PG 69Cyril
Exposition on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 69:1110Καὶ ἵνα τὴν ἐπιγραφὴν πᾶσαν ἰσχνῶς θεωρήσωμεν, τὸ μὲν »Εἰς τέλος« σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ’ ὃν ἔμελλε πληροῦσθαι τὰ προφητευόμενα, τά τε κατὰ τὸν Ῥαψάκην καὶ τοὺς Ἀσσυρίους, τά τε κατὰ τὴν Χριστοῦ παρουσίαν. Ὅ τε γὰρ τῶν Ἀσσυρίων παράδοξος ὄλεθρος χρόνοις πολλοῖς ὕστερον ἐγένετο μετὰ τὸν Δαβὶδ (οὗ χάριν καὶ »Ὑπὲρ χορείας« ἐπιγράφεται ἣν ἐποιήσαντο οἱ τῆς σωτηρίας τετυχηκότες,) τό τε σωτήριον τοῦ Θεοῦ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος ἐπιφανὲν τοῖς ἐπὶ γῆς. χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκεκροτημένην. Καίτοιγε πεποίηται ὁ ψαλμὸς ἐπὶ τέρψεσι καὶ χορείαις ταῖς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γεγενημέναις, ὅτε κεχρημάτικεν ἄνθρωπος ὁ Μονογενής. Τὸ δὲ συνέσεως ἀναγκαίως πρόσκειται, ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τὴν τῆς ψαλμῳδίας διάνοιαν. »Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.« (κ φ. 102.) Ὀστᾶ τὰς δογματικάς φησι δυνάμεις τῶν ἀσεβῶν, ἃ ταῖς ἰδίαις ἐνέθηκαν συγγραφαῖς, προσκυνεῖν ἀναπείθοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. ΨΑΛΜΟΣ ΝΖ. »Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ.« (α φ. 298.
) Οὐ μάτην δὲ πρόσκειται τὸ »ἐν τῇ γῇ·« κἂν γὰρ ἐν καρδίᾳ τίς ἀνομίαν ποιήσῃ, ἐν τῇ γῇ ἐνεργεῖ αὐτὴν, τουτέστι περὶ τὰ ὑλικά. Ἀκούσαιεν δ’ ἂν καὶ Ἰουδαῖοι· Κρίνατε εὐθεῖα, καὶ λογίσασθε παρ’ ἑαυτοῖς εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα· δείκνυσθε γὰρ ἀδικίαν ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες. Εἰ γὰρ καὶ οἱ λόγοι χρηστοὶ, δι’ ὧν ἐκδικεῖν βούλεσθε τὸν νόμον, ἀλλ’ ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀδικίας πεπλήρωνται, ἔλεγχος οὖσαι τῶν ἐν καρδίᾳ νοημάτων, ἄπερ ἐν γῇ δύνανται λανθάνειν, οὐ μὴν καὶ ὅταν πάντα γυμνὰ κρίνηται. Εἶτα ἐπάγει, σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων, τὰς μετὰ ταῦτα φωνὰς, λέγων· »Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας.« (α φ. 298 β.) Εἰσὶ δέ τινες οἱ μὴ εἰδότες τὸ ἔθος τῆς ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φράσεως, καὶ νομίζουσιν ἀπηλλοτριῶσθαί τινας ἀπὸ Θεοῦ ἐκ μήτρας αὐτῆς, καὶ οἱονεὶ ἐξ αὐτῆς πεπλανῆσθαι γαστρὸς καὶ πρὸ τῆς τοῦ λόγου συμπληρώσεως.
PG 69:1112Ἔστι δὲ τοῦτο οὐδὲν ἕτερον εἰπεῖν, ἢ ἐκεῖνό που πάντως, ὅτι κατὰ φύσιν ἐστὶ τὸ κακὸν, καὶ γεγόνασί τινες ἐξ αὐτῆς τῆς δημιουργίας, οἱ μὲν ἀγαθοὶ τὸν τρόπον, οἱ δὲ κακοί. Ἔστι δὲ Μανιχαίων τὸ οὕτω φρονεῖν, μᾶλλον δὲ παραφρονεῖν· οὕτω γὰρ εἰπεῖν ἀληθέστερον. Ἐπιτήρει τοίνυν, ὅτι οὐκ εἴρηκεν ὁ μακάριος Δαβὶδ ἀπηλλοτριώθησαν ἀπὸ Θεοῦ τινες, ἁπλῶς δὲ μᾶλλον καὶ ἀπολελυμένως οὐκ ἀπὸ Θεοῦ μᾶλλον, ἀλλ’ ἀπὸ μήτρας. Ὡς γὰρ ἤδη γεγονότες, φησὶν, ἁμαρτωλοὶ ἀπηλλοτριώθησαν μήτρας καὶ γαστρὸς, τουτέστι ξένοι γεγόνασι καὶ μακρὰν, οὐ μήτραν ἔχοντες καὶ γαστέρα νοητὴν, τίκτειν δυναμένην καρποὺς ἀγαθούς. Τὰ μὲν γὰρ ἀπὸ γῆς ἡμῶν σώματα τίκτουσι κατὰ τὴν ἰδίαν φύσιν· αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, καθάπερ ἀπὸ γαστρὸς καὶ μήτρας τῆς ἑαυτῶν καρδίας, ἐκφέρουσι καρποὺς ἀγαθοὺς, ἄνωθεν καὶ παρὰ Θεοῦ τὰ τῆς εὐσεβείας δεχόμεναι σπέρματα. »Ἐπλανήθησαν, ἀπὸ γαστρὸς ἐλάλησαν ψευδῆ.« (α φ. 299.) Δείκνυσι δὲ ἡ προφητεία καὶ τοὺς Ἰουδαίους, μηδεμίαν τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν, οἳ τῇ προγνωστικῇ τοῦ Θεοῦ προνοίᾳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ’ αὐτῷ, καὶ πρὸ τοῦ συλληφθῆναι οὐκ ἠγνοοῦντο.
Ἐλάλησαν δὲ ψευδῆ οὐκ ἀπὸ γαστρὸς, ἀλλ’ εἰς ἡλικίαν ἐλθόντες. Συνήθως μέντοι τῇ ἀναδιπλώσει ὁ Δαβὶδ κέχρηται· τὸ γὰρ »Ἀπηλλοτριώθησαν« ταυτὸν τῷ »Ἐπλανήθησαν,« καὶ »ἡ μήτρα« τῇ »γαστρὶ,« ἵνα ᾗ τὸ δι’ ἀμφοτέρων δηλούμενον τοιοῦτον· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἐλάλησαν ψευδῆ· ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα. Ἄκουε γάρ· »Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοιότητα τοῦ ὄφεως.« »Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον.« (φ φ. 86 β.) Τὸ διατρέχον ὕδωρ οὐχ ἕστηκεν ἐν τῷ αὐτῷ. Κατὰ τὸν ἴσον οὖν τρόπον καὶ οἱ δυσσεβεῖς οὐ μένουσιν ἐν εὐημερίαις, ἀλλ’ οἷον ὡσεὶ ὕδωρ τρέχον, δρομαῖοι βαδιοῦνται πρὸς ὄλεθρον. »Ἐντενεῖ τὸ τόξον αὐτοῦ.« (φ φ. 86 β.) Τόξον δὲ ὅταν ἀκούσῃς ἐπὶ Θεού, ὀργὴν ἐννόει θανατηφόρον. »Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται.« [ ξοδ. μ φ. 95. ] Δίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσονται. Τοῦτο γάρ ἐστι· »Καὶ οὐκ εἶδον τὸν ἥλιον.« »Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, κ.τ.λ.« (ε φ 106.
PG 69:1114) Τὸ ἄρα ἐν τούτοις οὐκ ἀμφιβάλλοντός ἐστιν, πεπληροφορημένου δὲ μᾶλλον καὶ πεπιστευκότος καὶ οἷον ἤδη συννεύοντος, ὅτι καρπὸν ἔχει τῆς εἰς Θεὸν ἀγάπης, καὶ τὴν παρ’ αὐτοῦ φειδὼ καὶ ἐπικουρίαν. Ἦ γὰρ σώζεται μὲν αὐτὸς, ὡς ἔφην, ἐπαμύνοντος τοῦ Θεοῦ· κολάζεται δὲ δι’ αὐτὸν ὁ ἁμαρτωλός. ΨΑΛΜΟΣ ΝΗ. »Ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου.« (ε φ. 106 β.) Οὐ γὰρ διελελοίπασιν οἱ τάλανες Ἰουδαῖοι τὰ τῆς αὐτῶν δυστροπίας ἐπιφέροντες τῷ Χριστῷ, καὶ παγίδας ἀρτύοντες καὶ δόλους, καὶ πάντα τρόπον ἀνόσιον ἐγχειρημάτων κατασκευάζοντες. »Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, κ.τ.λ.« (α φ. 306.) Τὸ ἀναμάρτητον ὁ Δαβὶδ ἐν μόνῳ θεωρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα Χριστῷ, καὶ τὴν τῶν ὁμοφυλίων Ἰουδαίων κατ’ αὐτοῦ μανίαν προθεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνάμεων τῶν ἀγγελικῶν Κύριον καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, καταλιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, μᾶλλον μὲν οὖν μηδεμιᾶς αὐτοὺς συγγνώμης ἀξιῶσαι ὡς θεοκτόνους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν καὶ τῷ τῆς θεογνωσίας καταυγάσαι φωτί.
Οὐ μόνος δὲ ὁ Δαβὶδ εὔχεται ἐπιστροφὴν μὲν τῶν εἰδωλολατρῶν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν, ἀλλὰ καὶ ὁ Κύριος. Ἄκουε γοῦν ὅπως καὶ πρὸ τῆς ἐνανθρωπήσεως, ὡς ἤδη γεγονὼς καθ’ ἡμᾶς, ὑπὲρ παντὸς τοῦ κόσμου τὰς διαλέξεις ποιεῖται πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἐπεσκέψατο μὲν γὰρ καὶ πάλαι Θεὸς τοὺς ἐπὶ τῆς γῆς, ἀλλ’ ἦν ἐπὶ μόνον τὸν Ἰσραὴλ ἡ ἐπίσκεψις· καὶ πεπαιδαγώγηκεν ὁ Μωσῆς διὰ τύπου καὶ σκιᾶς ἀναφέρων ἐπὶ τὸ μυστήριον τοῦ Χριστοῦ. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἠκούετο μὲν γὰρ ὁ πάλαι νόμος, ἀλλὰ κατὰ μόνην τὴν Ἰουδαίαν· τὸ δὲ θεῖον καὶ οὐράνιον κήρυγμα ὅλην περιπεφοίτηκε τὴν ὑπ’ οὐρανόν. Ἔφη γὰρ τοῦτο περὶ τῶν ἁγίων ἀποστόλων· »Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,« καὶ τὰ ἑξῆς. (ε φ. 107. Κυρίλλου καὶ Ἡσυχίου) Καὶ ταῦτα ἀνθρωπίνως πρὸς τὸν αὐτοῦ Πατέρα καὶ Κύριον τῶν δυνάμεων καὶ Θεὸν τοῦ Ἰσραὴλ τυγχάνοντα, καὶ ἰδεῖν ὁ Χριστὸς βούλεται καὶ προσεύχεται. ΨΑΛΜΟΣ ΝΘ. »Σῶσον τῇ δεξιᾷ σου.« (ε φ. 110.) Δεξιὰν εἶναί φαμεν τοῦ Πατρὸς τὸν Υἱὸν, δι’ ὃν τὰ πάντα ἐγένετο.
PG 69:1115»Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.« (α φ. 313.) Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· »Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.« Καὶ πάλιν· »Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις ἡ σὺν ἐμοί.« ΨΑΛΜΟΣ Ξ. »Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος.« (α φ. 315, ε φ. 111 β, φ φ. 90 β. Κυρίλλου καὶ Ἀθανασίου.) Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι, καὶ τοῦτο Χριστὸς πεποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· »Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα.« Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τεῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Ὥσπερ γὰρ πολεμίων ἐμβεβληκότων, οἱ πύργον ἔχοντες ἰσχυρὸν κερδαίνουσι τὴν σωτηρίαν, οὕτως μαχομένων ἡμῖν ἐχθρῶν, πύργος ἑδραῖος καὶ ἀκατάσειστος γίνεται ὁ Χριστὸς, καὶ ἀνασώζει ῥᾳδίως τοὺς ἐπ’ αὐτῷ πεποιθότας. »Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.« (α φ. 315. Κυρίλλου καὶ Ἀθανασίου.
) Πρὸς δὲ νοῦν, ἀφ’ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει, ὅτι δὴ εἰς τὰς ἄνω σκηνὰς γεγονὼς ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν προαναπίπλανται θυμηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν, οὕτω καὶ οἱ ἅγιοι χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ’ αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις, ὑφ’ ἃς σκέπεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι’ αἰῶνος ἐν αὐτῇ κατοικῶν. »Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις.« (α φ. 316, φ φ. 90 β. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προςθεῖναι· σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας· μὴ ὑπολάβῃς δὲ ὅτι περὶ ἑνός τινος βασιλέως τὰ τοιάδε φησὶν, ἴσθι δὲ μᾶλλον ὅτι περὶ παντὸς τοῦ κεκλημένου πρὸς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.
PG 69:1117Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων αὐτοῦ, καὶ συμβασιλεύσουσιν αὐτῷ διηνεκῶς. Προειπὼν μέντοι ὁ προφήτης· »Ὅτι σὺ, ὁ Θεὸς, εἰςήκουσας τῶν εὐχῶν μου,« καθ’ ὑπέρβατον συνῆψε τὸ, »Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις.« Ἀκούσας γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ’ ἡμέρας προσέθηκας. Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη, ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία· ἦν δὲ ἡ αἰώνιος ζωή. ΨΑΛΜΟΣ ΞΑ. »Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;« (α φ. 316. β. Κυρίλλου καὶ τοῦ Νύσσης.) Τὸ ὑποταγῆναι τῷ Θεῷ τὴν ψυχὴν, σωτηρίαν εἶναι ὁ Δαβὶδ ἀπεφήνατο. Ἄριστον καὶ ἐπωφελὲς καὶ ἁπάσης ἡμῖν ἐλπίδος πρόξενον ἀγαθῆς, τὸ ὑποτάττεσθαι τῷ Κυρίῳ καὶ ὑποφέρειν αὐτῷ τῆς διανοίας τὸν αὐχένα, καὶ προσοικειοῦσθαι αὐτῷ διὰ πάσης ἐπιεικείας, τὸ προφητικὸν ἐκεῖνο λέγοντας· »Ἰδοὺ οἴδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.« »Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς;« (α φ. 317 β.) Φονευτὴς γάρ ἐστιν ὁ Σατανᾶς ψυχῶν καὶ πνευμάτων, καὶ τὰ τούτου τέκνα·
καὶ τοὺς ἤδη διανενευκότας πρὸς τὸ πλημμελὲς, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν τῇ φύσει, προσωθεῖν καταστρέφων. Τάχα δὲ καὶ τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου ὁ λόγος μάχεται, αἰτιώμενος τὴν ἀμετρίαν τῆς παρ’ αὐτῶν ἐπαγομένης ἐπιβουλῆς· ὅτι οἱ μὲν ἄνθρωποί εἰσι ζῶον ἀσθενὲς, ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι πρώτῃ προσβολῇ, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε· ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ περιπεσόντος ἡμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέντι. »Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.« (α φ. 317 β.) Μόνον γὰρ οὐχὶ καὶ αὐτοῦ τοῦ λογικοῦ οἱ δαίμονες ἡμᾶς ἀπεστέρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· »Ἄνθρωπος ἐν τιμῇ ὣν οὐ συνῆκε.« »Ἔδραμον ἐν δίψει.« (α φ. 318.) Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ’ ἡμῶν διψῶντες ἡμῶν τὴν ἀπώλειαν καὶ τὴν ἀποστέρησιν τῆς τιμῆς. Ἀκούεις ὅπως οἱ τῆς ἀνομίας υἱοὶ ἐξωθεῖν [ ξοδ. ἔξωθεν] ἡμᾶς σπουδάζουσι τῆς ἐκνεμηθείσης παρὰ Θεοῦ τιμῆς, καὶ ἀποστερεῖν ἐπείγοντες τῶν δεδωρημένων ἡμῖν ἄνωθεν ἀγαθῶν;
PG 69:1119Θέλοντες δὲ τιμῆς ἐξῶσαι τοὺς ἡγιασμένους, δεδιψήκασι τοῦ πράγματος τὴν κατόρθωσιν, καὶ πᾶσαν εἰς τοῦτο πεποίηνται τὴν σπουδήν. Τοῦτο γάρ ἐστι τὸ, »Ἔδραμον ἐν δίψει.« Ποίαις δὲ κέχρηνται μηχαναῖς· »Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.« (ε φ. 112 β.) Εἰσὶ γὰρ, εἰσὶν οἳ μὲν τὴν γλῶτταν ἔχουσι διφυᾶ, διπρόσωπον δὲ τὴν καρδίαν, οἳ χρηστοὶ μὲν εἰσὶν, ὅσον ἧκον εἰς λόγους, ἰοῦ δὲ μεμεστωμένον καὶ πονηρίας ἁπάσης ἔχουσι τὸν νοῦν. »Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.« (α φ. 318. Κυρίλλου, Βασιλείου, Θεοδωρήτου.) Πάλιν τῇ ἰδίᾳ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· »Ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν.Παρ’ αὐτοῦ γὰρ ἡ ὑπομονή μου.« »Καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μεταναστεύσω.« (α φ. 318 β.) Ὁμολογοῦμεν οὐχ ὑπεσταλμένως, ἀλλ’ ἐν παῤῥησίᾳ τεθαρσηκότες καὶ ἀληθεύοντες ὅτι Θεὸς ἡμῶν ὁ Ἐμμανουὴλ, ὃν ἡ ἁγία θεοτόκος Παρθένος ἀπεκύησεν.
Αὐτὸν οὖν εἰδότες ἀληθινὸν Θεὸν καὶ σωτηρίας πηγὴν, οὐκ ἀνεξόμεθα τὴν δουλείαν ἀμεῖψαι καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ »Οὐ μὴ μεταναστεύσω,« ἀντὶ τοῦ »οὐ μεταθήσομαι« τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης ἀπὸ τῆς ἀληθείας εἰς πλάνην, καὶ δοῦλος τῆς ἁμαρτίας. »Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν.« (α φ. 318 β, ε φ. 113.) Συναγωγὴν οὐ μερικήν τινα λέγει, καθὰ καὶ πάλιν Μωσῆς. Ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάντων προαναφωνεῖ κλῆσιν. Ἐπεφάνη γὰρ ὁ Μονογενὴς οὐ μερικήν τινα ποιούμενος κλῆσιν, οὐδὲ σώζων ἔτι μόνον τὸν Ἰσραὴλ καθὰ καὶ διὰ τῶν ἁγίων προφητῶν, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προσφωνῶν τε καὶ λέγων· »Ἀκούσατε, πάντα τὰ ἔθνη,« καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ διὰ Μωσέως [νόμος] ἓν ἐπαίδευσεν ἔθνος τὸν Ἰσραήλ· ἡ δὲ διὰ Χριστοῦ χάρις εἰς πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἐπευρύνεται. »Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων.« (φ φ. 91 β.) Μάταιοι δὲ κατὰ τὸ ἀληθὲς οἱ υἱοὶ τῶν ἀνθρώπων, τουτέστιν οἱ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, οἱ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις προσκείμενοι, καὶ μόνα ζητοῦντες τὰ πρόσκαιρα. »Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.« (β φ.
PG 69:1120255 β, η φ. 88.) Μηδὲν μέγα τὸ πρᾶγμα εἶναι νομίσῃς. Παρατρέχει γὰρ, ὡς ἔφην, ὁ πλοῦτος, καὶ μόνον ὀφθεὶς σκιᾶς ἐν ἴσῳ φεύγει. Ζητῶμεν δὲ πανταχοῦ τὴν δικαιοσύνην τοῦ Θεοῦ, ἐρευνῶμεν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. »Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα.« (α φ. 319 β.) Τί φὴς, ὦ μακάριε Δαβίδ; Ἅπαξ λαλῆσαι διισχυρίζῃ τὸν τῶν ὅλων Θεόν; Εἶτα πῶς ὁ λόγος ἐστὶν ἀληθής; Λελάληκε γὰρ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις, πολυμερῶς τε καὶ πολυτρόπως τοῖς πατράσιν. Πῶς οὖν ἔφης ἐνταῦθα, ἅπαξ λαλῆσαι τὸν Θεόν; Νοήσωμεν τοῦ λόγου τὴν δύναμιν· βούλεται δέ τι τοιοῦτον δηλοῦν ὁ πνευματοφόρος· Κἂν ἄπαξ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, ἀλλ’ ἔχων πᾶσαν εὐθὺς τὴν τοῦ συμφέροντος γνῶσιν, οὐ μακρῶν εἰς τοῦτο δεηθήσομαι λόγων. Ἅπαξ λαλείτω, καὶ πείθομαι· καὶ διττὴν ἐν ἐμαυτῷ συλλέγω τὴν παίδευσιν, ψυχικήν τε ἅμα καὶ πνευματικήν. Διττὸς γὰρ ἀεί πώς ἐστι τῆς ἐν ἡμῖν ἐπιεικείας ὁ τρόπος, καὶ διπλοῦν ἡμῶν τὸ ἐπιτήδευμα, τὸ εἰς ὀσμὴν εὐωδίας προσφερόμενον παρ’ ἡμῶν τῷ Θεῷ. Δεῖ γὰρ ἡμᾶς καθαροὺς εἶναι τῷ σώματι καὶ τῷ πνεύματι.
Ἢ τὸ, »Ἄπαξ ἐλάλησεν,« ἀντὶ τοῦ, Ἕστηκε βεβαίως ὁ τοῦ Θεοῦ λόγος Μωσῇ ῥηθεὶς ἅπαξ καὶ μηκέτι μετακινούμενος, ὅτι Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων καὶ δικαιοσύνην διατηρῶν. Τὸ τοίνυν ἄπαξ οὐκ ἐπὶ ἀριθμοῦ τέθεικεν, ἀλλ’ ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀδύνατον γὰρ μὴ γενέσθαι ὃ ὁ Θεὸς ἀπεφήνατο. Οὐκ ἀναβαλεῖται τὴν ἀπόφασιν· ὡς τὸ, »Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,« ἀντὶ τοῦ βεβαίως. Ἢ τὸ ἅπαξ, ὅτι κἂν πολλάκις ἐλάλησεν, εἶς αὐτῷ σκοπὸς τῶν πολυμερῶν διαλέξεων, τὸ γνῶναι ἡμᾶς ἰσχυρὸν εἶναι τὸν Θεὸν καὶ φιλάνθρωπον, ἵν’ ὡς μὲν ἰσχυρὸν φοβηθῶμεν, ὡς δὲ φιλανθρώπῳ προσδράμωμεν. »Ὅτι τὸ κράτος, τοῦ Θεοῦ· καὶ σοῦ. Κύριε, τὸ ἔλεος.« (α φ. 220, β φ. 256, η φ. 89 β.) Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, ὁ αὐτὸς καὶ ἐλεήμων. Ἀπεφήνατο γὰρ λόγον περὶ τῆς κρίσεως, δι’ οὗ δύο ταῦτα ἀκήκοα, ἒν μὲν ὅτι τοῖς δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν, ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέους, ἀπονέμει ἔλεον. Τὸ γὰρ κράτος τὴν ὀργὴν σημαίνει καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γινομένην. Κατακρατεῖ γὰρ τῶν ὅλων ὁ πάντων ἔχων τὴν ἐξουσίαν Θεός·
PG 69:1122καὶ ἰσχυρᾷ μὲν χειρὶ καταστρέφει τὸν ἀλαζόνα, καὶ κολάζει τὸν ἀποστάτην, ἐλεεῖ δὲ τοὺς ἀγαπῶντας αὐτόν. Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μήτε οὖν ἐλπίζετε ἐπ’ ἀδικίαν, μήτε ἐπὶ πλοῦτον προστίθεσθε. ΨΑΛΜΟΣ ΞΒ. »Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.« (φ φ. 92 β.) Ὀρθρίζειν δέ φησι πρὸς τὸν Θεὸν, οὐχ ὡς ἑτέροις πράγμασι τὴν διάνοιαν ἔχοντας, ἀλλ’ ἐπὶ μόνοις τοῖς αὐτῷ δοκοῦσι καὶ φίλοις. Αὕτη γάρ ἐστιν ἡ ἁγιοπρεπὴς ἀληθῶς πολιτεία, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ κατορθώματα. »Ἐδίψησέν σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.« (α φ. 320 β, ε φ. 114 β. Κυρίλλου καὶ τοῦ Νύσσης.) Λέγει δὲ ταῦτα ψυχὴ οὖσα μὲν ἐν γῇ ἐρήμῳ διδασκαλίας ὑγιαινούσης, ζητοῦσα δὲ θείαν ἐπιῤῥοήν· δύναται δὲ λέγειν τὸ, Ἐδίψησέ σε ἡ ψυχή μου, καὶ ἡ σάρξ μου, καὶ ὅστις ὑποτάξει τὴν σάρκα τῷ πνεύματι καὶ συμφωνοῦσαν τῇ ψυχῇ ἀπεργάσεται, ἔρημον οὖσαν παθῶν καὶ ἄβατον αὐτοῖς καὶ ἄνυδρον, εἴτουν τῆς λαγνείας ἀπηλλαγμένην καὶ τῆς μιαρᾶς ῥεύσεως καὶ τῆς κατὰ ἡδονὰς ὑγρότητος. Ὅταν οὗν καὶ ἡμεῖς κατανεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τότε ἐροῦμεν ἐκ παῤῥησίας τὰ τοῦ Δαβίδ·
»Οὕτως ἐν τῷ ἁγίῳ,« καὶ τὰ ἑξῆς. Ἢ διψῶν καὶ ἐπιποθῶν τὴν περὶ τὸν ἅγιόν σου συνάφειαν. Τίς δὲ ὁ ἅγιος, ἢ ὁ μονογενής σου Υἱός; »Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.« (α φ. 321, ε φ. 114 β.) Οἱ τῷ ἐλέῳ προσελθόντες Θεοῦ, τουτέστι Χριστοῦ, οὐδὲν ἡγούμενοι τοῦ παρόντος βίου τὴν ζωὴν, τὴν τοιαύτην ἀναφθέγγονται φωνήν· ὑπὲρ πλῆθος ζωῆς τῆς παρούσης δηλονότι λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς παρὰ τοῦ Μονογενοῦς ἔλεος. Ἢ ἔλεος μὲν ὀνομάζει τὴν ἐν Χριστῷ σωτηρίαν· ζωὰς δὲ τὸν νόμον, ἤτοι τῆς κατὰ νόμον πολιτείας τὴν ὁδόν. Μεῖζον τοίνυν, φησὶν, ὑπὲρ ζωὰς τὸ ἔλεός σου. »Τὰ χείλη μου ἐπαινέσουσί σε, οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. (α φ. 321.) Καρπὸν χειλέων τὴν ὑμνῳδίαν ἐπαγγέλλεται, καὶ τὸν Θεὸν οὐ μόνον στόματι εὐλογεῖν συντίθεται, ἀλλὰ καὶ διὰ τῆς ζωῆς τοῦτο ποιεῖν, τουτέστι δι’ ἐναρέτου πολιτείας δοξάζειν αὐτόν· καί φησιν, ὅτι Οὐ πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας ἐκτενῶ, ἀλλ’ ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐπικαλούμενος ἐν προςευχαῖς ὄνομα, οὐκ αἰτήσω παρά τινος αἴτημα τῶν ψευδωνύμων θεῶν· σοὶ δὲ τῷ κατὰ φύσιν ὄντι Θεῷ προσκομιῶ τὰς λιτάς.
PG 69:1124Καύχημα δὲ τοῦτο ἀξιοπρεπὲς καὶ ἐξαίρετον, τὸ μόνον εἰδέναι τὸν τῶν ὅλων Θεὸν, καὶ αὐτῷ προσκομίζειν τὰς προσευχάς. «Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.» (α φ. 321). Δείκνυσιν πόσον τὸ κέρδος τῶν ἐπ’ αὐτῷ μόνῳ τὰς ἐλπίδας ἐχόντων. Ὥσπερ γὰρ τὸ σῶμα τοῖς ἐστεατωμένοις ὅ ἐστι τοῖς λιπαροῖς ὄψοις πιαίνεται μᾶλλον, οὕτως ἡ ψυχὴ τῇ δαψιλεῖ χορηγίᾳ τοῦ Πνεύματος καὶ τῇ εὐφροσύνῃ, ἧς ἐμπλησθῆναι ὁ προφήτης εὔχεται, ἵνα ἐν χείλει ἀγαλλιάσεως αἰνέσῃ τὸν Κύριον, τῆς πνευματικῆς τροφῆς κορεσθείς. Ὅτε γὰρ, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γένωμαι, τότε δὴ, τότε χαρᾶς πληροῦται τὸ στόμα μου. «Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.» δ φ. 159, γ φ. 32 β.) Τὴν φρουρητικὴν δύναμιν τοῦ Θεοῦ σημαίνει ἢ τὴν Παλαιὰν καὶ τὴν Νέαν. «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» (α φ. 321 β, ε φ. 115.) Κόλλησιν ὀνομάζει τὸ οἱονεί πως πεπηγὸς φρόνημα, καὶ τὸ ἐκτενὲς εἰς ἀρετὴν, καὶ τὸ ἀδιάσπαστον εἰς ἀγάπην. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Ὅταν δέ τις τῷ καθαρῷ συναφθείη διὰ καθάρσεως, ὑπὸ τῆς ἐκείνου λοιπὸν ἄγεται δεξιᾶς, τουτέστι Χριστοῦ·
αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, δι’ ἧς τὰ πάντα κατορθοῖ καὶ πάντα ἐργάζεται. Ἐκεῖνος δὲ δύναται κολληθῆναι τῷ Κυρίῳ, ὁ ἐπ’ αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος· ὃς καὶ ἀκούει παρὰ Θεοῦ· «Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ.» «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» (α φ. 322.) Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων δι’ ἢν ὑπέμεινε βίαν, εὐχόμενος ταῖς αἰωνίαις αὐτοὺς παραδοθῆναι κολάσεσιν· ἢ καὶ προφητεύει ὅτι στραφήσεται ἐπὶ τοὺς ἐχθροὺς ἃ κατ’ αὐτοῦ ἐμηχανήσαντο, θάνατος, καὶ ἡ εἰς ᾅδου κατάβασις. καὶ ξίφος ὅπερ ἤραντο κατ’ αὐτοῦ, καὶ θηρίων ἅλωσις. «Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.» (α φ. 322, β φ. 259, ξ φ. 132, ε φ. 115 β, η φ. 97.) Τὴν ἐκεῖ δὲ τιμωρίαν ἡ ῥομφαία δηλοῖ· ταύτης δὲ χεῖρας ἢ τοὺς ὑπ’ αὐτῆς πόνους, ἢ τοὺς ὑπηρετοῦντας αὐδῇ, σκεύη λεγομένους ὀργῆς· καὶ διὰ τὴν πονηρίαν αἱ πονηραὶ δυνάμεις ἀλώπεκες λέγονται· μερίζονται γὰρ τὰς τῶν ἀσθενεστέρων ψυχὰς αἱ ἀλώπεκες αἱ νοηταὶ, αἱ νεκροῖς καὶ ὀδωδόσι τρεφόμεναι σώμασι, τουτέστι τὰ πονηρὰ καὶ δυστροπώτατα πνεύματα.
PG 69:1126Πανοῦργον γὰρ καὶ ἀκάθαρτον οὖσα θηρίον ἡ ἀλώπηξ, εἰς εἰκόνα τῶν ἀκαθάρτων τῆς πονηρίας πνευμάτων λαμβάνεται, ὑφ’ ὧν τῇδέ τε κἀκεῖσε περιελεύσονται οἱ πρὸς τὸ ῥᾴθυμον νενευκότες, οὐ μὴν καὶ οἱ νομοφύλακες. Ὀρθῶς γὰρ περὶ τοῦ δικαίου εἴρηται· «Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ.» (α φ. 322. ε φ. 115 β.) Οὔτω, φησὶ, καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασιλευσάντων δηλονότι, ὡς καὶ ὅρκον αὐτὸν ποιουμένους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦνται γὰρ τὸν Θεὸν τὸν ἀληθινὸν, κατὰ τὸ γεγραμμένον. Φησὶ δὲ καὶ ὁ θεσπέσιος Μωσῆς· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ,» τουτέστιν Ὀμώσεις. Χρὴ γὰρ καὶ ἡμᾶς καὶ ἐν ταῖς τῶν ὅρκων χρείαις, Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς διαμεμνῆσθαι μόνου, ἑτέρου δὲ παρ’ αὐτὸν παντελῶς οὐδενός. Τοιοῦτόν τι καὶ νῦν μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ·» δεῖγμα γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο τῆς εἰς αὐτὸν ἀγάπης, τὸ εἰ γένοιτο τυχὸν ὅρκου χρεία, αὐτοῦ διαμνημονεῦσαι μόνου.
Ἆρ’ οὖν ἐκεῖνό φαμεν, ὅτι προτρέπει πρὸς ὅρκους ἡμᾶς ὁ τοῦ προφήτου λόγος; Καίτοι πῶς οὐκ ἄμεινον μηδὲ ὀμνύναι ποτέ; Τοῦτο γὰρ ἡμῖν ποιεῖν καὶ αὐτὸς προστέταχεν ὁ Σωτήρ. Τί οὖν ἆρά ἐστι τὸ ἐν τούτοις δηλούμενον; Πῶς ἐπαινετὸς ὁ ὀμνύων κατ’ αὐτοῦ; Ἔχει τινὰ σοφὴν καὶ ἀναγκαίαν οἰκονομίαν ὁ λόγος. Ἄκουε δέ· Οἱ ἐξ αἵματος Ἰσραὴλ, καίτοι τῷ θείῳ παιδαγωγούμενοι νόμῳ, ἕνα τε καὶ μόνον Θεὸν κεκελευσμένοι προσκυνεῖν, ἐκ πολλῆς ἄγαν ἀνοσιότητος εἰς ἀτόπους εἰδωλολατρείας ἐτράποντο κατὰ καιροὺς, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τὸν φύσει Θεὸν ἀφέντες, καὶ ὤμνυον κατὰ τῶν οὐκ ὅντων θεῶν. Ἦν οὖν ἄρα τὸ τηνικάδε πιστὸς καὶ γνήσιος, καὶ τῶν τῆς εἰδωλολατρείας ἐγκλημάτων ἀπηλλαγμένος, ὅστις μὴ ὤμνυε κατά τινος ἑτέρου Θεοῦ, ἐν δὲ ταῖς τῶν ὅρκων χρείαις ὠνόμαζε τὸ ὄνομα τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἀπὸ τῆς τοίνυν τότε κρατούσης συνηθείας, τὸν πιστὸν ἀληθῶς καὶ γνήσιον προσκυνητὴν κατασημαίνει λέγων· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν τῷ Θεῷ.» ΨΑΛΜΟΣ ΞΓ. «Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.» (α φ. 323.
PG 69:1127) Τὸ δὲ, «Εἰσάκουσόν μου ἐν τῷ δέεσθαι,» ἀντὶ τοῦ, Οὐ σιωπῶντος, ἀλλ’ εὐχομένου· χρῆμα γὰρ ἐπιζήμιον ἐν τοῖς τοιούτοις ἡ σιωπή. Ἢ ὅτι Ταχύ μου εἰσάκουσον καὶ ἐν αὐτῷ τῷ δέεσθαι, κατὰ τὸ, «Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι.» Ὅρα δὲ ὅπως ἐστὶν ἀκριβὴς τῆς προσευχῆς ὁ λόγος· οὐ γὰρ εἴρηκεν· Ἀπὸ ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου, ἀλλ’ «Ἀπὸ φόβου ἐχθροῦ.» Οὐ δέδιε τοὺς ἀγῶνας, οὐ παραιτεῖται τὴν μάχην, οὐ φεύγει τὴν ἀντίστασιν, αἰτεῖ δὲ μᾶλλον τὸ δύνασθαι παρὰ Θεοῦ, ἵνα μὴ καταθραύηται τῷ φόβῳ. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.» Ἀνδρείαν γὰρ αἰτεῖ τὸν Θεὸν, εἰς τὸ πάντως καταβαλεῖν τὸν ἀντικείμενον. «Ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.» (α φ. 323 β, ε φ. 116.) Πρᾶγμα δὲ πικρὸν, τὴν κατὰ τοῦ ἀμώμου, εἴτουν ἀθώου, συκοφαντίαν ἐκάλεσεν· ἐπειδὴ ἄτοπον καὶ τὸν τυχόντα συκοφαντεῖν, τὸ δὲ τὸν δίκαιον, δεινότερον· ὃν ἐν ἀποκρύφῳ τοξεύουσι, τουτέστι κατὰ τὸ λεληθός· οὐδὲ γὰρ τολμῶσιν εἰς τὸ ἐμφανὲς αὐτὸν διαβάλλειν.
Οὐ γὰρ ὁρατοῖς μάχονται βέλεσιν οἱ τὰ ἐπίγεια φρονοῦντες, οὔτε μὴν τοῖς ἐκ καλάμου καὶ ξύλου πεποιημένοις, ἀλλ’ οἱονεί τι τόξον τὴν ἑαυτῶν δυστροπίαν ἐντείνοντες, βέλεσι πικροῖς καὶ φιλοκακούργως κατεσκευασμένοις τὰς τῶν ὁσίων κατατιτρώσκουσι ψυχάς. «Καὶ οὐ φοβηθήσονται.» (ε φ. 116.) Τίνα φοβηθήσονται; Οὐδὲ γὰρ δεδίασιν, φησὶ, τὸν τῶν ἁγίων προεστηκότα Θεόν· οἴονται δέ που τάχα καὶ λανθάνειν ἐκεῖνον, λέγοντες· «Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς Ἰακώβ.» «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν.» (β φ. 260 β, ε φ. 116 β.) Πονηρὰ γὰρ, ὡς ἤδη πλειστάκις ἔφην, τὰ τῶν ἀνοσίων ἐστὶ βουλεύματα· καὶ πάντα σκαιότητος διερευνώμενοι τρόπον προςκρούουσι τῷ φιλαρέτῳ Θεῷ. ΨΑΛΜΟΣ ΞΔ. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» (α φ. 325, ε φ. 117 β) Σιών φησιν οὐ τὴν ἐπίγειον τὴν ἐν τῇ Ἰουδαίᾳ χώρᾳ κειμένην, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς, τὴν ἀληθῶς Καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν τῶν ἁγίων μητέρα, τὸ τῶν ἀγγέλων πανάγιον ἐνδιαίτημα.
PG 69:1129Πρὸς ὁμοιότητα δὲ ταύτης καὶ ἡμεῖς τὴν ἐπίγειον πληροῦμεν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ ταῖς καθηκούσαις δοξολογίαις στεφανοῦμεν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθεῖς ὕμνοι ἀποδίδονται τῷ Θεῷ· ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκκλησίᾳ, τῷ Θεῷ ἀποδιδόμενος, πρέποι ἂν μόνῳ τῷ ὑμνουμένῳ Θεῷ, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προςήκει. Εὐχὴν δὲ σύνηθες τῇ Γραφῇ καλεῖν τὴν ἐπαγγελίαν ἣν ἐπαγγέλληταί τις τῷ Θεῷ. Διὰ μέντοι τοῦ εἰπεῖν, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» εἴτουν πιστεύσει πᾶς ἄνθρωπος (συνεκδοχικῶς γὰρ τὰ τοιαῦτα λέγεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου), τὴν κλῆσιν πάντων τῶν ἐθνῶν εὐαγγελίζεται, ἀλλ’ οὐχὶ μόνου τοῦ Ἰσραὴλ ὡς διὰ τοῦ νομικοῦ γράμματος. «Λόγοι ἀνόμων ὑπερ[ε]δυνάμωσαν ἡμᾶς.» (ε φ. 118.) Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τούτου, δι’ ἧς καὶ ἐξησθένησαν τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου.» (ε φ. 118 β.) Ἑτοιμάζων φησὶν ἀντὶ τοῦ καταλεαίνειν καὶ εὐπρεπεῖς ἀποφαίνειν·
δύνασθαι δέ τινας ἀποπηδᾷν καὶ ἐν ὄρεσι, τουτέστιν ἐν ταῖς ὑψηλοτάταις γίνεσθαι ἀρεταῖς. «Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης. Ταραχθήσονται τὰ ἔθνη.» (α φ. 326 β, β φ. 264, δ φ. 161 β, γ φ. 35 β ετ 36, η φ. 110 β, λ φ. 151 β. Κυρίλλου καὶ Ἀθανασίου.) Θάλασσαν ὀνομάζει τὸν κόσμον, καὶ τὸ πλῆθος ἁπάντων ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Πρὸς δὲ διάνοιαν, συνταράσσει Χριστὸς οἷόν τι κῦτος καὶ πλάτος θαλάσσης, τὰ πλήθη τῶν ἐθνῶν· μὴ συγχωρήσας αὐτὰ ἠρεμεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις, κεκινηκὼς δὲ μᾶλλον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως καὶ ὑπεροχῆς, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων ἀνασαλεύσας ἁπάντων τὰς ἐπ’ αὐτῷ δοξολογίας. Ποῦ γὰρ ἢ παρὰ τίνων οὐ δοξολογεῖται Χριστός; Καὶ μετ’ ὀλίγα. Καὶ τίνα τρόπον ταραχθήσονται, πάλιν αὐτὸς διερμηνεύει λέγων· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Πεφόβηνται γὰρ τὰ ἔθνη τὸν Χριστόν· ἀκηκόασι γὰρ αὐτοῦ τὰ παράδοξα τὰ διὰ τῆς αὐτοῦ δυνάμεώς τε καὶ ἐξουσίας τετελεσμένα· ἐγνώκασιν ἐκ μνημάτων τοὺς νεκροὺς ἐγειρομένους· ἑνὶ λόγῳ καὶ νεύματι τὸν παράλυτον ἐξ οὕτω μακρᾶς ἀπήλλαξεν ἀῤῥωστίας·
PG 69:1131τυφλοῖς ἀδοκήτως ἐνετίθει τὸ βλέπειν· θάλασσαν ἀγριαίνουσαν κατεκοίμισε παραδόξως. Τούτων τῶν σημείων ἀκηκοότα τὰ ἔθνη πεφόβηνται δικαίως τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καὶ τὴν ἀρχαίαν σύντροφον ἀφέντα πλάνην, παρεδέξαντο τὴν πίστιν. Ἢ θάλαςσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Διὸ καὶ φοβούμενοι ἔλεγον· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς·» ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων, διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν· ἤχους δὲ κυμάτων, τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασάνους, ἃς τίς ὑπέμεινεν εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; «Ἐξόδους πρωί̈ας καὶ ἑσπέρας τέρψεις.» (α φ. 327. Κυρίλλου, Ἀθανασίου, Εὐσεβίου.) Καὶ ὅταν ἄρξηται τρέχειν ἡ πρωί̈α τῆς ἡμέρας, καὶ ἐν τῇ ἑσπέρᾳ, ὅ ἐστιν ἐν τῇ ἀρχῇ τῆς ἡμέρας καὶ ἐν τῷ τέλει. Καὶ μέντοι ὅταν τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκουμένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωί̈ας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλλιωμένοις ἐφ’ οἷς κατώρθωσεν ἡ Χριστοῦ παρουσία.
Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι, ἡ μὲν πρωί̈ας πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τὸ, «Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·» ἡ δὲ ἑσπέρας, ἡ ἐκ Παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν· ἑκάτερα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπών· «Τὰς προςελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι,» τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες, τὸν δὲ φύσει γνόντες Θεόν. Τινὲς δὲ ἐξόδους μὲν πρωί̈ας τὰ ἀνατολικὰ μέρη τῆς γῆς νοοῦσιν· ἐξόδους δὲ ἑσπέρας τὰ δυτικά. Ἐνανθρωπήσας οὖν, φησὶ, καὶ πολιτευσάμενος ἐπὶ γῆς, εὐφρανεῖς καὶ τοὺς ἐπὶ τῆς ἀνατολῆς καὶ τοὺς ἐπὶ δυσμῶν.(ξ φ. 154 β) Ἐν τῷ φωτί σου ἐξαγάγῃς τὰ ἔθνη, καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος πληρώσῃς ταῦτα ἀγαλλιάσεως. «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν.» (ε φ. 119) Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγαθῶν τὴν σύμπασαν γῆν, πεπλήρωκας αὐτὴν τῶν πνευματικῶν χαρισμάτων, τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ’ οὐρανόν·
PG 69:1133ἡμᾶς δὲ τοὺς πεπλανημένους, γῆν ὄντας ξηρὰν ὥσπερ καὶ ἄνυδρον, καρποφόρον ἔδειξας καὶ γονιμωτάτην. «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» (ε φ. 119 β) Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει. Αὐτὸς καὶ ζωῆς πηγὴ, καθ’ ἃ εἴρηται· «Παρὰ σοῦ πηγὴ ζωῆς.» Τούτου τὰ ὁρμήματα, τουτέστιν αἱ διδασκαλίαι, εὐφραίνουσι τὴν Ἐκκλησίαν. «Ὅτι οὕτως ἡ ἑτοιμασία.» (ξοδ. μ φ. 105.) Οὕτως προνοητικώτατα καὶ θεοπρεπῶς· ἐντεῦθεν δηλονότι πρόῤῥησις μελλόντων, καὶ οὐ γεγενημένων διήγησις. «Τοὺς αὔλακας αὐτῆς μέθυσον.» (ε φ. 116 β. Κυρίλλου καὶ Ἡσυχίου.) Αὔλακάς φησι τὰ βάθη τῆς καρδίας· ἅπερ ὅτ’ ἂν μεθυσθῇ τῇ χορηγίᾳ τοῦ Πνεύματος, πλῆθος ἐν ἡμῖν ἀρετῶν βλαστάνει. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» (α φ. 328 β, δ φ. 162, ε φ. 119 β, λ φ. 152) Πρὸς δὲ νοῦν, Ἐνιαυτὸς χρηστότητος καρπὸν φέρων εὐσέβειαν, ὁ τῆς ἐπιδημίας Χριστοῦ, ὅτε καὶ εὐλογήμεθα, ἐμφύτῳ χρηστότητι καὶ φιλανθρωπίᾳ χρησαμένου Θεοῦ. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς διὰ φωνῆς Ἡσαί̈ου τοῦ προφήτου φησί· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με,» καὶ ἑξῆς·
«καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Δεκτὸς γὰρ ἐνιαυτὸς ἦν, καθ’ ὃν ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· εἰσδεδέγμεθα δὲ καὶ ἡμεῖς διὰ πίστεως, προσκομίζοντος ἡμᾶς αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ μετ’ ὀλίγα· Ὅταν τοίνυν εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, τότε καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. Πεδίοις δὲ καὶ γαίαις παρεικάζει τὰς τῶν πιστευόντων ψυχὰς, ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει ὁ Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς. «Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.» (α φ. 328 β, ξ φ. 134 β, δ φ. 162, φ φ. 95 β. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος ἡ πάλαι ἔρημος καρποφορήσει· καὶ οἱ βουνοὶ οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμενοι εὐφρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοὶ, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυσταγωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν.
PG 69:1134Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστιν, τὴν τοῦ Πνεύματος παράκλησιν ἔχουσιν ἐν ἑαυτοῖς. «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.» (ε φ. 120) Τότε καὶ αἱ κοιλάδες, τουτέστιν αἱ Ἐκκλησίαι, τὸν σῖτον ἐκεῖνον ἐπλήθυναν, περὶ οὗ ὁ Κύριος ἔλεγεν· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Καὶ τίνος χάριν αἱ Ἐκκλησίαι κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται. ΨΑΛΜΟΣ ΞΕ. «Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως.» (α φ. 329) Προλέγει δὲ κατὰ ταυτὸν καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ σωτηρίαν, καὶ τὴν ἀνάστασιν τῶν ψυχῶν αὐτῶν τὴν γενομένην εὐαγγελίζεται· κατὰ τὸ εἰρημένον· «Ὁ ἀνιστῶν ἀπὸ γῆς πτωχόν.» Καὶ μὴν καὶ τῶν ἀποστόλων εἰσφέρεται τὸ πρόσωπον, διδασκόντων ὅσα ὑπὲρ τοῦ κηρύγματος πεπόνθασι τοῦ εὐαγγελικοῦ, καὶ ὡς αἱ θλίψεις εἰς αἰωνίους εὐφροσύνας ἐξήγαγον αὐτούς. Ἔτι μὴν καὶ τοῦ Ἰουδαίων λαοῦ σημαίνεται ἡ ἀποβολή. «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου » (α φ. 329 β, ξ φ. 135, δ φ. 162 β, ε φ. 120 β, φ φ. 96, γ φ. 37 β. Κυρίλλου καὶ Ἀθανασίου.
) Καὶ οὕτω μὲν πρὸς ἱστορίαν· πρὸς δὲ πνευματικὴν ἔκληψιν, λίαν φοβερὰ τὰ ἔργα Χριστοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη· πλῆθος δὲ καὶ περιουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν ἀνακαινίζουσα. Ἀλλ’ οἱ τῶν Ἰουδαίων δῆμοι, καίτοι τῶν μεγάλων Χριστοῦ θαυμάτων γεγονότες θεωροὶ, δέον ἀποθαυμάζειν τὸν τερατουργὸν, ἐκ δὲ τῶν ἐναντίων δυσφημοῦντες ἔλεγον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Καὶ μετ’ ὀλίγα. Ἐπιπλήττει τοίνυν αὐτοῖς ὁ μακάριος Ψαλμῳδὸς λέγων· «Εἴπατε τῷ Θεῷ· Φοβερὰ τὰ ἔργα σου.» Παύσασθε, φησὶ, τὴν οὕτως ἀσελγῆ καὶ ἀχάλινον ἀφιέντες γλῶτταν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἔθος δὲ τοῖς ἁγίοις οὐ μετρίως ἀγανακτεῖν ἐφ’ οἷς ἂν πλημμελῶσί τινες εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Καὶ ὁ μὲν μακάριος προφήτης Δαβὶδ πραότερον αὐτοῖς ἐπιτιμᾷ λέγων· «Εἴπατε,» καὶ τὰ ἑξῆς. Ὁ δέ γε προφήτης Ἡσαί̈ας θερμότερον τοῖς ὑβρίζουσιν ἐπιπηδᾷ λέγων· «Υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης.» Καὶ μετ’ ὀλίγα·
PG 69:1136«Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας;» Οὐκοῦν ἐπειδὴ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐτοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσομιλεῖ λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε· ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο αὐτὸν, τουτέστιν ἐνδιέβαλλον τὴν ἀνάστασιν. Ἐχθροὺς δὲ καὶ ψεύστας τοὺς τῶν Ἰουδαίων διδασκάλους δηλοῖ, ψευσαμένους τὴν ἀνάστασιν, καὶ τοῖς στρατιώταις δόντες ἀργύρια. «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι.» (α φ. 330. Κυρ., Ἀθαν., καὶ τοῦ Νύσσης.) Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀλλ’ ἀντ’ ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν.
Οὐκέτι γὰρ ἐν Ἱερουσαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τὸ, «Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ·» καὶ τῆς προσκυνήσεως γενομένης ἐν πνεύματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων πραττομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγορίας ἐπικληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ Δεσπότης Χριστὸς Ὕψιστος παρὰ πάντων καλεῖται. «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ.» (α φ. 330 β. Κυρίλλου καὶ Ἀθανασίου.) Πὸς δὲ νοῦν, Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ· εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. Ἐκεῖ γὰρ ἡμῶν ἀπομάττεται τὸ δάκρυον, ἐκεῖ πάσης ἡμᾶς ἐξίστησι λύπης, φιλανθρώπως ἐπιφωνῶν τε καὶ λέγων· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» (ε φ. 121 β, φ φ. 96 β) Παραπικραίνοντας Ἰουδαίους καλεῖ. Τουτέστι, μὴ μέγα φρονείτω καὶ νῦν ὁ ὑπέροπτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρύν.
PG 69:1138Μὴ λεγέτω καθ’ ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ, ἐγὼ πατέρα τὸν Ἀβραὰμ ἔχω. Μὴ μέγα φρονείτω, ἴστω δὲ μᾶλλον ὅτι διὰ τῆς ἀπειθείας παρεπίκραναν ἐφ’ ἑαυτοῖς τὸν τιμήσαντα Θεόν. «Ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» (β φ. 268, ε φ. 121 β, η φ. 120 β) Ὅταν, φησὶν, ἀκούσητε παρ’ ἡμῶν τίνα τρόπον προσήκει δοξολογεῖν, τότε μεθ’ ἡμῶν εὐλογήσατε, οὐκέτι ὡς πάλαι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν. Τουτέστι, διδάχθητε παρ’ ἡμῶν, καὶ τότε δοξολογήσατε μεθ’ ἡμῶν, στεφανοῦντες ἀεὶ ταῖς ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» (α φ. 331 β, β φ. 268, η φ. 121 β. Κυρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τὰς θλίψεις τὰς γενομένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις τὸ Πνεῦμα προαναφωνεῖ ἐκ προσώπου αὐτῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα διακαθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς· καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεων γίνεται, δοκιμαζομένων ὡς διὰ πυρός.
Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυμένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν. (δ φ. 163 β, γ φ. 39, λ φ. 154) Ὁ τοῦ Σωτῆρος ἡμῖν προσπεφώνηκε μαθητής· «Ἀδελφοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει, πρὸς πειρασμὸν ὑμῖν ἐγγινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθ’ ὃ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε.» Πύρωσιν δέ φησιν ἐν τούτοις τὴν διὰ πόνων δοκιμασίαν. Χρὴ γὰρ ἡμᾶς ἐν τούτοις ὁρᾶσθαι νεανικοὺς, «Εἰδότας ὅτι τὸ δόκιμον ἡμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. Ἀλλ’ ἡ ὑπομονὴ, φησὶ, ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Καὶ μετ’ ὀλίγα. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες, καὶ εἰς τὸ τῆς ἐλπίδος καταντήσαντες τέλος, λέγουσι· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» (ε φ. 122) Πύρωσιν δὲ, ὡς ἔφην, ὀνομάζει τὴν ἐν τοῖς ἀγῶσι θλίψιν·
PG 69:1139ὕδασι δὲ πάλιν ἀφομοιοῖ τὰς τῶν διωκόντων ἐπηρείας, ἤτοι τὰς ἀκαθέκτους ὁρμὰς καὶ τὰς ἀφορήτους ἐφόδους· ἀφόρητος γάρ ἐστιν τῶν ποταμίων ὑδάτων ἡ ἔφοδος. «Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν.» (κ φ. 118 β) Ποῦ γὰρ ἡ τοῦ παλαίειν εἰδότος εὐτεχνία διαγινώσκεται, ἢ δῆλον ὅτι προτεθέντων ἀγώνων, καὶ στεφάνων ἐπηγγελμένων; Ποῦ δὲ ὁ στρατιώτης; ἆρ’ οὐχὶ καιροῦ καλοῦντος εἰς μάχην; Οὐκοῦν καὶ τὸν γενναῖον τῆς ἀσεβείας ἐραστὴν δοκιμάζουσιν οἱ πόνοι, καταλαμπρύνουσιν οἱ πειρασμοί. Θεὸς γὰρ εἰσήγαγεν εἰς τὴν παγίδα, οὐκ ἀρτύσας τὸν πειρασμὸν, συγχωρήσας δὲ μᾶλλον τὸ πειράζεσθαι, ἵνα φαίνωνται γνήσιοι, ἵνα τὸν ἀμαράντινον κομίσωνται στέφανον. «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι, κ.τ.λ.» (α φ. 331 β. Κυρίλλου, Ἀθανασίου, Βασιλείου.) Πρὸς δὲ διάνοιαν, πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ ἡ προσφορὰ γίνεται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι· ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κερατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως·
ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ, τὰ μετανοίας ἔργα· περὶ ἁμαρτίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι.» (β φ. 269, η φ. 124) Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ’ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ· διδάσκει δὲ οὐ καθ’ ἅ φησιν τὸ γράμμα τὸ νομικὸν, ἀλλ’ ὡς νέας διαθήκης κηρύξας τὰ νέα, τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς. «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» (α φ. 332, β φ. 269, ε φ. 123, γ φ. 59 β, η φ. 124, λ. φ. 154 β) Τί δὴ ἆρά ἐστι τὸ, «Ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου,» ἀναγκαῖον ἀκριβολογουμένους ἰδεῖν. Τινὲς μὲν γὰρ προσευχόμενοι, τὰς Ἰουδαϊκὰς μιμοῦνται κακίας, καὶ τὴν τῶν ἀνοσίων Φαρισαίων ζηλοῦσι φιλοδοξίαν, ὑψηλῇ καὶ μεγάλῃ κεχρημένοι τῇ φωνῇ· νομίζουσι γὰρ, κατὰ τὸ εἰκὸς, ἐκ πολλῆς ἄγαν ἀμαθίας, ὡς εἰ μὴ μέγα κράξαιεν, οὐκ ἂν ἀκούσοι Θεός.
PG 69:1141Δεῖ οὖν, ἡμᾶς πάντας εἰδότος Θεοῦ καὶ τὰ ἐν τῇ καρδίᾳ, ἠρέμα καὶ λεληθότως πρὸς αὐτὸν εὔχεσθαι· καὶ ἀνακεκραγέτω μὲν ὁ νοῦς πρὸς τὸν Θεὸν διὰ τὸ συντείνεσθαι τὴν αἴτησιν. Οὕτως ἡμᾶς αὐτὸς προσεύχεσθαι ἐδίδαξεν ὁ Σωτὴρ λέγων· «Σὺ δὲ ὅτ’ ἂν προσεύχῃ,» καὶ τὰ ἑξῆς. Τί οὖν δηλοῖ τὸ, «Πρὸς αὐτὸν ἐκέκραξα;» Τὴν ἔνδον ἐνταῦθα λέγει κραυγὴν τὴν σύντονον, ἣν ἡ πεπυρωμένη καρδία ἔτικτεν. «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰςακουσάτω μου Κύριος.» (ε φ. 123, γ φ. 39 β) Καλὴ τῶν ἁγίων παῤῥησία· καθαρὸν γὰρ ἔχουσι τὸ συνειδὸς ἀπὸ πάσης ἀδικίας. Καὶ ἕτερόν τι καύχημα προσφέρει Θεῷ, τὸ ἔξω πάσης ἀδικίας γενέσθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἀδικίαν εἰ προεῖδον ἐν καρδίᾳ μου, μὴ ὑπακούσῃ Κύριος.» Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι καὶ τῆς ἐπανόδου τυχεῖν, ἄδικά τινα δράσσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. Οὐκ εἶπεν εἰ ἐθεώρησα, ἀλλ’ εἰ ἐθεώρουν. Τὸ μὲν πρῶτον, ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον, πολυχρονιώτερον.
«Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προςευχήν μου.» (γ φ. 39 β) Καθαρὸν γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτιμίᾳ τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος, τῶν εὐσεβῶν ὁ χορὸς εἰς ὕμνον συμπεραίνει τοὺς λόγους· τοῦ καθαρὰν ἔχοντος τὴν καρδίαν μὴ ἀφίστατο ἡ καθαρὰ προσευχή. Ἡ δὲ προσευχὴ, καὶ τὸ ἔλεον δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμαι παρὰ Θεῷ. ΨΑΛΜΟΣ Ξ. [«Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς.» «Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,» καθά φησιν ὁ μακάριος Δαβὶδ, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἔδειξεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸ ἑαυτοῦ πρόσωπον, τουτέστι τὸν Υἱόν· εἰκὼν γάρ ἐστι καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»] «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» (α φ. 333) Ἱκετεύω, φησὶν, ὦ Δέσποτα, τὸ σὸν ἐπιφανῆναι πρόσωπον, ὥστε καταυγάσαι τὰ ἐν σκότῳ καθήμενα ἔθνη καὶ πρὸς σωτηρίαν ἑλκύσαι, ὥστε τοὺς ἐν τῇ γῇ καὶ τοὺς ἐν τοῖς ἔθνεσι γνῶναι τὴν ὁδὸν τῆς σωτηρίας. Ἐπιφάναντος γάρ σου τὸ πρόςωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα. Τίς δὲ αὕτη, ἢ ὁ εἰπών·
PG 69:1143«Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ;» δι’ ἧς καὶ σεσώσμεθα διὰ τῆς πίστεως. Ἐγνώκαμεν τὴν ὁδὸν τὴν ἀποκομίζουσαν πρὸς τὸν Πατέρα, αὐτὸν δὴ πάλιν τὸν Υἱόν. Ὁδὸς τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ, κατὰ τὸ, «Ὁδὸν δικαιωμάτων σου συνέτισόν με·» ἃς αἰτεῖ, οὐκ ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἔνθα νόμος ἐδόθη κηρύττεσθαι, ἐν πᾶσι δὲ γνωσθῆναι τοῖς ἔθνεσιν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» (α φ. 333. Κυρίλλου καὶ Θεοδωρήτου.) Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει τὸ προφητικὸν Πνεῦμα, καὶ τῇ σωτηρίᾳ τῆς οἰκουμένης ἡδόμενον, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συνεχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Φησὶ γοῦν ὅτι προςήκει λαοὺς ἅπαντας καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι. Ἔγνωσαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων ἀκηδεμόνευτον, ἀλλὰ πάντων ὑπάρχεις κριτὴς δικαίας ἐκφέρων τὰς ψήφους, καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πείθεσθαι μὴ βουλομένους κολάζων.
Γνωσθείσης γὰρ τῆς ὁδοῦ τοῖς ἐν γῇ, καὶ σωτηρίου τοῦ Θεοῦ ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀπάτης τὰ ἔθνη εὐφραίνεται, κατορθοῦντα ἠθικὴν ἀρετὴν, καὶ ἀγάλλεται λαβόντα γνῶσιν Θεοῦ. Λαοὶ δὲ καὶ ἔθνη ἐκ παραλλήλου οἱ αὐτοί. [«Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Πάλιν ἑνὸς τούτων Ἑβραίων λαοῦ ἐξομολογουμένου τῷ λέγοντι Θεῷ· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς,» τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ ἅγιος, Τῷ Θεῷ, φησὶ, τὰς ἁμαρτίας μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Ὁ δὲ Σωτὴρ ἐλθὼν πάντα τὰ ἔθνη ἐπὶ μετάνοιαν καλεῖ, τυχεῖν ἀφέσεως δι’ ἐξομολογήσεως ὑποτιθέμενος· ἥτις καὶ τὸ εὐχαριστῆσαι δηλοῖ, ἐπιφανέντος αὐτοῖς τοῦ προςώπου τοῦ Θεοῦ.] «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» (γ φ. 40 β, λ φ. 155) Πῶς γὰρ οὐκ ἔμελλον οἱ ἑπὶ τῆς γῆς ἄνθρωποι αἰνεῖν τε καὶ καρποφορεῖν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς; κατὰ τὴν ἐνταῦθα λέγει προφητείαν. Αἱ δὲ ταυτολογίαι προθύμους ἐργάζονται τοὺς ἀκούοντας.
PG 69:1145Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. Ὁ δὲ Θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογημένοις φοράν. Εἶτα διδάσκει τῆς θείας εὐλογίας τυχεῖν. «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεός.» (β φ. 271, ε φ. 124, φ φ. 98, κ φ. 119) Τότε γὰρ ἑκάστου ἀνθρώπου ὁ καρπὸς εὑρίσκεται τῶν ἔργων. Γῆ γὰρ ὁ ἄνθρωπος· αἰνίττεται δὲ καὶ σταυρόν. Ὡσαύτως τὴν εὐλογίαν ἐζήτησεν. Εὐλογεῖσθαι δὲ παρακαλοῦντες οἱ ἐξ ἐθνῶν, ἐοίκασί πως παραιτεῖσθαι τὴν διὰ τοῦ νόμου κρίσιν, διψῇν δὲ μᾶλλον τὴν διὰ Χριστοῦ σωτηρίαν καὶ χάριν. «Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» (α φ. 333 β. Κυρίλλου καὶ Θεοδωρήτου.) Συνελαύνει γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰς κατόρθωσιν ἀρετῆς· οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως συμβήσεται τοῖς ἔχουσιν τὸ ἐν παντὶ γενέσθαι καλῷ. Ὁ γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κριτήριον, διὰ τῆς τούτων φυλακῆς τὸν Θεὸν θεραπεύει. Ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προξενεῖ.
Ὅρα δὲ ὅτι καὶ αὐτὸ τὸ τέλος οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσιν ἀνθρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον. Πᾶσαι γὰρ φυλαὶ, πᾶσαι γλῶσσαι τὴν Τριάδα πεφόβηνται καὶ δοξάζουσιν. Ἐπισημαντέον δὲ ὅτι τῷ τριπλασιασμῷ τὸ Θεὸς, ἐπαγαγὼν ἑνικῶς τὸ «Φοβηθήτωσαν αὐτὸν,» καὶ τὸ τῆς ἁγίας Τριάδος παρεγύμνωσε μυστήριον, καὶ τὸ ἑνιαῖον τῆς Θεότητος. ΨΑΛΜΟΣ ΞΖ. «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.» (ε φ. 124 β) Ἕως μὲν γὰρ ἀνεξικακῇ καὶ οὐκ ἐπιφέρῃ τοῖς πλημμελοῦσιν τὴν αὐτοῖς πρέπουσαν κόλασιν, νοεῖταί πως καθεύδειν καὶ ἠρεμεῖν· ὅταν δὲ τῆς ἀγανακτήσεως κινήσῃ τὸ μέτρον, τότε πως καὶ ἐξανίστασθαι καὶ καταστρατεύεσθαι τῶν ἰδίων ἐχθρῶν· καὶ πρὸς τοῦτο αὐτὸ ἐγκαλοῦνται τῶν ἁγίων οἱ λόγοι. Ὅτε τοίνυν γέγονεν ἄνθρωπος, τότε γὰρ καὶ διεσκορπίσθησαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ πεφεύγασιν οἱ μισοῦντες αὐτόν. Ἄσατε τῷ Θεῷ, κ.τ.λ.« Τὴν γὰρ ὁδὸν, τὴν ἄγουσαν ἐπὶ τοὺς οὐρανοὺς, ὁδοποιεῖν παρακελεύεται τοῖς ἐπουράνιον ἀγνοοῦσι Πατέρα, καὶ ταῖς ἐστερημέναις τοῦ νυμφίου χήραις ψυχαῖς. Τούτων γὰρ καὶ ἔκδικος καὶ κριτὴς ἦλθε γενέσθαι. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές·
PG 69:1146οὐ γὰρ εἴρηκεν ἁπλῶς, »Ἀγαλλιᾶσθε,« προστέθεικε δὲ ἀναγκαίως τὸ »ἐνώπιον αὐτοῦ,« δῆλον δὲ ὅτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ τίς ἡ τοῦ λόγου ἐπιτήρησις ἀναγκαῖόν ἐστιν ἰδεῖν· ἀγαλλιῶνται μὲν γὰρ ἔσθοτε καὶ οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πλὴν οὐκ ἐνώπιον αὐτοῦ· οὐ γὰρ ἀξιοῖ βλέπειν αὐτοὺς ἑορτάζοντας. Καὶ διὰ ποίαν αἰτίαν, ὁ προφήτης ἡμᾶς διδάξει λέγων περὶ αὐτῶν· »Μετὰ γὰρ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.«] »Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν.« (α φ. 337, φ φ. 98 β) Τὸ κηδεμονικὸν τοῦ Θεοῦ παρέστησε, πατέρα εἰπὼν, καὶ τὸ δικαστικὸν κριτὴν, καὶ ὅτι κηδεμών ἐστι τῶν ἀπροστατεύτων, καὶ κριτὴς τῶν ἀδικουμένων. Ἀλλὰ τίνες οἱ ταραττόμενοι, ἢ οἱ ἀλιτήριοι δαίμονες; Ἐπειδὴ γὰρ κέκληνται τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας, ἀναγκαίως ἐκεῖνοι ταράττονται ὡς καὶ βοᾷν·
»Τί ἡμῖν καὶ σοί;« Οἱ δὲ πάλαι πλανώμενοι καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρευκότες, ὀρφανοί τινες ὄντες κατὰ τόνδε τὸν κόσμον ἀνεπικούρητοι παντελῶς, καὶ πρὸς πᾶσαν πλεονεξίαν ἕτοιμοι, καὶ χῆραι μὴ ἔχουσαι τὸν νυμφίον Λόγον, διηρπασμένοι τε παρὰ τοῦ Σατανᾶ, καὶ μερίδες ἀλωπέκων γεγονότες, ἐπειδὴ πεπιστεύκασιν εἰς Χριστὸν, πεπλουτήκασι πατέρα τὸν Θεὸν ὡς κηδεμόνα, καὶ νυμφίον τὸν Χριστὸν τὰς θείας αὐτοῖς ἐνιέντα γονὰς, ὡς συναφθέντες αὐτῷ διὰ τῆς πίστεως. »Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.« (ε φ. 125 β) Τόπος ἅγιος τοῦ Θεοῦ οἱ ἀγαπῶντες αὐτὸν, ἢ καὶ παντὸς ἁγίου ψυχή. »Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.« (α φ. 337 β) Βεβαίαν αὐτοῖς, φησὶ, καὶ ἀσφαλῆ χαρίζεται τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς διαμονήν. Τοῦτο γάρ ἐστι τὸ ἐν οἴκῳ κατοικίζεσθαι παρὰ Θεοῦ. Τίς δὲ ὁ μονότροπος, εἰπεῖν ἀναγκαῖον. Πολλοὶ μὲν γὰρ παρεδέξαντο τὴν εἰς τὸν Κύριον πίστιν, ἀλλ’ οὔπω παντελῶς τὴν ἑαυτῶν διάνοιαν ἀποστήσαντες τῆς ἀρχαίας ἀπάτης, νοσοῦσι ἐκ μέρους. Θεὸν μὲν γὰρ εἶναι πιστεύουσι Χριστὸν, ἀλλ’ ἔχουσιν Ἑλληνικὰς διαθέσεις ἐν ἑαυτοῖς·
PG 69:1148καὶ γὰρ παραιτοῦνται τῶν ἐδεσμάτων τινὰ ὡς βδελυρὰ, καὶ ἡμέρας παρατηροῦνται· ἀλλὰ καὶ εἱμαρμένην τινὰ καλοῦσι καὶ τύχην καὶ γένη ἀναπλάττοντες, δι’ αὐτῶν νομίζουσι διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα. Ὁ δὲ οὕτω πεφρονηκὼς, καὶ τοῦτο μετὰ πίστιν, οὐκ ἔστι μονότροπος, πολυγνώμων δὲ μᾶλλον καὶ πολύτροπος καὶ ἀνασφαλὴς καὶ σεσαλευμένος. »Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ.« (α φ. 338) Ὅμοιον τῷ, »Ὁ λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύπτεσθε.« Δεσμοὶ δὲ καὶ σκότος ἡ τῶν εἰδώλων λατρεία καὶ ἡ ἐν ᾅδῃ κατοχή. Τοῦτο οὖν φησιν, ὅτι καὶ ἐν ᾅδῃ πορευθεὶς ἐν ἰσχύϊ θεότητος καὶ τοῖς ἐκεῖ πνεύμασιν ἐκήρυξεν ἀπειθήσασί ποτε, καὶ τοὺς σειραῖς ἁμαρτημάτων πεπεδημένους καὶ δεσμοῖς πρότερον διαβολικοῖς κατεσφιγμένους ἠλευθέρωσε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὅντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν τοῦ θανάτου δεσμῶν. Οὐ μόνον δὲ τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἠθέλησεν ἐλευθεροῦν, ἀλλὰ καὶ τοὺς ἐκ περιτομῆς· τούτους γὰρ ἀποκαλεῖ παραπικραίνοντας. Ἢ παραπικραίνοντας τοὺς ἀπιστοῦντας λέγει, οὓς καὶ αὐτοὺς ἐβούλετο ἐξαγαγεῖν.
Ἐπιμένοντες δὲ τῇ ἀπιστίᾳ ὡς ἐν τάφοις δυσώδεσι τοῖς οἰκείοις σώμασι κατοικοῦσι. »Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου.« (α φ. 338, η φ. 138 β) Ὅτε τοῖς εἰδώλοις λελατρευκότα τὸν Ἰσραὴλ, καὶ τοῖς Αἰγυπτίων ἔθεσιν ἐντεθραμμένον ἐλευθεροῦν ὁ Θεὸς ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν, μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασμένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυμένων τῶν ἐν αὐτῇ κυμάτων, οὐρανοῦ τε μάννα καταστάζοντος. Καὶ νῦν ὁ Ψαλμῳδὸς δεικνὺς, ὡς ὁ καταβὰς μέχρις ᾅδου αὐτός ἐστιν ὁ καὶ πάλαι διὰ Μωσέως ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, φησὶ πρὸς αὐτὸν, ὅτι Καὶ τότε καθ’ ὃν καιρὸν ἐξήγαγες τοὺς Ἰουδαίους καὶ προηγοῦ αὐτῶν ἐν στύλῳ πυρὸς καὶ νεφέλῃ κατὰ τὴν ἔρημον, ἡ σύμπασα γῆ ἐσείετο, τῆς φήμης τὰς ἁπάντων ἀκοὰς πληρούσης, ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. Ἐξάκουστα γὰρ γέγονε τὰ παρὰ σοῦ, καὶ ἔγνω ἡ σύμπασα γῆ.
PG 69:1150Ὥσπερ γὰρ εἴ τις λέγοι τυχὸν, Ἐσείσθη πᾶσα ἡ πόλις, ἀντὶ τοῦ ἤκουσε καὶ τεθαύμακεν, οὕτω νοήσεις ἐνθάδε τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· »Γῆ ἐσείσθη.« Τεθαύμακε γὰρ τὰ παραδόξως ἀποτετελεσμένα παρὰ σοῦ τοῦ ἐν ὄρει Σινᾷ τοῖς υἱοῖς Ἰσραὴλ χρηματίσαντος. Ὑψηλότερον δέ. Ὅτε ἐξεπορεύετο ἀπὸ τοῦ λαοῦ αὐτοῦ ὁ Θεὸς, λέγων, »Ἀφῆκα τὴν κληρονομίαν μου καὶ μετέβην εἰς τὴν ἔρημον,« τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τότε σεισμὸς καὶ μεταβολὴ πραγμάτων μεγίστη ἐγένετο. Καὶ γὰρ οἱ οὐρανοὶ τοὺς θείους καὶ πνευματικοὺς λόγους καὶ νόμους ἔσταξαν, τουτέστιν οἱ τὰ οὐράνια φρονοῦντες ἀπόστολοι. Τοῦτο καὶ διὰ τῶν δύο χιμάρων ἐδηλοῦτο, ὧν ὁ μὲν ἐθύετο, ὁ δὲ ἀπελύετο εἰς τὴν ἔρημον, ἵνα καὶ Χριστὸν σαρκὶ πάσχοντα νοῶμεν ὑπὸ Ἰουδαίων, καὶ ἀπαθῆ κατὰ τὴν θεότητα μείναντα, καὶ ὡς εἰς ἔρημον ἀπὸ τῶν θεοκτόνων εἰς τὰ ἔθνη μεταβαίνοντα. Ἐπεφοίτησε δὲ καὶ ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη. »Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου.« (α φ. 338 β, ε φ. 126) Κατὰ μὲν τὸ γράμμα βροχὴν ὀνομάζει τὸ μάννα, ὅπερ ἰδίως καὶ ἀφωρισμένως τοῖς Ἰουδαίοις ὑπετίζετο·
κατὰ δὲ τὸ πνεῦμα βροχὴν μὲν λέγει τὸν εὐαγγελικὸν λόγον, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ παρὰ Χριστοῦ πρὸς ἡμᾶς γεγονότα, ἢ αὐτὸν τὸν ἐπιδημήσαντα Σωτῆρα τῇ ἀνθρωπότητι, καθώςπερ καὶ ἐν ἑτέρῳ ψαλμῷ »Καταβήσεται ὡς ὑετὸς,« καὶ τὰ ἑξῆς. Ἑκούσιον δὲ, πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας. Τὰ γὰρ τῆς Παλαιᾶς τρόπον τινὰ οὐκ ἦν αὐτῷ ἑκούσια, οὐδὲ προηγουμένως ἐδόθη τῷ ἀνθρώπῳ, ἀλλ’ ἐμετρήθη τῇ φύσει τῶν παραδεχομένων. Διὸ ἔλεγε· »Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;« Κληρονομία δὲ Χριστοῦ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, κατὰ τὸ, »Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.« Ταύτῃ οὖν ἀφωρίσθη κατὰ βουλὴν Θεοῦ καὶ εὐδοκίαν ὁ λόγος ὁ εὐαγγελικός. »Τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.« (ε φ. 126 β. Κυρίλλου καὶ Ἡσυχίου.) Δηλαδὴ τοῖς ἀποστόλοις· πολλὴν γὰρ δύναμιν διασημειῶν καὶ θαυμάτων δίδωσιν. »Ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα.« (ε φ. 126 β, φ φ. 99 β) Διεμερίσαντο γὰρ τὴν ὑπ’ οὐρανὸν οἱ μακάριοι μαθηταί· καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἐκήρυξαν. Διείλοντο τοίνυν σκύλα· τοὺς γὰρ πάλαι τῷ διαβόλῳ λελατρευκότας ταῖς νουθεσίαις ἁρπάζοντες, προσεκόμιζον τῷ Χριστῷ εἰς ὡραιότητα τοῦ οἴκου αὐτοῦ.
PG 69:1151Ὡραιότης γὰρ καὶ κόσμος ἐστὶν Ἐκκλησιῶν ἡ τῶν εἰς Χριστὸν πιστευόντων ἁγία πληθύς. [»Πτέρυγες περιστερᾶς περιηργυρωμέναι.« Εὐειδεστάτην ἡμῖν ὁ λόγος ζωγραφεῖ περιστερὰν, καὶ οἷον περιηργυρωμένην τὸ χρῶμα· ὥσπερ ὅταν εἴ τις ἐπὶ ἀργύρῳ λαμπρῷ καὶ διαστίλβοντι χρυσὸν ἐνδύσῃ, ἢ εἶδος ἐγχαράξῃ περιστερᾶς, καὶ φαίνηται συμμιγὲς χλωρὸν τὸ ἐν τοῖς μεταφρένοις χρυσίον, οἱονεί πως ὠχρῷ συμμεμιγμένον χρώματι, τότε περικαλλεστάτην ἀπεργάζεται τὴν περιστεράν. Ἂν τοίνυν ἐπαναπαύσωνται τοῖς ἐμοῖς κλήροις, φησὶ, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς περιηργυρωμέναι, ἐχούσης δὲ καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· τουτέστιν, ὡς περικαλλεστάτη γενήσεται περιστερά. Οὐ γὰρ ἔτι φρονοῦσι τὰ ἐπὶ τῆς γῆς· ἀναπτήσονται δὲ ὥσπερ ἐν τοῖς οὐρανοῖς· ἤτοι ὡς φρονεῖν τὰ ἐν τοῖς οὐρανοῖς. Ἀνωνύμου. Πτέρυγας λέγει περιστερᾶς τὴν χάριν τοῦ Πνεύματος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπὶ τὰ Ἰορδάνου ἐπεφοίτησε ῥεῖθρα· ταύτης δὲ τὰ μὲν ἁπλούστερα καὶ λευκότερα τοῖς ἁπλουστέροις προςφέρεται, τοῖς τε τελειοτέροις δὲ τὰ βαθύτατα. Τὰ μυστήρια γὰρ, φησὶ, μοῦ ἐμοὶ καὶ τοῖς ἐμοῖς.
Καὶ τοὺς μὲν ὡς ἀτελεῖς γάλα ποτίζει, τοῖς δὲ τὴν στερεὰν προσφέρει τροφήν. Κλήρους δὲ τὰς δύο Διαθήκας καλεῖ. Ἐὰν οὖν ἑκατέρᾳ, φησὶ, διδασκαλίᾳ προσέλθητε, ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσέταξεν. Ἀκίνητος γὰρ ὁ ὑπνῶν.] »Χιονωθήσονται ἐν Σελμών.« (α φ. 339, ε φ. 127, η φ. 144 β) Οἱ ἀπόστολοι δηλονότι λαμπρυνθήσονται· οὗτοι τοίνυν ἐχιονώησαν ἐν Σελμών. Τὸ δὲ ἐν Σελμὼν Ἑβραϊκὴ μέν ἐστιν ἡ φωνὴ, ἑρμηνεύεται δὲ ἀνταπόδοσις. Καὶ αὐτοὶ γοῦν οἱ διασταλέντες χιονωθήσονται ὡς ἐν ἀνταποδόσει, τουτέστι λαμπροὶ γενήσονται, μισθὸν ὥσπερ τῆς εἰς Χριστὸν γνησιότητος λαβόντες τὴν λαμπρότητα. Προλέγει οὖν τὴν τῆς Πεντηκοστῆς ἡμέραν, καθ’ ἣν τὸ Πνεῦμα ἐν Σελμὼν, τουτέστιν ἐν Ἱερουσαλὴμ, ἐδέξαντο καὶ ἐλαμπρύνθησαν οἱ ἀπόστολοι, οἷς διῄρει τὴν τῆς οἰκουμένης βασιλείαν, καὶ τῷ μὲν τῶνδε τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστατεῖν ἐκέλευεν. [»Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον.« Πῖον δὲ ὄρος φησὶν εἶναι, καὶ μὴν καὶ τετυρωμένον·
PG 69:1153πῖον μὲν, ὡς ἔνυδρόν τε καὶ πρὸς τούτῳ καὶ εὐανθὲς, διά τε τοῦτο πολλὰς ἔχειν δυνάμενον προβάτων ἀγέλας. Πλεῖστα γάρ εἰσιν ἐν Ἐκκλησίαις τοῦ Σωτῆρος τὰ θρέμματα τοῖς τῆς θεοπνεύστου Γραφῆς ἐνσπαταλοῦντα λόγοις, καὶ τὸν θεῖόν τε καὶ οὐράνιον ἐκπίνοντα λόγον. Ἐν ταύταις γάρ ἐστιν ὁ Χριστὸς, ὁ λέγων· »Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.« Πῖον τοίνυν ὄρος, ὡς ἔνυδρόν τε καὶ εὐανθὲς νοητῶς· ἔστι δὲ καὶ τετυρωμένον, τουτέστι, πεπηγὸς καὶ συνεστραμμένον. Ἔκλυτον γὰρ οὐδὲν ἢ ὑδαρὲς ἐν Ἐκκλησίᾳ, ἀλλ’ ἔστι τὰ πάντα συνεσφιγμένα πρὸς εὐσέβειαν.] »Τὸ ἄρμα τοῦ Θεοῦ μυριοπλάσιον.« (α φ. 340, ε φ. 127 β) Ἅρμα τοῦ Θεοῦ τὰς οὐρανίους καὶ νοητὰς δυνάμεις φησὶν, ἐν οἷς ἐποχεῖται Θεός. Εἶεν δ’ ἂν ἅρμα καὶ οἱ ἀπόστολοι, οἷς ἐποχούμενος ὁ Θεὸς Λόγος διατρέχει τὴν ὑφήλιον· καὶ οἱ μετ’ ἐκείνους καθαροὶ, εὐθηνοῦντες ταῖς ἀρεταῖς, καὶ καρποφοροῦντες Θεῷ τὴν εὐσέβειαν, καὶ μυριοπλασίους ὄντες, τῶν παρ’ Ἰουδαίοις πάλαι τῆς θείας ἐπιβάσεως ἀξίων. »Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν.« (α φ. 340) Εἰς ποῖον ὕψος ἀναβέβηκεν ὁ Κύριος; Εἰς τὸ τοῦ σταυροῦ, ὡς αὐτός σε διδάσκει λέγων·
»Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς,« τουτέστιν, ὅταν τὸν ὑπὲρ τῆς πάντων ζωῆς ὑπομείνω σταυρὸν, »πάντας ἑλκύσω πρὸς ἐμαυτόν.« Βεβασίλευκε γὰρ τῆς ὑπ’ οὐρανὸν διὰ τοῦ τιμίου σταυροῦ, καταργήσας τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πάντας ἑλκύσας πρὸς ἑαυτόν. »Ἔλαβες δόματα ἐν ἀνθρώπῳ. Καὶ γὰρ ἀπειθοῦντας, κ.τ.λ.« (ε φ. 127 β, φ φ. 100. Κυρίλλου καὶ Ἀθανασίου.) Καὶ ποῖα ταῦτά ἐστιν, αὐτὸς ὁ Υἱὸς σαφηνιεῖ λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός· »Αἴτησαι παρ’ ἐμοῦ,« καὶ τὰ ἑξῆς. Τοὺς γὰρ ἀπειθοῦντας πάλαι καὶ πλανωμένους ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἵνα ἐν αὐτοῖς κατοικήσας διὰ τοῦ Πνεύματος, υἱοὺς αὐτοὺς ἀποφήνῃ Θεοῦ. [»Κύριος ὁ Θεὸς εὐλογητός.« Οἱ γὰρ ἀεὶ καθ’ ἑκάστην ἡμέραν προστιθέμενοι, καὶ διὰ πίστεως τῆς ἐν Χριστῷ καλούμενοι πρὸς ζωὴν, ἀκαταλήκτοις αὐτὸν εὐφημίαις δοξολογεῖν σπουδάζουσι.] »Κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.« (α φ. 340 β, φ φ. 100) Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομαλίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν· καὶ θύραν ἀνοίξει τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κηρύγματος κατευοδωθῆναι ἡμῖν.
PG 69:1155»Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.« (α φ. 340 β, ε φ. 128, φ φ. 100, η φ. 150 β) Θαρσοῦσι σαφῶς οἱ ἀπόστολοι, οὓς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάγει γενναίως ὁ Θεός. Τῆς αὐτοῦ δυνάμεως εἶναί φασι τὰς διεξόδους τοῦ θανάτου, ἤτοι τὴν ἀπαλλαγὴν, διδόντος τοῖς ἀγαπῶσιν αὐτὸν τὸ διεξελθεῖν δύνασθαι ἤτοι ἐκφυγεῖν τοῦ θανάτου τοὺς βρόχους. Μόνος γὰρ αὐτὸς Θεὸς ὢν τοῦ σώζειν καὶ πηγὴ σωτηρίας, ἐξόδους εὕρατο τοῦ θανάτου, ἀναστὰς ἐκ νεκρῶν. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασε, οὐκέτι δὲ διεξελθεῖν δεδύνηται αὐτόν· ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, διεξόδους ποιησάμενος τοῦ θανάτου, καὶ τὴν ἀδιεξόδευτον αὐτοῦ φρουρὰν ἡμῖν διανοίξας, γέγονε Θεὸς τοῦ σώζειν· διὸ καὶ τῷ Ἰὼβ ἔλεγεν· »Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;« »Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.« (ε φ. 128, κ φ.
122) Τοὺς κατενεχθέντας, φησὶν, εἰς τῶν ἡδονῶν τὸν βυθὸν, καὶ εἰς τὰς κοσμικὰς φιληδονίας βεβαπτισμένους, ἐπιστρέψω πρὸς ἐμαυτόν. »Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι.« (α φ. 341 β) Πῶς ἐπιστρέψουσι διδάσκει, ὅτι ἀναιρεθεισῶν τῶν πονηρῶν δυνάμεων. Κατήγαγε γὰρ εἰς γῆν τὸ αἷμα αὐτῶν καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν, κατὰ τὴν Ἡσαί̈ου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι. Ἱστορικώτερον δὲ τὰ τοιαῦτα διαγράφει ὁ λόγος, καὶ οἷον ὡς ἐπὶ πολέμου καὶ στρατηγοῦ διαπλάττεται. Οἱ γὰρ ἐν πολέμῳ καὶ μάχαις νικᾷν εἰωθότες, τοῖς τῶν πεσόντων αἵμασι βαπτίζουσι τὸν πόδα ἐν τῷ ἐπεμβαίνειν τοῖς ἀνῃρημένοις. Κἀνταῦθα οὗν, ἐπειδὴ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Σώζεις τοιγαροῦν, φησὶ, τοὺς κινδυνεύοντας, καταστρατεύῃ δὲ τῶν ἐχθρῶν, ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, βαφῇ δὲ καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐν αἵματι τῶν ἐχθρῶν.
PG 69:1157Δέχεται πάλιν ὡς ἀπὸ πράγματος ἐναργοῦς τὸ παράδειγμα· ταῖς γὰρ τῶν θρεμμάτων ἀγέλαις σύνεισιν ἀεὶ καὶ κύνες, ὑλακαῖς καὶ δήγμασι καταπτοοῦντες τοὺς θῆρας. Σύνεισι δὲ καὶ ταῖς λογικαῖς τοῦ Σωτῆρος ἀγέλαις ἱεροὶ καὶ πάνσοφοι κύνες, ταῖς ἑαυτῶν εὐστομίαις καθάπερ τισὶν ὑλακαῖς τοὺς ἀλλοτρίους ἐλαύνοντες θῆρας. Κύνας οὖν Κυρίου τοὺς τῆς νοητῆς ποίμνης φύλακάς φησιν, τοὺς ἁγίους ἀποστόλους καὶ τοὺς ἐπισκόπους, ὧν δὴ καὶ ἡ γλῶσσα μονονουχὶ τοῦ αἵματος τῶν νοητῶν ἐχθρῶν ἀπογεύεται. Λέγει τοίνυν ὡς μονονουχὶ θανάτου αἰτία τῶν πονηρῶν δαιμόνων γενήσεται ἡ τῶν ἀποστόλων φωνὴ, παρ’ αὐτοῦ, τουτέστι παρὰ τοῦ Θεοῦ, βοηθουμένη. Τοῦτο δὲ μεταφορικόν· τῶν γὰρ ἐχθρῶν ἀναιρεθέντων, καὶ οἱ κύνες τῶν ἀνελόντων λάπτουσι τοῦ αἵματος αὐτῶν, καὶ τὰ τούτων διασπαράσσουσι σώματα. Ἑτέρως δὲ, ποῦς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι. Ἡ γλῶσσα δὲ τῶν κυνῶν, ἤγουν τῶν ἀκαθάρτων πάλιν ἐθνῶν, ἐγεύσατο τοῦ ἀχράντου αἵματος, ὅτε ἐπέστρεψαν ἐκ τοῦ διαβόλου. »Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.« (α φ.
342) Πηγαὶ τοῦ Ἰσραὴλ εἶεν ἂν οἱ μακάριοι προφῆται, καὶ πρό γε τούτων ὁ νόμος. Λέγει οὖν, ὡς ἄλλοθεν οὐ προσῆκεν ἡμῖν τὸν Θεὸν ἢ ἐκ τούτων αὐτῶν ἀρυομένους ὑμνολογεῖν. Τοῦτο δέ φησι διὰ τὰ ἑτερόδοξα τῶν αἱρετικῶν συγγράμματα. Ἐκ γὰρ τῶν νομικῶν καὶ προφητικῶν Γραφῶν ὁ Κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ’ εὐφροσύνης ὕδωρ. »Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.« (α φ. 342 β) Ἐκεῖ ποῦ; Ἐν ταῖς Ἐκκλησίαις, ἢ ἐν μέσῳ τῶν ψαλλόντων. Τίς δὲ ὁ Βενιαμὶν, ἢ ὁ μακάριος Παῦλος ὁ ἐκ φυλῆς Βενιαμίν; Τὸ δὲ, νεώτερος, διὰ τὸ ὕστερον αὐτῷ τῶν ἀποστόλων ὀφθῆναι τὸν Κύριον. Ἐν ἐκστάσει δὲ διὰ τὴν εἰς τρίτον οὐρανὸν ἁρπαγὴν, καὶ διὰ τὰς ὑπερβολὰς τῶν ἀποκαλύψεων, κατὰ τὸ παρ’ αὐτοῦ εἰρημένον· »Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν·« καὶ διὰ τὸ θειοτέρας αὐτὸν τυχεῖν ἀλλοιώσεως. Ἐφ’ οὗ καὶ ἀληθεύει τὸ, »Πρωὶ̈ ἔδεται·« καὶ τὸ, »Ἑσπέρας διαδώσει τροφήν.« Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, ἐν ὀλίγῳ τὴν πίστιν εὐηγγελίσατο. »Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν.« (α φ.
PG 69:1158342 β) Μέμνηται καὶ τῶν λοιπῶν τῆς Ἐκκλησίας παιδευτῶν τε καὶ ἀποστόλων, οἳ σχεδὸν ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασι καὶ φωστῆρες οἰκουμενικοὶ, καί φησιν ὅτι αὐτῶν τῶν ψαλλόντων ἄρχοντες καὶ ἡγεμόνες ἐχειροτονήθησαν· ἔκ τε τῆς Ἰούδα φυλῆς, ὡς οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Λευὶ̈ς ἤτοι Ματθαῖος· ἔκ τε τῆς Ζαβουλὼν καὶ τῆς Νεφθαλεὶμ, ὡς Πέτρος καὶ Ἀνδρέας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ Φίλιππος, ἀπὸ Βηθσαϊδὰ τῆς κώμης ὄντες, καὶ Ἰάκωβος ὁ Ἀλφαίου ἐκ Καπερναοὺμ, Σίμων δὲ ὁ Ζηλωτὴς Κανανίτης ὠνόμασται. Ταῦτα δὲ πάντα τὰ χωρία τῆς Γαλιλαίας ἐστί· Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον ἔσχον τὸν κλῆρον· καὶ τούτου μάρτυρες δύο, ὁ μὲν προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρτυρίαν προφέρων· ὥστε ἐκ τούτων τῶν φυλῶν οὗτοι οἱ ἀπόστολοι ὥρμηντο, οἱ καταστάντες ἄρχοντες καὶ ἡγεμόνες τῶν Ἐκκλησιῶν. »Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου.« (α φ. 342 β, β φ. 282, ε φ. 129, η φ. 156, κ φ.
122 β) Δύναμιν τοῦ Πατρὸς τὸν Υἱόν φησι, κατὰ τὸ, »Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.« Παρακαλεῖ τοίνυν τὸν Πατέρα ὁ ἀποστολικὸς χορὸς, ἵνα ἐντείληται τῷ Υἱῷ τὰ περὶ τοῦ κηρύγματος· »Ἀπ’ ἐμαυτοῦ γὰρ, φησὶ, λαλῶ οὐδὲν,« ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Πατρός· καὶ ἵνα δυναμώσῃ αὐτοῖς ὃ κατήρτισεν αὐτοῖς, μονονουχὶ καὶ δακτύλῳ δεικνὺς, ὅτι τὸ ἠσθενηκὸς σῶμα, καὶ πεπτωκὸς εἰς θάνατον διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὅτι τοῦτο δυναμώσει κατὰ καιροὺς ὁ Χριστός· αἰτοῦσιν οὖν ἵνα τῆς φθορᾶς ἀπαλλάξας τὸ σῶμα, τὴν ἀφθαρσίαν ἐνδύσῃ, ἀναγαγὼν αὖθις εἰς τὸ ἐν ἀρχῇ, τουτέστιν εἰς τὴν ἐν ἀρχῇ μακαρίαν καὶ ἀκήρατον ζωήν· ὃ καὶ ποιήσει Κύριος κατὰ καιροὺς, ὅτε καταβήσεται ἐξ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. »Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.« (α φ. 345, ε φ. 129 β) Ἐπειδὴ πολλοὶ οἱ τῇ κατὰ Θεὸν πολιτείᾳ τῶν ἁγίων δυσμεναίνοντες, καὶ μάλιστα οἱ ἀκάθαρτοι δαίμονες, τούτου χάριν εὔχεται ἐπιτιμηθῆναι αὐτοὺς θηρία ὄντας καλάμου. Ἰστέον δὲ, ὅτι τόπος ἐστὶν ἐν Παλαιστίνῃ, ἐν παρόδῳ τῆς Ἱερουσαλὴμ, ᾧ ὄνομα Κάλαμος, διὰ τὸ πλείστους εἶναι τοὺς καλάμους ἐν αὐτῷ·
PG 69:1160ἐν τούτῳ λανθάνουσι λέοντες δεινοὶ ὠμοβόροι, καὶ ἕτεροι θῆρες ἄγριοι περὶ τὸ ἄλσος ἐμφωλεύοντες, οἳ καὶ ἐπεβούλευον τοῖς ἀνιοῦσιν εἰς Ἱερουσαλήμ. Οὐκοῦν ὡς ἀπὸ πράγματος ἐμφανοῦς εἰς ἐννοίας ἡμᾶς κεκρυμμένας καὶ πνευματικὰς ὁ τοῦ Ψάλλοντος ἀποφέρει λόγος. Τί πράττουσιν οἱ ἐν τῷ Καλάμῳ θῆρες; Ἐπιβουλεύουσι δεινῶς τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα. Τοῦτο αὐτὸ καὶ τοὺς ἀκαθάρτους δαίμονας ποιοῦντας εὑρήσομεν· ἐπιβουλεύουσι γὰρ τοῖς ἐν τῇ νοητῇ Ἱερουσαλὴμ ἀπιοῦσιν οἱ νοητοὶ λέοντες, οἱ τῇ ἀκαρπίᾳ καὶ κουφότητι τῶν ἀστηρίκτων ἐμφωλεύοντες, καὶ ἐπαναπαυόμενοι τοῖς ξηροῖς πρὸς ἀρετὴν, καὶ ὑγροῖς πρὸς φιληδονίαν· κατὰ τὸ ἐν Ἰὼβ περὶ τοῦ διαβόλου εἰρημένον, ὅτι Ὑπὸ πᾶν δένδρον κοιμᾶται, παρὰ κάλαμον καὶ βούτομον καὶ πάπυρον. Εἰσὶ δὲ καὶ ἕτεροι τοῦ Καλάμου θῆρες ἀνοσίων αἱρέσεων εὑρεταὶ, καὶ λανθανόντως καὶ θηριωδῶς συγγράφοντες τὰ διεστραμμένα, οἳ καθάπερ ὀδόντι τῷ καλάμῳ χρώμενοι, τὰς τῶν ἁπλουστέρων ψυχὰς κατεσθίουσιν. »Διασκόρπισον ἔθνη. Ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. (α φ. 343 β. Κυρίλλου καὶ τοῦ Νύσσης.
) Ὡς διασκορπισθέντων τῶν νοητῶν ἐχθρῶν, λοιπὸν ἐπὶ τὸ κήρυγμα οἱ ἀπόστολοι δραμοῦνται. Πιστεύσουσι δὲ Αἰγύπτιοί τε καὶ Αἰθίοπες, τουτέστι τὰ πέρατα τῆς γῆς· ἔσχατοι γὰρ πάντων ἐν ἀνατολῇ καὶ δύσει Αἰθίοπες. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων τοὺς ἄγαν εἰδωλολάτρας καὶ ἐναντίους τῇ λατρείᾳ τοῦ Ἰσραήλ· ἡ γὰρ Αἴγυπτος τῆς ἀσεβείας τὸ κράτος ἀνεδήσατο· διὰ δὲ τῶν Αἰθιόπων τὰ πέρατα τῆς γῆς. Πῶς δὲ προσέδραμεν ἡ Αἰθιοπία εἰς τὸ κήρυγμα, καὶ τὸ περὶ αὐτῆς προφητευόμενον τέλους τετύχηκεν, ἔξεστιν ἀπὸ τοῦ εὐνούχου ἰδεῖν τοῦ Αἰθίοπος, ὃν Φίλιππος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, χεῖρα ὄντα τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὡς δυνάστην Αἰθιοπίας, καὶ καθ’ ὃ ἐπὶ πάσης τῆς γάζης αὐτῆς εἴτουν τοῦ θησαυροῦ ἐτέτακτο. Ὅτι γε μὴν ἡ Αἰθιοπία πάντα τὰ ἔθνη δηλοῖ μέλανα ὄντα ἐν ἁμαρτίᾳ, παρίστησιν ἡ ἐν τῷ Ἄσματι διὰ μετανοίας λέγουσα νύμφη· «Μέλαινά εἰμι καὶ καλὴ,» τὸ μὲν διὰ τὴν εἰδωλολατρείαν καὶ τὴν κακίαν, τὸ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν·
PG 69:1162ὥστε τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ, ἤτοι ἐν τῷ εὔχεσθαι, ἢ καὶ ἐν τῷ προσάγειν δῶρα τῷ βασιλεῖ τά τε τῆς εὐσεβείας ἀρώματα καὶ τὸ τῆς θεογνωσίας χρυσίον. «Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» (α φ. 344) Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι’ ὧν εἰργάζοντο θαυμάτων ὑπέδειξαν. Καὶ οἱ μετ’ ἐκείνους δὲ τὸ διδασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέλαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμενοι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρουσιν. Ἢ τὸ, «Ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις,» ἀντὶ τοῦ μεγάλη καὶ ὑψηλὴ καὶ περίοπτος. Ἑτέρως δὲ τῷ θεωρητικωτάτῳ Ἰσραὴλ τὰ μεγαλεῖα τοῦ Θεοῦ γνωρίζονται, καὶ ἡ δύναμις αὐτοῦ τῷ ὑπερκειμένῳ τῶν γεηρῶν. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ.» (α φ. 344) Οἱ τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν δι’ ἑαυτῶν εὖ βιοῦντες ὑμνεῖσθαι παρασκευάζουσι, καὶ αὐτοὶ δὲ μόνοι θαυμάζουσι τὸν Θεὸν, οἷα δυνάμενοι κατανοεῖν τὰς μεγαλοπρεπεῖς οἰκονομίας αὐτοῦ.
Αὐτὸς οὖν ὁ τοῦ πνευματικοῦ Ἰσραὴλ Θεὸς, ἴσον δὲ εἰπεῖν ὁ τῶν ἁγίων Θεὸς, ἐνισχύσει καὶ τὸν νέον λαὸν, ὥστε πάντα καὶ λαλεῖν καὶ δρᾷν ὑπὲρ τῆς δόξης αὐτοῦ· καὶ δύναμιν μὲν δώσει εἰς τὸ ῥυσθῆναι τῆς πλάνης τῶν εἰδώλων, κραταίωσιν δὲ εἰς τὸ ἐμμεῖναι τῇ ἀμωμήτῳ πίστει Χριστοῦ· ὃς εὔνοός ἐστιν, ὡς καὶ πλάσας καὶ ἀναπλάσας καὶ τοσούτων ἀγαθῶν καταξιώσας τὸν λαὸν αὐτοῦ. ΨΑΛΜΟΣ ΞΗ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ Δαβίδ.» (α φ. 344 β. β φ. 284 β. γ φ. 50) Περιέχει μέντοι ὁ ψαλμὸς προσευχὴν τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι’ ἃς αὐτῷ τὸν ἐπὶ σταυροῦ κατεσκεύασαν θάνατον, ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τούτοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πολιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας διδασκαλίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἢν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προςώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, αὐτὸ τοῦτο ἐπισημαίνει ἐπὶ τέλους τοῦ ψαλμοῦ, καί φησιν·
PG 69:1163«Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.» Ἐπὶ συντελείᾳ γὰρ τοῦ παρόντος αἰῶνος ἐπέφανεν ἡμῖν Θεὸς Κύριος, καὶ τὴν νοητὴν ἀλλοίωσιν ἠλλοιώθημεν, οὐκ ἐξ ἀγαθῶν πεσόντες ἐπὶ τὰ χείρονα, καθὰ καὶ ἐν τῷ Ἀδὰμ, ἀλλ’ ἐκ παντὸς κακοῦ μεθιστάμενοι πρὸς πᾶν ἀγαθόν. Γράφει δὲ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε. Καὶ κατὰ τὸ Εὐαγγέλιον· «Μετὰ ἱδρώτων, ἀγγέλου ἐνισχύοντος, ἐν ἀγωνίᾳ γενόμενος, ἐκτενέστερον προσηύχετο.» «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» (α φ. 345) Ἔοικε δὲ καὶ ἐκ προσώπου τοῦ Κυρίου λέγεσθαι τὰ συμβάντα, ὅτε γενόμενος ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Ἐπειδὴ γὰρ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ εὔχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν τῶν χειμάῤῥου δίκην περικλυσάντων αὐτοῦ τὴν ψυχήν. Καὶ ὁ τύπος δὲ Χριστοῦ, Ἰωνᾶς, «Περιεχύθη μοι ὕδωρ, φησὶν, ἕως ψυχῆς μου.» Καὶ ἐν Ἰώβ·
«Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας, δι’ ὧν τὰ τοῦ ᾅδου χωρία δηλοῦται.» (η φ. 166) Διὰ τῶν ὑδάτων τοὺς πειρασμοὺς σημαίνει ἡ θεόπνευστος Γραφή. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» (α φ. 345, β φ. 285 β, φ φ. 102. Κυρίλλου, Εὐσεβίου, Θεοδωρήτου.) Ποικίλλει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων τοὺς αἰχμαλώτους ἀνιαρῶν. Αἰνίττεται δὲ καὶ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος ὁ Σωτὴρ καταβὰς διεξῆλθε. Τὸ δὲ «Ἦλθον,» ὅμοιον τῷ, «Ἐγὼ τίθημι τὴν ψυχήν μου ἀπ’ ἐμαυτοῦ.» Ἑκουσίως δὲ Χριστὸς ὑπέστη τὸν θάνατον, ὃν καταιγίδα καλεῖ. Πρέπουσα δὲ φωνὴ καὶ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.» (α φ. 346. Κυρίλλου, Γρηγορίου, Εὐσεβίου.) Ἢ ὅτι Εἰ καὶ ἦσάν τινες πλημμέλειαι, δι’ ἃς τῷ σταυρῷ με προσήλων, τάχα που σὺ πρῶτος ἔγνως, ὁ Θεὸς, ὃν οὐδὲν οἷόν τε λανθάνειν· ἢ ἀφροσύνην μέν φησι τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί.
PG 69:1165Γέγονε γὰρ ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Μωρίαν μὲν οὖν τοῦ Χριστοῦ τὸ πάθος, ἀσθένειαν δὲ τὸν σταυρὸν ὠνόμαζον. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν· σῇ γὰρ κρίσει γεγένηται. Τοῦτο δὲ λέγει ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ, «Αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν,» ὅμοιον τῷ, «Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου.» (ε φ. 131 β) Τῇ τοιαύτῃ χρήσαιτο φωνῇ, ὅστις ἐστὶν θεοσεβὴς ἀληθῶς καὶ πίστιν ἔχων ὀρθὴν καὶ ἀκαπήλευτον. Διωκομένης γὰρ τῆς εὐσεβείας ἀπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν, ἀσθενείτω διάθεσις ἡ πρὸς γενεὰς καὶ γένη· καὶ τῆς τοῦ Θεοῦ δόξης καταπεφρονημένης, ἀργείτω τότε καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης ὁ νόμος· ἀγαπάσθω δὲ μόνος καὶ ὑπὲρ πάντας ὁ τῶν ὅλων Θεός· αὐτῷ γὰρ τὴν οἰκείαν ὀφείλομεν ζωήν. «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμούς μοι.» (α φ. 347) Εἴποι δ’ ἄν τις· Καὶ μὴν φάγου καὶ οἰνοπότου δόξαν ἠνέγκατο παρὰ τοῖς κακοήθεσιν· πῶς οὖν νῦν φησιν ὅτι ὠνειδίζετο ὡς νηστεύων;
Πρὸς ὃ ῥητέον, ὅτι σπανίως καλούμενος ἀπῄει πρὸς τὰ συμπόσια αὐτός τε καὶ οἱ μαθηταί. Οἱ δὲ διαβάλλοντες, τούτοις ἐχρῶντο τοῖς λόγοις, τὸν λοιπὸν τῆς αὐτοῦ διαίτης ἀγνοοῦντες καιρόν. Πλὴν ἀρκείτω πρὸς ἀπόδειξιν ἡ συνεχὴς τεσσαρακονθήμερος νηστεία. Ἐπληροῦτο δὲ ταῦτα καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε, λοιπὸν αἰρομένου τοῦ νυμφίου, ἐνήστευον οἱ μαθηταὶ, ὥστε καὶ αὐτὸν εἰκὸς προορῶντα τὸ πάθος καὶ τὰ παρακολουθοῦντα τοῖς Ἰουδαίοις κακὰ, καταπονεῖν τὴν ψυχὴν ἐν νηστείᾳ· κωλυτικὴ γὰρ τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως ἡ νηστεία. (ε φ. 132) Γελῶσί τινες τῶν ἁγίων τοὺς πόνους, καὶ ὀνειδισμοῖς ποιοῦνται πρόφασιν τὰ ὄντως τεθαυμασμένα. «Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» (α φ. 347) Καὶ ὁ Σωτὴρ δὲ ὑπὲρ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται· ὁ γὰρ σάκκος τὴν σκληρὰν αἰνίττεται δίαιταν καὶ τὸ πένθος. Ἀλλὰ καὶ τοῦτο εἰς παραβολὴν γέγονε τῷ Κυρίῳ, τουτέστιν εἰς ὄνειδος. Σύνηθες γὰρ τοῖς φαύλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι’ ἃς ἔχουσι κακοπαθείας· εἰκὸς δὲ τὸν Χριστὸν μετὰ τὸ ἀναιρεθῆναι, παραβολὴν γενέσθαι τοῖς Ἰουδαίοις·
PG 69:1167οἷον, Τοιαῦτα πάθοι ὁ ἐχθρὸς ἡμῶν οἷα καὶ ὁ ἐσταυρωμένος. Κατὰ δέ τινας διὰ τοῦ σάκκου, τὸ σῶμα σημαίνεται σκληρὸν ὂν καὶ ἀντίτυπον· διὰ γοῦν τὴν τῆς σαρκὸς περιβολὴν ὠνειδίσθη ὁ Κύριος. «Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, κ.τ.λ.» (α φ. 347) Καὶ Ἰουδαῖοι δὲ Χριστὸν ἔν τε συμποσίοις ὠνείδιζον, παροίνιον αὐτὸν διήγημα ποιούμενοι καὶ κωμῳδίαν, ἔν τε ταῖς πρὸς ἀλλήλων ὁμιλίαις κατεγέλων αὐτοῦ. Τὰ γὰρ συνέδρια τῶν ἀκαιρουμένων εἰς αὐτὸν εὐκαίρουν, καὶ ἠδολέσχουν, εἴτουν ἐσχόλαζον, καὶ συνεχῶς διηγοῦντο. [«Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες.» Ταῦτα λέγει, τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ὑπεμφαίνων ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἐναποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος.] «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε.» (α φ. 347 β. Κυρίλλου καὶ Θεοδωρήτου.) Ὁ Σύμμαχος· «Ἐμοὶ δὲ προσευχὴ σὺ, Κύριε.» Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. Φαίη δ’ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Εἰ καὶ ἐχλεύαζόν με, καὶ πονηρὰ ἀντὶ ἀγαθῶν ἀνταπεδίδοσάν μοι, ἀλλ’ οὖν ὑπὲρ αὐτῶν ἐγὼ οὐ παύσομαι πρὸς σὲ χρώμενος τῇ προςευχῇ.
Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς καὶ ἐν τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Εἶτα τίθησιν ἑξῆς καὶ τὰ ῥήματα τῆς προσευχῆς. «Καιρὸς εὐδοκίας, ὁ Θεός.» (α φ. 347 β, ε φ. 132) Εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ· τὸ δὲ ἀνακεφαλαιώσασθαι ἔστι τὸ ἀναλαβεῖν καὶ ἀνακομίσαι τῶν πραγμάτων τὴν φύσιν εἰς τὸ ἐν ἀρχαῖς. Εὐδοκίαν δὲ καλεῖ τὴν βουλὴν τοῦ Θεοῦ, ὥστε ἡμᾶς σωθῆναι καλῶς αὐτῷ δόξασαν. «Ὅτε οὖν ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Εἰς τοῦτο ἐλθὼν, φησί· «Καιρὸς εὐδοκίας» ὅμοιον τῷ, «Ἐλήλυθεν ἡ ὥρα.» «Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.» (α φ. 347 β) Τοῦτο δὲ ποιήσεις, ὑπὲρ αὐτῶν ἀποθανόντα με σώσας διὰ τῆς ἀναστάσεως. Ὑπὲρ αὐτῶν γὰρ ἀναδέχομαι ζωὴν καὶ σωτηρίαν· σὺν ἐμοὶ γὰρ ζωοποιηθήσονται οἱ δι’ ἁμαρτίαν νεκροί. Μόνη μέν τοι ἀληθὴς ἡ παρὰ Θεοῦ σωτηρία, τυπικῆς οὔσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν σωτηρίας. «Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.» (α φ.
PG 69:1169347 β) Αἰτεῖ καὶ ὁ Σωτὴρ ἀπὸ τῶν Ἰουδαίων ῥυσθῆναι, οἳ ἐμίσουν αὐτὸν ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ἐν βάθει κρυπτομένην πονηρίαν. Ἢ βάθος ὑδάτων τὸν θάνατον λέγει καὶ τοὺς πειρασμοὺς οὓς ἐν Χριστῷ νικῶμεν. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. «Μή με καταποντισάτω καταιγὶς ὕδατος, κ.τ.λ.» (α φ. 348, β φ. 288 β, ε φ. 132 β, η φ. 173 β, Κυρίλλου καὶ Εὐσεβίου.) Ὕδατος δὲ καταιγίδα καὶ βυθὸν καὶ φρέαρ ὀνομάζειν ἔοικεν ἢ τοὺς ἐν τῷ πειράζεσθαι κινδύνους, ἢ καὶ αὐτὸν ἔσθ’ ὅτε τὸν ᾅδην. Φησὶ γάρ· «Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·» ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη. Δηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ,» τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· «Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι.
Φρέαρ δὲ στόμα ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ’ ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· «Καταιγὶς κατεπόντισέ με,» νῦν λέγει· «Μή με καταποντισάτω;» Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχεται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυςπρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ’ αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ’ ἀεὶ προσευχόμενον λέγειν· «Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. «Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου.» (α φ. 348 Κυρίλλου καὶ Εὐσεβίου). Διὰ τί δὲ καὶ ὁ Μονογενὴς χρῄζει τοῦ εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος, αὐτὸς τὴν αἰτίαν λέγει·
PG 69:1170«Ὅτι χρηστὸν τὸ ἔλεός σου,» τουτέστι, Διὰ τοῦτο εἰςακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ ἀνθρώπων εἰκότως ταῦτα ἀναδέχομαι. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» (α φ. 348 β, Κυρίλλου καὶ Εὐσεβίου.) Ἐπεὶ δὲ καὶ ὁ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἀποστραφεὶς ἦν τὴν τοῦ ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν πρὸς αὐτὴν ἐπιστρέψαι τὸν Πατέρα τὸ πρόσωπον ὁ Χριστὸς παρακαλεῖ, καὶ μὴ ἐπιμεῖναι ὀργιζόμενον, ἐκ μεταφορᾶς τῶν ἐν ταῖς ὀργαῖς ἀποστρεφόντων τὸ πρόσωπον. Ἀποστροφὴ δὲ Θεοῦ ἡ ἐγκατάλειψις. «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.» (α φ. 348 β, η φ. 174 β, Κυρίλλου καὶ Εὐσεβίου.) Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν, ταχεῖαν μοι παράσχου παραψυχήν. Τί τὸ θλίβον; εἰπέ· ἐξήγησαι τὸ λυποῦν, ὦ Δαβίδ. Ἄκουε τοίνυν λέγοντος ἐναργῶς· «Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον ἐβαρύνθησαν ἐπ’ ἐμέ.» Οὐκοῦν πρόςελθε τῷ λέγοντι· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» (α φ. 348 β) Φαίη δ’ ἂν καὶ ὁ Χριστὸς πρὸς τὸν Πατέρα·
Ὑπὲρ τοῦ κοινοῦ κτήματος θλίβομαι τοῦ ἀνθρώπου, ὥστε ἐλευθερῶσαι τὸν ἀφ’ ἡμῶν αἰχμάλωτον. Ταχὺ δὲ εἰσάκουσον, ἐπειδὴ χρῄζει ταχύτητος τὸ κατ’ αὐτὸν μυστήριον. «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» (α φ. 348 β, ε φ. 133, φ φ. 104 β) Εἴποι δ’ ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· Λύτρωσαι τὴν ψυχήν μου ἀπὸ τοῦ κατασχόντος, δηλονότι θανάτου. Καὶ ποῖος ἄρα ἐστὶν ὁ τῆς λυτρώσεως τρόπος; Ἡ ἐν Χριστῷ δικαίωσις, ἡ διὰ πίστεως σωτηρία, τῶν πλημμελημάτων ἡ ἄφεσις ἡ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὕτως ἐλυτρώσατό ποτε τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν σκιαῖς καὶ τύποις προκαταγράφων ἡμῖν τοῦ Χριστοῦ τὸ μυστήριον, καὶ τὸ τοῖς ἀγγέλοις ἄγνωστον. «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.» (α φ. 348 β) Καὶ ὁ Σωτὴρ δὲ ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Εἰ δέ τις ἐπαπορήσοι πῶς τοσαῦτα δεηθεὶς ὁ Χριστὸς, οὐκ ἐξέφυγε τοὺς πειρασμοὺς, ἀκουσάτω ὅτι ηὔχετο μὲν ὡς ἄνθρωπος μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπεὶ δὲ συνέφερε παθεῖν αὐτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν, κατεδέξατο τὰ πάθη, προελόμενος τὸ θεῖον θέλημα παρὰ τὸ ἀνθρώπινον.
PG 69:1172«Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου.» (α φ. 349) Καὶ ὁ Σωτὴρ δὲ πρὸς τὸν Πατέρα, Οἶδας, φησὶ, τὸν ὀνειδισμὸν ὃν ὑπὲρ τοῦ σοῦ ὠνειδίσθην ὀνόματος, τὴν αἰσχύνην ἣν ὑπὲρ ἀληθείας ἀνέτλην τῆς σῆς, τὴν ἐντροπὴν ἣν ὑπὲρ τῆς δόξης ὑπέσχον τῆς σῆς. Οἱ γὰρ θλίβοντές με, οἱ κολαφίζοντες, οἱ σταυροῦντες, ἐνώπιον πάντα δρῶσι τῶν σῶν ὀφθαλμῶν. «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν.» (α φ. 349, β φ. 289 β) Ἐντεῦθεν καὶ ὁ Χριστὸς τὸ πάθος διηγεῖται, ὃ καὶ σαφῶς ἡμῖν οἱ εὐαγγελισταὶ διηγήσαντο. Οὐχ ὑπῆρχε δὲ ὁ συλλυπούμενος καὶ ὁ παρακαλῶν, διὰ τὸ καὶ τοὺς μαθητὰς ἄλλον ἀλλαχοῦ φυγεῖν. «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» (α φ. 349, β φ. 289 β, ε φ. 133 β, η φ. 177, Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν, πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ’ ὀδύνης ἐσθίουσι καὶ ἡ ἡδίστη τροφή. Ἐπισημαίνονται δὲ καὶ οἱ μακάριοι εὐαγγελισταὶ, ὅτι δεδιψηκότι τῷ Χριστῷ, κατὰ τὸν τοῦ σταυροῦ καιρὸν, καὶ πιεῖν αἰτήσαντι προσεκόμισαν «ὄξος χολῇ συμμιγέν·
καὶ γευσάμενος, φησὶν, οὐκ ἤθελεν πιεῖν·» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ ψαλμικὴ αὕτη. «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα.» (α φ. 349. Κυρίλλου καὶ Θεοδωρήτου.) Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευεν· «Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα καὶ εἰς τιμωρίαν·» ὥστε συλληφθῆναι ἐντεῦθεν καὶ τὰ συμβησόμενα τοῖς Ἰουδαίοις μετὰ τὸ πάθος κατασημαίνειν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὰ παραπλήσια ὑπομείνειαν, ὧν πεῖράν με λαβεῖν παρεσκεύασαν. Οὐαὶ γὰρ τῷ ἀνόμῳ, ὅτι πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» (α φ. 349 β, β φ. 290, ιι φ. 178. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν πειρασμῶν, ἵνα, μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες ἔλλαμψιν, Ἰουδαῖοι κακοὶ κακῶς ἀπόλωνται, διὰ τὰς σφῶν ἀπονοίας καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. Πῶς δὲ καὶ Ἰουδαῖοι οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Οἳ ἐπειδὴ σταυρῷ παρέδωκαν τὸν τῶν ὅλων Κύριον, ἔδυ μὲν αὐτοῖς ὁ ἥλιος, συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, σημεῖον ἐναργὲς τοῦ κατεσκοτίσθαι καὶ νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς.
PG 69:1174Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ὀφθαλμοὺς ἔχοντες οὐ βλέπουσι, διὰ τὸ παραιτήσασθαι τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἑκουσίως μῦσαι τοὺς ὀφθαλμοὺς τῆς καρδίας. «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» (α φ. 349 β. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ τὰς ὀσφύας αὐτῶν διαπαντὸς ἐξάρθρωσον· δουλείαν τῶν Βαβυλωνίων καταψήφισαι, Δέσποτα, ἵνα οἷς ποιοῦσι περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. «Ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» (α φ. 350) Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίπονον ἐκάλεσε τιμωρίαν. Καὶ ἐπὶ τοὺς σταυρωτὰς δὲ ὁ θυμὸς τῆς θείας ὀργῆς, οὐ μερικῶς ὡς πολλάκις, ἀλλὰ τελέως ἐξεκενώθη, καὶ κατέλαβεν αὐτοὺς πᾶν εἶδος τιμωρίας. «Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν.» (α φ. 350. Κυρίλλου καὶ Θεοδωρήτου.) Σὺ μὲν, φησὶ, δίκας με τῆς παροινίας εἰσπραττόμενος, οἶόν τισι δημίοις παρέδωκας τοῖς Βαβυλωνίοις· οὗτοι δὲ πλείοσί με ἢ προσέταξαν κακοῖς περιέβαλον, καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν·
«Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.» Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, αἰτίας ἐστὶ τοῦτο παράθεσις δι’ ἢν τὰ τοιαῦτα πείσονται. (α φ. 350) Ὅμοιον δὲ τῷ παρὰ τῷ Ζαχαρίᾳ· «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα.» Συγχωρήσας γὰρ παθεῖν τὸν Υἱὸν, αὐτὸς παραδοῦναι λέγεται. Πέπονθε δὲ καὶ ὁ Υἱὸς οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἑκών· ἦν γὰρ αὐτῷ τὸ πάθος τῷ κόσμῳ σωτήριον. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ τὴν σὴν εὐδοκίαν ἐν παταγμοῖς διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παραδεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Οὐχ ὅτι οὖν ὁ Πατὴρ, ἀλλ’ ὅτι κρεῖττον οἰκονομούμενος εἰς θάνατον, καθὼς προώριστο, παρέδωκε τὸν Υἱὸν, ἀνεύθυνοι ἂν εἶεν διὰ τοῦτο οἱ ταύτῃ ὑπηρετησάμενοι τῇ βουλῇ. Οὐ γὰρ ἀρέσαι Θεῷ σπεύδοντες τοῦτο ποιεῖν ἐδοκίμασαν, ἀλλὰ ψυχῆς αὐτοκινήτῳ παρανομοῦντες βουλῇ καὶ φθόνῳ στρατηγούμενοι φονικῷ, τοῦτο κατεπράξαντο. Εἶτα ἐπάγει, ὅτι «Ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ θανάτῳ περιέβαλον·
PG 69:1175ἢ ὅτι οὐ μόνον ἀπέκτειναν, ἀλλὰ καὶ τὴν ἀνάστασιν αὐτοῦ διέβαλον καὶ ἐσυκοφάντησαν· διὰ τοῦτο πάλιν αὐτοῖς ἐπαρᾶται τὰ ἑξῆς. «Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν.» (α φ. 350 β, ε φ. 134. Κυρίλλου καὶ Εὐσεβίου.) Τοῦτό φησιν διὰ τὴν πρόσθεσιν τῆς Ἱερουσαλήμ. Ἀνομίαν ἐκάλεσε τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν. Εἰ δὲ περὶ τῶν σταυρωτῶν ὁ λόγος, ὅτι τῇ κατὰ τὸν Κύριον ἀνομίᾳ καὶ ἑτέραν ἀνομίαν προςθήσουσι, τὸν μὲν τοῦ Ζεβεδαίου Ἰάκωβον μαχαίρᾳ ἀπεκτονότες, ξύλῳ δὲ τὸν ἀδελφόθεον, καὶ λίθοις Στέφανον. Ἢ μία μὲν ἀνομία, ὅτι τὴν ἀλήθειαν ἐλθοῦσαν οὐκ ἐδέξαντο, τῇ σκιᾷ τοῦ νόμου παρανόμως προσκαθήμενοι· ἑτέρα δὲ ἀνομία, ὅτι ἐξωσθέντες τῆς Ἰουδαίας καὶ τοῦτό που τῆς τυπικῆς λατρείας, τελοῦσιν αὐτὴν ὅπου οὐκ ἔξεστι. Διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῆς διὰ πίστεως Ἰησοῦ Χριστοῦ, πόῤῥω δὲ γενήσονται καὶ τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» (α φ.
350 β) Καὶ οἱ σταυρωταὶ δὲ, εἰ καὶ πρῶτοι ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας, ἀλλ’ οὖν, ἐπειδὴ τοιαῦτα ἐτόλμησαν, εἰκότως ἐξαλειφθήσονται, οὐδὲ παρὰ Θεῷ ἐγγραφήσονται μετὰ τῶν ἐκλεγομένων δικαίων καὶ τῆς παρ’ αὐτῷ ζωῆς ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ τῆς σωτηρίας παραιτησάμενοι. Τὰ γὰρ προστακτικῶς εἰρημένα, προαγορευτικῶς χρὴ ἐξακούεσθαι. Βίβλος δὲ ζωῆς, ἡ μνήμη καὶ ἡ γνῶσις τοῦ Θεοῦ· ἐκεῖ γράφεται τὰ ἔργα. Μακάριος οὖν ὁ τῆς ἐν τῇ ἄνω Ἱερουσαλὴμ γραφῆς ἀξιούμενος. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὶς, ἀντελάβετό μου.» (α φ. 351, β φ. 291 β, φ φ. 104 β, 105, η φ. 181 β) Τὸ δὲ «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ,» τοῦτο σημαίνει ἐκ προσώπου τῶν δορυαλώτων λεγόμενον· Ἐν πτωχείᾳ με ἰδὼν καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας. Φησὶ καὶ ὁ Κύριος ὅτι Πτωχός εἰμι, καθ’ ὃ ἐκένωσεν ἑαυτὸν καὶ γέγονεν ἄνθρωπος· ἀλγῶν δὲ καθ’ ὃ σταυρὸν ὑπέμεινεν καὶ τὰς ἐκ τῶν Ἰουδαίων πληγὰς, εἰπὼν πρὸς τὸν Πατέρα·
PG 69:1177«Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Λέγει μὲν ἀνθρωπίνως καὶ τοῦτο, τετήρηκε δὲ πανταχοῦ τῆς οἰκονομίας τὸν τρόπον· ἔδει γὰρ γενόμενον ἄνθρωπον καὶ ἐγηγέρθαι λέγεσθαι παρὰ τοῦ Πατρὸς αὐτόν. Ἐντεῦθεν δὲ καὶ ἡ εὐαγγελικὴ πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν χορὸς, πτωχὸς τῷ πνεύματι, ὃς εἰσέρχεται εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Ἐπαγγέλλεται δὲ μηκέτι τὰς δι’ αἱμάτων προσφέρειν θυσίας, τὰς δι’ αἰνέσεων δὲ μᾶλλον καὶ πνευματικάς. Διὸ ἐπάγει· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς.» (α φ. 351 β) Θρηνῆσαι δὲ ἄξιον τὴν Ἰουδαίων παρανομίαν, συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες, καίτοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων. «Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον.» (α φ. 351 β, β φ. 292, ε φ. 134 β, η φ. 182 β) Τουτέστι τριετῆ καὶ τέλειον· τοιαῦτα γὰρ ἦσαν τὰ κατὰ τὸν νόμον θύματα. Ἰστέον δὲ ὅτι τότε μόσχος ἄῤῥην ἐθύετο, ἡνίκα ἡ Συναγωγὴ περιέπιπτεν ἁμαρτίᾳ· προσεφέρετο δὲ καὶ ὑπὲρ ἀρχιερέως.
Ἐπεὶ οὖν ἀρχιερεῖς καὶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Χριστοῦ, καὶ κατ’ αὐτοῦ τοὺς ὑπὸ χεῖρα διήγειραν, καὶ αἴτιοι τῆς αὐτῶν ἁμαρτίας ἐγένοντο, ἔδει δὲ τούτοις τῆς διὰ νόμου καθάρσεως, Οὐκ αἰσθητὸν, ἔφη, μόσχον ἐγὼ προσφέρω, τὴν καθαρὰν δὲ θυσίαν καὶ ἀναίμακτον ἢν ἐν τῇ ἐμῇ Ἐκκλησίᾳ κατέστησα. «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.» (α φ. 351 β) Φασὶ δὲ καὶ οἱ ἀπόστολοι περὶ τῶν δι’ αὐτῶν πιστευσάντων εἰς Χριστὸν, ὅτι, ταῦτα γνόντες, οἱ τῷ πνεύματι πτωχοὶ ἀγαλλιαθήσονται. «Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ, καὶ ἡ γῆ, θάλασσα, κ.τ.λ.» (α φ. 352. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἅπασαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ καὶ αὐτὰ τὰ στοιχεῖα· οὐκ ἀπόχρη γὰρ ἡ μία γλῶττα τὰς θείας διηγήσασθαι χάριτας. Δοξολογοῦσι δὲ καὶ Θεὸν ἀκαταλήκτως αἱ ἄνω δυνάμεις, συμπάσης ἐλευθερωθείσης τῆς γῆς. Γέγονε δὲ καὶ τοῦτο κατόρθωμα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, τοῦ συνάψαντος τοῖς ἄνω πνεύμασι τοὺς ἐπὶ τῆς γῆς, ἵνα μία καὶ ἡ αὐτὴ παρὰ πάντων τελεῖται λατρεία.
PG 69:1179Εἰ δὲ οἱ ἐν οὐρανοῖς ἐπὶ τῇ τῶν ἀνθρώπων χαίρουσι σωτηρίᾳ, καὶ αἰνοῦσιν ἐπὶ τούτῳ τὸν Θεὸν, πολλῷ μᾶλλον αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα. Διὸ πρόςκειται «καὶ ἡ γῆ,» ἵνα εἴπῃ· Πάντα αὐτὸν ὑμνείτω τὰ ἄνω, τὰ κάτω. Ἀπὸ γὰρ τῶν κυριωτέρων τὰ κατὰ μέρος συμπεριέλαβεν. Ἐν δὲ τῇ θαλάσσῃ εἶπεν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.» (α φ. 352) Ὑψηλότερον δὲ, Σιὼν ἡ ἁγίων Ἐκκλησία, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ ἀνεγηγερμέναι ψυχαὶ ἐκ τοῦ τῆς ἀπιστίας ὀλίσθου δι’ ἐξομολογήσεως· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Δοῦλοι δὲ Θεοῦ οἱ ἅγιοι ἀπόστολοι· σπέρμα δὲ αὐτῶν οἱ δι’ αὐτῶν εἰς Χριστὸν πιστεύσαντες. ΨΑΛΜΟΣ ΞΘ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σωσαί με Κύριον.» (α φ. 352 β) Δύναται δὲ καὶ ἀπὸ Χριστοῦ προςάγεσθαι ὑπὲρ τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοηθῆσαι αὐτῇ διαναστῆναι τὸν Θεόν.
Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς ἀνακειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. Διὸ βοᾷ· «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.» (α φ. 352 β. Κυρίλλου καὶ Θεοδωρήτου.) Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ὑψηλότερον δὲ, οἱ δαίμονες οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώματι, διὰ τὴν τοῦ θανάτου κατάραν, ἐπαρθέντες καὶ ἐπιχαρέντες, μηκέτι μου κυριευσάτωσαν. Ἀξία δὲ τοῦ Δαβὶδ ἡ εὐχή· οὐ γὰρ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων, ἀλλὰ τῶν εἰς ψυχὴν, ἤτοι δαιμόνων, καὶ τῶν συνεργούντων τοῦτοις πονηρῶν καὶ ἀπίστων ἀνθρώπων. «Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσωοἱ λέγοντές μοι· Εὖγε, εὖγε.» (α φ. 352 β. Κυρίλλου καὶ Θεοδωρήτου.) Οἱ τοῖς ἐμοῖς, φησὶ, κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ’ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολὴν, καὶ μὴ ἀπολαύσαιεν τῆς εὐφροσύνης. Τὸ γὰρ, Εὖγε, ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, ὅταν τινὸς τύχωσι τῶν καθ’ ἡδονήν. Λέγουσι δὲ τοῦτο καὶ οἱ δαίμονες ἁμαρτανόντων ἡμῶν·
PG 69:1180ἔστι δ’ ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν. Πλὴν τῷ ἁμαρτάνοντι συμφέρει ἀποστραφῆναι εἰς τὰ ὀπίσω, διὰ μετανοίας παλινδρομοῦντι ἐφ’ ὃ καταλέλοιπεν ἀγαθὸν, μετὰ τοῦ αἰσχύνεσθαι θέλειν. «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι.» (α φ. 353) Ἴσως δὲ καὶ ἐκ προσώπου ταῦτα τοῦ λαοῦ τῶν ἐθνῶν λέγεται, τοῦ πτωχοῦ καὶ πένητος διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἀσέβειαν, παρακαλοῦντος ἐπιταχῦναι τοῦ Χριστοῦ τὴν βοήθειαν, καὶ καταισχυνθῆναι τοὺς νοητοὺς ἐχθρούς. ΨΑΛΜΟΣ Ο. «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.» (α φ. 354. Κυρίλλου καὶ Βασιλείου.) Ἔστι δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν. Ὁ μὲν οὖν ἔχων εἰς Θεὸν ἐλπίδα, μέχρι τοῦ παντὸς αἰῶνος οὐ καταισχυνθήσεται· καθάπερ ὁ ἐπί τι πεποιθὼς ἔτερον, ἡνίκα τῆς ἐλπίδος ἐκπέσῃ· ὁ πεποιθὼς γὰρ, φησὶν, ἐπὶ πλούτῳ, οὗτος πεσεῖται. Καὶ μὴ ἐλπίζετε ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Καὶ ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον· εὐλογημένος δὲ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ.
Κἀγὼ τοίνυν, φησὶν, εἰ μὲν ἐπ’ ἄνθρωπον ὅλως ἢ ἐπ’ ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν ἀνῆψά μου τῆς ψυχῆς τὴν ἐλπίδα, ἄξιος εἴην καταισχύνεσθαι. Εἰ δὲ πάντων μὲν τῶν ἄλλων ὑπερεῖδον, πρὸς σὲ δὲ μόνον ἐπήρεισά μου τὴν ὅλην πεποίθησιν, μὴ δὴ, ὁ Θεὸς, καταισχυναίμην δι’ αἰῶνος. Μνησθεὶς δὲ τῆς συμφύτου δικαιοσύνης τῆς πᾶσι διανεμητικῆς τοῦ κατ’ ἀξίαν, ῥῦσαί με τῶν ἐπιτιθεμένων ἀνθρώπων ἢ διαμόνων, καὶ τῆς αὐτῶν ἐξελοῦ σκαιότητος. ΨΑΛΜΟΣ ΟΑ. «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός.» (ε φ. 141) Καὶ ποῖον κρῖμα διαδεξάμενος, ὡς ἐν ὀλίγοις εἰπὼν ὁ μακάριος Παῦλος, ὅτι εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. «Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» (ε φ. 141 β. Κυρίλλου, Διδύμου, Ἀθανασίου) Ὄρη καὶ βουνοὺς ἐνταῦθα ἀγγελικὰς δυνάμεις φησὶν, τὰ πάλαι μὲν διὰ τὴν κεχυμένην ἀσέβειαν μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους κελευομένας ἀναλαμβάνειν. «Σώσει τοὺς υἱοὺς τῶν πενήτων.» (ε φ. 141 β) Καὶ τίνες εἶεν ἄρα ἐνθάδε οἱ σημαινόμενοι πένητες, τίνες δὲ καὶ οἱ τούτων υἱοὶ, ἀναγκαῖον ἰδεῖν.
PG 69:1182Πένητας τοίνυν ὀνομάζει τοὺς ἁγίους ἀποστόλους· ἧσαν γὰρ πτωχοὶ τῷ πνεύματι· σέσωκε τοίνυν ἡμᾶς τοὺς τῶν πενήτων υἱοὺς, κατὰ Πνεῦμα δικαιώσας ἐν τῇ πίστει καὶ ἁγιάσας. «Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ.» (ε φ. 142) Τὸ Συμπαραμένει, τουτέστι, τῷ παντὶ χρόνῳ συνεκτείνεται ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὅτι καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν ἦν. «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ σελήνη.» (ε φ. 142) Ἀνατελεῖ ἡμῖν ἐν ἡμέραις Χριστοῦ δικαιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καὶ πρὸς τούτοις ἔτι ἀνταναιρεῖται ὁ διάβολος.[ ξοδ. μ. φ. 120. ] Ἐπιτήρει ὅπως οὐκ εἶπεν ἀναιρεῖσθαι, ἀλλ’ ἀνταναιρεῖσθαι τὴν σελήνην· ὡς γὰρ ἤδη ἀνελὼν τὸν ἄνθρωπον, ἀνταναιρεῖται ὁ διάβολος. [Καὶ ἄλλως κατὰ πᾶσαν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων ὁ διάβολος, ὡς ἐν τύπῳ διὰ τῆς σελήνης δηλούμενος, ἥτε τέθειται εἰς ἀρχὰς τῆς νυκτὸς, νόθον τι φῶς, τὴν τοῦ κόσμου σοφίαν διδούς· ἀλλὰ τὴν τούτου κατέλυσε δόξαν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·
οὗ ἐν ταῖς ἡμέραις ἀνέτειλε δικαιοσύνη μὲν διὰ πίστεως, πλῆθος δὲ εἰρήνης διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καλῶς δὲ τὸ, ἀνταναιρεθήσεται· ἀνθ’ ὧν ἀνεῖλεν ἄνθρωπον, ἀναιρεθήσεται.] [«Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης.» Καὶ τί ἐστιν, «Ἀπὸ θαλάσσης ἕως θαλάσσης;» Πρῶτον ἡμῖν ὁρίζει τῆς Ἰουδαίων χώρας τοὺς ὅρους· εἶτα καὶ κατὰ πᾶσαν, φησὶ, τὴν οἰκουμένην ἐκταθήσεται τὴν βασιλείαν αὐτοῦ. Ὅρος δὲ τῇ τῶν Ἰουδαίων χώρᾳ, ὡς ἐκ μὲν βορειοτέρων, παράκειται τῇ θαλάσσῃ τῇ κατὰ Παλαιστίνην καὶ Φοινίκην· ἐκ δὲ τῶν νοτιωτέρων παράκειται πάλιν θαλάσσῃ τῇ Ἁλυκῇ ἤγουν τῇ Ἐρυθρᾷ. Ὁρίζει τοίνυν τῆς Ἰουδαίων χώρας τὸ μέτρον, καί φησι· «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Ἀλλὰ μικρὸν τοῦτο τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· οὐ γὰρ ἦν ἀκόλουθον μέχρι μόνης τῆς Ἰουδαίων χώρας τὸ τῆς βασιλείας αὐτοῦ στέλλεσθαι μέτρον.] [«Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες.» Αἰθίοπας μὲν ἐν τούτοις εἶναι νοητούς φησι, τοὺς κατεσκοτισμένην ἔχοντας τὴν καρδίαν καὶ οἱονεὶ μελαινομένους τὸν νοῦν· ἐχθροὺς δὲ τοὺς ἀντιπίπτοντας τῷ ἀπταίστῳ κηρύγματι, καὶ μαχομένους τέως τῇ ἀληθείᾳ.
PG 69:1184Οἱ γὰρ πάλαι μισοῦντες Χριστὸν καὶ πολέμιον ἔχοντες πρὸς αὐτὸν τὸ φρόνημα, τουτέστιν, οἱ τῇ ἀληθείᾳ μαχόμενοι, διὰ τοῦ προσκυνεῖν ἀψύχοις εἰδώλοις καὶ ὑποκεῖσθαι τῷ Σατανᾷ, χοῦν λείξουσι, τουτέστιν, εἰς γῆν πεσοῦνται, προσκυνοῦντες αὐτῷ δηλονότι, καὶ οἱονεὶ τῶν γονάτων προκυλιόμενοι.] «Βασιλεῖς Θαρσεῖς. Βασιλεῖς Σαββᾶ.» (γ φ. 62 β, λ φ. 170) Θαρσεῖς ἐθνῶν Αἰθιοπίους ἐστί. Ἔτι δὲ τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον, ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς.» Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν πόλιν. Σαββᾶ πόλις τῆς Ἰνδίας, ἀφ’ ἧς ἦλθεν ἡ βασίλισσα Νότου πρὸς Σολομῶντα. «Προσκυνήσουσιν αὐτῷ. Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου.» (φ φ. 109 β) Προσκυνήσουσιν ἅπαντες, τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες· δυνάστην γὰρ αὐτὸν ὠνόμασεν, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. [Καὶ τίνα δέ φησιν ἐν τούτοις πτωχὸν καὶ πένητα, ἢ δῆλον ὅτι τὸν ἐξ ἐθνῶν λαόν; Οὕτω γὰρ αὐτῶν καὶ ὁ Σωτὴρ διεμέμνητο λέγων διὰ φωνῆς Ἡσαί̈ου·
«Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Πτωχοὶ γὰρ ἦσαν οἱ πλανώμενοι, πλοῦτον μὲν οὐκ ἔχοντες τὸν ἐξ ἀρετῶν, ἐστερημένοι δὲ καὶ τῆς ἀληθοῦς γνώσεως· καὶ, καθά φησιν ὁ μακάριος Παῦλος, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] «Καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός.» (ε φ. 143 β. Κυρίλλου καὶ Εὐσεβίου.) Καὶ τίνες οἱ προσευξάμενοι, ἢ δῆλον ἡμεῖς οἱ τὴν αὐτοῦ παραδεξάμενοι πίστιν; Ἀνατείνοντες γὰρ πρὸς Θεὸν τὰς εὐχὰς, τὴν τῶν ἀγαθῶν χορηγίαν αἰτοῦμεν δοθῆναι διὰ Χριστοῦ. «Ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον.» (δ φ. 181, ε φ. 144, η φ. 218 β) Ποῦ γὰρ οὐκ ἔστι Χριστὸς, ἢ ποῖον ἔθνος οὐ τετίμηται τῇ τοιᾷδε κλήσει; «Πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ.» Πῶς οὗν ἔλαβεν ὅπερ ἔχων ἀεὶ φαίνεται; [Πῶς ἢ τίνα τρόπον προέγνως; Καὶ γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριόν φησιν· ὃ, καθὼς ὁ πάνσοφος γράφει Παῦλος, σεσίγηται μὲν χρόνοις αἰωνίοις, ἐφανερώθη δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Εἰ τοίνυν προεγνώσθη Χριστὸς, προεγνώσμεθά που πάντως καὶ ἡμεῖς σὺν αὐτῷ.] «Ὁ ποιῶν θαυμάσια μόνος.» (γ φ. 64, λ φ.
PG 69:1185171) Διεξελθὼν πάντα ἃ κατώρθωσεν ἐν τῇ οἰκονομίᾳ, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς Αὐτὸς εἶ ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνηθεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυναστείαν τοῦ Σατανᾶ, καὶ ἐξελέσθαι τοὺς ἐπιβουλευομένους τῆς τῶν δαιμόνων τυραννίδος. Σκόπει δὲ ὡς οὐχ ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ, οὔτε τὸ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ·» οὐδὲ τὸ, «Πρὸ τῆς σελήνης γενεὰς γενεῶν εἶναι.» Ἐκ πάντων οὖν δῆλον ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέλεκται. «Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ.» Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ, δοξαζομένου τοῦ Υἱοῦ, συνδοξάζεται καὶ ὁ γεννήσας αὐτόν· δόξαν γὰρ εἶναί φησιν τοῦ Πατρὸς τὸν Υἱόν. Οὕτω γάρ που τὰς πρὸς αὐτὸν διαλέξεις ποιούμενος ὡς Υἱός· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς δοξάσῃ σε.» Τοῦτο τοίνυν τὸ ὅνομα, φησὶν, τουτέστι τὸ Υἱὸς ἤτοι Χριστὸς Ἰησοῦς, εὐλογημένον ἔσται εἰς τοὺς αἰῶνας. ΨΑΛΜΟΣ ΟΒ. «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» (ε φ. 147) Πόλιν ὀνομάζει τοῦ Θεοῦ τὴν ἄνω καὶ νοητὴν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.
Εἰ μὲν γὰρ ἦσαν φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς ἐπουρανίου πόλεως κατηξίωντο. «Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» [ ξοδ. μ. φ. 124 ] Ἐπειδὴ ὁ τῆς δικαιοσύνης ἐργάτης ἐπὶ τῇ τοῦ Θεοῦ χάριτι καυχώμενος ἔλεγεν· «Ἐκράτησας,» κ.τ.λ., τουτέστι, φύλακά με τῶν σῶν κατέστησας θελημάτων, ταύτης ἕνεκα τῆς αἰτίας μέγα καὶ ἐξαίρετον ἀποφαίνων ὁ τῶν ὅλων Θεὸς, οἱονεί πως ἀναφωνεῖ, καί φησι· «Τί γάρ μοι ὑπάρχει;» κ.τ.λ. «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.» (ε φ. 148) Μακρύνονταί τινες ἀπὸ τοῦ Κυρίου οὐ τοπικοῖς διαστήμασιν, ἀλλ’ ὡς ἐντεύξει [ ξοδ. ἐν τάξει, υελ ἐντάξει] καὶ γνώσει καὶ τρόποις. Οἱ μὲν γὰρ πονηροί τε καὶ ἄδικοι καὶ τοῖς ἑτέροις πλημμελήμασιν ἔνοχοι, μακρὰν εἶναι λέγονται Θεοῦ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» Οἱ δὲ ἀγαθοὶ καὶ δίκαιοι καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιστήμονες, ἐγγύς εἰσι τοῦ Θεοῦ. «Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.» (α φ. 368, β φ. 313, ξ φ. 153 β, η φ. 236 β) Μήτηρ πορνείας ἐστὶν ἀπιστία.
PG 69:1187Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐφορᾷν, ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχηται, ἢ τελεσιουργῇ τὸ κακόν; Ὅθεν ὡς μὴ μέλλειν τῶν γινομένων ὑπ’ αὐτῶν τὸν Θεὸν ὑπολαμβάνοντες, εἰκότως ἐξολοθρευθήσονται. Παύσωμεν τῆς νοητῆς πορνείας τοὺς τρόπους, ἵνα μὴ τὸν τοῖς φιλαμαρτήμοσι πρέποντα καὶ ὀφειλόμενον ὄλεθρον ὑπομείνωμεν. Εἴη δ’ ἂν νοητὴ πορνεία πᾶν εἶδος φαυλότητος καὶ ἀκαθαρσίας. Καὶ ἐπειδὴ αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ τοῦ ἐγγίζοντος, περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα καὶ τὸ κωλύον οὐδὲν γενέσθαι ἐγγύς. «Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. [»Ἐμοὶ δὲ προσκολλᾶσθαι τῷ Θεῷ.« Κολλώμεθα δὲ Θεῷ, κατὰ διάθεσιν ἐγγίζοντες αὐτῷ, καὶ τοῖς θείοις αὐτοῦ κατακολουθοῦντες θεσπίσμασιν. Οὔτω γάρ πού φησι καὶ αὐτὸς ὁ Σωτήρ· »Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθεῖ, καὶ, ὅπου ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός.«] ΨΑΛΜΟΣ ΟΓ. »Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι.« (α φ.
372) Αἰθίοπας γὰρ νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τὴν οὔπω κατηυγασμένην καὶ τὸ θεῖον οὐκ ἔχουσαν φῶς. Ἀλλ’ οἱ μὲν προσπίπτοντες τῷ Υἱῷ, περὶ ὧν εἴρηται· »Ἐναντίον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,« λαμπρύνονται παρ’ αὐτοῦ καὶ διακεκράγασιν· »Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς.« Οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται τὰς τοῦ ἀποστάτου δράκοντος κεφαλὰς, ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ. »Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ.« (ξ φ. 155 β, δ φ. 187, γ φ. 70) Τὰ ἐν τῇ ἐρήμῳ γεγενημένα φησὶ, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Τὸ δὲ Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον δὲ τῆς Ἰουδαίων χώρας ὁ Ἰορδάνης ἀνάκειται. »Θέρος καὶ ἔαρ σὺ ἐποίησας.« (α φ. 372 β) Τάχα δὲ καὶ τὰ τέσσαρα τῆς ὑπ’ οὐρανὸν κλίματα σημᾶναι θέλων ὁ Προφήτης, ἀναφωνεῖ πρὸς Θεόν· »Θέρος καὶ ἔαρ σὺ ἐποίησας,« τουτέστι τὰ θερινὰ καὶ νότια τῆς οἰκουμένης μέρη καὶ τὰ βόρεια καὶ ψυχρά. Ὡς τὸ, »Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας.« Παρῆκε δὲ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ὅτι ἀντίκειται τὸ μὲν θέρος τῷ μετοπώρῳ, ὁ δὲ χειμὼν τῷ ἔαρι.
PG 69:1189ΨΑΛΜΟΣ ΟΔ. »Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας.« (α φ. 375 β) Κατὰ μὲν ἱστορίαν τοῖς Ἀσσυρίοις καὶ Βαβυλωνίοις ἐντέλλεται μὴ βλασφημεῖν κατὰ τοῦ Θεοῦ, μηδὲ μέγα φρονεῖν ἐπὶ τῇ ἰδίᾳ ἰσχύϊ. Τὸ γὰρ κέρας λαμβάνεται μὲν εἰς εἰκόνα ἰσχύος, ἤγουν βασιλείας, κατὰ τὸ περὶ Χριστοῦ εἰρημένον· »Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ,« τουτέστιν ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία. Κατασημαίνει δὲ καὶ ὑπεροψίαν, ὡς ἐνταῦθα τὸ, Μὴ ὑψοῦτε κέρας. Πρὸς δὲ νοῦν, λέγοι ἂν ὁ Σωτὴρ, ὅτι Στερεώσας τῆς Ἐκκλησίας τοὺς στύλους, τουτέστι τοὺς ἀποστόλους, τοῖς ἄλλοις παρῄνεσα μὴ παρανομεῖν· δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τῶν ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι’ οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. Ὅλας γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας οἱ Φαρισαῖοι χαλάσαντες, εὐτροχωτάτην ὥσπερ κατὰ Χριστοῦ τὴν δυσφημίαν ἐποιοῦντο, καὶ παρηνόμουν, ὃν ἥκιστα ἐχρῆν δυσσεβῶς κατακρίνοντες. Ὕψουν δὲ καὶ τὸ κέρας, ἐπίστασθαι τὸ θέλημα τοῦ Θεοῦ διισχυριζόμενοι ἐν τῷ λέγειν·
»Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός.« »Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ Θεοῦ ἀδικίαν.« (α φ. 375 β, γ φ. 72, η φ. 257 β, λ φ. 177) Ἁμαρτάνουσι δὲ καὶ λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰδωλολατροῦντες· ἐπαίρουσι δὲ ὥσπερ εἰς ὕψος τὸ κέρας, καὶ γαῦρον ἐκτείνουσι τὸν αὐχένα Θεῷ προσκρούοντες οἱ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. »Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων.« (γ φ. 72) Διὰ τούτων τὸν πάντα κόσμον τῆς οἰκουμένης [σημαίνει·] ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ’ ἧς ὁ ἥλιος ἔξεισι· δυσμὸν δὲ τὴν ἑσπερίαν· ὄρη τε ἔρημα τὸ ἀρκτῷον καὶ νότιον· ταῦτα γὰρ δι’ ἀμετρίαν κρυοῦ τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ παρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδὲν τῶν ἐν πάσῃ τῇ οἰκουμένῃ παρανομούντων λάθοι τὸν Θεόν. ΨΑΛΜΟΣ ΟΕ. »Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.« (α φ. 378 β, ε φ.
PG 69:1191152 β) Καὶ προφῆται καὶ ἀπόστολοι ὄρη λεχθεῖεν ἂν διὰ τὸ ὑψηλὸν τῆς ἐνούσης αὐτοῖς ἀρετῆς, καὶ ὅτι χθαμαλὸν καὶ χαμαιριφὲς ἐν αὐτοῖς οὐδέν· αἰώνια δὲ, σώζεται γὰρ καὶ διαμένει διηνεκῶς ὁ παρ’ αὐτῶν κηρυχθεὶς παρὰ Θεοῦ λόγος. Φωτιζόμεθα οὖν δι’ αὐτῶν, τουτέστιν ὁδηγούμεθα, διδασκόμεθα. »Σὺ φοβερὸς εἶ. Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.« (ε φ. 1 53. Κυρίλλου, Διδύμου, Ἐφρ.) Τὸ φοβερὸν αἰνίττεται διὰ πάντων. Κύκλῳ δὲ αὐτοῦ τοὺς ἁγίους καλεῖ τὰς ἀρετὰς προσφέροντας. ΨΑΛΜΟΣ Ο. [»Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα.« Οἱ μὲν γὰρ πλοῦτον ἔχοντες τὸν ἐπίγειον καὶ δι’ αὐτοῦ πολλάκις τὰς τῶν ἐπιβουλευόντων ἐφόδους ἀποσκευάζονται. Ὅπλον δὲ τῷ δικαίῳ Θεὸς, καὶ τὸ διὰ τῆς ἄνωθεν ἐπικουρίας σώζεσθαι προσδοκᾷν.] »Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.« (δ φ. 191 β) Τὸ δὲ »Ἠδολέσχησά« φησιν ἀντὶ τοῦ Πεφρόντικα καὶ ἐν μερίμναις γέγονα λεπταῖς, ὥστε καὶ ἐγγὺς γενέσθαι μικροψυχίας. Εἶτα τί γέγονεν, ἢ ποῖον ἦν ὅλως τὸ πρᾶγμα τὸ ἀδολεσχεῖν ἤτοι μεριμνᾷν ἀναπείθων, διαδείκνυσιν ἐφεξῆς λέγων· »Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου.« Καὶ δὴ τοῦτο τί πάλιν ἐστίν·
Ὅτε πολέμιοι περικαθέζονται πόλιν, ἐὰν μὲν ὁρῶσιν τὰς φυλακὰς ἤτοι τὰς ἐπάλξεις, οἱ οἰκοῦντες αὐτὴν ἐν ἐλπίσιν εἰσὶ τοῦ σώζεσθαι· ἐὰν δὲ νυστάξωσιν, εἶτα ἐπελθόντες οἱ ἐχθροὶ λάβωσι τὰς φυλακὰς καὶ ὑπερβῶσι τὰ τείχη, τότε καὶ νενικήκασιν. Ὅταν οὖν ὁ Ψαλμῳδὸς, ὡς ἐξ ὁμοιώματος τοῦ τοιούτου πράγματος, λέγει· »Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου,« διδάξαι βούλεται, ὅτι Νενικήκασί με πάντες οἱ ἐχθροί μου, καὶ κεκρατήκασιν οἱ πολέμιοι. Καὶ μετ’ ὀλίγα. Ὡς πόλιν νενικήκασιν καὶ κεκρατήκασιν οἱ ἐχθροί. [»Αὔτη ἡ ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου« Δεξιὰν ἀντιλαμβανομένην ἁγίων, καὶ σώζουσαν αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς, καὶ ἀνατρέπουσαν τοὺς ἀνθεστηκότας, τὴν τοῦ Πατρός φησι, τὴν ἄχρονον καὶ ἀί̈διον· ἥτις ἐστὶν ὁ Μονογενής. Διὰ γὰρ τοῦτο αὖθίς με βαλὼν, ἐπάγει· Ἠλλοίωμαι κἀγὼ, πεφρόνηκα λοιπὸν ὀρθῶς. Διάκειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἁγίους.] (α φ. 384, ε φ. 119, Κυρίλλου καὶ τοῦ Θεολόγου.) Νοήσεις δὲ καὶ ὧδε· Νῦν ἠρξάμην νοεῖν ὀρθῶς καὶ ἐπιστημονικῶς ὅπερ ἂν οἰκονομικῶς ἐργάζεται Θεός· ὅτι ὁ Χριστὸς καθ’ ἡμᾶς γέγονε καὶ εἰς τὸ κρεῖττον ἠλλοίωσεν.
PG 69:1192Ἠλλοίωμαι γὰρ κἀγὼ ἐκ διαθέσεως εἰς διάθεσιν· πεφρόνηκα λοιπὸν ὀρθῶς· διάκειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἀξίους. Καὶ πᾶς δὲ, ἤτοι ἐκ κακίας ἐπιστρέφων, ἢ ἐν ἀρετῇ μένων καὶ προκόπτων, λεγέτω· »Νῦν ἠρξάμην·« αὕτη ἡ ἀλλοίωσις, ἣν ἡ δεξιὰ τοῦ Ὑψίστου χαρίζεται, τὸ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖζον προκόπτειν. Ὁ γὰρ προκόπτων εἰς ἀρετὴν, οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Λέγεται δὲ καὶ ὁ Μονογενὴς ἀλλοιωθῆναι, ὡς τῆς θείας φύσεως συγκαταβάσεσι πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης, οὐ κατὰ βολὴν, ἀλλὰ κατὰ πρόσληψιν. »Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.« (ε φ. 155) Ὁδὸν γὰρ εἶναί φησι τοῦ Θεοῦ τὰς ἀληθείας οἰκονομίας, τὰς ἐφ’ ἑκάστῳ πράγματι διοικήσεις, τουτέστιν ἐν παντὶ πράγματι δικαίῳ καὶ ἁγίῳ. »Σὺ εἶ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.« Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν θαυμάσια, ὅτι μόνος ἐστὶ φύσει καὶ ἀληθείᾳ Θεός. »Ἐλυτρώσω ἐν τῷ βραχίονί σου.« (ε φ. 155, Κυρ., Ἡσυχ., Διδ.) Δύναμιν καὶ βραχίονα νοήσεις εἶναι τὸν τοῦ Θεοῦ Υἱόν.
[Κολαζομένων γὰρ Αἰγυπτίων καὶ τὰς ἀφορήτους ἐκείνας ὑπομενόντων πληγὰς, ὁ Ἰσραὴλ ἐπαιδεύετο, καὶ ὡς ἥτις ἐστὶν ἡ τοῦ σώζοντος δύναμις δι’ αὐτῶν ἐπαιδεύετο τῶν πραγμάτων.] »Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι.« (β φ. 329, ξ φ. 162 β, γ φ. 77 β, η φ. 281 β, λ φ. 181) Λυτροῦται τὸ σωτήριον βάπτισμα, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπαλλάττει γοργῶς. Κατακρατεῖ γὰρ ἡμῶν διὰ τῆς ἁμαρτίας τῆς οὔσης ἐν τοῖς μέλεσιν ἡμῶν. »Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται, κ.τ.λ.« (α φ. 385 β) Κατὰ δὲ τροπολογίαν, τὰ πλήθη τῶν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα, ἰδόντα τὸν εἰς ἀνθρώπους ἐπιδεδημέντα Θεὸν, φόβον ἀνέλαβον σωτήριον ὃς ἀρχή ἐστι σοφίας. Αἱ δὲ ἄβυσσοι, τὸ τάγμα τῶν ἀπίστων, ἐταράχθησαν ἐπανιστάμεναι κατὰ τῆς Ἐκκλησίας. Αἱ δὲ νεφέλαι αἳ ἐκελεύσθησαν μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα τὸν Ἰσραὴλ, οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἳ τὸν εὐαγγελικὸν διακονοῦντες λόγον, καὶ καθ’ ὅλης τῆς οἰκουμένης τὸν οὐράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
PG 69:1194Καὶ τὰ σωτήρια βέλη καὶ ἐκλεκτὰ τὰ, τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, αὐτοὶ πάλιν οἱ ἀπόστολοι, ἢ τὰ πεπυρωμένα τοῦ Θεοῦ λόγια, καὶ ἡ τοῦ Πνεύματος ἐνέργεια, πανταχοῦ διεπορεύθησαν. Ἀλλὰ καὶ ἡ βροντὴ, ὁ εὐαγγελικὸς λόγος ὁ κατακτυπήσας τὴν ὑπ’ οὐρανὸν, ἐξ οὗ καί τινες υἱοὶ βροντῆς ὠνομάσθησαν. Ἐν τῷ τροχῷ διεδόθη, τουτέστιν ἐν τῷ κόσμῳ τούτῳ τῷ σφαιροειδεῖ καὶ κυκλοφορικῶς κινουμένῳ· ἐν ᾧ ἕτερος τροχός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, κατὰ τὸ ἐν Ἰεζεκιὴλ, »Τροχὸς ἐν τροχῷ.« Ἀλλὰ καὶ ἀστραπαὶ αἱ τὸ νοητὸν ἡμῖν ἐξαστράπτουσαι φῶς, οἱ τοῦ Εὐαγγελίου ἱερουργοὶ, πρὸς οὓς ἐῤῥέθη· »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου,« μέχρι τῶν περάτων τῆς γῆς ἔφαναν. Οὐ γάρ πού φαμεν ὅτι τῆς εἰς ὑετοὺς γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην ὁ Δαβὶδ, ἀλλὰ τὴν τοῦ νοητοῦ καὶ θείου φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ἤθελε κατασημαίνειν ὀνόματι. Ἰστέον δὲ ὅτι καὶ πᾶς ἅγιος οὐ γεγωνίωται οὐδὲ ἔχει τι σκολιὸν, ἀλλὰ τροχός ἐστιν ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος· καὶ ἡ φωνὴ τῆς σοφίας ἐν τῷ τοιούτῳ γίνεται μηδὲν ἔχοντι καμπύλον. Ὁ δὲ ἁμαρτωλὸς τά τε ἄλλα σκολιός ἐστι·
κἂν εὔχηται, ἐν ταῖς γωνίαις εὔχεται, κατὰ κεκλιμένας εὐθείας καὶ οὐ τὴν ἐπ’ εὐθείας φέρουσαν ὁδὸν τῆς ψυχῆς αὐτοῦ. Ἡμᾶς δὲ καὶ αἰσθηταὶ μὲν ἀστραπαὶ ἐπιστρεφέτωσαν πρὸς τὸν βροντῶντα καὶ ἀστράπτοντα Θεόν· ἔχουσι γάρ τι θαυμαστὸν, τὸ τὰς αὐγὰς ἀθρόον φαινομένας φαίνειν τῇ οἰκουμένῃ, ὤστε λύεσθαι τὸ τῆς νυκτὸς σκότος· οὐ μόνον γὰρ ἤλιος λόει τὸ σκότος, ἀλλὰ καὶ ἀστραπή. Εἰ δὲ δεῖ κἀνταῦθα προσαναμεῖναι τῷ λόγῳ, ὥσπερ κατά τι παράδειγμα, τροχοὶ ὄντες δέχονται τὴν φωνὴν οἱ μεγαλόφωνοι ἀπόστολοι τοῦ κατὰ τὸ Εὐαγγέλιον λόγου· οὕτω καὶ ἀστράπτουσι, καὶ λάμπει αὐτῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ἔστιν ἰδεῖν ἀστραπὰς τῶν νοημάτων αὐτῶν καὶ τῶν πράξεων. ΨΑΛΜΟΣ ΟΖ. »Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς.« (φ φ. 122) Σέσωκε δὲ καὶ ἡμᾶς κατὰ τὸν ἴσον τρόπον ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· διεβίβασε γὰρ ἡμᾶς καὶ παρεσκεύασεν, καθάπερ τινὰ θάλασσαν, τοῦ παρόντος βίου τὸν κλύδωνα, τὰς ἐπαναστάσεις, τοὺς πειρασμοὺς, τὰ κύματα. Κεκρατήκαμεν δι’ αὐτοῦ καὶ τῶν ἀνθεστηκότων. Δέδωκεν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
PG 69:1196Εἰσήγαγεν δὲ ἡμᾶς καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἧς διεμέμνητο λέγων· »Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» (ε φ. 159 β) Ἄρτος οὐρανοῦ ὁ τοῦ Θεοῦ Μονογενής· δηλονότι αὐτό ἐστι τὸ μάννα τὸ ἀληθές· ὁ ἄρτος ἐκ τοῦ οὐρανοῦ πάσῃ τῇ λογικῇ κτίσει χορηγούμενος. ΨΑΛΜΟΣ ΟΗ. «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος;» (ξ φ. 171 β, δ φ. 202, γ φ. 86, λ φ. 191) Ὅτι δέχεται Χριστὸς καὶ σφόδρα ἑτοίμως τὰς τῶν ἁγίων πρεσβείας, ἃς ἀντιποιοῖντο πολλάκις ὑπὲρ τῶν πεπλημμεληκότων, συναγωνίζονται γὰρ ὡς ἀδελφοῖς, καὶ μερίζονται τῶν ἐν θλίψει τὸ δάκρυον, καὶ ἰδίας ποιοῦνται τὰς ἑτέρων συμφορὰς, καὶ ὡς αὐτοὶ πάσχοντες δι’ ἀγάπην, τῷ φιλαγάθῳ Θεῷ προσπίπτουσι λέγοντες· «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Μὴ μέχρι παντὸς, φησὶν, καὶ ἀκαταλήκτως ἐπαφήσῃς τὴν ὀργὴν τοῖς ἡμαρτηκόσιν. Οὐ πέφυκας εἶναι τοιοῦτος· πλήττει γὰρ ὁ τῶν ὅλων Θεὸς τοὺς ἠμεληκότας τοῦ ζῇν ἐθέλειν ὀρθῶς· ἐπειδὴ δέ ἐστιν πολὺς καὶ ἀπαράβλητος [ ξοδ.
ἀπαραβόητος] εἰς φιλανθρωπίαν, οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Συστέλλει γὰρ ἀεὶ τὰς ὀργὰς, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ’ ἡμῶν ἁμαρτήμασιν ἐπιφέρει τὰς τιμωρίας· καὶ γοῦν διὰ τὸ μέγεθος τῆς ἐνούσης αὐτῷ ἡμερότητος καὶ ἀμνησικακίας, μονονουχὶ καὶ ἐγκαλοῦσίν τινες αὐτῷ ὅτι καὶ ὅλως ὀργίζεται. Καὶ γοῦν ὁ καρτερικώτατος Ἰὼβ αὐτὸ δὴ τοῦτο ποιῶν προσήρχετο λέγων· «Διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας;» Καὶ διὰ τί, λέγω, ἐγκαλεῖς τῷ Δεσπότῃ; Οὐκ ἐγκαλῶ, φησὶν, αἰτῶ δὲ μᾶλλον τὴν αὐτῷ συνήθη καὶ ἔμφυτον ἡμερότητα. Ταῦτα μὲν οὖν ὁ γενναῖος ἀθλητής. «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε, κ.τ.λ.» (δ φ. 202 β, γ φ. 86 β, λ φ. 191) Ὠφελοῦσιν ἡμᾶς αἱ τῶν ἁγίων εὐχαί· προσπίπτουσι γὰρ ὑπὲρ ἡμῶν τῷ Θεῷ, καὶ τὴν καθ’ ἡμῶν ἐρχομένην ὀργὴν οἱονεί πως ἐφ’ ἑτέρους μεθιστῶσι λέγοντες· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Ἆρ’ οὖν καθ’ ἑτέρων ἁπλῶς καὶ οὐδὲν ἡμαρτηκότων ἐκχεῖσθαι βούλεται τὰ ἐκ τῆς θείας ὀργῆς;
PG 69:1198Εἶτα πῶς ἂν ἠνέσχετο ὁ Θεὸς προτρέποντος ἀδικεῖν; Ἢ πῶς ἂν ἦν ὅλως ἅγιος ὁ τὴν οὕτω σκληρὰν ποιούμενος προσευχήν; Τί οὖν ἐστιν ὅ φησιν; Ὅτ’ ἂν μὲν γὰρ πλημμελῶσί τινες τῶν ὑπὸ Θεῷ γεγονότων, καὶ τὴν ὑπ’ αὐτῷ λατρείαν τετιμηκότων, τότε πάντως παιδεύει ἐπιμετρήσας τὴν κίνησιν, καὶ φειδοῖ κεράσας τὰ ἐξ ὀργῆς· ὅτ’ ἂν δὲ ὦσί τινες τῶν οὐκ εἰδότων αὐτὸν οἱ διηνεκῶς παροξύνοντες, τότε καὶ ἀχάλινον αὐτοῖς ἐπαφίησι τὸν θυμόν. «Ὅτι ἐπτωχεύσαμεν σφόδρα.» (ξ φ. 171 β, δ φ. 202 β, γ φ. 86 β, λ φ. 191) Καὶ ποῖος ἆρά ἐστι τῆς καθ’ ἡμᾶς νοουμένης πτωχείας ὁ τρόπος, καὶ ποῖον ὅλως ἀποβεβλήκαμεν πλοῦτον, ἀναγκαῖόν ἐστιν ἰδεῖν. Γυμνὴ γέγονεν ἡ ἀνθρώπου φύσις παντὸς ἀγαθοῦ, ἔρημος τῶν ἄνωθεν χαρισμάτων, ἔξω τῆς πρὸς Θεὸν οἰκειότητος. Διά τε τὴν μεσολαβήσασαν ἁμαρτίαν, ἀπεδυσάμεθα τὴν ἀφθαρσίαν, ὠμῷ καὶ ἀνοσίῳ περιπεσόντες λῃστῇ, φημὶ δὴ τῷ Σατανᾷ. Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ’ ἐπὶ ἀφθαρσίᾳ ἔκτισε τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Οὐκοῦν ἐπτωχεύσαμεν σφόδρα, ἀλλ’ ἐν Χριστῷ πεπλουτήκαμεν, ἀναλαβόντες τὰ ἐν ἀρχῇ.
Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. ΨΑΛΜΟΣ ΟΘ. [«Ἐναντίον Ἐφραὶ̈μ καὶ Βενιαμὶν καὶ Μανασσῆ.» Ἀπὸ τῶν ἐπιφανεστάτων τριῶν φυλῶν ἅπαν τὸ γένος τοῦ Ἰσραὴλ σημαίνει.] «Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» (β φ. 343 β, ξ φ. 173. ε φ. 166 β, η φ. 316 β) Εἴρηται μὲν γὰρ τὰ τοιαῦτα προφητικῶς. Ἐκβέβηκε δὲ εἰς πέρας, ὡς ἔφην, εἰς ἡμᾶς εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. «Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» (β φ. 343 β, φ φ. 131 β, η φ. 317, κ φ. 147) Πρόςωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσιν τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ καὶ μόνῳ τὸ τοῦ Θεοῦ καὶ Πατρὸς διαφαίνεται κάλλος. Ἐπιλάμψαντος ἡμῖν τοῦ προσώπου τοῦ Πατρὸς, τουτέστι τοῦ Υἱοῦ, ἐπεστρέψαμεν πρὸς Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐκ ματαίας ἡμῶν πατροπαραδότου ἀναστροφῆς, καὶ σεσώσμεθα δι’ αὐτοῦ. «Ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου;» (ε φ. 167, φ φ. 131 β) Οὐκέτι αἰτιᾶται βραδύνοντα, παρακαλεῖ δὲ μᾶλλον ἐπιταχῦναι τὴν χάριν·
PG 69:1199πλὴν ὁ πάντα γινώσκων Θεὸς οἶδε καὶ τὸν ἑκάστων τῶν πραγμάτων ἐοικότα καιρόν. «Ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» [ ξοδ. μ φ. 142. ] Ὀδυρόμενοι καὶ στένοντες μεταλαγχάνομεν τῆς ἀναγκαίας. Τοῦτο δὲ πεποίηκας, ἀντιμετρήσας ταῖς ἁμαρτίαις ἡμῶν τὴν τιμωρίαν. «Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν.» (β φ. 344, η φ. 317 β) Τέθεινται δὲ υἱοὶ Ἰσραὴλ πρὸς ἀντιλογίαν τοῖς γείτοσιν, καὶ εἰς μυκτηρισμὸν τοῖς ἐχθροῖς, ἆρα τίνα τρόπον; Ἀσθενοῦντες δηλονότι καὶ πεπατημένοι καὶ πεσόντες ὑπὸ πόδας ἐχθρῶν· οὐ γὰρ ἦν εὐπράττειν δύνασθαι καταλυποῦντας. [ προ καταλυπουμένους ]Οὐκ ἐγκαλοῦσιν ὡς ἀδικήσαντι, θρηνοῦσι δὲ μᾶλλον ὡς ἔρημον γεγονότα τῆς παρ’ αὐτοῦ βοηθείας τὸν Ἰσραήλ. «Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, κ.τ.λ.» (γ φ. 88 β, λ φ. 193) Προπορευόμενος γὰρ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Ῥίζα δὲ τῆς Ἰουδαϊκῆς ἀμπέλου Μωσῆς ἢ Ἰησοῦς. Οὗτοι τὴν γῆν τῆς ἑαυτῶν εὐσεβείας ἐπλήρωσαν· πανταχοῦ γὰρ αὐτῶν αἱ ἀρεταὶ διέβησαν. Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμενε τῇ τροπῇ. Καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν·
σκιὰν δὲ ταῦτα καλύπτουσαν, τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ, τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληφότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην· τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου Δαβὶδ καὶ ἐπὶ τοῦ Σολομῶντος μεμαθήκαμεν γενέσθαι. Ὁ μὲν γὰρ μέγας Δαβὶδ, οὐ μόνον παρὰ τῶν ἀλλοφύλων καὶ Ἰδουμαίων καὶ Ἀμμανιτῶν καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων δασμοὺς ἐκομίζετο. Πρὸς δὲ τὸν Σολομῶντα καὶ Αἰθιόπων ἔδρακεν βασίλισσα· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν δεξαμένους ἐπίγνωσιν. Διὰ πάντων δὲ τὴν προτέραν εὐκαρπίαν ἐδήλωσε τοῦ λαοῦ. «Καὶ μονιὸς ἄγριος.» (ε φ. 168. Κυρίλλου καὶ Ἡσυχίου.) Νοήσεις ταῦτα καὶ εἰς τὸν διάβολον. «Ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον.» [ ξοδ. μ φ. 143 ] Παῦσον τὴν ἀποστροφήν· ἐπιμελήθητι τῆς κεχερσωμένης, καθεὶς ἐπ’ αὐτῇ τὸν νοητὸν ὑετόν.
PG 69:1201Περίβαλε, καθάπερ τινὶ φραγμῷ, δυνάμεσι λογικαῖς, καὶ τῇ σαυτοῦ δυνάμει καὶ χάριτι κατάρτισαι, «ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Δεξιὰ δὲ τοῦ Πατρὸς ὁ Υἱός· δι’ αὐτοῦ γὰρ, ὡς διὰ χειρὸς, τὰ πάντα ἐργάζεται. Τότε γὰρ ἡ ἐμπεπυρισμένη ἀναβλαστήσει καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρπούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν ἀπολοῦνται. Πρόσωπον δὲ Θεοῦ ὁ Υἱός· εἰκὼν γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. «Ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, κ.τ.λ.» (φ φ. 132 β, κ φ. 148) Ἑτοίμασον δέ πως ἐπὶ Υἱὸν ἀνθρώπου, τουτέστι, χάρισον αὐτοῖς καρδίαν ἀγαθὴν, ὡς καὶ ἐπιγνῶναι καὶ δέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον ἄνθρωπον. Καὶ μετ’ ὀλίγα· Ὅτε τοίνυν καταρτίσει, φησὶ, τὴν ἄμπελον ταύτην, καὶ ἑτοιμάσει αὐτῆς τὴν καρδίαν εἰς τὸ παραδέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον Υἱὸν ἀνθρώπου, τότε δὴ πάντως ἡ ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη εἰς ἀχρειότητα καταντήσασα παντελῆ, ἀναβλαστήσει πάλιν καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρπούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν καὶ ἀνασκάψαντες ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
Πρόσωπον δὲ πάλιν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. «Ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου.» (ε φ. 168 β) Ὁμολογοῦμεν ὡς ἐν τούτοις αὐτὸν ὀνομάζει τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τουτέστι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· ἐπειδὴ γέγονεν ἄνθρωπος, ἀνθρωπίνως καλεῖ τὰ περὶ αὐτοῦ. Οὗτός ἐστιν ὁ Χριστὸς, οὗτός ἐστιν ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος, καὶ τὴν δι’ ἡμᾶς ὑπομείνας κένωσιν, καὶ μεμενηκὼς ὅπερ ἦν. ΨΑΛΜΟΣ Π. «Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶςσαν ἣν οὐκ ἔγνω ἤκουσεν.» (δ φ. 206 β) Μέγα τι τοῦτο καὶ ἐξαίρετον, καὶ ἀρκεῖ πρὸς πᾶσαν εὐημερίαν τῷ γε ἅπαξ ἀνδρὶ φιλοθεωτάτῳ. Ἐξεκομίσθη γὰρ ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ, καθ’ ἃ γέγραπται, διέφυγε τὰς ἐκεῖσε πλεονεξίας. Καὶ μετ’ ὀλίγα. Ταῦτα πάντα παρελάσας ὁ τὴν ᾠδὴν ἀναφέρων διαμέμνηται τῆς ἐν Σινᾷ νομοθεσίας. Ἐκεῖ γὰρ ἤκουσεν ὁ Ἰσραὴλ γλῶσσαν ἣν οὐκ ἔγνω. Ἐκεῖ πρώτη γέγονεν αὐτῷ προφητεία περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ τίνα τρόπον, ἐρῶ.
PG 69:1203Παρέστησαν μὲν γὰρ ὑπὸ τὸ ὄρος Σινᾶ, καταβεβηκότος ἐπ’ αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει πυρός. Εἶτα, καθὼς ἐν τῇ Ἐξόδῳ γέγραπται, ἐλάλησε Κύριος τοὺς λόγους τούτους· «Ἄκουε, Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.» Καὶ μετ’ ὀλίγα, εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· «Καὶ ὁ λαὸς ἅπας ἑώρακε φωνὴν, καὶ τὰς λαμπάδας τοῦ πυρὸς, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος καπνίζον. Καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς, καὶ ἀπέστησαν μακρόθεν. Καὶ εἶπον τῷ Μωσεῖ λέγοντες· Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Ἀκούεις ὅπως ἀσυνήθους οὐκ ἀνέχονται φωνῆς· Οὐ φέρουσι λαλοῦντα τὸν Θεόν; Καὶ μετ’ ὀλίγα, διὰ τοῦτο θαυμάζων φησὶν ὁ Ψαλμῳδὸς περὶ αὐτοῦ· «Ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου,» καὶ τὰ ἑξῆς. Ἤκουσε γὰρ νομοθετοῦντος τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἅπαξ ἀφόρητον ἦν τὸ πρᾶγμα αὐτοῖς, ἐξήτουν μεσίτην, λέγοντες τῷ μακαρίῳ Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Εἶτα τί τὸ ἐντεῦθεν; Συνεῖδεν εὐθὺς ὁ Θεὸς καὶ Πατὴρ ὅτι χρῄζομεν τοῦ μεσιτεύοντος.
Ἀλλ’ οὐκ ἐνεδέχετο Μωσέα, θνητὸν ὄντα καθ’ ἡμᾶς, μεσίτην ἀεὶ γενέσθαι Θεοῦ καὶ ἀνθρώπων· διὰ τοῦτο παραχρῆμα τὴν ἐπὶ Χριστῷ προφητείαν ἐποιεῖτο λέγων· «Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» Γέγονε τοίνυν ἡμῶν καὶ Θεοῦ μεσίτης ὁ Υἱός. Μεσίτης δὲ πῶς; Καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβε δούλου μορφὴν, συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος. Καὶ μετὰ πολλὰ ὁ Πατὴρ ἔφη, ὅτι Θήσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ. Ὁ δὲ Υἱὸς ἔφη· «Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Λαλεῖ δὲ τὰ τοῦ Πατρὸς οὐχ ὡς διάκονος λόγων, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ Λόγος τοῦ Πατρός. Διὰ τοῦτό φησιν Ἡσαί̈ας ὁ προφήτης περὶ αὐτοῦ, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·
PG 69:1204καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος.» Μεγάλη δὲ βουλὴ τοῦ Θεοῦ καὶ Πατρὸς, ἣν ἐξήγγειλεν ἡμῖν ὁ Υἱὸς, Λόγος ὢν, ὡς ἔφην, τοῦ Πατρός. «Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.» (δ φ. 207, ε φ. 169 β) Οἱ γὰρ τοῖς τῆς πλινθίας ὑπηρετοῦντες πόνοις, κοφίνῳ τὸν πηλὸν ἐμβάλλοντες φέρουσι κατὰ νώτου. Κόφινος δὲ καλεῖται καὶ μέχρι νῦν τὸ σκεῦος ἐν ᾧ ποιοῦνται τὰ βαστάγματα. Τὸν τοίνυν νῶτον αὐτῶν, φησὶν, ἀπέστησεν ἀπὸ ἄρσεων, τουτέστιν, ἠλευθέρωσε βασταγμάτων. Ἠλευθέρωσε δὲ καὶ τὰς χεῖρας τοῦ μὴ δουλεύειν ἐν τῷ κοφίνῳ. Αὕτη μὲν οὖν ὡς ἐν ὀλίγοις ἡ τῶν στίχων διάνοια, τὸ δυσχερὲς ἔχουσα παντελῶς οὐδέν. Καὶ μετὰ πολλά· Ἀλλὰ τῶν μὲν ἐλευθερουμένων σαρκικῶς διάκονος ἦν ὁ Μωσῆς· ἡμῶν δὲ τῶν κατὰ πνεῦμα μεσίτης γέγονεν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νοητὸν κατέλυσε Φαραὼ, τουτέστιν τὸν Σατανᾶν· ἀπεσόβησεν αὐτὸν τῆς κατὰ πάντων πλεονεξίας. Αὐτὸς ἡμᾶς ἀπήλλαξεν οὐ σωματικῆς μᾶλλον, ἀλλὰ νοητῆς δουλείας. «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ.» (ε φ. 170 β) Προσδοκηθέντες γὰρ ὅτι πάντη τε καὶ πάντως τῆς εἰς Θεὸν εὐσεβείας ἀποδώσουσι τὸν καρπὸν, ἐκ τῶν ἐναντίων γεγόνασι πονηροί.
«Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.» (δ φ. 208 β, γ φ. 91 β, λ φ. 195 β) Ὡσεὶ καὶ ἔφασκεν· ὡσεὶ παιδίον, ἔφη, ἀρτιγενὲς καὶ βραχὺ καὶ πολλῆς δεόμενον τῆς ἐπιμελείας ἐξέθρεψε Θεὸς, ἄρτον μὲν εἰς κόρον παρατιθεὶς αὐτοῖς, τροφῇ δὲ τῇ διὰ μέλιτος ἐμπλησθῆναι παρασκευάσας οἰκειοτάτη γὰρ αὕτη νηπίοις τροφή. ΨΑΛΜΟΣ ΠΑ. «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν.» (δ φ. 208 β, φ φ. 135) Καὶ Θεὸν μὲν ἐν τούτοις ἀναμφιλόγως τὸν Σωτῆρα καλεῖ, Θεὸν ἀληθινὸν, οὐ νόθον, οὐ ψευδώνυμον, ἀλλ’ οὐδὲ ἐν χάριτος μέρει παρ’ ἑτέρου λαχόντα τὴν κλῆσιν, ἀλλ’ ὄντα τοῦτον κατὰ φύσιν καὶ ἀληθῶς ὅπερ ἦν, ὃ καὶ λέγεται. Θεοὺς δὲ πάλιν φησὶν τοὺς οὐκ ὅντας μὲν τοῦτο κατὰ ἀλήθειαν, ὠνομασμένους δὲ οὕτω κατὰ χάριν· ὧν καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὖ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Εἰσὶν οὖν ἄρα τινὲς κατὰ χάριν ὠνομασμένοι θεοί. Καὶ γοῦν εἴρηται καὶ πρὸς ἡμᾶς διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἐγὼ εἶπα·
PG 69:1206Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Θεὸς οὖν ὑπάρχων ἀληθινὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ποίων ἄρα θεῶν; Τῶν διὰ τῆς ἱερωσύνης ἀξίωμα τῇ τοῦ Θεοῦ κλήσει τετιμημένων. Οὕτω γὰρ αὐτοὺς καὶ ὁ Παῦλος ὀνομάζει λέγων· «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» [«Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου.» Ἐπειδὴ γὰρ υἱοὶ γεγόναμεν αὐτοῦ, ἅτε τὸν φύσει καὶ ἀληθῆ Υἱὸν λαβόντες εἰς νοῦν διὰ τοῦ ἁγίου Πνεύματος, διὰ τοῦτο καὶ τετιμήμεθα τῇ κλήσει καὶ ὠνομάσθημεν θεοὶ, καίτοι κατὰ φύσιν οὐκ ὄντες τοῦτο, ἀλλὰ τιμῆς ἕνεκα καὶ δόξης. Πλὴν εἰ καὶ λεγόμεθα θεοὶ, ἀλλ’ εἷς ἐστι φύσει καὶ ἀληθῶς, καὶ ἐπάνω πάντων· ἡμεῖς δὲ κατὰ μέθεξιν, ὡς ἔφην.] ΨΑΛΜΟΣ ΠΒ. [«Ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν.» Ἰδοὺ ἕτερον εἶδος τῆς πρὸς Θεὸν ἔχθρας ὁ Προφήτης ἐξέθετο. Οἱ γὰρ τῷ λαῷ τοῦ Θεοῦ καὶ τοῖς ἁγίοις ἐχθραίνοντες, πρὸς αὐτὸν ἂν αἱροῦνται πόλεμον· οὗπερ ἐκεῖνοι δοῦλοι καὶ οἰκεῖοι φίλοι τυγχάνουσιν.] [Καὶ τίς κατὰ Θεοῦ βουλεύσασθαί τι ἢ διαθέσθαι ἢ καὶ ὅλως φαντασθῆναι, τοῦ μὴ μόνον ὄψεσιν, ἀλλὰ καὶ λογισμοῖς ἀπροσίτου δυνήσεται;
Ἀλλ’ ἑαυτῷ τὰ τῶν εἰς αὐτοὺς πεποιθότων λογίζεται· καὶ τούτου χάριν αἱ κατ’ ἐκείνων ἐπιβουλαὶ κατ’ αὐτοῦ τοῦ Θεοῦ, ὡς πατρὸς τῶν ἐπιβουλευομένων καὶ προστάτου καὶ κηδεμόνος λέγονται. Τίνες δὲ οἱ τὰς ἐπιβουλὰς ἐργαζόμενοι;] «Οἱ μισοῦντές σε ἦραν κεφαλήν.» (β φ. 349 β, ξ φ. 178 β, φ φ. 136, γ φ. 95, η φ. 331 β, λ φ. 196 β) Πάλιν ὡς ἐπὶ ὄφεων καὶ ἀσπίδων φησὶ τὸ «Ἦραν κεφαλήν.» Ὥσπερ γὰρ οἱ ὄφεις δάκνοντες αἴρουσιν ἠρέμα τὴν κεφαλὴν καὶ ἀνακουφίζουσι τῆς γῆς, οὕτω καὶ οἱ μαχόμενοι τῇ δόξῃ Χριστοῦ ἐπαίρουσιν ἠρέμα τὴν κεφαλήν· ἀλλὰ πίπτουσι παραχρῆμα· πλήττονται γὰρ παρ’ αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ συντρίβων τὰς κεφαλὰς τῶν δρακόντων. «Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, κ.τ.λ.» (β φ. 549 β, γ φ. 93 β, η φ. 332 β) Ἔθνη δὲ ταῦτα βάρβαρα καὶ πολέμια τῷ κατὰ σάρκα Ἰσραὴλ, ἀλλόφυλοι διαφερόντως ἐκλήθησαν. Ἀλλ’ ἔσωζε μὲν κἀκείνους τὸ τηνικαῦτα δὲ Θεὸς, ἀπράκτους τὰς τῶν ἐθνῶν ἀποφαίνων ἐφόδους. «Καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν.» (γ φ. 93 β) Εἰς αὐτὴν ἁμαρτάνει τὴν γνῶσιν, ὁ τὸν πεφυκότα νοῦν ὁρᾷν τὴν γνῶσιν ἁμαρτάνειν [ ξοδ. ἁμαρτάνων] ἀναγκάζει.
PG 69:1208Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον ἀναδεξάμενοί εἰσιν Γεβὰλ, ἔτι καὶ Ἀσσοὺρ, καὶ ἑξῆς. ΨΑΛΜΟΣ ΠΓ. «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου.» (ε φ. 173 β) Αἰώνια καὶ ἐπουράνια ταῦτα τὰ σκηνώματα λέγει. [Ἐπειδὴ δὲ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ πάντας οἰκτείροντος Θεοῦ κέκληνται παρὰ Χριστοῦ, καὶ τὸν τῆς διανοίας ἀνοίξαντες ὀφθαλμὸν εἰσεδέξαντο τῆς ἀληθείας τὸ φῶς, ἐπέγνωσαν τὴν ἀλήθειαν, ἔμαθον τῆς εὐσεβείας τὰς ὁδοὺς, εἰσῆλθον εἰς τὰς θείας αὐλὰς, ὑμνολογοῦσι λοιπὸν τὸν τῶν ὅλων σωτῆρα Χριστόν.] «Τρυγὼν [εὗρεν] νοσσιὰν ἑαυτῇ.» (β φ. 351, ε φ. 173 β, φ φ. 138 β, γ φ. 95 β, η φ. 336 β, κ φ. 152, λ φ. 198 β) Θαυμάζουσιν, ὡς ἔφην, τῆς Ἐκκλησίας τὸ κάλλος· ἐπαινοῦσι δὲ καὶ τῶν ἐν αὐταῖς διδασκάλων τὸ ἐπιεικὲς, ὅτι καθάπερ τινὲς τρυγόνες τοὺς ἑαυτῶν θάλπουσι νεοττοὺς παρὰ τοῖς θείοις θυσιαστηρίοις. Νεοττοὶ δὲ διδασκάλων, οἱ δι’ αὐτῶν πιστεύοντες· πατέρες γάρ εἰσι πνευματικοί. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τρυγόσιν ἀφομοιοῦν τοὺς ἁγίους μυσταγωγούς. Καὶ διὰ ποίαν αἰτίαν; Λαλίστατος καὶ εὔφωνός ἐστιν ἡ τρυγών· ἡμῖν δὲ τοῖς φιλομαθέσιν, οἱ τῶν μυσταγωγούντων εἰσὶ λόγοι.
Τρυγόνες οὖν οὗτοι ἄρα εἰσὶ πνευματικοί. Οὐχὶ ἡ ψυχὴ δὲ μόνη γάννυται καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. Διὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλώνιοι θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, καὶ μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες, ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσι. [«Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου.» Ἐν γὰρ ταῖς ἐκκλησίαις μάλιστα τὰς τῆς σωτηρίας συλλέγουσιν ἀφορμὰς οἱ τῶν ἁγιοπρεπῶν σπουδασμάτων ἐπιστήμονες· λαλεῖ γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον διὰ προφητῶν ἁγίων, διὰ φωνῆς ἀποστόλων καὶ εὐαγγελιστῶν. Καὶ ὥσπερ ἐν ἰατρείῳ πολλοὶ μὲν οἱ νοσοῦντές εἰσιν, ἐσθότε καὶ κατὰ διαφόρους τρόπους, ἔξεστι δὲ ἑκάστῳ τῆς προσφόρου θεραπείας τυχεῖν· οὕτω καὶ ἐν ταῖς ἐκκλησίαις εὑρίσκομεν.] «Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο.» (ε φ. 174) Καὶ ποίας ἀναβάσεις; Τὰς εἰς οὐρανὸν δηλονότι.
PG 69:1210Διενθυμούμεθα γὰρ καθ’ ἑαυτοὺς, καὶ ἐν ἐλπίσιν ἐσμὲν ὅτι εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα, τὴν τῶν ἁγίων μητέρα, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, κἀκεῖ συνεσόμεθα τῷ πάντων Σωτῆρι Χριστῷ. [Θεὸς θεῶν ὁ ὀφθεὶς κατὰ σάρκα. Μὴ τοίνυν ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις κατακολουθεῖν σπουδάζωμεν, πιστεύωμεν δὲ μᾶλλον ὅτι καὶ Υἱός ἐστιν ἀληθῶς, καὶ ἐκ Θεοῦ Θεὸς, ὁ κατὰ σάρκα ἐκ γυναικὸς ὁ δι’ ἡμᾶς καταβεβηκὼς ἐν τοῖς καθ’ ἡμᾶς, ἵνα ἡμᾶς εἰς τὴν ἰδίαν ἀνακομίσῃ δόξαν, ἵνα ἐν αὐτῷ τὸ δοῦλον υἱοποιηθῇ· πλουτήσῃ τὸ ἐν πτωχείᾳ· κρεῖττον γένηται θανάτου τὸ ὑπὸ φθορὰν, ἅγιον τὸ ὑφ’ ἁμαρτίαν. Ταῦτα γὰρ πάντα πεπλουτήκαμεν διὰ τῆς ἐπιφανείας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.] «Κύριε ὁ Θεὸς τῶν δυνάμεων.» (β φ. 360, ε φ. 174 β, γ φ. 96, η φ. 338, κ φ. 152 β, λ φ.
199) Κύριον δὲ τῶν δυνάμεων καὶ Θεὸν Ἰακὼβ ὀνομάζει Χριστὸν, ἵνα μή τις πρόσφατον αὐτὸν νομίσῃ Θεὸν διὰ τὴν κατὰ σάρκα γέννησιν, πιστεύωμεν δὲ μᾶλλον ἐκεῖνον ὑπάρχειν, ᾧ καὶ αὐτοὶ λελατρεύκασιν οἱ τοῦ Ἰσραὴλ πατέρες, ὃν ἐν προγνώσει τεθέανται, οὗ τὸ μυστήριον οὐκ ἠγνόησαν, ἀποκαλύπτοντος δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ διὰ τῆς φωταγωγίας τοῦ ἁγίου Πνεύματος. «Ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.» (γ φ. 96 β) Τῆς σῆς κηδεμονίας, ὦ Δέσποτα, ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ, πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τῇ σῇ ἡμέρᾳ ἐδρέψατο, οὐκ ἂν ἐτέρωθεν συναγάγοι, πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μὲν καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσιν ἀνθρώποις συμβιωτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐντεῦθεν ποριζομένοις οὐδὲν, λογιζομένοις τὴν ἀπὸ τοῦ Θεοῦ νεῶ πάλιν ὠφέλειαν. [«Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος.» Καλὴν τῷ ψαλμῷ ὁ προφήτης σφραγίδα ἐπέθηκε τὴν εἰς Θεὸν ἐλπίδα, ἧς μακάριον ἔχεσθαι·
PG 69:1211ἄγκυρα γὰρ τῷ χειμαζομένῳ, τῷ δὲ πολεμουμένῳ τεῖχος ἀῤῥαγὲς γίνεται.] ΨΑΛΜΟΣ ΠΕ. «Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.» (ε φ. 177, κ φ. 159 β) Τὸ ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ καθ’ ὅλην τὴν ἡμέραν, ἤγουν ἐν παντὶ καιρῷ. Χρὴ γὰρ ἡμᾶς ἀδιαλείπτως προσπίπτειν τῷ Θεῷ, καὶ παρ’ αὐτοῦ τὸν ἔλεον ἐπιζητεῖν. ΨΑΛΜΟΣ ΠΖ. «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.» (ε φ. 179) Ὄρεσι παρεικάζει τὴν Ἐκκλησίαν ἡ θεόπνευστος Γραφὴ, διὰ τὸ ὑψηλὸν τῶν ἐν αὐτῇ θείων δογμάτων. Ὄρη οὖν νοοῦμεν τὰς Ἐκκλησίας, ἤτοι τοὺς ἐν αὐταῖς. Ναοὶ γάρ ἐσμεν Θεοῦ ζῶντος, καὶ οἶκος Θεοῦ κατὰ τὰς Γραφάς. Ποῖα δὲ αὐτά ἐστι τὰ θεμέλια ἃ τίθησιν ἐν ἡμῖν Χριστὸς, διδάξει λέγων ὁ Παῦλος· «Πίστις, ἐλπὶς, ἀγάπη· καὶ πρὸς ἐπὶ τούτοις ἀνδρεία καὶ ὑπομονὴ, σωφροσύνη καὶ ἐγκράτεια, πραότης καὶ μακροθυμία,» καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς. (φ φ. 143 β) Ἡ ἐπίγειος Σιὼν, ἡ κατὰ τὴν Ἰουδαίαν χώραν, μέρος μέν ἐστι τῆς Ἱερουσαλὴμ, ὑψηλὴ δὲ καὶ ὥσπερ ἐν ὄρει διακειμένη· διὰ τοῦτο καὶ ἑρμηνεύεται σκοπευτήριον.
Ταύτῃ τοίνυν τῇ ὡς ἐν ὄρει διακειμένῃ Σιὼν ἀπεικάζει τὴν Ἐκκλησίαν, ἤγουν τὴν τῶν πιστευσάντων πληθὺν, τὸ Γράμμα τὸ ἱερόν. Ὑψηλὴ γὰρ, οὐδὲν ἔχουσα ταπεινόν· οὐδὲ γὰρ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ζητεῖ δὲ μᾶλλον τὰ ἄνω· καὶ οἱ τῆς Ἐκκλησίας δὲ τρόφιμοι περιπατοῦσι μὲν ἐπὶ γῆς, ἔχουσι δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς. ΨΑΛΜΟΣ ΠΗ. «Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.» (φ φ. 147, κ φ. 158 β) Ἐγήγερται ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἦν ὁ μακάριος Δαβίδ. «Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου.» (φ φ. 148 β) Βραχίονα δὲ τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν· ἐνεργεῖ γὰρ δι’ αὐτοῦ τὰ πάντα, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ διὰ τῆς ἑαυτῶν χειρὸς πάντα ποιεῖν εἰθίσμεθα. «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται.» (φ φ. 148 β) Ἐν τῷ φωτὶ τῷ διὰ τοῦ Πνεύματος τῷ ἐκπεμπομένῳ διὰ τοῦ σοῦ προσώπου, τουτέστι τοῦ σοῦ Υἱοῦ, πορεύσονται. Ὁδηγεῖ γὰρ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἕκαστα τῶν ἐν φωτὶ πρακτέων. «Ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.» (φ φ. 148 β, κ φ. 159) Ἀεὶ γὰρ ἡμᾶς στεφανοῖ τὸ καλὸν ὄνομα τοῦ Χριστοῦ τὸ ἐπικληθὲν εἰς ἡμᾶς·
PG 69:1213ὠνομάσμεθα γὰρ διὰ Χριστὸν Χριστιανοί. [«Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.» Ὁ Σωτὴρ ἔφασκε· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω αὐτά· αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε.» Καὶ πάλιν· «Ἀπ’ ἐμοῦ λαλῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.]» «Τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.» (φ φ. 149 β, κ φ. 160) Μετὰ γὰρ τὸν τοῦ Σωτῆρος σταυρὸν δειναῖς καὶ ἀφύκτοις περιπέπτωκε συμφοραῖς ἡ τῶν Ἰουδαίων συναγωγή. Παρεδόθησαν γὰρ εἰς χεῖρας ἐχθρῶν, οἳ καὶ πᾶσαν αὐτῶν ἠρήμωσαν τὴν χώραν· καὶ διεσκορπίσθησαν. «Ὑψωθήσεται τὸ κέρας αὐτοῦ.» (φ φ. 149 β) Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ κέρας ὀνομάζειν, ἐπὶ μὲν τῶν ἁμαρτωλῶν, τὴν ὑπεροψίαν· ἐπὶ δὲ τῶν δικαίων, τὴν δόξαν. [Τοῖς ὀνόμασι τοῖς μάλιστα πρέπουσι τῷ Πατρὶ καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι, Θεὸς ἀληθινὸς, ὁ Πατὴρ τοῦτό ἐστι καὶ ὁ Υἱός· αὐτὸς γάρ ἐστιν «ἡ ἀλήθεια καὶ ἡ ζωή.» Καὶ τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα·
«Ὅτι πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.»] [«Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ.» Θήσει δὲ αὐτὸν ὁ Θεὸς καὶ πρωτότοκον, καθὰ καὶ Παῦλος ὁ μέγας φησίν· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·» καὶ πάλιν· «Πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ πρωτότοκος πάσης κτίσεως.» Ἔλεγε δὲ καὶ ὁ Σωτὴρ τῇ Μαρίᾳ· «Πορευθεῖσα, εἶπε τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ γὰρ μονογενὴς μέν ἐστιν ὡς Θεὸς, πρωτότοκος δὲ ὡς ἄνθρωπος· ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας, καὶ Πατέρα ἑαυτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεός· Θεὸν δὲ αὐτοῦ πάλιν ὡς ἄνθρωπος.] «Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.» (φ φ. 150, κ φ. 160 β) Αὐτῷ μὲν τῷ πεπιστευκότι δι’ αὐτοῦ λαῷ φησι· ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν. Πιστὴ δὲ διαθήκη ἀντὶ τοῦ ἀσφαλὴς καὶ βεβαία καὶ μένουσα· ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» Πέπαυται μὲν γὰρ ἡ πρώτη διαθήκη σκιᾶς ἔχουσα τύπον, καὶ μόνον τῆς ἀληθείας τὴν μόρφωσιν·
PG 69:1215εἰσαγωγὴ δὲ γέγονεν ἡμῖν κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ, ὡς ὁ μακάριος γράφει Παῦλος. «Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος.» (φ φ. 150 ετ 151, κ φ. 160 β) Θρόνον φησὶν ἐν τούτοις τὴν ἀρχὴν αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν. Χριστοῦ δὲ θρόνος ἡ Ἐκκλησία· ἐπαναπαύεται γὰρ αὐτῇ, καθ’ ἃ καὶ ἐν τοῖς ἁγίοις ἀγγέλοις. Γέγραπται γάρ· «Ὁ οὐρανός μοι θρόνος.» Καὶ ἡ μὲν ἐν τοῖς οὐρανοῖς Ἐκκλησία θρόνος ἐστίν· ὁμοίως δὲ πάλιν καὶ ἡ ἐπὶ γῆς θρόνος τοῦ πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Ἔσται οὖν, φησὶ, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ’ οὐρανὸν, καὶ μένουσα διηνεκῶς ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη. Ὥσπερ οὐδεὶς ἐν οὐρανοῖς τὸν ἡλίου καὶ σελήνης κύκλον σβέσαι δυνήσεται, οὕτως οὐδεὶς ἐν ἀνθρώποις ἀμαυρώσει ποτὲ τὰς τῆς Ἐκκλησίας αὐγὰς, ἤτοι τὴν λαμπρότητα τὴν νοητήν· φαίνει δὲ ἀεὶ καθάπερ ὁ ἥλιος καὶ ἡ σελήνη. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κ.τ.λ.» (φ φ. 151 β, κ φ. 161) Ἀντὶ τοῦ, ἀπωσθῆναι καὶ ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσεν τὸν ἴδιον Υἱὸν, Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι, πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ καὶ Πατρός.
«Ἀνεβάλου τὸν Χριστόν σου,» τουτέστιν, ὑπερέθου πληρῶσαι τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ. Πῶς δὲ ὑπερέθετο; Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει· αὕτη γὰρ γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ διαθήκη· ἀλλ’ ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε, φησὶ, καὶ ἐσταυρώθη. Οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου· εἰς τὴν γῆν ἐβεβήλωσας τὸ ἁγίασμα αὐτοῦ· ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐτοῦ. Ὅσον γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη. Ἀλλ’ οὐ μεμένηκεν ἐν νεκροῖς, οὔτε μὴν ἀδοξίαν τινὰ προσετρίψατο τὸ πάθος αὐτῷ, ἀλλ’ ἐδοξάσθη μᾶλλον δι’ αὐτοῦ. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. «Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.» (φ φ. 152, κ φ. 161) Ἐπειδὴ γὰρ ὅλως Θεὸς ὢν φύσει καὶ Υἱὸς ἀληθινὸς καὶ τῶν δυνάμεων Κύριος ἠνέσχετο παθεῖν, καί τοι μὴ παθεῖν δυνάμενος, εἴπερ ἤθελεν μὴ παθεῖν, σεσίγηκας δὲ καὶ αὐτὸς, ὦ Πάτερ, διὰ τοῦτό φαμεν ὅτι οὐκ ἀντελάβου αὐτοῦ.
PG 69:1216Πόλεμον δὲ ὀνομάζει τὸν καιρὸν τοῦ τιμίου σταυροῦ, ὅτε κατεστρατεύοντο τῆς δόξης τοῦ Χριστοῦ Ἡρώδης τε καὶ Πόντιος Πιλάτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, καὶ αὐτὸς πάντως ὁ Σατανᾶς. «Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν.» [ ξοδ. μ φ. 159 ] Τὸ κατέλυσας, ἀντὶ τοῦ κατήνεγκας· τὸ γὰρ λυόμενον καταφέρεται. Κατήνεγκας τοίνυν ἀπὸ καθαρισμοῦ αὐτοῦ, τουτέστι, ἀπὸ τοῦ πιστεύεσθαι ὅτι καθαρός ἐστιν. Ὑπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη. [«Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.» Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος, καὶ ἐνόμισαν οἱ σταυρώσαντες ὅτι πεπονθὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπονοίας διερμηνεύει λέγων· «Καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.»] «Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος,» (κ φ. 161 β) Ὁρᾷς ὅπως βούλεται μαθεῖν τὴν οἰκονομίαν; «Ἕως πότε, Κύριε;» τουτέστι, μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα; Ἀπέκτειναν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἆρα κείσεται νεκρός; Ἆρα ἀποστρέψει εἰς τέλος, καὶ ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;
Ἡ ἀποστροφὴ δὲ καὶ ὀργὴ οὐ κατὰ Χριστοῦ· μὴ τοῦτο νόμισον, ἀλλ’ ἡ καθ’ ἡμῶν· ἡμεῖς γὰρ πολυτρόπως πεπλημμελήκαμεν, τῆς τρυφῆς ἐκπεπτώκαμεν, ὡς ἔν γε τοῖς πρωτοπλάστοις φημί. «Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;» (φ φ. 152 β, κ φ. 161 β) Ἀληθὲς οὖν ὅτι οὐ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων· μαρτυρήσει καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀπεθάνομεν ἐν Ἀδὰμ, ἀλλ’ ἐζήσαμεν ἐν Χριστῷ. «Ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα;» (μ φ. 160.) Ἀρχαῖα ἐλέη τοῦ Θεοῦ φησιν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη, εἰς ἀφθαρσίαν ἀναστοιχείωσις. «Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν.» (φ φ. 153) Δεχόμεθα γάρ πως εἰς κόλπους τὰ δῶρα ὅταν προσφέρουσί τινες. Μνησθῆναι δὲ παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως δοθείσης ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν. Τί γὰρ ὑπέσχετο τοῖς ἔθνεσιν ὁ Σωτήρ; Ἁμαρτίας ἄφεσιν, θανάτου λύσιν, σωτηρίαν καὶ ζωήν. «Οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.» (φ φ. 153) Τουτέστι τὴν Ἐκκλησίαν, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτόν· τούτους γὰρ εἶναί φαμεν τὴν Ἐκκλησίαν. Εἴρηται δὲ ἀντάλλαγμα διὰ ποίαν αἰτίαν;
PG 69:1218Ἀντὶ γὰρ τῆς Ἰουδαίων Συναγωγῆς δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. ΨΑΛΜΟΣ 3. «Ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν.» (β φ. 373 β, η φ. 393 β) Ὁρᾷς ὅσην ἔχει παῤῥησίαν παρὰ Θεῷ; ὅλον γὰρ ἑαυτὸν ὥσπερ ἀναθεὶς αὐτῷ, ἐπ’ αὐτῷ πᾶσαν ἔχει τοῦ σώζεσθαι τὴν ἐλπίδα. Τρισμακάριος δὲ ὁ τοιοῦτος, καὶ ἁπάσης εὐημερίας ἔσται μεστός. Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ καί φησιν· «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἅνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» «Αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.» (β φ. 373 β, η φ. 394) Καὶ ποῖός ἐστιν ὁ ταραχώδης λόγος; Ὁ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς· συγχέουσι γὰρ τὰς τῶν ἀκεραίων καρδίας, δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος, τό γε ἧκον ἐπ’ αὐτοῖς, κατασύρουσι τὸν Υἱὸν, καὶ τῶν ἀνωτάτω καταφέρουσι θρόνων, ἐναριθμοῦντες τοῖς κτίσμασι, καὶ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην πεποιῆσθαι λέγοντες, καὶ ἐξ οὐκ ὄντων παρῆχθαι πρὸς ὕπαρξιν. Ἕτεροι δὲ τοῦ ἁγίου καταψεύδονται Πνεύματος, κτίσμα λέγοντες καὶ αὐτό·
καὶ πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέοντες κεφαλαῖς. Τί οὖν ὁ Ψάλλων περὶ αὐτῶν; «Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· γεγόνασι γὰρ τῆς ἀληθείας κατήγοροι, καὶ τοῦ ψεύδους συνασπισταί.» Ταραχώδης οὖν ὁ λόγος αὐτῶν, οὐ γὰρ ἔχει τῆς ἀληθείας τὴν ἀσφάλειαν. «Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας.» (β φ. 374, η φ. 395) Καὶ τί δὴ τοῦτό ἐστιν; Δύο τρόπους ἴσμεν ἐπιβουλῆς. Ἢ γὰρ ἀφανῶς καὶ λεληθότως, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ λανθάνοντες, ἀρτύουσί τινες οἷς ἂν βούλωνται παγίδας καὶ κατασκευάζουσι δόλους· ἢ ἐναργῶς καὶ ὡς ἐν ἡμέρᾳ καὶ ἐμφανῶς. Οὐκοῦν φόβον μὲν ὀνομάζει νυκτερινὸν τὸν ἔτι λανθάνοντα κίνδυνον, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ κρυπτομένην πανουργίαν· βέλος ἐν ἡμέρᾳ πετόμενον, τὴν ὡς ἐν φωτὶ καὶ ἐναργῶς ἐπιβουλήν. «Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.» (β φ. 374 β, η φ. 395 β) Δαιμόνιον δὲ μεσημβρινὸν ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν ἔσθ’ ὅτε. Καὶ μετ’ ὀλίγα·
PG 69:1220Σύμπτωμα τοίνυν πάσχουσί τινες ὅτ’ ἂν ὁ νοῦς ὀκλάσῃ πρὸς φιληδονίαν, ὅτ’ ἂν ἀτονήσῃ καρδία καὶ κατενεχθῇ πρὸς φιλοσαρκίαν, ὅτ’ ἂν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ὀλιγωρήσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς. Ἀλλὰ καὶ τότε σώζει Θεὸς, ἀπαλλάττει γὰρ ἀπὸ συμπτώματος καὶ ἐξ ἀκηδίας, τουτέστι δαιμονίου μεσημβρινοῦ. «Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς.» (ξ φ. 374 β, η φ. 396 β) Κλῖτος μὲν γάρ φησιν τὸ μέρος τὸ ἀριστερὸν ἤτοι τὸ πλάγιον. Οὐκοῦν καὶ εἰ πολλοί τινες εἶεν, φησὶν, καὶ ἀριθμοῦ κρείττονες οἱ τοῖς σεβομένοις Θεὸν ἐπιβουλεύοντες, ἀλλ’ ὄψει πίπτοντας αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, σὲ αὐτὸν δὲ παραδόξως σωζόμενον διὰ τὸν προεστηκότα καὶ προμαχόμενον. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, «Ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ, ἀπὸ γενεῶν εἰς γενεάς.» Οὐ γὰρ πεπαύσεται σώζων τοὺς ἀγαπῶντας αὐτόν. «Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» (β φ. 375, η φ. 397 β) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον ὅτι τοὺς προκειμένους στίχους ἑτέρως νοοῦσί τινες, κακῶς καὶ κεκιβδηλευμένως·
ἀναφέρουσι γὰρ αὐτοὺς εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, συνάπτοντες τοὺς στίχους καὶ λέγοντες, Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Καὶ μετ’ ὀλίγα· Φασὶ γὰρ αὐτὸν καταφυγὴν ἔχειν τὸν Ὕψιστον, δῆλον δὲ ὅτι τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτοῖς τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκεν τοὺς στίχους· καὶ τοῦτο ἰσώμεθα ἐκ τῶν εὐαγγελικῶν Γραμμάτων. Ὅτε γὰρ ἐπείραζεν αὐτὸν, ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ δὴ καὶ ἔφασκεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω ἐνταῦθα. Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς τὰ περὶ ἡμῶν εἰρημένα καὶ αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ’ ἡμεῖς οὐχ οὕτως νοοῦμεν ὡς νοεῖν ἔθος τῷ Σατανᾷ Εἰ δὲ οὕτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκολουθοῦσι γὰρ τῷ ἰδίῳ πατρί. Ψεύστης γάρ ἐστιν ὁ Σατανᾶς, καὶ ἡ ἀλήθεια ἐν αὐτῷ οὐχ ἕστηκεν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Καὶ μετ’ ὁλίγα·
PG 69:1221Εἰ γάρ ἐστι κατ’ αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν αὐτὸν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ’ ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἔξω τῆς εὐθείας ἔρχεσθε τρίβου, τὴν βασιλικὴν ἀφέντες ὁδὸν, εἰς ἀκάνθας πίπτετε καὶ βόθρους, τῆς ἀληθείας ἐκπεπτώκατε. Ἴσος καὶ ὅμοιος κατὰ πάντα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, εἰκὼν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, Ὕψιστός ἐστι καθ’ ἃ ὁ Πατήρ. «Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» (β φ. 275 β, η φ. 598) Τὸ σκήνωμα παρὰ τῇ θεοπνεύστῳ Γραφῇ οὐ πάντως τὸ σῶμα δηλοῖ, ἀλλ’ ἢ πόλιν, ἢ χώραν, ἢ οἶκον. Πιστώσεται δὲ τοῦτο λέγων ὁ μακάριος Δαβίδ· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» «Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ.» (β φ. 375 β, η φ.
398 β) Τούτοις ἐχρήσατο τοῖς στίχοις ὁ Σατανᾶς, ὡς ἐπ’ ἀνθρώπου κοινοῦ τὰ τοιαῦτα λέγων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν· ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ. Ἠγνόησε δὲ πρὸς τούτῳ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος. Ἀλλ’ ὁ μὲν Σατανᾶς, ὡς ἔφην, ὡς ἐπὶ ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ’ ἑνὸς τῶν ἁγίων προφητῶν, εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν. Ἔστι δὲ τῶν ἀτοπωτάτων ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστιν, καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι’ ἡμᾶς καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου·» αὐτὸς γάρ ἐστιν ὁ Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰςχύουσα τοῦ Πατρὸς δεξιά. Ἔδει τοίνυν ἐφ’ ἑκάστου τῶν γνησίων προσκυνητῶν νοεῖσθαί τε καὶ λέγεσθαι παρὰ τοῦ Πατρός· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου·
PG 69:1223οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» Ἀσφαλίζεται γὰρ ὁ Ὕψιστος, τουτέστι Χριστὸς, τοὺς ἐπ’ αὐτῷ πεποιθότας, καὶ τοὺς προσιόντας αὐτῷ μετὰ πίστεως. «Ἐπὶ χειρῶν ἀροῦσί σε, κ.τ.λ.» (β φ. 376, η φ. 399) Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅτ’ ἂν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μὴ ἄρα πως ἀδικηθῇ, τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως τὴν διάνοιαν ἔχοντας, οὐκ ἐῶσι πονεῖν ὑπὲρ δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ, μὴ ἄρα πως ὀλιγωρήσαντες, ὑπὸ πόδας γένωνται τοῦ Σατανᾶ, καὶ ἀπαγορεύσωσι τὸ βουλεύεσθαι δουλεύειν Θεῷ. «Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ.» (β φ. 376, η φ. 399) Καὶ μὴν αὐτὸν καταπεπάτηκεν ὁ Χριστὸς, καὶ εἰς ἔτι καὶ νῦν καταπατεῖ, διδοὺς τοῖς αὐτοῦ μαθηταῖς ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. «Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» (β φ. 376, η φ.
399 β) Λέων μὲν οὖν καὶ δράκων καὶ βασιλίσκος νοηθείη ἂν αὐτός τε ὁ Σατανᾶς, καὶ οἱ συναποστάντες αὐτῷ ἄγγελοι πονηροὶ, οἱ τὴν ἑαυτῶν ἀρχὴν μὴ τηρήσαντες, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ἀσπὶς καὶ βασιλίσκος νοηθεῖεν ἂν λέων τε καὶ δράκων καὶ οἱ τοῖς ἐκείνου θελήμασιν ὑπηρετεῖν εἰωθότες, καὶ τῆς ἐνούσης αὐτῷ δυστροπίας μιμηταὶ, οἱ πικροὶ καὶ δεινοὶ καὶ παγχάλεποι, οἱ τῶν ἀγρίων θηρῶν οὐδὲν διαφέροντες, ἀπομιμούμενοι δὲ καὶ τὴν τῶν ἰοβόλων πικρίαν. Καὶ, εἰ βούλει, δέχου ὄφεις τε καὶ βασιλίσκους τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετάς. «Ὅτι ἔγνω τὸ ὄνομά μου.» (β φ. 376 β, η φ. 400 β) Τίς ἄρα ἐστὶν ὁ γινώσκων τὸ ὄνομα αὐτοῦ; Ὁ αὐτῷ καὶ μόνῳ λατρεύων, καὶ μόνῳ προσκυνῶν αὐτῷ, καὶ ἐπ’ αὐτῷ Θεὸν ἕτερον οὐκ εἰδώς· ὁ ἐκ καθαροῦ συνειδότος λατρεύων αὐτῷ, καὶ εἰς ἅπαν ἀπηλλαγμένος τῶν τῆς εἰδωλολατρείας αἰτιαμάτων· ὁ ὑποτιθεὶς εὐήνιον αὐτῷ τὸν τῆς διανοίας αὐχένα· ὁ τοῖς αὐτοῦ δουλεύων θελήμασιν· οὗτος εἶδεν τὸ ὄνομα αὐτοῦ. Ὄνομα δὲ ὅτ’ ἂν ἀκούσῃς, τὴν δόξαν νόει. Γέγραπται γὰρ ὅτι «Κρεῖττον ὄνομα καλὸν, ἢ πλοῦτος πολὺς,» τουτέστι δόξα.
PG 69:1225«Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν.» (β φ. 376 β, η φ. 401) Καὶ τίνα τοῦτον ἐμπλήσειν ἐπαγγέλλεται τῇ τῶν ἡμερῶν μακρότητι; Ἀναδράμωμεν ἐπὶ τὴν ἀρχὴν τῆς ὅλης ᾠδῆς. Ἔφη τοίνυν· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Εἴ τις τοίνυν ἐστὶν ὑπὸ τὴν βοήθειαν τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ τοῦ οὐρανοῦ, οὗτος ἐμπλησθήσεται τῇ μακρότητι τῶν ἡμερῶν, ὄψεται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ, τουτέστι τὴν σωτηρίαν τὴν διὰ Χριστοῦ. Ἐπαγγέλλεται τοίνυν τοῖς ἀγαπῶσιν αὐτὸν τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, τὴν μακαρίαν καὶ ἀπονωτάτην, καὶ ἄμωμον, καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. ΨΑΛΜΟΣ Α. [«Ψαλμὸς ᾠδῆς.» (β φ. 377, η. φ. 402 β. ξορδεριο διοδορι.) Ἔστι τῆς ᾠδῆς ὅλος ὁ σκοπὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· εἰκὼν δὲ ὥσπερ ἐστὶ τὸ Σάββατον τῆς ἐν Χριστῷ ζωῆς, καὶ τῆς εὐαγγελικῆς πολιτείας, ἣν αὐτὸς ἡμῖν κεκαινοτόμηκεν ὁ Σωτὴρ, μεταβαλὼν τὰς τοῦ νόμου σκιὰς εἰς τὴν πνευματικὴν λατρείαν.] [«Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.» (β φ. 377, η φ. 402 β. ξορδ. ατηανασιι.
) Ἡ ἐξομολόγησις ὕμνος ἐστὶ μετ’ εὐχαριστίας εἰς δόξαν Θεοῦ συγκείμενος. Ὀφείλομεν δὲ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τὰς ὑπὲρ ὧν εὖ πεπόνθαμεν εὐχαριστίας· εὐηργετήθημεν δὲ παρ’ αὐτοῦ πολυτρόπως. Θεὸς γὰρ ὢν, Κύριος ἐπέφανεν ἡμῖν, δόξῃ θεοπρεπεῖ περιαστράπτων τὰ σύμπαντα, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα δωρούμενος.] [«Τοῦ ἀναγγέλλειν τοπρωὶ̈ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» (β φ. 377 β, η φ. 403 β. ξορδ. ανονψμι.) Μὴ ὑπολάβῃς ὅτι διί̈στησιν ἐν τούτοις ὁ Ψάλλων τὴν τῆς ᾠδῆς δύναμιν, ὡς χρῆναι μὲν τῷ πρωὶ̈ τὸ ἔλεος ἀναγγεῖλαι, τὴν δὲ ἀλήθειαν κατὰ νύκτα. Οὐ τοῦτό φησιν· ἀναγνωσόμεθα δὲ οὕτως τὸν στίχον· «Τοῦ ἀναγγέλλειν τῷ πρωὶ̈ καὶ κατὰ νύκτα, τουτέστιν ἐν ἡμέρᾳ καὶ νυκτὶ, τὸ ἕλεος καὶ τὴν ἀλήθειαν.» Τὸ δὲ ἀναγγέλλειν τὸ Ἀνακηρύττειν ἐστιν· ὅ ἐστι δοξολογεῖν Καὶ τί τὸ ἀναγγελλόμενον; Τὸ ἔλεος καὶ ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι Χριστός· ἐλεήθημεν γὰρ ἐν αὐτῷ, ἐδικαιώθημεν ἐν πίστει, ἡγιάσθημεν διὰ τοῦ Πνεύματος, ἐλυτρώθημεν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, εἰς υἱοὺς τετάγμεθα, κληρονόμοι γεγόναμεν τῆς τῶν οὐρανῶν βασιλείας.
PG 69:1227Ἠλέησε τοίνυν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· ἐδίδαξε δὲ ἡμᾶς δι’ αὐτοῦ τὴν ἀλήθειαν, τουτέστι τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν.] [«Ἐν τῷ ποιήματί σου.» (β φ. 377 β, η φ. 404 β. ξορδεριο ανονψμι.) Ποίημα δὲ τὸ κάλλιστον, ἤγουν κατόρθωμα τῆς βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἔργον τῆς αὐτοῦ χειρὸς, τῆς ἐφ’ ἡμῖν οἰκονομίας ἡ δύναμις, ὡς αὐτὸς ἐδίδαξεν ἡμᾶς ὁ Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, φησὶν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.»] «Ἀσύνετος οὐ συνήσει ταῦτα.» (β φ. 378, η φ. 405.) Οὐ γὰρ πάντων ἐστὶν ἁπλῶς τὸ συνιέναι δύνασθαι τὸ οὕτω βαθὺ καὶ σεπτὸν μυστήριον τοῦ Χριστοῦ· ἐκείνων δὲ μᾶλλον οἷς ἂν αὐτὸς ὁ Πατὴρ ἀποκαλύψειεν. [«Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλούς.» (β φ. 378, η φ. 405. ξορδ. ανονψμι.) Ἀνέτειλαν γοῦν, φησὶν, ὡς χόρτος, ἤγουν ὡς ἐν ἀγρῷ βοτάνη· βραχὺ δὲ ὥσπερ ἀνθήσαντες μετὰ τοῦτο διέκυψαν· τουτέστι κατεκάμφθησαν καὶ ἐταπεινώθησαν, καὶ εἰς παντελῆ κατέβησαν ὄλεθρον, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν κατὰ Χριστοῦ.] [«Σὺ δὲ Ὕψιστος, κ.τ.λ.» (β φ. 378 β. η φ.
405 β ξορδ. ανονψμι) Ὕψιστος γάρ ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ εἰ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ τὸ τῆς ἀνθρωπότητος ὑπέδυ σμικροπρεπὲς, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν, καὶ ὑψώσῃ τὸ ταπεινὸν, καὶ τιμήσῃ τὸ ἠτιμωμένον, ἵνα τῇ τῆς υἱοθεσίας χάριτι καταλαμπρύνῃ τὸν δοῦλον· «Συνεπτώχευσε γὰρ ἡμῖν, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ὕψιστος τοίνυν ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ γέγονεν ἄνθρωπος· οὐ γὰρ ἀπέστη τοῦ εἶναι Θεὸς, ἀλλὰ μεμένηκεν ὅπερ ἦν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, Ὕψιστος ἐν ὑψηλοῖς διαμένεις, τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐκ ἀλλοιούμενος, ἀλλ’ εἰς ἄπειρον ἑαυτοῦ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ, καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως, ἄλλοτε ἄλλοθεν φερόμεθα καὶ μεταβαλλόμεθα.] [«Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος.» (β φ. 378 β, η φ. 406. ξορδ. διοδορι.) Τὸν μονοκέρωτά φασι ζῶον εἶναι ᾧ κέρας ἐπὶ τοῦ μετώπου ἐγήγερται, ὑψηλόν τε καὶ ἄθραυστον· ᾧ κεχρημένον πρὸς τὰ ἕτερα τῶν ζώων, ἀεὶ νικᾷ καὶ περιγίνεται· καὶ ἔστιν ἰσχυρὸν καὶ δυσάντητον.
PG 69:1228Τούτῳ τῷ μονοκέρωτι παρεικάζει τὸν νέον λαὸν ἡ θεία Γραφή. Νέον δὲ ὅταν εἴπω λαὸν, τοὺς διὰ πίστεως νόει, οἳ πάντα νενικήκασι τὰ ἔθνη.] [«Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου.» (η φ. 407. ξορδ. τηεοδορι.) Τὸ ἐπεῖδεν ἐστὶ τὸ ἰδεῖν πεπτωκότας ἐχθροὺς ἀτονήσαντας τοὺς δι’ ἐναντίας. Οὗτοι δέ εἰσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι καὶ τῇ τοῦ Θεοῦ δόξῃ, τὸ ἑαυτῶν ὁπλίζοντες θράσος. Τοιοῦτοί τινες ἦσαν οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι· οὐ διαλελοίπασι γὰρ ἐπιπηδῶντες Χριστῷ, καὶ ἀνοσίως αὐτοῦ τῇ δόξῃ μαχόμενοι.] [«Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.» (β φ. 379, η φ. 407 β. ξορδ. διοδορι.) Φοίνιξι δὲ καὶ κέδροις τοὺς ἐν Χριστῷ δεδικαιωμένους παρεικάζειν ἀξιοῖ τὸ Γράμμα τὸ ἱερόν. Φυτὸν γάρ ἐστιν ὁ φοῖνιξ ἀειθαλὲς, εὔριζόν τε καὶ ὑψηλὸν, καὶ εὐκάρδιον, εὐώδη καὶ γλυκὺν ἔχον τὸν καρπόν. Τοιοῦτοι δὲ πάντες οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχοντες· ἑστήκασι γὰρ ἑδραῖοι καὶ ἀκατάσειστοι, λευκὴν ἔχοντες τὴν καρδίαν. Οὕτω που καὶ ὁ Ψάλλων φησί· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.»] [«Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι.» (η φ. 409. ξορδ. τηεοδορι.
) Οὐκ ἔσται, φησὶν, αὐτῶν ἡ εὐθηνία πρόσκαιρος, μήποτε τοῦτό τις περὶ τῶν ἐθνῶν διὰ τὸ ἐξανθῆσαι στοχάσηται, ἀλλ’ ἐν γήρει λιπαρῷ πληθύνονται καὶ προκόπτουσι· τοῦ γὰρ χρόνου προϊόντος πληθύνεται τῶν ἐθνῶν ἡ εὐσέβεια.] «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.» (β φ. 379 β, η φ. 408 β.) Οἶκον δὲ Κυρίου καὶ αὐλὰς τὰς ἁγίας Ἐκκλησίας εἶναί φησιν, ἐν αἷς οἱ πεφυτευμένοι διὰ τῆς πίστεως καρποφοροῦσιν ἐν ὑπομονῇ. Ἐξανθοῦσι δηλαδὴ ἐν ταῖς ἀνὰ μέρος Ἐκκλησίαις. Οἶκον γὰρ Θεοῦ περιεκτικῶς τὴν καθόλου Ἐκκλησίαν προσηγόρευσεν. ΨΑΛΜΟΣ Β. [«Ὁ Κύριος ἐβασίλευσεν.» (η φ. 409 β. ξορδ. τηεοδορι.) Ὁ γὰρ μεθ’ ἡμῶν ἄνθρωπος πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα, τότε τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐτῷ περιεζώσατο δύναμιν· κεκάθικε γὰρ βασιλεύων μετὰ τοῦ Πατρός.] [(β φ. 380, η φ. 410. ξορδ. τηεοδορετι ετ ανονψμι.) Καίτοι γὰρ καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος, καὶ ὡς εἷς ἐξ ἡμῶν ὁρώμενος ἐπὶ τῆς γῆς, θεοπρεπεστάτην δύναμιν ἐνεδύσατο· καὶ πεφόρηκεν ἐξουσίαν ἣν ἔχει καὶ αὐτὸς ὁ Πατήρ·
PG 69:1230κατήργηκε γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δυνάμει δηλονότι θεοπρεπεστάτῃ χρώμενος. Ἐπλάσθη δὲ τὸ σχῆμα τοῦ λόγου ὡς ἐπὶ βασιλέως μέλλοντος πολεμίοις συμβάλλειν, καὶ τὴν τοῦ πολέμου σκευὴν περιτιθεμένου. «Ἐνεδύσατο, φησὶ, δύναμιν.» Πεπολέμηκε γὰρ ὑπὲρ ἡμῶν· κατήργηκε δὲ διὰ τοῦ σταυροῦ ἀρχὰς καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· καὶ τεθριάμβευκε θρόνους καὶ ἐξουσίας· παρέστησε δὲ ἡμᾶς δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ταύτην ἐνεδύσατο τὴν δύναμιν. Ἐνεδύσατο δὲ πρὸς τούτοις καὶ εὐπρέπειαν· καὶ τίνα τρόπον; Καίτοι γενόμενος ἄνθρωπος καθ’ ἡμᾶς· τουτέστιν, ἔδειξεν ἡμῖν ἐν ἑαυτῷ τὸ τῆς θεότητος κάλλος. Εἴδομεν γὰρ αὐτὸν καὶ ἐν ἀνθρωπότητι Θεόν.] «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» (β φ. 380 β, η φ. 411, 412.) Μέγα γάρ τοι καὶ ἐξαίσιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καθ’ ἃ γέγραπται, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους· ὧν αἱ φωναὶ, τουτέστιν αἱ διδασκαλίαι, γεγόνασι γνώριμοι τοῖς ἁπανταχοῦ. (β φ. 380. η. φ. 411 β. ξορδ.
ανονψμι.) [Βασιλεύσαντος γὰρ τοῦ Κυρίου, καὶ περιζωσαμένου δύναμιν, ἐνδυσαμένου τε εὐπρέπειαν, τότε καὶ «ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ποταμῷ μὲν γὰρ καὶ πηγῇ καὶ χειμάῤῥῳ παρεικάζει πολλάκις τὸ Γράμμα τὸ ἱερὸν τὸν τοῦ Θεοῦ Λόγον. Καὶ γοῦν ἔφη που ψάλλων ὁ Δαβίδ· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Πρόεισι γὰρ ὡς ποταμὸς ἐκ πηγῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθεὶς Θεὸς Λόγος.] (β φ. 381, η φ. 412. ξορδ. ατηανασιι.) [Οὐ γὰρ σεσιγήκασιν οἱ μακάριοι μαθηταὶ, ἐπῆραν δὲ μᾶλλον τὰς ἑαυτῶν φωνάς· τουτέστι, διεκήρυξαν εἰς ἅπασαν γῆν τοῦ Χριστοῦ μυστήριον.] «Ἀπὸ φωνῶν ὑδάτων πολλῶν.» (β φ. 381 β, η φ. 413 β.) Ὥσπερ γὰρ, φησὶν, ἀπὸ πολλῶν ὑδάτων, καὶ ὡς ἐκ τῆς τῶν κυμάτων ἠχῆς οἱ τῆς θαλάσσης μετεωρισμοὶ, τουτέστιν εἰς ὕψος ἤγουν εἰς μετέωρον αἰρομένη φωνὴ θαυμάζεται, οὕτω καὶ ἡ δοξολογία τῶν ἐθνῶν· ὑμνοῦσι γὰρ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. [«Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.» (β φ. 381 β, η φ. 413 ξορδ. ατηανασιι.) Εἰ γὰρ καὶ «γέγονε σὰρξ ὁ Λόγος,» κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ πεφόρηκεν δούλου μορφὴν, καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν·
PG 69:1232ἀλλὰ μὴν καὶ οὕτως ἐν ὑψώμασι τοῖς θεοπρεπέσι καὶ ἐν τῇ τοῦ δούλου μορφῇ Δεσπότης ἐστίν.] ΨΑΛΜΟΣ Γ. [«Ἕως πότε ἁμαρτωλοὶ, Κύριε;» (β φ. 382 β, η φ. 415. ξορδ. ατηανασιι.) Καὶ τίνες οὗτοί εἰσιν; οἱ Γραμματεῖς δηλονότι καὶ Φαρισαῖοι, οἱ τολμῶντες ἐξουδενῶσαι Χριστόν.] [«Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν.» (β φ. 382 β, η φ. 416. ξορδ. ανονψμι.) Ἐκάκωσαν γὰρ ἀληθῶς τὸν τοῦ Θεοῦ κλῆρον· οὐ γὰρ συνεχωρήκασι αὐτοῖς ἐπιγνῶναι Χριστὸν, οὐδὲ τῶν διὰ πίστεως μετασχεῖν ἀγαθῶν. Ὅταν δὲ ποιμὴν ἐπιβουλεύσῃ προβάτοις, καὶ ὁ τῆς ἀγέλης ἡγούμενος οὐδένα ποιῆται τὸν λόγον τῶν ποιμνίων, τότε καλεῖται πρὸς δικαίας ὀργὰς ὁ τῆς ἀγέλης Δεσπότης. Τοῦτο πεπονθότας Ἰουδαίους εὑρήσομεν ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς.] (β φ. 383, η φ. 416. ξορδ. αλτεριυς.) [Διττὸν αὐτοῖς ὁ λόγος ἐπιφέρει τὸ αἰτίαμα. Οὐ γὰρ ἀδικοῦσι μόνον τοὺς ἀσθενεστέρους, καὶ οὓς ἧν εἰκὸς ἐλεεῖσθαι μᾶλλον, τούτοις ἀφορήτοις περιβάλλουσι συμφοραῖς (τοῦτο γὰρ δηλοῖ τὸ ἀπέκτειναν), ἀλλὰ καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω βλασφημοῦσι φύσιν, οὔτε ἐφορᾷν αὐτὴν λέγοντες τὰ ἀνθρώπινα, οὔτε μὴν ἐπισκέπτεσθαι τὰ καθ’ ἡμᾶς.
Ἑλλήνων ἐστὶ τῶν ἀθέων ἡ τοιαύτη δόξα, τῶν μήτε εἰδότων τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, μήτε νοεῖν ἀνεχομένων ὅτι τοῖς αὐτοῦ νεύμασι διοικεῖται τὰ πάντα. Ἀλλὰ νενοσήκασί τινες τῶν ἐξ Ἰσραὴλ τὴν τοιαύτην ἀπόνοιαν.] [«Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος. Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ.» (β φ. 383, η φ. 416 β) Ὁ ἔλεγχος ἐν τούτοις τὴν ἐπιτίμησιν καὶ τὴν ἀγανάκτησιν δηλοῖ. Ἔφη γὰρ ὁ Σολομῶν· «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Οὐκοῦν τῶν ἐλέγχων ἡ δύναμις τὸ μαστίζεσθαι δηλοῖ.(κ φ. 168.) Φυσικὸς λογισμὸς μηδαμῶς ἔλαττον εἶναι τοῦ ποιηθέντος τὸ πεποιηκός. Ἄφρονες οὖν εἰκότως καὶ μωροὶ, οἱ μηδὲ τοσοῦτον γινώσκοντες τῶν κατὰ φύσιν πράξεων, εἰς τοὺς παρὰ φύσιν ἀναγωγοὺς λογισμούς· καὶ τῷ μὴ βούλεσθαι κρίσιν ὑποσχεῖν ἐπὶ τοιούτοις τοῖς πεπραγμένοις· ἤδη καὶ δοξάζειν ἀναπείθουσιν ὡς οὐδ’ ἔσται κρίσις· τὸ δὲ ἀδύνατον ὑπολαβεῖν· εἰ μὴ καὶ ἀνηκουστεῖν περὶ τὰ λεγόμενα, καὶ ἀβλεπτεῖν περὶ τὰ γενόμενα, καὶ ἀγνοεῖν ταῦτα νομίσειέ τις τὸν Θεόν. (β φ. 383, η φ. 416. ξορδ. διοδορι.
PG 69:1234) [Ἐλέγχων αὐτῶν τὴν ἁμαρτίαν ὁ Θεὸς οὐκ εὐθὺς ἐπήγαγε τὰ ἐξ ὀργῆς, ἀλλ’ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀπαράβλητον ἔχων τὴν ἡμερότητα, χαρίζεται μᾶλλον αὐτοῖς τῆς νουθεσίας τὸ φάρμακον, καὶ τὸν τῆς κατηχήσεως ἐξαρτύει λόγον· «Σύνετε δὴ, ἄφρονες.» Ὡσεὶ λέγων· Κἂν ὀψὲ ἢ καὶ νῦν γοῦν φρονήσατε, ἐκεῖνο καθ’ ἑαυτοὺς ἐννενοηκότες· «Ὁ φυτεύσας ἑτέροις ἀκοὴν, αὐτὸς οὐκ ἀκούει; Ὁ πλάσας ἡμῖν ὀφθαλμὸν, οὐχ ὁρᾷ;» Ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν χορηγὸς αὐτὸς ἐστέρηται τούτων; Οὐκοῦν τὰς τῶν ἀσυνέτων ἀφέντες γνώμας, μνημονεύσωμεν λέγοντος τοῦ Παροιμιαστοῦ· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνον.» Ἐνώπιον γάρ εἰσι τῶν Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. Οὕτω διακείμενοι τὸν ὀρθὸν καὶ ἀμώμητον διαζήσομεν βίον, ὡς ἐφορῶντος Θεοῦ.] [«Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;» (β φ. 383, η φ. 417. ξορδ. ευσεβιι.) Βούλεται ματαιότητος μὲν ἀποστῆναι τοὺς ἐπὶ τῆς γῆς καὶ προςκαίρων καὶ φθαρτῶν, καὶ ἀπολλυμένων πραγμάτων· ἀνθελέσθαι δὲ μᾶλλον τὰ πεπηγότα καὶ μένοντα, καὶ εἰς ζωὴν ἀποφέροντα τὴν αἰώνιον.
Διαλογισμοὺς δέ φησιν ἐν τούτοις τὰς ἐνθυμήσεις, ἤτοι τὰς ἐπιθυμίας, ἃς ἐφ’ ἑκάστῳ πράγματι ποιοῦνταί τινες.] [«Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς.» (β φ. 383, η φ. 417. ξορδ. ανονψμι.) Ἐπαίδευε μὲν τοὺς ἀρχαιοτέρους ὁ Μωσῆς τὰς νομικὰς αὐτοῖς τελῶν λατρείας, ἀλλ’ οὐκ ἦσαν μακάριοι· οὐ γὰρ εἶχον τὴν ἐν πίστει δικαιοσύνην, οὐδὲ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Μακάριοι δὲ κατὰ τὸ ἀληθὲς οἱ ἐν Χριστῷ τελειούμενοι, καὶ τὸν διὰ τοῦ ἁγίου Πνεύματος φωτισμὸν παρ’ αὐτοῦ κερδαίνοντες, καὶ τῶν περὶ αὐτοῦ μυστηρίων ἀκριβῆ τὴν γνῶσιν καταπλουτήσαντες. Καὶ μετ’ ὀλίγα· Παιδεύσεις δὲ τίνα τρόπον; Ἆρα διὰ μαστίγων; Οὐ τοῦτό φησιν· ἀλλὰ πῶς ἐνθάδε νοεῖσθαι χρὴ, αὐτὸς ὁ Ψαλμῳδὸς ἑρμηνεύει, λέγων· «Καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.»] «Ἀφ’ ἡμερῶν πονηρῶν.» (β φ. 383, η φ. 417 β.) Ἡμέραι γὰρ ὅντως ἀποφράδες καὶ πονηραὶ τοῖς ἀποτμηθεῖσιν ὁλοτελῶς. καὶ εἰς κόλασιν τῆς διὰ πυρὸς κατοιχήσεσθαι μέλλουσιν, αἱ τῆς ἀδεκάστου κρίσεως. [«Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.» (β φ. 383, η φ. 417 β. ξορδ. αλτεριυς.) Τοῖς φιλαμαρτήμοσι δὲ ὁ βόθρος ὀρυγήσεται·
PG 69:1235καταπεμφθήσονται γὰρ εἰς ᾅδου, ὡς κολασθησόμενοι σὺν τῷ Σατανᾷ.] [«Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαόν.» (η φ. 417 β. ξορδ. ανονψμι.) Οὐ γὰρ μέχρι παντὸς συγκεχώρηκεν ἡμᾶς τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βόθροις, ἀλλ’ ἐξείλετο καὶ σέσωκεν ἀμνησικάκῳ χάριτι δικαιώσας τοὺς ἀσεβεῖς, καὶ ῥύπου παντὸς ἀπαλλάξας τοὺς μεμολυσμένους.] (β φ. 383 β, η φ. 418) Ἀπεδήμησε γὰρ ἀφ’ ἡμῶν τό γε ἧκον εἰπεῖν εἰς τὴν σάρκα, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνελθὼν ἐν τοῖς οὐρανοῖς καὶ καθίσας ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ Θεός ἐστι τὰ πάντα πληρῶν, καὶ μεστὸς μὲν ἔστιν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ καὶ ἡ σύμπασα γῆ, διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ νῦν ἐστι μεθ’ ἡμῶν, καὶ δι’ αὐτοῦ κερδαίνομεν τὸ δύνασθαι νικᾷν τὰς μεθοδείας τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῶν ἐμφύτων ἡδονῶν τὴν ἔφοδον. Καὶ μετ’ ὀλίγα. Ἆρ’ οὖν ἐπειδήπερ ἡμεῖς μὲν ἐν τῷ κόσμῳ μεμενήκαμεν, αὐτὸς δὲ ἀνέβη πρὸς τὸν Πατέρα, ἀπέστη τῶν ἀγαπώντων αὐτόν; Οὐδαμῶς· αὐτὸς γὰρ ἡμᾶς πεπληροφόρηκεν εἰπών·
«Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλὰ ἔρχομαι πρὸς ὑμᾶς.» Ἦλθεν γὰρ πρὸς ἡμᾶς, ἀποστείλας ἡμῖν ἀνθ’ ἑαυτοῦ καὶ ὡς ἑαυτὸν τὸν Παράκλητον, τουτέστι τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, ἴδιον δὲ ὑπάρχον καὶ αὐτοῦ τοῦ Υἱοῦ. [«Ἕως οὗ δικαιοσύνη ἐπιστρέφῃ εἰς κρίσιν.» (β φ. 383 β. η φ. 418 β. ξορδ. ατηανασιι.) Δικαιοσύνην μὲν ὀνομάζει Χριστόν· ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν· ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἀλλ’ ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι.] (β φ. 383 β, η φ. 418 β.) Δικαιοσύνη ἐστὶν αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Οὕτω γὰρ αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν ἁγίων προφητῶν ὀνομάζει λέγων· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.» Καὶ μετ’ ὀλίγα· Ἐπιστρέψει εἰς κρίσιν, τουτέστιν ἐξ οὐρανοῦ παραγενήσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
PG 69:1237Τότε γὰρ, φησὶν, «ὅταν ἡ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, ἐχόμενοι αὐτῆς ἔσονται,» τουτέστιν ἐγγὺς καὶ περὶ αὐτὴν, ἤτοι σὺν αὐτῇ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ δίκαιοι. [«Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις;» (β φ. 384, η φ. 419. ξορδ. ανονψμι.) Μαχομένῳ μοι, φησὶ, κατὰ τῶν πονηρευομένων τίς συναντιστήσεται; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν; Καὶ οὐκ ἀγνοούντων ἐστὶν ἡ φωνὴ, ἀλλ’ εὖ εἰδότων καὶ πεπιστευκότων ὅτι πάντη τε καὶ πάντως συμπαραστάτην ἔξουσι Χριστὸν, καὶ αὐτὸς αὐτοὺς ἐξελεῖται, καὶ κρείττονας ἀποφανεῖ τῆς τῶν ἐχθρῶν δυστροπίας.] [«Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου.» (β φ. 384, η φ. 419. ξορδ. ανονψμι.) Πόδα δέ φησιν ἐν τούτοις οὐ τὸν τοῦ σώματος (μὴ γὰρ τοῦτο ὑπολάβῃς), ἀλλὰ τὴν τῆς διανοίας ῥοπὴν, καὶ τῆς ψυχῆς τὴν θέλησιν, ἀφ’ ἧς ἐφ’ ἕκαστον τῶν πρακτικῶν ἐρχόμεθα. Ἕκαστος γὰρ ἡμῶν πεπίστευται τῆς ἑαυτοῦ διανοίας τὸ πηδάλιον. Οὐκοῦν ὁ μὲν τῆς ἁγνείας ἐραστὴς, καὶ τὴν θεοφιλεστάτην ἐγκράτειαν ἀσκῶν ὑποσαλεύεται, πολλάκις καταστρέφοντος τοῦ Σατανᾶ, προσηκόντως, πρὸς ἐκτόπους ἡδονάς·
πλὴν ἐπαμύνει καὶ σώζει ὁ Θεός.] «Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.» (β φ. 384, η φ. 419 β.) Παρακαλεῖ Θεὸς τοὺς κάμνοντας ὑπὲρ ἀρετῆς, τοὺς πονοῦντας δι’ εὐσέβειαν, τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρέσκουσαν αὐτῷ πολιτείαν, τοὺς κατανεκροῦντας τὸ κίνημα τῆς σαρκὸς, καὶ μαχομένους τοῖς ἰδίοις θελήμασιν, ἕως ἂν τὸ σπουδαζόμενον κατορθώσωσιν. «Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας;» (β φ. 384, η φ. 420.) Ἀνομίαν μὲν ὀνομάζει τὸν Σατανᾶν· ἀνομίας γάρ ἐστι καὶ ἁμαρτίας εὑρετὴς καὶ διδάσκαλος· ὁ δὲ θρόνος σημαίνει τὴν ἀρχὴν, ἤτοι τὴν ἐξουσίαν. Ἆρ’ οὖν, ὦ Δέσποτα, φησὶν, ἔστι τις οὕτως ἀμαθὴς καὶ ἀσύνετος, ὡς οἰηθῆναι καὶ κατὰ νοῦν λαβεῖν, ὅτι τῆς σῆς βασιλείας κοινωνός ἐστιν ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ἡ τοῦ διαβόλου τυραννὶς καὶ ἀρχή; Μὴ γένοιτο, φησίν· μόνος γὰρ εἶ Θεὸς καὶ τῶν δυνάμεων Κύριος, καὶ κατάρχεις τῶν ὅλων μετὰ τοῦ ἰδίου Πατρός. (β φ. 384 β, η 421. ξορδ. ανονψμι.) [Ἐπὶ γὰρ παντὶ θείῳ προστάγματι πλάσσει κόπον ὁ Σατανᾶς·
PG 69:1239οὐ γὰρ ἐᾷ τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρετὴν εὐκόλως τοῦτο δύνασθαι δρᾷν, ἐπιβουλεύει δὲ καὶ ἐπιπηδᾷ, καὶ εἰς τοὺς τῆς ἀνομίας βόθρους κατασύρειν ἐπιχειρεῖ τοὺς ἐθέλοντας τὴν εὐαγῆ καὶ ἐννομωτάτην κατορθῶσαι ζωήν. «Πλάττει τοίνυν κόπον ἐπὶ προςτάγματι,» μαχόμενος δηλονότι ταῖς θείαις ἐντολαῖς, καὶ οὐκ ἐῶν τοὺς ἀγαθοὺς ἄνδρας κατορθοῦν αὐτάς. Ἀποτραχύνει δὲ μᾶλλον τῆς εὐσεβείας τὴν ὀδὸν, λειοτάτην οὖσαν καὶ εὐτροχωτάτην τοῖς ἐθέλουσι βαδίζειν αὐτήν.] «Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου.» (β φ. 385, η φ. 421. ξορδ. ανονψμι.) [Ἐπιβουλεύουσι γὰρ τοῖς ἁγίοις οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ ἄνθρωποι σὺν αὐτοῖς ἄδικοι καὶ βδελυρώτατοι, καὶ θεοστυγεῖς· οἶς τὰ ἐκείνων μέλει φρονεῖν· καὶ πολυτρόπους ἱστῶσι παγίδας· ἀλλ’ ὥς φησιν ὁ Σολομῶν, «Οὐκ ἐπιτεύξεται δόλιος θήρας.» Ἐκρύεται γὰρ καὶ σώζει Θεὸς τοὺς ἀνακειμένους αὐτῷ, ὥστε καὶ χαίροντας ἐπὶ τούτῳ λέγειν· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.»] Καὶ μετ’ ὀλίγα·
Τεθηρεύκασι δὲ τὰς τῶν ἁγίων ψυχὰς, καὶ παγίδας ἔστησαν αὐταῖς οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ αὐτὸς δὲ ὁ τούτων ἡγούμενος Σατανᾶς. Ἐπιβουλεύουσι γὰρ ἁγίῳ παντὶ καὶ ἐπιτρίζουσι τοὺς ὀδόντας κατὰ τῶν εἰωθότων εὐδοκιμεῖν. Γέγραπται γὰρ ὅτι «Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.» ΨΑΛΜΟΣ Δ. [«Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» (β φ. 385 β, η φ. 422. ξορδ. τηεοδορι.) Οἱ ταῦτα λέγοντες, πρὸς συνάφειαν καλοῦσι τοὺς ἀφεστηκότας ἑαυτῶν. Οὐ γὰρ τοῖς παροῦσιν, ἀλλὰ τοῖς κεχωρισμένοις πρέπει τὸ «Δεῦτε.» Ἐχωρίσθη δέ τινα τρόπον ὁ Ἰσραὴλ, ἄρα τοῖς κατὰ τόπον νοουμένοις διαστήμασιν οὐδαμῶς, ἀλλὰ τῇ κατὰ γνώμην ἀνυποταξίᾳ. «Δεῦτε» τοίνυν, ἀφέντες τὸ ἐξήνιον, καὶ ἀποβαλόντες τὸ ἀνυπότακτον, «ἀγαλλιασώμεθα τῷ Κυρίῳ·» τουτέστιν, Ἐπιλαβώμεθα τῆς εἰς αὐτὸν πίστεως, κληρονομήσωμεν τῶν παρ’ αὐτοῦ χαρισμάτων τὴν μετουσίαν, ἤτις τὴν υἱοθεσίαν ἡμῖν χαρίζεται, Πνεύματος ἁγίου μέθεξιν, ἁμαρτιῶν ἄφεσιν, καὶ οὐρανῶν βασιλείαν.] (β φ. 383 β, η φ. 422 β. ξορδ. ανονψμι.) [Ὁ ἀλαλαγμὸς φωνή τίς ἐστιν ἐπινίκιος, ἀναφερομένη πεπτωκότων ἐχθρῶν καὶ πολεμίων ἀπολωλότων.
PG 69:1240Δεῦτε τοίνυν, ἀλαλάξωμεν τῷ Σωτῆρι καὶ Λυτρωτῇ· ἐλυτρώσατο γὰρ τόν τε Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐκ τῆς τῶν ἐχθρῶν τυραννίδος, ἐξ ἁμαρτιῶν καὶ αἰτιαμάτων· ἀπήλλαξε τοῦ κατακρίνοντος νόμου καὶ δίκας ἀπαιτοῦντος τοὺς ἡμαρτηκότας· ἐδικαίωσε δὲ διὰ τῆς πίστεως Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ τὰ λοιπὰ ἔθνη.] (β φ. 385 β, η φ. 422 β.) Κατορχησώμεθα τῷ Σατανᾷ, καταλαλάξωμεν αὐτοῦ κειμένου καὶ πεπτωκότος· κατασκιρτήσωμεν ἀνοσίου θηρὸς ἀφύκτῳ παγίδι συνειλημμένου. [«Ὅτι Θεὸς μέγας Κύριος.» (β φ. 386, η φ. 423. ξορδ. ανονψμι.) Ἆρα οὗν τὸ μέγας φησὶν ὡς πρὸς σύγκρισιν ἑτέρων μικρῶν; Οὐ τοῦτό φησιν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι μόνῳ πρέπει τῷ κατὰ φύσιν Θεῷ τὸ τῆς μεγαλειότητος ἀξίωμα. Αὐτὸς γάρ ἐστιν ἀληθῶς ἡ τοῦ Θεοῦ δόξα καὶ ἡ ἀσύγκριτος μεγαλειότης. Ὅτι δὲ μέγας Θεός ἐστι Χριστὸς, οὕτω τε ὠνομάσθη καὶ παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς. πιστώσεται λέγων ὁ μακάριος Παῦλος «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.»] (β φ. 386. η φ. 423. ξορδ. διοδορι.) [Ποίους θεούς; Ἆρα ψευδωνύμους;
Οὐ τοῦτό φησιν, ἀλλὰ τοὺς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τουτέστι, τὰς λογικὰς καὶ ἄνω δυνάμεις, καὶ ἁγίους δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· οἷς τὸ τῆς θεότητος ὄνομα δέδοται παρὰ τοῦ πάντων ἐπέκεινα τιμῆς ἕνεκα καὶ δόξης. Οὕτως αὐτῶν καὶ ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Θεὸς θεῶν Κύριος ἐλάλησε,» καὶ τὰ ἑξῆς.] [«Καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν.» (β φ. 386, η φ. 423 β. ξορδ. ανονψμι.) Ποῖά ἐστιν ὑψηλὰ τῶν ὀρέων;« τουτέστι, τὰ ἐπηρμένα κατὰ τὴν δόξαν, καὶ περιφανέστερα τῶν ἐν οὐρανοῖς· Ἀρχαὶ, Θρόνοι, Δυνάμεις, Ἐξουσίαι, Κυριότητες, Ἀρχάγγελοι, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἀλλὰ ταῦτα πάντα αὐτοῦ ἐστιν· ὁ μὲν γὰρ ὡς Υἱὸς συγκάθηται τῷ Πατρὶ, οἱ δὲ παρεστήκασι λειτουργοῦντες αὐτῷ, καὶ δοξολογίαις στεφανοῦντες αὐτόν.] [»Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα.« (β φ. 386, η φ. 423 β. ξορδ. αλτεριυς.) Εἶδες πῶς Δεσπότην αὐτὸν ἀποφαίνεται τῶν ἁπάντων; Πῶς ἡμεῖς θαυμάζομεν τοὺς ἐπὶ γῆς βασιλέας; Γῆς καὶ θαλάσσης δεσπότας αὐτοὺς ὀνομάζομεν· ἀλλὰ μέχρι τούτων ἐπιμετροῦντες αὐτοῖς τὰς εὐφημίας, οὐκέτι ποιητὰς αὐτοὺς τῶν στοιχείων γενέσθαι φαμέν· πρέπει γὰρ τοῦτο μόνῳ τῷ ἐπὶ πάντων Θεῷ·
PG 69:1242αὐτὸς γάρ ἐστι τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης. Ἡκέτωσαν τοίνυν οἱ πλανώμενοι, καὶ πρὸς τὸ τῆς ἀληθείας ἐρχέσθωσαν φῶς· ἐπιγινωσκέτωσαν μεθ’ ἡμῶν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον· ὁμολογείτωσαν ὅτι καὶ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς κατὰ ἀλήθειαν.] [»Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν.« (η φ. 424. ξορδ. τηεοδορι.) Ὅταν ἴδητε, φησὶν, εἴδει τῷ καθ’ ἡμᾶς, ἤγουν ἐν ἀνθρωπείᾳ μορφῇ, πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, τὸν σύνθρονον τῷ Πατρὶ Θεὸν Λόγον, μὴ ἀγνοήσητε τὴν οἰκονομίαν, μὴ φύγητε τὸ προσκυνεῖν αὐτῷ, μὴ παραιτήσησθε τὸ προσπίπτειν αὐτῷ· ἐπίγνωτε δὲ μᾶλλον, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς αὐτοῦ.] [»Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε.« (η φ. 425. ξορδ. ευσεβιι.) Καὶ τί ἐστι τὸ σήμερον; Κατὰ τὸν ἐνεστηκότα δηλονότι καιρὸν, καθ’ ὃν γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· τότε γὰρ ἅπαντες ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ. Οὐ γὰρ λελάληκε πρὸς ἡμᾶς δι’ ἑνὸς τῶν ἁγίων τινός· ἀλλ’ οὐδὲ ἐν τάξει προφητῶν παραγέγονε πρὸς ἡμᾶς, ἀλλ’ ὡς Θεὸς τῶν ὅλων καὶ Κύριος.] [»Τεσσαράκοντα ἔτη προσώχθισα.« (β. φ. 386 β. ξορδ. ευσεβιι.
) Οἱ γὰρ ἐξ Ἰσραὴλ ταῖς ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς· τὴν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν.] ΨΑΛΜΟΣ Ε. [»Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.« (β φ. 387 β. ξορδ. ευσεβιι.) Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε· καὶ ἐφ’ ἡμῖν πεπλήρωται τὸ ἐν βίβλῳ Ψαλμῶν γεγραμμένον· »Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.« Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, »τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποδυσάμενοι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἐνδυσάμενοι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.«] »Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, κ.τ.λ.« (β φ. 388, η φ. 429.) Αὐτοῦ δὲ τίνος; Δηλονότι τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι τὸν Υἱὸν, περὶ οὗ φησι πρὸς ἡμᾶς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· »Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.« Ἔλεος δὲ καὶ δικαιοσύνην ὀνομάζει τὸν Υἱόν· ἠλεήθημεν γὰρ δι’ αὐτοῦ, καὶ μεμαθήκαμεν πᾶσαν ὁδὸν δικαιοσύνης. Καὶ μετ’ ὀλίγα·
PG 69:1244Τὸ δὲ ἡμέραν ἐξ ἡμέρας, ἀντὶ τοῦ Κατὰ πᾶσαν ἡμέραν· ὃ δὴ καὶ κατώρθωσαν οἱ μακάριοι μαθηταί· οὐδένα γὰρ παραλελοίπασι καιρὸν, καθ’ ὃν οὐ περιῆσαν κατὰ πᾶσαν χώραν τε καὶ πόλιν, εὐαγγελιζόμενοι τὸν Χριστὸν, καὶ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα. Διεκήρυξαν δὲ τοῖς ἁπανταχόσε λαοῖς τὰ ἔνδοξα αὐτοῦ, τὰ θαυμάσια αὐτοῦ, τουτέστι τὰς μεγαλοπρεπεῖς μεγαλουργίας, τὰ παραδόξως τετελεσμένα. [»Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.« (β φ. 388 β, η φ. 430, ξορδ. ανονψμι.) Μέγας ὄντως ὁ Κύριος ἡμῶν, καὶ θεοπρεπεστάτην ἔχει τὴν κατὰ πάντων ὑπεροχήν· ἴσος δὲ καὶ ὁμοούσιος αὐτῷ παντελῶς οὐδείς. Εἷς γάρ ἐστιν Υἱὸς φύσει ἀληθὴς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῖς τοῦ τεκόντος αὐτὸν ἀξιώμασι στεφανούμενος, αἰνετὸς σφόδρα, τουτέστι, δοξολογούμενος παρά τε τῶν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πνευμάτων, καὶ παρὰ τῶν ὄντων ἐπὶ γῆς. Τὸ καινὸν οὖν ᾆσμα πρὸς τοῖς εἰρημένοις διδάσκει, τὸν Κύριον τοῦ καινοῦ ᾄσματος μέγαν τινὰ εἶναι καὶ αἰνετὸν σφόδρα, καὶ πρὸς τούτοις φοβερὸν ἐπὶ πάντας τοὺς θεούς· μέγαν μὲν ὡς Θεοῦ Λόγον, καὶ πάντων Δημιουργόν· αἰνετὸν δὲ ὡς εὐεργέτην καὶ Σωτῆρα πάντων·
φοβερὸν δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς πάλαι νομιζομένοις θεοῖς, δηλαδὴ τοῖς πονηροῖς δαίμοσιν, οὓς καθεῖλεν, ἀπελάσας τῆς κατὰ τῶν ἀνθρώπων ἐπιβουλῆς. Διόπερ ἵνα μὴ κατὰ τῶν ἁγίων, τῶν δὴ θεῶν προσηγορευμένων, ὑπολάβοις αὐτὸν φοβερὸν εἰρῆσθαι, ἀναγκαίως ἐπήγαγεν· »Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.« Αὐτὸς δὲ ὁ Κύριος μέγας ἐστὶ καὶ αἰνετὸς σφόδρα.] [»Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια.« (β φ. 388 β, η φ. 430. ξορδ. αλτεριυς.) Τουτέστι πονηρὰ καὶ ἀκάθαρτα πνεύματα, τὴν τοῦ Θεοῦ δόξαν ἐφ’ ἑαυτοῖς ἁρπάζοντα, καὶ ὥσπερ τινὰ κόνιν τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν ταῖς διανοίαις τῶν ἀνθρώπων ἐπιτάττοντα, ἵνα μὴ ἀναβλέψαντες τὸν τῶν ὅλων ἴδωσι Δημιουργὸν καὶ Κύριον. Ἀλλ’ ἵνα ἡμεῖς οἱ πεφωτισμένοι, καὶ τὴν τῆς ἀληθείας πλουτήσαντες γνῶσιν, καταδεικνύωμεν αὐτοῖς ὃν ἠγνόουν λέγοντες· »Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.« Ἀπὸ γὰρ τῆς τῶν ἔργων μεγαλουργίας καὶ ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ἔστι μὲν ὁρατὸν τῇ φύσει τὸ Θεῖον, καὶ οὐκ ἄν τις ἴδοι εἴ ποτέ τί κατὰ φύσιν ἐστίν·
PG 69:1246ἀπὸ δὲ τῆς καλλονῆς τῶν κτισμάτων, καὶ ἀπὸ τοῦ κάλλους τῆς ὁρωμένης κτίσεως, τὸ ὑπερφυὲς τῆς δόξης αὐτοῦ θεωρεῖται.] [»Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ.« (β φ. 388 β, η φ. 430 β. ξορδ. ευσεβιι.) Καὶ τί ἐστι τὸ, »Ἐνώπιον αὐτοῦ;« ἢ καὶ τί βούλεται εἰπεῖν ὁ στίχος; Οὐδένα γὰρ, φησὶν, ἐφορᾷν ἀξιοῖ, εἰ μή τις εἴη ὡραιότητα τὴν πνευματικὴν ἔχων εἰς νοῦν καὶ καρδίαν, εἰδὼς δὲ καὶ ἐξομολογεῖσθαι, τουτέστι, δοξολογεῖν μεγαλοπρεπῶς, καὶ ἀξίως τῆς τοῦ Θεοῦ δόξης. Τοῦτό ἐστιν »Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,« τουτέστιν ἐν ὀφθαλμοῖς αὐτοῦ.] »Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.« (β φ. 389, η φ. 432.) Εἰσπορεύεσθε δὲ διὰ ποίας ἐρχόμενοι τρίβους; διὰ πίστεως δηλονότι· αὐτὴ γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Καὶ μετ’ ὀλίγα· Καὶ ποίας θυσίας, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· »Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.« »Κρινεῖ λαοὺς ἐν εὐθύτητι.« (β. φ. 389 β, η φ. 433.
) Ἔκρινε λαοὺς ἐν εὐθύτητι ὁ Κύριος, σέσωκεν τὴν ὑπ’ οὐρανὸν, τῶν τοῦ διαβόλου χειρῶν ἐξείλατο, ἠλευθέρωσε τῆς τῶν δαιμόνων τυραννίδος, δεδικαίωκεν ἐν πίστει, τοὺς πεπλανημένους ποτὲ ὑπέθηκε τοῖς ἑαυτοῦ ζυγοῖς, ἁγίους ἀπέφηνε προσκυνητὰς, κατεδίκασε τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. Σαλευθήτω ἡ θάλασσα.» (η φ. 433 β.) αδ.. 11. Θάλασσαν δὲ ὅταν ἀκούσῃς ἐν τούτοις, μὴ ταύτην ὑπολάβῃς εἶναι τὴν σημαινομένην, ἑτέραν δὲ μᾶλλον, τουτέστι τὸν περίγειον τοῦτον χῶρον, ἤτοι τὴν οἰκουμένην ἅπασαν καὶ τοὺς ἐν αὐτῇ. [«Εὐφραινέσθωσαν οἱ οὐρανοί.» (β φ. 390, η φ. 433 β. ξορδ. ατηανασιι.) Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης φαυλότητος εὑρετὴς καὶ διδάσκαλος, ἥρπασεν εἰς θάνατον τὴν τοῦ ἀνθρώπου φύσιν ἐν ἀρχαῖς διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως· ἀνεμόρφωσε δὲ πάλιν εἰς ἀφθαρσίαν αὐτὴν ὁ πάντων Δημιουργὸς, καταργήσας τὸν θάνατον ἐν Χριστῷ, καὶ ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὐκοῦν ἐπὶ τούτοις ἑορτάζειν κελεύει τούς τε ὄντας ἐν οὐρανῷ καὶ ἅπαντας δὲ τοὺς ἐπὶ τῆς γῆς τὸ Πνεῦμα τὸ ἄγιον λέγον·
PG 69:1247«Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῇ.»] «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ.» (β φ. 390.) Οὔ τί πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστί· πρέπει δ’ ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ μᾶλλον ἡσθῆναί φησιν, ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ. «Ὅτι ἔρχεται κρίνειν τὴν γῆν.» (β φ. 390, η φ. 434 β.) Ἦλθε γὰρ ὁσίᾳ ψήφῳ καὶ θεοπρεπεῖ χρησάμενος. Καταδικάσει μὲν τὸν ἀρχέκακον θῆρα, καὶ εἰς τὴν φλόγα πέμψει τὴν ἀκοίμητον. Λυτρώσεται δὲ τοὺς ὑπ’ αὐτὸν γεγονότας, τουτέστιν ἡμᾶς, καὶ δικαιώσει πίστει. ΨΑΛΜΟΣ 32. «Τῷ Δαβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται.» (β φ. 390 β, η φ. 435 β.) Δαβὶδ μὲν ὠνομάσθη πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς ὁ ἐκ σπέρματος Δαβὶδ γεγονὼς κατὰ σάρκα Χριστός· καθάπερ ἀμέλει καὶ Ἰσραὴλ, οἱ ἐξ Ἰσραὴλ, καὶ Ἰακὼβ, οἱ ἐξ Ἰακώβ. Ἄδεται τοίνυν ὁ ψαλμὸς τῷ Δαβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἄδεται δὲ πότε καὶ ἐπὶ τίσιν; Ὁπότε, φησὶν, ἡ γῆ αὐτοῦ κατέστη. Καὶ μετ’ ὀλίγα. Ἐπέφανεν γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔπαυσε τοὺς θορύβους, κατέστησε τὴν γῆν. Καὶ τίνα τρόπον, ὁ ψαλμὸς διδάξει λέγων·
«Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.» Οὕτω κατέστη τὰ καθ’ ἡμᾶς· βεβασίλευκε γὰρ ὁ Χριστός. Αὕτη γέγονεν τῆς ἑορτῆς ἡ πρόφασις. [«Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις.» (β φ. 391, η φ. 437. ξορδ. ανονψμι.) Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλαγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἀλλὰ κατὰ πολὺ αὐτοῦ ἔλεος. Σέσωκε δὲ ἡμᾶς καὶ δι’ ὕδατος. Δι’ ὕδατος δὲ ποίου; τοῦ ἁγίου μυστικοῦ δηλονότι, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλλον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί.] [«Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται.» (β φ. 391 β, η φ. 437. ξορδ. αλτεριυς.) Πῦρ φησιν οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὲν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον, καὶ δυσάντητον, καὶ δυσδιάφευκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθρεύοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες, καὶ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ.
PG 69:1249Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ’ αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἀφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὴν ὀργήν. Οὕτως οὖν ἐξείλετο τοὺς ὑπ’ αὐτῷ γεγονότας, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς.] [«Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ.» (β φ. 391 β, η φ. 458 ξορδ. ανονψμι.) Πεφανέρωται γὰρ ἡ ἔκλαμψις τοῦ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ πεφώτικεν τὰς ἁπάντων καρδίας. Καὶ μετ’ ὀλίγα· Ἔοικεν ἐν τούτοις ὁ μακάριος Ψαλμῳδὸς ἀστραπὰς ὀνομάζειν Χριστοῦ τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγελιστὰς, οἷς καὶ αὐτὸς ἔφη Χριστός· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς, καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ’ αὐτοῦ φωτὸς, καὶ αὐτοὶ χρηματίζουσι φῶς τοῦ κόσμου.
Οὗτοι τοίνυν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοὶ καθάπερ ἀστραπαὶ γεγόνασι, τὴν ὑπ’ οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμποντες φῶς.] [«Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ.» (β φ. 392, η φ. 439. ξορδ. ανονψμι.) Τὸ δὲ εἶδε, ἀντὶ τοῦ ἀνέβλεψεν. Προειπὼν γὰρ ὅτι ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, διαδείκνυσιν εὐθὺς ὅσον ὠφέλησε τὴν ὑπουράνιον τὸ ἀποσταλῆναι παρὰ Χριστοῦ τὰς νοητὰς ἀστραπὰς, δι’ ὧν ἐλέγομεν σημαίνεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, ὧν ταῖς πανσόφοις μυσταγωγίαις ἀνέβλεψεν ἡ γῆ. Κατόρθωμα δὲ καὶ τοῦτο τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.] «Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν.» (β φ. 392, η φ. 439.) Ὅρη δέ φησιν τὰς ὑψηλὰς καὶ ὑπερηφάνους δυνάμεις τὰς ἀντικειμένας, ἤγουν τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, διὰ πολλὴν ἄγαν ὑπερηφανίαν ὄρεσι παρεικαζομένους. Ἃς κατέτηξεν ὁ Σωτὴρ ὡσεὶ κηρὸν, οἷόν τι πῦρ κηρῷ προςβεβληκός. [«Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ.» (β φ. 392, η φ. 439. ξορδ. αλτεριυς.
PG 69:1251) Οὐρανούς φησιν ἐν τούτοις οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλὰ τοὺς ὄντας ἐν οὐρανοῖς, τουτέστι τοὺς ἁγίους ἀγγέλους· οὗτοι τὴν δικαιοσύνην τοῦ Θεοῦ καὶ Πατρὸς ἀναγγελοῦσι. Σέσωκε γὰρ τοὺς ἐπὶ γῆς, δικαιώσας ἐν πίστει τῇ ἐν Χριστῷ. Οὕτω γὰρ πλήρης γέγονεν ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ’ ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολλαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πραγματικῶς μόνοι ἴσασιν οἱ οὐρανοὶ, ὄντες ἄνδρες δίκαιοι. Ἐπιδεικνυμένην γὰρ πίστιν ἀναγγελεῖ δίκαιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης.] [«Προσκυνήσατε αὐτῷ, πάντες ἄγγελοι.» (β φ. 392 β, η. φ. 440. ξορδ. ανονψμι.) Τίνι προςκυνεῖν ἐπιτάττονται; Χριστῷ δηλονότι, τουτέστιν ἐνανθρωπήσαντι τῷ Μονογενεῖ. «Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ἀναγκαίως δὴ ἐνταῦθα τὴν προσκύνησιν τῶν ἀγγέλων εἰσήγαγεν, ἵνα μὴ αἰσχυνθῶμεν προσκυνῆσαι Θεῷ ὃν προσκυνοῦσιν ἄγγελοι· ἅμα δὴ γνῶμεν, ὡς εἰς ἀγγέλων τάξιν οἱ προσκυνοῦντες τὸν Θεὸν ἀνερχόμεθα. Πρὸς τούτοις ὅτι τῶν ἀγγέλων τὸ προσκυνεῖν ἴδιον, οὐ τὸ προσκυνεῖσθαι.
Οἱ τοίνυν δαίμονες, ἀποπεσόντες καὶ ταύτης τῆς ἀξίας τῶν ἀγγέλων, προσκυνεῖσθαι δυνήσονται, ἀλλ’ ἀπάτῃ τῶν προσκυνούντων.] [«Ἤκουσε, καὶ εὐφράνθη Σιών.» (β φ. 392, η φ. 440 β, ξορδ. ανονψμι.) Ἔοικεν οὖν ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν πρώτην τῶν Ἰουδαίων κλῆσιν βούλεσθαι καταδηλοῦν, ἣν δὴ καὶ πρώτην ἐποιήσατο Χριστός. Τοῦτο καὶ πάλαι διὰ φωνῆς τοῦ Δαβὶδ ἔφη λέγων· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Τουτέστι, φανερὸν καταστήσει τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρός.] [«Φῶς ἀνέτειλε τῷ δικαίῳ.» (β φ. 393 η φ. 442. ξορδ. ανονψμι.) Τὸ ἀνέτειλέ φησιν ἀντὶ τοῦ ἀνατέλλει. Πᾶς γὰρ εἴ τίς ἐστιν ἀγαθὸς καὶ δίκαιος, τούτῳ πάντως εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον ἀνατέλλει φῶς. Οὐ γὰρ ἄμοιροι τῶν ἱερῶν ἔσονται χαρισμάτων οἱ τῶν ἀρίστων σπουδασμάτων ἐπιμεληταί. Τῷ τοίνυν τὴν πρακτικὴν ἀρετὴν, δικαιοσύνην καλουμένην, κατορθώσαντι ἀνέτειλε φῶς γνώσεως, οὐκ ἄλλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ, περὶ οὗ ὁ Πατὴρ εἶπε· «Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης.»] «Τοῖς εὐθέσι τῇ καρδίᾳ.» (β φ.
PG 69:1252393 β, η φ. 442 β.) Καὶ τί ἐστι τὸ εὐθῆ τὴν καρδίαν ἔχειν; Τὸ οἷον ὀρθὴν καὶ ἀδιάστροφον. [ Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ.« (β φ. 393 β. η φ. 442 β. ξορδ. ανονψμι.) Πρέπει γὰρ ὄντως τοῖς ἀγαπῶσι Χριστὸν καὶ τοῖς τῆς εὐσεβείας ἐρασταῖς, τὸ ἐπ’ αὐτῷ λίαν εὐφραίνεσθαι, καὶ ἐπὶ τοῖς δοθησομένοις ἡμῖν ἀγαθοῖς παρ’ αὐτοῦ, δηλονότι πνευματικοῖς, ἃ καὶ ἀσφαλῆ καὶ ἀναπόβλητον ἔχει τὴν κτίσιν (εδ., κίνησιν)]. »Ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.« (β φ. 393 β. η φ. 443.) Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν δηλοῖ. Δεῖ τοίνυν εὐχαριστεῖν ὅτι Θεὸς ὢν φύσει καὶ Κύριος τῶν ὅλων καὶ σύνθρονος τῷ Πατρὶ, ὁ ἐπάνω πάντων καὶ ὑπὲρ πάντας, κατηξίωσεν ἡμῶν ποιήσασθαι μνήμην· μνημονεύσας δὲ, καὶ ηὐλόγησε. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· »Κύριος ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς.« ΨΑΛΜΟΣ Ζ. »Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.« (β φ. 393 β, η φ. 443.) Καινὸν τὸ ᾆσμα· πάντα γὰρ ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Καὶ μετ’ ὀλίγα. [Καὶ ποῖα ταῦτά ἐστι τὰ καινά; τὰ διὰ Χριστοῦ δηλονότι.
Πάλαι μὲν γὰρ, ὡς ἔφην, ἐλυτρώσατο διὰ Μωϋσέως τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, καὶ πικρᾶς αὐτοὺς ἐξείλετο δουλείας· κατεπνίγετο δὲ καὶ ἐν θαλάσσῃ διώκων ὁ Φαραὼ, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ Θεὸς ἐδοξάζετο. Ἀλλ’ ἐν τούτοις μὲν τὰ ἐκείνων. Ἴδωμεν δὲ τὰ καινὰ τὰ διὰ Χριστοῦ. Οὐχ ἓν ἔθνος ἐλυτρώθη. καθὰ καὶ πάλαι μόνος ὁ Ἰσραὴλ, σέσωσται δὲ μᾶλλον ἡ σύμπασα γῆ. Οὐκ ἄνθρωπον Αἰγύπτιον πεπνιγμένον ὁρῶμεν ἐν θαλάσσῃ, ἀλλ’ αὐτὸν τὸν ἀλαζόνα καὶ ἀλιτήριον Σατανᾶν πεσόντα, καὶ κείμενον ὑπὸ πόδας ἁγίων. Ἔφη γάρ που Χριστός· »Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.« Ὄφεις δὲ καὶ σκορπίους ὀνομάζει τοὺς πονηροὺς καὶ ἰοβόλους δαίμονας· ὧν τῆς σκαιότητος ἀπηλλάγημεν.] Καὶ μετ’ ὀλίγα· Ἐπὶ τίσιν ἄρα καὶ ποίας ἔχοντες τοῦ ψάλλειν τὰς ἀφορμὰς, αὐτός σε πάλιν διδάξει λέγων· »Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.« Καὶ ποῖα ταῦτά ἐστι; Τὰ ἐξαίρετα καὶ τεθαυμασμένα, ἃ πεποίηκεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. [»Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ.« Ἔσωσε γὰρ τὴν ὑπ’ οὐρανὸν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός·
PG 69:1254οὔτως αὐτὸν καὶ αὐτὸς ὁ Πατὴρ ὀνομάζει λέγων· »Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου,« ἐν ᾗ ἐστερέωσα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. [Διέσωσε γὰρ ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, τῷ ἰδίῳ γεννήτορι τὴν οἰκουμένην πρὸς θεογνωσίαν ἀναγαγὼν, καὶ θανάτου καὶ φθορᾶς ἐξελὼν τὸ ἐξ ἁμαρτίας συντετριμμένον ποίημα, καίτοι κατ’ εἰκόνα γεγονὸς τοῦ Κτίσαντος. [Δεξιὰν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· δι’ αὐτοῦ γὰρ ὡς διὰ χειρὸς ἰδίας τὰ πάντα εἰς τὸ εἶναι παρήνεγκεν ὁ Πατήρ· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Ἰωάννης περὶ αὐτοῦ· »Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.« Ἀλλ’ ὥσπερ ἡ τοῦ ἀνθρώπου χεὶρ οὐκ ἀλλοτρία τοῦ σώματός ἐστιν, ἀλλ’ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ· αὕτη τοίνυν ἡ πάντων ἰσχύουσα τοῦ Πατρὸς δεξιὰ, ἡ πάντων δημιουργὸς καὶ τεχνῖτις, ἣν πάντα τὰ ἔργα τρέμει, σέσωκεν ἑαυτῷ τε καὶ τῷ Πατρί. Τί δὲ σέσωκεν; ἅπασαν δηλονότι τὴν ὑπ’ οὐρανόν·
σεσαγήνευκε γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ.] [»Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ« Σωτήριον καὶ δικαιοσύνην ὀνομάζει Χριστόν· σέσωκε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ δεδικαίωκεν ἐν πίστει.] [»Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.« Τουτέστιν, Οὐδεὶς ἀπομεμένηκεν ἀμέτοχος τῆς διὰ Χριστοῦ σωτηρίας. Κέκληται γὰρ, ὡς ἔφην, διὰ τῆς πίστεως ἡ σύμπασα γῆ.] [»Ποταμοὶ κροτήσουσι χειρί.« Ποίας ἔχουσι χεῖρας οἱ ποταμοί; Ἢ πῶς κροτῆσαι δύνανται; Ἐπειδὴ δεσποζομένων τῶν ἐθνῶν, καὶ καλουμένων διὰ τῆς πίστεως, ἔχαιρον οἱ μαθηταὶ, τοῖς κροτοῦσι παραπλησίως ᾠδῶν ἐπινικίων ἐξάρχοντες ἐκ περιχαρείας, ποταμοῖς αὐτοὺς παρεικάζει λέγων· »Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό.« [Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πηγαῖς τε καὶ ποταμοῖς ἐσθότε παρομοιοῦν τοὺς ἁγίους προφήτας, ἀποστόλους καὶ εὐαγγελιστὰς, ἔτι τε πρὸς τούτοις τοὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, τοὺς τὸν θεῖον τοῖς λαοῖς πρεσβεύοντας λόγον, καὶ τῶν ἱερῶν δογμάτων ὄντας ἐπιστήμονας, καὶ μυσταγωγικὸν ἔχοντας ἐπιτήδευμα.
PG 69:1256Καὶ γοῦν ἔφη περὶ αὐτῶν διὰ φωνῆς Ἡσαί̈ου τοῦ προφήτου· »Ἀντλήσατε τὸ ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.« Σωτηρίους δὲ αὐτοὺς ὀνομάζει πηγάς· ἀναβρύουσι γὰρ ὥσπερ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸν ἐξ οὐρανοῦ λόγον, αὐτοὶ δεχόμενοι παρὰ Χριστοῦ. Ὡς γὰρ αὐτοί φασιν οἱ ἅγιοι· »Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.« [Ὅταν τοίνυν ἀκούσῃς περὶ τῶν ἁγίων ποταμῶν ὅτι κροτήσουσι χεῖρας, ἀντὶ τοῦ εὐφρανθήσονται, νόει, τερφθήσονται, καὶ χαρήσονται, καὶ ἑορτάσουσι. Διὰ ποίαν αἰτίαν; Ὅτι ἔσωσε Κύριος τὴν ὑπουράνιον, ὄτι καταβέβηκεν ἐξ οὐρανοῦ ὁ Μονογενὴς ὢν Λόγος, καὶ γέγονεν ὅμοιος ἡμῖν, ἵνα καταργήσῃ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἵνα παραλύσῃ τὴν φθορὰν, ἀναστρέψῃ θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἡμᾶς καθαροὺς ἀπεργάσῃ διὰ τοῦ βαπτίσματος, ἁγιάσῃ διὰ τοῦ Πνεύματος, υἱοὺς ἀποφήνας Θεοῦ. Αὕτη τῆς τῶν ἁγίων θυμηδίας ἡ πρόφασις ἐπὶ τούτοις κελεύονται κροτεῖν, τουτέστιν εὐφραίνεσθαι.] [»Τὰ ὄρη ἀγαλλιάσονται.« Ὄρη φησὶν οὐ ταῦτα τὰ αἰσθητὰ καὶ ὁρώμενα, ἀλλὰ τὰς νοερὰς καὶ ὑψηλὰς δυνάμεις, ἤτοι τοὺς τὸν θεῖον θρόνον περιεστῶτας ἀγγέλους. Ὑψηλαὶ γοῦν εἰσιν αἱ ἀρεταί.
Αὗται τοίνυν αἱ λογικαὶ καὶ ἀνωτάτω δυνάμεις χαίρουσι λίαν ἐπὶ τοῖς ἐν Χριστῷ διασεσωσμένοις· χαίρουσι δὲ δι’ ἡμᾶς δοξολογοῦσαι τὸν σώσαντα.] ΨΑΛΜΟΣ Η. [»Ὁ Κύριος ἐβασίλευσεν.« Πεμπέτωσαν εἰκῆ τῆς ἑαυτῶν βασκανίας τὰ βέλη κατὰ Χριστοῦ, ἀρτυέτωσαν ἐπιβουλὰς οὐδὲν ἀδικῆσαι δυναμένας τὸν οὐδὲν εἰδότα παθεῖν.] [»Κύριος ἐν Σιὼν μέγας.« Οὐ παρὰ τῇ Σιὼν σωματικῇ μέγας ἦν ἢ ὑψηλὸς ὁ Σωτὴρ, παρὰ τῇ νοητῇ δὲ μᾶλλον, τουτέστι τῇ Ἐκκλησίᾳ· ἢν αὐτὸς ἑαυτῷ παρέστησε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον, κατὰ τὸ γεγραμμένον] [Οὐ γὰρ καθ’ ἕνα τῶν ψευδωνύμων θεῶν γινωσκόμενος μὲν παρά τινων, ἀγνοούμενος δὲ παρ’ ἑτέρων· ἀλλ’ αὐτὸς ἐν οὐρανῷ μὲν δοξαζόμενος παρὰ τῶν ἄνω πνευμάτων, ἐπὶ γῆς δὲ προσκυνούμενος παρ’ ἡμῶν. Ὑψηλὸς τοιγαροῦν ἐν δόξῃ καὶ τὸν ἑαυτοῦ φόβον ἐντιθεὶς τοῖς εἰδόσιν αὐτὸν, σωτηρία δὲ καὶ τοῦτο ψυχῆς.] [»Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου.« Αἱ τιμαὶ, φησὶ, τῶν βασιλέων ἀγαπῶσιν ἔχειν τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Ἀκολουθεῖ γὰρ πάντως τῇ τοῦ βασιλέως τιμῇ τὸ χρῆναι κρίνειν καὶ νομοθετεῖν. Ἤδη κριτής ἐστι καὶ νομοθέτης Θεὸς τοῦ παντός. Γέγραπται γάρ·
PG 69:1258»Ὅτι Θεὸς κριτής ἐστι.« Καὶ πάλιν· »Εἷς ἐστι νομοθέτης καὶ κριτής.« Καὶ, »Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.« Πρόσεστι δὲ τῷ Υἱῷ τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς· »Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.«] »Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ.« (β φ. 396 β, η φ. 450) Μέγα γὰρ καὶ ὑψηλὸν τὸ τῆς θεότητος ὄνομα, ἤγουν ἡ δόξα. Οὐ γάρ ἐστιν καθ’ ἒν τῶν κτισμάτων ὁ τῶν ὅλων Δημιουργὸς, ἀπαραβλήτοις δὲ μᾶλλον ὑπεροχαῖς τὰ πάντα ὑπέρκειται. Ὅμοιον δὲ αὐτῷ κατὰ φύσιν οὐδὲν, πλὴν ὅτι μόνος ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιος αὐτῷ Θεὸς Λόγος, ὃς δοξολογεῖται γενόμενος ἄνθρωπος παρὰ τῶν Σεραφείμ. Αὐτὸς γάρ ἐστιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ γὰρ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Μέγα δὴ οὖν καὶ τεθαυμασμένον τὸ τῆς θεότητος ὄνομα, εἴπερ αὐτῷ κάμπτει πᾶν γόνυ, προσκυνούσης δηλονότι τῆς κτίσεως, καὶ ταῖς θεοπρεπέσι τιμαῖς στεφανούσης αὐτόν.
»Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.« (η φ. 451 β) Τουτέστιν, Ὕψιστον εἶναι πιστεύετε τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, μηδὲν ταπεινὸν φρονήσαντες περὶ αὐτοῦ, καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι. [»Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.« Ἆρ’ οὖν καὶ πόδας τοιούτους ἔχει Θεὸς ἐπικειμένους τῷ ὑποποδίῳ; ἆρα καὶ χεῖρας καὶ ὀφθαλμούς; Μὴ τοῦτο ὑπολάβῃς. Σκευάζεται μὲν γὰρ ὁ ὑπ’ αὐτῷ λόγος ὡς ἐκ τῶν καθ’ ἡμᾶς καὶ ἐκ τῶν ἀνθρωπίνων πραγμάτων· νοεῖται δὲ τὰ ἐπ’ αὐτῷ θεοπρεπῶς. Ἐπειδὴ τοίνυν ἔθος ἐστὶ τοῖς προσκυνοῦσι τοὺς ἐπὶ γῆς βασιλέας φιλεῖν τοὺς πόδας αὐτῶν, ἐκ τῆς παρὰ ἀνθρώποις συνηθείας ἐπὶ Θεοῦ τὸν λόγον ἀναφέρει λέγων ὁ Ψαλμωδός· »Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.«] [»Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ.« Οὐκοῦν τετίμηκεν ὡς τιμήσαντας, ἠγάπησεν ὡς γνησίους οἰκέτας, ὡς τῶν αὐτοῦ θεσπισμάτων γεγονότας φύλακας. Οὐκοῦν οὐκ ἄμισθος ἡ ὑπακοὴ, μᾶλλον δὲ τῆς ἀνωτάτω τιμῆς πρόξενος διὰ τὸ εὐπειθὲς καὶ εὐάγωγον.] ΨΑΛΜΟΣ Θ.
PG 69:1259[»Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.« Τουτέστι, μὴ στυγνοὶ, μὴ κατηφεῖς, μηδὲ ὀκνηροὶ πρὸς ἀγαθουργίαν, πρόθυμοι δὲ μᾶλλον καὶ ἱλαροὶ καὶ τῇ ἐλπίδι χαίροντες· ἐλπίδι δὲ πάντως τῇ τοῖς ἀγίοις ηὐπρεπισμένῃ.] Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ.] »Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.« (ξοδ. μ φ. 176.) Οὗτός ἐστιν ὁ Χριστὸς, ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν. Αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμετέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συνέστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. Διὸ καὶ λαὸς αὐτοῦ, καὶ πρόβατα αὐτοῦ τυγχάνομεν. Εἴη δὲ λαὸς ὁ λογικωτέραν τάξιν ἐπέχων· πρόβατα δὲ οἱ μὴ τοσαύτην ἔχοντες διάκρισιν, μηδὲ πεῖραν τῶν θείων λογίων, κατὰ τό· »Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.« ΨΑΛΜΟΣ Ρ. [»Ψαλμὸς τῷ Δαβίδ.« Τῷ Δαβὶδ ψαλμός. Τουτέστιν, ὕμνος καὶ δοξολογία τῷ ἐκ σπέρματος Δαβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἀνέφυ γὰρ ἐξ Ἰεσσαὶ καὶ Δαβὶδ τὸ τῆς εἰρήνης φυτὸν, τὸ θεῖόν τε καὶ εὐγενὲς καὶ ὑπερκόσμιον βλάστημα. Καὶ μετ’ ὀλίγα·
Εἰσκεκόμισται δὲ πρόσωπον ἀνδρὸς ἁγίου, πολιτείας ἡμῖν τῆς ἐξαιρέτου καταγράφον τοὺς τύπους, καὶ οὐχ ἵνα τοὺς παρά τινων τύπους ἁρπάσῃ, οὐδ’ ἵνα δόξαν θηράσηται κενὴν (ἀλλότριον γὰρ τοῦτο ἁγίων), ἀλλ’ ἵνα μᾶλλον ἡμᾶς ὠφελήσῃ διὰ τούτου, καὶ μάθωμεν τίνα τρόπον πολιτεύεσθαι χρὴ τοὺς ἐθέλοντας ἀρέσκειν Θεῷ.] [»Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.« Οἶδά σε, φησὶν, ἐλεήμονα καὶ δίκαιον ὄντα κριτὴν, καὶ ἐπ’ αὐτοῖς δὴ τούτοις ὑμνήσω σε. Ἐλέησε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ἐν Χριστῷ δικαιώσας τῇ πίστει, καὶ χαρισάμενος ἡμῖν τὴν ἄφεσιν τῶν ἀρχαίων πλημμελημάτων, καὶ κρίσιν ἐφ’ ἡμῖν δικαίαν ἐξενεγκών.] [»Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.« »Ψαλῶ« σοι, φησὶν, ὦ Δέσποτα, καὶ δοξολογήσω σε διηνεκῶς· »συνήσω δὲ καὶ ἐν ὀδῷ ἀμώμῳ.« Τουτέστι, μετὰ συνέσεως καὶ σοφίας βαδιοῦμαι τὴν ὀρθὴν καὶ ἀδιάστροφον καὶ ἀμώμητον ὁδόν. Χρὴ γὰρ ἡμᾶς εἶναι συνετωτάτους τοὺς ἐθέλοντας εὐαρεστεῖν τῷ Θεῷ, καὶ σοφίας μεμεστωμένην ἔχειν τὴν καρδίαν· σοφίας δὲ οὐ τῆς ἐπιγείου καὶ κοσμικῆς, ἐκείνης δὲ μᾶλλον ἣν χαρίζεται Χριστός.
PG 69:1261Ἐν αὐτῷ γὰρ »πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·« καὶ αὐτὸς σοφοῖ τυφλοὺς, καὶ συνέσεως ἀπάσης ἐστὶ χορηγός.] [Καὶ τί δὴ τοῦτό ἐστιν; Ἕως μὲν γάρ ἐσμεν ἐν ῥύποις καὶ ἁμαρτίαις, οὐκ ἔχομεν ἑαυτοῖς κατοικοῦντα Χριστόν· ὅταν δὲ τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα ῥύπους, καὶ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, τότε γὰρ παρ’ ἡμῖν γίνεται, καὶ ἐν ἡμῖν αὐλίζεται, καὶ οἶκός ἐσμεν αὐτοῦ]. [»Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας.« Τί ἐστι τὸ, »Ἐν ἀκακίᾳ καρδίας μου;« Ἀντὶ τοῦ, Ἀπονήρως καὶ ἀφιλοπραγμόνως, οὐ θορύβους ἀγαπῶν πραγμάτων κοσμικῶν καὶ περισπασμῶν εἰκαίων’ ἔχων δὲ μᾶλλον ἐν ἐμαυτῷ τὸν νοῦν εὐσταθῆ καὶ ἠρεμοῦντα, κατ’ ἐκεῖνόν που πάντως τὸν ἀρχαῖον Ἰακὼβ, περὶ οὗ γέγραπται· »Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ οἰκῶν οἰκίαν.«] [»Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.« Οὐδενὶ, φησὶ, προσέσχον φαύλῳ τε καὶ ἀνοσίῳ πράγματι, καὶ καλοῦντι πρὸς παρανομίαν. Πολλὰ δὲ ταῦτα καὶ περὶ ἡμᾶς. Παρανομεῖ γάρ τις, ὅταν εἰς ἐπιθυμίαν ἐμπέσῃ τῶν οὐδὲν αὐτῷ προσηκόντων, καὶ γίνηται τῶν ἀλλοτρίων ἄδικος ἐραστής.
Παρανομεῖ δὲ ὁμοίως ὁ σωματικαῖς ἡδοναῖς ἡττώμενος, καὶ τοῖς μοιχείας ἐγκλήμασιν ἔνοχος γεγονώς. Παραλύει νόμον ὁ καταλαλῶν ἀδελφοῦ, καὶ πλεονεκτῶν οὓς ἂν δύνηται τῶν ἀσθενεστέρων. Καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγων διατρίβω, πᾶν εἶδος φαυλότητος καὶ παρανομίας ἔγκλημα φέρει. Καὶ μετ’ ὀλίγα· Ἀλλ’ ἴσως ἐρεῖς· Ἆρ’ οὖν ἀναμάρτητος ἦν; Εἶτα πῶς τοῦτό ἐστιν ἐφικτόν; Τὸ γὰρ ἐλεύθερον εἰς ἁμαρτίας τετήρηται, καὶ τὸ ἀναμάρτητον πρέπει μόνῳ τῷ ἐπὶ πάντων Θεῷ. »Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.« Καὶ μετ’ ὀλίγα· Πῶς οὖν ἄρα νοῆσαι πρέπει τό· »Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον;« Οὐκ εἶπεν· Οὐδέποτε ἐμπέπτωκα παρανόμῳ πράγματι, ἀλλ’, ὅτι »Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·« Τουτέστιν, Ἠθέλησα καὶ προτεθύμημαι μηδέποτε ἐνορᾷν παρανόμῳ πράγματι. Εἰ δὲ καὶ ἀστοχῆσαι συνέβη, φησὶν, ὡς ἄνθρωπον, θαυμαστὸν οὐδέν· ὅτι κυβερνῆται πολλάκις καὶ αὐτοὶ καλῶς εἰδότες τὴν τέχνην κινδυνεύουσι μετὰ τῆς νηὸς, ἀγρίου καταιγίζοντος πνεύματος.] »Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.« (β φ. 399 β, η φ.
PG 69:1263459) Τουτέστιν, ἄνθρωπος σκαμβὴν ἔχων τὴν καρδίαν, ὅ ἐστι διεστραμμένος. [»Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.« Τουτέστιν, Οὐδὲ εἰδέναι προσεποιούμην. Οὐ γὰρ ἠξίουν εἶναι φίλος αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησὶν, ἀλλ’ εἰδὼς, ὅτι »Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.«] (β φ. 400, η φ. 459 β) Καρπὸς διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφῶν. [»Ὑπερηφάνῳ ὀφθαλμῷ.« Πλεῖστα γὰρ ἐν ἡμῖν εἰσι πάθη ψυχικά· ἓν δὲ καὶ μάλιστα τῶν ἄλλων ἐκτοπώτερον καὶ πᾶσιν ἀφόρητον, ᾧ καὶ αὐτὸς μάχεται Θεός· τοῦτο δέ ἐστιν ὑπερηφανία, ἣ καὶ ἀδελφὴν καὶ σύντροφον ἔχει τὴν πλεονεξίαν, ἤτοι τὸ ἀπλήστως πλεονεκτεῖν. Ταῦτα δύο βάραθρα ψυχῶν καὶ ὀλέθρου πύλαι, καὶ ἀκοιμήτου φλογὸς ἄξια. Τίς οὐ φεύγει τὸν ἀλαζόνα; Τίς οὐ παραιτεῖται τὸν ἀπλήστῳ χειρὶ συλλέγοντα χρημάτων πορισμοὺς καὶ πλεονεκτοῦντα πολλούς;] [»Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς.« Τουτέστι τοὺς ἁγίους, ὥστε καὶ »συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ·« τουτέστι, συνεῖναι, καὶ συμβασιλεύειν ἀεὶ, καὶ ἀποφέρειν εἰς τὰ χρήσιμα.
Ἐξαίρετον γὰρ ἀγαθὸν ἀνθρώπῳ σύμβουλος ἀγαθός. Σεπτὸν αὐτὸν καὶ ἀξιοζήλωτον ἀποτελεῖ, τὸ ἀποφέρειν πρὸς πᾶν ὁτιοῦν τῶν χρησίμων, καὶ εἰς σωτηρίαν διδάσκει τὰ συμφέροντα, ὑποτίθεται δὲ τὸ τελοῦν εἰς ὄνησιν.] ΨΑΛΜΟΣ ΡΑ. [»Κλῖνον πρός με τὸ οὖς σου.« »Κλῖνον, φησὶ, πρός με τὸ οὖς σου.« Διὰ τί; Ὅτι θλιβόμενος οὐ δύναμαι σὺν παῤῥησίᾳ προσεύξασθαι. Θλίψιν δὲ λέγει τὴν τῶν πειρασμῶν εἴτε τῶν αἰσθητῶν εἴτε τῶν νοητῶν ἐπαγωγήν.] ΨΑΛΜΟΣ ΡΓ. [»Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.« Νοητὸς δέ που πάντως ὁ τοιοῦτός ἐστι, καὶ τῆς σωτηρίου μέθης ἐμποιητικός.] [»Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου.« Οὐ περὶ ξύλων ἦν ὁ λόγος αὐτῷ, περὶ ἁγίων δὲ μᾶλλον τῶν ἐῤῥιζωμένων ἐν τῇ πίστει, καὶ καρποφορούντων ἐν δικαιοσύνῃ.] [»Αὔτη ἡ θάλασσα ἡ μεγάλη.« Νηὶ̈ παρεικάζει τὴν Ἐκκλησίαν, ἐν σχήματι θαλάσσης τοῦδε τοῦ καθ’ ἡμᾶς νοουμένου κόσμου. Θαλάττῃ τοιγαροῦν τῇ καθ’ ἡμᾶς παραβάλλει τὸν βίον τὸν ἀνθρώπινον διὰ τὸ ἀστάθμητον, καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς.
PG 69:1264Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχεδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου· καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν. ὅσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω. Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ ἁγνὴν χώραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Σκάφος οὖν ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλοτῆρας ἔχουσα τοὺς ἡγιασμένους·
οἳ καὶ, διὰ τοῦ καταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἐσθότε χειμὼν καταῤῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ φλογίζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα· καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστὸς, διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλοτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πράγματα βλέπῃ, τότε δὴ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· »Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἐπιλανθάνῃ τῆς πτωχίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;« Ἀμελλητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκ ποδῶν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα. Περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ’ αὐτῷ πεποιθότας.] »Ζῶα μικρὰ μετὰ μεγάλων.« (κ φ.
PG 69:1266181 β) Καὶ τοῦτο τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ’ ἐκείνων καταναλίσκεσθαι. [»Δράκων οὗτος ὃν ἔπλασας.« Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ’ οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασι νηχόμενον, δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷ τε βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα τὸν ἀρχέκακον, τουτέστι τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ’ ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἁγίων ἐπιβουλεύων ψυχαῖς.] »Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.« (β φ. 420, ε φ. 216 β, κ φ. 182 β) Διαλογήν φησιν τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. »Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς.« (β φ. 420, η φ. 508 β) Ἀλλ’ ἐρεῖ τί τις πρὸς τοῦτο τυχόν· Ἆρ’ οὖν ὁ μακάριος Προφήτης κατεύχεται ξοδ. ποτ’ εὔχεται] τῶν ὄντων ἐν ἁμαρτίαις; Ἆρα πάντας τοὺς ταῖς ἁμαρτίαις κατειλημμένους ἀπολέσθαι καὶ ἀφανισθῆναι βούλεται;
Καί τοι μᾶλλον ἐχρῆν ἅγιόν τε καὶ πνευματοφόρον ὑπερεύχεσθαι μᾶλλον τῶν ἠσθενηκότων. Καὶ μετ’ ὀλίγα· Ἄκουε λοιπόν· ἐρῶ γὰρ διὰ βραχέων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἅπαντες ἧμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ’ οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προςκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωί̈ας τὴν ὁδὸν οὐκ ἠπίσταντο, μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν. Ἰουδαῖοι δὲ πάλιν εἶχον νόμον τὸν παιδαγωγὸν, ἀλλ’ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Καὶ μετ’ ὀλίγα· Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; Δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι. ΨΑΛΜΟΣ ΡΔ.
PG 69:1268[»Μὴ ἅψησθε τῶν χριστῶν μου.« Καὶ γάρ ἐστι τῶν ἀτόπων ἐννοεῖν τοὺς μὲν λαμπροτέρους κατὰ τόνδε τὸν βίον πᾶσαν ἀπονέμοντας φροντίδα τοῖς γνησίοις οἰκέταις, καὶ τῆς καθηκούσης αὐτοῖς ἐπιμελείας ἀξιοῦν· τὸν δὲ δυνάμεων Κύριον, οὗ πάντα ἐστὶ πρὸς κατόρθωσιν εὐχερῆ, μηδένα ποιεῖσθαι λόγον τῶν ἀγαπώντων αὐτόν.] ΨΑΛΜΟΣ ΡΘ. »Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.« (β φ. 449 β, η. φ. 557 β) Γέγονε γὰρ ἡμῖν ῥάβδος δυνάμεως ὁ Χριστὸς, ὅς ἐστιν ἐκ Σιὼν, τῆς ἄνωθεν δηλονότι. Διὰ τοῦτο καὶ ἐπουράνιος ὀνομάζεται. Οὐ γάρ ἐστι κατὰ τὸν πρῶτον Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἀλλ’ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. [»Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως.« Ἡμέραν δυνάμεως τοῦ Θεοῦ λέγει καθ’ ἢν ὅλην κρινεῖ τὴν οἰκουμένην, καὶ »ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.« Ἥξει πάντως καὶ τότε αὐτός τε ὣν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν, κατὰ μόνον τὸ ἐξ οὗ· διὰ τὸ ὑπάρχειν ἐκ Πατρός.] ΨΑΛΜΟΣ ΡΙΓ. »Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.« (ξ φ.
252 β) Εἰ καὶ ποιοῦμεν ὁμοίωμα ἀνθρώπων θεοσεβῶν, οὐκ ἐπὶ τὸ προσκυνεῖν ὡς θεοῖς, ἀλλ’ ἵνα, ὁρῶντες αὐτοὺς, εἰς ζῆλον αὐτῶν ἔλθωμεν· εἰ δὲ ποιοῦμεν ὁμοίωμα τοῦ Χριστοῦ, ἵνα ἡ διάνοια ἡμῶν πρὸς τὸν πόθον αὐτοῦ ἀναπτερωθῇ. Οὐ γὰρ εἰκόνι φθαρτῇ ἢ φθαρτοῦ ἀνθρώπου προσκυνοῦμεν· ἀλλ’ ἐπειδὴ ὁ Θεὸς ἠξίωσεν ἀτρέπτως γενέσθαι ἄνθρωπος, ποιοῦμεν αὐτοῦ εἰκόνα ὡς ἀνθρώπου, καίπερ εἰδότες αὐτὸν φύσει Θεὸν ὄντα. Οὐκ αὐτὸν οὗν Θεὸν τὴν εἰκόνα λέγομεν, ἀλλὰ Θεὸν εἰδότες τὸν ἐν τῇ εἰκόνι γραφέντα, οὗ τὸ ὁμοίωμα ἔχει ἡ εἰκών. Ἕλληνες δὲ πλανώμενοι τὰ ὁμοιώματα θεοὺς δοξάζουσιν. ΨΑΛΜΟΣ ΡΙΔ. »Ἠγάπησα.« (ε φ. 242 β. Κυρίλλου καὶ ἄλλων.) Οὐ παντός ἐστι τὸ Ἠγάπησα, ἀλλὰ τοῦ τετελειωμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον. Οὐ πρόσκειται δὲ τὸ, τίνα, προσυπακουστέον δὲ παρ’ ἡμῶν ὅτι τὸν Θεὸν τῶν ὅλων. [»Ποτήριον σωτηρίου λήψομαι.« Σωτηρίου γὰρ ὄντως ἐστὶ ποτήριον, τὸ ὑμνολογεῖν τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Τούτῳ Θεὸς ἐφήδεται, τοῦτο δέχεται παρ’ ἡμῶν τὸ θυμίαμα. Ὡς γὰρ ἔφη Χριστός· »Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.«] ΨΑΛΜΟΣ ΡΙΖ.
PG 69:1270»Αὔτη ἡ πύλη τοῦ Κυρίου.« (β φ. 471 β, η φ. 595) Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν καθ’ ἕτερόν τινα τρόπον ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικέσθαι γνῶσιν, ἢ κατὰ τοῦτον αὐτὸν ὂν ἔφη Χριστός· »Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ.«Εἰσερχόμεθα γὰρ εἰς οἰκειότητα ὡς πρὸς Θεὸν, ἀλλὰ καὶ εἰς τὴν οὐρανῶν βασιλείαν, καθάπερ διά τινος θύρας ἢ πύλης, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. »Ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.« (β φ. 472 β, η φ. 597) Οἱ μὲν γὰρ ἀφήκονται, τὸ τῆς δουλείας περικείμενοι σχῆμά τε καὶ μέτρον· ὁ δὲ ἐν δόξῃ τῇ θεοπρεπεῖ καὶ ἐν ὀνόματι Κυρίου, δῆλον δὲ ὅτι τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ. Καὶ τί ἐστιν, »Ἐν ὀνόματι Κυρίου;« Τουτέστιν, ἐν δόξῃ θεοπρεπεῖ καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπέκεινα. ΨΑΛΜΟΣ ΡΙΗ. »Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου.« (β φ. 476, η φ. 602 β) Ὥσπερ γὰρ εἴ τις ἐν ἀγγείῳ χαλκῷ πυρὸς ἀπόθοιτο σπέρμα, πάντως δή που καὶ τῆς παρ’ αὐτοῦ θερμότητος ἀποτελέσοι μέτοχον, οὕτως ὁ ἐν ψυχῇ γε καὶ καρδίᾳ τὸν θεῖόν τε καὶ οὐράνιον λόγον διακατέχων νοῦς, δι’ ἐφέσεως τῆς εἰς ἅπασαν ἀρετὴν, ἀεὶ πρὸς ταῦτα δι’ αὐτοῦ θερμαίνει. (ξ φ. 262 β, δ φ.
294 β, γ φ. 174 β) Ὥσπερ γάρ ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν καὶ χρῆμα σωτήριον τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διαπαντὸς, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλανθάνεσθαι φιλεῖν. Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ, διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαίμονας. Τὸ δ’ αὐτὸ καὶ Σολομῶν ἐν ταῖς Παροιμίαις παραινεῖ· »Υἱὲ, φησὶ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὗς σου.« Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος· εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται. »Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.« (β φ. 480, η φ. 609) Ζωοποεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ· ἔστιν δὲ αὕτη Χριστός. »Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα.« (β φ. 482 β, η φ. 614 β) Ἐν γὰρ ταῖς τοῦ νοῦ προπαθείαις, καὶ, ἴν’ οὕτως εἴπω, προαπονευρώσεσιν ταῖς διὰ νοημάτων φυσικῶν, ἡ τοῦ πειράζοντος τυραννὶς ἀφορητοτέρα γίνεται·
PG 69:1271καὶ πρὶν ὑπομεῖναι τὴν παρὰ τοῦ διαβόλου ταπείνωσιν, προπλημμελοῦμεν ἡμεῖς, πρεσβυτέραν τῆς ἐφόδου τὴν εἰς τὸ ἔσω νοσοῦντες καταστροφήν. Πρὸ τοῦ γὰρ παθεῖν τελείως, ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν τιμῶντές τε τὴν ἁμαρτίαν καὶ καταδεχόμενοι, καὶ τόπον εἰςόδου διδόντες διὰ τούτου τῷ Σατανᾷ· Ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. »Πλατεῖα ἡ ἐντολή σου σφόδρα.« (β φ. 486 β, η φ. 621) Ἀποδέχεται γὰρ ὁ Θεὸς τὴν πνευματικὴν εὐανδρίαν, τὴν ἐγκράτειαν, τὴν ὑπομονὴν, καὶ πρὸς ταύτας ἔτι τὰς ἀρετάς. »Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός.« (β φ. 489, η φ. 625 β) Χεῖρας εἶναι λέγων τὰς πρακτικὰς ἐνεργείας δι’ ὧν ὁρᾶται Θεός. »Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.« (β φ. 490, η φ. 628.) Τὸ Καθήλωσον ἀντὶ τοῦ Πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου ΨΑΛΜΟΣ ΡΙΘ. »Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.« (φ φ. 227) Βαρούμενος τῇ παρούσῃ ζωῇ, τῷ μακρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην, ὀδύρεται στενάζων ἐν οἰμωγῇ καὶ θρήνῳ τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας.
»[Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.« Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον μνήμην.] »[Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου.« Ὁ δυνάμενος ἀπὸ τῶν καρπῶν γνωρίζειν τοὺς φίλους τοῦ Θεοῦ, λίαν αὐτοὺς τιμήσει· ἐπεὶ καὶ αἱ ἀρχαὶ αὐτῶν, τουτέστιν, ἃ φρονοῦσι περὶ ἀρχῶν, λίαν ἐκραταιώθησαν.]
Page scan enlarged

Notebook

Full View