PG 36Gregory of Nazianzus
Interpretation of Ezekiel
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Monitum (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 36:663〔Editorial preface, from the Migne page scan (OCR)〕 tionibus, quædam reperiun.ur opuscula, quæ, cum falso Theologo hostro ascribantur, in Appendice hujus editionis collocanda judicavimus. Ac primo quidem inter spuria Gregorii opera reponendam putamus hanc jucubratiunculam, cujus inscriptio : Signifcatio, seu potius, observatio, adnotatio & in Ezechielem. » Lam esse « Gregorio prorsus indignam » Tillemon- tius () pronuntiavit. sane, perperam nobis orationis nomen sibi vindicare videtur. Rectius enim inscriberetur: « Breves et indigeste adnotationes in Ezechielem, et alia quædam Scripturæ loca. » Id certe colligitur, tum ex hujus opusculi forma et serie, tum ex isto codicis maximi Colbertini scholio, in quo legimus : «Adnotationes istæ non solum circa Ezechie- lem versantur, sed etiam circa alia quædam Scripturarum loca. » Mirum profecto videri debet, quod tam informis fetus Gregorio tribuatur, ac inter peregregias ipsius orationes locum obtinuerit. Quotquot enim sunt in arte critica magistri hunc fetum ex Theologi () Τὰ ἐπὶ τῷ τάφῳ σημεία. Intelligit Gregorius () Αναδησάμενος. Pur., ἀναδυόμενος. () Σου. Deest in pluribus codd. () Αναγκαίων. Reg. ph addit, τῶν ὑπὲρ τῶν () Στήσαις. Savil., στῆσαι. () Πνεύμα. Reg. bi et Or. 1, τὸ Πνεῦμα. () Πρέπει. Deest in Regg. Ium, pu et duobus () Αἰῶνας τῶν αἰώνων. Sic duo Coisl., Or. 1 et () T. IX, p. . Α τῷ τάφῳ σημεῖα (), τὰ μετὰ τὸν τάφον, ἃ τίς ἂν Αι, ο Ο Β ἀξίως ὑμνήσειεν ; Οὐδὲν δὲ οἷον τὸ θαῦμα τῆς ἐμῆς σωτηρίας· ῥανίδες αἵματος ὀλίγαι κόσμον ὅλον ἀνα- πλάττουσαι, καὶ γίνονται καθάπερ οπὸς γάλακτι πᾶσιν ἀνθρώποις, εἰς ἓν ἡμᾶς συνδέουσαι καὶ συνάγουσα:. Λ'. 'Αλλ', ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παν- τὰς τοῦ κόσμου καθάρσιον ! ὡς γὰρ ἐμψύχω σοι δια- λέξομαι. "Ω Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύναμις ! χαίρω γὰρ πασί σου τοῖς ὀνόμασιν. Ο νοῦ τοῦ μεγάλου γέννημα, καὶ ὅρμημα, καὶ ἐκσφράγισμα ! ὦ Λόγε νοούμενε, καὶ ἄνθρωπε θεωρούμενε, ὃς πάντα φέρεις ἀναδησάμενος () τῷ ῥήματι τῆς δυνάμεώς σου () ! νῦν μὲν ἔχοις τὸν λόγον τοῦτον, οὐκ ἀπαρχὴν, ἀλλὰ συμπλήρωσιν ἴσως τῆς ἡμετέρας καρποφορίας, χαριστήριον τὸν αὐτὸν καὶ ἱκέσιον μη- δὲν κακοπαθεῖν ἡμᾶς ἔξω τῶν ἀναγκαίων () καὶ ἱερῶν, οἷς συνεζήσαμεν· καὶ στήσαις () τῷ σώματι τὴν καθ' ἡμῶν τυραννίδα (ὁρᾷς ὅσην, Κύριε, καὶ ὡς κάμπτουσαν), ἢ τὴν σὴν ψῆφον, εἰ παρὰ σοῦ καθαι ροίμεθα. Εἰ δὲ καταλύσαιμεν ἀξίως τοῦ πόθου, καὶ δεχθείημεν ταῖς οὐρανίαις σκηναῖς, τάχα σοι καὶ αὐτόθι θύσομεν δεκτὰ ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον, ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα () τὸ ἅγιον· ὅτι σοὶ πρέπει () πᾶσα δόξα, τιμή, καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων (). Αμήν. ο σῶν ἐντολῶν, καμάτων, καὶ πόνων ἱερῶν, οἷς, τῶν αἰώ νων. Σημασία εἰς τὸν Ἰεζεκιήλ· « Εt Οὐ μόνον τοῦ Ἰεζεκιήλ εἰσιν αἱ σημειώσεις, ἀλλὰ καὶ ἑτέρων τινῶν γραφικῶν· APPENDIX. mae et communi resurrectioni asserendam resur- gentes; signa partim ad sepulcrum, partimn post se- pulcrun edita, quæ, quis est, qui pro dignitate lau- dare queat? Nullum tamen cum salutis meæ mira- culo conferendum est; in quo exiguæ cruoris guitæ orbem universum instaurarunt, atque idem, quod lacti conjungentes et constringentes. B XXX. Pascha, magnum, inquam, et sa- crum Pascha, totiusque mundi piaculum! Te ením quasi vita prælitum alloquar. Verbum Dei, et lux, et vita, et sapientia, et potentia! Omnibus enim no- n.inibus tuis oblector. O magnæ illius mentis sobo- Jes, et progressio, ac signaculum! O Verbum in- tellectile, et homo aspectabilis, qui omnia potentiæ tua verbo devinela portas : hanc velim orationem, non ut primitias, sed ut extremnam fortasse oblatio- nem nostram habeas, quam tibi duplici nomine of- fero, tum ut pro acceptis beneficiis tibi gratias ágam, tum ut supplex rogein, ne ad sacras et ne- cessarias curas, in quibus omnis vila nostra versata est, quidquam afflictionis adjicias; ac corporis in nos tyrannidem (quæ quanta sil, vides, Domine, quamque me curvet), vel sententiam tuamn, si qui- đem a te purgemur, sistas atque comprimas. Quod si, qualem expetimus, vitæ finein nanciscamur, al- que in coe
PG 36:665ΣΗΜΑΣΙΑ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΛ. Νομίζομεν τὸν ἄνθρωπον εἶναι τὸ λογικόν· τὸν λέοντα, τὸ θυμικόν· τὸν μόσχον, τὸ ἐπιθυμητικόν· τὸν ἀετὸν, τὴν συνείδησιν ἐπικειμένην τοῖς λοιποῖς, ὅ ἐστι πνεῦμα παρὰ Παύλου λεγόμενον τοῦ ἀνθρώπου· τὸν ἐπικαθεζόμενον, τὸν Πατέρα· τὸ δὲ πνεῦμα, τὸ Πνεῦμα τὸ ἅγιον· τὴν δὲ νεφέλην, τὸν Υἱόν· ἀπὸ βοῤῥᾷ δὲ, ἀπὸ τῆς εἰσαγωγικῆς, ἐπὶ τὰ κρείττονα ὁδεύοντα. Φέγγος, διὰ τὸ φωτίζεσθαι· πῦρ δὲ, διὴ τὴν παίδευσιν· τὸ ἐξαστράπτον, ὅτι ἐκ διαλειμμάτων αἱ κολάσεις· τὸ δὲ κεκαθαρμένον τῆς ψυχῆς, ἤλεκτρον λέγεται· σημειωτέον, ὅτι τὸ τοῦ ἀνθρώπου ὁμοίωμα προηγεῖται. Πᾶσα δὲ ἡ λογικὴ φύσις πτερουμένη ἐστὶ πτεροῖς πνευματικοῖς. Συσφίγγουσι δὲ ἀλλήλους, διὰ τὸ κοινωνικὸν καὶ τὴν ὁμόνοιαν. Χεὶρ δὲ ἀνθρώπου ὑποκάτω, διὰ τὸ εὔτακτον. Τὸ δὲ στερέωμα, διὰ τὸ στεῤῥόν. Ἶριν δὲ, διὰ τὴν εἰρήνην καὶ διαθήκην τὴν πρὸς ἡμᾶς ὑπὸ τοῦ Θεοῦ. Σάπφειρος, τὰ ἀπόῤῥητα· κρύσταλλος, τὸ καθαρὸν καὶ ἄδολον. Ὀρθοὶ οἱ πόδες, διὰ τὸ βάσιμον καὶ μόνιμον. Πῦρ ἐν μέσῳ συστρεφόμενον, οὐχὶ χαῦνον καὶ διαῤῥέον. Φέγγος δὲ, διὰ τὸ τέλος τῆς ἀναπαύσεως.
Τὸ ἴχνος δὲ τῶν ποδῶν, ὡς μὲν ὁ Σύμμαχος, μόσχου, διὰ τὸ γεωπόνον· ὡς δὲ Ἀκύλας, στρογγύλον, διὰ τὸ κάλλιστον τῶν σχημάτων. Τὸ εἶδος δὲ τῶν τροχῶν, ὡς μὲν ὁ Σύμμαχος, ὑακίνθινον. Ἀνέκαμπτον δὲ, ὡς εἶδος τοῦ βεζὲκ, ὡσεὶ δυσοδοῦντα, τὸ ὅλον τοῦ φωτὸς μὴ ἔχοντα, ἀλλ’ ὡς εἶδος τοῦ βεζὲκ, ὅ ἐστι τῆς ἀστραπῆς. Ἐὰν μὲν ἀπαρτίσῃ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, κυριεύει τῶν ἄλλων ἀνθρώπων· εἰ δὲ μὴ, τὸ ἐναντίον συμβαίνει. Ἔχει τι ὁ λέων, τὸ γαῦρον, τὸ εὔτονον, ἵνα καλῶς αὐτῷ χρησώμεθα. Τὸν δὲ μόσχον, ἵνα δεόντως ἐπιθυμῶμεν. Ἡσαί̈ας λέγει· Ἁγιάσεις αὐτὸν ἐν πυρὶ καιομένῳ. Ἀπὸ ὀσφύος, καὶ ἄνω, ἤλεκτρον· τὰ γὰρ ἄνω οὐ δεῖται κολάσεως. Ἀπὸ ὀσφύος, καὶ κάτω, πῦρ, τὰ γενέσεως πράγματα· ταῦτα δὲ κολάσεως δεῖται. Τὸ Πνεῦμα πρῶτον ἐξαίρει καθαῖρον· εἶτα τοὺς μὴ καθαρθέντας ἐκ τούτου τὸ πῦρ καθαίρει. Τὸ δὲ φέγγος, χρηστὸν τέλος. Τοιαῦται γὰρ αἱ κολάσεις. Εἷς ὅρος δημιουργοῦ, τὸ τὴν ὑποκειμένην ὕλην, ὡς βούλεται, καὶ ὡς ἐνδέχεται τῇ τέχνῃ ποιεῖν· ὥσπερ ὁ Θεὸς ἀγαθὸς καὶ σοφὸς, ἀλλ’ οὐχ ὡς ἡμεῖς, οὕτως καὶ δημιουργός· ἐπειδὴ ἁπλοῦς καὶ ἀσύνθετος· ἡμεῖς γὰρ σύνθετοι ὑπάρχοντες, οὐχ οὕτως ἐσμέν.
PG 36:667Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς, τοὺς σοφοὺς τὰ τέκνα λέγων. Καὶ πάλιν αὐτὸς αὐτοῖς ὁ Σωτήρ φησιν ἐν τῷ· Σοφώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, ἐν τῇ γενεᾷ αὐτῶν· υἱοὺς φωτὸς λέγων τοὺς πεφωτισμένους τῇ γνώσει. Καὶ, Ἦμεν φύσει τέκνα ὀργῆς, οὐ τὸ κατὰ φύσιν λέγων, ἀλλ’ ὅτι ἐν ἀληθείᾳ ὑπεύθυνοι ὀργῆς τυγχάνουσιν οἱ ἁμαρτάνοντες. Καὶ περὶ τοῦ Ἰούδα γέγραπται, ὅτι Υἱὸς ἀπωλείας· ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπε, τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι. Ἡσαί̈ας ἔτεσι τρισὶ γυμνὸς καὶ ἀνυποδέστατος διήγαγε. Τὸν Μωσέα φασὶ μετὰ τὸ ἀκοῦσαι τῶν χρησμῶν τοῦ Θεοῦ, μηκέτι ἅψασθαι τῆς γυναικὸς, μηδὲ τεκνοποιῆσαι. Βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, φασὶν, ὅτι ὁ ναὸς ὁ ἐν Ἱεροσολύμοις οἰκοδομηθήσεται ὕστερον, ὡς τοῦ Ἀντιχρίστου πιστευθησομένου ὑπὸ Ἰουδαίων Χριστοῦ εἶναι, καὶ καθεσθησομένου, καὶ δόξοντος ὅλης τῆς οἰκουμένης εἶναι βασιλέως. Ἥξει δὲ ἐπ’ ἐρημίᾳ τοῦ κόσμου· βδέλυγμα γάρ ἐστι τῆς ἐρημώσεως. Λέγονται οἱ τρεῖς παῖδες, οἱ ἐν Βαβυλῶνι, καὶ κατὰ τὴν κάμινον, παῖδες εἶναι τοῦ Ἐζεκίου, καὶ Ἱεζεκιὴλ δοῦλος γεγενῆσθαι πρότερον Ἱερεμίου.
Continue reading PG 36: Oratio XLIII →≣ entire volume
Page scan enlarged

Notebook

Full View