλ’ ἐπεὶ μὴ ταῦτα περὶ αὐτοὺς τοῖς ἔργοις ὁρᾶται γεγενημένα, ἤδη που χιλίοις ἐγγὺς ἔτεσι τῆς ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας αὐτῶν μηδενὸς τοιούτου περὶ αὐτοὺς πραχθέντος· ὥρα τῇ τῶν πραγμάτων ἐκβάσει τοὺς λόγους ἐφαρμόττειν, καὶ ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀνάγειν τὴν προφητείαν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ καὶ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν. Ἡμεῖς μὲν οἱ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν θεοσεβείας καὶ ἐν ἀκάρπῳ, ἀνύδρῳ τε καὶ ἀγόνῳ ζωῇ πάλαι πρότερον πεπλανημένοι, ὅτε ἦμεν ἔθνη ἄλογα, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, οἱ μηδέποτε ὁδὸν πόλεως κατοικητηρίου εὑρόντες·
ὅτε ἦμεν ἀλλότριοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οἱ μεμισημένοι πάλαι, ἐν λιμῷ καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, διὰ τὸ ἐστερῆσθαι λογικῆς καὶ ἐπουρανίου τροφῆς ποτοῦ τε πνευματικοῦ, κατὰ τό· Ἐξαποστελῶ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάςσης ἕως τῆς θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι· διὸ καὶ ἐν ἐρήμῳ τῶν ἀρετῶν ὄντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ἔχοντες, ᾧ ἑπόμενοι εὑρεῖν οἷοί τε ἦμεν μετὰ τὴν ὁδὸν πόλιν εὖ διατεταγμένην ἱερῷ νόμῳ, ἐν ᾗ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες· αὕτη δέ ἐστιν ἀρετὴ καὶ Θεοῦ σοφία. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς. Τῶν ἐθνῶν ἁπάντων πλανωμένων ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, καὶ τῆς ψυχῆς αὐτῶν ἐκλειπούσης ἐξ ἀτροφίας σωτηρίων λόγων, ἐβόων πρὸς τὸν Θεὸν ἱκετεύοντες, κοινὸν ἅπασι καταπεμφθῆναι Σωτῆρα. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς.
Τοὺς ἐγκεχειρισμένους αὐτοὺς ὑπερπάσχοντες καὶ ὑπεραλγοῦντες αὐτῶν καὶ διψώντων καὶ τὴν ψυχὴν ἤδη δι’ ἀτροφίαν ἐκλειπόντων, ἐβόων αὐτοὶ καὶ ἔκραζον πρὸς Κύριον, ὑπὲρ τῶν οἰκείων ἕκαστος πρεσβεύοντες. Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπλανήθησαν ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, τοῦτο πρῶτον νόσημα νενοσηκότες τὸ τῆς πλάνης· καὶ δευτέρῳ κακῷ περιπεσόντες ὁδὸν πόλεως κατοικητηρίου αὐτῶν οὐχ εὗρον· καὶ τρίτον δὲ αὐτοὺς περιέσχε κακὸν, ἐπείπερ ἦσαν πεινῶντες καὶ διψῶντες, ὡς τὴν ψυχὴν αὐτῶν ἐκλείπειν ἐν αὐτοῖς. Ὁ δὲ φιλάνθρωπος Θεὸς καὶ ἀγαθὸς Σωτὴρ πρῶτον μὲν ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν· ἔπειτα ἔδειξεν αὐτοῖς πῶς χρὴ βαδίζειν τὴν φέρουσαν εἰς τὴν πόλιν τοῦ κατοικητηρίου. Καὶ τίς ἂν εἴη ἡ εὐθεῖα ὁδὸς ἢ ὁ σωτήριος λόγος ὁ εὐαγγελικὸς, ὁ μόνος ἡμᾶς ἄγων εἰς τὴν ἐπουράνιον πόλιν· ἐν ᾗ γενόμενοι τὸ κατοικητήριον ἡμῶν εὑρήσομεν; Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων·
PG 23:1323κηρύσσοντες εἰς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅπως οἱ πάντες, τὴν χάριν τὴν εἰς ἡμᾶς γεγενημένην καὶ τὰ ἐλέη τοῦ Θεοῦ μαθόντες, σπεύσωμεν ἐπὶ τὴν αὑτῶν σωτηρίαν. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν, καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Κυρίου, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις. Αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀί̈διον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς δὲ οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν.
Ἐτηρεῖτο γὰρ τὸ μέγα τοῦτο κατόρθωμα μόνῳ τῷ Λόγῳ τοῦ Θεοῦ, περὶ οὗ ἑξῆς εἴρηται· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Πῶς γὰρ οὐκ ἦμεν ἐν ἀνάγκαις, πονηροῖς δαίμοσι καὶ πνεύμασιν ἀκαθάρτοις δεδουλωμένοι; Ἀλλ’ ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς, ταῖς τῶν ἁγίων αὐτοῦ προφητῶν τε καὶ θεοφιλῶν ἀνδρῶν εὐχαῖς ἐπακούσας βοώντων ὑπὲρ ἡμῶν πρὸς αὐτὸν, οὐ μόνον ἐξήγαγεν ἡμᾶς ἐκ τούτων, ἀλλὰ καὶ τούτων τὰ δεσμὰ διέῤῥηξεν. Δηλοῖ δὲ τοῦτο τὴν ἀθρόαν τῶν ἁμαρτωλῶν ἄφεσιν, ἧς κατηξίωσεν ἡμᾶς ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. Καὶ νῦν τὸ αὐτὸ λέγεται ἐπὶ ταῖς δευτέραις εὐεργεσίαις αὐτοῦ.
Ἡγοῦμαι δὲ διὰ τούτων τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπίνων ψυχῶν δηλοῦσθαι· δι’ ἃς καὶ μέχρι θανάτου ἐδέησε τῷ λυτρωτῇ πάντων καὶ Σωτῆρι κατελθεῖν. Ἔνθα γενόμενος μόνος τῶν πώποτε ὁ Χριστὸς τοῦ Θεοῦ, τὰς ἐξ αἰῶνος σιδηροδέτους πύλας, καὶ τὰς μηδενὶ θνητῷ ἀνοιχθείσας, καὶ διὰ τοῦτο χαλκᾶς γενομένας, συνέτριψε, καὶ τοὺς τούτων ἀῤῥήκτους μοχλοὺς συνέκλασεν. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Διὰ κακοεξίαν τῶν ἀποστρεφομένων πᾶσαν λογικὴν καὶ ψυχῶν σωτήριον τροφὴν, εἰκότως ἀποσταλεὶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἔφθασε, σαρκωθεὶς καὶ ἐνανθρωπήσας, χεῖρα σωτηρίας ὀρέξας καὶ τοῖς μέχρι τούτου καταπεπτωκόσι, καὶ πρὸς αὐτὸν ἀναβοήσασι. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.
PG 23:1325Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει, οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Μνημονεύσας ὁ λόγος τῆς ἀφίξεως τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος, δι’ οὗ τὰ προλεγόμενα πάντα κατώρθωται, ἑξῆς συνάπτει τὴν περὶ τῶν ἀποστόλων αὐτοῦ προφητείαν. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ῥητῶς καὶ κατὰ λέξιν· ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν Εὐαγγελίων μαρτυρεῖ. Τοιγαροῦν τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους παρουσίᾳ. Αὐτοῖς τοιγαροῦν τούτοις καὶ τὰ νέα μυστήρια τῆς Καινῆς Διαθήκης πράττειν παρεκελεύετο, λέγων· Καὶ θυσάτωσαν θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς.
Καὶ ἐπάταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Ταῦτα προφητικῶς θεσπιζόμενα ἐπληροῦτο ῥητῶς καὶ πρὸς λέξιν· τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν ἐμπλεόντων σὺν αὐτῷ, σεισμὸς, φησὶν, ἐγένετο μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων. Οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ὁ δὲ πρὸς αὐτοὺς φήσας· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εὐφρανθήτωσαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς εἰς λιμένα θελήματος αὐτοῦ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ὁδηγηθέντες ἐπὶ λιμένα θελήματος αὐτοῦ· ἐφ’ οἷς ὁ λόγος ἀναγκαίως προστάττει τέταρτον οὕτω τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ τὰ ἐλέη αὐτοῦ διὰ στόματος φέρειν· παρεγγυᾷ πᾶσί τε τοῖς υἱοῖς τῶν ἀνθρώπων ἀπαγγέλλειν τὰ θαυμάσια αὐτοῦ. Ἔθετο ποταμοὺς εἰς ἐρήμωσιν, καὶ ἐξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
PG 23:1327Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. Καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Τὸ μὲν γὰρ πλῆθος τοῦ Ἰουδαίων ἔθνους εἰς τοσαύτην ἤλασεν ἀγαθῶν σπάνιν, ὡς ὀλίγους εὑρίσκεσθαι ἐν αὐτοῖς τοὺς κατὰ Θεὸν εὐδοκιμοῦντας. Καὶ τὸ μὲν πᾶν ἔθνος ταύτην ὑπέμεινε τὴν πρόῤῥησιν· οἱ δ’ ἐν αὐτοῖς ἄρχοντες, πατριάρχαι τινὲς καὶ ἀρχιερεῖς καὶ νομοδιδάσκαλοι, Σαδδουκαῖοί τε καὶ Γραμματεῖς καὶ Φαρισαῖοι αἰσχύνην κατεχέαντο, ἐξουδενώσει παραδοθέντες· ἅτε δὴ κληθέντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν καὶ παραιτησάμενοι αὐτήν. Καὶ ἐβοήθησε πένητα ἐκ πτωχείας. Καὶ ἐν τούτοις συνήθως ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Καὶ ὀχυρώσει πένητα ἀπὸ κακώσεως. Ἐκείνοις μὲν γὰρ ἔσται τὰ προδηλωθέντα, φησί· τὸν δὲ πένητα λαὸν ὀχυρώσει· τὸν ἐξ ἐθνῶν δηλαδὴ συστησόμενον·
ὃν καὶ μακαρίζων ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἔθετο ὡς πρόβατα πατριάς· ὁ δὲ Ἀκύλας, Καὶ θήσει, φησὶν, ὡς ποίμνιον συγγενείας· ὁ δὲ Σύμμαχος, Καὶ τάξει, φησὶν, ὡς ποίμνην συγγενείας, τὰς κατὰ πόλιν καὶ κατὰ χώραν Ἐκκλησίας ἐκ διαφόρων συγγενειῶν συνεστώσας. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Τί δὲ ὄψονται ἀλλ’ ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; Διὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ, Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Καὶ πᾶσα ἀδικία ἐμφράξει τὸ στόμα αὐτῆς· λυττῶσα ὑπὸ φθόνου διαῤῥηγνυμένη, μηδὲν δὲ πράττειν διὰ τὸν ταῦτα βουληθέντα Θεὸν δυναμένη. Τοῦτο δὲ πάρεστιν ἐναργῶς ὁρᾷν, ὡς κατὰ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἡ τῶν ἀπίστων καὶ εἰδωλολατρῶν ἀνδρῶν ἀνομία λυττῶσα καὶ πολλάκις ἐπιμήνασα, τέλος διὰ τὸ μηδὲν δύνασθαι, τὸ στόμα ἑαυτῆς ἔφραξεν ὑπὸ τοῦ θείου λόγου φιμουμένη, τοῦ καὶ αὐτῇ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς φάσκοντος·
PG 23:1329Σιώπα, πεφίμωσο. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ’ αὐτὴν πεποιημένον, κατὰ τό· Ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα. Τίς σοφὸς, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου;

Ode of a Psalm of DavidΩ|ΔΗ ΨΑΛΜΟΥ ΤΩ| ΔΑΥΙΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΩΔΗ ΨΑΛΜΟΥ ΤΩ ΔΑΥΙΔ. ΡΖ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, Ὁ τοῦ σωτηρίου μακαρισμοῦ γενόμενος ἄξιος, δι’ οὗ εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, εἴποι ἂν θαῤῥῶν· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ὁ Προφήτης οὖν, τὰ φίλα καὶ συγγενῆ τῷ ἁγίῳ Πνεύματι δι’ ἐναρέτων ἔργων ἐπιτελέσας, τῷ τοιούτων δοτῆρι Θεῷ τὴν προκειμένην εὐχὴν ἀναπέμπει. Ἄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· ἀπολαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου.
Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος διεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τοῦ θείου Πνεύματος ἐπίπνοιαν· καὶ κατὰ διάνοιαν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι’ ὧν ὁ νοῦς ἀνακρούεται ὅτε δ’ ἂν βούληται· ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις, ἃς δὴ παρασκευάζων εἰς τὴν τοῦ Πνεύματος ὑποδοχήν φησιν· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἱκετεύω καὶ δέομαι τάχος ἐπιστῆναι τὴν χάριν, καὶ σὲ τὸν ὕψιστον Θεὸν τὸν ἐν τοῖς οὐρανοῖς ὑμνούμενον γνωσθῆναι, καὶ τὴν σαυτοῦ δόξαν φανερὰν ποιῆσαι ἐπὶ πᾶσαν τὴν γῆν. Τούτου γὰρ γενομένου, ῥυσθήσονται οἱ ἀγαπητοί σου ἀπὸ τῆς πικρᾶς δουλείας καὶ αἰχμαλωσίας ἣν πεπόνθασιν ὑποχείριοι γενόμενοι. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.
Τίς ἦν ὁ ἅγιος αὐτοῦ ἢ ὁ μονογενὴς Παῖς, ὁ ὢν ἀληθῶς ἅγιος καὶ ἀγαπητὸς, δι’ οὗ τὴν ἀπόκρισιν ἐποιήσατο πρὸς τὴν ἀποδοθεῖσαν εὐχὴν αὐτοῖς ὁ Θεός· πρὸς μὲν οὖν τὴν εὐχὴν τὴν φήσασαν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, ἀποκρίνεται λέγων, Ὑψωθήσομαι, πρὸς δὲ τό· Καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, πάλιν ἀποκρίνεται τὰ ἀκόλουθα ἀπὸ τοῦ, Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ταύτην τοίνυν, φησὶ, τὴν κοιλάδα, τουτέστι πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην, εἰς σκηνὰς διαμετρήσω, ὥσπερ χωρομετρῶν καὶ καταγράφων αὐτούς· διαμετρήσω εἰς σκηνὰς κατὰ πᾶσαν πόλιν, καὶ χώραν καὶ κώμην· καὶ πάλιν, σκηνὰς ἐμαυτῷ διαμετρῶν καὶ χωρομετρῶν, τουτέστι τὰς ἁπανταχοῦ Ἐκκλησίας. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπειδὴ Ἐφραὶ̈μ καὶ Μανασσῆς υἱοὶ γεγόνασιν Ἰωσὴφ, κατέσχον δὲ οἱ ἐκ τούτων τὴν καλουμένην χώραν Γαλαὰδ, καὶ τὴν Συχὲμ καὶ τὴν Σαμάρειαν, ἔνθα τὸ βασίλειον συνειστήκει τοῦ Ἰσραήλ·
PG 23:1331διὰ τοῦτο ἑαυτοῦ φησιν εἶναι καὶ τούτους, τὸν δὲ Ἐφραὶ̈μ κατ’ ἐξαίρετον διὰ τὴν ἐξ αὐτοῦ συστᾶσαν βασιλείαν, κραταίωσιν ὀνομάζει τῆς κεφαλῆς ἑαυτοῦ. Ἰούδας βασιλεύς μου, Μοὰβ λέβης τῆς ἐλπίδος μου. Τὸν Ἰούδαν βασιλέα ἑαυτοῦ εἶναι, λέγει. Πρόδηλον δὲ ὅτι κατὰ τὸν Ἀπόστολον ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐξ οὗ συνέστη τὸ βασίλειον γένος. Συνάγει δὲ ἐν τούτοις ὁ λόγος τὸν Ἐφραὶ̈μ καὶ τὸν Ἰούδαν, ἐπειδὴ τὸ παλαιὸν διῃρεῖτο τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο βασιλείας, προφητεύων μηκέτι ἔσεσθαι τὴν διάστασιν ταύτην, ἀλλ’ ἕνωσιν τοῦ παντὸς ἔθνους. Ἐπληροῦτο δὲ καὶ ταῦτα κατὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἥνωτο γοῦν κατ’ ἐκείνους τοὺς χρόνους τὸ πᾶν ἔθνος τῶν Ἰουδαίων, οὐκέτι ἐκ δύο βασιλειῶν διῃρημένων. Διὸ καὶ ὁμοίως ἐκήρυττεν ὁ Σωτὴρ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ εἰς πάσας τὰς φυλὰς αὐτῶν τοὺς ἑαυτοῦ μαθητὰς ἐξαπέστειλεν. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου.
Τούτων δὲ, φησὶν, ἐν πρώτοις καὶ ἐν ἀρχῇ τῆς κλήσεως παραλαμβανομένων, οὐδὲ οἱ τῶν ἀλλοφύλων χείρους ἀλλότριοί μου καταστήσονται, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον τὸν Μωὰβ, τὸν ἀπηγορευμένον παραβάλλειν εἰς Ἐκκλησίαν Κυρίου προσλήψομαι καὶ ὑποδέξομαι. Τοῦτο γὰρ ἐλπίζω. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Λευκότερον δὲ καὶ σαφέστερον τὴν διάνοιαν ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις· παρ’ οἷς εἴρηται, Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου· ὁ δὲ Σύμμαχος, Ἔσται, φησὶν, ὁ Μωὰβ λέβης ἀμεριμνίας μου. Οἶδα δὲ ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου εἰς τοὺς τόπους· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ’ ἧς γίνεται καὶ Δαυὶ̈δ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς τοῦ Θεοῦ γεγέννηται, ὁ καὶ ἐπὶ τοῦ Ἰωάννου βάπτισμα καὶ τὸ λουτρὸν τὸ ἐν τῷ Ἰορδάνῃ παρεληλυθώς. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Δοκεῖ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως, οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.
Ἐπειδὰν δὲ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλληται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. Ὅτε γὰρ ἡ προφητεία τοὺς Μωαβίτας προσίεται, τοὺς πάλαι ἀπηγορευμένους, δῆλον, ὅτι δι’ ἐκείνων καὶ τοῖς λοιποῖς ἔθνεσιν ἀγαθὰς ἐλπίδας ὑπογράφει. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς, ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. Τουτέστιν, Ἐπιβήσομαι καὶ ἐμπεριπατήσω τοῖς ἔθνεσιν. Ἰδουμαῖοι γὰρ ἦσαν οἱ ἀπὸ τοῦ μεμισημένου Ἠσαῦ, περὶ οὗ λέλεκται· Οὐκ ἀδελφὸς ἦν Ἠσαῦ τοῦ Ἰακώβ; λέγει Κύριος· καὶ, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ἐπιβαλῶ οὖν, φησὶ, τὸ ὑπόδημά μου, οὐκέτι ἐπὶ τὸν Ἰσραὴλ, οὐδὲ ἐπὶ τὴν Ἰουδαίας γῆν, οὐδὲ ἐπὶ μόνα τὰ Ἱεροσόλυμα, ἀλλ’ ἐπ’ αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν. Ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
PG 23:1333Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶν, Ἐπὶ Φυλισταίους συνεταιρισθήσομαι· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐπὶ τοὺς ἀλλοφύλους ἐντιμωθήσομαι· ὁ δὲ νθ ψαλμὸς, Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Γνώσεως δὲ Θεοῦ καὶ φιλίας καὶ ἑταιρείας καὶ ἀγάπης σημεῖον τὸ ὑποταγῆναι αὐτῷ τοὺς πάλαι ἀνυποτάκτους, καὶ ἀλλοτρίους μὲν τοῦ Θεοῦ, ὑποχειρίους δὲ δαίμοσι πονηροῖς.

On 23ΕΙΣ ΤΟ 23

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ. ΡΗ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Συνήθως καὶ ἐν τούτῳ ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας, τῷ νικοποιῷ, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος ἐπινίκιον εἴρηκε· μονονουχὶ διδάσκοντος ἡμᾶς τοῦ ἁγίου Πνεύματος, ὅτι δὴ ἐπὶ τοῖς ἐπινικίοις τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῖς κατὰ τοῦ θανάτου τροπαίοις, καὶ τὰς παρούσας φωνὰς ἐγκαταλέγειν προσήκει, ἐν αἷς ὁ ἀνθρώπινος αὐτοῦ παρίσταται βίος, καὶ ἡ ὑπομονὴ τῶν παθημάτων. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη.
Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ὁ παρὼν ψαλμὸς ἀναφέρεται εἰς πρόσωπον τοῦ Χριστοῦ, τὰ πάθη περιέχων αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα ὁ Πέτρος, τῆς τοῦ προδότου Ἰούδα ἐκπτώσεως μνημονεύσας, καὶ παραινέσας ἕτερον δεῖν παραληφθῆναι εἰς τὸν τῶν ιβ ἀποστόλων ἀριθμὸν, μαρτυρίᾳ κέχρηται προφητικῇ ἐν τῷ προκειμένῳ ψαλμῷ φασκούσῃ· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· ὥστε κατὰ τὴν Πέτρου διδασκαλίαν περὶ τοῦ Ἰούδα αὐτὴν ταύτην εἰρῆσθαι τὴν φωνὴν, καὶ τὰς λοιπὰς ἐν τῷ ψαλμῷ φερομένας. Ὁ τοίνυν Σωτὴρ διὰ τῶν προκειμένων ἀρχόμενος ἀνθρωπίνως, ὡς γενόμενος ἄνθρωπος, μείνας δὲ Θεὸς, ὅπερ ἦν, ἱκετεύει τὸν ἑαυτοῦ Πατέρα μὴ κατορθῶσαι τοὺς ἐπιβουλεύοντας τῇ ἑαυτοῦ σπουδῇ. Σπουδὴ δὲ αὐτοῦ πᾶσα ἦν σβέσαι μὲν ἐξ ἀνθρώπων πᾶσαν εἰδωλολατρείαν, αἴνεσιν δὲ τῷ Πατρὶ καταστήσασθαι ἐπὶ τῆς γῆς· ὃ δὴ ἐν ἑτέροις διδάσκει λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.
Οἱ δὲ εἰς θάνατον αὐτῷ ἐπιβουλεύοντες κατασιγάσαι ταύτην αὐτὴν τὴν αἴνεσιν καὶ κατασιωπῆσαι σπουδὴν ἐποιοῦντο. Ἀλλὰ σὺ, φησὶν, ὦ Πάτερ, μὴ συγχωρήσῃς ἀποσιωπηθῆναι τὴν αἴνεσίν μου, τὴν εἰς τὴν σὴν τιμὴν καὶ δόξαν σπουδαζομένην. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου μάλιστα μὲν καὶ πᾶν τὸ τῶν Φαρισαίων καὶ Γραμματέων ἐτύγχανε, τῶν μεθ’ ὑποκρίσεως αὐτὸν Διδάσκαλον καὶ Ῥαββὶ ἀποκαλούντων, ἐξαιρέτως δὲ τοῦ Ἰούδα, ὃς τὸν ἑαυτοῦ Σωτῆρα καὶ Κύριον φιλήματι προεδίδου. Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολία, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Δέον γὰρ ἀγαπᾷν ὡς εὐεργέτην, καὶ μὴ μόνον τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχῶν ἰατρόν· οἱ δὲ διαβολὰς ἔῤῥαπτον κατ’ αὐτοῦ. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· μονονουχὶ καὶ τοὺς ἐμοὶ μαθητευομένους ἔργῳ διδάσκων ὁποίους καὶ αὐτοὺς εἶναι προσήκει, εἴ ποτε τοῖς ὁμοίοις περιπίπτοιεν. Ἐπεὶ δὲ μέσως εἴρηται τό· Ἐγὼ δὲ προσηυχόμην·
PG 23:1335τίνα δὲ ἦν ἃ προσηύχετο καὶ ὑπὲρ ἐκείνων, οὐκ ἐμφέρεται· εἴποι δ’ ἄν τις εἰκότως, ὅτι ταῦτα προσηύχετο καὶ ὑπὲρ ἐκείνων, ἃ δὴ σύμφωνα ἦν ταῖς αὐτοῦ διδασκαλίαις, δι’ ὧν ἔφασκε· Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς. Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Περὶ τούτων οὐδὲν δεῖ λέγειν, τῆς ἐν τοῖς Εὐαγγελίοις ἱστορίας περιεχούσης τὸ πλῆθος τῶν εὐεργεσιῶν ὧν ἐνανθρωπήσας αὐτοῖς παρεῖχε, θεραπεύων αὐτῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ὁ καὶ σκελίσας αὐτὸν, πάντα ἃ πρότερον ἐδόκει κεκτῆσθαι δεξιᾷ τῆς αὐτοῦ ψυχῆς ἀποσυλήσας. Ἐν τῷ κρίνεσθαι ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν· ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
Εἰκὸς καὶ ῥητῶς κατὰ ψιλὴν τὴν λέξιν ταῦτα πάντα πεπληρῶσθαι κατὰ τοῦ προδότου μετὰ τὴν ἀνάρτησιν αὐτοῦ, ἅμα μὲν ὀρφανῶν γενομένων αὐτοῦ τῶν παίδων, ἅμα δὲ καὶ τῆς γυναικὸς ἐν χηρείᾳ καταστάσης, καὶ τῶν ἑξῆς καταλεχθέντων ἁπάντων πρὸς λέξιν τέλος εἰληφότων, ὡς ἀληθεῦσαι τὴν πρόῤῥησιν τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ ψαλμοῦ ταῦτα ἔσεσθαι. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Ἰουδαίων ἔθνους κατὰ λέξιν πεπληρωμένα μετὰ τὴν εἰς τὸν Χριστὸν ἐπιβουλήν· Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἄστατον ἅπαν τὸ ἔθνος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδραποδίσθησαν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· καὶ διαρπασάτωσαν ἀλλότριοι τὸν πλοῦτον αὐτῶν. Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Ὁ δὲ Σύμμαχος οὕτω, Συγκρούσαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πράκτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς τὸν ἐπικείμενον εἰσπραττόμενοι φόρον.
PG 23:1337Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν, ἅπαντα ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσαι. Τούτων δὲ γενομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσονται. Εἶτα μ οὐ διελθόντων ἐτῶν, πανολεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαός. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ Δαυὶ̈δ ἡ εὐσέβεια· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑρίσκεται φειδοῦς ἀφορμή. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Πατέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσεβείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν κριτῶν, τοὺς ἐπὶ τῶν βασιλειῶν, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον παρανομίᾳ συζήσαντας. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.
Μητέρα δὲ τὴν Ἱερουσαλὴμ, ἐν ᾗ τῆς κατὰ τοῦ Δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πάντα, φησὶ, τὰ ὑπ’ αὐτῶν τολμηθέντα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανολεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων τῶν ἠπιστηκότων Ἰουδαίων λέγει· ἀπὸ γὰρ ἑνικοῦ προσώπου ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν· οὐκέτι γὰρ εἶπεν, αὐτοῦ, ἀλλ’, αὐτῶν. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· τουτέστι πεπληγμένον δι’ ἃς ἑώρα ἐν αὐτοῖς παρανομίας. Ὅθεν καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἔλεγε κλαίων αὐτήν· Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην σοι· νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου. Ἐθανάτωσε δὲ αὐτὸν, αἴτιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ.
Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸ ἔργον τῶν διαβαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Τῆς προφητείας λεγούσης εἰς πρόσωπον τοῦ Σωτῆρος· Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται, ὅπως μὲν οἱ καθ’ ὅλης τῆς οἰκουμένης τὸν Θεὸν δι’ αὐτοῦ ἐπιγνόντες, καὶ πιστεύσαντες εἰς αὐτὸν, τῆς ἐκ Θεοῦ καταξιοῦνται εὐλογίας, ὡς πληθύνειν καὶ αὔξειν, καὶ τὰ σύμπαντα πληροῦν τὴν Χριστοῦ Ἐκκλησίαν, τοῖς πᾶσι τυγχάνει πρόδηλον· ὅπως δὲ Ἰουδαῖοι, ἀρώμενοι αὐτὸν καὶ βλασφημοῦντες ἐφ’ ἑκάστης ἡμέρας, τὴν ἐκ Θεοῦ κατάραν εἰς ἑαυτοὺς ἐπισπῶνται, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μὴ ἆραι κεφαλὴν, μηδὲ ἀνανεῦσαι αὐτοὺς ἀπὸ τῶν χρόνων τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς. Καὶ σὺ, Κύριε, ποίησον μετ’ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον.
PG 23:1339Φροντίζων περὶ τῆς ἀπωλείας τῶν ψυχῶν αὐτῶν, αὐτοῦ τε ἐκείνου τοῦ προδότου καὶ τῶν τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευασμένων, περί τε τῆς ἀποβολῆς καὶ ἀποπτώσεως τοῦ παντὸς Ἰουδαϊκοῦ ἔθνους, ταράττεσθαι ὡς φιλάνθρωπος ὑπὲρ αὐτῶν ὁμολογεῖ· Διό φησι· Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν. Ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει γνωστὴ γέγονεν ἡ χεὶρ τοῦ Θεοῦ, τουτέστιν ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ ὁ τέως τοὺς πολλοὺς λανθάνων, ἐφανερώθη, ὡς αὐτὸς ἑκὼν ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ αὐτὸς τὸ ἑαυτοῦ ἀνέστησε σῶμα, δεξιὰ καὶ δύναμις ὢν τοῦ Πατρός. Γνώτωσαν τοίνυν, φησὶν, ὅτι ἡ χείρ σου αὕτη, ἣν ὀνειδίζουσι καὶ χλευάζουσι, καὶ σὺ, Κύριε, ἐποίησας αὐτὴν, τῷ εὐδοκῆσαι σῶμα αὐτὴν ἀναλαβεῖν. Χεὶρ γὰρ τοῦ Θεοῦ ἡ ποιητικὴ ἁπάντων δύναμις αὐτοῦ, οὐχ ἑτέρα οὖσα τοῦ δι’ οὗ γέγονε τὰ πάντα τοῦ Θεοῦ Λόγου. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν·
ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Μέχρι καὶ σήμερον διέμειναν οἱ Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις· ἀλλ’ ἐκείνων βλασφημούντων, περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοί̈δα τὴν αἰσχύνην αὐτῶν. Οἱ γὰρ Ἰουδαῖοι μετὰ τὴν κατὰ Χριστοῦ ἐπιβουλὴν, ἔρημοι τῆς τοῦ Θεοῦ ἐπισκοπῆς γενόμενοι, αἰσχύνην περιεβάλοντο· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν εὐφροσύνης εἰσέτι καὶ νῦν πληροῦται, διὰ τοῦ ὀνόματος αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης καθεστώσης Ἐκκλησίας. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· καὶ αὐτὸς δὲ διὰ Ἡσαί̈ου βοᾷ· Οὕτω λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοί̈δα τὴν αἰσχύνην αὐτῶν.
Καὶ τοῦτο μάθοις ἂν ἐπιστήσας ποίας ἄρα Ἰουδαίων παῖδες κέκτηνται διανοίας ὁρῶντες τὰ μὲν ἑαυτῶν σεμνὰ καὶ ἅγια ἐκ βάθρων ἠφανισμένα, τοῦ δὲ πρὸς αὐτῶν ἀτιμίᾳ περιβληθέντος, σταυρῷ τε καὶ θανάτῳ παραδοθέντος, τὸ μὲν τοῦ θανάτου μνῆμα σπουδαῖς τε καὶ φιλοτιμίαις τετιμημένον, τὰς δὲ διὰ τῆς αὐτοῦ δυνάμεως καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθείσας Ἐκκλησίας αὐξούσας ὁσημέραι, καὶ πληθυνούσας, καὶ ἔτι μετὰ δόξης προϊούσας. Ταῦτα γὰρ ὁρῶντες ὀφθαλμοῖς Ἰουδαίων παῖδες, πῶς οὐκ ἐντροπὴν καὶ αἰσχύνην εἰκότως περιβάλλονται; Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Πολλῶν· τίνων ἢ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ τῶν καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησιῶν; Αὐτὸς γάρ ἐστιν ὁ εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Διὸ καθ’ ὅλης τῆς οἰκουμένης ἐν μέσῳ τῶν Ἐκκλησιῶν παρὰ τοῦ Κυρίου τῷ Πατρὶ μεγίστη πρόεισιν εὐχαριστία.

Psalm 10ΨΑΛΜΟΣ 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1341ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ. ΡΘ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Σφόδρα ἀκριβῆ καὶ ἀληθῆ λόγον ἐπεσημήνατο ὁ Σωτὴρ ἡμῶν εἰρηκώς· Εἰ οὖν Δαυὶ̈δ ἐν πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐ γὰρ ἐκτὸς Πνεύματος ἁγίου οἷός τε ἦν ὁ Δαυὶ̈δ εἰπεῖν τό· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Πόθεν γὰρ παρῆν ἀνθρωπίνῳ λογισμῷ ἡ γνῶσις ἡ τοῦ Πατρὸς πρὸς τὸν ὠνομασμένον αὐτοῦ Κύριον κοινολογίας; Ὁ μὲν οὖν θρόνος τὴν βασιλικὴν αὐτοῦ ἀξίαν κατασημαίνει, ἡ δὲ κάθισις τὸ βέβαιον καὶ ἑδραῖον καὶ ἀσάλευτον τῆς ἐν τῇ βασιλείᾳ διαμονῆς· τὸ δὲ, ἐκ δεξιῶν, εἶναι καὶ δεξιῶν τοῦ Πατρὸς δωρημάτων κοινωνόν. Πάντα γὰρ τὰ δεξιὰ, φαιδρά τε καὶ ἀγαθὰ καὶ σωτήρια χορηγεῖ ὁ Υἱὸς ὡς παρὰ Πατρός. Ἐχθροὺς δὲ φησὶ τοὺς διὰ τοῦ προτεταγμένου ψαλμοῦ δεδηλωμένους· καὶ οὐ μόνον, ἀλλὰ καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις. Πάντας γὰρ ὑπὸ τοὺς πόδας αὐτοῦ θήσειν ὁ Πατὴρ διαγγέλλεται διὰ τοῦ προκειμένου ψαλμοῦ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ῥάβδον δυνάμεως ἐν τούτοις ἡγοῦμαι τὸν εὐαγγελικὸν λόγον εἰρῆσθαι.
Ἐπίστησον δὲ μήποτε καθ’ ἕτερον τρόπον ῥάβδος δυνάμεως εἴρηται ἐνταῦθα ἡ ἐν τῷ δευτέρῳ ψαλμῷ κεκλημένη ῥάβδος σιδηρᾶ. Ὁ μὲν οὖν εὐαγγελικὸς λόγος, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως, καὶ τῆς κατ’ αὐτὸν οἰκονομίας ἀπαγγελτικὸς, ἡ παιδευτικὴ καὶ σωτήριος εἴη ἂν ῥάβδος· ἡ δὲ κατὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων τῆς αὐτοῦ Ἐκκλησίας καθαιρετικὴ λεγομένη σιδηρᾶ, δι’ ἧς ὡς σκεύη κεραμέως συντρίψειν λέγεται τοὺς ἐχθροὺς αὐτοῦ. Ἐπεὶ τοίνυν ὁ Χριστὸς τὰς Ἐκκλησίας αὐτοῦ ἐν μέσαις ταῖς πόλεσι καὶ ἐν αὐτοῖς μέσοις ἔθνεσι μεταξὺ τῶν ἐχθρῶν καὶ πολεμίων συνεστήσατο, ἀναγκαίως λέλεκται ὅτι, Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος, ἵνα κατακυριεύσῃς ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀκύλας, Ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου· ὁ δὲ Σύμμαχος· Ὡς κατ’ ὄρθρον σοι δρόσος ἡ νεότης σου· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος νεότητός σου. Καὶ ἔοικέ γε διὰ τούτων τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ τὴν οἰκονομίαν σημαίνειν.
PG 23:1343Ἀπὸ γὰρ μήτρας, φησὶ, γενήσεται δρόσος ἐξωρθρισμένη τῆς παιδιότητός σου· ἢ ἐκ μήτρας γενήσεταί σοι δρόσος σου ὄρθρου ἐν τῇ νεότητί σου. Σημαίνεσθαι δὲ διὰ τούτων ἡγοῦμαι τὸ μὴ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ’ ἐξ ἁγίου Πνεύματος συστῆναι τὴν ἔνσαρκον γέννησιν. Οἷα γὰρ δρόσος ἄνωθεν ἐξ οὐρανοῦ φερομένη, οὕτω πως ἐν τῇ μήτρᾳ τῆς κυοφορούσης αὐτὸν μητρὸς ἡ τῆς σαρκὸς ὑπέστη σύστασις ἐν τῇ παιδιότητι αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐκ γαστρὸς, ἢ, ἀπὸ μήτρας, τὸ Ἑβραϊκὸν ἔχει, Μαριάμ. Οἶδα δὲ εἰς τοῦτο τινὸς ἀκούσας, ὡς τῆς Ἑβραϊκῆς φωνῆς ἐνταῦθα τῆς Μαρίας μνημονευσάσης· τὸ γὰρ, Μαριὰμ, τὸ Μαρίας ὄνομα σημαίνει, ὡς ὀνομαστὶ διὰ τούτων τῆς Θεοτόκου μνημονευθείσης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Σφόδρα μοι δοκεῖ ἀκολούθως τῇ προγεγραμμένῃ λέξει συνήφθη τὰ προκείμενα.
Εἰ γὰρ καὶ τὰ μάλιστα γένεσιν τὴν ἀπὸ μήτρας ὑπέμεινας, φησὶ, καὶ γεγένησαι οἷα δρόσος ἐξ ἁγίου Πνεύματος ἐν τῇ παιδιότητί σου σάρκα ἀναλαβὼν, ἀλλ’ οὐχ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις καὶ τὴν καταστροφὴν τοῦ βίου ποιήσεις· διαμενεῖς δὲ εἰς τὸν αἰῶνα ἱερώμενος τῷ Θεῷ καὶ Πατρί. Τοῦτο γὰρ ὥρισται, καὶ μεθ’ ὅρκου βεβαιώσεως τοῦτο ἀποπέφανται πρὸς τοῦ σοῦ Πατρός.

Alleluia 2ΑΛΛΗΛΟΥΙΑ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Τὰ τῆς προγραφῆς τοῦ προκειμένου καὶ τῶν ἐφεξῆς αὐτῷ παρίστησι μὴ διὰ ψαλτηρίου εἰρῆσθαι τὰ προκείμενα, μηδὲ ᾠδῆς ἐπέχειν τόπον, ἀλλὰ μηδὲ προσευχῆς, μηδέ τινος τῶν ἄλλων προγραφῶν, εἶναι δὲ ὕμνους εὐχαριστηρίους· διὸ καὶ ἐπιγεγραμμένοι εἰσὶν, Ἀλληλούϊα, ὅπερ μεταβαλλόμενον εἰς τὴν Ἑλλάδα φωνὴν αἶνον Θεοῦ σημαίνει. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἀποδοθεῖσαν περὶ τοῦ Σωτῆρος ἡμῶν προφητείαν εὐχαριστήριος ὕμνος διὰ τῶν προκειμένων συνάπτεται, ἐκ προσώπου λελεγμένος αὐτοῦ τοῦ Σωτῆρος, εὐχαριστοῦντος τῷ ἑαυτοῦ Πατρὶ ἐπὶ τῇ πάντων τῶν ἀνθρώπων σωτηρίᾳ. Ἡ γὰρ ἐξομολόγησίς ἐστι μὲν ὅτε κατὰ τὴν συνήθειαν τῆς Γραφῆς ἁμαρτιῶν ὁμολογίαν σημαίνει, ἔστι δὲ ὅτε εὐχαριστίαν παρίστησιν. Αὐτίκα δ’ οὖν ἐν Εὐαγγελίοις αὐτὸς ὁ Σωτὴρ ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρὸς, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ἐν βουλῇ τῶν ἁγίων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Οὐκέτι σκολιῶν ἀνδρῶν οὐδὲ διαστρόφων, ἀλλ’ ἀγαθῶν καὶ εὐθειῶν ψυχῶν τὸν εὐχαριστήριον ὕμνον δώσω σοι τῷ ἐμαυτοῦ Πατρί. Σημαίνει δὲ διὰ τούτων τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν διὰ τῆς αὐτοῦ χάριτος Ἐκκλησίαν.
PG 23:1345Βουλὴν δὲ εὐθέων ὠνόμασε τὰ τάγματα τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἁγίων· συναγωγὴν δὲ δεύτερον τάγμα μετὰ τὴν βουλὴν τῶν εὐθέων σημαίνει, τὸ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ δεύτερον τοῦ πλήθους ἄθροισμα. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν· ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· ἀρχὴ σοφίας φόβος Κυρίου. Μήποτε, ἐπεὶ ὁ φοβούμενος οὔτε τελείωται, ἡ μὲν εἰσαγωγὴ διὰ φόβου κατορθοῦται, τὸ δὲ τέλος δι’ ἀγάπης; ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τοιοῦτος δ’ ἂν εἴη ὁ ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως ἀγαπῶν Κύριον τὸν Θεόν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.
Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ ἡ σύνεσις τότε ἀγαθὴ τυγχάνει, ὅτε ἔργοις ἐπιτελεῖται· διὸ τὴν σύνεσιν οὐχ ἁπλῶς ἀγαθὴν εἶπεν, ἀλλὰ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τέλος γὰρ τῶν μακαρίων τὸ πρὸς τὸν Θεὸν εἶναι, καὶ παρεστάναι αὐτῷ, καὶ μόνῃ τῇ αὐτοῦ θεολογίᾳ καὶ αἰνέσει σχολάζειν.

Alleluia 3ΑΛΛΗΛΟΥΙΑ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙΑ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτως εἴωθε καλεῖν πάντα τὸν ἐξ ἐθνῶν προσιόντα τῷ Θεῷ. Παρίσταται δὲ τοῦτο ἀπὸ τοῦ διεσταλμένως μετὰ τὸν Ἰσραὴλ καὶ μετὰ τὸν οἶκον Ἀαρὼν, καὶ μετὰ τὸν οἶκον Λευὶ̈, τοὺς φοβουμένους τὸν Κύριον ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ καλεῖσθαι, ὡς ἐν ἑτέροις εἴρηται. Τίνες γὰρ ἂν εἶεν μετὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον ἀλλ’ ἢ οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι καὶ ἀλλογενεῖς; Οὐκοῦν ἐν τῷ μετὰ χεῖρας ψαλμῷ οὐκ ἄλλος τις ἂν εἴη ὁ μακαριζόμενος τοῦ ἐξ ἐθνῶν προςεληλυθότος τῷ Θεῷ λαοῦ·
PG 23:1347ὅντινα ὀνομάζει φοβούμενον τὸν Κύριον. Οὐ μὴν ἤδη που μακάριος ὁ τοιοῦτος, εἰ μὴ καὶ τὸ ἑξῆς αὐτῶν ἐποιεῖτο· τουτέστι τὸ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλειν σφόδρα, ἀσφαλῶς δὲ τὸ θέλειν κέκτηται, ὡς ἂν μὴ ἐπάναγκες μηδὲ παρὰ προαίρεσιν φυλάττοιτό τις τὰς ἐντολὰς, ἀλλ’ ἐθελοντὴς, καὶ μετὰ τοῦ στέργειν σὺν πάσῃ προθυμίᾳ καὶ γνησίως ἀγαπᾷν τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ φυλακήν. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. Ὁ μακαριζόμενος τὸ οἰκεῖον φῶς οὐ διαλείπει, ἐξανατέλλων οὐ πᾶσι, τὴν διδασκαλίαν δὲ τοῖς εὐθέσιν αὐτοῦ, καὶ τὸ τῆς γνώσεως φῶς ἔνδον ἐν τῇ τῶν εὐθέων γενεᾷ παρέχων, καὶ τοὺς εὐθεῖς φωτίζων. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Οὐκ ἀποκλείει τὰ ἑαυτοῦ σπλάγχνα, ἀλλὰ μεταδίδωσι τῶν ὑπαρχόντων τοῖς δεομένοις, διὰ τὸ φυλάττειν ἐντολὴν τὴν λέγουσαν· Τίς ἆρα πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Ὁ τοιοῦτος, φησὶ, καὶ τοιαῦτα πράττων, οὔτε πεσεῖται, οὔτε σαλευθήσεται τῆς ἐπὶ τὴν πέτραν στάσεως. Οὔτε γὰρ ἀπειλαῖς ἀρχόντων πτήξει, οὔτε τῶν θορυβεῖν καὶ ταράττειν αὐτὸν πειρωμένων ἐν καιροῖς περιστατικοῖς. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδ’ ἐκ λόγων ψευδῶν, ἐπαγγελλομένων μὲν ἀλήθειαν, ἐπηρμένων δὲ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, πείσεταί τι δεινὸν, ἅτε δὴ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν, καὶ μηδενὸς αὐτὸν χωρίζοντος ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον, ἐστήρικται ἡ καρδία αὐτοῦ· οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Διὰ ταῦτα, φησὶν, οὐ σαλευθήσεται, ἀλλ’ οὐδὲ ἀπὸ ἀκοῆς πονηρᾶς φοβηθήσεται, ἐπειδὴ ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἐποίησεν· Ἑδραία ἡ καρδία αὐτοῦ ἀμέριμνος ἐν Κυρίῳ. Διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ· καὶ οὐ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα παραμένει. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν·
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. Ἐπειδὴ περὶ τῶν διὰ πίστεως τελειουμένων ὁ πᾶς λόγος, καὶ περὶ τοῦ ἐξ ἐθνῶν λαοῦ τοῦ κατὰ τὴν θείαν διδασκαλίαν θεοσεβοῦντος, εἴρηται, ἀκολούθως μνημονεύει καὶ τῶν ἐκ περιτομῆς διαπριομένων ἐπὶ τῇ προκοπῇ τῶν ἐξ ἐθνῶν. Διὸ λέλεκται· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται, ὡς τοῦ παρανόμου μὲν εἰληφότος νόμον, παραβεβηκότος δὲ αὐτόν. Τοιοῦτος δὲ πᾶς ὁ ἐκ περιτομῆς, ὃς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ τοὺς ὀδόντας αὐτοῦ βρύχει. Ἀλλὰ καὶ οἱ τῶν ἐθνῶν ἄπιστοι ταὐτὸν πάσχουσιν ἐπὶ τῇ προκοπῇ τῶν ἐξ αὐτῶν μεταβεβηκότων ἐπὶ τὴν κατὰ Θεὸν πολιτείαν. Πλὴν ἀμφότερα τὰ τάγματα διαπριόμενα κατὰ τῶν ἐν Χριστῷ τελειουμένων ἐκτακήσεται, τῆς ἐπιθυμίας αὐτῶν ἀπολλυμένης.

Alleluia of Haggai and ZechariahΑΛΛΗΛΟΥΙΑ ΑΓΓΑΙΟΥ ΚΑΙ ΖΑΧΑΡΙΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1349ΑΛΛΗΛΟΥΙΑ ΑΓΓΑΙΟΥ ΚΑΙ ΖΑΧΑΡΙΟΥ. ΡΙΒ. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Πάντα τὸν διὰ τὸ φοβεῖσθαι Κύριον μακάριον γεγενημένον ἄνδρα ὑποτυπωσάμενος ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τόν τε βίον τῶν τοιούτων καὶ τὴν κατὰ Θεὸν πολιτείαν, καὶ τὸ ἐπὶ τούτοις παρὰ Θεῷ τέλος ὑπογράψας ἐν τῷ προκειμένῳ, τίνες ποτέ εἰσιν οὗτοι, καὶ τίνων τυγχάνουσι παραπλήσιοι διδάσκει, παῖδας αὐτοὺς καλῶν διὰ τὸ νεαρὸν καὶ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας, καὶ τούτους ἐπὶ τὸν αἶνον καλεῖ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, παῖδες, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος δούλους ὠνόμασαν φήσαντες· Ὑμνεῖτε, δοῦλοι, Κύριον, ὑμνεῖτε τὸ ὄνομα Κυρίου. Δούλων γὰρ οὐδὲν διενηνόχασιν οἱ παῖδες, φόβῳ δουλείας παιδαγωγούμενοι. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὡς ἀγνοοῦσι τοῖς παισὶν ὅπως χρὴ τὸν Κύριον ὑμνεῖν τὸ προφητικὸν Πνεῦμα δίκην παιδαγωγοῦ καὶ διδασκάλου τὰς φωνὰς αὐτὰς παραδίδωσιν. Εὐχὴ δὲ αὕτη ἐστὶν ὑπὲρ ἡμῶν αὐτῶν τῶν παίδων ἀναπεμπομένη, ὡς ἂν διαμείνῃ ἡμῖν τὸ τοῦ Κυρίου ὄνομα εἰς τὸ διηνεκὲς, μὴ φεῦγον ἡμᾶς, ἀλλ’ ἀναπαυόμενον τῷ ἡμετέρῳ βίῳ. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
Καὶ πότε τέλους ἔτυχεν ὁ λόγος ἀλλ’ ἢ μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Πρὸ γοῦν ταύτης ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἐλέγετο γνωστὸς εἶναι Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, τῶν ἔξω τῆς Ἰουδαίας ἐθνῶν δαίμοσι καταδεδουλωμένων καὶ πνεύμασιν ἀκαθάρτοις, καὶ τοῖς τῆς εἰδωλολατρείας ἀντεχομένοις τοῦ ὀνόματος τοῦ Κυρίου μηδὲ εἰς ἔννοιαν ἥκοντος. Ὅτε γε μὴν ἐπιφανεὶς αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς αὐτοῦ μαθητὰς ἐπὶ πάντα διεπέμψατο τὰ ἔθνη, τηνικαῦτα πληροῦται ὁ διὰ τῶν προκειμένων φωνῶν τοῖς πᾶσι παραδοθεὶς ὕμνος. Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; Διδάσκεται δὲ διὰ τούτων ὁ νέος λαὸς, ὡς εἰ καὶ ἀνελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ’ οὖν καὶ οὕτω πλήρης ἐστὶ πᾶσα ἡ γῆ καὶ ἀπολαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ἆρα οὐ δοκεῖ μέγα εἶναι τὸ εἰρημένον; Ἀλλ’ ὅταν ἐννοήσῃς περὶ τίνος εἴρηται, σφόδρα ἐστὶ καταδεές. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ παρὼν, ὁ λέγων·
PG 23:1351Θεὸς ἐγγίζων ἐγὼ, καὶ οὐ Θεὸς πόῤῥωθεν, ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ, ὁ κατέχων τὸν γύρον τῆς γῆς; Ἀλλ’ ἐπειδὴ πρὸς Ἰουδαίους ἦν αὐτῷ ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, συγκαταβαίνων τῇ παχύτητι αὐτῶν· εἶτα κατὰ μικρὸν ἀνάγων αὐτῶν τὴν διάνοιαν καὶ πτερῶν τὴν γνώμην καὶ ἀναβιβάζων, ἠρέμα ἐπάγει ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τουτέστι καὶ ἄνω καὶ κάτω. Τοῦτο δὲ εἶπε διὰ τὴν ἀσθένειαν τὴν Ἰουδαϊκὴν, τὴν πρὸς τὰ εἴδωλα ἐπτοημένην, καὶ θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. Εἰπὼν γοῦν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, δίδωσι νοεῖν, ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα, καὶ διὰ πάντων ἥκει. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν καὶ ἀχώρητος ὢν καὶ ἀπερίγραπτος καὶ πᾶσι περιιστάμενος. Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Οὐ γὰρ ζητεῖ ὅπως ἄν τις τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως ἐπάξιον, ἀλλ’ ὅπως ἐκείνοις χωρητόν. Καὶ ἀλλαχοῦ δὲ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς ἐκ τοῦ τὰς οὐρανίας δυνάμεις παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ δόξαν ἐνιδρυμένην ἔχειν·
καὶ ἡ γῆ ὑποπόδιον, διὰ τὸ ἐπὶ γῆς τοὺς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Ἐνταῦθα δὲ ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν ὁ Δαυὶ̈δ, ἐφ’ ἕτερον ἔρχεται τῆς δυνάμεως τοῦ Θεοῦ δεῖγμα λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ὑμνεῖ τὴν δύναμιν τοῦ Θεοῦ, ῥᾳδίως μεταβάλλουσαν ἃ βούλεται. Οὐ μόνον γὰρ, φησὶ, πλουτίζει τὸν πένητα καὶ δοξάζει, ἀλλὰ καὶ τοῖς ἄρχουσι τοῦ λαοῦ συγκαθίστησι, καὶ εἰς ἀρχὴν ἀνάγει. Μεγάλης γὰρ δυνάμεως καὶ ἀφάτου τὸ τὰ μικρὰ ἐπαίρειν. Δύναται δὲ ὁ στίχος καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι, περὶ οὗ φησιν ὁ προφήτης· Καὶ διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων.
Τοῦτον γὰρ τὸν πτωχὸν καὶ πένητα λαὸν, ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας, καὶ τῆς ἀτιμίας τῶν παθῶν καὶ τῆς κοπρίας τῶν Ἑλληνικῶν μυσαγμάτων, καθίσει μετὰ τῶν ἀρχόντων τοῦ Ἰσραὴλ, ὄντος λαοῦ αὐτοῦ. Εἰσὶ δὲ οἱ ἀπόστολοι ἄρχοντες τοῦ Ἑβραίων λαοῦ, ἢ καὶ οἱ πατριάρχαι, μεθ’ ὧν κατασκηνώσουσιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες. Καὶ τοῦτό φησιν ὁ Κύριος· Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι μὲν οὖν ὁ λόγος καθολικός. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν αὐτὸν βουληθείη, ὄψεται τοῦτο πάλιν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενον. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ’ ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν, καὶ εἰς οὐρανὸν ἐκάθισε τὸν ὑψηλότερον. Κοπρίαν δὲ ἐνταῦθα τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα. Ταῦτα δὲ καὶ ἡ μακαρία Ἄννα εἴρηκε, τὸν χαριστήριον ὕμνον προσφέρουσα τῷ Θεῷ·
PG 23:1353Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, καθίσαι μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ γινόμενα. Οὕτω τὸν μακάριον Δαυὶ̈δ, ποιμένα ὄντα, βασιλέα πεποίηκε· οὕτω τὸν Ἰωσὴφ, εἰς δουλείαν μεταπεσόντα, ἐπὶ τὸν βασιλικὸν ἐκάθισε θρόνον· οὕτω τὸν Μωσέα, προβατέα γενόμενον, δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τῇ δουλείᾳ τῆς ἀσεβείας δουλεύοντα καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας καὶ βδελυγμίας ἐπικαθήμενα, τῶν τοῦ Ἰςραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀνθρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ ᾅδου πυθμένα, ἀνέλαβε καὶ ἀνήγαγε, καὶ ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

Alleluia 4ΑΛΛΗΛΟΥΙΑ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙΓ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοις ὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργεσίας διεξιὼν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν διηγούμενος, καὶ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα, καὶ ὡς εἷς ἐστι Θεὸς Παλαιᾶς καὶ Καινῆς Διαθήκης. Ἀντὶ δὲ τοῦ, Ἐκ λαοῦ βαρβάρου, ὁ μὲν Ἀκύλας, Ἀπὸ λαοῦ ἑτερογλώσσου· ὁ δὲ Σύμμαχος, Ἐκ λαοῦ ἀλλοφώνου, ἐκδέδωκεν. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Πάλαι μὲν γὰρ, ὅτε διὰ Μωϋσέως τὴν ἐξ Αἰγύπτου πορείαν ἐποιήσαντο οἱ ἀπὸ τοῦ προτέρου λαοῦ, βραχύ τι μόριον τῆς γῆς καὶ σφόδρα εὐτελὴς γωνία τῆς ἁπάσης οἰκουμένης, Ἰουδαία, ἐξείλεκτο τῷ Θεῷ, καὶ ἔθνος ἓν τὸ Ἰουδαίων· ἐπεὶ δὲ, τῆς σωτηρίου ἐπιφανείας τῆς χάριτος ἁπλωθείσης καθ’ ὅλης τῆς οἰκουμένης, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, καὶ ὑψηλὸς οὐκ ἐπ’ ἔθνος τὸν Ἰσραὴλ, ἀλλ’ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη γέγονεν ὁ Κύριος. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡσεὶ ἀρνία προβάτων. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σοὶ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡσεὶ ἀρνία προβάτων; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Δοκεῖ μοι πάλιν ἐντεῦθεν ὁ λόγος τὴν προφητείαν ποιεῖσθαι τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως. Πάλαι μὲν γὰρ, φησὶ, κατὰ τὴν ἐξ Αἰγύπτου πορείαν, Ἰουδαία μόνη γέγονεν ἁγίασμα τοῦ Θεοῦ, καὶ μόνος Ἰσραὴλ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. Καὶ πάλαι μὲν μερική τις γέγονεν αἴσθησις θαλάςσης, καὶ ποταμοῦ καὶ ὀρῶν καὶ βουνῶν· νῦν δὲ τὸ πᾶν στοιχεῖον τῆς γῆς κινείσθω καὶ σαλευέσθω· μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν, ὠδινησάτω, ὅπως πληρωθῇ τὸ εἰρημένον ὑπὸ Ἡσαί̈ου προφήτου· Τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰσάπαξ;
PG 23:1355Τῆς γὰρ κλήσεως τῶν ἐθνῶν καὶ τῆς τοῦ Θεοῦ χάριτος μελλούσης χεῖσθαι καθ’ ὅλης τῆς ὑπὸ τῶν ἀνθρώπων οἰκουμένης, ἀνάγκη πᾶσα ἦν τὰ ἐξ αἰῶνος ἱδρυμένα σεβάσματα τῶν ἐθνῶν σάλον καὶ κλόνον παθεῖν, καὶ τοὺς ἐν αὐτοῖς δαίμονας φυγεῖν, ἵνα τῷ Θεῷ γεννηθῇ καθ’ ὅλης τῆς οἰκουμένης ὁ ἐξ ἐθνῶν λαός. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε.

The idols of the nations are silver and goldΤὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα τῶν χειρῶν ἀνθρώπων. Ἐνταῦθά μοι δοκεῖ τὸ Πνεῦμα τὸ ἅγιον αἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀποβολὴν, εὐχήν τε αὐτοῖς παραδιδόναι εἰς ἐξομολόγησιν, ἐκ προσώπου τε αὐτῶν τὰ παρόντα φάσκειν, δι’ ὧν παρίστανται μηκέτι ἔχοντες τὴν ἐπισκοποῦσαν αὐτοῖς θείαν δύναμιν· δι’ ὧν διδάσκονται δέεσθαι καὶ παρακαλεῖν διὰ τοῦ λέγειν· Ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος, ἧς κατηξίωνται πάντα τὰ ἔθνη· ἀλλὰ μὴ ἡμῖν ποιήσῃς Δέσποτα· ἀλλὰ διὰ τὸ ὄνομά σου τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ’ ἡμᾶς, καὶ μὴ ταῖς ἡμῶν δικαιοσύναις, ἀλλὰ τῷ σῷ ἐλέει χάρισαι καὶ τῇ σῇ ἀληθείᾳ.
Εἰ γὰρ μὴ ἐλεήσειας, ἐροῦσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλ’ ἵνα μή ποτε τοῦτον εἴπωσι τὸν λόγον, χάρισαι ἡμῖν καὶ δώρησαι ἔλεός σου. Κἂν γὰρ μὴ ἡμᾶς μηκέτι ἡ σὴ ἐπισκοπὴ διακυβερνᾷ, ἀλλὰ πεπείσμεθά σε εἶναι ἐν τῷ οὐρανῷ, καὶ ταῦτα ποιεῖν ἅπερ ἠβουλήθης. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.

Those who make them become like themὍμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
PG 23:1357Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Προσθείη Κύριος ἐφ’ ὑμᾶς, ἐφ’ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Διέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ριγ ψαλμοῦ ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε εἶναι ριδ ψαλμὸν τὸν μετὰ χεῖρας. Ἐπειδὴ δὲ, ἐγκύψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ, τοὺς αὐτῶν χαρακτῆρας συνημμένους εὗρον καὶ τὰς λέξεις, ἐπέστησα καλῶς ἀκολουθῆσαι τῇ Ἑβραίων βίβλῳ, συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐτὰ τοῦ ριγ ὕμνου. Δοκεῖ οὖν τὰ προκείμενα ἀνηρτῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες οἷς ἐλέγετο· Αἰνεῖτε, παῖδες, Κύριον, τουτέστιν ὁ νέος λαὸς, ποῖον Κύριον προσήκει αἰνεῖν·
δῆλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομισμένους αὐτῶν θεοὺς ὁποῖοί τινες ἦσαν μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ, καὶ κωφὰ καὶ τυφλὰ εἴδωλα, οὐδὲν ὅμοιον ἔχοντα, οὐ φημὶ τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ’ οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως· πάντη δὲ ἄψυχος ὕλη καθέστηκεν. Κἀκεῖνα μὲν, λέγω δὴ τὰ ἔμψυχα ζῶα, Θεοῦ Λόγῳ συνέστηκεν· οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνουσιν.

Alleluia 5ΑΛΛΗΛΟΥΙΑ 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙΔ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φόβου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι ἂν, Ἠγάπησα· τίνα δὲ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως καὶ ψυχῆς, ὥστε ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, πάντα τε ὑπομεῖναι πειρασμὸν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν ἀγάπην;
Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου· ἐλεήμων καὶ δίκαιος ὁ Κύριος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Πάντα γὰρ ταῦτα, φησὶ, διὰ τὸν Θεὸν ὑπομείνας ἠγάπησα. Οὐ γὰρ παρὰ προαίρεσιν, οὔτε φεύγων, προθύμως δὲ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς, ἔστερξα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην· ὡς δύνασθαι λέγειν· Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Πάντα γὰρ ταῦτα ἠγάπησα διὰ τὸν Κύριον, καὶ ἀγαπήσας τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων ἐστίν. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις· τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν·
PG 23:1359ἐν τῷ κόσμῳ ὄντες, μέρος ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν· ἐκεῖ δὲ οὐκ ἔστιν ἀλλοίωσις, οὔτε σώματος, οὔτε ψυχῆς. Οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτάραχον τῶν λογισμῶν ἀφαιρουμένης. Χώρα ἐστὶν ἐκείνη τῶν ἔτι ζώντων, ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ ὁ προφήτης κατεπαγγέλλεται, ὡς ὑπ’ οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι ζώντων. Ἐκείνη χώρα ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα, οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις τὰ τῆς ἀσθενείας ἡμῶν ὑπερείσματα, οὐ τῶν ἔξωθέν τι περιστατικῶν· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν ἀληθινὴν ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ.

Alleluia 6ΑΛΛΗΛΟΥΙΑ 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙΕ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Συνῆπται καὶ ταῦτα τοῖς πρὸ αὐτῶν ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ, ὥστε ἀπηρτῆσθαι τὴν ἐν αὐτοῖς διάνοιαν τῶν προλελεγμένων, καὶ μέρος εἶναι αὐτῶν. Ἐπεὶ μὲν γὰρ εἰρήκει· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου· καὶ πάλιν·
Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων· ἐνταῦθα δὲ ἐπισυνάπτει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Εἶναι γὰρ χώραν ζώντων ἑτέραν παρὰ τὸν ἀνθρώπινον βίον ἐπίστευσα, καὶ εἶναι τῆς ψυχῆς ἀνάπαυσιν ἑτέραν παρὰ τὴν ἐπὶ γῆς διατριβήν· Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἐταπείνωσα ἐμαυτὸν, καὶ σφόδρα ἐκάκωσα· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἐκακώθην σφόδρα. Τοῦτο δὲ ἐποίησα, ἐπειδήπερ ἠπιστάμην, ὅτι πᾶς ἄνθρωπος ψεύστης· διόπερ ἀγωνιῶν καὶ φροντίζων, μὴ ἄρα καὶ αὐτὸς, ὡς ἄνθρωπος ἀποφηνάμενος περὶ ἐμαυτοῦ καὶ εἰπών· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων, ψεύσωμαι· τούτου χάριν πιστεύσας τῇ μελλούσῃ ζωῇ καὶ τῇ τῆς ψυχῆς ἀναπαύσει, καὶ τῇ χώρᾳ τῶν ζώντων, καὶ διὰ τοῦ πιστεῦσαι λαλήσας ταῦτα αὐτὰ, ἵνα μήποτε ἐκπέσω τῆς ἐπαγγελίας, καὶ ψευσθῶ τῆς ἐλπίδος, ἐταπείνωσα ἐμαυτὸν σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα·
PG 23:1361καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου. Τὰ δ’ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; Ὅμως ἐγὼ οὐχ ὡς ἄνθρωπος ἐλάλησα· ἢ γὰρ ἂν καὶ ἐψευσάμην· ἀλλ’ ἐπίστευσα τοῖς τοῦ Θεοῦ λόγοις, καὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον τοῦ σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ ὁ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Διέῤῥηξας τοὺς δεσμούς μου. Υἱὸν παιδίσκης φησὶν ἑαυτὸν, τῆς Ἐκκλησίας. Δεσμοὺς δὲ οἷς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων κατεσφίγγετο. Ἐλευθερωθεὶς δὲ τῆς ἁμαρτίας, καὶ υἱὸς τῆς σῆς παιδίσκης γινόμενος τῆς Ἐκκλησίας, τῶν προτέρων ἀνέθην ἁμαρτημάτων διὰ τῆς σῆς χάριτος. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Προκοπὴν σημαίνει τῷ ταῦτα λέγοντι, φημὶ δὲ τῷ ἐξ ἐθνῶν λαῷ.
Τῷ γὰρ, Σοὶ θύσω θυσίαν αἰνέσεως, τοῦ σώματος καὶ τοῦ αἵματος, φησὶ, μεταλήψομαι, καὶ ἐν τῇ τούτων μεταλήψει τὸ ὄνομά σου ἐπικαλέσομαι, καὶ τὰς εὐχαριστηρίους εὐχάς σοι τῷ Κυρίῳ ἀποδώσω ἔνδον ἐν μέσῳ τῆς ἀληθοῦς Ἱερουσαλὴμ, καὶ ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ τὰς ἐπαγγελίας ἅς ποτε ἐποιησάμην.

Alleluia 7ΑΛΛΗΛΟΥΙΑ 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙϛ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἀνακαλεῖται τοίνυν ὁ λόγος ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ πάντα τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα ἔθνη· εἶτα ἀποδιαστείλας τῶν ἐθνῶν τοὺς λαοὺς ἐπιλέγει· Ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Νοήσεις δὲ τὴν διαφορὰν ἐπιστήσας τῇ προφητείᾳ τῇ λεγούσῃ παρὰ τῷ Ζαχαρίᾳ· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Τέως μὲν γὰρ ἔθνη τυγχάνοντα, οὔπω λαὸς ἦν αὐτοῦ, μεταβαλόντα δὲ τοῦ προτέρου βίου, καὶ μετασχόντα τῶν τοῦ Θεοῦ μυστηρίων δι’ ἀναγεννήσεως καὶ λουτροῦ παλιγγενεσίας, γίνονται αὐτοῦ λαοί. Ὃ δὴ εἰσέτι καὶ νῦν πληροῦται καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης, μυριάνδρων λαῶν ὥσπερ κατὰ χοροὺς ἱσταμένων καὶ τὸν παρ’ Ἑβραίοις προφητῶν Θεὸν ὑμνούντων, καὶ τὰ αὐτὰ ἀναγνώσματα, μαθήματά τε καὶ δόγματα διδασκομένων. Ταῦτα γοῦν ὀφθαλμοῖς ὁρώμενα, οὐκ ἄλλως ἢ διὰ μόνης τῆς σωτηρίου δυνάμεως καθ’ ὅλης συνέστη τῆς τῶν ἐθνῶν οἰκουμένης.

Alleluia 8ΑΛΛΗΛΟΥΙΑ 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙΖ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ ὁ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς προκειμένοις, τῆς εὐαγγελικῆς χάριτος ἐπὶ πάντα τὰ ἔθνη χυθείσης, ὧν ἐθνῶν μέρος τι ἦν καὶ ὁ ἐκ περιτομῆς λαὸς, καὶ μέρος τὸ πρώτιστον, εἰκότως πρώτους αὐτοὺς ὁ λόγος ἐπὶ τὴν ἐξομολόγησιν καλεῖ·
PG 23:1363ἔπειτα τοὺς ἐξ ἐθνῶν προσεληλυθότας τῷ Εὐαγγελίῳ, κατὰ τό· Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα τοὺς Ἰουδαίους εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ’ οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἦλθον ἀλλ’ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄρχουσι. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὠφελήθην δὲ καὶ ὀφθαλμοῖς παραλαβὼν τὰ τέλη τῶν ἀσεβῶν. Ἔγνων γὰρ, ὅτι ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, ἢ ἐπεσβέσθησαν ὡς πῦρ ἐν ἀκανθῶν ὡς μηκέτι με ταράττεσθαι, εἴ ποτε ὁρῶν ἀσεβεῖς ἐπαιρομένους, καὶ τῷ λαῷ Θεοῦ ἐπανισταμένους. Πεπαίδευμαι γὰρ ὁποῖον αὐτοὺς τέλος περιμένει. Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. Ὅτι μὴ εἰς ἄχρηστον οἱ διωγμοὶ, ἀλλ’ ἐπ’ ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ Θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. Ἐπαιδεύθην δὲ ὁποία τις ἦν ἡ δεξιὰ τοῦ Κυρίου, ἡ τοὺς πολεμίους ταπεινώσασα. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
PG 23:1365Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τὸ μὲν οὖν γενικὸν ὄνομα πασῶν τῶν ἀρετῶν τῇ δικαιοσύνῃ προγράφεται· κατ’ εἶδος δὲ λοιπὸν διαιρῶν τις, εἴποι ἀναλόγως τὸ, Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, καὶ πύλας φρονήσεως, καὶ τῶν λοιπῶν τῶν κατὰ Θεὸν πράξεων. Ἐπειδὰν διὰ πασῶν παρέλθῃ τῶν πυλῶν, λοιπὸν ἐπὶ τὸ τέλος τῶν, ὡς ἂν εἴποι τις, ἐνδοτάτω ἁγίων ἐλθὼν, οὐκέτι πολλὰς, ἀλλὰ μίαν ὄψεται πύλην τὴν αὐτοῦ τοῦ Κυρίου, δι’ ἧς πάντες εἰσελεύσονται οἱ δίκαιοι. Εἴποι δ’ ἄν τις ταύτην τὴν ὑστάτην καὶ τελευταίαν, ἧς ἐπέκεινα οὐκέτι οἷόν τε εἶναι προςελθεῖν Ὑστάτη δὲ πύλη τοῦ Κυρίου ἡ θεωρία ἂν εἴη αὐτοῦ, κατὰ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐεργεσίαν καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσί φησιν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον τοὺς ἀπολαύοντας, ὥστε ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους διαδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε, μετὰ τὸ τυχεῖν, μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁμολογοῦντες, ὅτι ταῦτα αὐτοῖς οὐδεὶς ἄλλος ἢ αὐτὸς ὁ Κύριος ἐπέφανέ τε καὶ ἔδειξε· διό φασιν, Εὐλογήκαμεν ὑμᾶς· ὅτι ἐπέφανε τὴν ὑμετέραν δείξας σωτηρίαν. Ἐπευξάμενοι καὶ τὰ μέλλοντα προθεωρήσαντες τῷ ἁγίῳ Πνεύματι τὰ προκείμενα οἱ προφῆται, μακαρίζουσι τοὺς μέλλοντας τῶν ἀποτελεσμάτων ποτὲ καταξιοῦσθαι. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου, ὑμεῖς οἱ ἐξ ἐθνῶν ἐν τοῖς πυκάζουσι. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Δήσατε ἑορτὴν ἐν πιμελέσιν· ὁ δὲ Σύμμαχος· Συνδήσατε ἐν πανηγύρει πυκάσματα ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
Προςτάττει δὲ διὰ τούτων πολλοῖς κειμηλίοις πληροῦν τὸν οἶκον τοῦ Θεοῦ καὶ ἀναθήμασι πυκνοῖς στεφανοῦν αὐτὸν κατὰ τοὺς τῶν ἑορτῶν καιρούς. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Προστάττεται δὲ ὁ συγκροτηθεὶς ἐν Χριστῷ λαὸς ἔκ τε τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ οἴκου Ἀαρὼν, καὶ ἐκ τῶν φοβουμένων τὸν Κύριον ἐξομολογεῖσθαι καὶ λέγειν ἐν τῇ ἐξομολογήσει τὸ, Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τίνι δὲ ταῦτα λέγει ἢ τῷ ἀνωτέρω δεδηλωμένῳ Κυρίῳ τῷ καὶ ἐκ θλίψεως ῥυσαμένῳ αὐτὸν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδόμων ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Alleluia 9ΑΛΛΗΛΟΥΙΑ 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΑΛΛΗΛΟΥΙΑ. ΡΙΗ. Μακάριοι οἱ ἄμωμοι ἐν τῇ ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. Ὤφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Τότε οὐκ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Ἄμωμοι δ’ ἂν εἶεν καὶ οἱ τέλειοι ἐν ὁδῷ, οὓς καὶ μακαρίους ἀποφαίνειν διδάσκεται ὁ ἐν ἀρχαῖς τυγχάνων τῶν θείων μαθημάτων· ὡς ἂν μὴ ἐπιτρίβοιτο αὐτὸς χαυνούμενος, ὡς ἤδη μακάριος· γινώσκῃ δὲ, ὅτι μακρὰ ἀφυστερεῖ τῶν μακαριζομένων. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Περὶ τῶν μαρτυρίων ἤδη διηγησάμεθα· ὁδὸς οὖν μαρτυρίων τούτων εἴη ἂν τὸ ὁδεῦσαι κατὰ τὸ βούλημα αὐτῶν, οὐκ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ μετὰ πάσης εὐφροσύνης, καθὸ ὁ Προφήτης φησίν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Τοὺς δικαιοκρισίας σου, φησὶ, λόγους ἀναλαμβάνων τῇ μνήμῃ τὰ μέγιστα ὠφελοῦμαι. Φοβοῦμαι δὲ μήποτέ τις αὐτῶν λήθη ἐν ἐμοὶ γένηται· διόπερ εὐχὴν ἐποιησάμην· τὸ δι’ ἁπάσης τῆς ἐμαυτοῦ ζωῆς, καὶ ἐν παντὶ καιρῷ τῆς σῆς μνημονεύειν κρίσεως· ἢ καὶ ἄλλως, τῆς σῆς καθ’ ὅλου προνοίας, ὦ Κύριε, τὰ κρίματα εἰδέναι ἐπεθύμησεν ἡ ψυχή μου. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
Περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ’ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Ποτὲ μὲν ὠνείδιζόν με, φησὶ, παλαιὰ εἰ τύχοι ἁμαρτήματα· ποτὲ δὲ ἐξουδένουν ἐξευτελίζοντες, ὡς οὐδενὸς ἄξιον λόγου. Ἐγὼ δὲ καταμόνας καθήμενος, καὶ τοῖς θείοις λόγοις προσανέχων, καὶ μηδένα κεκτημένος σύμβουλον μηδ’ ἄλλην ἔχων παραμυθίαν, τοῖς σοῖς δικαιώμασιν ἀντὶ συμβούλων ἐχρώμην. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὥσπερ ἀρχὴ κοιμήσεώς ἐστι νυσταγμὸς, οὕτως ποτὲ καὶ ψυχὴ ἐν ἀρχῇ γενομένη ἁμαρτημάτων λέγεται νυστάζειν, καθελκομένη μὲν ὥσπερ εἰς ὕπνον, τὸ ἁμάρτημα, ἀνανεύουσα δὲ καὶ ἐγειρομένη διὰ τῆς τῶν κρειττόνων μνήμης.
Ἀναγκαίως δὲ συνετισθῆναι ἀξιῶ, καὶ φωτισθῆναι τοὺς ὀφθαλμούς μου εἰς κατανόησιν τῶν νόμων, ἵνα πᾶσα ὁδὸς ἀδικίας ἀποστῇ ἀπ’ ἐμοῦ. Ἀντὶ δὲ τοῦ, Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, ὁ μὲν Ἀκύλας, Ὁδὸν ψεύδους ἀπόστησον ἀπ’ ἐμοῦ, εἴρηκεν· ὁ δὲ Σύμμαχος, Ὁδὸν ψευδῆ περίελε ἀπ’ ἐμοῦ· ὡς ἀληθεύειν τὴν προειρημένην ἐξήγησιν. Εὔχεται γὰρ ἕκαστος ἐκτὸς γενέσθαι πάσης ψευδοδοξίας καὶ τῆς περὶ τὰς θείας Γραφὰς ψευδοῦς ὑπολήψεως. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Τὸν στίχον τοῦτον ἐρεῖ μόνος ὁ καταφρονῶν μὲν τῶν βλεπομένων ὡς προσκαίρων, σκοπῶν δὲ τὰ μὴ βλεπόμενα ὡς αἰώνια, καὶ μόνα κυρίως ἀληθῆ, καὶ ἐπ’ ἐκεῖνα σπεύδων. Οὐκ ἀληθείας γὰρ ὁδὸς, ἣν αἱρεῖται ὁ πραγματευόμενος τὸν κάτω πλοῦτον καὶ τὰς ἐπὶ γῆς δόξας. Ὁ οὖν ἑλόμενος ὁδεύειν, ὡς ἀποδεδώκαμεν, τὴν τῆς ἀληθείας ὁδὸν, οὗτος οὐκ ἐπιλανθανόμενος τῶν κριμάτων τοῦ Θεοῦ καὶ τῶν ἀνταποδόσεων αὐτοῦ τὸ τοιοῦτον πράττει. Ὁ φιλαλήθης καὶ μήποτε προφέρων ψευδῆ λόγον διὰ στόματος εἴποι ἄν· Ὁδὸν ἀληθείας ᾑρετισάμην.
Ἀλλὰ καὶ ὁ διαπαντὸς πρὸ ὀφθαλμῶν τιθέμενος τὰ τοῦ Θεοῦ κρίματα καὶ ἐπὶ πάσῃ πράξει μεμνημένος αὐτῶν ἐρεῖ· Τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς. Κεκόλληται τοῖς μαρτυρίοις ὁ ἐπὶ λόγοις τοῖς περὶ οὐρανοῦ καὶ γῆς, ἤ τινος τῶν γεγραμμένων παραδεδομένοις ἑνῶν ἑαυτὸν, καὶ μηδαμῶς αὐτῶν ἀφεστηκώς. Οὗτος καὶ θαῤῥείτω κἂν πρότερον ἔργα αἰσχύνης πεποιηκώς· ἢ καὶ αἰτείτω ἀπὸ Θεοῦ ἄφεσιν, καὶ λεγέτω· Κύριε, μή με καταισχύνῃς. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Διέδραμον, φησὶν, ἐν βραχεῖ χρόνῳ οὐ μιᾶς ἐντολῆς, ἀλλὰ πασῶν ἐντολῶν σου τὴν ὁδὸν ἔργοις ἐπιτελῶν, καὶ αὐταῖς πράξεσι τὰ ὑπὸ τῶν ἐντολῶν σου διηγορευμένα. Ὅθεν καὶ Παῦλος, τετελεκὼς τοῦτο, φησί· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Τὰ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖ, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νομοθέτησόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω ἐν αὐτῷ εἰς ἀναζήτησιν αὐτῆς.
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Βούλεται ἐξερευνῆσαι τὸν νόμον τοῦ Θεοῦ ὁ προφήτης ἐπιστάμενος, ὅτι οὐκ ἔστι σαφὴς καὶ εὐκαταφρόνητος. Συνέτισόν με τοίνυν, ἵνα ζητήσω αὐτὸν μετὰ τῆς πρεπούσης ἐρεύνης καὶ ἐπιστασίας, ὡς ἐξ αὐτοῦ λαβεῖν τῶν πρακτέων καὶ θεωρητῶν τὴν χρῆσιν καὶ κατάληψιν· οὕτω γὰρ δυνήσομαι φυλάξαι αὐτὸν ἐν ὅλῃ καρδίᾳ ἀνενδοιάστως αὐτῷ προσερχόμενος. Εἰ δὲ συνέσεως δεῖται ἵνα μόνον ἐρευνήσῃ τὸν νόμον, τίνος δεῖται, συνέσεως ἀπὸ Θεοῦ διδομένης, ἵνα εὕρῃ τὸ τέλος; Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Ἵνα εἴπῃ τὸν νόμον, ἤτοι τὴν τρίβον· ἔστι γὰρ ἐντολῶν τρίβος. Τρίβος δὲ λέγεται ἡ τετριμμένη ὁδὸς, ἣν πολλοὶ πρὸ ἡμῶν ἐπορεύθησαν τῶν δικαίων. Ἐὰν δέ τις μὴ ὁδηγῷ χρήσηται τῷ δικαίῳ, οὐ δύναται ὁδεῦσαι κατὰ τὰς ἐντολὰς τοῦ Θεοῦ Χριστοῦ γὰρ ἡμᾶς δεῖ γίνεσθαι μιμητὰς, καὶ αἴρειν τὸν σταυρὸν, καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρουσιν οἱ ἅγιοι, διδάσκοντες ἡμᾶς, ὅτι χωρὶς Θεοῦ οὐδὲν δυνάμεθα. Ἐὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε, οὐδὲν δύνασθε ποιεῖν. Ἀλλ’ ἴσως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ’ ἐμοί; Εἰ δὲ μὴ, πανταχοῦ ἐπέπλεξε τοῖς ἀπὸ τοῦ Θεοῦ τὰ ἐφ’ ἡμῖν. Ἀπὸ τοῦ Θεοῦ τό· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· τὸ δ’ ἐφ’ ἡμῖν· Καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Ἀπὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δ’ ἐπ’ ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ. Καὶ τρίτον ἀπὸ Θεοῦ αἰτῶ λέγων· Ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου· τί τὸ ἐπ’ ἐμοί; Ὅτι αὐτὸν ἠθέλησα· δῆλον δὲ ὅτι τὸν ἀνωτέρω εἰρημένον νόμον, ὥστε αἰτῶμεν τὰ ἀπὸ Θεοῦ προσγενέσθαι ἡμῖν, ἐπαγγελλόμενοι καὶ τὰ ἐφ’ ἡμῖν καὶ μὴ ψευδόμενοι, ἵνα μὴ τὰς πρὸς Θεὸν ἀθετῶμεν συνθήκας. Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου.
Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ ἕνεκεν τοῦ ὀνόματος Χριστοῦ μαρτυρεῖν. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ᾖρα τὰς χεῖρας πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἆραι χεῖρας πρὸς ἐντολάς ἐστι τὸ πᾶσαν πρᾶξιν πρὸς ἐντολὰς θείας ἁρμοζομένην ἐργάζεσθαι. Οὐκοῦν ἑκάτερον μὲν ὁ Ψαλμῳδὸς ἑαυτῷ μαρτυρεῖ· ὁμοῦ δὲ ἡμῖν νομοθετεῖ ταῖς ἐντολαῖς τοῦ Θεοῦ παρέχειν τὴν κατόρθωσιν, παρέχειν δὲ καὶ τὴν ἐπὶ πολὺ μελέτην καὶ θεωρίαν· οὕτω γὰρ αὐτοί τε κατορθοῦν ἀκριβέστερον, καὶ τοὺς ἄλλους ἐνάγειν εἰς κατόρθωσιν ἕξομεν. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με.
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Τῶν ἑτεροδόξων ἀλαζονευομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτὸν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην, μηδὲ κατ’ ὀλίγον κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν ἀνεχόμενος. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Μερίς μου εἶ, Κύριε· εἶπα φυλάξασθαι τὸν νόμον σου. Ὁ ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμασι, καὶ μηδεμίαν ἔχων μερίδα ἐπὶ γῆς, μηδ’ ἐν τῷ θέλειν τὰ τοιαῦτα, ἀλλ’ ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Εἶπα φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικὸν, περὶ οὗ ὁ Παῦλος λέγει· Οἴδαμεν ὅτι πνευματικός ἐστι νόμος, καὶ τὰ ἑξῆς.
Πῶς γὰρ οὐ φυλάξουσι τὸν νόμον ἢ τὰς ἐντολὰς τοῦ Κυρίου οἱ μερίδα αὐτὸν ἔχοντες κατὰ τοὺς Λευί̈τας, οἷς διηγόρευται μηδὲν κεκτῆσθαι κατὰ τὸν βίον; Λέλεκται γάρ· Τοῖς Λευί̈ταις καὶ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν, οὐκ ἔστι μερὶς, οὐδὲ κληρονομία ἐν τοῖς υἱοῖς Ἰσραὴλ, διότι Κύριος μερὶς αὐτῶν. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Μεσονύκτιον οὐκ ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλαςσόντων τὰς ἐντολάς σου. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. Ἐὰν κατανοήσῃς τὸ πλῆθος τῶν ἁμαρτανόντων, τῶν ἀσεβούντων, τῶν ἀδικίαν εἰς Ὕψος λαλούντων, καὶ ἴδῃς τοῦ Θεοῦ τὴν μακροθυμίαν ἐπὶ τὰ τοσαῦτα ἁμαρτήματα, πῶς καὶ μετὰ τοσαῦτα πάντα ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, ἐρεῖς·
Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Ἀντὶ τοῦ· Χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου, ἐξέδωκεν ὁ Σύμμαχος. Διδάσκεται δὲ ὁ τὰ θεῖα πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τῆς εἰς αὐτὸν γεγενημένος τοῦ Θεοῦ εὐεργεσίας· εἰδέναι δὲ, ὅτι, χρηστότητος Θεοῦ φθανούσης εἰς αὐτὸν, κατηξίωται δοῦλος χρηματίσαι Θεοῦ, κατὰ τὸν λόγον αὐτοῦ γενόμενος. Πρὸ τοῦ ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Διὰ τὰς προτέρας, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς ἐταπεινώθην, κρίσει Θεοῦ ταῦτα παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας, ὡς ἂν γνῶ ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο. Χρηστὸς εἶ σὺ, Κύριε, καὶ τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Δικαίου ἔργον ἐστὶν, ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν εὐαρεστούμενον καὶ κατακληρούμενον ἀπὸ τῆς Προνοίας, ἱλαρῶς δεχομένου λέγειν, καὶ ἐπὶ τοῖς πικροτέροις εἶναι νομιζομένοις, τῷ Θεῷ τό·
Χρηστὸς εἶ σὺ, καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως. Ἀντὶ τοῦ, Χρηστὸς εἶ σὺ, αἱ λοιπαὶ ἐκδόσεις· Ἀγαθὸς εἶ σὺ, ἡρμήνευσαν. Οἶδα μὲν οὖν, φησὶ, καὶ οὐκ ἀμφιβάλλω περὶ τῆς σῆς οὐσίας, ὅτι δὴ αὐτοάγαθον πέφυκεν· ἀλλὰ δέομαι διδασκαλίας τῶν δικαιωμάτων σου, ἣν ἀξιῶ διδάξαι με· διδασκαλίας γάρ μοι δεῖ, εἰς τὸ γνῶναι τοὺς περὶ τῶν ὑπερηφάνων λόγους. Ἐπληθύνθη ἐπ’ ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Ὅσῳ δίκαιός τίς ἐστι, προστιθέμενος ἐπὶ πλεῖον τῷ Θεῷ, καὶ πληθύνεται ἐν αὐτῷ ἡ εἰρήνη τοῦ Θεοῦ, τοσούτῳ, ὡς ἐπὶ ἀθλητὴν μείζονα ἐπ’ αὐτῷ πληθύνεται, ἢ τῶν ἀδικεῖν αὐτὸν θελόντων ὑπερηφάνων, εἴτε δυνάμεων ἀντικειμένων, εἴτε ἀνθρώπων. Τούτου δὲ γινομένου, οὐδὲ κατὰ τὸ ποιὸν ἐνδίδωσιν τοῦ μὴ ἐν ὅλῃ καρδίᾳ ἐξερευνᾷν τὰς ἐντολὰς τοῦ Θεοῦ πρὸς τὸ καὶ ποιῆσαι αὐτάς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Πρὸ μὲν γὰρ τῆς ὑπερηφανίας εὔεκτοί τινες καὶ ἁπαλοὶ ἦσαν τὴν καρδίαν, καὶ πότιμοι ὡς τῷ γάλακτι αὐτὴν παραβάλλεσθαι τροφιμωτάτῳ· ἡνίκα δὲ τὴν ὑπερηφανίαν ἐνεδύσαντο πάντες, καὶ σκληρυνθέντες, οἱονεὶ ἀπὸ γάλακτος εἰς τυρὸν μεταβεβλήκασιν. Ἀντὶ δὲ τοῦ, ἐτυρώθη, ὁ μὲν Ἀκύλας φησίν· Ἐλιπάνθη ὡς στέαρ ἡ καρδία αὐτῶν· ὁ δὲ Σύμμαχος· Ἐμυαλώθη ὡς στέαρ ἡ καρδία αὐτῶν. Πλὴν ἀλλ’ εἰ κἀκεῖνοι ἐν τούτοις ἦσαν, ἐγὼ τῶν ἐμοὶ προκειμένων οὐκ ἀνεχώρουν, ἐν ὅλῃ καρδίᾳ ἐξερευνῶν τὰς ἐντολάς σου, ἀπὸ τῆς τούτων ἐρεύνης τὴν γνῶσιν τῆς σῆς προνοίας καὶ τῆς καθόλου διοικήσεως θηρώμενος, καὶ τῶν μὲν ἡ καρδία ἐλιπαίνετο ἐν τῇ παρούσῃ αὐτοῖς τροφῇ· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Οὐρανὸν μὲν γὰρ καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς λόγῳ δημιουργήσας καὶ προστάγματι, ὅτε ἦλθεν ἐπὶ τὸν ἄνθρωπον εἶπεν· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἰδίαν καὶ καθ’ ὁμοίωσιν. Τίνι δὲ ἄλλῳ λέγει, Ποιήσωμεν ἄνθρωπον, ἢ τῷ Μονογενεῖ αὐτοῦ καὶ τῷ Πνεύματι ἁγίῳ, οὓς καὶ χεῖρας νῦν ἀποκαλεῖ; Καὶ ἐν τῷ Ἰὼβ δὲ γέγραπται·
Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· μετὰ ταῦτα μεταβαλών με δεινῶς ὀλέκεις, ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου. Οὐκοῦν αἱ χεῖρες τοῦ Θεοῦ καὶ ἐποίησαν καὶ ἔπλασαν. Καὶ Ὠριγένης μὲν καὶ ἕτεροί τινες τὸ, ἐποίησαν, ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ, ἔπλασαν, ἐπὶ τοῦ σώματος. Ἄλλοι δὲ τὸ μὲν, ἐποίησαν, ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν εἰρῆσθαι, τὸ δὲ, ἔπλασαν, ἐπὶ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως. Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. Εἰ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, καὶ φθήσαιεν ἐμοὶ οἱ οἰκτιρμοί σου, οὐ καταποθήσομαι ὑπὸ τῆς ταπεινώσεως, ἀλλ’ ἐγκαρτερήσας διὰ τῆς ὑπομονῆς, εὖ οἶδα ὅτι ζήσομαι. Τυχεῖν δὲ τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἀξιῶ· ἐπεὶ καὶ αὐτὸς τὰ παρ’ ἐμαυτοῦ πάντα πληρῶν οὐ διαλιμπάνω, καὶ ἐν αὐτῇ τῇ ταπεινώσει τὸν νόμον σου μελετήσω.
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. Πάντα γὰρ τὰ ἁμαρτήματα αἰσχύνης ἐστὶν ἄξια. Ἕως μὲν γὰρ καρδία ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς καὶ ἀγωνία μή πη ἄρα καὶ ἀσθενήσῃ καὶ χείρων ἑαυτῆς γένηται· ὅτε δὲ εἰς ἄκρον φθάσῃ τῆς τελειότητος, ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσεται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μή ποτε ἄρα καταισχυνθῇ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Σφόδρα ἀκολούθως ἑρμηνεύων τί ποτέ ἐστι τὸ σωτήριον ἐπιλέγει ἑξῆς· Εἰς τὸν λόγον σου ἐπήλπισα, σημαίνων, ὅτι τὸ σωτήριον ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντος· Πότε παρακαλέσεις με; ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Διηγήσαντο μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε.
Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια, ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ ἐτέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Τὸ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ζῇν τὸ σὺν εὐσεβείᾳ ζῇν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. Τούτου γὰρ τυχὼν, ἐν εὐζωί̈ᾳ ἔσται, ὡς φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ Θεοῦ, μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ Λόγου τοῦ Θεοῦ, οὗ εἶπον αὐτοῦ στόμα εἶναι. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου, ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἀλήθειαν δὲ λέγει τὴν ἐπαγγελίαν ταύτην, ἣν οἶδε πάντως γενησομένην εἰς γενεὰν καὶ γενεάν. Καθ’ ἑκάστην γὰρ γενεὰν μέρη τινὰ τῆς ἀληθείας ἀνθρώποις ἀποστέλλεις, καὶ τὰ σύμπαντα τοῦ κόσμου μέρη τά τε ὁρατὰ τῇ σῇ διατάξει συνέστηκεν, μὴ κινούμενα τῶν ὁρῶν, μηδὲ τὸν νόμον τὸν ὁρισθέντα αὐτοῖς παραβαίνοντα. Αἴτιον δὲ τῆς τούτων ἁπάντων διαμονῆς τὸ σὲ μόνον Κύριον εἶναι τῶν ὅλων· τὰ δὲ λοιπὰ πάντα σὰ δοῦλα, καὶ ὡς δοῦλα ὑποτέτακται.
Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἴρηται ὡς ὁ καιρὸς τῶν πειρασμῶν καὶ τῶν περιστάσεων ταπείνωσις ὀνομάζεται. Μακαρίου τοίνυν ἐστὶν ἀνδρὸς τὸ γενέσθαι ἐν τῇ ταπεινώσει, καὶ μὴ ἀπολέσθαι· οἱονεὶ ἐλήλυθα εἰς πειρασμὸν μαρτυρίου· εἰ μὲν ὁ νόμος τοῦ Θεοῦ μελέτη μου ἦν ἀεὶ πρὸ τοῦ ἐμπεσεῖν, καὶ ἤσκουν αὐτὸν, ἐλθὼν ἐπὶ τὴν ταπείνωσιν τὴν κατὰ τὸν πειρασμὸν τοῦ μαρτυρίου, οὐκ ἀπόλλυμαι. Οὕτως ἁρμόζει καὶ ἐπὶ παντὸς πειρασμοῦ εἰπεῖν· ἀλλὰ καὶ τῶν πονηρῶν λογισμῶν καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμουσῶν ἐμοί. Εἶχον ἂν ἀπολεῖσθαι, εἰ μὴ ὁ σὸς νόμος ἀντιστήριγμά μου γένηται. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Ἀλλὰ μεμνήσομαι τῶν μαθημάτων σου, ὧν ἔμαθον ἐν τῷ βίῳ· δι’ ἐκεῖνα γὰρ ἀπὸ γῆς εἰς οὐρανὸν μετελθὼν οἰκῶ μετ’ ἀγγέλων. Ὥσπερ γὰρ ὁ ἐκ μεγάλης νόσου διά τινων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βεβαίαν ἀναλαβὼν ὑγίειαν δι’ αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οἷς ἠκολούθησε τὸ οὕτως αὐτὸν μετ’ εὐεξίας ὑγιαίνειν·
οὕτως ὁ ἅγιος οὗτος, ὑπὸ Θεοῦ ζωοποιηθεὶς ἐν οἷς ἔσχε παρ’ αὐτοῦ δικαιώμασι λέγει παρ’ ὅλον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰτίαν, τὸ ἐν αὐτοῖς τὸν Θεὸν αὐτὸν ἐζηκέναι. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐμὲ ὑπέμειναν οἱ ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Εἰ δὲ λέγοι που ὁ Σωτήρ· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, καὶ τὰ ἑξῆς, λεκτέον, ὅτι τοῦτ’ εἴρηται τῷ Σωτῆρι προςδιαστειλαμένῳ, καὶ φάντι· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς. Ὡς πρὸς ἐκεῖνον οὖν τὸν διδάσκαλον οὐκ ἔστι μαθητὴς κρείττων. Οἱ δὲ ἐνταῦθα δηλούμενοι πολλοὶ διδάσκαλοι ἕτεροι τυγχάνουσιν, ὧν πολλάκις ὁ μαθητὴς κρείττων.
Γίνεται δὲ πλείονος καὶ συνεχοῦς τῆς περὶ τοὺς θείους λόγους ἀσκήσεως. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐπεὶ, μηδενὸς ἐκβιασαμένου, οἰκείᾳ χρησάμενος ὁρμῇ καὶ προαιρέσει ἀγαθῇ, ὅρκῳ ἑαυτὸν κατεδήσατο καὶ ὤμοσε τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ, εὔχεται τὸν ὅρκον αὐτοῦ ἀποδοχῆς ἄξιον παρὰ τῷ Θεῷ γενέσθαι· δεῖται γὰρ πολλῆς διδασκαλίας καὶ ἡ γνῶσις τῶν κριμάτων τοῦ Θεοῦ. Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
Ἡ ψυχή τινος ἐν χερσὶν αὐτοῦ ἐστιν, εἴ ποτε ἐν κινδύνοις γεγένηται, καὶ τοῦτο ἡ συνήθεια λέγει ὅτι· Τὴν ψυχήν μου εἶχον εἰς τὰς χεῖράς μου. Ἐγὼ οὖν, φησὶν ὁ δίκαιος, καθημέραν ἀποθνήσκω, ἀεὶ κινδυνεύω διὰ τὸν λόγον σου, διὰ τὴν ἀλήθειαν, διὰ τὸν ἔλεγχον, διὰ τὴν βασιλείαν ἣν βασιλεύω· καὶ διὰ ταῦτα ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντός. Οὐ γὰρ ὁ κίνδυνος τοῦ θανάτου ἐποίει με ἐπιλαθέσθαι τοῦ νόμου σου. Δύναται δέ τις καὶ ὑψηλότερον νοῆσαι τὸ ῥητὸν, καὶ εἰπεῖν, ὅτι ἡ ψυχή μου ἐν ταῖς χερσί μου ἦν διαπαντὸς, ἀντὶ τοῦ, ἐν πράξεσιν ἀγαθαῖς· ἡ χεὶρ γὰρ ἐπὶ τῶν πράξεων πολλάκις παραδέδοται. Εἰ δὲ ἐν ταῖς χερσί σου εἴη, νοήσωμεν χεῖρας εἶναι τοῦ Θεοῦ τὴν δημιουργίαν αὐτοῦ, ᾗ προσιτέον διαπαντός. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσίν. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι’ ἀντάμειψιν. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.
Ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προςδοκίας μου. Εἰπὼν, Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι, ἀκολούθως τὸν Θεὸν καὶ εἰς τοῦτο ἐπικαλεῖται, ὡς ἂν τῇ αὐτοῦ δυνάμει ἀπελαθεῖεν τῆς ἑαυτοῦ ψυχῆς οἱ πονηρευόμενοι, σχολῆς τε τυχὼν τῆς κατὰ Θεὸν ζωῆς τε καὶ σωτηρίας τύχοι, καὶ μὴ ἀποπέσοι τῆς ἑαυτοῦ προσδοκίας· καὶ πάλιν ἀξιοῖ βοηθείας τυχεῖν εἰς τὸ διασωθῆναι. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ὁ κατὰ τὴν ἀρχὴν στοιχειούμενος, ὡς ἂν ἤδη προκόψας ἐπὶ πολὺ, καὶ τὰ μεγάλα κατορθώσας, εὔχεται μὴ ἐκπεσεῖν τῆς προκοπῆς.
Εἶτα συνορῶν, ὅτι τοῖς καλοῖς πολλοὶ βασκαίνουσι, καὶ λέγειν μέν τι φαῦλον περὶ αὐτῶν οὐδὲν ἔχουσιν, περιπλέκουσι δὲ συκοφαντίας, ἱκετεύει καὶ δέεται τούτων ῥυσθῆναι. Ἀντὶ δὲ, τοῖς ἀδικοῦσί με, Ἀκύλας ἐξέδωκε· Μὴ ἀφῇς με τοῖς συκοφαντοῦσί με. Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ὁ μετανοήσας καὶ ἀπὸ τῶν ἐνεργησάντων εἰς αὐτὸν ἐξελθὼν καὶ τῆς αἰχμαλωσίας λυτρωθείς φησιν· Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· οὗτοι γάρ με εἰς πονηρὸν ἐξεδέξαντο. Ἐὰν γὰρ μὴ ἐκδέξῃ με τὸν δοῦλόν σου ὑποχείριον γενόμενον τοῖς πολεμίοις, οὗτοι οἱ ὑπερήφανοι, αἱ ἀντικείμεναι δυνάμεις, μέλλουσί με συκοφαντεῖν. Πῶς δὲ συκοφαντοῦσιν; Αὗται ἐνήργησαν καὶ ἔπεισαν ἵν’ ἁμαρτωλὸς γένωμαι· καὶ αὗταί μοι κατήγοροι γίνονται, ὅλην τὴν αἰτίαν τῶν ἁμαρτημάτων εἰς ἐμὲ ἀναφέρουσαι. Ἀναγκαίως παρακαλεῖ τὸν Θεὸν ἀνάδοχον αὐτοῦ γενέσθαι, ὥσπερ καὶ ἐγγυητήν· ἵν’ αὐτὸς φύλαξ αὐτοῦ γένηται, τηρῶν ἑαυτῷ καὶ φυλάττων τὴν ἐγγύην, πρὸς τὸ μηδεμίαν λαβὴν παρασχεῖν τοῖς ἐφεδρεύουσιν αὐτῷ συκοφάνταις.
Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἄνω βλέπων ἐπὶ τὸ σωτήριόν σου καὶ τὸν λόγον σου, πάσας, φησὶν, ἀνήρτησα ἐπὶ ταῦτα τὰς ἐμαυτοῦ ἐλπίδας, ῥυσθῆναι δεόμενος ἀπὸ τῶν διαφθονούντων μου τῇ σωτηρίᾳ. Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐγὼ μὲν ἐποίησα κρίμα καὶ δικαιοσύνην, καὶ σοὶ δὲ τῷ Θεῷ ἔσται ποτὲ τοῦ ποιῆσαι καιρὸς, δηλονότι κρῖμα καὶ δικαιοσύνην διὰ τῶν κατασκεδασάντων τὸν νόμον σου. Τοῦτο οὖν εἰδὼς ἐγὼ καὶ φυλαττόμενος περιπεσεῖν τῷ καιρῷ ἐκείνῳ, ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ πάντα παρ’ ἀνθρώποις τίμια νενομισμένα. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ἡ ἀνθρωπίνη ψυχὴ συμπληρώσασα τὸν λόγον, πάντως ἐν κακίᾳ γίνεται. Ἀδύνατον γὰρ ἅμα τῷ συμπληρωθῆναι τὸν νόμον τὸν φυσικὸν ἐν ἀνθρώποις μὴ ὑποστῆναι τὴν ἁμαρτίαν.
Ἐπὰν οὖν γένηται ἡ κακία καὶ στρεβλωθῇ ἡ ψυχὴ, δεῖται κατορθώσεως. Τίνα οὖν ἐστι τὰ κατορθοῦντα; Μία ἐντολὴ δύναταί πως τὴν στρέβλαν τῆς ψυχῆς, τὴν γενομένην ἀπὸ κακίας, κατευθῦναι. Τὸ μέντοι ἄκρως κατορθωθῆναι τὴν ψυχὴν ἐνταῦθα ἀμήχανόν ἐστι χωρὶς πασῶν τῶν ἐντολῶν. Εἰ μέντοι γε σκολιὰ παραληφθῇ ἡ ψυχὴ, οὐκέτι ἐντολαῖς κατορθωθήσεται, ἀλλὰ πυρὶ ἢ σκότῳ, ἢ διχοτομίᾳ, ἤ τινι τῶν σκυθρωποτέρων προσαγομένων ὑπὸ Θεοῦ. Ἐὰν τοίνυν μὴ ποιήσωμεν πάσας τὰς ἐντολὰς, οὐ κατορθούμεθα Ὅθεν θαυμασίως εἴρηται· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμεθα, πᾶσαν ὁδὸν ἄδικον ἐμισήσαμεν. Οὐ γὰρ ἔτι περισπώμενος ὑπὸ τῆς εἰς τὸ ἀδικεῖν ἐπιθυμίας, ἀπέχεται τῆς ἀδικίας, ἀλλ’ ἀπέχεται μισήσας τὴν ἀδικίαν ὁ κατορθωθεὶς πρὸς πάσας τὰς τοῦ Θεοῦ ἐντολάς. Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξερεύνησεν αὐτὰ ἡ ψυχή μου. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Ἡ πρώτη γνῶσις καὶ ἡ ἐν ἀρχῇ παραδιδομένη διδασκαλία τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τὰ δὲ μαρτύριά σου θαυμαστὰ, καὶ ἐκπλήξεως πλήρη.
Εἰκότως τὸ δοχεῖον τῆς ἐμαυτοῦ ψυχῆς ἀναπετάσας, καὶ ὥσπερ τὸ στόμα ἀνοίξας, τὸ παρὰ σοῦ θεῖον Πνεῦμα ὑπεδεχόμην πιστεύσας ἐπαγγελίᾳ λεγούσῃ· Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Καὶ τοῦτ’ ἔπραττον ἐφελκόμενος εἰς ἑαυτὸν τὸ παρὰ σοῦ πνεῦμα, ἵνα καὶ τὰ μαρτύριά σου τὰ θαυμαστὰ γνῶ, καὶ τῶν λόγων σου τὸν φωτισμὸν κτήσωμαι, διὰ τοῦ σοῦ πνεύματος τὴν τούτων εἰληφὼς κατάληψιν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν· αὐτῆς τῆς ὑποθέσεως τῶν ἐντολῶν ἐπισπωμένης καὶ ἐφελκομένης τὸ πνεῦμα. Περὶ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί· καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διαβοητικὴ αὐτῆς δύναμις, ἣ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον. Οὐδὲν διαφέρει λαβεῖν λόγον καὶ ἑλκῦσαι πνεῦμα εἰπεῖν· ταυτὸν γὰρ τὸ πνεῦμα τῷ θείῳ λόγῳ. Διὸ καὶ ὁ Σωτὴρ, περὶ οὗ ἔλεγε λόγου καὶ ῥημάτων εἴρηκε· Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Τῶν ὑπὸ Θεοῦ ἐλεουμένων, οἱ μὲν τυγχάνουσι τούτου διὰ μετανοίας, ἄρτι ἁμαρτιῶν ἀναχωροῦντες καὶ ἐξομολογούμενοι·
οἱ δὲ πεῖραν ἐλέου Θεοῦ λαμβάνουσιν, ἐπὶ τῷ προκόπτοντας σπεῦσαι ἐπὶ τὸ τέλος αὐτὸ τῆς ἀρετῆς. Εὔχεται οὖν οὗτος ἐλεηθῆναι οὐ κατὰ τὸ κρῖμα τῶν μετανοούντων, ἀλλὰ τῶν ἀγαπώντων ὄνομα Κυρίου· τῶν γὰρ κατ’ ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας πολὺ προκοψάντων τὸ λέγον πρόσωπον· διὸ καὶ παῤῥησιάζεται ὀφθῆναι τῷ Θεῷ. Ἐπίβλεψον, γάρ φησιν, ἐπ’ ἐμὲ καὶ ἐξ ἀνάγκης ἕψεται τὸ ἐλεηθῆναί με. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Κατὰ τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει τὰ διαβήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας διαβαίνοντος. Εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τοιούτων διαβημάτων ὁ ὀρθὸς λόγος. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ ἐλέου λελυτρῶσθαι ἀπὸ συκοφαντίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν Κυρίου φυλακήν· ἢ οὐδὲ μισθὸν, ἀλλ’ εὐχαριστίαν εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν αἰσθητῶς τῆς αἰτήσεως Ἰωσὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ἄνθρωποι τροπικῶς ὁ διάβολος καὶ αἱ κατ’ αὐτὸν πονηραὶ δυνάμεις, ἀφ’ ὧν τῆς συκοφαντίας μόνου τοῦ Θεοῦ λυτροῦσθαι.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν δευτέραν τοῦ Σωτῆρος ἐπίλαμψιν ἰδεῖν ποθῶν ἀξιοῖ περὶ αὐτῆς, τῷ Πατρὶ φάσκων, Τὸ πρόσωπόν σου, Κύριε, ἐπίφανον· ὅπερ ἰδών τις ἑώρακε καὶ τὸν Πατέρα. Αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. Ὁ Σύμμαχος ἑτέραν παρέστησε διάνοιαν εἰπὼν, Θλίψεις καὶ ἐγκακήσεις κατέλαβόν με· αἱ δὲ ἐντολαὶ ἔτερπόν με·
ὡς παντὸς θεοσεβοῦς βαρουμένου μὲν καὶ δυσχεραίνοντος ἐπὶ τοῖς τοῦ βίου πράγμασιν, ἀποκακοῦντός τε ἐκ τῆς τῶν ἀνθρώπων κακίας, μόνην δὲ ἔχοντος παραμυθίαν καὶ ἀνάκτησιν καὶ τέρψιν τὴν μελέτην τῶν ἐντολῶν τοῦ Θεοῦ. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι. Αὕτη ἡ δικαιοσύνη, ἣν ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος, οὐκ ἀποδίδοται ἡμῖν ἐν ὀλίγαις ἡμέραις, ἀλλ’ εἰς τὸν αἰῶνα. Ἐν τούτοις πᾶσιν αἰτεῖ ὁ Προφήτης ἀπὸ τοῦ Θεοῦ σύνεσιν, τὸ ἀναγκαιότατον τῶν τοῦ Θεοῦ δωρημάτων, καὶ λέγει· Συνέτισόν με, ἵνα ζήσω· ἐπ’ ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ ἔρχεται ἢ ἀσύνετος, ἀλλὰ δεῖ αἰτῆσαι παρὰ τοῦ Θεοῦ σύνεσιν, τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτὸν, ἵνα λαβόντες σύνεσιν, δυνηθῶμεν εἰπεῖν· Συνέτισόν με, καὶ ζήσομαι. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Προέφθασα ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου.
Ὁ ἐν ἀωρίᾳ προλαβὼν καὶ τὸν Θεὸν ἐπικαλούμενος ἐλευθεροῦται τῶν νυκτερινῶν ἐπιβουλῶν, καὶ ἐν τῷ ὄρθρῳ αὐτοῦ, τουτέστιν ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς προφθάνοντος δηλαδὴ, τοὺς ὀφθαλμοὺς προαπαντῶντας κέκτηται, καὶ μελετᾷ τοῦ Θεοῦ σὺν παῤῥησίᾳ τὰ λόγια. Ἐκείνη γὰρ μάλιστα τῷ νόμῳ χαίρει ψυχὴ, ἥτις αὐτὴ σύνοιδεν ἑαυτῇ τὴν κατόρθωσιν. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. Καταρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξέλου με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Κριθῆναι πρὸς τοὺς ἐχθροὺς αἰτεῖ τοὺς ἀφανῶς ἢ ἐμφανῶς πολεμοῦντας, καὶ λυτρωθῆναι· μόνος γάρ ἐστιν ὁ Θεὸς ὁ ἐξ ἑκατέρων λυτρούμενος, καὶ οὐ θανάτου μόνον ἡμᾶς ἀπαλλάττων, ὃν ἀπειλοῦσι καὶ ἐνεργοῦσιν οἱ δαίμονες, ἀλλὰ καὶ ζωὴν παρέχων διὰ τὸν αὐτὸν λόγον. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ· ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα, ὃς καὶ πάνυ δικαιότατος εἶναι δοκεῖ. Συγκρίσει γὰρ ἀνθρώπων ὡς πρὸς τὴν ἀκριβῆ κρίσιν τοῦ Θεοῦ, ἐλέου δεῖται τὸ δίκαιον. Πᾶν γὰρ ὃ δοκεῖ γεγονέναι κατ’ ἔλεον, ἐλέῳ Θεοῦ γίνεται. Τί γάρ τις ἄξιον πεποίηκε αἰωνίου μακαριότητος καὶ βασιλείας οὐρανῶν, μὴ ὑπὸ Θεοῦ βοηθούμενος; Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια· καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ἀδικίας ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Νοήσεις καὶ οὕτως ἐπιστήσας ὡς πρὸ ἡλίου διανιστάμενος τῆς κοίτης κατὰ τὸν λέγοντα·
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ, ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, τὸν πρῶτον ἀνέπεμπεν ὕμνον· εἶτ’ ἐπιστάσης ἡμέρας, κατὰ τὴν πρώτην ὥραν, ὥσπερ ἕωθεν τὴν θυσίαν προσέφερε τῷ Θεῷ τὸν δεύτερον, καὶ κατὰ τὴν τρίτην ὡσαύτως τὴν τρίτον, καὶ πάλιν κατὰ τὴν ἕκτην τὸν τέταρτον, κατὰ δὲ τὴν ἐνάτην ὥραν τὸν πέμπτον, κατὰ δὲ τὴν δωδεκάτην τὸν ἕκτον, εἶθ’ ἑσπέρας μετὰ τὴν τοῦ σώματος θεραπείαν, ἐπὶ κοίτην μέλλων τρέπεσθαι τὸν ἕβδομον ὕμνον ἀπεδίδου, καὶ οὕτως ἐπλήρου τό· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Τοῖς τοῦ Θεοῦ ὄνομα ποθοῦσιν εἰρήνη τυγχάνει πολλὴ, οὐ τοσοῦτον ἡ ἔξωθεν· οὐ γὰρ ἐφ’ ἡμῖν αὕτη· ἀλλ’ ἡ ἐν τοῖς λογισμοῖς, καθ’ ἣν συμβαίνει ἀταραξίαν καὶ ἀνενοχλησίαν τῆς ἐξ ἀπαθείας ἔχειν. Ταύτην ἅμα τῇ καταλλήλῳ χάριτι εἰλήφασιν οἱ ἔχοντες ἀπὸ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Κεκτημένοι γοῦν αὐτὴν διὰ τὸ ὄνομα τοῦ Θεοῦ, ὑπερβαλλόντως ὑπάρχοντες τέλειοι, σκάνδαλον οὐκ ἔχουσιν ἐν ἑαυτοῖς· μικρῶν γὰρ ἀλλ’ οὐ μεγάλων τὸ ἔχειν τοῦτο, ὥς φησιν ὁ Σωτήρ·
Ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Εἰ δὲ εἴη εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, εἰρήνην ἔχει πολλὴν, πόλεμος οὐχ ἅπτεται τῆς ψυχῆς αὐτοῦ· οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην ἔχων τοιοῦτος γεγένηται ὡς ὑπὸ μηδενὸς ἔτι σκανδαλισθῇ λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία, καὶ τὰ ἑξῆς. Προσεδόκων τὸ Σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Προσδοκῶν τὴν ἀπὸ σοῦ σωτηρίαν τὴν ἀληθινὴν, οὐ μόνον ἐτήρησα, ἀλλὰ καὶ ἠγάπησα σου τὰς ἐντολάς. Τῆς γὰρ μετ’ ἀγαπήσεως τῶν ἐντολῶν κατωρθωμένης ἐνεργείας ὑπαρξάσης, εὐθὺς ἀκολουθήσει τὸ προσδοκώμενον Σωτήριον, οὐχ ἕτερον ὂν τῆς τῶν σωζομένων σωτηρίας. Εἰ δὲ καὶ τὸν Σωτῆρα προσδοκᾷ, περὶ οὗ εἴρηται· Πᾶσα σὰρξ ὄψεται τὸ Σωτήριον τοῦ Θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ Θεοῦ, οὗ καὶ τὸ Σωτήριον προσεδόκησεν, ἵνα καὶ τὴν πρᾶξιν ᾖ καθαρῶς, καὶ τὴν προςδοκίαν θεωρητικῶς, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν Θεὸν Λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
Οὐ μόνον τὰς ἐντολάς σου ἠγάπησα, ἀλλὰ καὶ τὰ μαρτύριά σου σφόδρα ἠγάπησεν ἡ ψυχή μου, καὶ ἐφύλαξεν αὐτά. Πρότερον μὲν κατὰ ἓν, ἠγάπων, καὶ, ἠγάπησα τὰς ἐντολάς σου· δεύτερον· Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου· κατὰ δὲ τὸ τρίτον συναγαγὼν ἀμφότερα εἰς ἓν, φησίν· Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Ὁ ἁμαρτωλὸς οὐκ ἐρεῖ· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου· αἱ γὰρ ὁδοὶ τοῦ ἁμαρτωλοῦ οὐκ εἰσὶν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, ἀλλὰ μόνον αἱ τοῦ δικαίου· ἵν’ οὖν καὶ αἱ ἡμέτεραι γένωνται πᾶσαι αἱ ὁδοὶ ἐναντίον τοῦ Θεοῦ, οἱ νόμοι, οἱ προφῆται, ἡ ἐπὶ πᾶσι τελεία, ἀληθινὴ καὶ ἀγαθὴ ὁδὸς, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, Χριστὸς Ἰησοῦς, εὐξώμεθα ἐν τῇ ὁδῷ μέχρι τέλους ὁδεύοντας φθάσαι πρὸς τὸν Θεὸν καὶ Πατέρα τῶν ὅλων διὰ Χριστοῦ Ἰησοῦ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Σφόδρα ἀκολούθως μετὰ τοῦ εὔξασθαι περὶ τῆς διανοίας· τὸ γὰρ συνετισθῆναι τὰ λόγια τοῦ Θεοῦ οὐκ ἦν χειλέων οὐδὲ γλώσσης, ἀλλὰ τοῦ κατὰ ψυχὴν διανοητικοῦ· τὰ ἡγούμενα τοίνυν αἰτήσας ἐπὶ τὰ δεύτερα μέτεισι, καὶ ἀξιοῖ τὰ τοῦ ἐν αὐτῷ λόγου ὄργανα τὰ χείλη καὶ τὴν γλῶτταν ἀφιερωθῆναι, ὡς ἂν διαπαντὸς τὰ μὲν χείλη ὕμνον διερεύγοιντο, διδασκομένου τοῦ νοῦ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ τὰ δικαιώματα αὐτοῦ· ἡ δὲ γλῶττα φθέγγοιτο μηδὲν ἕτερον ἢ τὰ λόγια τοῦ Θεοῦ, καὶ τοῦτο πράσσοι, ὅτι πᾶσαι αἱ ὁδοὶ αὐτοῦ δικαιοσύναι. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Συνιδὼν τὸ μέγεθος τοῦ ἑτοίμου, βοηθείας δεῖται τῆς παρὰ τοῦ Θεοῦ εἰς τὸ κατορθῶσαι τὰ προλελεγμένα· μεγάλα δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, καὶ τὸ παρ’ ἑαυτοῦ συνεισφέρει λέγων· Ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Ὅπερ γὰρ ἦν ἐπὶ τῇ ἐμῇ ἐξουσίᾳ, τοῦτ’ ἐξ ἐμοῦ πεπλήρωται. Τὰς ἐντολάς σου ᾑρετισάμην, ἀγαπήσας αὐτὰς κατὰ τὰ πρόσθεν εἰρημένα. Ἐπεπόθησα τὸ Σωτήριόν σου, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. Οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπιποθοῦσι σωτηρίαν, ἀλλ’ οὐ τὸ τοῦ Θεοῦ, ἀλλὰ τὸ σαρκὸς σωτήριον τὸ ἐν κόσμῳ.
Ἔργον δέ ἐστιν ἐπιποθῆσαι τὸ τοῦ Θεοῦ Σωτήριον, ὥστε ἐν Θεῷ σωθῆναι, ἐν αὐτῷ ἀναπαύεσθαι, κληρονομῆσαι τὰ ἅγια· τὸ γὰρ Σωτήριον τοῦ Θεοῦ τοῦτό ἐστιν ἡ αἰώνιος ζωή. Ἐὰν θέλῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ Σωτήριον τοῦ Θεοῦ ὁ Χριστός ἐστιν· Ἰησοῦς γὰρ ἑρμηνεύεται, Θεοῦ σωτηρία. Οὗτος ἡμῖν ἐπέμφθη. Ὁδὸς τοῦ ἐπιποθοῦντος τὸ Σωτήριον τοῦ Θεοῦ, τὸ τὸν νόμον εἶναι μελέτην τῷ ἐπιποθοῦντι, προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ ἄφιξιν. Νόμον δὲ ἐνταῦθα καλεῖ πᾶσαν τὴν παλαιὰν καὶ θείαν Γραφήν. Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειεν τὴν ζωὴν τῆς ψυχῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Καὶ τὰ κρίματά σου βοηθήσει μοι. Ἐπὶ βοηθείᾳ τῶν κρινομένων τὰ κρίματα τοῦ Θεοῦ γίνεται. Ἀλλὰ ἄλλη παῤῥησία βοηθείας κριμάτων πρὸς τὸν δίκαιον, ἡ χωρὶς βασάνων καὶ πόνων· ἄλλη ὁδὸς βοηθείας κριμάτων πρὸς τὸν διὰ πόνων καὶ βασάνων ἀχθησόμενον. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

EusebiusΕΥΣΕΒΙΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ ΑΠΟ ΡΙΘ ΕΩΣ ΡΝ.

Psalm 119ΨΑΛΜΟΣ ΡΙΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1394ΨΑΛΜΟΣ ΡΙΘ.
PG 23:1365Ὠδὴ τῶν ἀναβαθμῶν. Οἱ καταπεσόντες ἀπὸ τῶν τοῦ Θεοῦ καλῶν, ἀναβαίνουσιν ἐπὶ ταῦτα, παρασκευάσαντες εἰς τὴν ἀνάβασιν ἑαυτούς· τὴν οὖν παρασκευὴν ἱκανῶς ἐπιδείξας ὁ Ψαλμῳδὸς διὰ τοῦ πρώτου ψαλμοῦ εἰσάγει τὴν ἀνάβασιν τὴν διὰ τῶν θλίψεων.

From a deceitful tongueἈπὸ γλώσσης δολίας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀπὸ γλώσσης δολίας. Τουτέστιν ἀπὸ πάσης ψευδοδοξίας καὶ ἀπάτης· δεῖται γὰρ ὁ ἐν ἀρχῇ προκοπῆς τυγχάνων ὅπως μηδεὶς αὐτὸν παραλογίζηται ἐν πιθανολογίᾳ.

What shall be given to you?Τί δοθείη σοι; κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τί δοθείη σοι; κ.τ.λ. Ἐπακούσας ὁ Λόγος τοῦ προσευξαμένου, κατὰ τὸ, Ἔτι λαλοῦντός σου, ἰδοὺ πάρειμι, ἀποκρίνεται αὐτῷ καί φησι· Θάρσει, ὦ οὗτος, εἰδὼς ὅτι προστάτην καὶ ὑπέρμαχον ἔχεις δυνατὸν, ὅπλοις χρώμενον ὑπὲρ σοῦ κατὰ τῶν σῶν πολεμίων· βέλη τε γὰρ ἠκόνησεν κατ’ αὐτῶν, καὶ ἄνθρακας ἡτοίμασεν ἐρημοποιοὺς εἰς αὐτοὺς, μετελεύσεται ἐν ταῖς κατ’ αὐτῶν τιμωρίαις· τί οὖν πλέον αἰτεῖς δοθῆναί σοι; ἢ τί θέλῃς προστιθέναι σοι μετὰ τὴν τοσαύτην τοῦ Δυνατοῦ κατὰ τῶν ἀσεβῶν παρασκευήν;

With the tents of KedarΜετὰ τῶν σκηνωμάτων Κηδάρ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μετὰ τῶν σκηνωμάτων Κηδάρ. Κηδὰρ πάγος γενεᾶς δύναται καὶ σκοτασμός· Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου·
καὶ ἡ ψυχή μου αὐτὴ, φησὶ, πολλὰ πλεονάκις παρῴκησεν.

Psalm 120ΨΑΛΜΟΣ ΡΚ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Ὁ τῆς δουλείας ὑπὸ τοῖς ἐχθροῖς ἀπαλλαγεὶς, καὶ κατ’ αὐτὴν ἤδη γεγονὼς τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὴν τοῦ Θεοῦ πόλιν, ἄνω τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε εἰς τὰ ὄρη ἐπαίρει, κατανοῶν καὶ πολυπραγμονῶν ποθεν αὐτῷ ἥξει βοήθεια· τὰ μέρη δὲ πάντα τοῦ κόσμου καὶ τὰ ὕψη περιαθρήσας, ἐν οὐδενὶ τῶν αἰσθητῶν εὑρίσκει τὸ ζητούμενον· νῷ δὲ καὶ ψυχῆς ὀφθαλμοῖς ἐπὶ τὸν ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀναδραμὼν, ἐνταῦθα ἵσταται, καὶ τὴν δευτέραν ᾠδὴν ᾄδει λέγων· Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

The Lord shall preserve theeΚύριος φυλάξει σε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κύριος φυλάξει σε. Τὸν διαπαντὸς εἰς τὸν Θεὸν ἀφορῶντα αὐτὸς ὁ ἄϋπνος φυλάττει Θεὸς, καὶ τούτου τὴν δεξιὰν χεῖρα σκέπει, ἅτε δεξιαῖς πράξεσι χρωμένου, καὶ τοὺς ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί· οὕτω γοῦν εἴρηται· Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ὁ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ. Μάλιστα δὲ Θεὸς ἀπὸ κακίας φυλάττει, κἂν τὰ ἐκτὸς ἢ τὸ σῶμα λυπῇ· περὶ γοῦν Ἰὼβ παρήγγειλε·
Μόνην τὴν ψυχὴν αὐτοῦ διαφύλαξον· δεῖται δὲ φυλακῆς ἡ ψυχὴ κατὰ τὸν τῆς ἐξόδου τοῦ βίου καιρὸν, καὶ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν τοῦ Θεοῦ πόλιν· τί γὰρ ὄφελος εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσών τις ἀπώλετο; διὸ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τῆς τελευτῆς αὐτοῦ.

The sun shall not burn you by dayἩμέρας ὁ ἥλιος οὐ συγκαύσει σε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε. Νεφέλη φωτεινὴ οὐκ ἐᾷ συγκαίεσθαι ὑπὸ ἡλίου τοὺς κατὰ Θεὸν ὁδεύοντας· καὶ ἀναλογοῦντι ταύτης βοηθεῖ εἰς τὸ μηδὲ ὑπὸ νυκτερινοῦ φωστῆρος παθεῖν αὐτούς.

Psalm 121ΨΑΛΜΟΣ ΡΚΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΑ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, κ.τ.λ. Τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν Θεὸν ἄγουσαν, παιδευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπ’ αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται· διὸ καὶ ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχὼν τῶν εἰρηκότων αὐτῷ· Εἰς οἶκον Κυρίου πορευσώμεθα· καὶ μᾶλλον ἐπείγεται, τὴν πορείαν μετ’ εὐφροσύνης ποιούμενος. Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος, ὁ μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθεὶς Βαβυλῶνι· βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοὶ ἄνδρες καὶ σφόδρα πρεσβύτεροι, οἱ ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότες ἐκεῖ, καὶ παραμείναντες τὸν ἑβδομήκοντα ἔτι χρόνον, μεθ’ ὃν ὑπέστρεφον ἅμα τῷ νέῳ λαῷ·
τούτων τοίνυν ἐρωτωμένων παρὰ τοῦ νέου λαοῦ ὅπου τὴν πορείαν ποιοῖντο, ἀποκρινομένους οἱονεὶ καὶ λέγοντας· Εἰς οἶκον Κυρίου πορευσώμεθα. Ἐπὶ δὲ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφρανθέντα, δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνῶσις; Τοὺς δὲ ἀποκρίνασθαι πρὸς αὐτοὺς, καὶ εἰπεῖν· Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα ἅμα ὑμῖν βαδίζοντες, ἑστῶτές ποτε ἐτύγχανον ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· ὅθεν ἀκριβῶς εἰδότες, ταῦτα ὑμᾶς εὐαγγελιζόμεθα, καὶ τὸν τρόπον δὲ τῆς οἰκοδομῆς τῆς πόλεως, καὶ τὸν τύπον αὐτὸν, ὡς ἂν εἴποι τις, καὶ τὸ σχῆμα, ἀκριβῶς φέρομεν διὰ μνήμης· ἦν γὰρ ὡς πόλις οὐ διεσπαρμένη ὧδε κἀκεῖσε, οὐδὲ ἀπεσχισμένη καὶ διεστῶσα εἰς μέρη πολλὰ, ἀλλ’ οὕτως ἦν ᾠκοδομημένη ὡς δοκεῖν ἕνα εἶναι οἶκον, διὰ τὴν συνάφειαν καὶ ἁρμονίαν τῶν ἐν αὐτῇ οἰκοδομημάτων· διὸ λέλεκται· Ὡς πόλις ἦν ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· τοιαῦται δέ εἰσι κατὰ διάνοιαν πᾶσαι αἱ παρὰ Θεῷ ψυχαὶ, καὶ οἱ ζῶντες λίθοι δι’ ὧν ᾠκοδόμηται ὁ ἀληθινὸς νεὼς τοῦ Θεοῦ, τῷ αὐτῷ νοὶ̈ [καὶ] τῇ αὐτῇ γνώμῃ κατηρτισμένος.

For thither the tribes went up, the tribes of the Lord...Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρ-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐκεῖ γὰρ θύειν, εὔχεσθαι, πανηγυρίζειν, ἐκέλευσεν· ὡς ἂν μὴ πανταχοῦ πλανώμενοι, πρόφασιν ἔχωσιν ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτυρίαν ἐκάλεσεν· τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγιστον τεκμήριον ἦν· καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀνεγινώσκετο, διηγήματά τε κατορθωμάτων ἀρχαίων, καὶ σύνοδον ἐποιοῦντο τὴν πρὸς ἀλλήλους ἀγάπην συσφίγγουσαν.

Ask for the things that are for the peace of JerusalemἘρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Ἀεὶ γὰρ, φησὶ, καὶ πάντοτε μνημονεύοντές σου, ὦ Ἱερουσαλὴμ, τὰ περὶ τῆς σῆς εἰρήνης διαλεγόμεθα τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις καὶ τοῖς πλησίον ἡμῶν, τουτέστι τῷ νέῳ λαῷ, εἰς πόθον αὐτοὺς ἄγοντες τὸν περὶ σὲ διὰ τῆς περὶ σοῦ διδασκαλίας· ἀλλὰ καὶ ἡ πᾶσα ἡμῶν εὐχὴ ἕνεκα τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν ἐγίνετο, ζητούντων ἀγαθά σοι τὰ παρὰ τοῦ Θεοῦ.

Psalm 122ΨΑΛΜΟΣ ΡΚΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΒ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἐπείπερ οὐρανὸς θρόνος ἐστὶ τοῦ Θεοῦ, διὰ τοῦτο κατοικεῖν λέγεται ἐν τῷ οὐρανῷ· οὐδεὶς δὲ θησαυρίζων ἐπὶ γῆς, εἴποι ἂν τῷ Θεῷ·
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου· οἱ μὲν οὖν ὀφθαλμοὶ τοῦ ἄφρονος, ἐπ’ ἄκρα γῆς, ἢ ἐφ’ ὁτιδήποτε οὗ ἐπιθυμεῖ· ἐμβλέπει γάρ ποτε γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οἱ δὲ τοῦ δικαίου, διαπαντὸς πρὸς τὸν Θεόν.

Behold, as the eyes of servants to the hands of their masters...Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Εὐαγγελισθεὶς ὁ νέος παρὰ τῶν πρεσβυτέρων λαὸς διὰ τῆς πρὸ ταύτης ᾠδῆς, Οὐκ ἐπ’ ἄλλο τι, φησὶν, ἐλπίζω, ἢ ἐπὶ σὲ τὸν οὐκ ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἀλλ’ ἐν οὐρανῷ κατοικοῦντα· μόνοις δὲ τοῦτο λέγειν ἁρμόττει τοῖς ἀπηλλαγμένοις αἰχμαλωσίας, καὶ τὸ τῆς ψυχῆς διορατικὸν ἐῤῥωμένοις· ψυχῆς δὲ ὀφθαλμὸς ἄνω μὲν ὁρῶν, ὠφελεῖται· κάτω δὲ, βλάπτεται.

Psalm 123ΨΑΛΜΟΣ ΡΚΓ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΓ. Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς. Οἱ φήσαντες, Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, νῦν ὡς ἐπακουσθέντες εὐχαριστοῦσι Θεῷ· τὰ δὲ παρόντα διδάσκεται λέγειν ὁ διορατικὸς, τὸν Θεὸν ἔχων πρὸ ὀφθαλμῶν· οὕτως γὰρ Ἰσραὴλ ἐπινίκιον ᾠδὴν τῷ νικοποιῷ προσάγων Θεῷ· διδάσκουσι δὲ τοὺς νέους οἱ γεγηρακότες, καὶ οἱ μαθηταὶ ὑπακούουσιν· Ἰσραὴλ δὲ τοῦ ἔχοντος ἐν ἑαυτῷ τὸν Θεὸν, τὸ δύνασθαι λέγειν·
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Τοιοῦτος ἦν ὁ ὑπὸ Μωϋσέως γενόμενος Ἰσραὴλ, ᾧ ἐλέγετο· Σιώπα, καὶ ἄκουε, Ἰσραήλ· καὶ Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε.

Then they would have swallowed us up aliveἌρα ζῶντας ἂν κατέπιον ἡμᾶς

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ ὁ περιστατικὸς δὲ καιρὸς, εἰ καὶ σφοδρὸς, ἀλλὰ χειμάῤῥου δίκην ὀλιγοχρόνιος.

Blessed be the Lord…Εὐλογητὸς Κύριος, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εὐλογητὸς Κύριος, κ.τ.λ. Καὶ τίνα εὐλογεῖν καὶ ὑμνεῖν ἔδει ἐπὶ τῷ μὴ ἁλῶναι τοῖς βουλομένοις ζῶντας καταπιεῖν ἡμᾶς ἀνθρώποις, ἢ τὸν Κύριον τὸν ὄντα ἐν ἡμῖν; Οἱ ἐπὶ τὸ θηρεῦσαι ἡμᾶς ὁρμήσαντες, ἵνα καταφάγωσιν ἡμᾶς, οὐ δεδύνηνται ὡς ἔσπευδον διαθεῖναι· ἐξηγριωμένοι γὰρ οἱ ὠμόθυμοι λέοντες τοῖς ὀδοῦσιν αὐτῶν θηρεῦσαι ἡμᾶς ἐγλίχοντο· ἀλλ’ οὐκ ἐπέτυχον τοῦ σπουδαζομένου, μὴ δόντος ἡμᾶς τοῦ Κυρίου· ὃν καὶ εὐλογοῦμεν ῥυσάμενον ἡμᾶς ἀπὸ τῶν φονικῶν καθ’ ἡμῶν διατεθέντων.

Psalm 124ΨΑΛΜΟΣ ΡΚΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΔ. Ὄρη κύκλῳ αὐτῆς. Ταῦτά φασιν οἱ μετὰ τὴν μακρὰν ἐπανελθόντες ὁδοιπορίαν ἐπὶ τὴν αἰσθητὴν Ἱερουσαλὴμ, ὡς ἤδη λοιπὸν ἐν ἀσφαλείᾳ γενόμενοι, οὐ τῷ τόπῳ, τῇ δὲ πεποιθήσει τοῦ Κυρίου θαῤῥοῦντες· ὃ δὴ κρεῖττον τοῦ κατοικεῖν Ἱερουσαλήμ· καὶ ἐπεὶ τοῦτο ποῦ κρείττων ἦν ὁ λαός; τοῦ μὲν τόπου ὄρη λέγεται κύκλῳ·
τοῦ δὲ λαοῦ, δι’ ὃν καὶ ὁ τόπος τετίμηται, ὄντως ὁ Θεὸς, ὁ καὶ τὸν τόπον φυλάττων, ὅτε ἄξιος ὁ λαός.

The Lord shall lead away with the workers of iniquityἈπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Τὸ ἀπάξει, τὸ παραδώσει δηλοῖ· εἰς τὴν ἀκαθαρσίαν ἣν εἵλοντο, εἰς πάθη τε ἀτιμίας καὶ ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.

Psalm 125ΨΑΛΜΟΣ ΡΚΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΕ. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι, καὶ μετὰ ταῦτα ἀποφανεῖσθαι περὶ σπόρου καὶ θερισμοῦ· κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους οὐκ ἦν ἡ αἰχμαλωσία· τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησιν· ἐρεῖ δὲ ἄλλος, ὅτι προφητικῶς τὸ μέλλον δηλοῦται. Μέρος τι τῆς αἰχμαλωσίας ἐπανελθὸν ἀπὸ τῆς Βαβυλῶνος, καὶ ἀπολαβὸν τὴν Ἱερουσαλὴμ, περὶ τῶν ἀπομεινάντων ἐν Βαβυλῶνι τὴν προκειμένην ᾠδὴν ἐπ’ ἀγαθαῖς προσδοκίαις ἀναπέμπει· φασὶ δὲ, ὅτι οὔπω μὲν τελείως τὰ τῆς ἡμετέρας χαρᾶς πεπλήρωται· ἔσται δὲ τοῦτο ὅτε τὸ πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανέλθῃ· ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν λοιπῶν ἑρμηνεία·
ἀντὶ γὰρ τοῦ, ἐγενήθημεν ὡς παρακεκλημένοι, συμφώνως οἱ πάντες φασὶν, ἐγενήθημεν ὡς ἐνυπνιαζόμενοι, ἀλλ’ οὐχ ὕπαρ τὴν ἐλευθερίαν ἡμῶν φανταζόμενοι· ἔσται δὲ ὕπαρ καὶ ἐναργὴς ἡμῶν ἡ χαρὰ, ἐπειδὰν καὶ οἱ λοιποὶ ἡμῶν ἀδελφοὶ ἀπὸ τῆς αἰχμαλωσίας ἐπανέλθωσιν· ἐφ’ ᾧ καὶ τὰ ἔθνη μακαριοῦσιν ἡμᾶς, ὡς ἴδια μέλη κομισαμένους· ἓν γὰρ τὸ σῶμα τῶν σωζομένων.

Then our mouth was filled with joyΤότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Τοὺς λέγοντας τὰ θεῖα ἐφ’ οἷς καρπὸς πνεύματος, χαρὰ τοῖς ἀκούουσιν τὸ μὲν στόμα γίνεται καὶ ἐπληρώθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφ’ ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις· τούτων δὲ γινομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν· καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες·

The Lord has done great things for usἘμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι. Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐν δὲ τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν· Ἐπὰν ποιήσωμεν τῷ στόματι φυλακήν· καὶ τὸ, Στόμα δικαίου μελετᾷ σοφίαν· καὶ τὸ, Ἄνοιγε σὸν στόμα, λέγει Θεός· καὶ ὅμοια· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τότε ἀληθεύοντες φήσομεν·
Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Καὶ μετ’ ὀλίγα· Ἐπὰν δὲ φυλάξωμεν τὰς ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν, τότε πληρωθήσεται ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· ἐπλήσθη δὲ χαρᾶς καὶ τὸ Φιλίππου στόμα, ὅτε ἀνοίξας τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τοῦ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, εὐηγγελίσατο τὸν Ἰησοῦν τῷ εὐνούχῳ Αἰθίοπι. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν. Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γινομένης, εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡς ἔτι ἐν αἰχμαλωσίᾳ ὢν, ταῦτά φησιν ὁ Προφήτης, τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων, τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων τῶν ἐθνῶν· τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστιν τὰ ἀπὸ τοῦ, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἕως τοῦ, ὡς χειμάῤῥους ἐν τῷ νότῳ.

Turn again, O Lord, our captivityἘπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν. Ἀκολούθως καὶ ταῦτα προσέθηκαν τοῖς πρώτοις· οὐ γὰρ ἀναισθητοῦντες, φησὶ, τῆς εἰς ἡμᾶς ἤδη γενομένης εὐεργεσίας, ταῦτά φαμεν, ἀλλ’ ὁμολογοῦντες, ὅτι μεγάλα μὲν ἐποίησε μεθ’ ἡμῶν ὁ Θεὸς, καὶ ἤδη γεγόναμεν ἐν εὐφροσύνῃ· οὕτω δὲ ἔχοντες, ὅμως ὑπὲρ τῶν καταλοίπων μελῶν ἡμῶν δεόμεθα καὶ ἱκετεύομεν λέγοντες·
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ· ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους, τὴν εἰς ἡμᾶς γεγενημένην φιλανθρωπίαν θαυμάζειν, ἡμᾶς δὲ τοὺς τῆς εὐσεβείας τετυχηκότας, ἀχαριστίαν νοσεῖν.

Those who sow in tears, etc.Οἱ σπείροντες ἐν δάκρυσιν, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οἱ σπείροντες ἐν δάκρυσιν, κ.τ.λ. Ὁ σπείρων ἐν δάκρυσι, εἰς τὸ πνεῦμα σπείρει τῶν ἐπὶ τοῖς δάκρυσι μακαριζομένων· ἐν ἀγαλλιάσει δὲ θερίζει ζωὴν αἰώνιον, ὁ τυγγάνων ἤδη τοῦ γελᾷν τῷ πνεύματι. Τοῖς περὶ τῶν λοιπῶν αἰχμαλώτων αἰτήσασι τὸ Θεῖον ἀποκρίνεται τὸ, Μακάριοι οἱ κλαίοντες ὅτι αὐτοὶ γελάσονται· ὅπερ εἰ ποιήσουσιν οἱ ἐν Βαβυλῶνι, ἀγαθὰς ἐλπίδας δι’ ὧν κλαίουσι σπείροντες, θεριοῦσιν ἀγαλλίασιν· ἀντὶ δακρύων ἅπερ ἔσχον ἀγαπώμενοι, δεξόμενοι τὴν τῆς ἐπανόδου χαράν· καὶ εἰ τότε βραχύ τι σπέρμα θεοσεβείας ἐφύλαττον, ἀλλὰ τὰς ἑαυτῶν ἐκεῖ ψυχὰς γεωργήσαντες, πολλοὺς ἐπανιόντες οἴσουσι τοὺς καρπούς. Μέχρι τῆς ζ ᾠδῆς τὰ περὶ τῶν ἐκ περιτομῆς αἰχμαλώτων προεθεσπίσθη.

Psalm 120 (2)ΨΑΛΜΟΣ ΡΚ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1394ΨΑΛΜΟΣ ΡΚϛ.
PG 23:1365Κατὰ τὸ Ἑβραϊκὸν καὶ τοὺς ἑρμηνεύσαντας ἅπαντας, ἡ παροῦσα νῦν ᾠδὴ Σολομῶντός ἐστιν [ϟὥσπερ ἄλλοι ἄλλων εἰσὶν ἐπιγεγραμμένοι ψαλμοὶ]ϟ προφητικῶς ὑπ’ αὐτοῦ λεχθεῖσα ὁπηνίκα τὸν ναὸν κατεσκεύαζε· τῶν γὰρ Ἰουδαίων μεγαλοφρονούντων ἐπὶ τῷ τῆς κατασκευῆς ὀχυρῷ, θείῳ Πνεύματι συνορῶν τὴν ἐσχάτην ἐρημίαν αὐτοῦ, καὶ τὴν ὑπὸ τοῦ Κυρίου μέλλουσαν Ἐκκλησίαν καθ’ ὅλης οἰκοδομεῖσθαι τῆς οἰκουμένης, ἀντιπαρατιθεὶς τῇ παρ’ αὐτοῦ κατασκευῇ τοῦ ναοῦ, ἐκείνην τε προκρίνει καὶ ὑπεράγαται, τὴν τότε παρουσίαν ἐλέγχων ὡς πρόσκαιρον καὶ μηδὲ πρὸς βραχὺ συνισταμένην ἄνευ Θεοῦ φυλακῆς· ἅπερ νῦν εἰς καιρὸν ᾖσε τῶν ἐκ Βαβυλῶνος ἐπανιόντων, ἐσπουδακότων περὶ τὴν ἀνάκτισιν τοῦ ναοῦ, καὶ φρονούντων ἐπὶ τούτῳ μεγάλα μέν. Εἰ γάρ φησιν, Ἔστ’ ἂν ὁ Κύριος φυλάττῃ, τοῦ δὲ φύλακος ἀναχωρήσαντος, ἔρημος ἔσται, ματαίας ἐσομένης τῆς ἐξ ἀνθρώπων σπουδῆς· ἐπὶ μὲν τοῦ ναοῦ, οἰκοδόμον εἰςάγει τὸν Κύριον· ἐπὶ δὲ τῆς πόλεως, ἀνθρώπους μὲν οἰκοδόμους, φύλακα δὲ τὸν Θεόν· χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς.

Those who eat the bread of sorrowΟἱ ἐσθίοντες ἄρτον ὀδύνης

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Θεοδοτίων, καὶ ἡ ε ἄρτον εἰδώλων ἐξέδωκαν εἰκότως·
τὸ γὰρ Ἑβραϊκὸν τὸ ἀσεβεῖν ἔχει, ὅπερ καὶ ἐν ἑτέροις εἴδωλον ἑρμηνεύεται· προορᾷ δὲ τῷ πνεύματι Σολομῶν, ὡς οἱ μέλλοντες οἰκεῖν τὸν ὑπ’ αὐτοῦ γινόμενον οἶκον, εἰδώλοις προσκείσονται, δαίμοσι λατρεύοντες ἐν αὐτῷ· λέγει τοίνυν, μετὰ τὴν ἀναχώρησιν αὖθις ἐπὶ τοῦτον ἐλθεῖν, καὶ τοῦτο συνεχῶς ἐκ διαλειμμάτων ποιεῖν τί γὰρ ὄφελος τὸν τόπον τιμᾷν, τοῖς διὰ τῆς εἰδωλολατρείας μακρύνουσιν ἑαυτοὺς τοῦ Θεοῦ; Ὅθεν ὁ Σύμμαχος ἔφη· Μάταιον ὑμῖν ἐξ ὄρθρου ἀνίστασθαι εἰς τὸ οἰκῆσαι, ἢ εἰς τὸ ὑμνῆσαι.

Psalm 127ΨΑΛΜΟΣ ΡΚΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΖ. Ἀκολούθως τῇ πρὸ ταύτης ᾠδῇ ἡ κλησις τῶν ἐθνῶν διὰ ταύτης κηρύσσεται· οἱ γοῦν φοβούμενοι τὸν Κύριον, ἕτεροι λέγονται εἶναι παρὰ τὸν Ἰσραὴλ, καὶ παρὰ τὸ κρεῖττον ἐν τῷ Ἰσραὴλ τάγμα, λέγω δὲ τὸ ἱερατικόν· δηλοῖ δὲ τοῦτο ὁ φάσκων λόγος· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· καὶ μετὰ ταῦτα· Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· καὶ πάλιν· Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς· εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· καὶ μετὰ ταῦτα· Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον. Ἀκολούθως οὖν τούτοις νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μακαριζομένους·
οὗτοι δὲ ἦσαν πάντες οἱ φοβούμενοι τὸν Κύριον· κρείττων δέ ἐστιν, καὶ ἐπαναβεβηκὼς τοὺς φοβουμένους τὸν Κύριον, ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· Ἔξω γὰρ ἐκβάλλει ἡ τελεία ἀγάπη τὸν φόβον· καὶ οἱ μὲν φοβούμενοι, ἐν πολλαῖς ὁδοῖς πορεύσονται· τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ, τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐφ’ ἣν καὶ αἱ πολλαὶ ὥσπερ εἰς λιμένα καταντῶσιν· καὶ καλῶς εἶπεν· Μακάριοι πάντες· κἂν δοῦλος, κἂν δεσπότης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁτιοῦν, οὐδὲν τούτων κωλύει τὸν μακαρισμὸν τοῦτον, ὃν αὐτός φησιν· ὁ δὲ παρὰ ἀνθρώποις μακαρισμὸς, ἐπισφαλής τε καὶ περίτρεπτος, καὶ λόγῳ μόνῳ πλαττόμενος, μυρίαις δὲ περιστάσεσι περιαντλούμενος· ἀλλ’ οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων τούτων ἀπηλλαγμένος ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα.

You shall eat the fruit of your laborsΤοὺς πόνους τῶν καρπῶν σου φάγεσαι

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. Οἱ λοιποὶ κόπον χειρῶν ἐξέδωκαν· ὡς ἐπὶ γεωργοῦ δέ φασιν ἅπερ ἐγεώργησε καρπουμένου· καὶ τὸν ἐναθλοῦντα τῇ τῆς θεοσεβείας ὁδῷ, τροφὴν ἑαυτῷ θησαυρίζοντα πρὸς τὴν μέλλουσαν ζωὴν ἀναλογοῦσαν οἷς κατεβάλετο πόνοις· καὶ ἀρετὴ δὲ καὶ πόνος ὁ κατὰ Θεὸν, ἔστι τροφὴ καὶ χαρὰ τῇ ψυχῇ·
τοιοῦτος μὲν ὁ φοβούμενος τὸν Κύριον· ὁ δὲ ἀγαπῶν, ὡς ἤδη τέλειος φάγεται τὸν οὐράνιον ἄρτον· κατὰ τὸ, Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ οὐρανῶν.

Your wife as a fruitful vineἩ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Καὶ κατὰ τὸ ῥητὸν, ὡς ἀτελεῖ δίδοται ταῦτα φοβουμένῳ τὸν Κύριον, ἀλλ’ οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ τῆς δυνάμεως· Ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ τὰ ἑξῆς· τῷ δὲ φοβουμένῳ τὸν Κύριον δίδοται σύζυγος, περὶ ἧς φησι τὸ, Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθή· καὶ, Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη· οὕτως ἡ πονηρὰ σύζυγος εἴη ἂν ὀργὴ ἐκ Θεοῦ.

Your sons like olive shootsΟἱ υἱοί σου ὡς νεόφυτα ἐλαίων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαίων. Οὕτω καὶ υἱοὶ ἐκ Θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν Κύριον, οὐχ ὅμοιοι τοῖς πολλοῖς υἱοῖς, ἀλλὰ οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ· εἰ δέ τις μὴ φοβουμένους τὸν Κύριόν φησι, πολλάκις ἐν περιουσίᾳ υἱῶν ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικὸς, ἀλλ’ ἐροῦμεν ὅτι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ’ ὅλον αὐτὸ τοῦτο, ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δὲ ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν.

Psalm 128ΨΑΛΜΟΣ ΡΚΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1394ΨΑΛΜΟΣ ΡΚΗ.
PG 23:1365Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται. Συγκόπτει τὸν αὐχένα, ὃν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ, ὁ δίκαιος Κύριος· χρηστῇ δὲ προθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν, ὑποταγῶσι τῷ Κυρίῳ, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστίν. Ἀντὶ δὲ τοῦ, συνέκοψεν αὐχένας ἁμαρτωλῶν, Ἀκύλας κατέκοψεν βρόχους ἀσεβῶν· ὁ δὲ Σύμμαχος, κατέκοψεν βρόχους παρανόμων· ἡ δὲ πέμπτη ἔκδοσις, κλοιοὺς ἀνόμων, ἐκδεδώκασιν· δηλοῦντος τοῦ λόγου, τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευασμένους· θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχατα τέλη, καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχειρούντων.

Psalm 129ΨΑΛΜΟΣ ΡΚΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΚΘ. Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ, Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀφέστηκεν ἀπ’ ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαὸς, ἀλλ’ ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετέχων τοῦ Πνεύματος, ὃ, κατὰ Παῦλον, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ κἀν τῇ συνηθείᾳ· ὁποῖον καὶ τὸ, Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ.
Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωςσον ἐγὼ ἐξαποστελῶ σε. Ἀλλ’ ὁ βαθὺς τῇ διανοίᾳ λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ’ οὐ χείλεσιν· ὥσπερ οὐδὲ Μωϋσῆς, πρὸς ὃν ἐῤῥέθη, καίτοι σιγῶντα, τὸ, Τί βοᾷς πρὸς μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος ἃ δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος· μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὦτα δὲ προςέχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔσης ἀκουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν.

If you, O Lord, should mark iniquitiesἘὰν ἀνομίας παρατηρήσῃ, Κύριε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε. Ἐπειδὴ δὲ τῶν ἐν τῇ Ἐκκλησίᾳ οὐ πάντες δύνανται λέγειν· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι, περὶ τῶν ἀσθενεστέρων τὴν παροῦσαν ἀναπέμπει φωνὴν, καὶ μὴ φερόντων τοὺς διωγμούς· εἰ μὴ ἄρα ὁ αὐτὸς περὶ τῶν πρὸ τῆς κλήσεως ἀνομιῶν αὐτοῦ ταῦτά φησιν.

Plenteous redemption with HimΠολλὴ παρ’ αὐτῷ λύτρωσις

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1394Πολλὴ παρ’ αὐτῷ λύτρωσις.
PG 23:1365Τὸ γὰρ τίμιον αὐτοῦ αἷμα ὑπὲρ ἡμῶν δέδωκε λύτρον, γενόμενος Ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζαχαρίαν· καὶ κατὰ τὴν ἁγίαν Παρθένον, Ἀντελάβετο Ἰσραήλ.

Psalm 130ΨΑΛΜΟΣ ΡΛ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛ. Ἀκολούθως ἡ ᾠδὴ ἡ παροῦσα καὶ ἡ πρὸ αὐτῆς τοῦ ἐν Κυρίῳ τετελειωμένου ταπεινοφροσύνης φωνὰς περιέχουσα, καὶ μάλιστα τοῦ δυναμένου λέγειν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὁ δὲ Δαυὶ̈δ ὡς εἰκὸς μεμαθηκὼς ἀπὸ τῶν τοῦ ἁγίου Πνεύματος φωνῶν, ὅτι τις ἱλασμὸς παρὰ τῷ Θεῷ, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως ἑαυτὸν προσφέρει τῷ Λυτρωτῇ· διὸ καὶ ἐπιγέγραπται· Τοῦ Δαυὶ̈δ εἰς παραίτησιν πλημμελημάτων, τὰς ἰδίας ἐξαριθμοῦντος ἀνδραγαθίας. Οὐ πώποτε γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ’ ἔθνος αὐτοῦ· οὔτε μὴν ἐχαυνώθην βλέψας ἔξω Θεοῦ, καὶ τῆς πρὸς τὸν αὐτοῦ φόβον συστάσεως καθυφείς· οὔτε πάλιν ἐν τρυφῇ πλουσίως διεξῆγον τὸν βίον· οὐδέ τι μεῖζον ἐφρόνησα, φησὶ, περὶ ἐμαυτοῦ, τῶν προσόντων ἐμοί· ὁποῖοί τινές εἰσιν οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.

Let Israel hope in the Lord: As I, he says...Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον Ὥσπερ ἐγὼ, φησὶν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον Ὥσπερ ἐγὼ, φησὶν ὁ βασιλεὺς Δαυὶ̈δ, τοσοῦτος ὢν καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι θαρσούντως προσιέναι τῷ ἱλασμῷ· ἀκριβῶς εἰδὼς, ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αὐτῷ, ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Psalm 131ΨΑΛΜΟΣ ΡΛΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΑ. Ὤμοσε Κύριος τῷ Δαυὶ̈δ ἀλήθειαν. Ὀμωμοκότι δὲ τῷ Δαυὶ̈δ, ἀντώμοσεν ὁ Θεὸς ζητήσαντι τὸν τόπον μαθεῖν, δωρεὰν δοὺς τὸ καὶ ἐξ αὐτοῦ προελθεῖν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ὡς ὁ Παῦλός φησιν, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν, περὶ ὧν ηὔξατο, λάβωμεν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ σὺ, φησὶν, οὕτω πιστεύσας τοιαῦτα ηὔξω γνῶναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὐτὸς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτηρίου γενέσεως. Σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος, ἐκ σῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμενος·
διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ἐπηγγελμένος θρόνος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ σοῦ προελευσόμενον, ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρόνου. Τοιγαροῦν καὶ ὁ Γαβριὴλ πρὸς τὴν Μαριάμ φησι· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα.

If your sons keep my covenantἘὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Καθεσθήσονται ἐπ’ αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ Δαυὶ̈δ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν, καὶ εἰ φυλάξοιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα ἃ διδάξω αὐτοὺς, μέλλοντα αὐτοῖς ὕστερόν ποτε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ φυλάξοιντο ταῦτα, καὶ αὐτοὶ καθευδοῦνται ἐπὶ τὸν θρόνον σου τὸν τῷ Χριστῷ ἡτοιμασμένον.

I will surely bless her provision, the poor...Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτω- χοὺς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Κατὰ δὲ ἀναγωγὴν, θήρα Σιὼν οἱ δίκην ἰχθύων διὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν δικτύων ὁσημέραι ζωγρούμενοι· πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·
οἳ τὸν ἄρτον σιτοῦνται τὸν ἐξ οὐρανοῦ καταβάντα· ἀλλὰ καὶ οἱ ταύτης ἱερεῖς, πρῶτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπεν, ἐνδύσαντες, ὑπὸ Θεοῦ περιβάλλονται σωτηρίαν· εἶτα λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίῳ διαπρεπόντων ἐν Ἐκκλησίᾳ· περὶ ὧν Ἀκύλας μὲν ἔφη· Αἰνέσει αἰνέσουσιν· ὁ δὲ Σύμμαχος, Εὐφημοῦντες εὐφημήσουσιν.

And upon him shall my sanctuary flourishἘπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ἔστι δὲ ταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς τῶν διωγμῶν καιρούς· ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμὸς, εἶπεν, αὐτοῦ· ἁγιάζει γὰρ καθ’ ὅλης τῆς οἰκουμένης τὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ ἁγίασμα.

Psalm 132ΨΑΛΜΟΣ ΡΛΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΒ. Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν, κ.τ.λ. Οὐ πᾶν τὸ καλὸν, ἤδη καὶ τερπνόν· οὐδὲ τὸ τερπνὸν, πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μὲν, φαῦλα δέ· ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ· ὁμόνοια δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούντων, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχειν ἐπαινεῖται· οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ’ ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν Ἀπόστολον λέγοντα·
Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ εἶεν ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερπνὸν μὴ ἐν σώματι, μηδὲ ἐν ἡδονῇ σαρκῶν τίθεσθαι.

Like the Dew of HermonὩς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὄρος ἐστὶν Ἀερμὼν, τὸ παρακείμενον τῷ Λιβάνῳ, ἐφ’ ὃ χιὼν συνάγεται πολλὴ, ἥντινα ὁ Λόγος δρόσον ὠνόμασεν· ἐπειδὴ δὲ ἡ δρόσος ἐκείνη ἡ ἐκ πολλῶν συναγομένη σταγόνων, ὑφ’ ἓν σωματοποιεῖται καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας ὁμόνοιαν καὶ συμφωνίαν ἀπείκασε δι’ ἑτέρου παραδείγματος οὐ τῇ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Ἀερμὼν ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών· ἵνα μὲν γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Ἀερμὼν ὄρος παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος τὴν συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον.

That there the Lord commanded the blessingὍτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.

Psalm 133ΨΑΛΜΟΣ ΡΛΓ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΓ. Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἤδη τῷ Ἀβραὰμ εἴρηται· Οἱ εὐλογοῦντές σε, εὐλόγηνται· δυνάμει δὲ ἑαυτὸν εὐλογεῖ ὁ τοῦτο ποιῶν·
εἰ δὲ ἐπὶ τοῦ Ἀβραὰμ, πόσῳ μᾶλλον ἐπὶ τοῦ Κυρίου; οὐ γὰρ δεῖται τῆς παρ’ ἡμῶν εὐλογίας. Ἕκαστος δὲ ἑαυτῷ χαρίζεται, καὶ ἑαυτὸν εὐλογεῖ, ἀντευλογούμενος ὑπὸ τοῦ τῶν ὅλων Ποιητοῦ. Διὸ πρῶτον εἴρηται· Εὐλογεῖτε τὸν Κύριον· εἶθ’ ἑξῆς· Εὐλογήσαι σε Κύριος.

Psalm 134ΨΑΛΜΟΣ ΡΛΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΔ. Τῇ τῶν ᾠδῶν ἐσχάτῃ τὰς αὐτὰς ἔχων λέξεις, ὁ παρὼν αἶνος εἰκότως παράκειται· διὸ τὸ ἀλληλούϊα προγέγραπται· τοῦ μὲν ἀλληλοὺ δηλοῦντος τὸ αἰνεῖτε, τοῦ δ’ ἴα, τὸν Κύριον. Εἴποι δ’ ἄν τις ὕμνον εἶναι τὰ πρῶτα, ὡς ἐν προοιμίῳ διεγείροντα τοὺς προσταττομένους αἰνεῖν τὸν Θεόν· ἀρχομένους τοῦ αἴνου ἀπὸ τοῦ, Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Κατηχεῖ δὲ ἀποστρέφων εἰδώλων, καὶ διδάσκει γνῶσιν Θεοῦ. Τοιαύτης γὰρ τοὺς νῦν ἐξ ἐθνῶν προςιόντας ἔδει τυχεῖν παραινέσεως· οὓς καὶ δούλους καλεῖ, μήπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀνειληφότας. Συμβαίνει δὲ τούτους πρὸ τῆς παλιγγενεσίας λουτροῦ, στάσιν ἔχειν ἐν οἴκῳ Θεοῦ τῶν αὐτοῦ προπύλων, ἀλλ’ οὐ τῶν ἐνδοτάτω τυχόντας· εἰσαγωγὴν γὰρ ἔσχον, ἀλλ’ οὐ τελείωσιν. Διάφοροί γε μὴν αὐλαὶ, ἐπεὶ καὶ διάφοροι τῶν εἰσαγομένων οἱ βίοι·
προκοπῆς δὲ, τὸ μετὰ τὸ αἰνεῖν τὸ ὄνομα Κυρίου, αὐτὸν δὴ αἰνέσαι τὸν Κύριον· δεῖ γὰρ πρῶτον μαθεῖν, ὅτι ἔστι Θεοῦ Λόγος, ἐφεστηκὼς τῷ παντὶ κόσμῳ, καὶ δεσπόζων αὐτοῦ· εἶτα περί τε οὐσίας αὐτοῦ μαθεῖν καὶ δυνάμεως, Υἱόν τε γνῶναι μονογενῆ τοῦ Θεοῦ.

Praise the Lord, for the Lord is good, etc.Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ.τ.λ. Ἐπεὶ ἀγαθὸς Κύριος, αἰνεῖτε αὐτόν. Αἰτία δὲ τοῦ αἰνεῖν, τὸ ἀγαθὸν οὐ κατὰ μέθεξιν εἶναι, ὡσαύτως δὲ τῷ Πατρί. Αἰνοῦμεν δὲ οὐ τῇ λέξει μόνον, ἀλλὰ καὶ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ, ὡς δέον δὲ τῇ θεωρίᾳ καὶ τοῖς θεολογουμένοις ἔργοις πράττειν ἁρμόδια, τὸ, Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ἐπενήνεκται· τοῦτο γὰρ ἡδὺ καὶ ὑπὲρ πᾶσαν χρηστότητα· αἰνοῦμεν δὲ αὐτὸν ἐπεὶ ἐξελέξατο ἑαυτῷ τὸν πτερνίζοντα τὰ πάθη καὶ τὰς κακίας Ἰακὼβ, ἐκλεκτὸν αὐτὸν τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ παθῶν πάλας· ἀλλὰ καὶ τὸν μετ’ αὐτὸν τὸν Ἰακὼβ, ἐκ προκοπῆς ἀποδειχθέντα Ἰσραὴλ, εἰς περιουσιασμὸν ἑαυτῷ ἐξελέξατο· καὶ διὰ τοῦτο λαός ἐστι περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν περιουσίου γενομένου, πάντων περὶ τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν καταγινομένου, τῷ μετέχειν αὐτῆς ὄντος καὶ σοφοῦ καὶ Λόγου Θεοῦ.

All that the Lord willed, He did in...Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Πάντα ὅσα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, ἅτε θελήματι Θεοῦ γεγενημένα· εἰ δέ τί ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· ἐκ γὰρ στόματος Κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.

He who bringeth the winds out of his treasuriesὉ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυροί τινές εἰσι τῶν ἀνέμων, ἀλλὰ τὸ ἕτοιμον τοῦ ἐπιτάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμένον· ὥσπερ ἂν ὁ ἐν θησαυρῷ ἔχων μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ ὁ τοῦ παντὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν.

He who struck the firstborn of EgyptὋς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνιά φασί τινες προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεβεῖς κολάζοντι καὶ τῶν εὐσεβῶν οἰκειουμένῳ τὸ γένος.
Ἀλλὰ πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι’ ἣν ἔδρασεν ἀσέβειαν ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.

O Lord, thy name is foreverΚύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὡς τὸ διδάξαι τοὺς ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶν· ὅθεν καὶ ἡ διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ’ ἡμῖν, οὗ τὸ μέγεθος διὰ τῶν προλαβόντων οἱ δοῦλοι μαθόντες αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαῤῥύνονται, μαθόντες ὡς ἐπ’ αὐτοῖς παρακληθήσονται, τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ, τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ μνημόσυνον ἔχουσιν· ἐπ’ ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώμης ἐπιδεομένοις παρακαλεῖται. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ’ αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως οἷς ἀνωτέρω εἰρήκει·
ὅτι, Ἐγὼ ἔγνωκα ὅτι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· ὁ μὲν γὰρ Κύριος ἡμῶν τάδε καὶ τάδε εἰργάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους· οἱ δὲ τῶν ἐθνῶν θεοὶ, οὓς καὶ αὐτοὶ πεπλανημένως ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νεκρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, ἡρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὄντως οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολιθωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν τοῖς προσκυνουμένοις ὑπ’ αὐτῶν, ὀφθαλμοὺς ἔχοντες καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Οἱ μὲν προειρημένοι ὅμοιοι γενήσονται, ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς· οἱ δὲ εἰς τὸν κλῆρον παραληφθέντες τοῦ Θεοῦ, καὶ λαὸς αὐτοῦ χρηματίσαντες, Εὐλογήσατε, φησὶ, τὸν Κύριον, τουτέστιν ἀνευφημήσατε, τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες· καλεῖται δὲ πρῶτον ἐπὶ τὴν εὐλογίαν ὁ Θεοῦ λαὸς, ὁ καλούμενος οἶκος Ἰσραὴλ, τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλήθους· δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος Ἀαρών·
καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατικὴ καλουμένη οἶκος Λευί̈· καὶ μετὰ πάντας ἀνωτέρω οἱ φοβούμενοι τὸν Κύριον· οὗτοι δὲ ἦσαν πρὸς οὓς ὁ πᾶς ὕμνος προσπεφώνηται· οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὠνομασμένοι δοῦλοι, δηλαδὴ οἱ ἐξ ἐθνῶν προςιόντες τῇ πίστει. Εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ οἴκου Ἀαρὼν, καὶ οἴκου Λευὶ̈, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμενοι τὸν Κύριον, εἰ μὴ ἐξ ἐθνῶν τῷ τοῦ Θεοῦ λόγῳ προσεληλυθότες; οἳ καὶ διδάσκονται εὐλογεῖν· Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλὴμ, ἢ τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ Θεοῦ.

Psalm 135ΨΑΛΜΟΣ ΡΛΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΕ. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ. Θαυμαστὸν δὲ καὶ πρὸς λέξιν, εἰ οὐρανὸς μὲν καὶ μόνῃ θέᾳ τὴν σοφίαν δηλοῦν τοῦ Θεοῦ, μεγέθει τε καὶ κάλλει καὶ πολυχρονίῳ μονῇ· γῆ δὲ πανταχόθεν περικλυζομένη τοῖς ὕδασι καὶ σύστασιν τὴν ἰδίαν φυλάττουσαν· πᾶσι δὲ τὸν αἰώνιον ἔλεον ὁ μελογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν ὁ Θεὸς, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ἅπαντα.

To Him who struck EgyptΤῷ πατάξαντι Αἴγυπτον

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1394Τῷ πατάξαντι Αἴγυπτον.
PG 23:1365Εἰ μὴ πέπεισαι, φησὶ, προνοίᾳ Θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερνᾶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις μή πη τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ’ αὐτοῦ, γνῶθι, ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ’ οὐρανὸν προνοεῖ· μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων καθ’ ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθεν, καὶ αὐτὴν τὴν Αἰγυπτίαν γῆν. Προί̈σταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν, καὶ οὐ μόνων αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων, ὥσπερ τῶν διὰ Μωϋσέως ἠλευθερωμένων τότε τῆς παρ’ Αἰγυπτίοις δουλείας, οὓς ἠλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ ἰσχυρῷ βραχίονι χρησάμενος· εἴη δ’ ἂν οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δι’ οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἡ φιλανθρωπία τοῦ παναγάθου Θεοῦ κατειργάσατο.

Sihon, king of the AmoritesΤὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Ἑρμηνεύονται δὲ Ἀμοῤῥαῖοι μὲν λαλητοὶ παραπικραίνοντες, καὶ ὁ τούτων βασιλεὺς Σηὼν, πειρασμὸς καὶ παροργισμός·
οἱ δεινοὶ γὰρ πρὸς ἀπάτην σοφιστικὴν καταπικραίνοντές εἰσιν λαλητοὶ, τοὺς ὅσοι τῆς ἀληθείας εἰσὶν ἐρασταὶ θέλοντες ἐπὶ ἀπάτης λαλεῖσθαι καὶ ᾄδεσθαι, πειράζειν τε καὶ παροργίζειν ἔχοντες τὸν σκοπόν. Βασὰν δὲ αἰσχύνην μεθερμηνευομένη, τὴν τοὺς κακοὺς καταισχύνουσαν κακίαν δηλοῖ· ἧς ὁ βασιλεὺς Ὢν, σὺν τῷ Σηὼν ἀποκτίννυται· ὅπως τῷ Ἰσραὴλ ἡ γῆ, ἣν κακῶς ἐκράτουν, σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ἕξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν, δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλ’ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ, εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτὴν, δούλῳ γνησίῳ τοῦ πάντων αἰτίου τυγχάνοντι.

That in our humiliation He remembered usὍτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως ἐπεδείκνυτο Ἰςραὴλ, οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ’ ὁ τοιόσδε τῆς θεοσεβείας τρόποις· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, κατὰ τὸν Ἀπόστολον, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας οὐ γράμματι ἀλλὰ πνεύματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ·
καὶ ἡμᾶς οὖν τοὺς ἐξ ἐθνῶν [ϟἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ καὶ ἀληθινὸς Ἰσραὴλ]ϟ, ἐλυτρώσατο ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους· οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες, τοὺς σωματικοὺς ἐξέφυγον τυράννους· ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους, πεπτώκασιν ἐν τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. Ἡμᾶς δὲ ἀληθῶς ἐλυτρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν, καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει ἡμῶν μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αἰγυπτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τεταπεινωμένοι. Τοσοῦτον δέ ἐστι τὸ ἔλεος τοῦ Θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν, καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἅπαξ ἁπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι, καὶ οὐ λογικῶν μόνων ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζώοις, ἑκάστῳ τε γένει τὰ πρόσφορα, καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δωρεῖσθαι, ἐντεῦθέν τε πάλιν εἰς οὐρανὸν διήκειν. Διόπερ ὁ λόγος μετὰ τὸ φάναι, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν, αὖθις λέγων·
Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Psalm 130 (2)ΨΑΛΜΟΣ ΡΛ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛϛ. Ὁ παρὼν ψαλμὸς, ἀνεπίγραφος ὑπάρχει παρ’ Ἑβραίοις, καὶ οὔτε τίνος ἐστὶ προγέγραπται, οὔτε ποίου τυγχάνει εἴδους· ἀλλ’ ἔστι ψιλὴ προφητεία ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι γενομένων λεγομένη· καὶ τοῦτο δὲ σημειώσει ὡς ἔν τισιν τῶν ἀντιγράφων, κατὰ τοὺς Ἑβδομήκοντα, ἐπιγέγραπται Ἀγγαίου καὶ Ζαχαρίου.

Blessed is he who shall repay you the recompense...Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου Ὁ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου Ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι, καὶ τὸν τὰ νήπια αὐτῶν προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά· καὶ γὰρ τῷ ὄντι, τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα, μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δὲ ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη εἰ ἃ πέπονθεν ποιήσειεν, καὶ ἀνταιχμαλωτήσειεν τοὺς Βαβυλωνίους, καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ Θεοῦ φόβον. Εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι, ἀλλὰ συντρίψειεν πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος.
Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας, καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων, οὐκ ἂν ἁμάρτοις εἰπών· ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ [ϟἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς]ϟ ἀναιρεῖν πρὸς τὸ μὴ αὔξειν, μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος.

Psalm 137ΨΑΛΜΟΣ ΡΛΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΖ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ὥσπερ ὁ τέλειος ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως καὶ ἰσχύος ἀγαπᾷ τὸν Θεὸν, οὐ διασπῶν τὰς δυνάμεις τῆς ἑαυτοῦ ἀγάπης περὶ ἄλλο τι, ἀλλ’ ὅλως ἀνηρτημένος μόνου τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖται εὐχαριστῶν τῷ Θεῷ. Θαρσῶν δὲ τῇ τοιαύτῃ αὐτοῦ παῤῥησίᾳ, καὶ εἰδὼς, ὅτι ἐν μεγάλῳ θεάτρῳ τῷ τῶν ἀνθρώπων βίῳ, θείων ἀγγέλων καὶ λειτουργῶν Θεοῦ ἐφορώντων, καὶ θεωμένων τὰς ἐν Θεῷ προκοπὰς αὐτοῦ, τὴν προσήκουσαν ἀποδίδωσι τῷ Θεῷ λατρείαν, καί φησιν· Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.

I will worship toward Thy holy templeΠροσκυνήσω πρὸς τὸν ναὸν ἅγιόν σου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Προσκυνήσω πρὸς τὸν ναὸν ἅγιόν σου. Προσκυνεῖν ἐπαγγέλλεται πρὸς ναὸν ἅγιον, τὴν Ἐκκλησίαν δηλῶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τύπος ὁ ἐπὶ γῆς ὑπῆρχε ναός· εἶτα χάριν ὁμολογεῖ καταξιωθεὶς ἐλέου καὶ ἀληθείας Θεοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος, περὶ τοῦ ἐλέους σου καὶ τῆς ἀληθείας σου, λέγει·
τυχὼν γὰρ ἐλέου Θεοῦ, τύπων καὶ συμβόλων ἀπήλλακται, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ λατρεύειν Θεῷ κατηξίωται.

Let all the kings of the earth confess to you, O LordἘξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βα- σιλεῖς τῆς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. Πολλάκις παρετηρήσαμεν, ὅτι τῶν ψαλμῶν οἱ μήτε ὕμνον, μήτε ᾠδὴν, μήτε ψαλμὸν, ἤ τι ἕτερον ἔχοντες προγραφὴν, ἄλλου παρὰ ταῦτα τυγχάνουσι χαρακτῆρος, ὁποῖος ὁ παρὼν προφητικῆς μετέχων δυνάμεως· διὰ γὰρ τῶν προλαβόντων ἐξομολογησάμενος ὁ Δαυὶ̈δ, Ἀλλ’ οὐκ ἐγὼ, φησὶ, ἐν βασιλεῦσι μόνος τούτου κατηξιώθην, πλεῖστοι δὲ τοιοῦτοι γενήσονται, δηλαδὴ μετὰ τὸ κήρυγμα τοῦ Σωτῆρος· καὶ μάλιστα ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ ἡ δευτέρα τοῦ Σωτῆρος γένηται παρουσία· τότε γὰρ ὀφθήσεται μεγάλη τοῦ Κυρίου ἡ δόξα· προστακτικῶς δὲ καὶ εὐκτικῶς ἔσθ’ ὅτε τὰ μέλλοντα δηλοῦται, κατά τινα τῶν Ἑβραίων συνήθειαν. Προφητεύει περὶ τῆς μελλούσης ἐξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνώσεως· Ἔσται γὰρ, φησὶν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ ῥήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾄσονται ἐν ταῖς ὁδοῖς Κυρίου. Ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχηκεν.
Ὁδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ.

The Lord is high, and looks upon the lowlyὙψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυὶ̈δ, θαῤῥεῖ ὡς ἐφορῶντος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ἐν ταῖς θλίψεσιν αὐτῷ συνασπιζομένου.

If I walk in the midst of trouble, you will revive me, 20Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσῃς με, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσῃς με, κ.τ.λ. Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου· Κύριος ἐπιτελέσει ὑπὲρ ἐμοῦ.

Psalm 138ΨΑΛΜΟΣ ΡΛΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΗ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. Ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει τινὰ διαστήματα μεμετρημένα παρὰ Θεῷ, πάντα μου τῆς ζωῆς τὸν χρόνον, φησὶ, καὶ τὴν ὁδὸν ἣν διῆλθον αὐτὸς ἐξιχνίασας.

Your knowledge is become wonderful from meἘθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Ἐπιβαίνει, φησὶ, τὴν ἐμὴν δύναμιν, καὶ ἐπέκεινά ἐστιν τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθενίαν διαφεύγει.

Your eyes saw my unformed substanceἈκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου.
Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τελεσθὲν καθορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ ἀπόνηρον, καὶ ἀνεξέταστόν μου· ἔργον γὰρ ἡ περίνοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ ἐστι ψυχὴ ἡ μήπω δι’ ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως.

Men of blood, depart from meἌνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ. Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. Εἰπὼν, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτεῖται καὶ ἀπελαύνει ἑαυτοῦ· ἀλλὰ καὶ μνημονεύσας ὅτι ἔσται τις καιρὸς ἐν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ’ αὐτῶν βλάβης. Ἐπεὶ δὲ καὶ εἰς ἐριστικοὺς λόγους καὶ ἔριδας, τὰς σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γραφὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμβάνουσιν οἱ ἑτερόδοξοι, καὶ οὐχ ὡς δεῖ· ἀποστρέφομαι καὶ ἐκκλίνω ἀπ’ αὐτῶν.

Test Me, O GodΔοκίμασόν με, ὁ Θεός

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δοκίμασόν με, ὁ Θεός. Εἰπὼν ἐν ἀρχῇ, Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με, νῦν ὡς μήπω δοκιμασθεὶς ἔφη, Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου.
Καὶ τότε μὲν εἴρηται, Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ἄρτι δὲ, Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου· μήποτ’ οὖν οὐκ ἐναντία λέγει. Τότε γὰρ ἁπλῶς δεδοκιμάσθαι καὶ ἐγνῶσθαι εἶπε, νῦν δὲ εὔχεται δοκιμασθῆναι, ὅπως γνωσθῇ ἡ καρδία αὐτοῦ· μεῖζον γὰρ τὸ καθαρὸν καὶ εὐθὲς τῇ καρδίᾳ τοῦ ἁπλῶς καθαρὸν καὶ εὐθῆ ὑπάρχειν· καὶ ὑπεραίρει τοῦ ἁπλῶς δοκιμασθέντα γνωσθῆναι τῷ δοκιμασθῆναι ἐπὶ τῷ γνωσθῆναι τὴν καρδίαν αὐτοῦ· ἀλλὰ καὶ τοῦ ἁπλῶς προοραθῆναι τὰς ὁδοὺς αὐτοῦ, μεῖζον τὸ γνωσθῆναι τὰς τρίβους ἐτασθέντας αὐτοῦ. Διὸ καὶ ἐπήγαγε· Καὶ ἰδὲ εἰ εἶδες ἀνομίαν ἐν ἐμοὶ, τουτέστιν ἐν ἕξει καὶ διαθέσει μου. Φέρεται καὶ οὕτως· Καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί· τουτέστι, κατανόησον εἰ ὥδευσέ ποτε ἐν τῇ ψυχῇ μου ἀνομία, ὡς ἴχνη τῆς ὁδοῦ αὐτῆς μεῖναι παρ’ ἐμοί. Ὅμως δὲ καὶ εἰ τοσαύτη ἐκ σοῦ καὶ διὰ σὲ κατώρθωταί μοι ἀναμαρτησία, ἀλλ’ οὖν σὺ ὡδήγησάς με ἐν ὁδῷ αἰωνίᾳ, ἐπὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἀγούσῃ.

Psalm 139ΨΑΛΜΟΣ ΡΛΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΛΘ. Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες πυρός. Δίκην γὰρ ὑφέξει πρὸς αὐτοῦ, νόσον ἔχων τοιαύτην.

An unjust man, evils shall hunt to destructionἌνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
Τί δέ ἐστιν εἰς διαφθοράν; ὅτι πολλοὶ θηρεύονται εἰς σωτηρίαν, ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν ἀλλ’ οἵ γε πονηροὶ ὅταν ὑπὸ τῆς κακίας θηρεύονται καὶ φθορᾶς· πᾶς γὰρ ἄδικος, ὥσπερ ὑπὸ οἰκείας νόσου διαφθαρεὶς ὑπὸ τῆς ἑαυτοῦ κακίας, δίκην ὑφέξει τὴν προσήκουσαν· ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν διαφθεῖραι.

I know that the Lord will maintain the cause of the afflictedἜγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτω-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ. Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα φησὶν ἐν τῷ Ἐκκλησιαστῇ· Τέλος λόγου τὸ πᾶν ἄκουε, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν, ἐάν τε πονηρόν· καὶ νῦν γὰρ, φησὶν, ὡς κρινεῖ ὁ Θεὸς ἐκδικῶν τὸν νῦν καταπονούμενον πένητα καὶ πτωχόν. Ἐπὶ χρηστὸν δὲ μετὰ ταῦτα τέλος κατέστρεψε τὸν ψαλμόν· διὸ καὶ Εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. Ὁ δὲ Σύμμαχος, παρὰ τῷ προσώπῳ σου, λέγει. Τί δὲ κρεῖττον τοῦ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τὸν Θεόν; κατὰ τὸν τοῦ Σωτῆρος μακαρισμὸν εἰπόντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οὗ τυχόντες εὐχαριστήσουσιν.

Psalm 140ΨΑΛΜΟΣ ΡΜ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 23:1394ΨΑΛΜΟΣ ΡΜ.
PG 23:1365Ἀκολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέγραπται· ἔστι δὲ τοῦ Δαυὶ̈δ, καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. Ἔχει δέ τι πλέον οὗτος δογματικώτερος ὢν, καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρχῆς παιδεύων· καὶ φησίν· Ἐκέκραξα· οὐ πάντως φωνῇ μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμβάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός· οὕτω καὶ Μωϋσῇ λέγεται εἰρηκέναι· Τί βοᾷς πρὸς μέ; Ἀλλ’ ὁ μεγάλα δόγματα περὶ Θεοῦ κεκτημένος, ὑπερβαλλούσῃ τε διαθέσει καὶ πίστει αἰτῶν τι παρὰ τοῦ Θεοῦ, οὕτως ἐκέκραξε πρὸς αὐτόν· διὸ καὶ θαρσῶν φησιν· Ἐπειδὴ τοιοῦτός εἰμι, καὶ τοιαῦτα βοῶ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ· ὡς καθαρὰν ἔχων οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν διὰ τῶν χειλέων φωνὴν ἀπὸ ψεύδους, ἐπιορκίας τε καὶ λοιδορίας. Οἷς καὶ ἀκολούθως ἐπήγαγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν Ἀπόστολον· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαγογγυσμῶν· κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνευσε, καὶ τῶν κατὰ πρᾶξιν· οἱ δὲ ἀσεβεῖς οὐδέποτε χεῖρας ἐπαίρουσι· διὸ λέλεκται πρὸς αὐτούς·
Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν· ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις, καὶ ἀρεσκόντως αὐτὰς τῷ Θεῷ ἐπιτελεῖν.

Incline not my heart to words of...Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Μὴ συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἁπλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἀντὶ δὲ τοῦ, προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, ὁ Σύμμαχος, ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε, σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπὼν, Σὺν ἀνθρώποις ἐργαζομένοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Οὐκ ἔσομαι γὰρ, φησὶν, ἅμα τούτοις, ἐὰν σὺ, Κύριε, φυλακὴν τῷ στόματι θείης, καὶ τὸν προκατασκευασθέντα μοι θησαυρὸν διατηρήσῃς. Ἐκλεκτοὶ δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ’ οἷς δρῶσι κακῶς· χειρόνων ὄντων τῶν ἄνευ προφάσεως, καὶ ἀνεπικαλύπτως ἀνομούντων.

Their judges were thrown down by the sides of the rockΚατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ὁ δὲ Σύμμαχος·
Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν· ἐκτιλήσονται ἐν χερσὶ πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται ῥήσεις μου ἡδίστας· ὥσπερ γεωργὸς ὅτ’ ἂν ῥήσσῃ τὴν γῆν, ὡς ἐσκορπίσθη ὑμῶν τὰ ὀστᾶ παρὰ τὸν ᾅδην. Τὴν αἰτίαν δὲ νῦν ἐπάγει τοῦ μὴ συνδυάζειν ἁμαρτωλοῖς· ἱκανὴ γὰρ αὐτῶν ἡ κοινωνία, φησὶ, διασκορπίσαι μου τὴν ψυχὴν, καὶ τῶν κακιῶν αὐτῶν ἔνδον ἀπολαβεῖν· τὸ δὲ ἐκτιλήσονται δηλοῖ, ὅτι καὶ τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους ἐκ ῥιζῶν, ὥσπερ ἀποτιλλομένους δυνάμει τοῦ στερεοῦ λόγου.

Take not away my soulΜὴ ἀντανέλῃς τὴν ψυχήν μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ὁ Σύμμαχος ἀντὶ τοῦ, οὐκ ἀντανέλῃς, μὴ ἀποκενώσῃς, τουτέστι, μὴ συγχωρήσῃς τὸν ἀποκείμενον ἐν τῇ ψυχῇ μου ἀγαθὸν θησαυρὸν ἀποκενωθῆναι· τότε γὰρ ἀφόβως ἀπελεύσομαι, φησὶν, ὅτ’ ἂν ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις.

Psalm 141ΨΑΛΜΟΣ ΡΜΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΜΑ. Συνέσεως τῷ Δαυὶ̈δ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Καὶ ὁ νϛ ὁμοίαν ἔχει τὴν ἐπιγραφὴν οὕτως· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυὶ̈δ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κεῖται δὲ ἡ ἱστορία ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν·
Καὶ ἀνέβη Δαυὶ̈δ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς Ἐγγαδδί· καὶ ἐγένετο ὡς ἐπέστρεψε Σαοὺλ ὄπισθεν τῶν ἀλλοφύλων· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, Ἰδοὺ Δαυὶ̈δ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί. Καὶ παρέλαβε Σαοὺλ τρισχιλίους ἄνδρας ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ, καὶ ἐπορεύθη τοῦ ζητεῖν τὸν Δαυὶ̈δ καὶ τοὺς ἄνδρας τοὺς μετ’ αὐτοῦ, ἐπὶ πρόσωπον τῆς θήρας τῶν ἐλάφων· καὶ ἦλθον εἰς τὰς μάνδρας τῶν προβάτων ἐπὶ τὴν ὁδὸν καὶ ἐπὶ τὸ σπήλαιον· καὶ εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον ἀποκοινῶσαι τοὺς πόδας αὐτοῦ· καὶ Δαυὶ̈δ καὶ οἱ ἄνδρες μετ’ αὐτοῦ ἐν μέρεσι τοῖς ἐσωτέροις τοῦ σπηλαίου ἐκάθηντο. Προεγράφη ἡ ἱστορία ἡ περὶ Σαοὺλ καὶ τοῦ σπηλαίου· τὸ δὲ τοῦ Δαβὶδ ὄνομα διαφόρως ἑρμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαφόρως λαμβάνεται· ὅτε γὰρ εἰς πρόσωπον τοῦ Κυρίου εὑρήσεις, οὕτω κείμενον ἑρμηνεύεται πεποθημένος· ὅτε δὲ εἰς πρόςωπον τῶν ἁμαρτανόντων καὶ ἐπιστρεφόντων, ἑρμηνεύεται ἐξουθενημένος, διὰ τὰς ἁμαρτίας αὐτοῦ.
Νῦν τοῦ Δαυὶ̈δ ὄνομα λαβεῖν ἔστιν εἰς τὸν λαὸν τὸν ἡμαρτηκότα καὶ εἰς σύνεσιν ἐλθόντα, καὶ ἐν σπηλαίῳ αὑτὸν κατακλείσαντα, καὶ προσευχόμενον μετὰ δακρύων ἰσχυρῶς, καὶ ἐξομολογούμενον, ὡς καὶ αὐτὸ τὸ ἐπίγραμμα τοῦτο δηλοῖ· ὁμοίως δὲ καὶ ὁ ψαλμὸς ταῦτα διδάσκει. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ’ ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος, παντὸς δρασμοῦ καὶ φυγῆς ἐπεκέκλειστο, οὔτε μία τε παρῆν αὐτῷ βοηθείας ἐλπίς· ἀλλ’ οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυόμενος ἢ ἐπιζητῶν. Ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθροὺς, ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυὶ̈δ, εἰκότως ἔλεγεν τὸ, Ἔκρυψαν παγίδα μοι. Ἀλλ’ οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς παγίδος διὰ τὴν προκειμένην προσευχήν· θαρσῶν δὲ τῇ τοῦ βίου αὐτοῦ πορείᾳ, ταῖς τε πράξεσι καὶ ταῖς ὁδοῖς αἷς ἐβάδιζεν, ἀδίκως ἐλαυνόμενος καὶ πολεμούμενος, φησὶ τῷ Θεῷ· καὶ σὺ ἔγνως τὰς τρίβους μου.

To Thee, O Lord, have I criedΠρὸς σὲ, Κύριε, ἐκέκραξα

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πρὸς σὲ, Κύριε, ἐκέκραξα. Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν Κύριον·
ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι, πλησίον παρόντος τοῦ ἐχθροῦ· τὴν μόνην δὲ ἐλπίδα αὐτοῦ τὸν Θεὸν ἔχειν ὁμολογήσας, οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· ἀλλὰ καὶ εἴ τις ἔσται γῆ ζώντων, ὁμολογῶ, φησὶ, μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ Θεὸς, ἡ μερίς μου ἐν γῇ ζώντων· ὡς εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζώντων. Ζώντων δὲ γῆ, οὐχ ἡ πατουμένη νῦν πρὸς ἡμῶν, θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη, ἀλλ’ ἣν κληρονομήσουσιν οἱ πραεῖς· ἐφ’ ᾗ ζῶντες πάντες κατὰ τὴν αἰώνιον ζωὴν διατρίβουσιν.

There was no one who recognized meΟὐκ ἦν ὁ ἐπιγινώσκων με

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐκ ἦν ὁ ἐπιγινώσκων με. Οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ὁ ὑπὸ τῶν προί̈στασθαι τῶν ἐκκλησιῶν νομιζομένων ἀμελούμενος καὶ μηδόλως ἐκζητούμενος εὐκαίρως τοῦτο ἐρεῖ· καὶ τὸ ἑξῆς ἐπιφέρει τὸ κεκραγὸς πρὸς τὸν Θεὸν, καὶ μὴ ἐλπίζειν ἐπὶ ἡγουμένοις, ἀλλ’ ἐπὶ Κυρίῳ, καὶ μερίδα ἔχειν ἐν γῇ ζώντων καὶ οὐκ ἐν ἐπιλελησμένῃ γῇ.

Psalm 142ΨΑΛΜΟΣ ΡΜΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΨΑΛΜΟΣ ΡΜΒ. Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερβαλλούσαις ἐξεταζόμενος, εὐκαίρως χρήσαιτο τῇ προκειμένῃ προσευχῇ· διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός. Ἀκούει μὲν οὖν πάντων ὁ Κύριος, ὀλίγων δὲ εἰσακούει·
ἐὰν τῶν δεομένων ἡμῶν ἐπακούσωμεν, ἀκουσθησόμεθα καὶ αὐτοί· ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχῇ ἀκροατὴν καλεῖ τὸν Θεόν. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν, ἀλλ’ ἐπιγεγράφθαι, Ψαλμὸς τῷ Δαυὶ̈δ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. Οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο· τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά.

My spirit is overwhelmed within meἨκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου. Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ μνησθεῖσα πῶς ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτῆς, καὶ ὡς ἐκάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· ταραχθεῖσα δὲ, φησὶν, ἡ καρδία μου ἐν αὐτῇ, ἔνδον ἐπέσχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα, ὡς εἰς φανερὸν ἐλθεῖν τοῖς πᾶσι, καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν.

I have remembered the days of oldἘμνήσθην ἡμερῶν ἀρχαίων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων. Ἐπεὶ καὶ ὁ Μωϋσῆς προστάττει λέγων, Μνήσθητε ἡμέρας αἰῶνος· καὶ ὁ Δαυὶ̈δ πάλιν φησὶ, Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα· εἰκότως θεραπεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν, ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας, τὰς πρὸ τῆς ταραχῆς, ἐν αἷς κατώρθου, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας·
καὶ τὴν μνήμην ἀναλαβὼν, μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ, οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν ἀναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς παλαιοὺς μετὰ μυρίας θλίψεις καὶ πειρασμοὺς ἐπεσκέπτετο ὁ Θεὸς, καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. Ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχὴν, παιδευόμενος, ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος, οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή· ἐφορᾷ δὲ καὶ ἐφέστηκε πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου · ἡ ψυχή…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων, τὰς χεῖράς μου, καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέτασα, οὕτως διψῶν σου, ὁ Θεὸς, καὶ τῆς παρὰ σοῦ ἰάσεως, οὐ μόνον ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὀρέγεται τοῦ ἐπ’ αὐτὴν κατιόντος ὑετοῦ. Εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν Θεὸν τοιαύτη ἐστίν·
καθ’ ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυῖα καρπῶν ἀγαθῶν ὑπάρχει· σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Hear me speedilyΤαχὺ εἰσάκουσόν με, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ταχὺ εἰσάκουσόν με, κ.τ.λ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Ἐν τοῖς κατεπείγουσι καιροῖς τῶν περιστάσεων ἤτοι ἐν διωγμοῖς ἢ τοῖς ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύει τινὸς ἡ ψυχὴ, ἐκλείποντος τοῦ ἐν αὐτῇ πνεύματος, καὶ τῆς καρδίας ἐν αὐτῇ ταραττομένης, προσήκει ὁμοίως τῷ Δαυὶ̈δ λέγειν εὐχομένους τὰ Χριστοῦ, Εἰσάκουσόν με, Κύριε· οὐ μὴν ἐπὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἀναγκαῖον κεχρῆσθαι. Ἐφ’ ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοῖ με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σου ἐστὶν ἐν ἐμοὶ, καὶ πᾶσά μου ἀπελήλαται σκοτία· ὥστ’ ἂν εἰπεῖν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ ἐν ᾗ γίνονται πάντες οἱ καταβαίνοντες εἰς λάκκον· ἐν ᾧ λάκκῳ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καλούμενον σκότος ἐξώτερον.

Cause me to hear your mercy in the morningἈκουστὸν ποίησόν μοι τὸ πρωὶ̈ τὸ ἔλεός σου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ̈ τὸ ἔλεός σου. Ἐν τοῖς πειρασμοῖς ἐλέους θείου δεόμεθα·
ὅπερ γένοιτ’ ἂν ἐν ταῖς προσευχαῖς ἐγρηγορότως σχολάζοιμεν, καὶ μάλιστα κατὰ καιρὸν τὸν ἑωθινὸν, ὥστε δύνασθαι λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.

Make known to me, O Lord, the way in which I should walkΓνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι. Ἀπὸ τοῦ χαμαὶ κεῖσθαι τὴν ἐμὴν πρὸς σὲ ψυχὴν ἀνατείναντι μετανοίας δεῖξον ὁδὸν, ἢ τὴν ἄγουσαν μετὰ σώματος ἀπαλλαγὴν ἐπὶ τὰ οὐράνια· θνητὸς γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; τάχα δέ τις τὰς προτέρας ὁδοὺς Μωϋσέα καὶ τοὺς προφήτας βαδίσας, κατὰ τὸ, Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, μετὰ ταύτας τὴν ὁδὸν ζητῶν τὴν ἀγαθὴν, τῷ ταύτης ἐρεῖ πατρὶ, καὶ γινώσκοντι τὴν ὁδὸν τῶν υἱῶν τὸ, Γνώρισόν μοι ὁδὸν ταύτην ἐν ᾗ πορεύσομαι· ἥτις ἐπινεύσαντος τοῦ Πατρὸς ἑαυτὴν ἐμφανίζουσα λέγει τοῖς ἀξίοις· Ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ.

For thy name's sake, O LordἝνεκεν τοῦ ὀνόματός σου, Κύριε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε. Ὅμοιον τοῦτο τῷ, Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· οὐ γὰρ ἐφ’ ἑαυτοῖς χρὴ θαῤῥεῖν. Ὁ δὲ τοὺς πειρασμοὺς ὑπομείνας γενναίως ἐλπιζέτω τούτων τυχεῖν, ὡς ἂν στενὴν καὶ τεθλιμμένην ὁδεύσας.

In your righteousness you shall bring my soul out of troubleἘν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.
Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν τὴν ζωὴν αὐτοῦ, καὶ ἐν σκοτεινοῖς αὐτὸν καθῆσαι· καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ἐνοχλούμενος τὴν ψυχὴν θλίβεται· οὐδενὸς δὲ ἄλλου ἔν ..ν τοιαύτης θλίψεως ἐλευθεροῦντος, ἢ τοῦ τὸ κρυπτὸν τῆς καρδίας εἰδότος Θεοῦ. Ἀλλὰ καὶ ὁ ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμενος θλίβοιτο ἂν μεγάλως ὅτε μάλιστα, οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα, εὐλαβεῖται μὴ ἀποσφαλῇ τῆς ἀληθείας· ἐξάγει δὲ ψυχὴν πάσης θλίψεως τοιαύτης, ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων ταῖς ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδεικται. Ἐλέει δὲ Θεοῦ ἐξολοθρευθήσονται οἱ ἐχθροὶ, οὐ κατ’ οὐσίαν φθειρόμενοι, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλόντες, δι’ ἣν ἐχθροὶ τοῦ δικαίου καὶ θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Ἐκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν παρακαλούμενον, ἐπήγαγε τὸ, Ὅτι ὁ δοῦλός σου εἰμὶ ἐγώ. Κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρηματίσαι Θεοῦ δοῦλον. Δείκνυσι δὲ τὸ μέγεθος τούτου καὶ ὁ Σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ·
Page scan enlarged

Notebook

Full View